§1.pr–1.1
§1.pr
Γαληνοῦ Προοίμιον. Οὐκ ἐν τούτῳ μὲν βιβλίῳ Ἱπποκράτης Κῶος περὶ τῶν νόσων ἑκάστῃ τῇ χώρᾳ οἰκείων ἄγειν καθέστηκε, καθάπερ δὴ ἄλλοτέ ποτε· ὅτι ὁ καθόλου αὐτοῦ λόγος ᾖ περὶ νόσων τῶν ἐπιδημιῶν καλουμένων, τουτέστι τῶν κατὰ δήμους κατασκηπτόντων, αἱ ἀπὸ τῶν ἐπιδημιῶν οὕτω διαφέρουσαι, ὅτι αἱ μὲν κατά τινα χρόνον τινὰ χώραν διαβαίνουσιν· αἱ δὲ τοῖς οἰκήτορσιν ὥσπερ συγγενεῖς διὰ παντὸς ἕπωνται. ἐν τῷ γοῦν βιβλίῳ περὶ ἀέρων καὶ τόπων καὶ ὑδάτων ἔδημα τὰ νοσήματα διδάσκει τὰ διὰ τῶν οἰκημάτων ἑκάστων προσγινόμενα. ἐν τούτῳ δὲ τὰ νοσήματα ἐπιδήμια τὰ κατά τινα χρόνον πανδημεὶ τὰς πόλεις ἢ τὰς γενετὰς ἁπάσας ἐπιχειροῦντα. ταῦτα δὲ ἄμφω τῶν νοσημάτων γένη πάγκοινά τε καὶ πάνδημα ὀνομάζειν εἴωθεν· λοιπὰ δὲ πάντα σποραδικὰ, τὰ δή που μὴ κοινῶς πολλοὺς, ἀλλ’ ἕκαστον ἰδίᾳ καταλαμβάνει. πολλάκις γὰρ οἱ Ἕλληνες τὸ σπείρειν ἀντὶ τοῦ διασπείρειν καὶ ὑπ’ ἀλλήλων διαχωρίζειν ἔλαβον, καὶ κατὰ τοῦτον τρόπον Θουκυδίδης περὶ τῶν νεανίσκων· ἦρος δὲ ἄλλοι ἐν τῷ ἄλλῳ τῆς πόλεως μέρει σποραδικοὶ ἀπολώλασι· τούτων δὲ νοσημάτων ὡς ἡ γένεσις, οὕτω καὶ αἰτία κοινή ἐστι. ὅταν δὲ τρεῖς ὦσιν αἰτίαι ἀφ’ ὧν τὰ νοσήματα γίνεται, μία μὲν τοῖς προσφερομένοις ἔνεστι, δευτέρα δὲ τοῖς πραττομένοις, τρίτη δὲ τοῖς ἔξωθεν ἐμπίπτουσι. ἀπὸ τοῦ μὲν ἑκάστου κοινὰ τὰ νοσήματα γίνεσθαι εἴωθεν καὶ μάλιστα ἀπὸ τῆς ἀέρος ἡμᾶς περιέχοντος καταστάσεως. οὐ γὰρ τὰ πλεῖστα συμβαίνει ἐκ τῶν προσενεχθέντων σιτίων τὸ κοινὸν νόσημα τὴν πόλεα ἢ χώραν ἢ στρατὸν διαβαίνειν, ὥσπερ μήτ’ ἐκ τῶν κοινῶν πραγμάτων τε καὶ πονημάτων περιεχόμενος ἡμᾶς ἀὴρ, εἰ ἀμετρότερον θερμαίνηται ἢ καταψύχηται ἢ ὑγραίνηται ἢ ξηραίνηται τὴν σωμάτων συμμετρίαν τὴν οὖσαν ὑγιείαν διαταράττει καὶ στρέβλει καὶ ἀνατρέπει. ταῖς γὰρ ἄλλαις αἰτίαις μήθ’ ὁμοῦ πάντες ἀντιάζομεν μήθ’ ἡμέραν ὁλόκληρον ὑποκείμεθα, ἀλλὰ μόνος ἀὴρ ἅπαντας περιέχει καὶ ἀπὸ πάντων εἰσπνεῖται. γίνεσθαι γὰρ ἀδύνατον ὅτι μὴ τὰς τῶν ζώων σωμάτων εὐκρασίας μετὰ τῆς αὐτοῦ μεταβολῆς διατίθεσθαι καὶ μεταβάλλεσθαι. καὶ διὰ ταῦτα καθάπερ αὐτὸς διδάσκει ὁ Ἱπποκράτης. ἦρος μὲν τῆς ὥρας εὐκρατοτάτης οὔσης αἷμα τῶν χυμῶν εὐκρατότατος ὢν εὐπορεῖ καὶ αὐξάνεται. χειμῶνος δὲ τῆς ψυχροτάτης ὥρας οὕσης τὸ φλέγμα ψυχρότατος ὁ χυμὸς ὢν, ὥσπερ καὶ τοῦ θέρους τῆς ὥρας θερμοτάτης χυμὸς θερμότατος ἡ χολὴ ξανθή· τοῦ δὲ φθινοπώρου τῆς ὥρας ξηροτάτης μέλαινα χολὴ ἡ πλείστη τε καὶ ἰσχυροτάτη ἐστὶ, κατωπτηθέντων ἐν τῷ θέρει δυοῖν χυμοῖν τοῦ αἵματος καὶ τῆς χολῆς ξανθῆς καὶ τῆς ὠχρᾶς καλουμένης. οὕτω τὸ λοιπὸν καὶ τὰ νοσήματα κατὰ τὴν τῆς ἑκάστης ὥρας ἀναλογίαν προσγίνεται, ἃ μετὰ τῆς πλεονάζοντος χυμοῦ φύσεως τὴν ὁμοιότητα διαλαγχάνει. εἰ δὲ κατὰ τὰς εἰρημένων ὡρῶν προσηγορίας εἰρημένοι χυμοὶ γεννάωνται, μήποτε δήπου γίνηται ὡς ἀπὸ τῆς σφετέρας εὐκρασίας ποτὲ νοθευόμενοι τοὺς ἄλλους διεργάζοντας. διότι δὲ ἑκάστη ὥρα κατὰ λόγον τῆς σφετέρας εὐκρασίας, ἀλλὰ μὴ ὀνόματος ἕνεκα τοὺς προειρημένους χυμοὺς αὔξει, ὅταν ἡ περιέχοντος ἡμᾶς ἀέρος εὐκρασία μεταλαμβάνεται, τοὺς δὲ χυμοὺς μεταλαμβάνεσθαι ἐπάναγκές ἐστιν, ὥσπερ ἐν τοῖς ἀφορισμοῖς αὐτὸς ἔλεγε. ἐν τῇσιν ὥρησιν ὅταν τῆς αὐτῆς ἡμέρας ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος γίγνηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή. ὥσπερ οὖν καθ’ ἑκάστας ὥρας ἰδίαν εὐκρασίαν φυλάττουσας κατὰ τὸν σφετερῶν φύσεων λόγον ἐκτίζετο τὰ νοσήματα, οὕτως εἰ παρὰ φύσιν αὖται μεταλαμβάνωνται, εἰς τὸν καταστάσεως ζῆλον τὰ νοσήματα γενήσεται. διὰ τί γοῦν καθ’ ἑκάστην ὥραν μὴ πάντες οὐχ ὑπὸ τῆς μιᾶς καὶ αὐτῆς νόσου ἐπιλαμβάνονται; διότι μὴ ὀλίγον διαφέρουσι καὶ ταῖς οἰκείαις φύσεσι καὶ ταῖς ἡλικίαις καὶ τοῖς διαιτήμασι. τοιγαροῦν ὁ μὲν ῥᾳδίως τῇ τῆς συστάσεως παρούσης ὥρας κακουργίου ὑπερχωρήσει, ὁ δὲ σφόδρα προσπαλαίσει, ἄλλος δὲ μηδαμῶς πάντῃ βλαφθήσεται, ἄλλος ὅλως πονηροῦ τοῦ διαιτήματος ἕνεκα πρότερον ἢ τὴν τῆς ὥρας βλάβην αἰσθάνηται ὑπὸ τῆς νόσου καταλήψεται. ὥσπερ γὰρ ὅταν ἀπὸ τοῦ περιέχοντος ἐβλάπτετο ὑπὸ τοιούτου νοσήματος διετίθετο ὁ τῇ ἐκείνου κράσει ἀναλογῆ, οὕτω γενήσεται ὡς ἁμαρτήματος ἕνεκα νοσέῃ τοῦ ἐν τῇ διαιτητικῇ παρανομουμένου. ταῦτα γοῦν πᾶς τις ἔγνων, μὴ μόνον προγνώσεται τὰς γινομένας νόσους ἑκάστῃ τῶν καταστάσεων, ἀλλὰ καὶ κωλύσει γενέσθαι ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀμέτροις καταστάσεσι τὴν ἐναντίαν ἐπιτεχνώμενος δίαιταν. εὔδηλον γὰρ ὡς εἴπερ εὐκρασία τῶν πρώτων ἐστὶν ἡ ὑγεία, διαφθαρήσεται μὲν ὑπὸ τῆς τοῦ περιέχοντος δυσκρασίας, φυλαχθήσεται δ’ ὑπὸ τῆς κατὰ τὴν δίαιταν ἐναντιώσεως. κακῶς οὖν ὁ Κόϊντος ἐξηγεῖται καὶ ταῦτα τὰ βιβλία καὶ τὰ τῶν ἀφορισμῶν, ἐν οἷς ὧδέ πως ἔγραψε. περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι. τῇ πείρᾳ γὰρ μόνῃ τοῦτο ἐγνῶσθαί φησιν ὁ Κόϊντος ἄνευ τοῦ κατὰ τὴν αἰτίαν λογισμοῦ. πρῶτον μὲν αὐτὸ τοῦθ’ ἁμαρτάνων, ὅτι τὰς αἰτίας ὧν εἶπε κατὰ τοὺς ἀφορισμοὺς τούτους ὁ Ἱπποκράτης, αὐτὸς αὖθις ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἔγραψεν· εἶθ’ ὅτι τὸ χρήσιμον μέρος τῆς διδασκαλίας ὑπερέβαινεν. ἀρεταὶ μὲν γάρ εἰσιν ἐξηγητῶν δύο αὗται, τό τε τὴν γνώμην φυλάττειν τοῦ συγγράμματος καὶ τὸ τὰ χρήσιμα διδάσκειν τοὺς ἀναγνωσομένους αὐτοῦ τὰ ὑπομνήματα, διέφθειρε δὲ ἀμφοτέρας ὁ Κόϊντος ἐν τῷ μὴ συνάπτειν τῇ καταστάσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὰ πλεονάσαντα νοσήματα, συνάπτεσθαι μὲν αὐτὰ βουλομένου τοῦ Ἱπποκράτους αὐτοῦ, προγνῶναι δ’ ἐσόμενα καὶ κωλῦσαι συνιστάμενα καὶ ἰᾶσθαι γενόμενα μὴ δυνησομένων ἡμῶν, ἄνευ τοῦ γνῶναι τὴν γενομένην ἐν τῷ σώματι ἡμῶν διάθεσιν ἐκ τῆς δυσκρασίας τοῦ περιέχοντος. οὕτως γὰρ καὶ τῶν ἄλλων ἁπασῶν καταστάσεων παραλελειμμένων τὰς δυνάμεις αὐτοὶ ἐξευρίσκειν δυνησόμεθα. ὅστις οὖν βούλεται μεγάλως εἰς τὴν τέχνην ἐκ τῆς ἀναγνώσεως τῶν ἐπιδημιῶν ὠφεληθῆναι, προαναγνῶναι τοῦτον βέλτιόν ἐστι τὸ περὶ φύσεως ἀνθρώπου καὶ τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ἔτι τῶν ἀφορισμῶν ἐκείνους, ἐν οἷς περὶ τῶν ὡρῶν διέρχεται καὶ τὰς δυνάμεις διδάσκει τῶν ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν καὶ ὑγρῶν καταστάσεων. ἀναγκαῖον δέ ἐστι πρὸς τοῖς εἰρημένοις αὐτὸ τὸ προγνωστικὸν ἀνεγνωκέναι. οἷς γὰρ ἐδίδαξεν ἐν οἷς εἴρηκα βιβλίοις ἀκολουθεῖ τὰ κατὰ τῶν ἐπιδημιῶν γεγραμμένα, πρῶτον μὲν ὅτι θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συμμετρία τίς ἐστι τῶν πρώτων σωμάτων ἡ ὑγεία· δεύτερον δὲ, ὅτι τὸ μὲν ἔαρ εὐκρατότατόν ἐστιν, ὅταν γε τὴν οἰκείαν κρᾶσιν φυλάττῃ καὶ διὰ τοῦτ’ ἐν αὐτῷ πλεονάζει τὸ αἷμα, καθάπερ γε καὶ τὸ θέρος θερμότερον καὶ ξηρότερον τοῦ προσήκοντος, ὁ χειμὼν ὑγρότερος καὶ ψυχρότερος· ἀνώμαλον δὲ τῇ κράσει τὸ φθινόπωρον, ἐπικρατούμενον ὑπὸ τοῦ ξηροῦ τε καὶ ψυχροῦ καὶ ὅτι πλεονάζει καθ’ ἕκαστον αὐτῶν εἷς τις χυμὸς, ὡς ὀλίγον ἔμπροσθεν εἶπον. ἐπὶ τούτοις τρίτον τε καὶ τέταρτον ἐν ἐκείνοις τοῖς βιβλίοις ἐδιδάχθη, κατὰ μὲν τὸ περὶ φύσεως ἀνθρώπου, τῶν ἐπιδημιῶν νοσημάτων αἴτιον εἶναι τὸ περιέχον, ἐν δὲ τῷ προγνωστικῷ τῶν σημείων, δι’ ὧν αἱ προγνώσεις γίνονται, ἥτις ἑκάστου δύναμίς ἐστι κατά τε ποιότητα καὶ μέγεθος. ἀξιῶ δέ σε τὸν ἀναγνωσόμενον τὴν προκειμένην πραγματείαν ὧν διῆλθον ἁπάντων πρόχειρον ἔχειν τὴν μνήμην, ἵνα τοῖς ὑφ’ ἡμῶν λεχθησομένοις, ἀκολουθῆς ἑτοιμότερον. ἁπάντων δὲ μάλιστα τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἀνεγνωκέναι σε βούλομαι, ὅπως ἴδῃς ἐν οἷς Ἱπποκράτης αὐτὸς ἔγραψε καὶ πιστώσωμαι τὰ γένη τῶν νοσημάτων ὧν δεῆλθον Ἱπποκράτει διῃρημένων οὕτως, αἴτιόν γε τὸν ἀέρα ἐπιδημίων νοσημάτων ἀποφαινομένῳ. κατὰ μὲν γὰρ τὸ περὶ φύσεως ἀνθρώπου ταυτὶ γράφει· αἱ δὲ νοῦσοι γίγνονται αἱ μὲν ἀπὸ διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ ἐσαγόμενοι ζῶμεν. τὴν δὲ διάγνωσιν ἑκατέρων ὧδε χρὴ ποιέεσθαι. ὁκόταν μὲν ὑπὸ ἑνὸς νοσήματος πολλοὶ ἄνθρωποι ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τουτέῳ, ὅ τι ἂν κοινότατόν ἐστι καὶ μάλιστα αὐτέῳ πάντες χρεόμεθα. ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν. φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμέων οὐκ αἴτιά ἐστιν ὧν τότε ἅπτεται ἡ νοῦσος πάντων ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων καὶ τῶν μᾶζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτεόντων καὶ τῶν ὀλίγα ταλαιπωρεόντων καὶ τῶν πολλὰ καμνόντων, οὐκ ἂν οὖν τὰ διαιτήματα αἴτια εἴη γε, ὁκόταν διαιτώμενοι πάντας τρόπους οἱ ἄνθρωποι ἁλίσκονται ὑπὸ τῆς αὐτέης νούσου. ὁκόταν δὲ αἱ νοῦσοι γίνονται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δηλονότι τὰ διαιτήματα αἴτιά ἐστιν ἕκαστα ἑκάστοισιν. ἐν ταύτῃ τῇ ῥήσει πάντων τῶν ἐπιδημιῶν εἶναί φησι τὴν κατάστασιν, ἀλλὰ οὐ τὴν δίαιταν αἰτίαν. δύναται δὲ ἄν ποτε καὶ ὕδατος μοχθηροῦ πόσις ἐργάσασθαι πάγκοινον νόσημα. καὶ ἱστορεῖται καὶ τοῦτο γεγονὸς ἐπὶ στρατοπέδου, ὥσπερ γε καὶ διὰ τὴν τοῦ χωρίου φύσιν ἔνθα πάντες ἐν ἑνὶ χωρίῳ στρατοπεδευόμενοι διετέλεσαν. ἐνίοτε δὲ ἐκ βαράθρων τῶν καλουμένων χαρωνείων πνευμάτων πλεοναζόντων. ταῦτα μὲν οὖν τῷ βλάπτειν τὸν ἀέρα καὶ τὰς νόσους ἐργάζεται καὶ εἴη ἂν ἐν τῷ προγεγραμμένῳ λόγῳ περιεχόμενα. τὰ δὲ ἀπὸ τῶν ἐδεσμάτων καὶ πομάτων σπάνιά τέ ἐστι καὶ γνωσθῆναι ῥᾷστα. ἐν μὲν οὖν τῷ περὶ φύσεως ἀνθρώπου βιβλίῳ τὸ αἴτιον τοῦ κοινοῦ πολλοῖς νοσήμασιν ὠνόμασι κοινότατον. ἐν δὲ τῷ περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων τὰ οὕτω γινόμενα νοσήματα πάγκοινα προσηγόρευσεν ὧδέ πως εἰπών· περὶ ἑκάστου δὲ χρόνου προϊόντος καὶ τοῦ ἐνιαυτοῦ, λέγοι ἂν ὁκόσα νοσήματα μέντοι πάγκοινα τὴν πόλιν κατασχήσειν ἢ θέρεος ἢ χειμῶνος καὶ πάλιν οὐ μετὰ πολλά. ταῦτα μὲν τὰ νοσήματα ἐπιχώρια αὐτέοισίν ἐστι καὶ ἤν τι πάγκοινον κατάσχοι νόσημα ἐκ μεταβολῆς τῶν ὡρέων καὶ οὗτοι μετέχουσι. καὶ πάλιν μετ’ ὀλίγα· τοῖσι μὲν ἀνδράσι ταῦτα τὰ νοσήματα ἐπιχώριά ἐστι καὶ χωρὶς, ἤν τι πάγκοινον κατάσχοι ἐκ μεταβολῆς τῶν ὡρέων. καὶ κατωτέρω πάλιν· τοῦτο μὲν τὸ νόσημα αὐτέοισι σύντροφόν ἐστι καὶ θέρεος καὶ χειμῶνος. ἀλλὰ μηδὲ τοῦτό σε παρέλθῃ, ἐν ταῖς προγεγραμμέναις ῥήσεσιν εἰρημένον ἐν ἄλλοις τέ τισι τῶν Ἱπποκράτους. ὅσα πλεονάζει διὰ παντὸς ἔν τινι χώρᾳ, ἅπερ δὴ καὶ ἔνδημα προσαγορεύεται, τῶν κοινῶν πολλοῖς ὄντα καὶ αὐτὰ, καθάπερ καὶ ὁ λοιμός. ἔστι γὰρ καὶ οὕτως ἐκ τῶν κοινῶν νοσημάτων, ὡς αὐτὸς αὖ καὶ περὶ τοῦδε σαφῶς ἐδήλωσεν ἐν τῷ περὶ διαίτης ὀξέων ὧδέ πως εἰπών. ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ὦσιν αἱ νοῦσοι καὶ μὴ παραπλήσιαι αὐτέοισιν, ὑπὸ τούτων τῶν νοσημάτων οἱ πλείους ἀπόλλυνται ἢ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων. δῆλον οὖν ὡς ἐκ τοῦ γένους τῶν ἐπιδημίων νοσημάτων ὅσα κακοηθέστατα γίνονται καὶ λοιμώδη καλεῖται. τὸ δὲ τῶν ἐπιδημίων ἐκ τοῦ τῶν πανδήμων τε καὶ παγκοίνων γένους ἐστὶν, ὃ ταῖς σποράσι νόσοις ἀντιδιαιρεῖται. ταῦτα μὲν οὕτως αὐτὸς ὠνόμασε. τοὺς λοιμοὺς δὲ πάντες ἄνθρωποι καλοῦσί τε καὶ γινώσκουσιν ὄντας ὀλέθρια νοσήματα καὶ πέμπουσι δὲ πολλάκις εἰς θεοὺς, περὶ τῆς ἰάσεως αὐτῶν πυνθανόμενοι. οὐ μόνον δὲ ἐνταῦθα τὸ ἐπιδημήσειν γέγραφεν, ἀλλὰ καὶ κατὰ τὸ προγνωστικὸν, ἐν ᾧ φησι· χρὴ δὲ τὰς φορὰς τῶν νοσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς τε ὥρης τὴν κατάστασιν. ἐν αὐτοῖς δὲ τοῖς τῶν ἐπιδημίων ποτὲ μέν ἐστιν ἀκοῦσαι λέγοντος αὐτοῦ, ἐπεδήμησαν δὲ δυσεντερίαι κατὰ θέρος πολλαὶ, ποτὲ δὲ καὶ ἄλλαι πυρετῶν ἐπεδήμησαν ἰδέαι. καὶ γὰρ ἄλλοις τὸ νόσημα ἐπιδήμιον ἦν. γέγραπται δὲ τοῦτο τοὔνομα τὸ ἐπιδήμιον ἐν τισὶ μὲν τῶν ἀντιγράφων διὰ δ΄ συλλαβῶν, τῆς τελευτῆς ἐκ τοῦ μ΄ καὶ ο΄ καὶ ν΄ συνεστηκυίας, ἐν τισὶ δὲ διὰ ε΄, διά τε τοῦ μ΄ καὶ ι΄. κᾄπειτα καθ’ ἑτέραν συλλαβὴν τὴν τελευτὴν τοῦ ο΄ καὶ ν΄. μεμνῆσθαι χρὴ τούτων εἰς τὰ μέλλοντα λέγεσθαι γιγνώσκειν ὡς ἔνια μὲν τῶν νοσημάτων κοινῇ πολλοὺς καταλαμβάνει, ἃ δὴ λέγεται κοινὰ, ἔνια δ’ ἕκαστον ἰδίᾳ. τὰ σποραδικὰ προσαγορευόμενα. τῶν δὲ κοινῶν τὰ μὲν ἔνδημά τέ εἰσι, τὰ δὲ ἐπίδημά τε καὶ ἐπιδήμια, διὰ τῶν δ΄ ἢ ε΄ συλλαβῶν, ὡς εἴρηται, γραφόμενα καὶ λεγόμενα. τούτων δὲ τὰ χαλεπώτατα λοιμώδη καλεῖται, τὴν αἰτίαν ἐκ τῆς περὶ τὸν ἀέρα καταστάσεως ἔχοντα καὶ αὐτὰ, καθάπερ ὅλον τὸ γένος τῶν ἐπιδημίων νοσημάτων. γέγραφε δὲ καὶ λοιμώδεις τινὰς καταστάσεις, ὥσπερ καὶ τὰς ἐν τῷ γ΄, διότι καὶ τῷ γένει ὁ λοιμὸς ἐπιδήμιόν ἐστι νόσημα. ταῦτα μὲν οὖν ἄμεινόν ἐστι διωρίσθει πρὸ τῆς μελλούσης ἔσεσθαι τῶν κατὰ μέρος ἐξηγήσεως. μετὰ ταῦτα δὲ εἰς ἐκείνην ἤδη τρέψομαι τοσοῦτον ἔτι προειπὼν, ὅπερ καὶ ἐν πολλοῖς τῶν ὑπ’ ἐμοῦ γεγραμμένων βιβλίων εἰρῆσθαι φθάνει, προτρέποντός μου γυμνάζεσθαι τοὺς ἐκμαθεῖν θέλοντας τὴν ἰατρικὴν τέχνην, ἐν τοῖς κατὰ μέρος αἰσθητοῖς, ὡς διαγινώσκειν αὐτοὺς ἃ καθόλου προμεμαθήκασι. ταῦτα δὲ αὐτὰ τὰ κατὰ μέρος ἀρχὴν τῆς καθόλου συστάσεως οἱ ἐμπειρικοί φασιν εἶναι λέγοντες ἀληθῆ ἐκεῖνα τῶν θεωρημάτων, ὅσα τὴν σύστασιν ἐξ ἐμπειρίας ἔσχηκεν. ἡμῖν δὲ οὐχ οὕτως, ἀλλὰ καὶ διὰ λόγου δοκεῖ πολλὰ τῶν θεωρημάτων εὑρῆσθαι, κρίνεσθαι μέντοι καὶ τούτων τὴν ἀλήθειαν ὑπὸ τῆς πείρας βεβαιωμένην τε καὶ μαρτυρουμένην, οὕτως γοῦν καὶ τοῖς περὶ μεγεθῶν, ἀποστήματος ἡλίου καὶ σελήνης, τοῖς ἀποδεδειγμένοις μὴ πιστεύοντες, ὅταν ὑπὸ αἰσθητῶν τε πολλῶν ἄλλων ὅσα κατὰ γεωμετρικοὺς λόγους εὑρίσκεται καὶ τῶν κατὰ μέρος ἐκλείψεων μαρτυρεῖται, βεβαιότερον ἴσχομεν τὴν πίστιν. ὅπου τοίνυν τὰ διὰ γεωμετρίας ἀποδειχθέντα πιστότερα γίνονται μαρτυρούμενα πρὸς τῶν κατὰ μέρος ἀποβαινόντων καὶ πιστότερα γινόμενα βεβαιοτέραν ἔχει. πολλῷ δὴ μᾶλλον ὅσα ἐπὶ τῆς ἰατρικῆς τὴν ἀλήθειαν, ἐξηύρηνται βεβαιοῦσθαι δεῖ ἀναγόμενα ὑπὸ τὴν κατὰ μέρος πίστιν. ταῦτ’ οὖν ἡμεῖς ἐπιδειξόμεθα ἐν τοῖς τῶν ἐπιδημίων βιβλίοις γινόμενα.
§1.1
Ὅτι μὲν καὶ ἡ τοῦ χωρίου γνῶσις εἰς τὴν τῶν ἐπιδημίων νοσημάτων διδασκαλίαν ὠφέλιμός ἐστιν ὕστερον λέξω. νυνὶ δὲ τὴν λέξιν αὐτὴν πρότερον ἐξηγήσομαι, τοῦ συγγραφέως εἰπόντος περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος. δυοῖν γὰρ οὐσῶν ἰσημεριῶν καὶ δυοῖν πλειάδων ἐπισημασιῶν, οὗτος ἐδήλωσεν ὁποίαν αὐτῶν λέγει, προσθεὶς τῷ λόγῳ τὸ φθινόπωρον. κατὰ μὲν γὰρ τὸ ἔαρ ἡ ἑτέρα γίνεται καὶ ἡ ἀρχὴ αὐτοῦ κατὰ τὴν ἡμετέραν οἴκησίν ἐστιν αὕτη, καθάπερ καὶ τελευτὴ πᾶσα ὑπὸ τῶν πλειάδων ἐπιτολήν. κατὰ δὲ τὸ φθινόπωρον ἡ ὑπόλοιπος ἰσημερία γίνεται καὶ ἡ τῶν πλειάδων δύσις. οὐδὲν δὲ διοίσει λέγειν ἤτοι κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν τὰς πλειάδας ἢ κατὰ τὸν ἑνικὸν τὴν πλειάδα. γίνεται δὲ ἡ τῆς πλειάδος δύσις ὡς με- τὰ πεντήκοντα ἡμέρας τῆς φθινοπωρινῆς ἰσημερίας, εἰδότων ἡμῶν τὰς μὲν ἰσημερίας καὶ τροπὰς ἑνὶ καιρῷ γινομένας ἐν ἁπάσαις ταῖς οἰκήσεσιν, τὰς δὲ ἐπιτολὰς καὶ δύσεις τῶν ἀστέρων ὑπαλλασσομένας, ὡς καθ’ ἑκάστην οἴκησιν ἰδίαν εἶναι. μόνοις γὰρ τοῖς ὑπὸ τὸν αὐτὸν οἰκοῦσι πόλον κοιναὶ τῶν ἄστρων αἵ τ’ ἐπιτολαὶ καὶ δύσεις γίνονται. καλοῦσι μὲν οἱ Ἕλληνες ὡς τὰ πολλὰ τὸ συγκείμενον ἐκ πολλῶν ἀστέρων ἄστρον οἷον τὸν ταῦρον ὅλον, ἤ τι μέρος αὐτῶν, τὰς ὑάδας ἢ τὰς πλειάδας. ὅμως μήν ἐστιν ὅτε καὶ τῶν ἀστέρων ἕκαστον ὀνομάζουσιν ἄστρον, οὐ μὴν τόν γε συγκείμενον ἐκ πολλῶν ἀστέρα καλοῦσιν, ἀλλ’ ἄστρον ἀεὶ μόνως οὕτως. ἕνα δὲ ἕκαστον οὐκέτι ἀστέρα μόνον, ὡς εἶπον, ἀλλὰ καὶ ἄστρον, οἷον τὸν ἀρκτοῦρον, τὸν σείριον, τὸν ἑωσφόρον, τὸν ἑσπέριον. ἀναγκαιότατόν δὲ ἐστιν εἰς ὅλην τὴν ἐνεστῶσαν πραγματείαν ἐπίστασθαι τὰς καθ’ ἑκάστην χώραν, ἐν αἷς ἂν ἰατρεύειν μέλλωμεν, ἑκάστου τῶν ἄστρων ἐπιτολάς τε καὶ δύσεις, ἐπειδὴ περιγράφουσιν αὗται τὰς ὥρας, αὐτίκα γέ τοι κατὰ τὸν τῆς Ἑλλησπόντου παράλληλον ἀρχὴ μὲν τοῦ ἦρός ἐστιν ἡ κατ’ ἐκεῖνον τὸν καιρὸν ἰσημερία, τελευτὴ δὲ τῶν πλειάδων ἡ ἐπιτολή. αὕτη δὲ καὶ θέρους ἐστὶν ἀρχὴ, καθάπερ γε καὶ τελευτὴ μὲν τοῦ θέρους, ἀρχὴ δὲ τοῦ φθινοπώρου ἡ ἐπιτολὴ τοῦ ἀρκτούρου, προλαμβάνουσα τὴν φθινοπωρινὴν ἰσημερίαν ἡμέραις ὡς δώδεκα. καὶ μέν γε καὶ ἡ δύσις τῆς πλειάδος ἀρχὴ μὲν τοῦ χειμῶνός ἐστι, τελευτὴ δὲ τοῦ φθινοπώρου. θαυμάζειν δ’, οἶμαι, δεῖ καὶ ζητεῖν τὴν αἰτίαν τοῦ παραλελεῖφθαι κατὰ τὸν λόγον ἐπιτολὴν ἀστέρος τοῦ ἐπισημοτάτου, γινομένην ἐν θέρει τοῦ καλουμένου σειρίου· ὀνομάζουσι δὲ αὐτὸν ἔνιοι καὶ κύνα, καταχρώμενοι τῇ τοῦ παντὸς ἄστρου προσηγορίᾳ· κύων μὲν γὰρ τὸ σύμπαν ἄστρον, ὁ δ’ ἐπὶ τῆς γένυος αὐτοῦ σείριος, ὃν ὀρθῶς ἄν τις ὀνομάζοι τὸν προκύνα, οὐ τὸν κύνα, καὶ ἀρχή γε τῆς καλουμένης ὀπώρας ἡ ἐπιτολὴ τούτου τοῦ ἀστέρος ἐστί. καὶ ὅσοι τὸν ἐνιαυτὸν εἰς ζ΄ τέμνουσιν ὥρας, ἄχρι μὲν ἐπιτολῆς τοῦ κυνὸς ἐκτείνουσι τὸ θέρος, ἐντεῦθεν δὲ μέχρις ἀρκτούρου τὴν ὀπώραν. οἱ δ’ αὐτοὶ καὶ τὸν χειμῶνα τριχῇ τέμνουσι, μέσον μὲν αὐτοῦ ποιοῦντες τὸν περὶ τὰς τροπὰς χρόνον, τοὺς δ’ ἑκατέρωθεν τοῦδε σπορητὸν μὲν πρόσθεν, φυταλιὰν δὲ τὸν ἕτερον, αὐτοὶ γὰρ οὕτως ὀνομάζουσι. καὶ μέντοι κἀν τῷ περὶ ἑβδομάδων Ἱπποκράτους ἐπιγραφομένῳ βιβλίῳ διῃρημένον ἔστιν εὑρεῖν τὸν ἐνιαυτὸν εἰς ἑπτὰ, τοῦ μὲν φθινοπώρου καὶ τοῦ ἦρος ἀτμήτων πεφυλαγμένων, τετμημένων δὲ τοῦ μὲν χειμῶνος εἰς τρία μέρη, τοῦ δὲ θέρους εἰς δύο. χρησίμη μὲν οὖν ἐστι καὶ ἡ τοιαύτη διαίρεσις, ὡς προϊὼν ὁ λόγος δείξει, χρησίμη δὲ καὶ εἰς τέσσαρας ὥρας, ὡς καὶ τοῦτο δέδεικται πρότερον ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους ἐν οἷς τάς τε τῶν χυμῶν ἐπικρατείας διδάσκει καὶ τὰς τῶν νοσημάτων ἰδέας καὶ τὰς ἀμφοτέρας τούτων ἡγουμένως κράσεις τοῦ περιέχοντος, τέτταρας ἐχούσας διαφοράς. εἰ γὰρ καὶ ὅτι μάλιστα δίχα τις τέμνῃ τὸν μεταξὺ πλειάδων ἐπιτολῆς καὶ ἀρκτούρου χρόνον, ἀλλά τοι κοινόν ἐστιν αὐτὸ παντὶ, τῷ ξηροτέρῳ τοῦ συμμέτρου εἶναι, καθάπερ γε καὶ τῷ χειμῶνι, τῷ ψυχροτέρῳ τε καὶ ὑγροτέρῳ, κὰν τριχῇ τέμνηται. αἱ μὲν οὖν μεγάλαι διαφοραὶ τῆς κράσεως, ἃς καὶ γενικὰς ἄν τις εἴποι προσηκόντως, εἰς τέσσαρας διαιροῦσιν ὥρας τὸν ἐνιαυτὸν, ἤτοι γ’ ἑτερογενεῖς ἢ ἑτεροειδεῖς ἀλλήλων, ὡς ἂν ἐθέλῃ τις ὀνομάζειν. αἱ δὲ καθ’ ἑκάστην τῶν διαφορῶν τούτων, εἰς τὸ μᾶλλόν τε καὶ ἧττον τομαὶ, τὸ θέρος μὲν εἰς δύο, τὸν χειμῶνα δ’ εἰς τρεῖς μοίρας τέμνουσιν. ἡ δὲ τῶν ὡρῶν τούτων τομὴ ἐκ τοῦ κατὰ ταύτας χρόνου, τεσσάρων γὰρ μηνῶν ὁ μεταξὺ πλειάδος τε καὶ ἀρκτούρου χρόνος ἐστί. πλειόνων δὴ καὶ τεσσάρων ὁ μεταξὺ πλειάδος δύσεως καὶ τῆς ἐαρινῆς ἰσημερίας. ὁ δὲ τοῦ ἦρος, οὐδ’ ὅλων δύο μηνῶν, ὥστ’ ἄτμητος εἰκότως ἐφυλάχθη. διὰ ταῦτα δὲ καὶ τοῦ φθινοπώρου μείζων μὲν ἦν ἢ παρὰ τὸ ἔαρ· ἐκτείνεται γὰρ εἰς δύο μῆνας, ἀπολειπόμενος δὲ τῷ μεγέθει πάμπολυ κατὰ τὸ θέρος τε καὶ τὸν χειμῶνα χρόνου. ταῦτα οὖν ὡς ἅπαξ μὲν εἰρήσθω μοι νῦν· εἰς δὲ τὸν ἑξῆς ἅπαντα λόγον μνημονευέσθω πρὸς τὸ μετάγεσθαι ῥᾳδίως εἰς τοὺς ἐν ἑκάστῳ τῶν ἐθνῶν μῆνας, ἄλλους παρ’ ἄλλοις ὄντας, ὡς εἰ πάντες εἶχον τοὺς αὐτοὺς, οὐκ ἂν ἀρκτούρου καὶ πλειάδος καὶ κυνὸς ἰσημεριῶν τε καὶ τροπῶν ἐμνημόνευσεν ὁ Ἱπποκράτης, ἀλλ’ ἤρκεσεν ἂν εἰπεῖν αὐτῷ κατὰ Μακεδόνας, εἰ οὕτως ἔτυχεν, ὀνομάζοντι τοῦ Δίου μηνὸς ἀρχομένου, τοιάνδε τινα γενέσθαι κατάστασιν ἐν τῇ τοῦ περιέχοντος κράσει. νυνὶ δ’ ἐπειδὴ τὸ Δίον Μακεδόσι μὲν μόνοις σαφὲς, Ἀθηναίοις δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις οὐ σαφὲς, Ἱπποκράτης δ’ ἐβούλετο τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν ὠφελεῖν, ἄμεινον ἦν αὐτῷ γράψαι μόνην τὴν ἰσημερίαν, ἄνευ τοῦ μνημονεῦσαι τινὸς μηνός. ἡ μὲν γὰρ ἰσημερία κοσμικόν ἐστι πρᾶγμα, οἱ δὲ μῆνες ἐπιχώριοι καθ’ ἕκαστον ἔθνος. ὅστις γοῦν ἀστρονομίας ἀπείρως ἔχει μάλιστα μὲν ἔστω μὴ πειθόμενος Ἱπποκράτους, προτρέποντος πρὸς αὐτὴν, ἕνεκα τῆς τῶν εἰρημένων χρήσεως. ἐπεὶ δὲ φιλάνθρωπον εἶναι δοκεῖ καὶ τοὺς τοιούτους ὠφελεῖν, ἐγὼ πειράσομαι τὴν ἐνδεχομένην ὑπογράψαι βοήθειαν, ᾗ εἰ προσέχοιεν τὸν νοῦν, ἁπάντων ὧν Ἱπποκράτης λέγει καρπώσονται τὴν χρῆσιν. τεμνομένου δὴ τοῦ παντὸς ἔτους ἐκ τεσσάρων καιρῶν κατ’ ἰσημερίαν τε καὶ τροπὰς, ἅπαξ τις ἐρωτήσας ἀστρονομικὸν ἄνδρα, τὰ τέσσαρα μέρη ταῦτα ἐν τίσι γίνονται μησὶν, εἶτα εἰδὼς αὐτὰ δυνήσεται καὶ περὶ τῶν ἄλλων ἐπισημασιῶν τῶν καθ’ ἕκαστον ἄστρων ἀκούων ἕπεσθαι. οἷον εἰ οὕτως ἔτυχεν, ἐὰν προμάθη τὸ κατὰ τὴν ἀρχὴν τοῦ Δίου μηνὸς καὶ φθινοπώρου γίνεσθαι ἰσημερίαν, εἴσεται τὴν μὲν χειμερινὴν τροπὴν ὡς μετὰ τρεῖς μῆνας ἐσομένην ἐν ἀρχῇ τοῦ κατ’ ἐνιαυτὸν πέρατος μηνός. τοῦτο γὰρ σημαίνει κατὰ Μακεδόνας, τὴν δὲ ἐαρινὴν ἰσημερίαν Ἀρτεμισίου, καθάπερ γε καὶ τὴν θερινὴν τοῦ Λώου. κατὰ γὰρ τὰς ἀρχὰς τῶν εἰρημένων μηνῶν αἵ τ’ ἰσημερίαι καὶ αἱ τροπαὶ γίνονται κατὰ Μακεδόνας, ἀριθμούντων τε καὶ ὀνομαζόντων τοὺς μῆνας. ὁ τοίνυν ταῦτα μαθὼν εἰ προσεπιμάθῃ τὸν μὲν ἀρκτοῦρον ἐπιτέλλοντα πρὸ ἡμερῶν ὡς ιβ΄. τῆς φθινοπωρινῆς ἰσημερίας, πλειάδας δὲ δῦναι ὡς μετὰ ἡμέρας πεντήκοντα, γνώσεται πόση τοῦ καθ’ ἕκαστον αὐτῶν μηνὸς ἑκάτερον τῶν ἄστρων ἐπιτέλλει, παραφυλάξει τε βουλόμενος ἀκολουθεῖν Ἱπποκράτει τὴν μεταβολὴν τῆς περὶ τὸν ἀέρα κράσεως ὁποία τις ἐγένετο. χρὴ δὲ δηλονότι τοὺς μῆνας οὐ πρὸς σελήνην ἀριθμεῖσθαι, καθάπερ ἐν ταῖς πλείσταις νῦν τῶν Ἑλληνίδων πόλεως, ἀλλὰ πρὸς ἥλιον καὶ ἐν ἁπάσαις τε τῶν ἀρχαίων καὶ ἐν πολλοῖς τῶν ἐθνῶν ἀριθμεῖται καὶ παρὰ Ῥωμαίων ὁ σύμπας ἐνιαυτὸς εἰς ιβ΄ διαιρούμενος. ἑνὸς μὲν αὐτῶν ὀκτὼ καὶ εἴκοσιν ἡμερῶν ὄντος, ὃν δεύτερον λέγουσι μετὰ τὰς τροπὰς χειμερινάς. αὐτοῦ δὲ τοῦ πρώτου μετὰ τὰς τροπὰς, ὃν καὶ πρῶτον ὅλου τοῦ ἔτους ἀριθμοῦσιν, μίαν ἐπὶ ταῖς λ΄ προσειληφότος, ὥσπερ γε καὶ τοῦ γ΄ μετὰ τὰς τροπάς. καὶ γὰρ καὶ οὗτος αὐτός ἐστι μιᾶς καὶ λ΄ ἡμερῶν, ὁ δὲ τέταρτος τριακονθήμερος, ὁ δὲ πέμπτος μίαν ἐπὶ ταῖς λ΄ προσείληφεν, ὁ δ’ ἕκτος τριακονθήμερος, μετὰ δὲ τὸν ἕκτον μῆνες δύο, μιᾶς καὶ τριάκοντα, ὁ δὲ μετὰ τούτους τριάκονθ’ ἡμερῶν, ὁ δ’ ἐφεξῆς τῷδε μιᾶς καὶ τριάκοντα, δέκατος ὢν τὸν ἀριθμὸν ὅλου τοῦ ἔτους. καὶ ὁ μὲν ια΄ τριάκονθ’ ἡμερῶν, ὁ δὲ ιβ΄ μιᾶς ἐπὶ ταῖς λ΄. συναριθμοῦντι δέ σοι τὰς καθ’ ἕκαστον τῶν μηνῶν γενομένας ἡμέρας αἱ πᾶσαι γίνονται ε΄ καὶ ξ΄ καὶ τ΄ καὶ τεσσάρων δ’ οὕτως ἀριθμηθέντων τῶν ἐτῶν, ἐν δὲ τῷ δ’ ἔτει τὸν τρίτον ἀπὸ τοῦ δ΄ ποιοῦσι δυοῖν καὶ λ΄ ἡμερῶν, ἵν’ ἕκαστος τῶν ἐνιαυτῶν γένηται τξε΄ ἡμερῶν καὶ ποσέτι τετάρτης, ἡμέρας μιᾶς. τοῖς δὲ κατὰ Παλαιστίνην ἀριθμοῦσιν οἱ δώδεκα μῆνες ἀριθμὸς ἡμερῶν γίνονται τνδ΄. ἐπειδὴ γὰρ ὁ ἀπὸ συνόδου τῆς πρὸς ἥλιον αὐτῆς χρόνος ἄχρι πάσης ἄλλης συνόδου πρὸς τὰς θ΄ καὶ εἴκοσιν ἡμέρας ἔτι καὶ ἄλλο μέρος ἥμισυ προσλαμβάνει, διὰ τοῦτο τοὺς δύο μῆνας ἡμερῶν γινομένους θ΄ καὶ ν΄ τέμνουσιν εἰς ἄνισα μέρη, τὸν μὲν ἕτερον αὐτῶν λθ΄ ἡμερῶν ἐργαζόμενοι, τὸν δ’ ἕτερον θ΄ καὶ κ΄. ἀναγκάζονται τοιγαροῦν οἱ οὕτως ἄγοντες τοὺς μῆνας ἐμβόλιμόν τινα ποιεῖν, ὅταν πρῶτον ἀθροισθῇ τὸ τῶν ἔμπροσθεν ἐνιαυτῶν ἔλλειμα καὶ γίνηται χρόνος ἑνὸς μηνός. καὶ γέγραπταί γε τῶν ἀστρονόμων καὶ ἄλλοις τισὶ καὶ Ἱππάρχῳ ὁπηνίκα χρὴ τοὺς ἐμβολίμους μῆνας ἐμβάλλεσθαι. διόπερ, ὡς ἔφην, οὕτως ἐπὶ τούτων ἀριθμούντων τοὺς μῆνας οὐκ ἔστιν ὁρίσαι τὰς ἡμέρας, ἐν αἷς αἱ ἰσημερίαι τε καὶ τροπαὶ καὶ τῶν ἐπιφανῶν ἄστρων αἱ ἐπιτολαὶ γίνονται. κατὰ δὲ τοὺς ἥλιον ἄγοντας, ὁρίσαι δυνατὸν, ὥσπερ ἔφην, ὑπό τε Ῥωμαίων καὶ Μακεδόνων Ἀσιανῶν τε τῶν ἡμετέρων καὶ πολλῶν ἄλλων ἐθνῶν. ὁπότ’ οὖν εἴρηταί μοι ταῦτα κοινὰ τῶν ἐφεξῆς λόγων ἁπάντων, πάλιν ἐπὶ τὴν προκειμένην ἀνάξω ῥῆσιν, ἐν ᾗ τῆς γενομένης ἐν Θάσῳ καταστάσεως ἀρχόμενος ἔφη φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος πολὺν ὑετὸν γενέσθαι. ὄντος γὰρ τοῦ φθινοπώρου περὶ ἰσημερίην καὶ δυοῖν μηνῶν, οὐκ εὐθέως ἀπ’ ἀρχῆς συνεισέβαλεν ἡ εἰρημένη κατάστασις, ἀλλὰ περὶ τὴν ἰσημερίαν ἤρξατο καὶ παρέτεινεν ἄχρι πλειάδος δύσεως ἡμέραις ὡς πεντήκοντα, ἐν Θάσῳ φθινοπώρου. κατὰ μὲν τὸν Κόϊντον οὔθ’ ἡ χώρα συνενδείκνυταί τι πρὸς τὴν τῶν νοσημάτων πρόγνωσιν οὔθ’ ὅλως δυνατόν ἐστι τὰ γενησόμενα προγνῶναι, μόνον δὲ τὸ γεγενῆσθαί τινα νοσήματα, διεφθαρμένης τῆς κατὰ φύσιν ἐν ταῖς ὥραις κράσεως. ἐνίοτε δὲ καὶ τὴν ἰδέαν αὐτῶν οὐκ ἐκ μεθόδου λογικῆς, ἀλλ’ ἐκ πείρας μόνης φησὶν ἐγνῶσθαι καὶ τάς τε τῶν δυσκρασιῶν ἐπιπλοκὰς, ἃς συνδρομὰς ὀνομάζουσιν οἱ ἐμπειρικοὶ τῶν ἰατρῶν, ἐξηγούμενοι, τοὺς ἀφορισμοὺς, ἐκ πείρας ἔλεγον εὑρῆσθαι τῶνδε τινῶν νοσημάτων αἰτίας γινομένας, οἷον ὅταν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, κατὰ τὸ θέρος ἔσονται πυρετοὶ ὀξεῖς καὶ ὀφθαλμίαι καὶ δυσεντερίαι. καὶ πάλιν· εἰ μὲν ὁ χειμὼν ἔπομβρος καὶ νότιος γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ χειμέριον, αἱ μὲν γυναῖκες ᾗσιν οἱ τόκοι πρὸς τὸ ἔαρ ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσι καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς κατέλεξε, τέσσαρας μόνας διαφορὰς καταστάσεων γράψας, καίτοι παμπόλλων οὐσῶν, ὅπερ ἐχρῆν ἐνθυμηθέντα τὸν Κόϊντον ἐπισκέψασθαί τε καὶ ζητῆσαι, πρῶτον μὲν αὐτὸ δὴ τοῦτο παρὰ φύσιν ἐκτρεπομένων τῶν ὡρῶν, εἶθ’ εὑρόντα πλείους ζητῆσαι τὸν ἀριθμὸν ἁπασῶν, εἶτα σκέψασθαι διὰ τί τῶν τεττάρων ἐμνημόνευσε μόνων ὁ Ἱπποκράτης, ἐφ’ οἷς ἅπασιν εὑρεθεῖσι ζητῆσαί τινα μέθοδον, ᾖ χρώμενοι τὰς τῶν ἄλλων ἁπασῶν καταστάσεων γνωρισόμεθα δυνάμεις. μόνος γὰρ ἂν οὗτος ἱκανῶς προγινώσκειν γινόμενα καὶ τὰς μελλούσας ἐπιδημήσειν νόσους, ἀλλὰ καὶ προφυλάσσεσθαι καθ’ ὅσον οἷόν τε πρὸς τὸ μηδ’ ὅλως αὐταῖς περιπεσεῖν διὰ τῆς εἰρημένης ὁδοῦ προελθὼν, ἱκανῶς ἔσται μόνος, ἢ εἰ τοῦτ’ ἀδύνατον εἴη, διὰ τὸ μέγεθος τῆς αἰτίας ὡς μετριωτάταις γοῦν ταύταις ἁλῶναι. ὅτι δὲ τὴν θεραπείαν τῶν νοσημάτων ὁ γυμνασθεὶς τὸν λογισμὸν οἷς εἶπον ἅπασιν ἄμεινον εὑρίσκει τῶν μηδὲν προεσκεμμένων οὐδὲ τοὺς ἐπιτυχόντας ἀγνοεῖν ἠγοῦμαι, μήτοι γε τοὺς νομίμως πεπαιδευμένους. ὅτι μὲν αὐτὸς ὁ Ἱπποκράτης οἶδε πλείους τῶν ἐν ἀφορισμοῖς γεγραμμένων τεσσάρων καταστάσεων ἐξ αὐτῶν τῶνδε τῶν βιβλίων, ἃ νῦν ἡμῖν ἐξηγεῖσθαι πρόκειται, γένοιτ’ ἂν ἱκανῶς σαφές. ἐν μὲν γὰρ τῷ πρώτῳ τῶνδε τὴν πρώτην ἔγραψε κατάστασιν, ὑπὲρ ἧς αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ· γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετὰ αὐχμῶν. δευτέραν δὲ, ἐν ᾗ πάλιν ἔφη· γενομένου δὲ τοῦ ἔτεος ὅλου ψυχροῦ καὶ ὑγροῦ καὶ βορείου. τρίτην δὲ ἀνώμαλόν τε καὶ ποικίλην, ἀρξαμένην μὲν ὀλίγου πρὸ ἀρκτούρου, ψυχρὰν καὶ ὑγράν. ἐφεξῆς δὲ γενομένην ἀπὸ τῆς φθινοπωρινῆς ἰσημερίας ἄχρι πλειάδων δύσεως, ἅπασι νότιον ἅμ’ ἀμετρίαις ὑγρότησιν. εἶτ’ ἐφεξῆς ψυχρὰν καὶ ξηρὰν ἅμα πνεύμασι βορείοις μεγίστοις, ὅλῳ σχεδόν τι τῷ χειμῶνι· κἄπειτα ψυχρὰν καὶ ξηρὰν ἄχρι κυνὸς ἐπιτολὴν, ἐντεῦθεν ἀθρόως καύματα μεγάλα μέχρις ἀρκτούρου, καθ’ ὃν ὕδατα νότια μέχρι τῆς ἰσημερίας. ταύτης οὖν τῆς καταστάσεως ἀνωμάλου γενομένης ὅμως ἐπεκράτει τὸ ψυχρὸν καὶ ξηρόν. ἐν δὲ τῷ τρίτῳ τῶν βιβλίων τούτων ἔγραψε κατάστασιν, ἣν εἰς ἓν πάλιν ἀναγαγὼν κεφάλαιον ἔφησεν· ἔτος νότιον ἔπομβρον, ἄπνοια διὰ τέλεος. ἄλλην δ’ ἐν τῷ δευτέρῳ κατάστασιν ἐν ἀρχῇ γράφων εἶπεν· ἄνθρακες ἐν Κρανῶνι θερινοὶ, ὗεν καύμασιν ὕδατι λάβρῳ διόλου, ἐγένοντο μᾶλλον νότῳ. ὥσπερ καὶ αὐτὴ θερμοτάτη ἐστὶ καὶ μετρίως ὑγρὰ, ὡς κατὰ μίαν ὥραν γενομένη τὸ θέρος, ὥσπερ καὶ ἡ κατὰ τὸ τρίτον βιβλίον ἐν ὅλῳ τῷ ἔτει. γεγραμμέναι δ’ εἰσὶ καὶ ἄλλαι καταστάσεις ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ἃς οὐκ εἶπ’ ἐν ἀφορισμοῖς. ἀλλ’ ὡς συνεχέστερόν τε τῶν ἄλλων γινομένας τὰς τέσσαρας, ἀκούσας τε παράδειγμα γίγνεσθαι, μετὰ τῆς ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων αἰτιολογίας ἠξίωσε τοῖς ἀφορισμοῖς γραφῆναι. ἀλλὰ καὶ εἰ μὴ παραλέλοιπε τελέως τὴν αἰτιολογίαν, ἡμεῖς ἂν αὐτὴν εὕρωμεν ἐκ τῶν ἐν τοῖς ἀφορισμοῖς ὑπ’ αὐτοῦ γεγραμμένων, ἱκανῶν ὄντων ἀνδρὶ λογικῷ πρὸς τὴν τῶν εἰρημένων εὕρεσιν. ἐπίστασθαι γάρ σε χρὴ τοῦτο δεδειγμένον μὲν ὑφ’ ἡμῶν ἤδη πολλάκις ἐν πολλοῖς αὐτάρκως, εἰρησόμενον δὲ καὶ νῦν εἰς ὅσον ἀναγκαῖόν ἐστιν αὐτοῦ μνημονεῦσαι, ὡς τὰς κατὰ μέρος ἐν ἁπάσαις τέχναις συμπλοκὰς τῶν ἁπλῶν φαρμάκων ἀδύνατον εἶναι δι’ ἐμπειρίας γνωσθῆναι, διὰ τὸ πλῆθος, ἀλλ’ ἐπὶ πάσαις αὐταῖς ὁδὸς μία τῆς εὑρήσεώς ἐστιν, ἡ διὰ τῶν οἰκείων στοιχείων, ὥσπερ καὶ ἐπὶ γραμματικῇ. τίνα τοίνυν οἰκεῖα στοιχεῖα τῶν καταστάσεών ἐστιν, ἴδωμεν ἀπὸ τοῦ πράγματος τῆς οὐσίας ὁρμηθέντες, ὡς ἐν τοῖς περὶ ἀποδείξεως ἐδιδάχθημεν. ἀναλαβὼν οὖν ἀπ’ ἀρχῆς τὸν λόγον ἤδη σοι δίειμι ἅπαντα κατὰ τὸ συνεχὲς, μηδὲν παραλιπών. αἰῶραι τοῦ ἔτους διαφέρουσιν ὑγρότητι καὶ θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι, τοῦ μὲν χειμῶνος ὑγρότητι καὶ ψυχρότητι τὰς ἄλλας ὑπερβάλλοντος, ὥσπερ γε τοῦ θέρους θερμότητι καὶ ξηρότητι, τοῦ δ’ ἦρος ἀκριβῶς ἀμφοῖν ὄντος ἐν τῷ μεταξύ. κρατεῖ γὰρ οὐδέτερον ἐν αὐτῷ κατ’ οὐδετέραν ἀντίθεσιν, οὔτε τοῦ ξηροῦ τὸ ὑγρὸν οὔτε τοῦ θερμοῦ τὸ ψυχρὸν, ἀλλ’ οἷον ἰσομοιρία τις ἀμφοτέρων ἐστὶ τῶν ἀντιθέσεων, ὁμοιότης τε τῶν ὡρῶν ἁπασῶν ὅλης τῆς ἡμέρας, ὡς ἔγγιστα καὶ τῆς νυκτὸς, μηδεμιᾶς μεγάλης μεταλλαγῆς ἢ ὑπεροχῆς ἐν αὐτοῖς γινομένης, ὁποία κατὰ φθινόπωρον ὁρᾶται, κρύους μὲν ἕωθεν ὄντος, ἀμφὶ δὲ τὸ μέσον τῆς ἡμέρας θάλους ἰσχυροῦ μεταπίπτοντος αὖ πάλιν εἰς κρύος καὶ τοῦδε, δείλης ὀψίας. ἐπικρατεῖ δ’ ὅμως αὐτῶν τὸ μὲν ξηρὸν τοῦ ὑγροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ. τοιαύτη μὲν ἡ κρᾶσίς ἐστι τῶν ὡρῶν τοῦ ἔτους, ὡς ἐπὶ τὸ πολὺ μεταβολῆς γινομένης κατὰ βραχὺ μὲν, ὡς μηδ’ αἰσθάνεσθαί τινα διὰ παντὸς τοῦ χρότου, κατὰ μείζονα δὲ αἰσθητῶς, οὐ μὴν ἀθρόως γε οὐδ’ ἀμέτρως ἐν ταῖς τῶν ὑγρῶν ὡρῶν καὶ κατὰ φύσιν μεταβολαῖς. ἀρκτούρου γοῦν ἐπιτέλλοντος ὡς τὸ πολὺ σὺν ἀνέμοις ψυχροῖς ὑετὸς γίνεται. κᾀντεῦθεν ἤδη φθινόπωρον μὲν ἄρχεται, παύεται δὲ τὸ θέρος. εἶτ’ ἐν τῷ μετὰ ταῦτα χρόνῳ κατὰ βραχὺ καὶ ἀνεπαισθήτως γινομένης τῆς ἐπὶ τὸ ψυχρότερον μεταβολῆς ἡ τῆς πλειάδος δύσις αἰσθητὴν ἐργάζεται τὴν τροπήν. ἐντεῦθέν τε πᾶσιν ὁμοίως ἐπὶ τὴν ἐαρινὴν ἰσημερίαν ἀφικνεῖται, καὶ ποτὲ μὲν ὁμοία προσθήκη μέχρι πλειάδος ἐπιτολῆς γίνεται, πολλάκις δ’ αἰσθητὴ μέν τις ἐν τῷ περὶ τὴν ἰσημερίαν χρόνῳ, σύμμετρος δέ. καὶ μέντοι μετὰ τὴν πλειάδος ἐπιτολὴν αὐξάνεται τὸ θερμὸν καὶ τὸ ξηρὸν ἄχρι κυνὸς ἐπιτολῆς συμμέτρως καὶ κατὰ βραχὺ, ἐλθόντος τε τούτου γενήσεται νότιον μὲν ὀλίγον, ἐπ’ αὐτοῖς δ’ ὑετοὶ ἐπίσης τοῖς ἐτησίοις πνεύμασιν ἄχρι τῆς κατὰ τὸν ἀρκτοῦρον ἐπιτολῆς. καὶ τοίνυν ἤ γε πεῖρα καὶ ὁ λόγος ἡμᾶς ἐδίδαξεν, ὅταν οὕτως αἱ ὧραι τοῦ ἔτους προέρχονταί τε καὶ εἰς ἄλληλα μεταβάλλουσι, μήτε λοιμόν τινα μήθ’ ὅλως ἐπιδήμια νοσήματα γινόμενα, μόνας δὲ τὰς ὀνομαζομένας ὑπ’ αὐτοῦ σποράδας νόσους, τὰς κατὰ τὴν δίαιταν ἑπομένας. ἐπειδὴ καθ’ ἑκάστην τῶν ὡρῶν ἴδιος μὲν ἐπικρατεῖ χυμὸς, ὡς αὐτὸς ἐδίδαξε τοῦ μὲν χειμῶνος τὸ φλέγμα, τοῦ δὲ ἦρος τὸ αἷμα, τοῦ δὲ θέρους χολὴ, φθινοπώρου δὲ ἡ ὀξεῖα· διὰ τοῦτο τοῖς κακῶς διαιτωμένοις οὐ τὰ αὐτὰ πλεονάζουσι νοσήματα κατὰ πάσας τὰς ὥρας, ἀλλὰ ὡς αὐτὸς ἐδίδαξε, τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ ἐπιληπτικὰ καὶ αἵματος ῥύσιες καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς καταλέγει. τοῦ δὲ θέρους ἔτους, ὁμοίως καὶ τοῦ φθινοπώρου, χειμῶνος δ’ ἄλλα γινόμενα μὲν ἐκ τῶν κατὰ τὴν δίαιταν ἁμαρτημάτων, ὑπαλλασσόμενα δὲ ταῖς ἰδέαις διά τε τὴν ὥραν τοῦ ἐνιαυτοῦ καὶ τὴν ἡλικίαν τε καὶ φύσιν. ἐπειδὴ γὰρ καὶ κατὰ τὰς φύσεις καὶ κατὰ τὰς ἡλικίας αἵ τε κράσεις τῶν σωμάτων ἕτεραι γίνονται καὶ αἱ τῶν χυμῶν ἐπικράτειαι διαφέρουσι, διὰ τοῦτο καὶ κατὰ ταύτας νῦν ὑπαλλάσσεται τῶν νοσημάτων ἡ ἰδέα. περὶ μὲν οὖν τῶν ἐν ταῖς ἡλικίαις διαφορῶν ὡδί πως ἔγραψεν· ἐν δὲ ταῖς ἡλικίαις συμβαίνει τοῖσι μὲν σμικροῖς καὶ νεογενέσι παιδίοισιν ἄφθαι, ἔμετοι καὶ τἄλλα τὰ τούτων ἐφεξῆς γεγραμμένα κατὰ πᾶσαν ἡλικίαν. περὶ δὲ τῶν φύσεων ὡδί πως· τῶν φύσεων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ καὶ κακῶς πεφύκασι. γίνεται τοίνυν καὶ ἴσον μὲν ἔχον λόγον τὸ σῶμα τοῦ κάμνοντος αἰτίου ποιητικὸν πρὸς τὸ περιέχον. ἐξ ἀμφοῖν δὲ συνελθόντων ἡ ἐπίκτητος ἐπιτελεῖται κρᾶσις, ἐφ’ ᾗ τῶν ἐπιδημησάντων νοσημάτων ἡ γένεσις. ἐὰν οὖν ἴδωμεν οἷόν τι πέφυκεν εἰς τὸ σῶμα δρᾶν τῶν ἀνθρώπων ἡ τοῦ περιέχοντος θερμότης, ὁποῖον δὲ ἡ ψυχρότης τε καὶ ξηρότης καὶ ὑγρότης, ἴδωμεν δὲ καὶ τὴν ὕλην αὐτὴν τὴν πάσχουσαν ὁποία τίς ἐστιν, οὐδὲν ἔτι χαλεπὸν εὑρεῖν καὶ προγνῶναι τὰ γενησόμενα νοσήματα. καὶ τούτων αὐτῶν ἔτι πρότερον εἰσόμεθα καλῶς εἰρημένον τὸ ἐν τοῖσι καθεστῶσι καιροῖσιν, ἢν αἱ ὧραι τὰ ὡραῖα ἀποδιδῶσι, εὐσταθέσταται καὶ εὐκρινέσταται αἱ νοῦσοι γίνονται, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκρατοι. τίνες οὖν αἱ δυνάμεις εἰσὶ τῶν εἰρημένων ποιοτήτων ὑγρότητος καὶ ξηρότητος, θερμότητος καὶ ψυχρότητος, ἀκούσωμεν αὐτοῦ τοῦ Ἱπποκράτους ἐν ἀφορισμοῖς λέγοντος· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων εἰσὶν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεις. νοσήματα δ’ ἐν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνονται, πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἐπίληπτοι καὶ ἀπόπληκτοι καὶ κυνάγχαι, ἐν δὲ τοῖς αὐχμοῖσι φθινώδεις, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι. ταῦτα μὲν οὖν ἐν αὐτῷ λέλεκται περὶ τῶν εἰς πλείονα χρόνον ἐκτεταμένων καταστάσεων. ὥσπερ δὲ καὶ περὶ τῆς καθ’ ὑγρότητα καὶ ξηρότητα διαφορᾶς ἐν τούτοις ἐδίδασκεν, οὕτως περὶ τῆς κατὰ θερμότητα καὶ ψυχρότητα δι’ ὧν ἔγραψε περὶ τῶν βορείων τε καὶ νοτίων καταστάσεων. ἐπὶ γὰρ τῆς ἡμετέρας οἰκήσεως ὁ μὲν βοῤῥᾶς ψυχρὸς, ὁ δὲ νότος θερμός ἐστι, πλὴν ὁ που σπανίως ἐν ἀρχῇ τοῦ ἦρος ψυχρὸς, ἢ κατ’ ἄλλην τινὰ ὥραν ἐπὶ βραχὺ πνεύσειε τοιοῦτος, οὐδὲ τότε τοῦ βοῤῥᾶ ψυχρότερος. ἄκουσον οὖν ἑξῆς καὶ ὡς περὶ τούτων ἐν ἀφορισμοῖς ἔγραψεν ἀρξάμενος ὧδε· νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοὶ, ὅταν οὕτως δυναστεύῃ τοιαῦτα ἐν ταῖς ἀῤῥωστίαις πάσχουσιν, ἢν δὲ βόρειον ᾖ, βῆχες φάρυγγος, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεις, ὀδύναι πλευρέων, στηθέων. ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι προσδέχεσθαι. ταῦτα μὲν οὖν αὐτῷ λέλεκται περὶ τῶν ἰσχυρῶν νοτίων καὶ βορείων καταστάσεων τῶν ἐπὶ πλέον ἐν χρόνῳ γινομένων. ἐνδείκνυται γὰρ διὰ τοῦ δυναστεύειν περὶ πνεύματος οὐκ ἂν ἐπὶ τοῦ ἦρος, οὔτε βραχεῖ χρόνῳ πνεύσαντος οὔτ’ ἐπὶ πλείοσιν ἡμέραις, ἀλλ’ ἀσθενοῦς, εἰπὼν τοῦτο τοὔνομα. περὶ δὲ τῶν ἐφημέρων νοτίων τε καὶ βορείων πνευμάτων ἄκουσον αὖθις ἃ λέγει· αἱ μὲν καθημεριναὶ καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα συνιστῶσι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὐδύνατα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι καὶ τὰς κοιλίας ξηραίνουσι καὶ τὰ ὄμματα δάκνουσι καὶ περὶ τὸν θώρακα ἄλγημα, ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουσι. αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι καὶ βαρυκοΐας καὶ καρηβαρίας καὶ ἰλίγγους ἐμποιέουσιν ἔτι τοῖς ὀφθαλμιῶσι καὶ ἐν τῷ σώματι δυσκινησίαν, καὶ τὰς κοιλίας ὑγραίνουσιν. εἴρηται δὲ ἐν ἀφορισμοῖς ὑπ’ αὐτοῦ καὶ ἄλλα γέ τινα περί τε φύσεως ὡρῶν καὶ τῆς ἀθρόας εἰς ἄλληλα μεταβολῆς, ὧν ἕκαστον κατὰ τὸν προσήκοντα καιρὸν μνημονεύσομεν. ἐν τῷ παρόντι τοῦτο μόνον ἀρκεῖ, διδαχθέντας τὰς πρώτας στοιχεώδεις δυνάμεις τῶν καταστάσεων ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους εἰρῆσθαι, καθ’ ἃς χρὴ περὶ πασῶν τῶν ὁπωσοῦν καταστάσεων τῶν γενομένων ὁδῷ καὶ τάξει προϊόντας ἡμᾶς ἐξευρίσκειν, ὁποῖά τέ τινα γενήσεται νοσήματα καὶ ὅπως αὐτὰ κωλυτέον ἐστὶν ἢ συστάντα θεραπευτέον, οὗτος γὰρ μέγιστος καρπὸς τῆς ἐνεστώσης πραγματείας. ἐν δὲ τοῖς στοιχειώδεσι τούτων ἔστι καὶ ἡ χώρα συνενδεικνυμένη καὶ αὐτή τι πρὸς τὴν τῶν νοσημάτων πρόγνωσιν, ὥσπερ ἥ τε φύσις ἑκάστου καὶ ἡ ἡλικία καὶ τὸ ἐπιτήδευμα καὶ ἡ δίαιτα. δέδεικται δ’ ὑπ’ αὐτοῦ σαφῶς ἐν τῷ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ὁποῖα τὰ καθ’ ἑκάστην χώραν πλεονάζει νοσήματα. δυνήσῃ τοιγαροῦν ὅθεν ἡ τοῦ περιέχοντος ἡμᾶς κατάστασις ἀμέτρως ψυχρὰ καὶ ὑγρὰ γινομένη, κατὰ τὴν ἑαυτῆς φύσιν ἐργάζεσθαι μέλλει τὰ ὑπ’ αὐτοῦ δεδειγμένα νοσήματα καὶ τὴν παρὰ τῆς οἰκήσεως ἔνδειξιν λαβεῖν ὁμοίαν τῇ παρὰ τῆς ἡλικίας καὶ τῆς φύσεως καὶ τῶν ἐπιτηδευμάτων καὶ τῆς ὅλης διαίτης. τὰ μὲν γὰρ ὑγρὰ καὶ ψυχρὰ τῆς φύσεώς τε καὶ κατὰ τὰς ἔξωθεν περιστάσεις ῥᾷον ἁλώσεται τοῖς ὑπὸ τῆς ὑγρᾶς καὶ ψυχρᾶς καταστάσεως ἐσομένοις νοσήμασι, τὰ δὲ ἐναντία δυσχερέστερον. ἐὰν οὖν οἴκησις ὑγρὰ καὶ ψυχρὰ κατὰ τὸν ἑαυτοῦ λόγον καὶ τὴν κατάστασιν ἔχοι τοιαύτην, ἕτοιμον τῶν οἰκείων τῇ καταστάσει νοσημάτων ἡ γένησις ἔσται, συντελούσης τι καὶ τῆς οἰκήσεως. ὥσπερ γε πᾶσα ἡ ἀμέτρως θερμή ποτε γένοιτο καὶ ὑγρὰ κατάστασις, οἵαν ἐν τῇ β΄ τῶν ἐπιδημιῶν ἔγραψεν ἐν ἀρχῇ λέγων, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου. συντελὲς δέ τι πρὸς τὴν τῶν εἰρημένων σηπεδόνων νοσημάτων γένεσιν ἡ χώρα, μάλιστα μὲν εἰ κατ’ ἄμφω δύσκρατος εἴη θερμοτέρα καὶ ὑγροτέρα καταστῶσα, συντελέσει δὲ καὶ κατὰ τὸ ἕτερον τούτων εἰ ἀμέτρως ᾖ κεκραμένη, καθάπερ ἡ Κρανὼν ἐν κοίλῳ καὶ μεσημβρινῷ χωρίῳ κειμένη. καὶ διὰ τοῦτο μάλιστα σηπεδονώδεσι νοσήμασι, τοῖς ἄνθραξιν ἁλοῦσα πρὸς τοῖς ἄλλοις ἀτόποις, ἔτι καὶ διὰ τὸ τὰ βόρεια τῶν πνευμάτων ἀπεστράφθαι, πνεύσεσι καὶ ταῖς καλουμέναις νηνεμίαις κατεχομένη. Κρανὼν μὲν οὖν τοιαύτη, Θάσος δὲ τοὔμπαλιν. ἔστραπται γὰρ πρὸς τὰ βόρεια καὶ ψυχρὰ πνεύματα κατάντικρυ τῆς Θρᾴκης κειμένη. γενομένης οὖν τῆς καταστάσεως ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν οὐκ ἦν εὐάλωτον τὸ χωρίον, ὅσον ἐφ’ ἑαυτῷ τῇ καταστάσει. εἰ γὰρ μεσημβρινὸν ἦν ἔτι καὶ κοῖλον, ἐσχάτως ἂν ἡ εἰρημένη κατάστασις ἐγεγόνει λοιμώδης αὐτῇ.
§1.2–1.13
§1.2
Τρισσῶς ὕδατα γίνεται πολλὰ, ποτὲ μὲν διὰ τὸν ὑετὸν αὐτὸν ἀθρόον ἐκρηγνύμενον, ἐνίοτε δὲ τῷ μήκει τοῦ χρόνου, κἂν ψεκάδες ὦσι μόναι καθ’ ἑκάστην ἡμέραν γινόμεναι, καί ποτ’ ἀμφοῖν ἅμα συνελθόντων. ἔχεις δὲ αὐτῶν πάντων παραδείγματα γεγραμμένα, κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία, τοῦ μὲν πρώτου τρόπου τὴν κατάστασιν, ἧς ἄρχεται τόνδε τὸν τρόπον· ἐν Θάσῳ πρὸ ἀρκτούρου ὕδατα πολλά. δηλοῖ γὰρ ταῦτα τὰ μεγάλα, πλῆθος ὕδατος ἀθρόου. τοῦ δὲ δευτέρου τρόπου παράδειγμα τὸ νῦν εἰρημένον ἐστίν· ὕδατα πολλὰ, ξυνεχέα μαλθακῶς. τὸ γὰρ πλῆθος αὐτῶν ἠθροίσθη, διὰ τὸ συνεχὲς ἐν χρόνῳ πλέονι γενέσθαι καὶ μὴ καθάπαξ λάβρως ἐν ἑνὶ καιρῷ. τοῦ δὲ τρίτου τρόπου παράδειγμά ἐστι τὸ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ἐν ἀρχῇ γεγραμμένον, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου. τὸ μὲν γὰρ λάβρον πρὸς τὸν προειρημένον τρόπον κοινόν ἐστι, τὸ δὲ διόλου πρὸς τὸν δεύτερον. περὶ μὲν οὖν ἐκείνων τῶν καταστάσεων αὖθις ἐροῦμεν κατὰ τὸν οἰκεῖον ἑκάτερον, ἣν προκείμενον ἦν ἐν τῷ λόγῳ μεταξὺ τῆς φθινοπωρινῆς ἰσημερίας καὶ τῆς ἀρχῆς τοῦ χειμῶνος γενομένης ὕδατος καθ’ ὅλην αὐτὴν ἔσχε μαλθακῶς, ὡς αὐτὸς ἔφην, ὅπερ ἀντίκειται τῷ ἀθρόως καὶ λάβρως καὶ σφοδρῶς.
§1.3
Ὅτι φθινοπώρου πέρας οἶδε καὶ αὐτὸς τὴν τῆς πλειάδος δύσιν, ἣν διὰ συντόμου φωνῆς ὀνομάζει καὶ πλειάδα, σαφῶς ἐδήλωσεν εἰπὼν, μετὰ τὸ προειπεῖν περὶ ἰσημερίην καὶ ὑπὸ πλειάδος, γράψας τε ἐφεξῆς, χειμὼν νότιος, ὡς οὐδενὸς ὄντος μεταξὺ χρόνου διηγήσεως ἰδίας δεομένου, συνάπτοντος δὲ χειμῶνος τῇ δύσει τῆς πλειάδος.
