μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
ὅντε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·
καί ῥά τʼ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
πάντες ἀφʼ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
5
Λητὼ δʼ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ,
ἥ ῥα βιόν τʼ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
καί οἱ ἀπʼ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
πασσάλου ἐκ χρυσέου· τὸν δʼ ἐς θρόνον εἷσεν ἄγουσα.
10
τῷ δʼ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ
δεικνύμενος φίλον υἱόν· ἔπειτα δὲ δαίμονες ἄλλοι
ἔνθα καθίζουσιν· χαίρει δέ τε πότνια Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε.
χαῖρε, μάκαιρʼ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα,
15
Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν,
τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ,
κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον,
ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις.
πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα;
20
πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδῆς,
ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους·
πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες
ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
25
ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι,
κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
30
ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν
νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια,
Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα,
35
Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ,
Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
Λέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
40
καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ
καὶ Σάμος ὑδρηλὴ Μυκάλης τʼ αἰπεινὰ κάρηνα
Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων,
καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα
Νάξος τʼ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα,
45
τόσσον ἔπʼ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ,
εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι.
αἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη
Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα·
πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ
50
καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα·
δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο,
Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, —
ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει·
οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον,
55
οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις.
εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα,
ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβας
ἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ
δημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι
60
χειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας.
ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα·
Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο,
ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος
δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς
65
ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην.
ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω·
λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα
ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι
καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν.
70
τῷ ῥʼ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν,
μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο,
νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι,
ποσσὶ καταστρέψας ὤσῃ ἁλὸς ἐν πελάγεσσιν,
ἔνθʼ ἐμὲ μὲν μέγα κῦμα κατὰ κρατὸς ἅλις αἰεὶ
75
κλύσσει· ὃ δʼ ἄλλην γαῖαν ἀφίξεται, ἥ κεν ἅδῃ οἱ,
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα·
πουλύποδες δʼ ἐν ἐμοὶ θαλάμας φῶκαί τε μέλαιναι
οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν.
ἀλλʼ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
80
ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν
[τεύξασθαι νηούς τε καὶ ἄλσεα δενδρηέντα]
ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα
πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.
ὣς ἄρ ἔφη· Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσε·
ἴστω νῦν τάδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν
85
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·
ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
βωμὸς καὶ τέμενος, τίσει δέ σέ γʼ ἔξοχα πάντων.
αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
90
Δῆλος μὲν μάλα χαῖρε γονῇ ἑκάτοιο ἄνακτος·
Λητὼ δʼ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
ὠδίνεσσι πέπαρτο. θεαὶ δʼ ἔσαν ἔνδοθι πᾶσαι,
ὅσσαι ἄρισται ἔασι, Διώνη τε Ῥείη τε
Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη
95
ἄλλαι τʼ ἀθάναται νόσφιν λευκωλένου Ἥρης·
ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο·
μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια·
ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν,
Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε
100
ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε
Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν.
αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου,
ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον,
χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·
105
νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης,
νή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις,
βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον,
110
αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε
ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα,
πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι.
τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι·
βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι.
115
εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια,
δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισε
λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖʼ ὑπένερθεν·
ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι.
120
ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δʼ ἐν φάρεϊ λευκῷ,
λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.
οὐδʼ ἄρʼ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
125
ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ,
οὔ σέ γʼ ἔπειτʼ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
οὐδʼ ἔτι δέσματʼ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
130
αὐτίκα δʼ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·
εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα,
χρήσω δʼ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.
ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης
Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δʼ ἄρα πᾶσαι
135
θάμβεον ἀθάναται· χρυσῷ δʼ ἄρα Δῆλος ἅπασα
[βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,
γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι
νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.]
ἤνθησʼ, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης.
140
αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον,
ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος,
ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες.
πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα·
πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι
145
ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες·
ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν.
οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ
150
μνησάμενοι τέρπουσιν, ὅτʼ ἄν στήσωνται ἀγῶνα.
φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί,
ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν·
πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
ἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκας
155
νῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά.
πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται,
κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι·
αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν,
αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
160
μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν
ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων.
πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
μιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος
φθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
165
ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν
μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐνθάδ’ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών·
ὦ κοῦραι, τίς δʼ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
170
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;
ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·
τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ
τοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.
ἡμεῖς δʼ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπʼ αἶαν
175
ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας·
οἳ δʼ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν.
αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα
ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ.
Tap any Greek word to look it up