§1.4
Μικρά φησι πνεύματα γίνεσθαι τοῦ χειμῶνος. εἰ δέ γε κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ χειμὼν ἐπεραίνετο, πάντως ἂν ἐγένετο μεγάλα. καὶ κατὰ διττὸν τρόπον ὑπῆρξεν ἂν αὐτοῖς τοῦτο, καθάπερ καὶ νῦν ἔοικε γεγονέναι σμικρὰ, κατά τε τὸ ἴδιον μέγεθος αὐτῶν καὶ κατὰ τὸ μῆκος τοῦ χρόνου. καὶ γὰρ ὀλίγαις ἡμέραις ἐγένετο βόρεια καὶ οὐκ ἰσχυρὰ, τοῦ χειμῶνος εἰθισμένου μέγαν ἔχειν βοῤῥᾶν ἐν χρόνῳ πολλῷ.
§1.5
Τὴν ξηροτέραν τοῦ προσήκοντος κατάστασιν αὐχμὸν ὠνόμασεν οὐ πάνυ τι συνήθως. εἰώθαμεν γὰρ οὐ τὴν ἁπλῶς ξηροτέραν, ἀλλὰ τὴν ἄκρως ξηρὰν ὀνομάζειν οὕτως. ἀμήχανον δέ ἐστι καὶ ἄπιστον εἰς τοσοῦτον γενέσθαι τὸν χειμῶνα ξηρὸν, ὡς αὐχμηρὰν ἀπεργάζεσθαι τὴν γῆν ὥσπερ ἐν θέρει. οὐ γὰρ ἐν ἦρι τοιαύτη γίνεται κατάστασις, ᾗ νῦν ὅμοιον γεγονέναι φησὶ τὸν χειμῶνα τὸ σύνολον.
§1.6
Ξηρότερον μὲν ἑαυτοῦ φησὶ γεγονέναι τὸν χειμῶνα, οὐ μὴν ὡσαύτως τῷ θέρει ξηρὸν, ὥστε καὶ τὸν αὐχμὸν ὃν ὀλίγον ἔμπροσθεν ἔφαμεν οὐ πάνυ τι κυρίως εἰρῆσθαι. δεκτέον οὖν ἐστιν οὐχ ἁπλῶς ὑπ’ αὐτῶν εἰρῆσθαι νῦν, ἀλλ’ ἐν τῇ πρός τι, καθάπερ μύρμηκα μέγαν ἢ ὄρος μικρόν. ὡς γὰρ ὁ χειμὼν ἐγένετο νῦν, οὐχ ἁπλῶς αὐχμηρὸς, ὥσπερ οὐδὲ μέγας μύρμηξ ἁπλῶς μέγας, ἀλλ’ ὡς μέγας μύρμηξ, οὗτός τε οὖν τοῦ ὄρους τοῦ σμικροῦ σμικρότερός ἐστιν, ὅ τε χειμὼν ὁ αὐχμηρὸς ὑγρότερος τοῦ θέρους, ὥσπερ καὶ τὸν νῦν γεγενημένον χειμῶνα παραβάλλων εἶπε, τὸ ξύνολον εἰς χειμῶνα ὁκοῖον ἔαρ γίνεται.
§1.7
Ἔοικεν οὖν εἰρηκέναι τὸ ἔαρ νότιον οὐχ ὡς οὐδ’ ὅλως ἐν αὐτῷ γενομένων τῶν βορείων, ἀλλ’ ὡς ὀλιγίστων ἐν ἀρχῇ καὶ οὕτως ὀλίγον ὥστε τὴν ὅλην κατάστασιν τῆς ὥρας ἐκείνης νότιον εἰπεῖν.
§1.8
Εἴ τις ἅπαντα τὰ περὶ τοῦ θέρους εἰρημένα συνθείη, φαίη ἂν καὶ τοῦτο νότιόν τε καὶ αὐχμηρὸν ἅμα γεγονέναι.
§1.9
Οὐχ ὡς οὐδέποτε γενομένης ἐκδοχῆς ὑδάτων ἐν ὅλῳ τῷ ἔτει τὸ μετ’ αὐχμῶν εἶπεν, ἀλλ’ ὡς ὀλιγίστων παντάπασιν. πλὴν γὰρ τοῦ πρώτου χρόνου τοῦ μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν ἄχρι πλειάδος, πᾶς ὁ λοιπὸς ἐπικρατοῦσαν ἔσχηκεν ἱκανῶς τὴν ἀνυδρίαν. ἀγωγὴν δὲ δηλονότι τὴν κατάστασιν ὠνόμασε τοῦ περιέχοντος. εἴπερ οὖν ἀληθές ἐστιν ὡσαύτως τῷ περιέχοντι συνεξαλλοιοῦσθαι τὰ τῶν ζώων σώματα, κατὰ μὲν τοὺς ὄμβρους ὑγρότερα γενήσονται, κατὰ δὲ τοὺς αὐχμοὺς ξηρότερα. καὶ κατὰ μὲν τὰς θερμότητας ἐπικρατούσας ἡ κεφαλὴ ῥωστικὴ, κατὰ δὲ τὰς ψυχρότητας, αὐτὴ μὲν ἔσται κουφοτάτη, τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα μόρια πονέσει. τῇ τοίνυν εἰρημένῃ καταστάσει, περὶ ἦς πρόκειται σκοπεῖσθαι, μεταξὺ τὴν φύσιν ἐχούσῃ τῆς τε αἰθρίου καὶ καθαρᾶς ἀκριβῶς καὶ τῆς μετ’ ὄμβρων, ὁμοιούμενα τὰ σώματα μέσην ἕξει κατάστασιν κράσεως, ἣν ἐπίτρεψόν μοι καλέσαι νεφελώδη. τοιούτου γὰρ ὄντος τοῦ περιέχοντος, ὑποκειμένης δὲ καὶ τοῦ συναλλοιοῦσθαί τε καὶ συνεξομοιοῦσθαι τούτῳ τὰ σώματα, σαφηνείας ἕνεκεν οὐδὲν ἂν εἴη χεῖρον ὠνομάσθαι τὴν ἐν αὐτοῖς γενομένην κατάστασιν οἶον νεφελώδη τινά. καθάπερ οὖν ὅταν ὁ χειμὼν φυλάττῃ τὴν οἰκείαν κρᾶσιν, ἀναγκαῖόν ἐστιν ὑγρὸν καὶ ψυχρὸν χυμὸν γεγενῆσθαι τὸ φλέγμα, τοῦ θέρους δ’ ἔμπαλιν τὸ θερμὸν καὶ ξηρὸν τὴν ὠχρὰν χολὴν, οὕτως ὁπότε νεφελῶδές ἐστι τὸ περιέχον, ἐπικρατεῖ τις τῶν χυμῶν ἐν μὲν ταῖς φλεγματικαῖς φύσεσι ὁμιχλῶδές τε καὶ νεφελῶδες, ὡς ἂν εἴποι τις, φλέγμα. κατὰ δὲ τὰς πικροχόλους αὖ πάλιν ἡ ὁμιχλώδης τε καὶ νεφελώδης χολή. διὰ παντὸς μὲν γὰρ ἀποῤῥεῖ τι τοῦ σώματος ἡμῶν ἀτμῶδες, ἀλλ’ ἐν μὲν ταῖς ξηραῖς καταστάσεσι πλεῖστον, ἐν δὲ ταῖς ὑγραῖς ὀλίγιστον. ἀθροιζόμενον οὖν ἔνδον τοῦτο παραπλήσιον ὁμίχλῃ καὶ ἀχλύϊ τὸ σύμφυτον ἡμῶν ἐργάζεται πνεῦμα· ὅμοιος γάρ ἐστιν ἐν τῷ περιέχοντι τὰ ζῶα πνεύματι ὁ ἀτμὸς, ὥστε κᾀνταῦθα θαρσήσας ἄν τις εἶπεν ἐν τοιαύτῃ καταστάσει γίνεσθαι τὸ ἐν ἡμῖν πνεῦμα. καὶ μὴν ὅταν ὁμίχλη τις ἢ ἀχλὺς ἐν ἑνὶ χρόνῳ ᾖ, πάσχουσα δύο ταυτὶ παθήματα, τό τ’ ἀναφέρεσθαι καὶ τὸ πιλοῦσθαι, νεφέλη γίνεται λευκή. ἄνευ μὲν γὰρ ὑγρότητος βορείου τοῦ ἀέρος ἀκριβῶς ὄντος οὐκ ἄν ποτε γένοιτο νέφος. ἤτοι δὲ λαμπρὸν ἢ μέλαν ἀποτελεῖται τοῦτο δι’ ἀραίωσιν ἢ πίλησιν. ἀραιούμενον οὖν τὸ νέφος εἰς ἑαυτὸ καταδέχεται τὸ τοῦ ἡλίου φῶς καὶ κατὰ τοῦτο φαίνεται λαμπρὸν ὡς ἂν ἐκλαμπούσης αὐτῷ τῆς ἡλιακῆς αὐγῆς ὥσπερ ἐν τοῖς διαφανέσι σώμασιν. πιληθέντος δὲ καὶ πυκνωθέντος τοῦ νέφους οὐ διεισέρχεται μὲν αὐτὸ τὸ ἡλιακὸν φῶς, μέλαν δὲ εἰκότως φαίνεται τὸ τοιοῦτον, ὥσπερ καὶ αὐτὸς ὁ ἀὴρ τῆς νυκτὸς, ἀπολιπόντος αὐτὸν τοῦ παρ’ ἡλίου φωτός. καὶ φαίνεται σαφῶς ὁμίχλη πολλάκις μὲν ἐπὶ τὴν γῆν καταῤῥέουσα καὶ καλεῖται τὸ τοιοῦτον δρόσος, ἐνίοτε δὲ εἰς ὕψος αἰρομένη καὶ προφανῶς γινομένη νέφος, ἤτοι λευκὸν ἢ μέλαν, λευκὸν μὲν ὅταν, ὡς εἶπον, εἰς ὅλον αὐτὸν δέξηται τὴν ἡλιακὴν αὐγὴν, μέλαν δὲ ἐπειδὰν μηδ’ ὅλως ὑποδέχηται. τὰ δὲ ἄλλα τὰ μεταξὺ τούτων χρώματα κατὰ τὸ ποσὸν τῆς κεραννυμένης αὐγῆς τὰ νέφη λαμβάνει, καί σοι τάχα δόξει διαφέρεσθαι πρὸς ἑαυτὸν ὁ λόγος, ἀναφέρεσθαί τε λέγων εἰς ὕψος τὴν ὑγρότητα καὶ πιλοῦσθαι. τὸ μὲν γὰρ ἀναφέρεσθαι θερμότητος ἔργον ἐστὶ, τὸ δὲ πιλοῦσθαι ψυχρότητος. οὐ δυνατὸν δέ ἐστι ταὐτὸν ἅμα θερμὸν εἶναι καὶ ψυχρόν. ἀλλ’ ἐὰν ἐννοήσῃς αὐτὴν μὲν τὴν ἀναφερομένην ἀτμίδα θερμὴν εἶναι καὶ διὰ τοῦτο πρὸς τὸ μετέωρον αἴρεσθαι, τὸν δὲ ὑποδεχόμενον αὐτὴν ἀέρα ψυχρὸν, οὐκέτι ἀπορήσεις ὅπως ἀναφέρεταί τε ἅμα καὶ πιλεῖται. τὸ μὲν γὰρ ἀναφέρεσθαι παρ’ ἑαυτῆς ἕξει, τὸ δὲ συνάγεσθαι καὶ σφίγγεσθαι διὰ τὸν ὑποδεχόμενον ἀέρα, καὶ ὅσῳ δ’ ἂν ᾖ ψυχρότερος οὗτος, τοσοῦτον μᾶλλον πιλήσει τε καὶ συνάξει τὴν ἀναφερομένην ὁμίχλην. ὅταν οὖν ὁ ἀὴρ μήτε θερμαίνῃ ἐναργῶς μήτε ψυκταλίδα ἔχῃ τοιαύτην, ἀναγκαῖόν ἐστιν ἐν αὐτῷ διαμένειν τὴν ὑψωθεῖσαν ὁμίχλην οἵαπερ ἦν ἐξ ἀρχῆς καὶ γίγνεσθαι λευκὸν μὲν ἀκριβῶς ἐξ αὐτῆς νέφος, ἐπειδὰν ὑπὸ τῆς ἡλιακῆς αὐγῆς κινηθῆ. μεταξὺ δὲ λευκοῦ τε καὶ μέλανος, ὅταν μὴ τελέως αὐτὴν ὁ ἥλιος καταλάμπῃ. μὴ τοίνυν θαύμαζε διὰ τί τὰ σώματα τῶν ζώων ὁμοίαν ἴσχει ποτὲ τοιᾷδε καταστάσει τὴν ἐν αὐτοῖς διάθεσιν, ἀλλὰ πείθου λέγοντος Ἱπποκράτους, νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοὶ, νωθροὶ, διαλυτικοί. διηγεῖται γὰρ ἐν τῷ λόγῳ τῷδε τὰ παθήματα τοῦ σώματος, ἃ πάσχει μὲν ἐν ταῖς νοτίοις καταστάσεσιν, ὥστε ὥσπερ τὸ βαρυήκοοι καὶ διαλυτικοὶ καὶ νωθροὶ κατὰ τῶν ὑπὸ τοῦ νότου γινομένων ἐν τοῖς ἡμετέροις σώμασιν εἴρηται, προδήλως οὕτως ἡγεῖσθαι χρὴ καὶ τὸ ἀχλυῶδες λελέχθαι τῆς ἐν ἡμῖν ἀθροιζομένης ἀχλύος δι’ αὐτὸν δηλωτικὸν ὂν, οὐ τοῦ περιέχοντος.
§1.10
Ὅτι μὲν ὀλιγοχρόνιος ἡ βόρειος κατάστασις ἐγίνετο πρωῒ τοῦ ἦρος εὔδηλόν ἐστιν ἐκ τοῦ τὴν ὅλην κρᾶσιν προειρῆσθαι πρὸς αὐτοῦ νότιον, οὐκ ἂν οὕτως εἰπόντος, εἰ ἐπὶ πολλὰς ἡμέρας ἔπνευσεν ὁ βοῤῥᾶς. ὅμως δὲ καὶ πρὸς ὀλίγας ἡμέρας γινομένου βορείου τοῦ περιέχοντος, καυσώδη τινὰ νοσήματα συνέπεσεν ὀλίγοις, ἐπιεικῆ πάνυ καὶ ταχέως καθιστάμενα. φησὶ γὰρ καὶ τούτοισι πάνυ εὐσταθεῖς. γράφουσι δ’ ἔνιοι πάνυ εὐσταθῆ, τινὲς δὲ εὐσταθέα, κατὰ τὴν Ἰωνικὴν γλῶτταν, ἐν ἴσῳ τῷ μέτρῳ καὶ οὐδὲν ὀλέθριον ἔχοντα. καὶ μέντοι καὶ ὀλίγοις αἱμοῤῥαγῆσαί φησιν, ὅπερ ἦν ἴδιον τῶν σφοδρῶν καύσων, ὥσπερ καὶ τὸ παραληρεῖν καὶ τὸ ἀποθνήσκειν, ἅπερ οὐδ’ αὐτοῖς τοῖς τότε γενομένοις συνέπεσεν, ἀλλὰ μετριώτατοί τε καὶ ὀλιγίστοις ἐγένοντο, τοῦ σφοδροῦ καὶ ὡς ἂν εἴποι τις γνησίου καύσου τὴν γένναν ἐπὶ τῇ ξανθῇ χολῇ λαμβάνοντος, ἣν δὴ καὶ ὠχρὰν χολὴν ὀνομάζουσι. ταύτην δ’, ὡς ἐδείκνυμεν, ἐν τῇ προκειμένῃ καταστάσει μόνον κατὰ τὸ προγεγονὸς θέρος ἔσχον οἱ φύσει χολώδεις οὐ πολλὴν, οὐκ ἐν τῷ μετὰ ταῦτα χρόνῳ διὰ τὸ τὴν εἰρημένην κατάστασιν ὑγρὰν οὖσαν, ἔτι καὶ μᾶλλον ἀχλυώδη τε καὶ ὁμιχλώδη γίνεσθαι. εἰκότως οὖν ὀλίγοις τε συνέπεσεν ὁ καῦσος, οἳ πάνυ χολώδεις ἦσαν, καὶ τούτοις οὐκ ἀκριβὴς οὐδὲ σφοδρὸς, ἀλλ’ ἐπιεικὴς καὶ λυθῆναι ῥᾳδίως. οἷς δ’ οὖν συνέβη, διὰ τήνδε τὴν αἰτίαν ἐγένετο. προηγεῖται μὲν δὴ τὸ θέρος τοῦ φθινοπώρου κατὰ φύσιν ἔχον. ἄρχεται γὰρ ὁ Ἱπποκράτης τῆς τῶν καταστάσεων δηγήσεως, ὅταν πρῶτον εἰς τὸ παρὰ φύσιν ἐκτραπῇ τὸ περιέχον ἀναγκαῖον δ’ ἦν ἐν τῷ κατὰ φύσιν θέρει τοῖς πάνυ χολώδεσιν ἠθροῖσθαι πλέονα τὸν χυμὸν τοῦτον. ἐφεξῆς οὖν ἡ γενομένη κατάστασις ἐν ἅπαντι τῷ χειμῶνι μέχρι τοῦ ἦρος, οὔτ’ ηὔξησέ τι τὸν χυμὸν τοῦτον· οὐ γὰρ ἦν θερμὴ σφοδρῶς καὶ ξηρὰ καθάπερ τὸ θέρος· οὔτ’ ἐμείωσέ τι· τὸ γὰρ οὐχ ἱκανῶς ψυχρὰ, καθάπερ ὁ κατὰ φύσιν ἔχων χειμὼν, ἀλλ’ οὐδὲ διεφόρησεν, οὐ γὰρ ἦν ἀκριβῶς ξηρά. λείπεται τοίνυν αὐτὸν διαφυλαχθῆναι προσλαβόντα τὴν οἷον ἀχλυώδη τε καὶ ὁμιχλώδη, διὰ τὴν τοῦ περιέχοντος ὀλίγην ὑγρότητά τε καὶ θερμότητα συντραφεῖσαν ἀτμίδι. πρωῒ δὲ τοῦ ἦρος ἐξαίφνης ἀήθως γενομένου τοῦ βοῤῥᾶ, πρὸς τὸ βάθος τοῦ σώματος ὠθουμένων ὑπ’ αὐτοῦ τῶν χυμῶν, ὁ λεπτότατος πρῶτος ἐῤῥύει καὶ οὕτως εἰργάσατο τὸν καῦσον. οὐ γὰρ ἐν οἷς ἔτυχε μορίοις ἀθροιζόμενος τοῦ σώματος ὁ χυμὸς οὗτος ἐργάζεται καῦσον, ἀλλὰ περί τε τὴν γαστέρα καὶ ταύτης μάλιστα τὸ στόμα καὶ τοῦ ἥπατος τὰ σιμὰ καὶ ὁμοίως οὐχ ᾑμοῤῥάγει, ἴδιον εἴπερ τι ἄλλο τῶν ἀκριβῶν καύσων ἐστὶ τὸ δι’ αἱμοῤῥαγίας κρίνεσθαι. καλεῖ δ’ αἱμοῤῥαγίαν ὁ Ἱπποκράτης ἄνευ τοῦ προσθεῖναι τὸ μέρος ἐξ οὗ κενοῦται τὸ αἷμα, τὰς ἐκ τῶν μυκτήρων ἀποτελουμένας. οὐδὲν δὲ θαυμαστὸν ἀναστομοῦσθαί τε καὶ ἀναῤῥήγνυσθαι τὰς ἐνταῦθα φλέβας ὑπὸ τοῦ αἵματος ἐπὶ τὸ μετέωρον ἀναφερομένου διὰ τὴν θερμασίαν, ὑφ’ ἧς ἀναγκαῖόν ἐστιν αὐτὸ καὶ πνευματοῦσθαι καὶ τότε τὰς φλέβας ἀναστομοῦσθαί τε καὶ ἀναῤῥήγνυσθαι, διὰ τὸ τοῦ πνεύματος πλῆθος, ὃ καὶ τοὺς ἀσκούς τε καὶ τοὺς πίθους ῥήγνυσιν ἀθροιζόμενον ἐν τῷ γλεύκει ζέοντι. τοῦτ’ οὖν τὸ σύμπτωμα τοῖς τότε γενομένοις καύσοις οὐκ ἠκολούθησεν, οὖσί γε μετρίοις, ὡς προείρηται.
§1.11
Τὰ εἰρημένα πάντα διὰ τὴν πλεονεξίαν ἐγένετο τῆς ἀχλυώδους οὐσίας, ὑφ’ ἧς τὰ μὲν ἅμα τῷ φλέγματι πέφυκε γίνεσθαι, τὰ δὲ ἅμα τῇ ξανθῇ χολῇ, τὰ ἐρυσιπελατώδη. ὅταν δ’ ἅμα τῷ αἵματι, τὰ φλεγμονώδη. καθίσταται δὲ ἅπαντα ῥᾳδίως, διαφορουμένης τῆς τοιαύτης οὐσίας ἑτοίμως. ἔμπαλιν δ’ αὐτῆς ὅσα διὰ παχὺν καὶ γλίσχρον γίνεται χυμὸν, δυσδιαφόρητα δεινῶς ὑπάρχει. τὰ δ’ ἐν τῇ προκειμένῃ καταστάσει γεγενημένα χαῦνά τε ἦν, τουτέστι μαλακὰ καὶ ὑπείκοντα τοῖς δακτύλοις καὶ κατὰ τὴν ἐπίθροισιν αὐτῶν βοθρούμενα καὶ μετὰ φλεγμονῆς, ὅπερ ἐστιν οὐ μετὰ φλογώσεως, ἀνώδυνά τε διὰ τὸ μηδέτερον αὐτοῖς συνεῖναι τῶν τὰς ὀδύνας ἐργαζομένων· ἔστι δὲ ταῦτα τάσις τῶν σωμάτων καὶ δυσκρασία σφοδρά. τάσις μὲν οὖν γίνεται διὰ τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἐμφρασσομένους δυσλύτως τοῖς πάσχουσι μέρεσι· δυσκρασία δ’ ἰσχυρὰ, διὰ τὸ θερμοὺς ἄγαν ἢ ψυχροὺς ὑπάρχειν αὐτοὺς, ὥστ’ εἰκότως ἀνώδυνα τὰ χαῦνα καὶ χωρὶς ἑλκώσεώς ἐστιν οἰδήματα, διότι δὲ τοιαῦτ’ ἦν καὶ ῥᾳδίως ἐλύετο, διὰ ταῦτ’ οὐκ ἐξεπύησεν, ὥσπερ τὰ ἐπ’ ἄλλαις προφάσεσιν. ὀνομάζει δὲ προφάσεις ὁ Ἱπποκράτης ἐνίοτε μὲν ὡς ἔθος ἐστὶ τοῖς πολλοῖς, ἐπὶ τῶν ψευδῶς λεγομένων αἰτίων φέρων τοὔνομα, πολλάκις δὲ τὰς φανερὰς αἰτίας οὕτως καλεῖ, καί ποτε καὶ πάσας τὰς ἁπλῶς, ἀλλὰ νῦν γε τὰς ἐπὶ ἄλλαις προφάσεσιν ἐκπυήσεις εἴρηκεν, ὅσας ἐδίδαξεν αὐτὸς ἐν πυρετοῖς γινομένας, ἐν οἷς μὲν ἠθροισμένοι εἰσὶ χυμοὶ πολλοὶ παχεῖς καὶ ὠμοὶ, διὰ δὲ τὴν σφοδρότητα καὶ τὴν ὀξύτητα καὶ τὸ πλῆθος τῆς θερμασίας τῆς πυρετώδους ἀναφέρονται πρὸς τὴν κεφαλὴν, εἶτ’ ἀποτιθεμένης αὐτοὺς τῆς φύσεως εἰς τοὺς ἐπὶ τοῖς ὠσὶν ἀδένας αἱ καλούμεναι γίνονται παρωτίδες. οὔτ’ οὖν τοιαύτη τις ἦν περιουσία χυμῶν εἰς τὴν νῦν γενομένην κατάστασιν καὶ φθάσαντα διεφορήθη τὰ συστάντα παρὰ τοῖς ὠσὶν οἰδήματα, διὰ τὸ πνευματώδες τῆς οὐσίας. εὔδηλον οὖν ὅτι τὰ μὲν καυσώδη κατὰ τὴν ἀρχὴν τοῦ ἦρος ἐγένετο τῶν βορείων πνευσάντων, αἱ δ’ εἰρημέναι παρωτίδες ἐν τῷ λοιπῷ παντί. μετριώταται δ’ ἦσαν εἰκότως δι’ ἃς εἶπον αἰτίας, ὥστε καὶ ὀρθοστάδην ὑπ’ αὐτῶν ἐνοχλεῖσθαι τοὺς ἀνθρώπους, ὅπερ ἐστὶ φέρειν αὐτὰς ἀλύπως περιερχομένους καὶ πράσσοντας τὰ συνήθη καὶ μὴ καταναγκαζομένους κλινήρεις γίνεσθαι, καθάπερ ἐν τοῖς σφοδροτέροις νοσήμασι. τά τε γὰρ ἄλλα καὶ οὐδ’ ἐπύρεσσον ἀξιολόγως, ἀλλ’ εἰ καὶ πού τις ἐξ αὐτῶν ἐγένετο θερμότερος, ἐπὶ βραχὺ τοῦτ’ ἔπασχε, διὰ τὴν τοῦ πλεονάσοντος, ὡς εἴρηται, χυμοῦ φύσιν, ἀερώδους τοῦ πλέονος ὄντος καὶ ψυχροῦ.
§1.12
Κοινὸν τοῦτο αἴτιον ἐπὶ πάντων τῶν ἀποσκημμάτων ἐπίστασθαι χρὴ λελεγμένον ὑπ’ αὐτοῦ δι’ ἄλλων, ὡς οἱ μὲν θερμότεροι τῶν χυμῶν εἰς τὰ μετέωρα τοῦ σώματος ἀποσκήπτουσιν, οἱ δὲ ψυχρότεροι κάτω. ἐπεὶ τοίνυν ὁ πλεονάσας ἐν τῇ καταστάσει χυμὸς ὑπόψυχρός τε καὶ ἀερώδης ἦν ἐν τῷ μέσῳ τὴν φύσιν καθεστὼς τῶν τ’ ἄνω ῥᾳδίως φερομένων καὶ τῶν κάτω ῥεπόντων, διὰ τοῦτο μόνοις τοῖς θερμοτέροις τὴν κρᾶσιν ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὸ ἐπιτήδευμα τὴν ὁρμὴν ἔσχε τὴν κεφαλήν. ἴσμεν δ’ ὅτι τὰ μειράκια διὰ τὴν ἡλικίαν, οὐ διὰ τὸ ἐπιτήδευμα θερμὰ, καθάπερ γε καὶ ἀκμάζοντες. οἱ δὲ περὶ παλαίστραν καὶ γυμνάσια διατρίβοντες ἐκ τῶν ἐπιτηδευμάτων. εἰκότως γοῦν ὀλίγαις γυναιξὶν ἐγένετο, ταῖς δηλονότι νέαις τε καὶ φύσει θερμοτέραις καὶ μὴ πάνυ τι βίον ἀργὸν ἐζηκυίαις.
§1.13
Τίνες μὲν αἱ ξηραὶ βῆχές εἰσιν αὐτὸς ἐδήλωσεν εἰπὼν, οὐδὲν ἀνάγουσι. γίνονται δ’ αὖται ποτὲ μὲν τραχύτητος μόνης τῶν κατὰ τὴν φάρυγγα καὶ λάρυγγα μορίων οὐδεμιᾶς ἐν τῷ πνεύμονι περιουσίας ὑγρῶν οὔσης. οὗτοι μὲν οὖν οὐδὲν ἀναπτύουσι τῷ μηδ’ ὅλως ἔχειν τι περισσὸν ἀναγωγῆς τε καὶ κενώσεως δεόμενον. ἕτεραι δὲ βῆχες γίνονται ξηραὶ διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων, ἐφ’ ὧν οὐδ’ αὐτῶν ἐστί τι ἀναπτυσθῆναι δεόμενον, ἄλλαι δ’ αὖ γίνονται μὲν ὑγρῶν περιεχομένων αὐτοῖς ἐκκριθῆναι δεομένων, ἀλλ’ οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίσχρα τ’ εἶναι καὶ παχέα καὶ δυσαπολύτως ἐμπεπλάσθαι τοῖς κατὰ τὸν πνεύμονα βρόγχοις, ὅπερ ἐπὶ τῶν ἀπτύστων ὀνομαζομένων γίνεται πλευριτίδων, ἢ τῷ τὸ καταφερόμενον ὑγρὸν ἀπὸ τῆς κεφαλῆς λεπτὸν εἶναι κατὰ τὴν σύστασιν, οἷόν περ τὸ ὕδωρ. φθάνει γὰρ τὸ τοιοῦτον ἐν τῷ καταφερέσθαι διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας ἐν τῷ πνεύμονι χεῖσθαι πρὶν ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἀνενεχθῆναι πνεύματος, ὅπερ καὶ τότε τοῖς Θασίοις ἔοικεν εἶναι, πεπληρωμένης μὲν ὑπὸ τῆς νοτίου καταστάσεως τῆς κεφαλῆς αὐτῶν, ἐπιπεμπούσης δὲ ῥεῦμα τοῖς κατὰ θώρακα πᾶσι χωρίοις. ὅτι δὲ τοιαύτη ἦν ἡ βὴξ μαρτυρεῖ καὶ τὸ συνεδρεῦον αὐτῇ σύμπτωμα. βραγχώδεις γὰρ, φησὶν, οὕτω βήσσοντες ἐγένοντο, διαβρεχομένων δηλονότι τῶν ὀργάνων τῶν φωνητικῶν πρὸς τῆς καταφερομένης ὑγρότητος, ὡς ἐν τοῖς περὶ φωνῆς ἐπιδέδεικται.
§1.14–1.36
§1.14
Τοῦ κατενεχθέντος ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα μέρος τι κατὰ τὴν κοινωνίαν τῶν ὀργάνων εἰς τοὺς ὄρχεις ἀφίκετο. λέλεκται δ’ αὐτῷ περὶ τῆς κοινωνίας τῶν γεννητικῶν μορίων πρὸς τὰ κατὰ θώρακα δι’ ἑτέρων γραμμάτων. ἀλλὰ τοῦτό γε τὸ κατασκῆψαν εἰς τοὺς ὄρχεις κακοηθέστερον ἦν ἤδη, οὐκέθ’ ὁμοῖον τῷ ἐξ ἀρχῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι διασεσηπὸς ἐν τοῖς κατὰ πνεύμονα χωρίοις. εἰκότως τοιγαροῦν αἱ κατὰ τοὺς ὄρχεις φλεγμοναὶ μετ’ ὀδύνης ἐγίνοντο καὶ οὐχ ὥσπερ αἱ παρωτίδες ἀνώδυνοι. τοῦ δ’ ἤτοι τὸν ἕτερον ὄρχιν ἢ ἀμφοτέρους δέξασθαι τὴν περιουσίαν τῶν ὑγρῶν αἴτιον ἦν τὸ ποσόν. ἐν αὐτοῖς γὰρ ὀλίγον ἀφίκετο, κατὰ τὸν ἕτερον ὄρχιν ἐστηρίζετο· οἷς δὲ πλέον, κατ’ ἀμφοτέρους.
§1.15
Τοὺς πλεονάσαντας χυμοὺς ἔφαμεν οὔτε θερμοὺς ἰσχυρῶς οὔτε ψυχροὺς ἅγαν εἷναι, μεταξὺ δ’ ἀμφοῖν τῇ φύσει καὶ μέσους τῇ κράσει, ὥστε παρά τε τὰς ἡλικίας καὶ τὰς φυσικὰς κράσεις καὶ τὰ ἐπιτηδεύματα τῶν νοσούντων, τοῖς ἐπὶ τὸ θερμότερον ἔῤῥεπε καὶ κατὰ τοῦτ’ ἐπύρεξαν, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐφύλαξαν κρᾶσιν, οὐχ ἱκανὴν οὖσαν ἐγεῖραι πυρετούς.
§1.16
Κατὰ πάντων ὦν εἶπεν ἐπιπεφώνηκε τοῦτο. προειρήκει δὲ βῆχάς τε καὶ φωνὰς βραγχώδεις καὶ ἀποστάσεις εἰς ὄρχιν καί τισιν αὐτῶν καὶ πυρετούς. ταῦτ’ οὖν φησι τὰ συμπτώματα τοῖς πλείστοις τῶν καμνόντων ἐπιπόνως συμβῆναι, τουτέστιν οὐκ εὐφόρως, οὐδ’ ὥστε ῥᾳδίως ἀνέχεσθαι περιιόντας ὀρθοστάδην, ἀλλὰ τοὺς πλείστους αὐτῶν γενέσθαι κλινήρεις, ὡς ἂν ἀεὶ καὶ μᾶλλον ἐν χρόνῳ προϊόντι τῶν ἠθροισμένων περιττωμάτων δριμυτέρων τε καὶ κακοηθεστέρων γινομένων. αἱ γάρ τοι νότιοι καταστάσεις χρονίζουσαι σηπεδόνας ἐργάζονται, καὶ μάλισθ’ ὅταν ὦσιν ὑγραί. τῆς δὲ νῦν καταστάσεως οὐ γενομένης ὑγρᾶς μέχρι πλείστου μὲν οὐδὲν ἀνιαρὸν ἔπασχον τὰ σώματα, τῷ χρόνῳ δ’ εἰς τὸ πάσχειν ἀφίκετο, καὶ τοιαῦτα συνέβη τισὶν αὐτῶν ὕστερον, οἷα κατ’ ἀρχὰς εὐθέως πᾶσιν ἦσαν, εἰ νότιος κατάστασις ὑγρὰ ἐγένετο.
§1.17
Διχῶς ἐστὶν ἐν τοῖς ἀντιγράμμασιν εὑρεῖν τὴν κατ’ ἰητρεῖον φωνήν· ἐν τισὶ μὲν, ὡς εἴρηται νῦν, τῆς ἐσχάτης συλλαβῆς διὰ τοῦ ο γραφομένης, ἐν τισὶ δὲ διὰ τοῦ η σημαινούσης, τῆς μὲν προτέρας γραφῆς τὰ κατὰ τὸ ἰητρεῖον πραττόμενα, τῆς δὲ δευτέρας γραφῆς τὰ κατὰ τὴν ἰατρικὴν ὅλην, ὡς ἤτοι τῶν κατὰ τὸ ἰητρεῖον ἔργον ἐπὶ τοῖς κάμνουσι γινομένων ἔξω καθεστηκέναι τοὺς Θασίους, ἢ τῶν καθ’ ὅλην τὴν ἰατρικὴν τὰ προειρημένα πασχόντων τῶν καμνόντων. καθ’ ἑκατέραν δὲ τήν τε γραφὴν καὶ τὴν διάνοιαν φαίνεται τὸ μετρίως ἐνοχληθῆναι τοὺς ἀνθρώπους ἐν τῷ χρόνῳ τοῦ ἦρος, ὡς ἂν τῆς τὰς νόσους ἐργαζομένης αἰτίας οὐδέπω τι κακόηθες ἐχούσης, ὃ προϊόντος ἔσχε τοῦ χρόνου.
§1.18
Οὓς ἔμπροσθεν εἶπον βήσσειν μὲν, ἀνάγειν δὲ οὐδὲν ἐν τῷ ἦρι, τούτους ἐν τῷ θέρει φησὶ καὶ τῷ μετὰ θέρος χρόνῳ φθινώδεις γίνεσθαι, συμφωνοῦν τι τοῦτο ἀεὶ τοῖς ὁρωμένοις διηγούμενος. ὅσα γὰρ ἀπὸ κεφαλῆς ῥεύματα, βηχώδεις μὲν καὶ βραγχώδεις κατ’ ἀρχὰς ἐργάζεται τοὺς ἀνθρώπους, ἐν δὲ τῷ χρόνῳ προϊόντι μὴ καθίσταται, ταῦτα τὴν ἑτέραν διαφορὰν τῶν φθίσεων ἐργάζεται. δύο γὰρ αὐτῶν εἰσὶν αἱ μέγισται διαφοραὶ, μία μὲν ἐκ τῶν ἀπὸ τῆς κεφαλῆς ῥευμάτων συνισταμένη, ἑτέρα δὲ ἡ ἐκ τῶν κατ’ αὐτὸν τὸν πνεύμονα παθῶν ὁρμωμένη, τοὐπίπαν μὲν ἐπὶ ταῖς τοῦ αἵματος πτύσεσι, μάλισθ’ ὅταν ἀγγεῖον ῥαγῇ, πολλάκις δὲ καὶ ῥευματισθέντος τοῦ σπλάγχνου, διά τινα ἄλλην αἰτίαν ἐκ μορίων ἑτέρων, οὐκ ἐκ τῶν ἐκ τῆς κεφαλῆς. εἰ μὲν οὖν ἐπὶ τῷ ἦρι νοτίῳ γινομένῳ, τὸ θέρος εἰς βόρειον μετέπεσι κατάστασιν, οὐκ ἂν ἐξηλέγχθησαν οἱ φθινωδῶς ὑποφθειρόμενοι καὶ τελέως ἐγένοντο φθινώδεις. ἐπεὶ δ’ οὐ μόνον οὐ μετέπεσεν ἡ νότιος κατάστασις ἐπὶ τὸ βόρειον, ἀλλὰ καὶ τὸ πλεῖστον τοῦ θέρους ἐπινέφελον ἐγένετο, διὰ τοῦτο τὰ ἀπὸ τῆς κεφαλῆς ῥεύματα παρέμενον, οἵ τ’ ἐν τῷ ῥεύματι χυμοὶ πάντες καὶ μάλιστα κατὰ τὸν πνεύμονα διεσάπησαν, ὥστε μηδὲν ἐλλείπειν εἰς ἀκριβοῦς φθίσεως γένεσιν.
§1.19
Φθινώδεις ὀνομάζουσιν οἱ παλαιοὶ τῶν ἰατρῶν ὅσοι καὶ φθινώδη νόσον, ἣν καὶ φθόην τινὲς ὀνομάζουσιν, ἐπιτήδειοι παθεῖν. τοιοῦτοι δ’ ὑπάρχουσι φανερώτατον, ὅταν ὁ θώραξ στενὸς καὶ ἀβαθὴς εἰς τοιοῦτον, ὡς τοὺς ὠμοπλάτας ἐξέχειν ὀπίσω δίκην πτερύγων, ἐντεῦθεν δὲ καὶ πτερυγώδεις ὀνομάζουσι τοὺς τοιούτους. ἀλλὰ καὶ ὅσοι τὴν κεφαλὴν εὐπλήρωτοί τέ εἰσι καὶ ῥεύματα πολλὰ τοῖς ἀναπνευστικοῖς μορίοις ἐπιπέμπουσαν ἔχουσι καὶ οὗτοι φθινώδεις ῥᾷστα γίνονται. συνελθόντων δ’ εἰς ταυτὸν ἀμφοῖν, τῆς τε κατὰ τὸν θώρακα διαπλάσεως καὶ τῆς κατὰ τὴν κεφαλὴν ἀσθενείας, ἀκριβῶς αἱ τοιαῦται φύσεις φθινώδεις εἰσὶ κατ’ ἀμφοτέρας τῆς φύσεως τὰς αἰτίας. καὶ γὰρ οἱ ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα ῥευματιζόμενοι τῷ χρόνῳ φθινώδεις γίνονται καὶ ἀναῤῥήγνυτα πολλάκις αὐτοῖς ἀγγεῖον ἐν τῷ πνεύμονι διά τε τὴν στενότητα τοῦ σπλάγχνου καὶ τὴν ἀσθένειαν. τοιοῦτοι μέν τινες οἱ φθινώδεις. εἰρηκότος δὲ τοῦ Ἱπποκράτους, ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι, πολλοῖσιν ἐβεβαίωσε τότε, τουτέστι κατὰ τὸ θέρος, εἶτ’ ἐπιφέροντος, ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον, τουτέοισιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἤ μοι δοκεῖ τὸ εἰρημένον εὔλογον εἶναι. πολὺ γὰρ οὖν πιθανώτερον ἐν τῷ ἦρι τοὺς τοιούτους ἄρχεσθαι μᾶλλον ἢ κατὰ τὸ θέρος. οἱ γὰρ ἐπιτήδειοι πάθεσιν ἁλίσκεσθαί τισιν ἑτοιμότερον τῶν ἀνεπιτηδείων αὐτοῖς περιπίπτουσιν. ἔοικεν οὖν ὥσπερ καὶ ἄλλα τινὰ κατὰ τῶν ἐπιδημιῶν τὰ βιβλία ταυτὶ τὴν τάξιν ἠλλαγμένην ἔχειν, τοῦ γράψαντος αὐτὰ πρώτου σφαλέντος, εἶτα φυλαχθείσης τῆς ἁμαρτίας, οὕτως καὶ ταύτῃ τῇ ῥήσει συμβεβηκέναι καὶ εἶναι τὸ συνεχὲς τῇ λέξει τοιόνδε. ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε, οἷσιν ἔῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. εἶτ’ ἐφεξῆς, ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον τότε. καὶ μετὰ τοῦτο ἐφεξῆς·
§1.20
Τῶν φθινωδῶν δηλονότι. τοῦτο γὰρ ἀκοῦσαι χρὴ, κατὰ τὸν εἰρημένον τρόπον τῆς ῥήσεως ὅλης γεγραμμένης· καὶ γὰρ αὖ καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς εἰρημένα πάντα φθινωδῶν ἐστι κοινά. μαθήσῃ δὲ προσέχων τὸν νοῦν ταῖς ῥήσεσιν, ὧν πρῶτον ἄρξομαι τῆς ἐφεξῆς γεγραμμένης.
§1.21
Τοὺς φθινώδεις φησὶ παρὰ τὸ εἰωθὸς ἀποθανεῖν ὀξύτερον. εἶθ’ αὐτὸς ἐφεξῆς ἐρεῖ τὴν αἰτίαν, ἔνθα φησὶ, ἦν δὲ τοῖς πλείστοισιν αὐτῶν παθήματα τοιάδε. φρικώδεες πυρετοὶ, ξυνεχέες, ὀξέες. οὐ γὰρ εἰθισμένον τοῦτο συνυπάρχειν ταῖς φθίσεσι, ὃ φαίνεται τότε γεγενημένον. αἰτία δὲ τοῦ συνελθεῖν εἰς ταὐτὸ ἄμφω, τήν τε φθίσιν καὶ τὸν τοιοῦτον πυρετὸν, ἡ τῆς γενομένης καταστάσεως πρὸς τὰ σώματα πάσχοντα σχέσις. ἐλέχθη γάρ μοι καὶ μικρὸν ἔμπροσθεν ἐκείνους ἁλῶναι μάλιστα τοῖς ἀπὸ τῆς κεφαλῆς κατάῤῥοις, ὅσοι θερμότεροι τὴν κρᾶσιν ἦσαν, οὗτοι γὰρ καὶ μάλιστα ἐπληρώθησαν τὴν κεφαλὴν ἐν τῇ τοῦ νότου καταστάσει. τοῖς αὐτοῖς δὲ τούτοις ἐπὶ πλέον ἐκταθείσης τῆς νεφελώδους διαθέσεως συνέβη σαπῆναι τοὺς ἐν τῷ σώματι χυμοὺς, κᾀντεῦθεν συνέβη κακοήθεια τῶν πυρετῶν. οἷς δ’ ἧττον ἦν ἡ κρᾶσις θερμὴ, τούτοις οὐχ ἡ τῶν χυμῶν σῆψις οὔθ’ ἡ τῆς κεφαλῆς πλήρωσις ἐγένετο, πλὴν ὀλίγοις τισὶν αὐτῶν ἐπὶ προήκοντι τῷ χρόνῳ. ὃ γὰρ ἐν ὀλίγῳ χρόνῳ πάσχουσιν αἱ παθεῖν ἐπιτήδειοι φύσεις, τοῦτο ἐν πλείονι ταῖς ἄλλαις συμβαίνει. καὶ οὐδὲν ἦν θαυμαστὸν ἐπὶ νοτίῳ τῇ πρόσθεν καταστάσει τὸ θέρος οὐ νότιον μόνον, ἀλλὰ καὶ νεφελῶδες γενόμενον ἐργάσασθαί τινα σῆψιν χυμῶν, οὐ μόνον ἐν τοῖς θερμοτέροις, ἀλλὰ καὶ ἐν ψυχροτέροις σώμασιν.
§1.22
Ἄλλα φησὶ νοσήματα χωρὶς τοῦ φθινωδικῶν, ὑπὲρ ὧν ὁ λόγος ἦν αὐτῷ, καίτοι μακρότερα γενόμενα καὶ μετὰ πυρετῶν, ὅμως εὐφόρως ἠνέχθη, καὶ εἴρηται ἡ αἰτία μικρὸν ἔμπροσθεν ὑφ’ ἡμῶν, ὅτι τούτοις ἧττον κακοήθης ὁ χυμὸς ἐκ τῆς σήψεως ἐγίνετο.
§1.23
Εἴρηται τούτου μικρὸν ἔμπροσθεν ἡ αἰτία, τὴν κρᾶσιν τοῦ σώματος ἡμῶν αἰτιασαμένων, δι’ ἧς τοῖς φθινώδεσιν ἑάλωσαν νοσήμασι καὶ τοῖς κακοήθεσι πυρετοῖς, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.
§1.24
Τοῖς πλείστοις τῶν φθινωδῶν ὑπὲρ ὧν ἐποιεῖτο λόγον παθήματα γενέσθαι φησὶν ἃ κατέλεξεν αὐτὸς ἐφεξῆς, καλοῦσι δὴ παθήματα πάντες οἱ Ἕλληνες, ὅσα παρὰ φύσιν ἐν τοῖς σώμασιν γίνεται· μέμνηται δὲ πρῶτον μὲν αὐτῶν τοῦ φρικώδεες [φησὶν ἦσαν οἱ πυρετοὶ], σημαίνει δὲ τοῦτ’ αὐτὸ τὸ μέχρι πλείστου τῆς ἀναβάσεώς τε καὶ ἐπιδόσεως καλουμένης τοῦ παροξυσμοῦ, τὰς φρίκας γενέσθαι τοῖς νοσοῦσιν. οὐ γὰρ δὴ τούς γε κατὰ τὴν ἀρχὴν τῆς ἐπισημασίας φρικώδεις γενομένους οὕτως ὠνόμασεν, ἀλλ’ ἐφ’ ὧν ἐπὶ πλεῖστον ὅλου τοῦ παροξυσμοῦ τὸ τῆς φρίκης ἐκτέταται σύμπτωμα. καὶ γίνεται διττῶς,· ἐνίοτε μὲν ἀναδιπλώσεις ποιούσης τῆς ἐπιτάσεως, ἐνίοτε δ’ αὐτὸ τοῦτο μόνον, ἀνώμαλον ἀνάβασιν. ἡ διαφορὰ δέ ἐστιν ἐν τῷ ποσῷ τοῦ χρόνου. βραχέσι μὲν γὰρ πάνυ διαλείμμασι διοριζομένων ἀπ’ ἀλλήλων τῶν φρικωδῶν κινήσεων, ἀνώμαλός τε καὶ φρικώδης κίνησις λέγεται. μειζόνων δὲ τῶν διαλειμμάτων ὄντων ἀναδίπλωσις γίνεταί τε καὶ ὀνομάζεται τὸ τοιοῦτον σύμπτωμα. καὶ γίνεται μάλιστα αὕτη κατὰ τοὺς ἡμιτριταίους ὀνομαζομένους πυρετοὺς, διὸ καὶ τρεῖς ὡς τὸ πολὺ καὶ τέτταρες εἰσίν. δέδεικται δὲ τοῦτο ἡμῖν ἐν τοῖς περὶ πυρετῶν λογισμοῖς, ὁ ἡμιτριταῖος ἐπ’ ἀνωμάλῳ συνιστάμενος χυμῷ τὸ μέν τι πικρόχολον δριμὺ, τὸ δέ τι φλεγματῶδες σηπόμενον ἔχοντι. τοιούτους οὖν τότε συνεδρεῦσαί φησι τοὺς φρικώδεις πυρετοὺς διὰ τὴν γενομένην κατάστασιν, ὡς προείρηταί μοι. συνεχέας δ’ αὐτοὺς ὠνόμασεν, ἐνδεικνύμενος τὸ μὴ λήγειν εἰς ἀπυρεξίαν, ὃ δὴ καὶ αὐτὸς ἐξηγούμενος ἐρεῖ, τὸ μὲν ὅλον οὐ διαλείποντες. διαλείποντας γὰρ ἐκείνους ὀνομάζουσιν ἰδίως πυρετοὺς, ὅσοι μετὰ τὴν ἀκμὴν ἀπυρεξίαν τινὰ φέρουσιν, ὅσοι δ’ αἰσθητὴν μὲν ποιοῦνται παρακμὴν, ἀπυρεξίαν δὲ οὐδεμίαν ἔχουσιν, ὀξεῖς καὶ συνεχεῖς καλεῖ, τὴν μὲν ὅλην περίοδον ἔχοντας ὀκτὼ καὶ τεσσαράκοντα ὡρῶν τοὐπίπαν, ὅσων ὥσπερ καὶ ὁ ἡμιτριταῖος, ἀλλ’ οὔτ’ εἰς ἀπυρεξίαν λήγοντας ἔν τε τῇ ἑτέρᾳ τῶν ἡμερῶν τῇ κουφοτέρᾳ φέροντας πάλιν ἕτερον παροξυσμὸν, μικρότερον μὲν θατέρου τοῦ τῆς ἄλλης περιόδου, οὐδὲ τὰς ἀναδιπλώσεις ἔχοντα, δυσεκθέρμαντον δὲ καὶ μόλις ἐπὶ τὴν ἀκμὴν ἀνιόντα. ἴδιον δ’ αὐτοῦ καὶ τὸ τὰς ἐφεξῆς τῇ πρώτῃ περιόδους οὔτε ἀλλήλαις τῇ πρώτῃ ἴσας γίνεσθαι κατὰ τὴν ὀξύτητα, παραυξάνεσθαι δὲ ἀεὶ καὶ σφοδρύνεσθαι μέχρι τῆς τοῦ νοσήματος ἀκμῆς.
§1.25
Ὅτι ταῦτα τὰ συμπτώματα κακοήθων ἐστὶ πυρετῶν ἐν τῷ προγνωστικῷ μεμαθήκαμεν.
§1.26
Ἀκρήτους ἐκκρίσεις εἴωθεν ὀνομάζειν τὰς ἀκριβῶς χολώδεις, ὅταν δὲ μεθ’ ὑγρότητος ὑδατώδους μιχθῇ καὶ ἐκκενοῦται, τὸν τοιοῦτον χυμὸν οὐκέτι ἄκρητον ὀνομάζει. ἐμάθομεν δὲ καὶ αὐτὸ τοῦτο περὶ τῶν ἀκράτων ἐκκρίσεων, ὧν εἶπε κακοήθειαν ἐν τῷ προγνωστικῷ καὶ περὶ τῶν λεπτῶν τὴν σύστασιν χυμῶν, ὅτι πάντες ἄπεπτοι καὶ δεόμενοι ῥωμαλέας φύσεως εἰς τὸ πεφθῆναι. δακνώδεις δ’ εἰκότως ἦσαν, εἴπερ γε καὶ χολώδεις καὶ ἄκρατοι. τοῦτο δ’ αὖ πάλιν εἵπετο τῷ δακνῶδες εἶναι, τὸ συνεχῶς ἐξανίστασθαι, ὥστε καὶ κατὰ τοῦτο τὸ σύμπτωμα κάμνειν τῶν νοσούντων τὴν δύναμιν.
§1.27
Καὶ περὶ τῶν οὔρων ἐμάθομεν ὅτι τὰ λεπτὰ καὶ ἄχροα καὶ ὀλίγα, ἢ πάχος ἔχοντα καὶ ὀλίγα, μοχθηρὰ, καθάπερ καὶ τὰ παχέα μὲν, ὑπόστασιν δ’ οὐδ’ ὅλως ἢ πάνυ σμικρὰν ἔχοντα. καὶ τοῦτο αὐτοῖς συμβαίνει, διὰ τὸ μὴ καλῶς καθίστασθαι. τοῦτο δ’ αὐτοῖς πάλιν ἐκείνοις γίνεται τοῖς πυρετοῖς, ἐν οἷς θερμασία πολλὴ καὶ φλογώδης τῶν ὠμῶν χυμῶν καὶ παχέων, ἐργάζεταί τινα ζέσιν. εἰκότως οὖν ἐπ’ αὐτῶν, ἢ οὐδ’ ὅλως γίνεται, ἢ καὶ αὐτὴ, καθάπερ αὐτὸς εἶπεν, ὠμὴ καὶ ἄπεπτος. λέλεκται δ’ αὐτῷ περὶ τῶν μοχθηρῶν ὑποστάσεων ἐν τῷ προγνωστικῷ.
§1.28
Ταῖς μὲν κακοηθεστάταις φθίσεσι καὶ οἷς ἐγγὺς ἦν θάνατος, οὐδ’ ἐπ’ ὀλίγον πέττεται τὰ πτυόμενα. ταῖς δ’ ἄλλαις, ὅσαι μετρίαι γε εἰς πλείονα χρόνον ἐκπίπτουσιν, δι’ αὐτὸ τοῦτο πέττεται καλῶς ἡ περὶ τοῦ πνεύμονος περιουσία τῶν χυμῶν καὶ ἀποπτύεται ῥᾳδίως. ἀλλὰ τούτος γε τοῖς γεγενημένοις φθινώδεσι οὐδὲν τούτων ὑπῆρχε. ἤτοι γὰρ παντάπασιν ἄπεπτον ἔπτυον, ἢ πεπεμμένον μὲν, μικρὸν δὲ καὶ κατὰ βραχὺ μόγις ἀναφερόμενον. εἴρηκε δὲ καὶ περὶ τῆς τοιαύτης πτύσεως ἐν τῷ προγνωστικῷ.
§1.29
Τὰ συμπτώματα προειπὼν, ὅσα τοῖς τότε φθινώδεσιν ἐφαίνετο περὶ τὴν φάρυγγα, τὴν αἰτίαν αὐτὸς προσέθηκεν ἐν τῷ φάναι, ῥεύματα σμικρὰ, δριμέα. διὰ γὰρ τὴν τῶν ῥευμάτων κακοήθειαν ἀπὸ τῆς κεφαλῆς δηλονότι καταφερομένων αἱ φάρυγγες ἐπώδυνοι μὲν ἦσαν, τῷ δάκνεσθαι δὲ πρὸς αὐτῶν ἔρευθος καὶ φλεγμονὴν ἔσχεν, ὅτι καὶ αὐτὸ ῥεῦμα θερμὸν ἦν, οὐδὲν ἦν θαυμαστὸν ἐν Θάσῳ τῶν ἄλλων φθινωδῶν, εἰ οὕτως ἔχοντες εἰς ἐσχάτην ἰσχνότητα παρεγένοντο.
§1.30
Ὅτι τοὺς ἀνορέκτους ἀσίτους ὀνομάζουσιν οἱ Ἕλληνες, τοὺς μὴ προσενηνεγμένους σιτία, τοὺς δ’ ἀπεστραμμένους προσίεσθαι καλοῦσιν ἀποσίτους. πρόδηλον δ’ ὅ τι καὶ τουτὶ τὸ τῆς ἀνορεξίας σύμπτωμα τοῖς φθινώδεσιν ἐγένετο τοῦ τὴν φάρυγγα καὶ τὸν πνεύμονα κακοῦντος ῥεύματος, μέρους τινὸς εἰς γαστέρα καταῤῥέοντος.
§1.31
Οὐ κατὰ τὴν κακοήθειαν τοῦ ῥεύματος, ἅπερ αὐτὸς ὠνόμαζε δριμέα, τουτὶ τὸ σύμπτωμα τοῖς φθινώδεσι συνέπεσε. διό μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐπισημαινόμενος αὐτῶν τὸ παράλογον αὐτὸς προσγράψαι τὸ ἄδιψοι. κακοηθείας γάρ ἐστι μεγίστης σημεῖον, ὅταν ἤτοι θερμοῦ καὶ διακαοῦς ὄντος τοῦ πυρετοῦ μὴ διψῶσιν ἢ ῥεύματος εἰς γαστέρα καταφερομένου δριμέος. καὶ δηλοῦται πρὸς τοῦ συμπτώματος ἡ αἰσθητικὴ τοῦ μορίου δύναμις ἀπολωλέναι καὶ νενεκρῶσθαι, εἴ γε τῆς κατὰ μέρος διαθέσεως οὐκ αἰσθάνεται.
§1.32
Οὐδὲ τοῦτο τοῖς ἄλλοις φθίνουσιν εἴωθε συμπίπτειν, ἀλλὰ διὰ τὴν κακοήθειαν τῶν τότε γενομένων πυρετῶν ἠκολούθησε τοῖς ἐν τῇ προκειμένῃ καταστάσει νοσήμασι.
§1.33
Εἰρήκει δὲ καὶ πρόσθεν ὡς τὸ φθινῶδες μόνον ὀλέθριον ἐγένετο καὶ ἡμεῖς τὴν αἰτίαν προσπαρεθήκαμεν. ἀκόλουθα τοίνυν ἐστὶν ἐκείνοις τά τε κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς φησίν·
§1.34
Καὶ τἆλλα ἃ περὶ τῶν οὔρων εἶπε, ὥσπερ γὰρ τὰ πρόσθεν ὅσα περὶ τῶν φθινωδῶν κατέλεξεν ἦν κακοήθη, οὕτω καὶ τὰ νῦν λεγόμενα πάνυ ἐστὶ μέτρια.
§1.35
Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπὶ τοὺς φθινώδεις αὐτὸν ἐν τῇδε τῇ ῥήσει μεταβεβηκέναι φασίν. ἐγὼ δὲ ἡγοῦμαι ἔτι περὶ τῶν ἄλλων πυρετῶν ὧν διηγεῖται κατὰ ταὐτὸ λέγεσθαι. πῶς γὰρ ἂν εἰρηκὼς ἔμπροσθεν ἐπὶ τῶν φθινωδῶν, ὡς ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος ἦσαν, ἐνταυθοῖ νῦν ἔλεγεν, οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τί δή ποτ’ οὖν ἔγραψεν ἐν τῷδε τῷ λόγῳ, βηχώδεες οὐ λίην. τοῦτο γάρ ἐστι τὸ τὴν φαντασίαν παρασχὸν τοῦ λέγεσθαι ταῦτα περὶ τῶν φθινωδῶν αὐτῶν. ἐγὼ δὲ νομίζω περὶ τῶν ἄλλων ἔτι πυρετῶν τοῦ λόγου γιγνομένου προσγεγράφθαι. γίνονται γὰρ βηχώδεις συνεισβαλλούσης τῆς βηχὸς αὐτοῖς λόγῳ συμπτώματος, οὐ μὴν φθινώδεις γε πάντως εἰσὶν οὗτοι. θαυμαστὸν οὖν οὐδὲν ἅμα πυρέσσειν ἄρξασθαί τινας τῶν Θασίων ἐπὶ τῇ προγεγραμμένῃ καταστάσει καὶ πληρωθείσης αὐτῆς τότε τῆς κεφαλῆς, συνελθόντος τοῦ πυρετοῦ τῇ καταστάσει βηχώδεις γενέσθαι. ἄλλ’ οὔτε λίαν αὐτοῖς ἐνώχλει τὸ σύμπτωμα, οὔτε τὰ βησσόμενα δυσχέρειαν εἶχεν, οὐ γὰρ ἦσαν οὗτοι φθινώδεις.
§1.36
Αὕτη πᾶσα ἡ ῥῆσις ἐπαγομένη τῇ προειρημένῃ τὴν φαντασίαν βεβαιοτέραν εἰργάσατο τοῖς πλείστοις τῶν ἐξηγητῶν, ὑπὲρ τοῦ καὶ τὴν ἔμπροσθεν ῥῆσιν ὑπὲρ τῶν φθινωδῶν αὐτῶν λελέχθαι. ἀλλ’ ὅτι μὲν ἐκείνην ἀδύνατόν ἐστιν ἐπ’ αὐτῶν εἰρῆσθαι, δέδεικταί μοι, δι’ ὧν ἀπεδείκνυον, ἀποσίτους μὲν ὠνομάσθαι πρὸς αὐτοῦ τοὺς φθινώδεις, οὐκ ἀποσίτους δὲ τούτους. ἡ δ’ ἐφεξῆς ῥῆσις ἡ νῦν προκειμένη κατὰ διττὸν ἂν τρόπον ἐξηγήσεως τύχῃ, καθ’ ἕνα μὲν ὧδέ πως ἡμῶν λεγόντων. ἀναλήψομαι δὲ τὴν προγεγραμμένην ῥῆσιν, εἶτα συνάψω τῇ νῦν, παρενθεὶς αὐτῇ μίαν συλλαβὴν ἕνεκα σαφηνείας, βηχώδεες οὐ λίην, οὐδὲ τὰ βησσόμενα δυσκόλως, οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τὸ μὲν γὰρ ὅλον ὑπενόσεον οἱ φθίνοντες, οὐ τὸν φθινώδεα τρόπον. ἐνδέχεται δι’ αὐτὸν οὕτως εἰρηκέναι περὶ τῶν ἄλλως πυρεσσόντων, γράφοντα κοινὸν σύμπτωμα τῶν νόσων ἐχόντων τὰ βηχώδη συμπτώματα, μὴ μέντοι καὶ αὐτῶν φθινόντων. ἐπαναλαβεῖν γὰρ αὖθις εἰκός ἐστι τὸν περὶ τῶν φθινωδῶν λόγον, εἰς ἀνάμνησιν τοῦ διαφέρειν τοὺς ἀῤῥώστους τούσδε, περὶ ὦν νῦν διέρχεται τῶν ἔμπροσθεν τῶν φθινωδῶν. καὶ γάρ τοι καὶ τὰ συμπτώματα πάλιν εἶπε τὰ αὐτὰ τοῖς ἔμπροσθεν εἰρημένοις. μία μὲν αὕτη παραμυθία τῆς κατὰ τήνδε τὴν ῥῆσιν ἐπαναλήψεως τοῦ περὶ τῶν φθινωδῶν λόγου, ἑτέρα δ’ ἣν ἴσμεν πολλάκις γιγνομένην ἐπὶ πολλῶν συγγραμμάτων. ἐνίοτε γὰρ ὑπὲρ ἑνὸς πράγματος διττῶς ἡμῶν γραψάντων, εἶτα τῆς μὲν ἑτέρας γραφῆς κατὰ τὸ ὕφος οὔσης, τῆς δ’ ἑτέρας ἐπὶ θάτερα τῶν μετώπων, ὅπως κρίνωμεν αὐτῶν τὴν ἑτέραν, ἐπὶ σχολῆς δοκιμάσαντες, ὁ πρῶτος μεταγράφων τὸ βιβλίον ἀμφότερα ἔγραψεν, εἶτα μὴ παρασχόντων ἡμῶν τὸ γεγονὸς, μηδ’ ἐπανορθωσαμένων τὸ σφάλμα, διαδοθὲν εἰς πολλοὺς τὸ βιβλίον ἀνεπανόρθωτον ἔμεινεν.
§1.37–2.7
§1.37
Τίνων δὲ τούτων κριθῆναί φησι τὸ νόσημα περὶ τὴν κ΄ ἡμέραν; ὅτι περὶ ὧν ἐποιεῖτο τὸν λόγον, ὡς ἐγώ φημι, τῶν ἄλλων νοσησάντων, οὐχὶ τῶν φθινόντων. ὁμολογεῖ δὲ τούτῳ καὶ τὰ ἐφεξῆς ἅπαντα. καὶ γὰρ ἄχρι τῆς ὀγδοηκοστῆς ἡμέρας ἐκταθῆναί φησι τὸ νόσημα τισὶν αὐτῶν, ἄλλοις δὲ πεπλανημένως τε καὶ ἀκρίτως ἐκλείπειν, καὶ τούτων τοῖς πλείστοισιν ὑποστρέψαι πάλιν. τοὺς δ’ ἐκ τῶν ὑποστροφέων πυρετοὺς ἐν ταῖς αὐταῖς περιόδοις πάλιν κριθῆναι καὶ πολλοῖς αὐτῶν καὶ μέχρι τοῦ χειμῶνος ἐκταθῆναι τὸ νόσημα. ταῦτα δὲ πάντα τοῖς ἀνωτέρω εἰρημένοις ὁμολογεῖν σαφῶς ἐστιν, ἐν οἷς ἔλεγε· κατὰ δὲ θέρος ἤδη καὶ περὶ φθινόπωρον, πυρετοὶ πολλοὶ, ξυνεχέες, οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν, οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν, ἐγένετο. ταῦτα μὲν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένοις ὑπ’ αὐτοῦ συμπτώμασιν· ὅσα δὲ περὶ τῶν φθινωδῶν εἶπεν οὐχ ὁμολογεῖ, μάθοις δ’ ἂν, εἰ ἀναμνησθείης βραχέος μορίου τῆς ὑπὲρ αὐτῶν διηγήσεως, ἔνθα φησίν· ἀπέθνησκον δ’ ὀξυτέρως ἢ ὡς εἴθισται τὰ τοιαῦτα διάγειν. τοῦτο μὲν γὰρ αὐτῷ περὶ τῶν φθινωδῶν εἴρηται, καί φησιν αὐτοὺς ὀξυτέρως ἀποθανεῖν. περὶ δὲ τῶν ἄλλως νοσησάντων ἐφεξῆς ἔγραψε τούτοις ὧδέ πως τά τ’ ἄλλα καὶ μακρότερα ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνησκον, περὶ ὧν γεγράψεται. ταῦτ’ οὖν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν τὴν τῶν πυρεξάντων διὰ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος. ἀλλὰ καὶ διὰ τὸ προειπεῖν μὲν αὐτὸν περὶ ὧν γεγράψεται, μηδεμίαν δ’ ἄλλην ἡμᾶς ἔχειν δεῖξαι γραφὴν, ὅτι μὴ τὴν νῦν προκειμένην ἐπ’ αὐτοῖς γενομένην, ἀναγκαῖόν ἐστι περὶ τῶν ἄλλως νοσησάντων, οὐ φθινωδῶς ἅπαντα τοῦτον αὐτῷ τὸν λόγον εἰρῆσθαι.
§1.38
Ἐσχάτη ῥῆσίς ἐστιν αὕτη τῶν εἰρημένων αὐτῷ περὶ τῆς πρώτης καταστάσεως, οὐδὲν μὲν πλέον διδάσκουσα, ἀνακεφαλαίωσιν δέ τινα ἔχουσα τῶν προειρημένων, ὅπερ εἴωθεν ὁ ἀνὴρ πολλάκις ποιεῖν.
§2.pr
Γαληνοῦ Προοίμιον. Ἐν τῷ πρὸ τούτου βιβλίῳ λέλεκται περὶ τῆς τῶν ὡρῶν εἰς ἄλληλα μεταβολῆς, εἴρηται δὲ καὶ ἡ κατὰ φύσιν ἑκάστης κρᾶσις, αἵ τε προθεσμίαι τῆς ἀρχῆς αὐτῶν καὶ τῆς τελευτῆς. ὡς ἂν οὖν ἐκείνων μεμνημένων ἡμῶν, ὅσα τῶν νῦν λεγομένων ἐξηγήσεως δεῖται, προσθήσω, στοχαζόμενος οὔτε μόνον ἐσχάτως ἀμαθῶν, οὔτε μόνων τῶν ἱκανὴν ἐχόντων τὴν παρασκευήν. πρὸς ἅπαντας γὰρ ὁ τοιοῦτος λόγος ἕξει μετρίως, τῶν δ’ ἄλλων ὁ μὲν τοῖς ἐσχάτως ἀμαθέσιν οἰκεῖος ἀνιάσει τοὺς ἐν ἕξει διὰ τὸ μῆκος. ὁ δὲ τούτοις ἐπιτήδειος ἀσαφὴς ἔσται τοῖς ἀμαθέσιν. ἀλλ’ οὐδὲ χρὴ τοῖς τοιούτοις ὑπομνήμασιν ἐντυγχάνειν ἀγαπῶντας, ἀλλὰ καὶ ἄλλως ἄλλο καὶ παρ’ ἄλλου ἀκούσαντες πλατύτερον πολλάκις ταὐτὰ καὶ ἄλλως πολλάκις ταῦτα δυνηθεῖεν ἄνευ παρακοῆς ἐκμανθάνειν τι χρηστόν.
§2.1
Τὸ φθινόπωρον εἶπον ἄρχεσθαι τῇ τοῦ ἀρκτούρου ἐπιτολῇ, γινομένῃ πρὸ τῆς φθινοπωρινῆς ἰσημερίας. τηνικαῦτα οὖν ἔφη γενέσθαι χειμῶνας μεγάλους πρὸ τοῦ δέοντος. τοῦτο γὰρ αὐτῷ τὸ οὐ κατὰ καιρὸν καὶ τὸ προεκρηγνύμενοι σημαίνει. τὸ μὲν οὖν οὐ κατὰ καιρὸν τοῦ προφθάσαι μόνον δηλωτικὸν ὑπάρχει, τὸ δὲ προεκρηγνύμενοι καὶ τὸ μεθ’ ὑετῶν ἀθρόως αὐτοὺς γενέσθαι.
§2.2
Ὅτι τῆς πλειάδος ἡ δύσις ὁρίζει φθινόπωρον εἴρηται πρόσθεν· ἀλλὰ καὶ ὅτι δύο μῆνές εἰσιν ἀπ’ ἀρκτούρου μέχρι πλειάδος, ὅτι τε μία ἐπισημασία κατὰ τὸ περιέχον ἀπ’ ἀρκτούρου γίνεται, δύο δ’ ἐπὶ πλειάδι, μία μὲν ὁπότε συνάπτει τῷ φθινοπώρῳ χειμὼν ἐπὶ τέλος οὖσα, ἑτέρα δὲ ὁπότε ἔαρ τῷ θέρει. τοῦ δ’ ἀρκτούρου τῆς ἐπιτολῆς μόνης οὐδὲ μνημονεύειν εἴωθεν Ἱπποκράτης, ἐπειδὴ κατ’ αὐτὸν ἀρχὴ μὲν γίνεται τοῦ φθινοπώρου, τελευτὴ δὲ τοῦ θέρους. εἴρηται δ’ ἔμπροσθεν ἤδη περί τε τῆς εἰς τὰς δ’ ὥρας διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ καὶ περὶ τῆς εἰς ἑπτὰ, καὶ ὅτι θέρος μὲν ὁρίζουσιν ἐπιτολῇ πλειάδος καὶ ἀρκτούρου καὶ ὡς ἐστὶν αὕτη μόριόν τι τῆς εἰς ἑπτὰ διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρους τεμνομένου, τριχῆ δὲ τοῦ χειμῶνος. εἴρηται δὲ καὶ ὡς οὐδὲν διαφέρει πλειάδα λέγειν ἑνικῶς ἢ πληθυντικῶς πλειάδας.
§2.3
Ἐφεξῆς τῇ πλειάδι χειμῶνος μνημονεύει, σαφῶς ἐνδεικνύμενος ὅρον εἶναι τοῦ φθινοπώρου τὴν πλειάδα. προσέχομεν οὖν αὐτῷ διηγουμένῳ περὶ τοῦ τότε γενομένου χειμῶνος.
§2.4
Πολλὰ λέγομεν ὕδατα γίνεσθαι κατά τινα καιρὸν, διὰ τὸ τοῦ χρόνου μῆκος, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταῤῥήσσοιτο. λέγομεν δὲ πολλὰ, κἂν ἐν ὀλίγῳ χρόνῳ ὑπέλθοι λάβρα. δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖσθαι, ἀλλ’ ὅταν γ’ ἐφεξῆς ἀλλήλλων εἴποι τις ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι, καθάπερ Ἱπποκράτης συνέγραψεν, ἀκουσώμεθα λάβρα μὲν τὰ ἐξαιφνίδια, σφοδρά τε καὶ ὀλιγοχρόνια, μεγάλα δὲ τὰ μήτ’ ἐξαιφνίδια μήτ’ ὀλιγοχρόνια παντάπασιν, ὥσπερ γε μηδὲ πολυχρόνια. σαφηνείας δ’ ἕνεκεν οὐδὲν κωλύσει καὶ μακροτέρα βραχεῖ χρήσασθαι διηγήσει. γιγνέσθω τοίνυν ἐξαίφνης ὑετὸς πάμπολυς ὥραις τρισὶν ἢ τέτρασιν, εἶτ’ εὐθέως παυέσθω, λάβρον τοῦτον ὀνομάσομεν. ἄλλος δέ τις κατὰ βραχὺ μὲν ἀρξάσθω, κατὰ βραχὺ δ’ αὐξηθήτω καὶ τοῦτο ταθήτω δι’ ὅλης ἡμέρας καὶ νυκτὸς, εἶτ’ ἀκμάσας πάλιν ἀφαιρείτω τοῦ πλήθους κατὰ βραχὺ δι’ ὅλης τῆς ὑστέρας ἡμέρας, εἶτα παυσάσθω, τὸν τοιοῦτον ὑετὸν οὐκ ἐροῦμεν λάβρον, ἀλλὰ μέγαν. ὁ τοίνυν χειμὼν ὃν διηγεῖται ποτὲ μὲν λάβρους ἔσχεν ὑετοὺς, ποτὲ δὲ μεγάλους ἐκ διαλειμμάτων, καθαροῦ δηλονότι γινομένου πολλάκις ἐν τῷ μεταξὺ τοῦ περιέχοντος. τοῦτ’ οὖν ὁμολογεῖ καὶ τὸ γεγραμμένον ὑπ’ αὐτοῦ, μιξαίθρια τὰ πλεῖστα. καὶ χίονας δέ φησι γεγενῆσθαι ἐν τῷ χειμῶνι, μὴ προσθεὶς αὐτὰς πολλὰς ἢ ὀλίγας, ὡς ἂν οὐδέτερον ἱκανῶς ἐσχηκυίας, ἀλλὰ κατὰ τῆς πόλεως ἔθος μᾶλλον γενομένας. διὸ καὶ προσέθηκεν αὐτὸς, οὐ λίην δ’ ἀκαίρως τὰ τῶν ψύξεων. καὶ τἄλλα δὲ τούτων ἐφεξῆς πάντα τὸν χειμῶνα ψυχρὸν καὶ ὑγρὸν γεγονέναι δηλοῖ, κατὰ φύσιν μόνον αὐτὸν γινόμενον τοιοῦτον, μᾶλλον δὲ τοῦ προσήκοντος ὑγρὸν τηνικαῦτα συμβάντα. καὶ μέντοι καὶ τὸ ἔαρ ὑδατῶδες, ψυχρόν τε καὶ βόρειον ἔφη γεγονέναι, πρὸς δὲ τούτῳ καὶ ἐπινέφελον, εἶτα τὸ θέρος μέτριόν πως, ἐφ’ οἶς πᾶσιν ἐν βορείοις τισὶ, περὶ ἀρκτοῦρον ὕδατα γενέσθαι πολλά. καὶ μετὰ ταῦτα τὸ κεφάλαιον ὅλης τῆς καταστάσεως ἐρεῖ κατὰ τὴν λέξιν· γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. οὐρανὸν εἴρηκε κατὰ τὸ τῶν ἰδιωτῶν ἔθος τὸν ὑπὲρ ἡμᾶς ἀέρα μέχρι τῆς χώρας τῶν νεφελῶν. ὁ δ’ ὑπὸ τῶν ἀστρονόμων τε καὶ φιλοσόφων οὐρανὸς ὀνομαζόμενος ἀπὸ τῶν κατὰ τὴν σελήνην ἄρχεται τόπων. λαίλαπας δὲ τοὺς ἐξαιφνιδίους καὶ σφοδροὺς ἀνέμους οἱ Ἕλληνες ὀνομάζουσι, καὶ μάλισθ’ ὅταν ὑετὸς ἅμα ἐν αὐτοῖς γίγνηται λάβρος.
§2.5
Δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν ὅτι εἴωθεν ὁ Ἱπποκράτης τῆς διηγήσεως τῶν γενομένων περὶ τὸν ἀέρα καταστάσεων ἄρχεσθαι κατ’ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον ἐκτραπῇ τῆς κατὰ φύσιν κράσεως, καὶ οὐκ ἀπὸ τοῦ λόγου ἐστὶ τοῦτο πράττειν τῷ μέλλοντι συνάψειν τῇ τοῦ περιέχοντος ἀέρος δυσκρασίᾳ τὰς τῶν ἐπιδημησάντων νοσημάτων ἰδέας. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήσατο, δῆλον ὅτι τὸ πρὸ αὐτοῦ θέρος ἐστὶ καὶ ἕπεται τῷ πρὸ αὐτοῦ. καὶ τοίνυν ὅσον ἐπὶ ταῖς ὥραις, κατὰ φύσιν ἔχοντα τὰ σώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ ψυχρὸν γενόμενον οὐδὲν εἰργάσατο φαῦλον, ἀλλ’ ἴσως ἕνια σώματα καὶ προσωφέλησεν, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσιν ὄντα κατὰ τὸ θέρος εἴωθεν εἰς ἀμετρίαν ἀφικνεῖσθαι. τούτων οὖν ὥσπερ ἴαμά τι τὸ φθινόπωρον ἐγένετο, ψυχρὰν καὶ ὑγρὰν ἔσχον τὴν κατάστασιν. οὐ μὴν οὐδὲ κατὰ τὸν χειμῶνα νόσος ἐπιδήμιος ἐγεννήθη διηγήσεως ἀξία. τοιοῦτον γὰρ ἐπισημαίνει λέγων, κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα· καὶ γὰρ ὁ χειμὼν ὑγρότερος μὲν ἐγένετο, ψυχρότερος δ’ οὐκ ἐπὶ πλέον ἢ κατὰ φύσιν αὐτῷ συμβέβηκεν εἶναι ψυχρῷ. διὸ δὴ καὶ διηγούμενος ὑπὲρ τῆς ἐν αὐτῷ καταστάσεως εἶπεν, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψύξεων. πρῶτον δὲ εὔλογον ἦν ἄρξασθαι νόσους ἐκ τῆς τοῦ περιέχοντος ἐπὶ πλέον ἐξαλλαγῆς, ἡνίκα φησὶν αὐτός· ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. ἔαρ γὰρ εὔκρατον εἶναι χρὴ, οὐ ψυχρὸν, ὥσπερ οὐδ’ ἐπινέφελον, οὐδ’ ὑδατῶδες. ὅτι δ’ ἀπὸ τῆς ἰσημερίας ἄρχεται τῆς μετὰ τὸν χειμῶνα τὸ ἔαρ ἐῤῥέθη ἡμῖν κατὰ τὸ πρόσθεν ὑπόμνημα, καὶ αὐτὸς δὲ σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ τὴν προκειμένην διήγησιν. εἰπὼν γὰρ ὅτι ὀπισθοχείμων, κἄπειτα προσθεὶς, ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίας, ἐφεξῆς προσέγραψεν, ἔαρ δὲ ψυχρὸν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. ἴδωμεν οὖν ὁποίᾳ τῇ καταστάσει τοῦ περιέχοντος ἠκολούθησε νοσήματα.
§2.6
Καὶ διὰ τί μὲν ἐν ἦρι τῶν ἐπιδημίων νοσημάτων ἡ γένεσις ἤρξατο προείρηται· διὰ τί δ’ ὀφθαλμίαι μᾶλλον τῶν ἄλλων παθῶν ἐγένοντο μάθοις ἂν εἰ τῆς ἐν αὐτῷ καταστάσεως ἀναμνησθείης. ψυχρότερον γὰρ ἔφη καὶ βόρειον καὶ ὑδατῶδες καὶ ἐπινέφελον γεγονέναι αὐτό. εἰ μὲν οὖν ὑπὸ τῶν ἀνέμων μόνον ἐπλήγησαν οἱ ὀφθαλμοὶ, χωρὶς ῥεύματος ἂν αἱ ὀφθαλμίαι συνέπεσον αὐτοῖς. ἐπεὶ δὲ μεθ’ ὑγρότητος πολλῆς ἐγένετο τὰ βόρεια πνεύματα, εἰκότως ῥοώδεις ἔφη τὰς ὀφθαλμίας γεγονέναι, τουτέστιν ὑγρὰς, ὡς ἀπὸ καταστάσεως ὑγρᾶς γεννηθείσας. ὀδυνώδεις δ’ ἑκατέρως ἦσαν καὶ μετὰ ῥεύματος συνιστάμεναι καὶ χωρὶς τούτου, τῷ διαμένειν τὴν ψύξιν. ἱκανὴ γὰρ καὶ αὕτη τοὺς ὀφθαλμοὺς ὀδυνώδεις ἐργάσασθαι. νυνὶ δ’ εἰκὸς αὐξηθῆναι τὰς ὀδύνας, τῆς ψύξεως τῶν ὀφθαλμῶν ἅμα τῷ κατ’ αὐτοὺς ῥεύματι συνελθούσης. ἄπεπτοι δὲ γίνονται καὶ χρόνῳ πολλῷ παρέμενον διά τε τὴν ὑγρότητα καὶ τὴν ψύξιν. τὸ γάρ τοι πέττεσθαι τοῖς ῥεύμασι γίνεται κρατουμένοις ὑπὸ τῆς ἐμφύτου θερμασίας. κρατεῖται δὲ ῥᾷον, ὅταν ὀλίγον τε ᾖ τὸ ὑγρὸν καὶ μὴ πάνυ ψυχρὸν, ὅταν δὲ πολὺ καὶ ψυχρὸν, δυσκόλως πέττεται. καὶ μὲν δὴ καὶ ἡ κατὰ φύσιν ἐν τοῖς ζώοις θερμότης ἰσχυρὰ μὲν οὖσα θᾶττον ἐκπέττει τὰς ἐν αὐτοῖς ὑγρότητας· εἰ δ’ ἀσθενὴς, μόγις ἐν χρόνῳ πλείονι περιγίνεται καὶ κρατεῖν δύναται τῶν ὑγρῶν. διὸ καὶ εἴ τινες ἐθεραπεύθησαν, ὑπέστρεφον αὖθις. ἠσθενηκότας γὰρ ἐν ταῖς ὀφθαλμίαις τοὺς ὀφθαλμοὺς τὸ περιέχον ψυχρὸν καὶ βόρειον ὑδατῶδες καὶ ἐπινέφελον γενόμενον εἰκότως ἔβλαπτε. εἴωθε δὲ ταῖς τοιαύταις ὀφθαλμίαις λημία γίνεσθαι μικρὰ, μόγις ἐκπίπτουσα διὰ τὴν πύκνωσιν τῶν χιτώνων, ἣν ἐκ τῆς τοῦ περιέχοντος ψυχρότητος ἔσχον. ὅλῳ μὲν οὖν τῷ ἦρι χείρους ἀναγκαῖον ἦν ἐν αὐτῷ γίνεσθαι τοὺς ὀφθαλμοὺς, ἐν δὲ τῷ θέρει τὴν γενομένην ἐν αὐτοῖς σκιῤῥώδη διάθεσιν ἐς πέψιν ἀχθῆναι κατὰ βραχύ. τὰ γὰρ ἐν χρόνῳ κατασκευασθέντα νοσήματα, καὶ μάλιστα ὑπὸ ψυχρῶν τε καὶ ὑγρῶν, οὐκ ἐνδέχεται λυθῆναι ταχέως. εἰκότως οὖν ἔφη τελέως παύεσθαι τὰ κατὰ τοὺς ὀφθαλμοὺς πάθη κατὰ τὸ φθινόπωρον.
§2.7
Οὐ ταῦτα μόνον ἐγίνετο νοσήματά τε καὶ συμπτώματα τοῖς Θασίοις, ἀλλὰ καὶ ἄλλα τινὰ περὶ ὧν ἐφεξῆς ἐρεῖ. ποικιλώτατα γὰρ ἐνόσησαν, ἑτερογενέσι περιπεσόντες νοσήμασι. τὸν κοινὸν δ’ οὖν λόγον, ὃς καὶ πρὸς τὸ μὴ νοσεῖσθαι πάντας τοὺς ἐν τοιαύτῃ καταστάσει γενομένους ἐστὶ χρήσιμος, ἐρῶ πρότερον, εἶθ’ ἑξῆς ἐπὶ τὰ κατὰ μέρος ἀφίξομαι νοσήματα. σκοπεῖσθαι δεῖ ἐν πάσαις ταῖς καταστάσεσι τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων, ὅπως ἔχει σχέσεως πρὸς τὴν κατάστασιν. ἤτοι γὰρ εὐάλωτον ἢ δυσάλωτον ἣ μετρίως ἔχοντα πρὸς αὐτὴν εὑρήσεις αὐτά. εἶθ’ ἑξῆς ἁρμόσεις τά τ’ ἐπιτηδεύματα καὶ σύμπασαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταστάσει. τὸ μὲν οὐκ εὐάλωτόν τε καὶ δυσάλωτον εἷναι τὸ σῶμα τοῖς ἔξωθεν αἰτίοις εἴρηται πολλάκις ἡμῖν, διά τε τῶν ὁμοιότητα καὶ τὴν ἀνομοιότητα τῆς κράσεως γενέσθαι. τῆς γὰρ ὑγείας ἐκ συμμετρίας γινομένης τῶν τεττάρων στοιχείων, εἴτε ποιοτήτων εἴτε δυνάμεων θέλεις ὀνομάζειν, ὑγρότητος καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, ἕνια τῶν σωμάτων καὶ φύσεων καὶ ἡλικιῶν ἐστὶ δύσκρατα. τούτοις οὖν αἱ μὲν ὅμοιαι καταστάσεις νοσώδεις εἰσὶν, αἱ δ’ ἐναντίαι συμφέρουσιν αὐτοῖς. τοῖς δ’ εὐκράτοις σώμασιν αἱ μὲν εὔκρατοι καταστάσεις ὑγιειναὶ, βλαβεραὶ δ’ αἱ δύσκρατοι. ἀλλ’ ὥσπερ οὐδεμία τῶν δυσκράτων καταστάσεων ἀγαθὴ τοῖς εὐκράτοις ἐστὶν, οὕτως οὐδὲ μεγάλως βλαβερὰ, καθάπερ τοῖς δυσκράτοις. αἱ μὲν γὰρ ἰσχυρῶς ὑγραὶ καταστάσεις ἐσχάτως βλάπτουσι τὰ δύσκρατα σώματα καθ’ ὑγρότητα καὶ ψυχρότητα, καθάπερ γε καὶ αἱ ὑγραὶ καὶ αἱ θερμαὶ καταστάσεις τὰς ὑγρὰς καὶ θερμὰς τῶν κράσεων βλάπτουσι. καὶ κατὰ τὸν αὐτὸν λόγον αἱ θερμαὶ καὶ ξηραὶ τὰς ὁμοίας. ὅσα γὰρ ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα, νόσον τοιάνδε διὰ τὴν οἰκείαν δυσκρασίαν ἐξελέγχεται. τὰ δ’ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω τῇ ἀμετρίᾳ κολαζόμενα. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. ταῖς οὖν θερμαῖς καὶ ξηραῖς κράσεσιν ἡ ὑγρὰ καὶ ψυχρὰ κατάστασις ὠφέλειαν μᾶλλον ἢ βλάβην παρέχει, διὰ τῆς εἰς τοὐναντίον ἀγωγῆς μεσότητα κράσεως ἐργαζομένη. καὶ τοῦτ’ ἦν αἰτία τοῦ μὴ νοσεῖν ἅπαντας ἐν ταῖς δυσκράτοις καταστάσεσιν. ἐὰν οὖν τις τοῦτο γινώσκῃ, τὴν ὑγείαν φυλάξει, τοῖς σώμασι τἀναντία διαιτήματα προσάγων. ἂν γὰρ ὑγρὸν καὶ ψυχρὸν τὸ περιέχον ἡμᾶς ἐστι, δεήσει θερμαίνειν τὰ σώματα, καὶ μάλισθ’ ὅσα ψυχρότερά τέ ἐστι καὶ ὑγρότερα. γυμνάσιά τε οὖν πλείω τοῖς τοιούτοις ὠφέλιμα καὶ οἶνος ὀλίγος θερμότερος φύσει ὢν καὶ ὕδωρ προσλαβὼν, ἐδέσματά τε θερμαίνοντα. καὶ μέντοι καὶ τὸ καθ’ ἕκαστον αὐτῶν ποσὸν ἔκ τε τῆς τοῦ σώματος κράσεως εἰσόμεθα καὶ τῆς τοῦ περιέχοντος, ἐφ’ ὅσον ἑκάτερον ἐκτέτραπται τῆς εὐκρασίας ἐπισκοπούμενοι. κατὰ γὰρ τὸ μέγεθος τῆς ἐκτροπῆς καὶ τὸ ποσὸν τῆς διαίτης ὑπαλλακτέον, οἷον εἴ τί ἐστι σῶμα τῆς εὐκρασίας ἐπὶ πλεῖστον ἀποκεχωρηκὸς πρὸς ὑγρότητά τε καὶ ψυχρότητα, τοῦτο κατὰ τὴν προκειμένην κατάστασιν ἐπὶ πλέον αὐτοὶ ξηρανοῦμέν τε καὶ θερμανοῦμεν. εἰ δὲ μετρίως εἰς τοιοῦτον, ἄλογον ἂν εἴη ἐσχάτως αὐτῷ τοῦτο ποιεῖν, ἀναλόγως ἄν. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῶν ξηρῶν καὶ θερμῶν σωμάτων οὐ χρὴ τὰ διαιτήματα σφοδρῶς εἶναι θερμὰ καὶ ξηρὰ, παρ’ ἑαυτῶν γὰρ ἔχει τοῦτο. σκοπεῖσθαι δὲ μόνον, ὁπόσον τὸ περιέχον ἐκτέτραπται τῆς προσηκούσης εὐκρασίας. εἰ μὲν γὰρ ὀλίγον, οὐδ’ ὅλως ὑπανάξομεν τὴν μέσην δίαιταν ἐπὶ τῶν θερμῶν καὶ ξηρῶν σωμάτων· εἰ δ’ ἐπὶ πλέον, ἀρκέσει τὸ μετρίως ὑπαλλάξαι. ταῦτ’ οὖν ὅστις ἐστὶν ἐπιστάμενος τὰς αἰτίας τῆς ἑκάστου τῶν νοσημάτων γινέσεως, ἐν ἑκάστῃ καταστάσει φυλάξει. Κόϊντος δὲ τοῖς ἐμπειρικοῖς ὁμοίως ἀρνούμενος ἐπίστασθαι τῶν οὕτω γινομένων παθῶν τὰς αἰτίας, ἀναφέρων δ’ εἰς πεῖραν μόνην αὐτὰς, τῶν προσηκόντων βοηθημάτων τῆς εὑρέσεως ἠπόρει, καίτοι δι’ αὐτὸ τοῦτο χρησίμης οὔσης ἀνεγνῶσθαι τῆς γενέσεως τῶν ἐπιδημιῶν νοσημάτων. ἐπισκεψώμεθα οὖν ἡμεῖς τὴν προκειμένην κατάστασιν, ἀναλαβόντες ἐξ ἀρχῆς. ἐγένετο δὲ, καθάπερ ὁ Ἱπποκράτης ἐδήλωσεν, ὑγρὰ καὶ ψυχρὰ, τὴν ἀρχὴν ἀπὸ φθινοπώρου ποιησαμένη. διὰ τοῦτ’ οὖν ἐν μὲν αὐτῷ τῷ φθινοπώρῳ καὶ τῷ μετ’ αὐτὸν χειμῶνι μετρίως διῆγον οἱ Θάσιοι. κατὰ δὲ τὸ ἔαρ ἐπειδὴ καὶ αὐτὸ ψυχρόν τε καὶ ὑγρὸν ἐγένετο, πρῶτοι πάντων ἐνόσησαν οἱ ὀφθαλμοὶ, διότι μὴ μόνον ὑγρὸν ἦν καὶ ψυχρὸν τὸ περιέχον, ἀλλὰ καὶ λαιλαπῶδες ἔμπροσθεν ἐγεγόνει. πληττομένους οὖν ὑπὸ ψυχρῶν ἀνέμων τοὺς ὀφθαλμοὺς εἰκὸς ἦν πρώτους τῶν ἄλλων μερῶν νοσῆσαι τοῦ σώματος, κατὰ τὴν τοῦ δρῶντος αἰτίου φύσιν, ὥστ’ οὐκ ἄλλως αὐτοῖς ὑγρὰ καὶ ψυχρὰ ῥεύματα συνέπεσεν. ἐπειδὴ δ’ οὐκ ἤχθη εῖς ἐσχάτην ἡ κατάστασις ὑγρότητα, διὰ τοῦτο τῶν ἄλλων παθημάτων οὐδὲν ἠκολούθησεν, ὅσα πλεονεκτούσης ἐν τῷ περιέχοντι τοιαύτης κράσεως εἴωθε γίνεσθαι. λέγω δὲ ἀποπληξίας καὶ σπασμοὺς καὶ παλμοὺς καὶ τετάνους, περιπνευμονίας τε καὶ πλευρίτιδας. ἀλλ’ ὕστερόν γε νοσήματα πληθωρικὰ μετὰ διαφορᾶς ἐγένετο, σηπομένων ἤδη τῶν χυμῶν διὰ τὴν πολυχρόνιον ἔνδον μονήν. καὶ γὰρ τὰ ψυχρὰ τῶν αἰτίων πυκνοῦντα τὸ δέρμα κωλύει διαφορεῖσθαι τοὺς χυμοὺς, ἥ θ’ ὑγρότης ἡ ἐκ τοῦ περιέχοντος οὐ μόνον οὐδὲν ἀπάγει τοῦ σώματος, ἀλλὰ προσδίδωσιν. ἀμφοτέρων οὖν ὁμοῦ γενομένων ἐν τῇ προκειμένῃ καταστάσει, πλῆθος ἠθροίσθη κατὰ τὰ σώματα τῶν νοσησάντων οὐχ ὅμοιον ἅπασιν. οἷς μὲν γὰρ ἦν ἐν τῷ σώματι χολῶδες περίττωμά τι, οὐ διαφορηθὲν τοῦτο χολῶδες τὸ πάθος ἐποίησεν, οἶς δὲ φλεγματικὸν ἢ μελαγχολικὸν ἢ αἱματικὸν, αὐτίκα καὶ τὸ πάθος ἦν ὅμοιον τῷ μὴ κενωθέντι. διαφθείρεσθαι δὲ πεφυκυίας ἐν τῷ σώματι καὶ σήπεσθαι τῆς τοιαύτης περιουσίας εὔλογον ἦν ἄλλους ἄλλοις ἁλῶναι νοσήμασιν, πρὸς τῷ καὶ τὰ μέρη τοῦ σώματος οὐχ ὁμοίως διακείμενα ἅπαντας ἔχειν, ἀλλὰ τῷ μὲν ἧπαρ ἀσθενέστερον εἶναι, τῷ δὲ σπλῆνα, τῷ δὲ γαστέρα, τῷ δὲ ἔντερον, τῷ δὲ ἄλλο τι. δεχομένων οὖν ἀεὶ τῶν ἀσθενεστέρων μορίων τὴν ἐκ τῶν ἰσχυροτέρων περιουσίαν ἀκόλουθον ἦν καὶ παρὰ τὴν τῶν τόπων φύσιν ἄλλον ἄλλο παθεῖν τῶν Θασίων. αἱ μὲν οὖν δυσεντερίαι καὶ οἱ τεινεσμοὶ καὶ αἱ διάῤῥοιαι καὶ λιεντερίαι ῥυέντων εἰς ἔντερα τῶν περιττῶν ἐγένοντο, δυσουρίαι δ’ εἰς τὴν κύστιν τρεπομένων, ἔμετοι δ’ ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἀφικομένων. ἀλλὰ ταῦτα μὲν ἔσωθεν τοῦ σώματος ὥρμησε διὰ τὴν ἐκ τοῦ περιέχοντος ψύξιν. ἐν δὲ τῷ θέρει ταῖς θερμοτέραις κράσεσι τῶν σωμάτων ἰσχυρά τε τὰ ἔνδον ἐχούσαις, εἰκὸς ἦν ἱδρῶτας γενέσθαι, καὶ τισὶ μὲν αὐτῶν ἄνευ πυρετῶν τοῦτο συμβῆναι μηδέπω σῆψιν ἱκανὴν ἐσχηκυίας τῆς περιουσίας, ἐνίοις δὲ καὶ μετὰ τοῦ πυρέττειν. ἐν δὲ τῷ χρόνῳ προήκοντι καὶ πυρετοὺς γενέσθαι ποικίλους, ἄλλον ἄλλης ἰδέας, ἐπειδὴ καὶ οἱ σηπόμενοι χυμοὶ διαφέροντες ἦσαν. οὐ γὰρ ἐγεννήθησαν ὑπὸ τοῦ περιέχοντος, ἀλλ’ ἠθροίσθησαν, ἅτε τῆς καταστάσεως ψυχρᾶς, οὐ θερμῆς γενομένης, ἵνα κατὰ τὸ ἑαυτῆς λόγον ἐκθερμαίνει τὸ σῶμα καὶ ἡ μετὰ κυνὸς ἐπιτολὴ, ἀεὶ γίνεσθαι πεφύκασι πυρετοὶ διακαεῖς. ἀλλὰ νῦν γε οὐχ ὑπ’ αὐτῆς πρώτως ἐγένετο τῆς καταστάσεως, ἀλλὰ διὰ μέσης τῆς πυκνώσεως τοῦ δέρματος. ἡ μὲν οὖν σύνοψις τῶν ἐπιδημησάντων τότε παθημάτων εἴρηταί μοι· πρὸς δὲ τὸ μετὰ μέρος ἤδη τρέψομαι, μετὰ τοῦ καὶ τὴν λέξιν, εἴ πού τι φαίνοιτο μὴ σαφὲς ἔχειν, ἐξηγεῖσθαι.
§2.8–2.25
§2.8
Καὶ διὰ τῆς ἕδρας ἐκκρίσεις γίνονται μοχθηραὶ πολλάκις, ἀπαθῶν μὲν τῶν κατὰ τὴν γαστέρα μενόντων, ἐκκαθαιρομένου δὲ δι’ αὐτῶν ὅλου τοῦ σώματος ἢ ἀποστάσεως οὔσης κατ’ αὐτὴν, κατ’ ἔκρουν τινα, κατ’ αὐτὸν τὸν Ἱπποκράτην βουλόμενον οὐ μόνον κατ’ ἀπόθεσιν, ἀλλὰ καὶ κατ’ ἔκρουν ἀπόστασιν γίνεσθαι. οὕτως οὖν καὶ διὰ νεφρῶν καὶ κύστεώς ἐστιν ὅτε πᾶν ἐκκαθαίρεται τὸ σῶμα μηδὲν αὐτῶν τῶν ὀργάνων ἴδιον ἐχόντων πάθος, ὥσπερ ἐπὶ τῆς προκειμένης καταστάσεως ἐγίνετο, διότι καὶ προελθὼν αὐτὸς ἐρεῖ κατὰ λέξιν· μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γινομένων σημείων καὶ πλείστους ἐῤῥύσατο τῶν ὄντων ἐπὶ τοῖς μεγίστοις κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ εἰς τοῦτο ἀποστάσεις ἐγίνοντο. τουτ’ οὖν ἐστι τὸ καὶ νῦν εἰρημένον, οὐ νεφριτικαὶ, ἀλλὰ τούτοισιν ἄλλα ἀντ’ ἄλλων. καὶ γὰρ τῶν ἐν ὅλῳ τῷ σώματι περιττῶν ῥυέντων ἐπὶ νεφροὺς καὶ κύστιν, ἐκκρίσεις ἐπεγίνοντο παραπλήσιαι ταῖς νεφριτικαῖς.
§2.9
Τῆς ἕσω ῥεπούσης περιουσίας τῶν χυμῶν, ὅσον ἐπὶ τὴν ἕδραν ἐῤῥύη, διαῤῥοίας τε καὶ τεινεσμοὺς καὶ δυσεντερίας καὶ λιεντερίας εἰργάσατο. διὰ νεφρῶν δὲ καὶ κύστεως ἄλλο τὴν ἔκκρισιν ἔσχεν. οὕτως οὖν ἐῤῥύη τὸ περιττὸν εἰς τὴν ἄνω γαστέρα καὶ δι’ ἐμέτων ἐπιπολάσαν, ἐξεβλήθη, τοῖς μὲν φλεγματώδεσι φύσει φλεγματωδῶν ἐμέτων γινομένων, τοῖς δὲ χολώδεσι χολωδῶν. εἵρηται γὰρ ὅτι διὰ μὲν τὴν κατάστασιν ἠθροίσθη τὰ περιττὰ, διέφερον δ’ ἀλλήλων ταῦτα ταῖς ποιότησι κατὰ τὰς φύσεις τῶν σωμάτων. θαυμαστὸν δ’ οὐδὲν εἰ καὶ σιτίων ἀπέπτων ἀναγωγαὶ τούτοις ἐγένοντο, φλεγματωδῶν καὶ χολωδῶν χυμῶν εἰς τὴν γαστέρα συῤῥεόντων.
§2.10
Ὅσοις φαμὲν διὰ τοῦ δέρματος ἀπόῤῥοιαι πλείους ἐγίνοντο, κατ’ ἐκεῖνον τὸν χρόνον ἴσχυσεν ἡ φύσις ἀπώσασθαι τὸ περιττὸν ἐνταῦθα καὶ οὕτως τούτοις ἱδρῶτας γενέσθαι.
§2.11
Τὴν περιττὴν ὑγρότητα πλάδον εἴωθεν ὀνομάζειν. ἐπεὶ τοίνυν ἄλλοις ἄλλως, τισὶ δὲ καὶ πολυειδῶς ἐξεκενοῦντο τὰ συνειλεγμένα χρόνῳ τῶν ὑγρῶν, διὰ τοῦτο εἰκότως ἔφη, πᾶσι πάντοθεν πλάδος.
§2.12
Ὅσοις μὲν ἔφθασε τὸ ἠθροισμένον πλῆθος, ἤ τι χολῶδες ὑπάρχον, ὅλως εὐδιάφθαρτον, εἰς σηπεδόνα πυρετώδη μεταβαλεῖν, ἐπύρεξαν οὗτοι παραχρῆμα. τινὲς δ’ ὀρθοστάδην ἢ οὐ πρότερον εἰς τοὺς πυρετοὺς ἠνέχθησαν.
§2.13
Περὶ δὲ τοῦ δευτέρου φθινοπώρου δηλονότι λέγει καὶ τοῦ δευτέρου χειμῶνος, ἐπεὶ περί γε τοῦ προτέρου προείρηκεν οὕτως, κατὰ χειμῶνα μὲν ὑγιεινῶς ἔχον τὰ πλεῖστα. πρὸ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπιπόνως. εἶτα περὶ τῶν ἐν τῷ ἦρι γενομένων διελθὼν, ἐφεξῆς τοῦ θέρους ἐμνημόνευσε καὶ μετὰ τοῦτο τοῦ δευτέρου φθινοπώρου, περὶ οὗ κατὰ τὴν τελευτὴν τῆς ὅλης καταστάσεως εἰρήκει. ταχὺ περὶ ἀρκτοῦρον ἐν βορείοισι, πολλὰ πάνυ ὕδατα. φθινώδεας δὲ τίνας εἴρηκεν οὐ πάνυ σαφές ἐστιν, εἴωθε γὰρ τοὺς ὁπωσδήποτε ἰσχνουμένους τὸ σῶμα καὶ φθίνοντας οὕτως ὀνομάζειν, οὐ μόνον τοὺς διὰ τὴν τοῦ πνεύμονος ἕλκωσιν ὅλον τὸ σῶμα τηκομένους. εἰκὸς δὲ καὶ νῦν ἐπ’ αὐτοῦ λελέχθαι φθινώδεις τοὺς ὁπωσδήποτε τὸ σῶμα λεπτυνομένους, μηδενός γε προειρημένου περὶ τῶν κατὰ τὸν πνεύμονα νοσημάτων. οὔτε γὰρ αἵματος ἀναγωγὴν ἐξ αὐτῶν γεγονέναι προειπὼν οὔτε περιπνευμονίαν οὔτε ῥεῦμα κατασκῆψαι τῷ σπλάγχνῳ τούτῳ, πῶς ἂν εἰκότως δόξαις φθινώδεις λέγειν γεγονέναι τοὺς τότε κάμνοντας ἐπὶ τῇ κακώσει τοῦ πνεύμονος; οὐ μὴν ἀδύνατόν γε, καθάπερ ἐπὶ γαστέρα καὶ νεφροὺς ἧκέ τι τῆς καθ’ ὅλον τὸ σῶμα περιουσίας, οὕτως καὶ τοῖς πνευματικοῖς κατασκῆψαι.
§2.14
Τὸ ὑπὸ χειμῶνα μεταξὺ λεγόμενον τῆς τε προγεγραμμένης λέξεως καὶ ταύτης οἱ μὲν ἐκείνῃ προσένειμαν, οἱ δὲ ταύτῃ. ἐμοὶ δὲ σύμπας ὁ λόγος φαίνεται τοιόσδε. καὶ κατὰ τὸ φθινόπωρον ἤδη τινὲς ἐγένοντο φθινώδεις, ὡσαύτως δὲ καὶ κατὰ τὸν χειμῶνα, καὶ μέντοι καὶ πυρετοὶ συνεχεῖς καὶ κατὰ τὸ φθινόπωρον ἐγένοντο καὶ κατὰ τὸν χειμῶνα. πρόδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος οὐκ ἔγραψε τὴν κατάστασιν ὡς φυλάξαντος τὴν οἰκείαν χειμῶνος κρᾶσιν. ἐμάθομεν οὖν ἐκ τοῦ δευτέρου λόγου νοσήματα γίνεσθαι κατ’ ἐνίας τῶν ὡρῶν οὐδὲν αὐτὰς πεπονθυίας, ἀλλὰ τὰ τῶν πρόσθεν ἁμαρτήματα διαδεξαμένας.
§2.15
Οὐ κατὰ τὸν ἴδιον λόγον τῆς καταστάσεως οἱ καυσώδεις ἐγίνοντο πυρετοὶ, κατά τι δὲ συμβεβηκὸς, καθάπερ πρόσθεν εἴπομεν τὰ συμβεβηκότα. ἐπισχεθείσης γὰρ τῆς καθ’ ὅλον τὸ σῶμα διαπνοῆς τὰ περιττεύειν ἑκάστῃ τῶν φύσεων εἰθισμένα κωλυθέντα τῆς κενώσεως οἰκείας ἑαυτοῖς ἐγέννησαν νόσους, ὡς ὅσοι σφοδρῶς ἦσαν χολώδεις, τούτοις φύσει εἰθισμένως συνέβη τὸν καῦσον γενέσθαι, διὸ καὶ περὶ αὐτῶν ἐφεξῆς ἐρεῖ· οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισιν ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὐ γὰρ θερμὴ καὶ διακαὴς καὶ αὐχμηρὰ κατάστασις ἐγέννησεν αὐτούς. πολλοὶ γὰρ ἂν ἐγένοντο καὶ πολλοῖσι καὶ μετὰ πόνων ἰσχυρῶν.
§2.16
Διὰ τί πᾶν μὲν εἶδος ἐν τῇ προγεγραμμένῃ καταστάσει συνέβη γενέσθαι πρόσθεν εἴρηται. τὸ δ’ ἀκριβὲς μεταξὺ κείμενον, τοῦτο τριταίου καὶ τεταρταίου προσνέμειν ἑκατέροις χωρεῖ.
§2.17
Ἴδιον Ἱπποκράτους ἐστὶ τὸ διδάσκειν ἐν παρέργῳ θεωρήματα χρήσιμα. τὰ γὰρ τῶν οἰκεῖα νοσημάτων συμπτώματα μὴ γενόμενα τότε κατὰ τοῦτον εἴωθε τὸν τρόπον ἑρμηνεύειν, ἐκ τοῦ μὴ γενέσθαι τότε, γενέσθαι πολλάκις αὐτὰ διδάσκων. ἐν μὲν οὖν τοῖς γνησίοις, ὡς ἂν εἴπῃ τις, καύσοις διὰ τὸ πλῆθος τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων τῶν χυμῶν αἱμοῤῥαγίαι τε καὶ παράληροι γίνονται. νυνὶ δὲ, οὐ καὶ ἦν γνήσιος ὁ καῦσος, εἰκότως οὐδὲ τὰ συμπτώματα ἔσχε τὰ καύσων ἴδια.
§2.18
Καὶ τοῦτο τῶν τότε γινομένων καύσων ἴδιον, οὐ κοινὸν πρὸς τοὺς ἄλλους οὓς γνησίους ὠνόμασεν. ἐκεῖνοι γὰρ ὥσπερ σφοδροὶ τοῖς πυρετοῖς, οὕτω καὶ τῇ δίψῃ καὶ τῇ ἀγρυπνίᾳ καὶ τῇ δυσφορίᾳ καί που καὶ τῇ παραφορᾷ τῆς διανοίας ἐνοχλοῦσι. διὰ δὲ τὴν τοιαύτην ὀξύτητα καὶ τὴν κρίσιν ἔχουσιν ἐν τάχει γινομένην. ἐν δὲ τῷ νῦν ἐπιδημήσαντι καύσῳ, καθάπερ τὸ ὀξύτητος ἦν μέτριον καὶ τῶν ἐπιπόνων συμπτωμάτων οὐδὲν, οὕτως οὐδ’ ἡ κρίσις ἐγίνετο βέβαιος, ἀλλ’ οἷον ἡμίῤῥοπός τις, ὡς ἐξ ὑποστροφῆς αὖθις κρίνεσθαι τὸ δεύτερον. ἐν γὰρ τῷ φάναι, σὺν τῇσι διαλειπούσῃσι τὸ προκεκρίσθαι μὲν ἐνδεῶς, ἐξ ὑποστροφῆς δὲ κριθῆναι τὸ δεύτερον ἐνεδείξατο.
§2.19
Οὐδεὶς μὲν ἀπέθανε ἐν τῷ τότε καύσῳ ὅτι μέτριος ἐγένετο. καὶ λέλεκται πρόσθεν ἡ αἰτία τούτου. τὰ φρενιτικὰ δ’ οὐκ ἐγένετο, διότι μὴ ἐπληροῦτο τούτοις ἡ κεφαλὴ τῆς καταστάσεως ὅλης ψυχρᾶς οὔσης. ἐδείχθη δ’ ὅτι φρενίτιδες ὑπὸ θερμαινομένων τῶν κατὰ τὸν ἐγκέφαλον χωρίων γίνονται.
§2.20
Ἕν τε τοῖς περὶ διαφορᾶς πυρετῶν ὑπομνήμασι κὰν τοῖς περὶ κρίσεων ἐπιδέδεικται τά τ’ ἄλλα καὶ ὅτι διὰ πλεονεξίαν χολῆς ξανθῆς οἵ τε καῦσοι καὶ οἱ τριταῖοι γίνονται καὶ τοῦτο ἔχοντες κοινὸν διαφέρουσι τοῖς τόποις ἐν οἷς ὁ πλεονάζων ἀθροίζεται χυμός. ἐν μὲν γὰρ τοῖς καύσοις κατὰ τὰς φλέβας πλεονάζει καὶ μάλιστα τὰς καθ’ ἧπαρ καὶ γαστέρα. τριταῖοι δὲ πυρετοὶ γίνονται κατὰ τὰς ἐν ὅλῳ τῷ σώματι σάρκας ἐπικρατούσης τῆς ξανθῆς χολῆς. ἐπισχεθείσης οὖν τῆς διαπνοῆς τοῖς φύσει χολώδεσιν, ὅσον ἐν τῷ σαρκώδει γένει τῆς χολῆς ἀθροιζόμενον ἐκενοῦτο πρότερον, οὐ κενωθὲν ἐν τῇ νῦν καταστάσει, τοὺς τριταίους ἐγέννησε πλείους τῶν καύσων. ἐκεῖνοι γὰρ οὐ πάνυ τι τὴν γένεσιν ἐξ ἐπισχέσεως ἔχουσι χολωδῶν περιττωμάτων, ἀλλὰ τῆς ἐν τοῖς ἀγγείοις τε καὶ σπλάγχνοις θερμασίας ἀπεκταθείσης, ἐκφλογωθείσης τῆς καταστάσεως τῆς θερμῆς ἰσχυρῶς, ὡς γίνεται τοῖς γυμνασαμένοις ἐπὶ πλέον ἢ φροντίσασιν ἰσχυρῶς ἢ διατρίψασιν ἐπὶ πλέον ἐν ἡλίῳ ἢ ἐδέσμασι καυσώδεσι χρησαμένοις δαψιλῶς ἢ καὶ τὰ πλεῖστα τούτων ἢ καὶ τὰ πάντα πράξασί τε καὶ παθοῦσιν. ἀλλ’ οὐχ ἡ νῦν κατάστασις ἰσχυρῶς θερμὴ, διόπερ οὐδ’ οἱ καῦσοι πολλοῖς ἐγίγνοντο, μᾶλλον δὲ τοῖς λίαν χολώδεσι, καὶ τούτοις μετριώτατοι. τοῖς δ’ αὐτοῖς τούτοις εἰκότως μᾶλλον οἱ τριταῖοι συνέβησαν ἐκ τοῦ τὰς εἰθισμένας ἀποῤῥοίας τῶν χολωδῶν περιττωμάτων ἐπισχεθῆναι. κατὰ λόγον οὖν τούτοις ἐπιπονώτεροί τε τῶν καύσων ἐγίνοντο, διότι καὶ γνησιώτεροι καὶ τὰς κρίσεις οἰκείας ἔσχον.
§2.21
Οὐδ’ οὗτοι διὰ τὴν κατάστασιν ἐγένοντο πρώτως, ἀλλ’ ἐκ τοῦ μὴ κενοῦσθαι ταῖς μελαγχολικαῖς φύσεσι τὴν περιουσίαν τῆς μελαίνης χολῆς ἁλῶναι τοῖς τοιούτοις νοσήμασι συνέβη. χρονίσαι δ’ αὐτοὺς ἐγένετο τῆς καταστάσεως οὔσης ὑγρᾶς καὶ ψυχρᾶς, ἐν ᾖ πάντα τὰ αἴτια μέχρι πλείστου κατὰ τὸ σῶμα μένει, μήτε πεττόμενα μήτε διαπνεόμενα. μέμνητο δὲ πάλιν ἐνταῦθα τῆς περὶ τοὔνομα χρήσεως, τοῦ Ἱπποκράτους εἰπόντος ἀποστάσεις ἐς τεταρταίους γεγονέναι. φαίνεται οὐ μόνον κατ’ ἔκρουν ἀποστάσεις τινὰς ὀνομάζων, ἀλλὰ καὶ κατὰ μετάστασιν ἐξ ἑτέρου νοσήματος εἰς ἕτερον.
§2.22
Οὐ μόνον οὗτοι τῷ λόγῳ τοῦ πλήθους, ἀλλὰ καὶ τῇ τῆς καταστάσεως κράσει τὴν γένεσιν ἔχοντες εἰκότως ἐγένοντο πολλοί τε καὶ πολλοῖσιν. ἡ γὰρ ὑγρά τε καὶ ψυχρὰ κατάστασις, ὥσπερ ὁ χειμὼν, φλεγματώδη γεννᾷ χυμὸν, ἐφ’ ᾧ τοὺς ἀμφημερινοὺς ἐδείξαμεν γίνεσθαι πυρετούς. οἱ πλάνητες δὲ ποικιλωτέρων χυμῶν ἐδείχθησαν ἔκγονοι. θαυμαστὸν δ’ οὐδὲν, εἰ πολλῷ χρόνῳ περιέμενον οἱ τοιοῦτοι πυρετοὶ, τῆς καταστάσεως ὑγρᾶς καὶ ψυχρᾶς ὑπαρχούσης καὶ διὰ τοῦτο μήτε πέπτεσθαι τοὺς χυμοὺς ἐπιτρεπούσης, ἢ ἄλλως χρονίοις τε καὶ δυσπέπτοις διὰ τὴν ψύξιν.
§2.23
Πρόδηλον δ’ ὅτι τῆς πλειάδος οὐ τῆς ἐν τῇ νῦν καταστάσει οὔσης ἐμνημόνευσεν, ἀλλὰ τῆς μετὰ τὴν ἄλλην κατάστασιν ἐν τῷ δευτέρῳ ἔτει, καθότι καὶ πρόσθεν ἐλέγομεν ἐπὶ τέλει γὰρ ἐκείνης τῆς καταστάσεως ἔγραψε· ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορέοισι πολλὰ πάνυ ὕδατα καὶ μετὰ τοῦτο δ’ εἶπεν, ὡς ἐπὶ τὸ κατὰ φύσιν ἤδη τῆς τῶν ὡρῶν τάξεως ἀφιγμένης καὶ τοῦ λοιποῦ παντὸς τοῦ μετὰ τὴν ἀρκτοῦρον, ὥσπερ γε καὶ τοῦ μετὰ τὸν χειμῶνα. εἰκότως οὖν ὅσα τῆς πρώτης καταστάσεως ἦν λείψανα, κατὰ τὸ φθινόπωρον ἐπέφθη καὶ τοῦ χειμῶνος οὐδεμίαν οὐκέτι νόσον ἐπιδεόμενοι οἱ Θάσιοι.
§2.24
Οἱ σπασμοὶ ἐγίνοντο τῆς καταστάσεως ὑγρᾶς καὶ ψυχρᾶς γενομένης. ἐπιτηδειότατα δὲ τὰ παιδία σπασμοῖς ἁλίσκεσθαι διὰ τὴν ἀσθένειαν τοῦ νευρώδους γένους. διὰ τοῦτο γὰρ καὶ ῥαδίως ἐπὶ σμικραῖς προφάσεσι γίνεται τὸ πάθος αὐτοῖς καὶ ἧσσον κινδυνῶδές ἐστι. φησὶ δὲ τοὺς σπασμοὺς ἐνίοις μὲν ἐξ ἀρχῆς εὐθὺς γίνεσθαι, τισὶ δὲ πυρετοῦ προγενομένου, παρὰ τὴν ἐπιτηδειότητα δηλονότι τὴν πρὸς ἑκάτερον ὑπάρχουσαν τοῖς ἁλισκομένοις τοῖς σπασμοῖς καὶ τῷ πυρετῷ. πρὸς ὃ γὰρ ἐπιτηδειότερον εἶπεν ἕκαστος, ἐκεῖνο πρότερον ἐγίγνετο, μετ’ αὐτὸ δὲ ἠκολούθει τὸ δεύτερον. ἐχρόνιζον δ’ εἰκότως οἱ σπασμοὶ τοῦ δευτέρου φθινοπώρου πάλιν, περὶ οὗ κατὰ τὸ τέλος ἔγραψε τῆς ὅλης καταστάσεως, ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου γενομένου.
§2.25
Εἰ μὴ προσέγραψεν αὐτὸς ὅπως οἱ τότε γενόμενοι τεταγμένους πυρετοὶ τοὺς παροξυσμοὺς ἐποιοῦντο, μεγάλην ἂν ἡμῖν ἀπορίαν ὑπέλιπεν ζητοῦσιν εὑρεῖν τίνας ὀνομάζει τριταιοφυεῖς. ἐπεὶ δ’ αὐτὸς εἶπε, τὸν τρόπον τῶν τριταιοφυέων, οὐκέτι περὶ πράγματός ἐστιν ἡ ζήτησις, ἀλλ’ ὥσπερ σημαινομένου τοῦ τριταιοφυοῦς ὀνόματος. ἐπισυνάπτεται δὲ τούτῳ καὶ τὸ περὶ τοῦ τριταίου τε καὶ ἡμιτριταίου καὶ τῆς ἑκατέρων διαφορᾶς ἀκριβοῦς τριταίου καὶ οὐκ ἀκριβοῦς, ἀλλ’ ὅτι βραχύ τι παραυξηθέντος ἢ πλέον ἢ ἐπὶ πλεῖστον, ἄχρι τε πόσου τούτων ἕκαστος ἐκτείνεται καὶ τίς μὲν ὁ μέγας ἡμιτριταῖός ἐστι, τίς δ’ ὁ μέσος, τίς δ’ ὁ μικρός. Ἀγαθίνῳ γοῦν ὅλον βιβλίον γέγραπται πρῶτον περὶ ἡμιτριταίων, τὸ σημαινόμενον ὑπὸ τῆς προσηγορίας ταύτης ἐπεξηγουμένῳ. ἐὰν δὲ καὶ τὰ τοῖς μεθοδικοῖς γεγραμμένα περὶ αὐτοῦ διέρχωμαι νῦν ἢ τὰ μετὰ ταῦτα ὑπ’ Ἀρχιγένους οὐχ ἅπαξ, ἄλλὰ πλεονάκις ἐν πλείοσι πραγματείαις εἰρημένα, μετὰ τοῦ καὶ διακρίνειν ὅσα καλῶς ἢ μὴ καλῶς εἰρήκασι, τρία μοι νομίζω βιβλία πληρωθήσεσθαι. τό γε μὴν εἰς τὰ τῆς τέχνης ἔργα χρήσιμον εἴρηται μὲν ἤδη κἀν τοῖς περὶ τῶν πυρετῶν διαφορᾶς· εἰς δὲ τὰ παρόντα βέλτιόν ἐστι συγγράψαι τὸ λεγόμενον εἶδος τοῦ πυρετοῦ τῇ καταστάσει. φησὶν οὖν αὐτὸς τῇ μὲν ἑτέρᾳ τῶν ἡμερῶν παροξύνεσθαι, τῇ δὲ ἑτέρᾳ ὑποκουφίζεσθαι. μετὰ γὰρ τῆς ὑπὸ προθέσεως γράψαντος αὐτοῦ τὸ ῥῆμα καὶ ἡμᾶς ἀκούειν προσῆκον ἕτερόν τι σημαινόμενον ἐκ τῆς συνθέτου φωνῆς. παρὰ τὴν ἁπλῆν. τὸ μὲν γὰρ κουφίζεσθαι δύναιτ’ ἄν τις ἀκούειν τὴν ἀξιόλογον ἔνδοσιν σημαίνειν τοῦ πυρετοῦ, τὸ δ’ ὑποκουφίζεσθαι μετριωτέραν. οὐ μὴν διωρισμένως τε καὶ σαφῶς ἐδήλωσεν εἴτε παροξύνονται τῇ ἑτέρᾳ τῶν ἡμερῶν οἱ οὕτω πυρέξαντες ἕτερον παροξυσμὸν ἐλάττονα τοῦ κατὰ τὴν προτεραίαν, εἴτε καὶ διαμένων ἐκεῖνος ἐκουφίζετο κατὰ τὴν δευτέραν. δοκεῖ γέ μοι οὖν μᾶλλον ἐμφαίνειν ἡ λέξις ἕνα γίνεσθαι τὸν διὰ τρίτης παροξυσμὸν, ὑποκουφίζοντα κατὰ τὴν ὑστεραίαν. λέγει δὲ καὶ ῥίγη γίνεσθαι τούτοισι πεπλανημένως, ὅπερ σημαίνει τὸ μὴ καθ’ ἕκαστον παροξυσμὸν, ἀλλ’ ἐνίοτε, καὶ ταῦτα σμικρά. οὕτως δὲ καὶ ἱδρῶτας ὀλίγους, ἀλλὰ καὶ ψύξιν ἀκρέων δυσεκθερμάντων, ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὠμῶν καὶ φλεγματικῶν χυμῶν σηπομένων γίνεσθαι τὸν τοιοῦτον πυρετὸν, ἐπιμεμιγμένης αὐτοῖς ξανθῆς χολῆς. ὁ μὲν οὖν ἐπὶ μόνῃ τῇ τοιαύτῃ χολῇ συνιστάμενος ὀνομάζεται τριταῖος, ὁ δὲ καὶ τὸν ὠμὸν χυμὸν ἰσοσθενῆ προσλαβὼν, ἀκριβὴς ἡμιτριταῖος γίνεται, πλεῖστον ἐν Ῥώμῃ γινόμενος, ὡς ἂν τῶν κατὰ τὴν πόλιν ἀνθρώπων οἰκειότατος ὤν. αὐτὸς μὲν οὖν φρικώδης τ’ ἐστὶ καὶ μετὰ τῶν καλουμένων ἀναδιπλώσεων γίνεται, παροξύνων οὐ μόνον τῇ προτέρᾳ τῶν ἡμερῶν, ἀλλὰ καὶ τῇ μετὰ ταύτην, ἐλάσσονά τε τῶν προγεγενημένων παροξυσμὸν, ἧττόν τε φρικώδη καὶ τὴν ἐπανάληψιν ἤτοι γ’ ἧττον ἢ οὐδ’ ὅλως ἔχοντα. νυνὶ δὲ περὶ τοῦ διὰ τρίτης μὲν γινομένου, κουφίζοντος δὲ κατὰ ταῦτα τὴν ἑτέραν ἡμέραν ὁ λόγος ἐστὶν, ὃς δόξῃ εἶναι ἐγγυτέρω τῆς τοῦ ἐπιπαροξυνομένου τριταίου φύσεως, πλέον ἀποκεχωρηκὼς τοῦ ἡμιτριταίου. μεγάλη γὰρ ἀπόστασις τό τε μὴ παροξύνεσθαι τῇ ἑτέρᾳ τῶν ἡμερῶν καὶ τὸ χωρὶς ἀναδιπλώσεως γίνεσθαι. καὶ τό γε μὴν σμικρὸν ῥῖγος ἐγγύς ἐστι τῇ φρίκῃ. καίτοι οὐδὲ τοῦτο συνεισβάλλειν εἰσαεὶ τοῖς παροξυσμοῖς εἶπεν, ἀλλὰ πεπλανημένως, εἰ μή τι ἄρα τὸ πεπλανημένως ἐπὶ μὲν τῶν ἄλλων πυρετῶν εἶπεν, ἐπὶ δὲ τῶν τριταιοφυέων οὐκ εἶπεν. ἐλάχιστα δὲ καὶ ἥκιστα ῥίγη γίνεσθαι τούτοισιν εἰπὼν τὴν φρίκην μὲν ἐδήλωσεν, οὐκ ἀφείλετο δὲ τελέως αὐτὰ τῶν παροξυσμῶν. ὅπως δ’ ἄν σοι ᾖ περὶ τούτων πρόδηλον, τοῦτό γε τοιοῦτόν ἐστιν, ὅτι οὗτος ὁ πυρετὸς εἰκότως εἴρηται τριταιοφυής. οὔτε γὰρ ἡμιτριταῖός ἐστιν ὡς ἂν μήτε τῇ δευτέρᾳ παροξυνόμενος, ἀναδιπλώσεις τε μὴ ποιούμενος, οὔτε παρεκτεταμένος, εἴ γε μηδ’ ὅλως εἰς ἀπυρεξίαν τελευτᾷ. δίκαιον οὖν ἦν αὐτῷ τινὰ προσηγορίαν παρακειμένην ταῖς προειρημέναις προσειπεῖν. ἦν δ’ ὁ λόγος εἰπεῖν οὐκέτ’ οὐδεμίαν παρὰ τὴν τοῦ τριταιοφυοῦς· τό γε μὴν ἐν κρισίμοις ὡς ἐπὶ τὸ πολὺ κακοῦσθαι τριταιοφυῶν ἴδιον, οὐ κοινὸν ἁπάντων ἐστίν. ἐμάθομεν δ’ ἐν τοῖς περὶ κρισίμων τοῖς κακοήθεσι νοσήμασι τοῦτο γινόμενον, σμικρὰ κουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσεως βιαιοτέρως παροξυνόμενοι τῷ μεμνημένῳ τῶν εἰρημένων ἐν τοῖς περὶ κρίσεών τε καὶ κρισίμων καὶ τοῖς περὶ διαφορᾶς πυρετῶν, οὐδὲν ἔτι δευτέρας ἀναμνήσεως δεῖται. δέδεικται γὰρ ἐν ἐκείνοις ὑπὲρ ἁπάντων τῶν τοιούτων ὁποῖον καὶ τὸ νῦν εἰρημένον ἐστὶ, τὸ διακουφίζοντες. οἱ γοῦν τοιοῦτοι πυρετοὶ τὴν γένεσιν ἔχουσιν οὐκ ἐξ ἑνὸς, ἀλλὰ καὶ ἐκ πλεόνων χυμῶν, ὧν ὁ μὲν θερμότερος ἀνάπτει τὸν ὀξὺν πυρετὸν ἐν τάχει τε παύεται. τούτου δὲ κατειληφότος τὸ σῶμα συμβαίνει διαφθείρεσθαί τε καὶ σήπεσθαι τοῖς ψυχροτέροις, εἶθ’ οὕτως ἀνάπτεσθαι πάλιν ἐκ τῆς γινομένης ἐπισχέσεως, ὅπερ ἐστὶν οἷον ἀναπαύσεως καὶ μειώσεως τοῦ πυρετοῦ. χείρων δὲ τοῦ πρόσθεν ὁ τοιοῦτος γίνεται πυρετὸς, ὡς ἂν προκεκμηκυῖαν ἤδη τὴν δύναμιν ἐκ τῶν ὀχληρῶν εὑρών. εὔδηλον γὰρ ὅτι κᾂν ἴσος ᾖ τῷ μεγέθει, πολὺ γοῦν μειζόνως ἂν ὀχλεῖ τὰς μὲν ἰσχυροτέρας δυνάμεις, μᾶλλον δὲ τῶν τὰς ἀσθενεστέρας.
§2.26–2.50
§2.26
Δηλονότι τοῖς ἄλλοις πυρετοῖς ἐφάνησαν ἱδρῶτες πολλοὶ, δυνατὸν δὲ καὶ τοῖς ἄνευ πυρετοῦ πάθεσιν, οἷον τοῖς σπασμοῖς ἱδρῶτας ἐπιφανῆναι πολλοὺς ἐκ τῆς ἠθροισμένης ἐν τῷ σώματι πολλῆς ὑγρότητος ψυχρᾶς διὰ τὴν κατάστασιν, ὑπὸ δὲ τῆς τοῦ σπασμοῦ βίας ἐκκρινομένης· ἀλλὰ καὶ οἷς γέ τισιν ἔφη γενέσθαι, τούτοις οὖν αὐτοῖς καὶ εἰκός ἐστιν, ἱδρῶτες πολλοί.
§2.27
Τούτοις φησὶ τοῖς πυρετοῖς, ὑπὲρ ὧν ὁ λόγος ἐστὶ, τοῖς τριταιοφυέσιν ἱδρῶτες συνήδρευον οὐδὲν ὠφελοῦντες. ἡ δ’ αἰτία πρόδηλος, ἀποδεδωκότων ἡμῶν ἀπέπτοις νοσήμασιν, οὔτ’ ὠφελεῖν τοὺς ἱδρῶτας οὔτ’ ἀγαθὸν εἶναι σημεῖον ἢ γὰρ πλεονεξίαν ὑγρῶν· ἢ ἀῤῥωστίαν δυνάμεως ἐνδείκνυται.
§2.28
Καὶ διὰ φλεγμονὴν μὲν ἀξιόλογον σπλάγχνων ἐν τοῖς παροξυσμοῖς δυσεκθέρμαντα γίνονται τὰ ἄκρα καὶ διὰ πλῆθος δὲ ψυχρῶν χυμῶν, ὡς ἀπεδείξαμεν ὑπὲρ ἀμφοτέρων ἐν ταῖς προειρημέναις πραγματείαις.
§2.29
Καὶ πάλιν ἀγρύπνους μὲν αὐτούς φησι γεγονέναι μᾶλλον ἐν μέρει, οὐ μὴν τὸ σύνολόν γε ἐπὶ τούτοις, οὐδ’ ἐναντίωσις σφοδρά. φησὶ γὰρ αὐτοῖς ἐν μέρει καὶ τὸ κωματῶδες σύμπτωμα γεγονέναι. τοῦτο δ’ ἐστὶν ὅταν καταφέρωνται, μὴ δυνάμενοι τὰ τῶν ἐγρηγορότων πράττειν, ὡς ἀπεδείξαμεν.
§2.30
Τῆς περιουσίας τῶν χυμῶν εἰς τὴν γαστέρα ῥεούσης, ὡς ἔμπροσθεν εἶπον, εἰκὸς ἦν ταραχώδεις γίνεσθαι αὐτάς. τούτοις οὖν τοῖς τριταιοφυέσιν, ὑπὲρ ὧν ποιεῖται τὸν λόγον, ὡς ἂν κακοηθεστέροις τῶν ἄλλων νοσημάτων, ἀναγκαῖον ἦν καὶ κατὰ τὴν γαστέρα χείρους γίνεσθαι.
§2.31
Ταῦτα πάντα τὰ καθόλου διὰ τοῦ προγνωστικοῦ γράμματος ἐδίδαξε, ταῦτα καὶ νῦν ὡς ἐπὶ παραδειγμάτων διὰ τῶν κατὰ μέρος πιστοῦται· προεξηγησάμενοι δὲ κατὰ τὸ προγνωστικὸν οὐδὲν ἔτι δεόμεθα περὶ τῆς συμφωνίας τούτων πρὸς ἐκεῖνα λέγειν, ἐναργῶς φαινομένης, ἐδείχθη γὰρ ἡμῖν ἐν ἐκείνοις ὠμῶν καὶ ἀπέπτων χυμῶν σημεῖα τὰ τοιαῦτα.
§2.32
Τῆς πλεονεξίας τῶν χυμῶν ἐκκαθαιρομένης εἰώθασιν αἱ βῆχες ἐπιφέρειν.
§2.33
Εὔδηλον δ’ ὅτι τοῦ δευτέρου χειμῶνος μέμνηται νῦν οὗτος, οὐ τοῦ προτέρου, κατὰ τὴν προτέραν αὐτῷ λελεγμένου τῆς ὅλης καταστάσεως. ἅπαντα γὰρ ταῦτα τὰ νοσήματα περὶ ὧν ὁ λόγος αὐτῷ νῦν ἐστὶν, ἤκμασε μάλιστα καὶ κατὰ τὸ δεύτερον φθινόπωρον, εἶτα τινὰ μὲν αὐτῶν ἐπαύσατο χειμῶνος ἀρχομένου, τινὰ δὲ μέχρι πλείονος ἐπετάθη. τὸ δ’ ἄτακτον αὐτῶν καὶ ὑποστροφῶδες ἐπὶ τῇ ψυχρότητι δηλονότι καὶ τῷ πλήθει τῶν ἐργαζομένων τὰ νοσήματα χυμῶν εἰκότως ἀπήντησε, διὸ καὶ συμπεσεῖν ὁμοίως αὐτὰ τοῖς περιγενομένοις.
§2.34
Ὅτι τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθὸν μέγιστον ἑτέρωθι πρὸς αὐτοῦ λέλεκται καὶ καθόλου καὶ νῦν καὶ διά τινος τοῦ κατὰ μέρος παραδείγματος ἐπιστώθη. τὸ δὲ μὴ λίαν αὐτοὺς διψώδεις εἶναι τῇ ποιότητι τῶν πλεοναζόντων χυμῶν εἰκότως ἠκολούθησε.
§2.35
Ὅταν τὸ πλῆθος ᾖ πολὺ χυμῶν ἀπέπτων, αἱ ἀποστάσεις γίνονται· εἰ μὲν σμικραὶ εἶεν αἱ ἀποστάσεις, οὐδὲν ὠφελοῦσιν, εἰ δὲ μεγάλαι, φέρειν αὐτὰς ἡ δύναμις οὐ δύναται. ὅτι δὲ καὶ νῦν τὰς κατ’ ἔκρουν κενώσεις ἀποστάσεις ὀνομάζει διὰ τῆς ἐπιφερομένης ῥήσεως σαφῶς ἐδήλωσε.
§2.36
Ἃς διὰ τῆς προγεγραμμένης ῥήσεως ἐν τῷ καθόλου γεγονέναι φησὶν ἀποστάσεις, ταύτας νῦν διεξέρχεται κατὰ μέρος. προείρηται δ’ ἡμῖν ἐν τοῖς πρόσθεν εἰκότως γενέσθαι τὰ τοιαῦτα νοσήματα τῶν περιττωμάτων εἰς τὴν γαστέρα συῤῥεόντων, τὰς μὲν δυσεντερίας δηλονότι μετὰ τῶν αἱματωδῶν διαχωρημάτων καθ’ ὁντιναοῦν τρόπον γενομένας, τοὺς δὲ τεινεσμοὺς τάσεις ὄντας σφοδρὰς ἐπὶ τῆς κατὰ τὸ ἀπευθυσμένον ἑλκώσεως, τὰς δὲ λειεντερίας ταχείας διεξόδους ἀμεταβλήτων σιτίων οὔσας. ῥοώδεις δὲ λέγει τοὺς χωρὶς τούτων τῶν εἰρημένων παθημάτων διαχωροῦντας, ἀεί τε καὶ συνεχῶς ὑγρὰ διαχωρήματα. τοὺς δὲ καὶ εἰς ὑδέρους ὀξεῖς φησι κατασκῆψαι διὰ τὴν πλεονεξίαν τῶν ψυχρῶν καὶ ὑγρῶν χυμῶν, ἐνίοις μὲν μετὰ τῶν προειρημένων συμπτωμάτων, ἐνίοις δὲ ἄνευ τούτων.
§2.37
Τὰ διὰ δυσπεψίαν καὶ πλῆθος τῶν ὠμῶν χυμῶν γινόμενα νοσήματα πρὸς τῶν ἐκκρίσεων οὐδὲν ὠφελεῖται. ἔφη γὰρ τὰς μὲν πολλὰς βιαίους ταχὺ καθαιρεῖν τὴν δύναμιν, τὰς δὲ μὴ τοιαύτας οὐδὲν ὀνινάναι. οὐσῶν δὲ καὶ τούτων διττῶν, οὐδὲν ὠφελήσουσιν αἱ χωρὶς τοῦ πεφθῆναι, ἅτε καὶ τούτων ἔτι πολλῶν οὐδὲν ὠφελήσει τι χωρὶς τοῦ πεφθῆναι.
§2.38
Κεφάλαιον ἁπάντων τῶν γενομένων παθημάτων ἢ τῶν χυμῶν ἦν ἀπεψία. εἰ δὲ καί που βιασαμένη τινὰς αὐτῶν ἡ φύσις ἐκκρίνειν ἐπεχείρησεν, οὐδὲν ἤνυσεν, ἀλλ’ ἡττηθεῖσα πρὸς αὐτῶν ἢ ἐπέτρεψεν αὐτίκα παλινδρομῆσαι πρὸς τὸ βάθος, ἢ δι’ ὀλιγότητα τῶν γενομένων ἐκκρίσεων εἰς ἀπόστασιν ὥρμησε.
§2.39
Ὅτι μὲν οὖν ἡ κατ’ ἀπόθεσιν ἀπόστασις ἐν τοῖς χρονίοις μάλιστα νοσήμασι γίγνεται καὶ ὅτι μάλιστα παρ’ αὐτοῦ μεμαθηκότες ἐκ τοῦ καθόλου καὶ νῦν ἐκ τοῦ κατὰ μέρος τούτου μαρτυρούμενον ἕξομεν. διὰ δὲ πολλὴν εἷναι τὴν περιουσίαν τῶν ὠμῶν καὶ ψυχρῶν χυμῶν καὶ ἀπέπτων εἰς τὸ μέγιστον τῶν ἄρθρων πολλοῖς ἀπέσκηψεν, ἀλλ’ οὐκ ἐκκρίνοντο, διὰ τὸ δύσπεπτον τῶν χυμῶν. εἰ δέ τινι τοῦτο ἔδοξε λωφῆσαι, ταχὺ πάλιν ὑπέστρεφε, τοῦτο γάρ ἐστι τὸ δηλούμενον, ἀπολιπόντα τὰ οἰδήματα, τῆς ἄνω φορᾶς γεγονυίας, ὑποστρέφοντα δὲ πάλιν ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν ἀνέσκηψε. καὶ γὰρ καὶ τοῦτο δηλοῦται πρὸς αὐτοῦ διὰ τοῦ φάναι καὶ ταχὺ πάλιν ἐπικρατούμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν.
§2.40
Τῆς καταστάσεως ἐπικρατοῦν ἐσχηκυίας μάλιστα τὸ ὑγρὸν, ἐπὶ πλεῖστον γὰρ τοῦτο τοῦ κατὰ φύσιν ἐξετράπετο τῆς καθ’ ὑγρότητα καὶ ψυχρότητα μοχθηρίας, ἐπ’ ὀλίγον ὄντες ψυχροὶ καὶ ξηροί. δέδεικται γὰρ ἡμῖν ἑτοιμότερον πάσχειν τὰ σώματα πρὸς ἐκείνων τῶν αἰτίων, ὅσα συγγενῆ ταῖς δυσκρασίαις αὐτῶν ἐστίν.
§2.41
Εἰρήκει καὶ πρόσθεν στραγγουριώδη καὶ ἀνεφριτικὰ τούτοις γενέσθαι συμπτώματα καίπερ ἔχοντά τινα κοινωνίαν, ἀλλ’ ἄλλα ἀντ’ ἄλλων. καὶ ἡμεῖς ἔφαμεν ἐκκαθαιρομένου τοῦ σώματος ὅλου τὰ περιττώματα διὰ τῶν νεφρῶν τὴν στραγγουρίαν αὐτοῖς γίγνεσθαι μὲν καὶ ἄλλως, μάλιστα δὲ διὰ δριμύτητα τῶν συῤῥεόντων οὔρων, ἐφ’ ᾗ καὶ νῦν αἰτία συνέστη. μεμνῆσθαι δὲ χρὴ πάλιν ὅτι καὶ νῦν ἀποστάσεις ἐπὶ στραγγουρίαν ἔφη γεγονέναι καίτοι κατ’ ἔκρουν, οὐ κατ’ ἀπόθεσιν τῶν λυπούντων χυμῶν ἀποχωρησάντων ὅλου τοῦ σώματος. ὥσπερ γὰρ διὰ γαστρὸς πολλάκις ἐκκαθαίρεται τὸ σύμπαν σῶμα, οὕτω καὶ διὰ νεφρῶν καὶ κύστεως. χρόνια τούτοισι τὰ κατὰ τὴν στραγγουρίαν καὶ ἐπιπόνως ἐκκαθαίροντες ὅλον τὸ σῶμα διὰ τῆς στραγγουρίας. ταῦτα δ’ ἀναγκαῖον ἦν πάσχειν τὰ μόρια, δι’ ὧν ἡ ἔκκρισις ἐγίγνετο τῶν δριμέων οὔρων, δηλονότι δακνόμενα καὶ τῷ συνεχεῖ τῆς ἀποκρίσεως ἐνοχλούμενα, διόπερ καὶ ἐπιπόνως εἶχον ἐν αὐτῇ τῇ διόδῳ τῶν οὔρων. χρόνῳ δ’ αὐτοῖς πλείονι τὰ τοιαῦτα συμπτώματα ἐγίνετο, διὰ τὸ πλῆθος τῶν ἐκκαθαιρομένων περιττωμάτων.
§2.42
Ταῦτα πάντα τοῦ παντὸς σώματος ἀποτιθεμένου τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐγίνετο, διὸ καὶ πάντες ἐσώθησαν. ποικίλης δ’ οὔσης αὐτῆς, ὡς ἔμπροσθεν ἔφαμεν, ἄλλο γὰρ ἄλλῳ τὸ πλεονάζον ἦν, εἰκότως κἀν τοῖς οὔροις γενέσθαι ποικιλίαν, οὐχ ἅπασιν ὁμοίων γιγνομένων αὐτῶν, ἀλλὰ τοῖς μὲν τοίως, τοῖς δὲ τοίως.
§2.43
Διὰ τί μὲν περιεγένοντο προείρηται, ἐξηνέχθησαν δὲ διὰ τῶν οὔρων. τὸ δ’ ὅσα ἀκινδύνως ἔστιν ἔνιοι τῆς ἐχομένης λέξεως προτάττουσιν, ἔνθα καὶ τὴν ἐξήγησιν αὐτοῦ ποιησόμεθα μετὰ τὴν δευτέραν κατάστασιν.
§2.44
Ἔνιοι δὲ τὸ πέρας τῆς προγεγραμμένης καταστάσεως ἀρχὴν ἐποιήσαντο τῆς νῦν προκειμένης ἐξηγήσεως, ὡς ἔχειν αὐτὴν οὕτως· ὅσα δ’ ἀκινδύνως πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπεῖσθαι, ἵνα ἡ διάνοια τοῦ λόγου τοιαύτη τις εἴη. ὅσα δ’ ἀκινδύνως προέρχεται πάθη, σκεπτέον ἐπ’ αὐτῶν ἐστὶ τοὺς πεπασμούς. ἐγχωρεῖ γε μὴν καὶ αὐτὴν καθ’ ἑαυτὴν ἀναγινώσκειν τὴν προκειμένην ῥῆσιν, ἵν’ ὁ λόγος ᾖ περὶ πάντων ἁπλῶς νοσημάτων αὐτῷ καθόλου λεγόμενος τῶν χωρὶς πεπασμοῦ. πέψις γάρ τίς ἐστι τῶν παρὰ φύσιν ὁ πεπασμὸς τοῦ νοσήματος, αὕτη δὲ ἡ πέψις εἰς τὴν τοῦ πέττοντος οὐσίαν ἀγωγή τίς ἐστι τοῦ πεττομένου. κατὰ φύσιν μὲν οὖν ἔχοντος τοῦ σώματος, ὅταν καὶ τὸ πεττόμενον οἰκείαν ἔχῃ φύσιν τῷ πέττοντι, μεταβολὴ καὶ ἀλλοίωσις ἁπάσης τῆς πεττομένης οὐσίας ἢ τοῦ πλείστου μέρους αὐτῆς γίνεται, βραχυτάτου περιττεύοντος ἡμῖν ἡμιπέπτου. παρὰ φύσιν δὲ διακειμένων, ὅπερ ἐστὶν ἀλλοτρίων ὑπαρχόντων τῇ τοῦ μεταβάλλοντός τε καὶ ἀλλοιοῦντος φύσει, τὸ μὲν ἐξομοιούμενον ὀλίγον γίνεται, τὸ δ’ ἡμίπεπτον περίττωμα πολύ. καθάπερ δ’ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων σωμάτων τὰ περιττώματα τὴν πέψιν ἐνεδείκνυτο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν νοσούντων σωμάτων ἐνδείξεται. τῶν μὲν οὖν τὴν γαστέρα τὰ περιττώματα κάτω διαχωρούμενα τὴν ἀπεψίαν τε καὶ πέψιν ἐκ τῆς ἑαυτῶν ἰδέας ἐνδείκνυται, τῶν δὲ κατὰ θώρακα καὶ πνεύμονα τὰ κατὰ βηχὸς ἀναγόμενα, τῶν δὲ κατὰ τὸν ἐγκέφαλον τὰ διὰ τῆς ῥινὸς ἐκκρινόμενα, τὰ δὲ κατὰ τὰς φλέβας τὰ κατὰ τῶν οὔρων ἀπερχόμενα. δέδεικται δὲ περὶ τούτων ἔν τε τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κρίσεων λόγοις, οὐχ ἥκιστα δὲ κἀν τοῖς περὶ τῶν ἐν νόσοις καιρῶν, οἷς γέγραπται τῶν πεττομένων νοσημάτων τὰ γνωρίσματα. καὶ νῦν οὖν ὁ Ἱπποκράτης αὐτὸ τοῦτό γε κελεύει πράττειν ἐπισκοποῦντας τοὺς πεπασμοὺς τῶν νοσημάτων ἐκ τῶν ἐκκρινομένων περιττωμάτων. ἔνιοι δὲ κατὰ τὸ πέρας τῆς ῥήσεως ἀντὶ τοῦ σκοπεῖσθαι γράφουσι ποιέεσθαι, πρακτικόν τινα καὶ θεραπευτικὸν καὶ συμβουλευτικὸν εἶναι βουλόμενοι τὸν λόγον, οὐ διαγνωρισμός. εἰ μὲν γὰρ σκοπεῖσθαι τοὺς πεπασμοὺς κελεύει, διαγνωστικός τε καὶ προγνωστικὸς ὁ λόγος ἐστίν· εἰ δ’ αὖ ποιεῖσθαι, θεραπευτικός ἐστιν. εὔδηλον δ’ ὅτι πεπασμοὺς ἐργάζεται τὰ συμμέτρως θερμαίνοντα πάντα, τοῦτο μὲν ἐδέσματα, τοῦτο δὲ καταντλήματα καὶ καταπλάσματα, καὶ τρίψις δὲ μετρία καὶ λουτρὸν ἐκ τούτου τοῦ γένους εἰσίν. εἴρηται δ’ αὐτῶν πάντων ἡ κατὰ μέρος χρῆσις ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. οὐ μόνον δὲ πεπασμοὺς τῶν νοσημάτων σκοπεῖσθαι προσῆκεν ἡ ποιεῖν αὐτὸν, ἑκάτερον γὰρ ἀληθὲς, ἀλλὰ καὶ τὰς ἀποστάσεις τὰς κατ’ ἔκρουν, ὅπερ καὶ μάλιστα χρὴ σπουδάζειν, ἤτοι τὰς κατ’ ἀπόθεσιν εἰς ἀκυρώτερα μέρη· δεύτερος γὰρ οὗτος σκοπὸς ἀποτυγχανομένου τοῦ κατ’ ἔκρουν. εἰ μὲν οὖν ἐπὶ γαστέρα ῥέποι τὰ περιττώματα, ταῦτα συνεργεῖν προσήκει, κλύσμασί τε χρώμενον ἐπισπᾶσθαι δυναμένοις ἐνταῦθα καὶ τοῖς κατὰ τὴν δίαιταν πᾶσαν εἰς τοῦτο συντελοῦσιν. εἰ δ’ ἐπὶ νεφροὺς, τοῖς οὐρητικοῖς, εἰ δὲ ἐπὶ κῶλον, ἐκεῖνο θερμαίνοντα διὰ τῶν δριμυτέρων φαρμάκων.
§2.45
Ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην ἐνίους μὲν σκοπεῖσθαι τοὺς πεπασμοὺς ἀξιοῦν, ἐνίους δὲ καὶ ποιεῖσθαι καὶ γράφειν ἑκατέρους τὸ τέλος τῆς ῥήσεως διττῶς ἐξηγουμένους, τοὺς μὲν ἑτέρους σκοπεῖσθαι τοῖς ἰατροῖς, τοὺς δὲ ἑτέρους ποιεῖσθαι. χρησίμως δ’ ἔφην ἑκάτερον ἀσκεῖσθαι τοῖς ἰατροῖς, ὥστε καὶ σκοπεῖσθαι γεγραμμένον, εἰ πάντως ἀκολουθεῖ αὐτῷ καὶ τὸ ποιεῖσθαι. μιμητὴν γὰρ ἅμα καὶ ὑπηρέτην ὁ Ἱπποκράτης ἀξιοῖ τὸν ἰατρὸν εἶναι τῆς φύσεως. ὅτι μέντοι βέλτιόν ἐστι γράφειν ἐπὶ τῆς προτέρας ῥήσεως τὸ σκοπεῖσθαι δῆλον ἐποίησε κατ’ αὐτὴν εἰπὼν τοὺς πεπασμοὺς σημαίνειν ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινήν. οὐδὲ γὰρ ἂν ἔφησε σημαίνουσιν, ἀλλὰ ποιέουσιν, εἰ συνεβούλευσε τοῖς ἰατροῖς αὐτοῦ ἐργάζεσθαι τοὺς πεπασμούς. ἀλλὰ τοῦτο μὲν ἐν οἷς θεραπεύει τὰ νοσήματα συμβουλεύει. νῦν δὲ κατὰ τὴν τῶν ἐπιδημιῶν πραγματείαν εἰς διαγνώσεις αὐτοὺς καὶ προγνώσεις ἐπανατείνει, συνεμφαινομένης μὲν ἐν τῇ καθόλου καὶ τῆς θεραπευτικῆς ὁδοῦ, μὴ μέντοι λεγομένης. ὅτι δὲ συνεμφαίνεται δῆλον. εἰ γὰρ ἀξιοῖ τὰ καλῶς ὑπὸ τῆς φύσεως γινόμενα μιμεῖσθαι τὸν ἰατρὸν, εἰ πεπασμοὶ δὲ ἔργον αὐτῆς ἐστὶν, εὔδηλον ὅτι καὶ τάχος κρίσεως καὶ ἀσφάλειαν καὶ ὑγείαν δηλώσουσι, καὶ ἡμεῖς δὲ συνεργοῦντες αὐτοῖς ἐργασόμεθα πεπασμούς.
§2.46
Ὥσπερ οἱ πεπασμοὶ γίνονται τῆς φύσεως κρατούσης τῶν νοσωδῶν αἰτίων, οὕτω καὶ μὴ κρατούσης τὰ ἐναντία. τῷ μὲν οὖν ἐπὶ τῶν πεπασμῶν εἰρημένῳ, ταχύτητα κρίσεως, ἐναντίον ἐστὶ τὸ χρονίζειν τὰ νοσήματα, τῷ δ’ ἐπ’ ἐκείνοις ἀσφάλειαν ἀντίκειται τό τε τῆς ἀκρισίας καὶ τὸ τοῦ θανάτου καὶ τὸ τῶν αὐτῶν ὑποστροφάς. τῷ δ’ ἐπ’ ἐκείνοις ὑγιεινὴν κοινῇ μὲν πάντα τὰ νῦν εἰρημένα καὶ κατὰ μέρος δὲ οἱ πόνοι. τὰ γὰρ ὑγιαίνοντα σώματα τὴν εἴτ’ ἀπονίαν εἴτ’ ἀνωδυνίαν εἴτ’ ἀοχλησίαν ἐθέλοις ὀνομάζειν, ἴδιον ἀχώριστον ἔχει. τὸ δὲ τῆς ἀκρισίας ὄνομα μέμνημαι δήπου λεγόμενον ὑπ’ αὐτοῦ διττῶς, ὡς ἤτοι μηδ’ ὅλως ἐσομένης κρίσεως ἢ μοχθηρῶς ἐσομένης, κατ’ ἄμφω τε ταῦτα τὰ σημαινόμενα ταῖς ἀπεψίαις τῶν νοσημάτων ἀκολουθοῦσιν αἱ ἀκρισίαι. μέμνησθε δὲ, ὡς ἡ ὅλη πέψις τοῦ νοσήματος ἐν τῇ τῶν χυμῶν ἀλλοιώσει γίνεται. διά τε γὰρ τῶν στερεῶν σωμάτων ἡ φύσις διατέταται, δύναμις ἐκείνων οὖσα, καὶ τὸ πέττεσθαι τοῖς χυμοῖς ὑπὸ τῶν στερεῶν ὑγιαινόντων γίνεται, ὡς ὅταν γε καὶ αὐτὰ ταῦτα νοσεῖ, καθ’ ἕξιν μὲν ἤδη τὸ νόσημα τοῦτο καὶ κίνδυνον ἔσχατόν ἐστιν οἷς ἐπάγει. θεραπευθῆναι δ’ οὐ δύναται πρὶν αὐτὰ τὰ στερεὰ σώματα τὴν οἰκείαν ἀνακτήσασθαι δύναμιν, ἥτις ἐν συμμετρίᾳ κεῖται θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. διὸ καὶ τῆς ὑγείας αὐτῆς τῶν στερεῶν σωμάτων ἐν τῇ τούτων συμμετρίᾳ τὴν ὕπαρξιν ὑπάρχειν, ὡς μηδὲν διαφέρειν ἢ εὐκρασίαν ὁμοιομερῶν φάναιτ’ ἂν εἶναι τὴν ὑγείαν ἢ συμμετρίαν τῶν στοιχείων ἐξ ὧν γεγόναμεν. ὅπως δὲ χρὴ τὰς αὐτῶν τῶν στερεῶν σωμάτων νόσους ἰάσασθαι, λέλεκται διὰ τῶν τῆς θεραπευτικῆς μεθόδου βιβλίων. ἅπαντα δ’ ἐν πᾶσιν οὐκ ἐγχωρεῖ λέγειν· ἀρκεῖ γὰρ μόνον ἐνταῦθα τῶν περιπιπτόντων θεραπευτικῶν λογισμῶν ἐπισημαίνεσθαι τὰ κεφάλαια, καθάπερ ἐν τοῖς θεραπευτικοῖς τῶν διαγνωστικῶν. τὸ μὲν γὰρ ἴδιον ἑκάστης πραγματείας, χρὴ τελέως διεξέρχεσθαι, τὸ δὲ παραπίπτον, ἐπισημαίνεσθαι διὰ κεφαλαίων.
§2.47
Ὧν ἀναμιμνήσκει τῆς προγνωστικῆς τέχνης καὶ ὧν ἐδίδαξεν ἐν τῷ προγνωστικῷ συγγράμματι. τῶν γὰρ προειρημένων ἕκαστον ἐκ τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων καὶ ἡμεῖς ἐξηγησάμεθα διὰ τῶν τριῶν ὑπομνημάτων. καὶ κατά γε τὸ τέλος δέδεικται τὰ τῶν ἐπιδημιῶν ἑπόμενα τῷ προγνωστικῷ. καὶ πρὸς τούτοις δὲ, τοῦ γραφῆναι τὰ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματα, διὰ τῶν περὶ κρίσεων, εἴρηντο προγνώσεις ὀλεθρίου καὶ ἐπιεικοῦς νοσήματος. αἵτινες δὲ προθεσμίαι τῶν κρίσεών εἰσιν ἐφ’ ἑκάστῳ καὶ τίνες μὲν ἀγαθαὶ κρίσεις, τίνες δὲ σφαλεραὶ, βίαιοί τε καὶ οὐ βίαιοι. περί τε τῶν ἅλλων ἁπάντων καὶ ὅσης ταύτης ἔχεται τῆς θεωρίας.
§2.48
Καὶ τῷ προγνωστικῷ συγγράμματι κατ’ ἀρχὰς εὐθὺς εἶπε, προγινώσκων γὰρ καὶ προλέγων, τά τε παρεόντα καὶ τὰ προγενόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὡς περὶ τοὺς τρεῖς χρόνους καταγινομένης τῆς προγνώσεως. καὶ ὅπως χρὴ τοῦτο διαπράττεσθαι, διὰ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων εἴρηται.
§2.49
Ἐνταῦθα νῦν τὸ μελετᾶν ἀντὶ τοῦ ἀσκεῖν εἶπεν, ἐν ἄλλοις δὲ πολλάκις τὴν ἐπιμέλειαν ὀνομάζει μελέτην.
§2.50
Ἐγὼ τοῦτο μικρὸν ᾤμην τότε καὶ οὐκ ἄξιον Ἱπποκράτους. ἅπασι γὰρ ἀνθρώποις ὑπάρχειν πρόδηλον ἐνόμιζον, χρὴ τὸν ἰατρὸν στοχάζεσθαι μὲν μάλιστα τῆς ὠφελείας τῶν καμνόντων, εἰ δὲ μὴ, ἀλλὰ τοῦ μὴ βλάπτειν αὐτούς. ἐπεὶ δὲ πολλοὺς τῶν ἐνδόξων ἰατρῶν ἐθεασάμην ἐγκληθέντας δικαίως ἐφ’ οἷς ἔπραξαν ἢ φλεβοτομήσαντες ἢ λούσαντες ἢ φάρμακον διδόντες ἢ οἶνον ἢ ὕδωρ ψυχρὸν, ἐνενόησα τάχα μέν τι καὶ αὐτῷ τῷ Ἱπποκράτει συμβῆναι τὸ τοιοῦτον, ἐξ ἀνάγκης δ’ οὖν, πολλοῖς καὶ ἄλλοις τῶν κατ’ αὐτὸν ἰατρῶν, ἐξ ἐκείνου τε, περὶ παντὸς ἐποιησάμην, εἴ ποτέ τι τῷ κάμνοντι μέγα προσφέροιμι βοήθημα, προδιασκέπτεσθαι παρ’ ἑαυτῷ, μὴ μόνον ὅσον ὠφελήσω τοῦ σκοποῦ τυχὼν, ἀλλὰ καὶ ὅσον βλάψω ἀποτυχών. οὐδὲν οὖν οὐδεπώποτ’ ἔπραξα μὴ πειράσας αὐτὸς πρότερον, ἐὰν ἀποτύχω τοῦ σκοποῦ, μηδὲν βλάψαι τὸν νοσοῦντα. τινὲς δὲ τῶν ἰατρῶν ὁμοίως τοῖς τοὺς κύβους ἀναῤῥίπτουσιν εἰώθασιν ἐπὶ τῶν καμνόντων βοηθήματα προσφέρειν, ὧν ἡ ἀποτυχία μεγίστην ἐπιφέρει βλάβην τοῖς νοσοῦσι. τοῖς μὲν οὖν μανθάνουσι τὴν τέχνην οἶδ’ ὅτι δόξει καθάπερ μοί ποτε τὸ ὠφελέειν ἢ μὴ βλάπτειν οὐκ ἄξιον πρὸς Ἱπποκράτους γεγράφθαι πρώτου, τοῖς δ’ ἰατρεύουσιν ἤδη σαφῶς οἶδα τὴν δύναμιν αὐτοῦ φανησομένην. ἐὰν δὲ καὶ διὰ προπετῆ χρῆσιν ἐνίοτε βοηθήματος ἰσχυροῦ συμβῇ τὸν κάμνοντα διαφθαρῆναι, μάλιστα νοήσουσιν οὗ νῦν ὁ Ἱπποκράτης παρῄνεσε τὴν δύναμιν.
§2.51–2.72
§2.51
Τρία πάντ’ εἶναί φησι, περὶ ὧν καὶ δι’ ὧν θεραπεία περαίνεται, πρῶτον μὲν τὸ νόσημα, εἶθ’ ὁ ἰατρὸς, ἀνταγωνιζομένων ἀλλήλοις καὶ ὡς ἄν τις εἴποι, διαμαχομένων τε καὶ πολεμούντων, τοῦ τε ἰατροῦ καὶ τοῦ νοσήματος. ὁ μὲν γὰρ ἰατρὸς ἀνελεῖν ἐπιχειρεῖ τὸ νόσημα, τῷ δὲ μὴ νικηθῆναι πρόκειται. τρίτος δ’ ἐπ’ αὐτοῖς ὁ κάμνων ἐστὶν, ἐὰν μὲν πείθηται τῷ ἰατρῷ καὶ τὰ προσταττόμενα πράττῃ, συναγωνιστὴς γενόμενος αὐτῷ καὶ πολεμῶν τῷ νοσήματι, ἐὰν δ’ ἀποστὰς αὐτοῦ τὰ κελευόμενα πρὸς τοῦ νοσήματος ποιῇ, κατὰ διττὸν τρόπον ἀδικεῖ τὸν ἰατρὸν, ἕνα μὲν ὅτι τε μόνον εἴασεν, ἕτερον δὲ ὅτι δεύτερον ἐποίησεν, ὄντα πρότερον ἔνα. ἰσχυροτέρους δ’ ἀναγκαῖον εἶναι τοὺς δύο τοῦ ἑνός. δῆλον δὲ ὅτι τὰ κελευόμενα τῆς νόσου ὁ κάμνων πράττει, καταλιπὼν τὸν ἰατρὸν, ὅταν ὁ μὲν ἰατρὸς αὐτὸν κελεύῃ ἀπέχεσθαι ψυχροῦ πόσεως, ὁ δὲ ὑπὸ τοῦ πυρετοῦ διακαιόμενος ἀναπείθηται πρὸς αὐτοῦ πίνειν. οὕτως δ’ εἰ καὶ λούοιτο καὶ προσφέροιτο οἶνον καί τι τοιοῦτον ἕτερον, ὧν ὁ ἰατρὸς ἀπαγορεύῃ μὴ ποιεῖν, αὐξήσει δηλονότι τὸ νόσημα, πράττων ἃ φίλον ἐκείνῳ, προδώσει δὲ τὸν ἰατρὸν, ἃ μὴ βούλεται ποιῶν. ἐν πολλοῖς μὲν οὖν τῶν ἀντιγράφων γέγραπται ὁ ἰατρὸς ὑπηρέτης τῆς τέχνης, ἔν τισι δ’ οὐ τῆς τέχνης, ἀλλὰ τῆς φύσεως γέγραπται. διαφέρει δ’ οὐδὲν πρὸς τὴν ὅλην τοῦ λόγου διάνοιαν.
§2.52
Τοῦτο προγράμματος ἔχει δύναμιν ἐπαγγελλομένου τοῦ Ἱπποκράτους, πῇ τελευτᾷν εἴωθε τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρη καὶ ἅστινας ἔχει διαφορὰς ἐπαγγελλομένου ἑξῆς ἐρεῖν. καὶ τοίνυν προσέχωμεν αὐτῷ τοῦτο ποιοῦντι διὰ τῶν εἰρημένων.
§2.53
Σπασμοί, φησι, γίνονται τοῖς φρενιτικοῖς, τῶν περὶ τὴν κεφαλὴν καὶ τὸν τράχηλον ἀλγημάτων παραμενόντων καὶ βαρῶν.
§2.54
Ἐδείχθη δὲ ἡμῖν τὰ τοιαῦτα πάντα διαχωρήματά τε καὶ ἐμέσματα, τῆς ξανθῆς χολῆς κατοπτωμένης γινόμενα, διὸ καὶ τούτοις ἐφεξῆς ἐρεῖ ὅτι ταχυθάνατοι ἔνιοι γίνονται, τουτέστιν, εὐθέως ἐπὶ τοῖς ἐμεθεῖσιν ἀποθνήσκουσιν, ὡς ἃν ἐν τοῖς κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας χωρίοις τῆς φρενίτιδος συνισταμένης ἐπὶ τῇ ξανθῇ χολῇ. θαυμαστὸν οὖν οὐδὲν ὑπερξηρανθέντων τῶν μορίων τούτων γίνεσθαι τοὺς σπασμούς. ἔνιοι μὲν οὖν ἅμα τῷ σπασθῆναί τε καὶ ἰώδη ἐμέσαι παραχρῆμα ἀποθνήσκουσιν, ἔνιοι δὲ διὰ ῥώμην δυνάμεως ἐπέζησαν ἡμέραν ἢ δύο ἢ τρεῖς, ἔστιν ὅτε πέντε.
§2.55
Εἴρηταί μοι κατὰ τὴν ἐξήγησιν τοῦ προγνωστικοῦ περὶ τῶν οὕτω γινομένων αἱμοῤῥαγιῶν, ἐκείνην ἐξηγουμένῳ τὴν ῥῆσιν ἧς ἡ ἀρχὴ, οἶσι δὲ καὶ ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ μὲν τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἢ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι μήτε μετ’ ὀδύνης μήτε σὺν φλεγμονῇ, αἷμα διὰ ῥινῶν ῥυῆναι τούτοισι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου. καὶ ὅτι τελεώτερον ἐκεῖ περὶ τούτων ἔγραψεν, εἰ παραβάλλοις ἀλλήλαις τὰς ῥήσεις, ἐναργῶς μαθήσῃ. τοσοῦτον οὖν μοι μόνον ἐνταῦθα προσθεῖναι δεήσει διὰ τοὺς περὶ τὸν Καπίτωνα γράψαντας ἐν τῇ προκειμένῃ ῥήσει καὶ ὑποχονδρίου ξύντασις μετ’ ὀδύνης. οὐκ ὀρθῶς γὰρ ἀφεῖλον τὴν ἀπόφασιν, τὴν οὐ, διά τε τὸ ἀληθὲς αὐτὸ καὶ ὅτι κατὰ τὸ προγνωστικὸν Ἱπποκράτους εἴρηται, ὅταν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἀριστερὰ συντείνεταί τι μήτε σὺν ὀδύνῃ μήτε σὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν ῥυῆναι τούτοις προσδόκιμόν ἐστι. τῆς γὰρ ἐπὶ τὴν κεφαλὴν ῥοπῆς τῶν χυμῶν σημεῖόν ἐστιν ἡ τοῦ ὑποχονδρίου σύντασις χωρὶς ὀδύνης γινομένη. ὡς εἴ γε μετ’ ὀδύνης ᾖ, τῇ τῶν σπλάγχνων ἀκολουθεῖ φλεγμονῇ, ὅταν δὲ τῆς περὶ τὴν κεφαλὴν θερμασίας ἑλκούσης ἄνω τὸ αἷμα καὶ τοῦ ἥπατος ὠθοῦντος ἡ σύστασις γίγνηται, τὴν αἱμοῤῥαγίαν προσδέχεσθαι χρή.
§2.56
Ὅτι τοῦτον τὸν λόγον ἐν τῷ προγνωστικῷ διὰ τῆσδε τῆς ῥήσεως ἐδίδαξεν, ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φησὶ κεφαλὴν ἀλγῇ ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν γίνηται ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται. ἢν δὲ καὶ ῥῖγος ἐκλάβῃ καὶ τὰ κάτω μέρη τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, ταχύτερον ὁ ἔμετος παρέσται. ἢν δέ τι καὶ πίῃ καὶ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα ταχέως ἐμέεται. τούτων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος, τῇ πρώτῃ ἡμέρᾳ τεταρταῖοι πιεζοῦνται μᾶλλον ἢ πεμπταῖοι, ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται. οἱ μέντοι πλεῖστοι αὐτῶν ἄρχονται μὲν πονέεσθαι τεταρταῖοι, πιέζονται δὲ πεμπταῖοι μάλιστα, ἀπαλλάσσονται δ’ ἐνναταῖοι ἢ ἑνδεκαταῖοι. οἱ δ’ ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι καὶ τὰ ἄλλα κατὰ λόγον αὐτοῖσι τῶν πρόσθεν γίγνηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην ἀπαλλάσσονται. γίνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶν ἐν τοῖς τριταίοις μάλιστα, τοῖσι δὲ νεωτέροισι γίνονται μὲν καὶ ἐν τούτοισι, μᾶλλον δὲ τοῖς συνεχεστέροισι πυρετοῖς καὶ τοῖσι γνησίοισι τριταίοισιν. αὕτη περὶ τῶν αὐτῶν, ὧν νῦν διέρχεται ῥῆσις ἐν τῷ προγνωστικῷ γέγραπται καὶ αὐτὴν ἐξηγησάμεθα κατὰ τὸ γ΄ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ἡμῖν γεγραμμένων, ὥστ’ οὐδὲν δεῖ πάλιν περὶ τῶν αὐτῶν ἐνταῦθα λέγειν, ὁρῶντας ἀκριβέστερον ἐν τῷ προγνωστικῷ γεγραμμένον ὅλον τὸν λόγον. εἰ δέ τι περιττότερον ἐν τούτῳ τῷ βιβλίῳ πρόσκειται, τοῦτο διὰ τῶν ἑξῆς ῥήσεων ἐξηγήσομαι, μεμνημένων ἡμῶν ὅτι τὸ μὲν κυρίως ὀνομαζόμενον ἐξηγεῖσθαι κατὰ τὰς ἀσαφεῖς γίνεται λέξεις· ἤδη δὲ διὰ τὸ τῶν ἐξηγητῶν ἔθος καταχρώμενοι καὶ τὰς ἀντιλογίας τῶν ἀσαφῶς εἰρημένων ἐξηγήσεις ὀνομάζομεν, ὅπερ καὶ νῦν ἡμεῖς ποιοῦμεν ἑπόμενοι τῇ κρατούσῃ συνηθείᾳ. τὴν γὰρ λέξιν αὐτὴν οὖσαν σαφῆ καὶ μηδεμιᾶς ἐξηγήσεως δεομένην προσφερόμενοι τῷ ὑπ’ αὐτῆς δηλουμένῳ, σαφῶς τὰς αἰτίας ἐπιχειροῦμεν λέγειν.
§2.57
Τὰ παιδία διὰ τὴν ἀσθένειάν τε ἅμα καὶ μαλακότητα τοῦ νευρώδους γένους ἑτοιμότατα πρὸς τοὺς σπασμούς ἐστιν.
§2.58
Καὶ τὰ προειρημένα πάντα γίνεται ταῖς γυναιξὶν, ὡς καὶ τοῖς ἄῤῥεσι, καθόσον ἄνθρωποί τέ εἰσι καὶ πάντα ἔχουσι τοιαῦτα τοῖς ἄῤῥεσι μόρια. καθόσον δ’ αὐταῖς ἐξαίρετον ὑπάρχει μόριον ἡ μήτρα, κατὰ τοῦτο καὶ τοῖς ἐκείνων ἁλίσκεται νοσήμασι καὶ μάλιστ’ ἐφ’ ὧν τῷ στομάχῳ συμπάσχει.
§2.59
Ὁ λόγος ἦν αὐτῷ περὶ τῶν βαρυνομένων τε ἅμα τὴν κεφαλὴν καὶ καρδιωσσόντων καὶ ἀσσωμένων, οὓς ἐπανεμεῖν ἔφη χολώδη καὶ φλεγματώδη καὶ μάλιστα εἰ παιδία εἶεν, ἐν οἷς καὶ σπασμοὺς γίνεσθαι μᾶλλον ἢ τοῖς τελείοις. ἀλλὰ καὶ γυναιξὶν ἔφη καὶ ταῦτα καὶ ἀπὸ ὑστερῶν πόνους συμβαίνειν. ἐφεξῆς οὖν φησὶ τοῖς πρεσβυτέροις παραπληξίας τε γίνεσθαι καὶ μανίας καὶ στερήσεις ὀφθαλμῶν, προσέθηκε δὲ τῷ λόγῳ τὸ οἶσιν ἤδη τὸ θερμὸν κρατέεται, τὴν αἰτίαν ἐνδεικνύμενος δι’ ἣν ταῦτα γίνεται. παραπληγίας μὲν καλεῖ τὰς ἐξ ἀποπληξίας εἴς τι μόριον κατασκηπτούσας παραλύσεις, μανίας δὲ τὰς ἄνευ πυρετοῦ παραφροσύνας. εἴωθε δὲ ταῦτα γίνεσθαι τοῖς πρεσβυτέροις διὰ τὴν ἀσθένειαν τῆς φύσεως, ἀδυνατούσης ἐκκρῖναι δι’ ἐμέτων ἢ αἱμοῤῥαγίας τὸ περὶ τὴν κεφαλὴν ἠθροισμένον πλῆθος, ἐφ’ ᾧ καὶ στερήσεις ὀφθαλμῶν ἐνίοτε γίγνονται κατασκήπτοντος τούτοις.
§2.60
Ψυχρὰ καὶ ξηρὰ κατάστασίς ἐστιν ἣν διηγεῖται καί τι καὶ ἀνώμαλον ἔχουσα. κατὰ πάντ’ οὖν ταῦτα φθινοπώρῳ παραπλησία οὖσα καὶ τὰ νοσήματα τοιαῦτα ἔσχεν, οἷα μάλιστα πλεονάζειν εἴωθε φθινοπώρῳ. ὅτι μὲν οὖν ἀνώμαλος ἐγένετο, δῆλον ἐκ τῶνδε. περὶ γὰρ ἀρκτούρου εἰσβολὴν, μετὰ βορείων πνευμάτων, ὑετοὺς μεγάλους γενέσθαι φησὶν. ἀκολουθῆσαι δὲ τὸ φθινόπωρον ὅλον ἐναντίον τῇδε τῇ καταστάσει, ἀντὶ μὲν βορείου νότιον γενόμενον, ἀντὶ δὲ ἐπομβρίου βραχέα ἔχον ὕδατα. πάλιν δὲ τὸν χειμῶνα βόρειόν τε καὶ ξηρὸν εἶναι, εἶτα καὶ τὸ ἔαρ ὅλον ἄχρι κυνὸς ἐπιτολῆς, ὥστε πρόδηλον μέν ἐστιν ἱκανῶς ἐπικρατῆσαι ἐν τῇ καταστάσει τὸ ξηρὸν καὶ τὸ ψυχρόν. ἐδείχθῃ δὲ καὶ ἀνώμαλα τὰ πρῶτα αὐτῆς μέχρι χειμῶνος, εἶτα μετὰ κύνα πάλιν ἐκ τῶν βορείων καὶ ψυχρῶν ἐξαίφνης γενέσθαι φησὶ καύματα μεγάλα καὶ βόρεια καὶ μετὰ ταῦτα πάλιν ὕδατα νότια. δῆλον οὖν ὅτι καὶ τὸ τέλος τῆς ὅλης καταστάσεως τὸ μετὰ κύνα σφοδρῶς ἀνώμαλον ἐγένετο. ἐξηγεῖται τοιγαροῦν ἐφεξῆς τὰ γενόμενα νοσήματα σαφῶς ἅπαντα μηδεμιᾶς λέξεως ἀσαφοῦς περιεχομένης, ὅτι μὴ σπανίως. ἀλλ’ ἐπεὶ καὶ τὰς αἰτίας τῶν γενομένων νοσημάτων προεθέμεθα λέγειν, ἐκείνας δεήσι προστιθέναι ταῖς ῥήσεσιν αὐτοῦ, τὰς λέξεις δὲ αὐτὰς διὰ κεφαλαίων συντέμνειν, αἷς ἀκολουθήσουσιν οἱ προμεμνημένοι τῶν τε κατὰ τὸ πρῶτον βιβλίον εἰρημένων καὶ τῶν ἔμπροσθεν ἐν τούτῳ. παραπληγίας μὲν οὖν ἐν τῷ χειμῶνι γενέσθαι τῆς κεφαλῆς δηλονότι πληγείσης ὑπὸ τῶν ἐν αὐτῷ γενομένων ψυχρῶν πνευμάτων καὶ μάλιστα ὅτι τὸ φθινόπωρον ὅλον νότιον γενόμενον ἐθέρμηνέ τε καὶ ἠραίωσεν αὐτὴν ἅμα τῷ πληρῶσαι. ἡ γὰρ οὕτως προσδιακειμένη πλεῖστα πάσχει κατὰ τὰ ψυχρὰ βόρεια πνεύματα, οὐ μὴν ἄλλο γέ τι νόσημα τὸν χειμῶνα παρελύπει, διότι ξηρὸς ἦν. εἴρηται δὲ καὶ κατὰ τοὺς ἀφορισμοὺς τοὺς αὐχμοὺς τῶν ἐπομβρίων ὑγιεινοτέρους εἶναι. κατὰ μέντοι τὰς παραπληγίας ἀπέθνησκον, αὐτοῦ τοῦ Ἱπποκράτους εἰπόντος. καὶ γὰρ ἅλις τὸ νόσημα ἐπιδήμιον ἦν ἐν ἴσῳ τῶν ξενιζόντων, διὰ τὴν παρὰ τὸ σύνηθες γενομένην παραπληγίαν. ἡ γάρ τοι συνήθως γινομένη κατασκήπτει μὲν εἰς μέρους παράλυσιν, οὐ μὴν ἀναιρεῖ γε τὸν ἄνθρωπον. ἀλλ’ ἡ κατὰ τὴν προκειμένην κατάστασιν ἐπιδημήσασα παραπληγία θανατώδης ἦν, ἅτε κατεψυγμένης ἱκανῶς τῆς κεφαλῆς.
§2.61
Δῆλόν ἐστιν ὡς οὐκ αὐτῶν ἕκαστον τῶν ἀρξαμένων καύσων πρωῒ τοῦ ἦρος ἄχρι θέρους ἐκταθῆναί φησιν, ἀλλὰ τὴν ἐπιδημίαν αὐτῶν τῆς γενέσεως ἐν ἅπαντι χρόνῳ συμβαίνειν, ποτὲ μὲν ἄλλῳ δηλονότι χρόνῳ, ποτὲ δ’ ἄλλῳ τῶν Θασίων ἁλισκομένων τῷ τοιούτῳ πυρετῷ. γέγραπται δ’ οὐχ ὡσαύτως ἐν ἅπασι τοῖς ἀντιγράφοις ἡ ῥῆσις, ἀλλ’ ἔγωγε τὴν ἀρίστην γραφὴν εἱλόμην κατὰ μὲν τὴν ἑξῆς ῥῆσιν, ὅτι καὶ διὰ τοῦ θέρους ὅλου παρέμενεν, ἡ γένεσις τῶν καύσων δηλώσειε καὶ ὡς ἐν ἅπαντι μὲν καιρῷ τούτῳ μέτριοι καὶ οὐ θανατώδεις ἦσαν, ἐν ἀρχῇ δὲ τοῦ φθινοπώρου πολλοὶ τῶν ἁλισκομένων αὐτοῖς ἀπώλοντο. τὸ μὲν οὖν ἄχρι πολλοῦ τοὺς καύσους ἐπιεικεῖς γενέσθαι λόγον ἔχειν εἰκότως φαίνεται, μέτριοι γὰρ ἐγίνοντο, καθάπερ οἱ ἐν τῇ πρὸ ταύτης καταστάσει, καὶ οὐκ ἀκριβεῖς, ὡς ἂν οὐδ’ ὑπὸ θερμῆς ἀκριβῶς καὶ ξηρᾶς καταστάσεως ἀποτελεσθέντες, οὔτε μὴν πάσαις ἐπισυμβάντες κράσεσιν, ἀλλὰ καὶ ταῖς τὸ χολῶδες ἠθροικέναι φθανούσαις. τὸ δ’ ὅλως γίνεσθαι καύσους τηνικαῦτα τὴν τῆς αἰτίας εὕρεσιν οὐκ ἔχει σαφῆ διὰ τὸ μηδ’ ὅλως μνημονεύεσθαι τὸν Ἱπποκράτην τοῦ προηγησαμένου θέρους, ἀλλ’ ἀπὸ τῆς ἀρχῆς τοῦ φθινοπώρου τὴν ἀρχὴν τῆς ἐξηγήσεως ποιήσασθαι καὶ πολὺ χαλεπωτέραν, ὅτι πιθανὸν ἦν τὸ θέρος ἐκεῖνο τὴν κατὰ φύσιν ἑαυτοῦ φυλάξαι κρᾶσιν ἢ εἰ πάντως ἂν ἐξετράπετο κατά τι, διηγήσαιτ’ ὁ Ἱπποκράτης αὐτοῦ τὴν κατάστασιν. ἴσως οὖν θερμότερον ἐγένετο καὶ οὐ πάνυ πολλῷ τοῦ κατὰ φύσιν ἐξηλλαγμένον, ὅθεν οὐδὲ ἠξίωσεν αὐτὸ γράφειν ὡς ἤδη παρὰ φύσιν ἔχον. ἀλλ’ ὅμως ἐπειδὴ καὶ τὸ θέρος, εἰ κατὰ φύσιν ἔχον σταίη, τὸν πικρόχολον χυμὸν ἀνάγκη πλείονα γίνεσθαι, διὰ τοῦτο καὶ τότε πλείων ὢν οὕτως, οὐ μόνον τοῦ εἰωθότος, ἀλλ’ ἔτι καὶ μᾶλλον ἐν ἐκείνῳ τῷ θέρει γιγνόμενος, ὑπὸ τοῦ μετὰ ταῦτα ἐπιγενομένου κρύους ἔνδον ἐφυλάχθη μὴ διαπνευσθεὶς μηδὲ διαφορηθεὶς, ἐπὶ πλεῖον δ’ ἐμφωλεύσας τῷ χρόνῳ καὶ διασαπεὶς τοὺς καύσους ἤνεγκεν.
§2.62
Ἀναμνησθῶμεν ὡς κατὰ τὸ τέλος τῆς ὅλης διηγήσεως, ἣν ἐποιήσατο περὶ τῆς καταστάσεως, ἔγραφεν, ὕδατα νότια μέχρι ἰσημερίης ἦρος. εἰρήκει δὲ καὶ περὶ τοῦ μετὰ κυνὸς ἐπιτολὴν χρόνου μέχρις ἀρκτούρου κατὰ λέξιν οὕτως, θέρος θερμὸν, καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια, ὕδωρ οὐκ ἐγένετο. πρόδηλον οὖν ὅτι χολοποιὸς ἡ τοιαύτη κατάστασις ἐγένετο, ὥστ’ εἰκότως ὑδάτων νοτίων διαδεξαμένων αὐτὴν οἱ καῦσοι πλείους τε καὶ θανατώδεις ἐγίγνοντο, τοῦ νότου πεφυκότος διαλύειν τε τὰ σώματα καὶ χεῖν τοὺς χυμοὺς καὶ μέντοι καὶ σήπειν ἅμα, ὅταν ἅμα πλείοσιν ὑετοῖς γένηται.
§2.63
Καὶ ἄλλως μὲν ἴδιόν ἐστι καύσων πυρετῶν αἱμοῤῥαγίαις ταῖς ἐκ ῥινῶν ὡς τὰ πολλὰ κρίνεσθαι καὶ τότε πλείους αἱμοῤῥῆσαί φησι. καὶ μέντοι καὶ τὰ ἐφεξῆς αὐτῷ γεγραμμένα πάντα τῶν κατὰ μέρος γεγραμμένων ἑκάστοισιν ἓν ἔχει τοῦτο κεφάλαιον. ὅσοις μὲν αἱμοῤῥαγίαι τελέως ἐγίνοντο, σωθῆναι τούτους, οἷς δ’ ἐλλιπῶς ἢ οὐδ’ ὅλως ἦν στάξις αἵματος ἐκ ῥινῶν, μόνους διαφθαρῆναι τούτους. ἐν ἄλλοις δέ τισι φυσικῶν ἄλλων ἐκκρίσεων ἤτοι διὰ γαστρὸς ἢ δι’ οὔρων γενομένων σωθῆναι.
§2.64
Ἐν τοῖς περὶ ῥίγους λόγοις ἐδείχθη διὰ τὸν πικρόχολον ὁρμὴν ἔχοντα φέρεσθαι διὰ τῶν αἰσθητικῶν καὶ σαρκωδῶν σωμάτων ἐπὶ τὴν ἔκκρισιν ἕπεσθαι τὸ ῥῖγος. ἐδείχθη δὲ ὅτι καὶ τῇ κινήσει ταύτῃ κατὰ λόγον ἐστὶν ἀκολουθεῖν ἱδρῶτας, ἐνίοτε δὲ καὶ χολώδεις ἐμέτους καὶ διαχωρήσεις.
§2.65
Οἷς οὐκ ἠδυνήθη τὴν χολὴν ἡ φύσις ἐκκρῖναι, τούτοις ἀθροισθεῖσα κατὰ τὸ δέρμα τοὺς ἰκτέρους εἰργάσατο. μοχθηρὸν δὲ τὸ πρὸ τῆς ἑβδόμης αὐτοὺς γενέσθαι, καθότι κἀν τοῖς ἀφορισμοῖς εἴρηται. καὶ τούτων δ’ αὐτῶν ἐκεῖνοι μόνοι ἐσώθησαν, οἷς ἂν ἡ φύσις ἠδυνήθη δι’ ἑτέρου τρόπου τὴν περιουσίαν ἐκκρῖναι. τριῶν δὲ τούτων ἐμνημόνευσεν, ἐκκρίσεων οὔρων, γαστρὸς ἐκταράξεως καὶ αἱμοῤῥαγίας. ἐνίοις δὲ καὶ ταῦτα πάντα γίνεσθαί φησιν, ὥσπερ τῷ Ἡρακλείδῃ, καὶ κριθῆναι τοῦτον εἰκοσταῖον.
§2.66
Μειρακίοισι μὲν ὅτι κατὰ λόγον ᾑμοῤῥάγει πρόδηλον, ἐφεξῆς δ’ αὐτῶν καὶ τοῖς ἀκμάζουσι. τοῖς δὲ τούτων πρεσβυτέροις ἀσθενεστέρας τε τῆς δυνάμεως οὔσης καὶ τῆς ἐμφύτου θερμασίας ἐλάττονος εἰς ἰκτέρους μᾶλλον ἡ ἀπόθεσις ἐγένετο τῆς πλεοναζούσης χολῆς. ἐγένετο δ’ ἐνίοις καὶ διὰ γαστρὸς ἔκκρισις ταραχώδης ἢ δυσεντεριώδης, οἷς ἐντεῦθεν ἔῤῥευσε τὸ περιττὸν τῆς κοιλίας. ἐκ τούτων οὖν τῶν προειρημένων καὶ μέντοι καὶ τῶν ἑξῆς εἰρησομένων οὐκ ἄδηλον ἔσται σοι τὰς ἐν τοῖς καύσοις αἱμοῤῥαγίας γίνεσθαι διὰ τὴν ἐπικρατοῦσαν ξανθὴν χολὴν, ἥτις μεμιγμένη τῷ αἵματι, διακαίουσά τε τοῦτο καὶ σὺν αὐτῷ πολλὴν θερμασίαν ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, ὅταν ῥήξῃ τὰς ἐν τῇ ῥινὶ φλέβας, αἱμοῤῥαγίας ἐργάζεται.
§2.67
Διὰ κίνδυνον δηλονότι καὶ δεῖ ἀγὼν ὅσους μικροῦ τοῦ σωθῆναι τούτους ὑπῆρξε, μόγις ἀπὸ τῆς τετάρτης καὶ εἰκοστῆς καὶ τῆς τεσσαρακοστῆς δι’ αἱμοῤῥαγίας ὠφεληθεῖσε.
§2.68
Εἰκότως ἦν τὰς γυναῖκας ἧσσον τῶν ἀνδρῶν νοσῆσαι καὶ διακινδυνεῦσαι, ὡς δι’ αἱμοῤῥαγίας τὰς κρίσεις ἐργασαμέναις, ὡς ἂν ἐχούσαις σύμφυτον βοήθημα τὴν ἔμμηνον κένωσιν. ἐδυστόκησαν δὲ διὰ τὴν κατάστασιν ψυχρὰν οὖσαν. ἀλλὰ καὶ ἐν αἷς ἐφάνη τι νόσημα, καὶ αὗται διέφθειραν τὰ ἔμβρυα κατὰ τὸν αὐτὸν λόγον.
§2.69
Καὶ ταῦτα μὲν εἶναι λεπτὰ οὖρα, τουτέστιν ὑδατώδη φησὶ καὶ μέντοι καὶ κατ’ ὀλίγα πάλιν ἔγραψεν·
§2.70
Διελθὼν τὰ ὀνόματα τῶν οὐρησάντων τοιαῦτα ἐφεξῆς φησί.
§2.71
Εἰκὸς γὰρ ἦν καὶ διότι τοῖς οὔροις οὐκ ἐξεκαθάρθη τὸ χολῶδες, ἐπὶ γαστέρα ῥυὲν, τὰς δυσεντερίας ἐργάσασθαι. εἰκὸς δὲ καὶ διὰ πολλὰς πλεονεξίας τοῦ χυμοῦ τούτου γεγονέναι καὶ εἰ μὴ χολώδη τοῖς οὔροις ἐξεκενώθησαν, ἐκ τοῦ περιττεύοντος ἔτι κατὰ τὸ σῶμα, τὴν δυσεντερίαν αὐτοῖς γενέσθαι.
§2.72
Εὔδηλον ὅτι τῆς κατὰ τὸ δεύτερον ἔτος ἐπιτολῆς ἐκ τούτου μέμνηται, γεγραμμένης ἐπὶ τέλει τῆς διηγήσεως. αὕτη τοίνυν ἐγένετο νότιος, τοὺς ὑετοὺς ἔχουσα μέχρι τῆς φθινοπωρινῆς ἰσημερίας. ἐν τούτῳ δὴ τῷ χρόνῳ φησὶν ἑνδεκαταίους πολλοὺς ἀσφαλῶς κριθῆναι γενομένους ἅμα κωματώδεις, διὰ τὴν νότιον δηλονότι κατάστασιν. διὰ δὲ τὴν αὐτὴν καὶ αἱ κρίσεις αὐτοῖς ἐγίνοντο βεβαιότεραι τῶν κατὰ τὸν ἄλλον χρόνον, ἡνίκα ἐπεκράτει τοῦ περιέχοντος ἡ ψυχρὰ κρᾶσις, ἐν ᾗ χρονίας ἔφη γενέσθαι τὰς κρίσεις. τοῦ μέντοι μεταξὺ κυνὸς καὶ ἀρκτούρου, θερμὴν καὶ ξηρὰν ἔχοντος κατάστασιν, οὐκ ἐμνημόνευσεν, ἐν ᾗ μᾶλλον εἰκὸς ἦν ὀξέως κριθῆναι πολλοὺς, ὡς μηδὲ τὴν ἑβδόμην ὑπερβῆναι. μή τι οὖν τοῦτο μὲν ὡς οἰκεῖον τοῦ καιροῦ παρέλιπε, τὰ δ’ ἐπιδημήσαντα μόνα διέρχεται.
§2.73–2.83
§2.73
Τοὺς καύσους καὶ τὰς φρενίτιδας ὁ μὲν αὐτὸς ἐργάζεται χυμὸς, οὐ τὸν αὐτὸν δὲ τόπον ἔχων. ἐν μὲν γὰρ ταῖς εὐρυχωρίαις τῶν ἀγγείων περιεχομένης τῆς ξανθῆς χολῆς ἅμα τῷ αἵματι, συμβαίνει καθ’ ὃν ἂν τρόπον ἐκπυρωθῇ, τοὺς καύσους γίνεσθαι, καὶ μάλιστα ὅταν ἐν ταῖς κατὰ γαστέρα καὶ ἧπαρ ἢ κατὰ πνεύμονα φλεψὶν ἡ ζέσις γένηται τῆς χολῆς. ὅταν δ’ εἰς τὰ στερεὰ μόρια τοῦ σώματος ἀφικνῆται καὶ δι’ αὐτῶν φέροιτο, ῥῖγος ἐργάζεται. κατὰ δὲ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας στηριχθεῖσα τὰς φρενίτιδας ἐργάζεται. πρὶν δὲ στηριχθῆναι, διαῤῥέουσα κατὰ τὰς ἐν αὐτοῖς φλέβας, οὐ φρενίτιδας, ἀλλὰ τὰς ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν ἐπιφέρει παραφροσύνας. ἡ τοίνυν ἔμπροσθεν ἐν ταῖς κάτω φλεψὶ τὸν καῦσον ἐργαζομένη χολὴ, κατὰ τὴν ἀπ’ ἀρκτούρου μέχρι τῆς ἰσημερίας νότιον κατάστασιν, εἰς τὴν κεφαλὴν ἀναληφθεῖσα καὶ στηριχθεῖσα κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας ἐγέννησε τὰς φρενίτιδας.
§2.74
Ὀλίγους φησὶ γεγονέναι φρενιτικούς. τὸ μὲν γὰρ ἄχρι κυνὸς αὐτοῦ μέρος ψυχρὸν ἦν, τὸ δὲ μέχρι ἀρκτούρου θερμὸν καὶ ξηρὸν, ὥστ’ οὐ δυνατὸν ἦν πληρῶσαι τοῦτο μεταξὺ τὴν κεφαλὴν ὥσπερ οὐδ’ ὁ περὶ τὸν ἀρκτοῦρον ἄχρι τῆς ἰσημερίας γενομένης νότος. οὔτε γὰρ ὑγρὸν ἦν οὔτε νότιον οὔτε πολυχρόνιον τὸ μεταξὺ κυνός τε καὶ ἀρκτούρου. ἐῤῥέθη ὅτι χολῆς πολλῆς ἐνεχθείσης ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις καὶ φρενίτιδες ἐγένοντο.
§2.75
Ὥσπερ ἅπαντα τὰ κατὰ τοῦτο τὸ σύγγραμμα τῶν καθόλου λεγομένων αὐτῷ δι’ ἑτέρων βιβλίων παραδείγματ’ ἐστὶ τὴν ἐξέτασιν ἐν τοῖς καθ’ ἕκαστα λαμβάνοντι δι’ αὐτοψίας, κατὰ τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ νῦν λεγόμενα. τοῖς γὰρ ὀλεθρίοις καύσοις γενέσθαι συμπτώματα φησὶ, κατ’ ἀρχὰς ἐπιῤῥιγοῦντες καὶ ἀγρυπνοῦντες καὶ ἀσώδεες, ἐφιδροῦντες μικρὰ περὶ μέτωπον καὶ κλεῖδα. τὸ μὲν γὰρ ὀξύν τε τὸν πυρετὸν αὐτοῖς εἶναι καὶ δίψος παρεῖναι τῆς τοῦ πάθους φύσεως ἴδια, καὶ ταῦτα τῆς κακοηθείας ἴδια, τό τε ῥιγοῦν εὐθέως ἐν ἀρχῇ. καὶ γὰρ κρίνειν εἴωθε τοὺς καυσώδεις πυρετοὺς τὸ ῥῖγος, οὐ μὴν αὐτίκα γ’ ἐπιφαίνεσθαι χρὴ κρίσιμα. τὸ δὲ τῆς ἀγρυπνίας καὶ τῆς ἀδημονίας σύμπτωμα διὰ παντός ἐστι μοχθηρὸν, οὐ κατὰ μόνην τὴν ἀρχὴν, ὥσπερ γε καὶ τὸ ἐφιδροῦν. τὸ δὲ παραλέγειν, ὅπερ ἐστὶ παρὰ τὰ κατὰ φύσιν λέγειν, τουτέστι παραφρονεῖν, βεβλαμμένον δηλοῖ τὸν ἐγκέφαλον. οἵ γε μὴν φόβοι δριμείας ἱκανῶς καὶ κατωπτημένης τῆς ξανθῆς χολῆς εἰσι συμπτώματα. συγγενεῖς δὲ τοῖς φόβοις εἰσὶ καὶ αἱ δυσθυμίαι. ἡ δὲ τῶν ἄκρων περίψυξις ὀλεθριώτατον καύσοις ἐστὶ σύμπτωμά τε καὶ σημεῖον, ὥσπερ γε καὶ τὸ παρανοῆσαι, διὰ τὴν τοῦ πυρετοῦ θερμασίαν ἐκπυρουμένης τῆς κεφαλῆς. ἴδιον δ’ ἐστὶ καὶ οἰκεῖον ὀξέων πυρετῶν καὶ τὸ διακαίεσθαι τοῖς ἄκροις τοῦ σώματος μέρεσιν. ἐάν ποτ’ οὖν καταψύχηται ταῦτα, διακαιομένων τῶν περὶ τὰ σπλάγχνα χωρίων, ἐν μὲν τοῖς μέσοις τοῦ σώματος ἠθροῖσθαι δηλοῦται τὸ αἷμα, τὰ δ’ ἄκρα λειφαιμεῖν τε καὶ καταψύχεσθαι καὶ νεκροῦσθαι τελέως, ἀπολιπούσης ἤδη τῆς φύσεως αὐτά. καὶ μὴν καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας ἡμέρας γιγνόμενοι κατ’ ἀρχὴν εὐθέως ἐνίοτε μὲν ἑκταίαν προδηλοῦσιν ἔσεσθαι κακίστην κρίσιν, ἐνίοτε δὲ εἰς μῆκος ἐκταθήσεται τὸ νόσημα. καὶ ὅταν γε σφοδρῶς κινῆται, τῆς τετάρτης μοχθηρὸν παροξυσμὸν ἐχούσης, ἀποθνήσκουσιν ἑκταῖοι, καθάπερ καὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστί. τεταρταίοις οὖν αὐτοῖς φησὶ τούς τε πόνους μεγίστους γίνεσθαι, τουτέστιν ἅπαντα τὰ ὀδυνώδη συμπτώματα, καὶ ἱδρῶτας ὑποψύχρους ἐπὶ πλεῖστον. τούτοις μὲν οὖν καὶ ὅτι καὶ ἡ ἕκτη τὸν θάνατον οἴσει μεθ’ ἱδρώτων πρόδηλον. τὸ δὲ καὶ τὰ ἄκρα πελιδνὰ γενέσθαι καὶ μηκέτ’ ἀναθερμαινόμενα νεκρώσεώς τε σημεῖόν ἐστι καὶ βέβαιον γνώρισμα τοῦ μὴ δύνασθαι τῆς ἕκτης ἡμέρας ἐξωτέρῳ τὴν δύναμιν ἐξαρκέσαι. ἐκ περιουσίας δέ τι καὶ ἄλλο σημεῖον αὐτοῖς ὀλέθριον προσεγένετο, τὸ μηκέτι διψῆν, καίτοι πρότερον ἐκαυσοῦντο. δυοῖν δὲ δήπου τούτοιν ἀναγκαῖόν ἐστι τὸ ἕτερον εἷναι, τὸ τοὺς διακαιομένους ἔμπροσθεν ὑπὸ δίψης ὕστερον ἀδίψους γενέσθαι, ἤτοι λύσιν τοῦ νοσήματος ἢ νέκρωσιν τῆς δυνάμεως, ὡς μηκέτ’ αἰσθάνεσθαι τῶν παρόντων κακῶν. ἀλλ’ οὐκ ἐγίνετο τούτοις λύσις, ὀλεθρίων ὄντων συμπτωμάτων, ὥστ’ ἀναισθησίας ἦν σημεῖον αὐτοῖς τὸ μὴ διψῆν. ταῦτα μὲν οὖν ἅπαντα τὰ εἰρημένα συμπτώματα κακοήθη τε πάντα ἐστὶ δεινῶς καὶ ὀλέθρια, σὺν αὐτοῖς δ’ οὐχ ἥκιστα καὶ τὰ οὖρα μέλανά τε καὶ λεπτὰ ὀλίγα γιγνόμενα· μέλανα μὲν, ὡς ἂν ἤδη κατωπτημένου τοῦ χολώδους χυμοῦ, ὀλίγα δὲ διὰ τὸ ἐκπεφρύχθαι τὴν ἰκμάδα πᾶσαν ἐκ τοῦ αἵματος ὑπό τε τοῦ καυσώδους πυρετοῦ κἀκ τῶν οὐρητικῶν ὀργάνων ἤδη νενεκρωμένων. διὰ δὲ τὰς αὐτὰς αἰτίας καὶ κοιλίαι ἐφίστανται. καὶ μὲν δὴ καὶ τὰς ἐκ ῥινῶν στάξεις ὀλέθριον οὔσας σημεῖον καὶ ἄλλοις μὲν, ἐν καύσοις δὲ μάλιστα γενέσθαι φησὶν αὐτός. ὅτι ὀλεθριώτατον τοῦτο τοῖς καύσοις, δῆλον, εἴγε μάλιστα οἰκεῖόν ἐστιν αἱμοῤῥαγία.
§2.76
Τοῖς ἄνευ τοῦ καυσωθῆναι φρενιτικοῖς γιγνομένοις τὰ εἰρημένα οὐ συνέπεσεν, ἐπεὶ τοῖς γε μετὰ τοῦ καυσωθῆναι περὶ τὴν ἕκτην ἡμέραν ὁ θάνατος ἐγένετο, διπλασιασθέντος αὐτοῦ τοῦ κακοῦ, φρενῖτις ἐγένετο. περὶ δὲ τὴν ἑνδεκάτην ἡμέραν ἀκολουθῆσαί φησι τὴν κρίσιν, ἐνίοις δὲ κατὰ τὴν εἰκοστήν.
§2.77
Οἷς μὲν περὶ τὴν γ΄ ἢ τετάρτην ἡμέραν ἤρξατο, διεκόπη δὲ μεταξὺ, κρίσεως ἡμιῤῥόπου γινομένης. τὸ δὲ σφοδρῶς ὀξὺ τῆς φρενίτιδος οὐκ ἔσχον οἱ νοσοῦντες. ἐθεασάμεθα γὰρ ἤδη καὶ τοιαύτας φρενίτιδας.
§2.78
Ὥσπερ ἔμπροσθεν ἔφην αὐτὰ μὲν τὰ γινόμενα ἀσαφῇ αὐτὸν διηγεῖσθαι, προστίθεσθαι δ’ ὑφ’ ἡμῶν τὰς αἰτίας, οὕτω νῦν φημὶ καὶ αὐτὴν τὴν διάνοιαν τοῦ λόγου οὐκ εἶναι σαφῆ. πότερον γὰρ ἐπὶ φρενιτίδων μόνον ἀκούειν χρὴ τῶν εἰρημένων ἢ ἐπὶ πάντων τῶν νοσημάτων ὧν προείρηκεν, ἄδηλον. καὶ γὰρ οὖν αὐτὴν τὴν ἀρχὴν τοῦ προκειμένου λόγου διαφερόντως γράφουσιν, ἔνιοι μὲν ὡδί πως, πλῆθος δὲ τῶν νοσημάτων ἐγένετο, περὶ τῶν φρενιτικῶν αὐτῶν μόνων οἷς ἐπενήνεγκται ταῦτα βουλόμενοι τὸν λόγον εἶναι. τινὲς δὲ ὡδί. πλῆθος μὲν οὖν ἐγένετο τῶν νοσημάτων, περὶ πάντων αὖ καὶ οὗτοι τῶν εἰρημένων ἀξιοῦντες εἶναι τὸν λόγον. εἰ μὲν ἐπὶ πάντων ἀκούοιμεν ἄνευ τοῦ διορίσασθαι κατὰ τίνα μὲν τά τε μειράκια καὶ νέοι καὶ ἀκμάζοντες ἀπόλλυνται, κατὰ τίνα δ’ οἱ λεῖοι καὶ ὑπολευκόχρωτες, κατὰ τίνα δ’ οἱ ἰθύτριχες καὶ μελανότριχες καὶ μελανόφθαλμοι, κατὰ ποῖα δὲ ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἢ πάλιν ἐν τίσιν οἱ ἰσχνόφωνοι, ἐν τίσι γ’ οἱ τραυλοὶ, ὥσπερ καὶ ὀργίλοι μὲν ἐν τίσι, γυναῖκες δ’ ἐν τίσι, εἰ μὴ πάντα ταῦτα διορισθείη, πλέον οὐδὲν ἡμῖν οὔτε εἰς πρόγνωσιν οὔτ’ εἰς θεραπείαν ἐκ τῶν εἰρημένων ὑπάρξει. εἰ δὲ μὴ περὶ πάντων τῶν νοσημάτων, ἀλλὰ περὶ ὦν τὸν λόγον ἐποιεῖτο μόνων τῶν φρενιτικῶν, ἀκούοιμεν εἰρῆσθαι ταῦτα, χαλεπώτατόν ἐστι καὶ οὕτως εὑρεῖν τὰς αἰτίας, δι’ ἃς ἀπόλοιντο οἱ πλεῖστοι τῶν εἰρημένων. μετὰ καὶ αὐτὸ τὸ, τοὺς πλείστους ἀπόλλυσθαι, διττὸν εἶναι· τὸ μὲν ἕτερον, ἐπειδὴ πολλοὶ τῶν τοιούτων ἑάλωσαν τῷ φρενιτικῷ νοσήματι θανατώδη ἔχοντι τὴν τότε ἐπιδημίαν, διὰ τοῦτο εἰρῆσθαι πολλοὺς αὐτῶν διαφθαρῆναι, τὸ δ’ ἕτερον εἶναι, τῶν ἁλόντων τῇ φρενίτιδι τοὺς πλείστους ἀπολωλότας ἠκούσαμεν. ὥστε καὶ τὴν αἰτιολογίαν γίνεσθαι διττὴν, ὥστε καὶ πάντας οὗς εἶπεν ἐπιτηδείους ἁλῶναι τῷ φρενιτικῷ πάθει, κατὰ τὴν ὑποκειμένην κατάστασιν, ἐπιδεικνύντων ἡμῶν τῶν φρενιτισάντων τοὺς τοιούτους μάλιστα ἀποθανεῖν. ἡ μὲν οὖν ἀσάφεια τοῦ λόγου τοιαύτη ἐστι καὶ τοιαύτη, προηγεῖται δ’ αὖθις εὑρεῖν τὴν κρᾶσιν ἑκάστου τῶν εἰρημένων. οὐ γὰρ οἷόν τε συνῆφθαι τῇ καταστάσει τὸν λόγον ἄνευ τούτου. φαίνεται δ’ ἐν οἷς εἶπεν ὁ Ἱπποκράτης ἡλικιῶν μὲν θερμοτάτων μνημονεύων, μειράκια γὰρ, φησὶ, καὶ νέοι καὶ ἀκμάζοντες, φύσεών τε δυσδιαπνεύστων· καὶ γὰρ οἱ λεῖοι καὶ οἱ ὑπολευκόχρωτες, ἰθύτριχές τε, οἱ μελανότριχες καὶ οἱ μελανόφθαλμοι καὶ οἱ οἶκοι καὶ ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες ἐδείχθησαν ἡμῖν ἐν ἄλλοις τέ τισιν ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κράσεων ἧττον διαπνεόμενοι, διότι καὶ ψυχρότεροι ταῖς κράσεσίν εἰσι. καὶ διὰ τὴν αὐτὴν αἰτίαν καὶ γυναῖκες, ἃς διὰ τὴν ἔμμηνον κάθαρσιν ἧσσον ἠδίκησεν ἡ κατάστασις, ὡς ἔμπροσθεν εἶπον, αἱ δ’ ἀποθανοῦσαι ἐκ τούτου τοῦ εἴδους ἦσαν. λοιπὸν οὖν ἐστὶν ἐπισκέψασθαι περὶ τῶν ἰσχνοφώνων καὶ τραχυφώνων καὶ τραυλῶν καὶ ὀργίλων καὶ πρῶτον γεγραμμένων τῶν ἰσχνοφώνων. εἰ μὲν οὖν οὕτως εἴη γεγραμμένον τοὺς ἰσχνοὺς τὴν φωνήν· ἰσχνόφωνοι γὰρ ἔτι καὶ νῦν λέγονταί τινες, ὥσπερ γε καὶ λεπτόφωνοι, ταῦτ’ οὖν ἑκατέρου ὀνόματος σημαίνοντος, διαφέρουσιν οὗτοι τῶν ἰσχνοφώνων, ὡς ἐν τοῖς περὶ φωνῆς εἴρηται, καὶ δέδεικται γίνεσθαι διὰ τὴν στενότητα τῆς τραχείας ἀρτηρίας τοῦ λάρυγγος. οἱ δὲ ἰσχνόφωνοι τὴν φωνὴν διὰ τὴν φυσικὴν μοχθηρίαν τῶν κινούντων τὸν λάρυγγα μυῶν, ἑκάτεροι δὲ δι’ ἀῤῥωστίαν τῆς ἐμφύτου θερμασίας ἀποτελοῦνται τοιοῦτοι, κατὰ τὴν πρώτην διάπλασιν. ὥσπερ δ’ ἐν τοῖς τὸν λάρυγγα κινοῦσι μυσὶ φαυλότερον ἔξ ἀρχῆς οἱ ἰσχνόφωνοι διεπλάσθησαν, οὕτως τοῖς τῆς γλώττης οἱ τραυλοὶ τραχύφωνοι γίνονται διὰ τὴν τραχύτητα τῶν φωνητικῶν ὀργάνων. ὀνομάζω δ’ ὄργανα φωνητικὰ δι’ ὧν ἐκπεμπόμενον τὸ πνεῦμα φωνὴ γίνεται. ταῦτα δ’ ἐστὶν ἡ τραχεῖα ἀρτηρία καὶ ὁ λάρυγξ καὶ ἡ φάρυγξ, οἶον πλῆκτρον τοῦ φερομένου δι’ αὐτοῦ πνεύματος, ἐδείχθη γὰρ οὗτος ὄργανον φωνῆς, ὡς διαλέξεως γλῶττα. βραχὺ δὲ πρὸς γένεσιν καὶ ἡ φάρυγξ συντελεῖ, δασεῖαν αὐτὴν ἐργαζομένη. ταῦτ’ οὖν τὰ ὄργανα λεῖα μὲν ὄντα λείαν ἐδείχθη καὶ τὴν φωνὴν ἐργαζόμενα, τραχέα δὲ τραχεῖαν. ἡ δὲ τραχύτης αὕτη ἐδείχθη διὰ ξηρότητα γινομένη. τὰ μὲν οὖν ἄλλα πάντα μετὰ τὰς ἡλικίας ἄχρι δεῦρο λελεγμένα ψυχρᾶς ἐστι κράσεως σημεῖα. μόνη δ’ ἡ ξηρότης ἀμφοτέραις ταῖς κράσεσι συνέρχεται, τῇ τε ψυχρᾷ καὶ τῇ θερμῇ. τοῖς μὲν οὖν ἅμα τῷ ξηρῷ τῆς κράσεως ψυχροῖς οὖσι δυσδιαπνεύστοις εἶναι συμβήσεται, καθάπερ καὶ τοῖς προειρημένοις. ὅσοι δὲ θερμότεροι τούτων ὑπάρχουσιν, οὐκ εὐθὺς ὑπάρχει τοῦτο, διότι τοὺς μὲν ἐξέλωμεν τοῦ λόγου, τοὺς δ’ ἄλλους φῶμεν, οἷς ἐφαρμόττει ὁ λόγος. ἦν δὲ προκείμενον ἀποθανεῖν πολλοὺς, ἐξ ὦν κατέλεξεν ἡλικιῶν τε καὶ φύσεων. ἔλεγον δὲ ἡλικίας εἶναι θερμὰς, ἐν αἷς ὁ πικρόχολος πλεονάζει χυμός· τὰς φύσεις δὲ δυσδιαφορήτους, ὥστ’ ἄχρι μὲν τοῦδε τὴν ἀρχὴν ὦν εἰρήκαμεν, ἔτι λείπεται περὶ τῶν ὀξυθύμων εἰπεῖν, οὓς ἐναντιωτάτους φησὶ τοῖς θυμώδεσιν ὄντας. ἀνδρεῖοι μὲν γάρ εἰσιν οἱ θυμώδεις καὶ καταφρονικοὶ τῶν μικρῶν πραγμάτων. μικρόψυχοι δ’ εἰσὶν οἱ ὀξύθυμοι, διότι τὸ γενναῖον τῆς τῶν ἀνδρῶν ψυχῆς οὐκ ἔχουσιν, ὥστε καὶ οἱ ὀξύθυμοι ψυχρότεροί τε ταῖς κράσεσι καὶ δυσδιαφόρητοι γενήσονται. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον, καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοὺς εἴδους ἀπέθνησκον, οὐ δῆλόν ἐστιν εἴτε πρὸς τὸ τέλος ἀναφέρειν χρὴ μόνον εἴτε πρὸς αὐτὰ τὰ προειρημένα. τελευταῖοι δ’ αὐτῶν εἰσὶν οἱ ὀξύθυμοι καὶ αὐτῶν τῶν γυναικῶν τὰς συγγενεῖς τοὺς εἴδους τούτου πλείστας ἀποθνήσκειν ἐπενήνεκται. δύναταί γε μὴν ἀληθὴς ὁ λόγος εἶναι κατ’ ἄμφω καὶ πρὸς πάντα τὰ προειρημένα τὴν ἀναφορὰν ποιουμένου τοῦ Ἱπποκράτους καὶ πρὸς μόνον τὸ τελευταῖον. εἰ δὲ τὸ πρὸς πάντα ἀναφέρειν ἀληθές ἐστιν, ἄμεινον οὕτως ἀκούειν. ἐν μὲν γὰρ τοῖσι παισὶ καὶ τὸ τελευταῖον εἰρημένον περιέχεται, κατὰ τοῦτο δ’ οὐκέτι τὰ πάντα λέλεκται. τὰς μέντοι γυναῖκας τὸ εἴδους ἀποθανεῖν τούτου λέγειν αὐτὸν, αὐτοῖς ἀνδράσι παραβάλλοντα, προείρηται γὰρ ἀνωτέρω, γυναῖκες δ’ ἐνόσησαν μὲν πάμπολλαι, ἐλάσσους δ’ ἢ ἄνδρες, καὶ ἔθνησκον ἧσσον. ἀλλ’ ὁ νῦν λόγος αὐτῷ τοιοῦτός τίς ἐστι. τῶν γυναικῶν ὅσαι τοῖς εἰρημένοις πάθεσιν ἑάλωσαν ἀπέθνησκον μᾶλλον, ὅσαι τῆς προειρημένης ἰδέας ἦσαν.
§2.79
Καὶ οὗτος ὁ λόγος σαφὴς καὶ ὁ ἐφεξῆς, ἔνθα περὶ τῶν γυναικῶν διαλέγεται. κεφάλαιον γάρ ἐστιν ὃ διδάσκει, τοὺς μὲν δι’ αἱμοῤῥαγίας, τοὺς δὲ δι’ οὔρων ἢ διαχωρημάτων, ἐνίους δὲ καὶ εἰς δυσεντερίαν ἀποσκηψάντων τῶν αἰτίων δυνηθῆναι σωθῆναι.
§2.80
Ἕν τι καὶ τοῦτο τῶν αἱμοῤῥαγικῶν σημείων παραλελειμμένων αὐτῷ διὰ τῶν ἔμπροσθεν εἴρηται νῦν, ἔστι δ’ ἱκανῶς ὁ λόγος σαφὴς τοῖς μεμνημένοις ὧν ἔμπροσθεν εἶπε καὶ κατὰ τοῦτο βιβλίον ὧν τε ἐν τῷ προγνωστικῷ. καί μοι λέλεκται ταῦτα πάντα μετὰ τῶν οἰκείων διορισμῶν ἐν τοῖς κατὰ τὸ προγνωστικὸν ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κρίσεων.
§2.81
Χρησιμώτατόν ἐστι κατὰ τῶν εἰρημένων ἀρτίως προμνησθέντων πρὸς τὸ μὴ διὰ παντὸς ἡγεῖσθαι τὰς παρωτίδας ἀνεκπυήτους μενούσας μοχθηρὸν εἶναι σημεῖον· ἐν γὰρ τῇ προκειμένῃ καταστάσει τοὺς μὲν πυρετούς φησι παύσασθαι κρισίμως ἐνίοις, ὅπερ ἐστὶν ἐν ἡμέρᾳ κρισίμῳ καὶ μεθ’ ἱδρῶτος ἤ τινος ἄλλου τῶν οὕτω κρινόντων, ἔτι διαμένειν τὰς παρωτίδας, εἶτα ἐν τῷ χρόνῳ προϊόντι καταστῆναι δι’ ὧν εἶπεν οὔρων καὶ διαχωρημάτων καὶ δυσεντερίας, ἐκκαθαρθέντων τῶν τὴν νόσον ἐργαζομένων αἰτίων.
§2.82
Ὅσα περὶ κρίσεων ἢ κρισίμων ἡμερῶν αὐτῷ λέλεκται, πάντα κατὰ δύο πραγματείας ἠθροισμένα ἔχεις πρὸς ἡμῶν, τῇ τε περὶ τῶν κρισίμων καὶ κρίσεων. ἀλλὰ καὶ νῦν διὰ βραχίων εἰρήσεται τὸ κεφάλαιον τοῦ λόγου. τὰ περὶ κρίσιας, φησὶ, κατὰ τὶ μὲν ὅμοια, κατὰ τὶ δὲ ἀνόμοια γενέσθαι. κἄπειτα παρατίθεται πολλοὺς ἐξ ὑποστροφῆς καὶ αὐτοὺς κατὰ τὰς αὐτὰς προθεσμίας ἑπτακαιδεκαταίους κριθῆναι τὸ σύμπαν, εἶτ’ ἄλλους εἰκοσταίους ἐξ ὑποστροφῶν καὶ αὐτοὺς οὐχ ὁμοίως γενομένους. παραδείγματος δὲ χάριν μέμνηται πρῶτον ἀδελφῶν δυοῖν ἐν τῇδε τῇ ῥήσει.
§2.83
Τὸ μὲν χρήσιμον τοῦ λόγου πρόδηλον ἐπὶ τῶν εἰρημένων ἐστὶ, τὸ δ’ ἄχρηστον ἄδηλον, ὥστ’ οὐ ζητεῖν αὐτὸ προσῆκεν, ἀλλ’ οἱ μὲν τὰ χρήσιμα σπουδάζοντες ἑαυτοῖς πράγματα παρέχουσι, ζητοῦντες πῶς εἰπὼν ὁ Ἱπποκράτης τῷ μὲν πρεσβυτέρῳ τὴν κρίσιν ἑκταίαν γενέσθαι, τῷ δὲ νεωτέρῳ ἑβδομαίαν. καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, ἐπέστρεψεν ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥρην, ἐπήνεγκε, διέλιπον ἡμέρας πέντε. οὐ γὰρ ἀμφοτέροις δυνατόν ἐστι τὰς πέντε διαλιπεῖν, ἀλλὰ τῷ ἑτέρῳ μόνῳ, καίτοι γε καὶ δυνατόν ἐστιν αὐτὸ τοῦθ’ ὃ λέγουσιν, ἀκοῦσαι περὶ μόνου τοῦ ἑνὸς, τοῦ δευτέρου κατὰ τὴν διήγησιν εἰρημένου, τοῦ κριθέντος ἑβδομαίου τὴν πρώτην κρίσιν. καὶ εἰ δὴ τούτῳ διέλιπεν ἡμέρας πέντε, πρόδηλον ὅτι τῷ κατὰ τὴν ἕκτην ἡμέραν κριθέντι [κατὰ τὴν δευτέραν ἡμέραν κριθέντος] διέλιπεν ἕξ. ἐγχωρεῖ δὲ κατ’ ἀρχὴν εὐθὺς ὑπὸ τοῦ βιβλιογράφου τὴν λέξιν ἁμαρτηθεῖσαν φυλαχθῆναι, καθάπερ καὶ ἄλλαι πολλαὶ τοῦτο πεπόνθασι, παρά τε τῷ Ἱπποκράτει καὶ ἄλλοις οὐκ ὀλίγοις. ὃ δὲ λέγω σφάλμα τοῦ βιβλιογράφου γενέσθαι, τοιόνδε ἐστίν. ἐνεδέχετο γεγράφθαι μὲν ὡδί πως τὴν λέξιν, διέλιπεν ἡμέρας ἓξ μὲν τῷ πρεσβυτέρῳ, τῷ δ’ ἑτέρῳ πέντε. τὸ γράψαι δὲ τὸν ἁμαρτάνοντα, διέλιπε πέντε, καὶ πιθανώτερον ἐπὶ τῷ πρεσβυτέρῳ, τὰς ἓξ διαλιπεῖν, τῷ δὲ νεωτέρῳ τὰς πέντε, τῆς δ’ ὑποστροφῆς ἄμα ἀμφοτέροις γενομένης κατὰ τὴν δωδεκάτην ἡμέραν. ἐφεξῆς γοῦν φησὶ, ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοισι, διέλιπε πεμπταίοισιν, ὥστ’ εἰκάσαι τοὺς ἀδελφοὺς τῶν τοῖς πλείστοις γενομένων κρίσεων καὶ αὐτοὺς εἶναι παράδειγμα. μετά γε μὴν τὴν τούτων διήγησιν καὶ ἄλλας κρίσεις ἔγραψε πολυειδεῖς ἁπάσας τῇ ἑπτακαιδεκάτῃ περιγραφομένας ἡμέρᾳ, τοιαύτην δ’ οὐδεμίαν, οἵαν ἐπὶ τῶν δύο ἀδελφῶν ἐγώ φημι δεῖν ἀκούειν, ὥσθ’ ὑποστρέψαι κατὰ τὴν δωδεκάτην ἡμέραν αὐτοὺς ἀμφοτέρους καὶ νεωτέρου διαλείποντος τὰς πέντε. πιθανὸν μὲν οὕτως ἐν αὐτοῖς ἐῤῥέθη, ἵνα τό τε πρὸς τοῖς ἄλλοις ὅμοιον αὐτοῖς διασώζηται, τὸ ἐξ ὑποστροφῆς ἑπτακαιδεκαταίους κριθῆναι καὶ τὸ ἴδιον, ὅτι περὶ τὴν δωδεκάτην ὑπέστρεψαν. καὶ καλὸν δ’, ὡς ἔφην, μὴ ζητεῖν ἔχοντα χρήσιμα. καὶ τοίνυν ἤδη καταλείπωμεν ἅπαντα τὰ περὶ κρίσεις ἐφεξῆς αὐτῷ λελεγμένα, κεφάλαια ἔχοντες κατὰ τὶ μὲν ὁμοίας αὐτὰς γενέσθαι, κατὰ τὶ δ’ ἀνομοίας. τῶν γάρ τοι πρώτων κρίσεων ἤτοι κατὰ τὴν ἕκτην ἡμέραν ἀναιρούντων τοὺς νοσοῦντας ἢ ἀπίστων γινομένων ὡς ὑποστρέφειν αὖθις ἐπὶ τὴν ὑστάτην τε καὶ τελείαν κρίσιν, ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας λαμβανουσῶν, ἐν τούτῳ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἐγίγνετο. μετὰ δὲ ταῦτα κρίσεων ἄλλων μνημονεύει καὶ ὑποστροφῶν γινομένων εἰς τὴν εἰκοστὴν ἡμέραν, ὥστ’ ἐν ταύτῃ τελείως κριθῆναι. κατέκειντο παρὰ τὸ θέατρον. γράφουσί τινες οὐ θέατρον, ἀλλὰ θέρετρον, ἵν’ ἔχωσιν ἐξηγεῖσθαι χωρίον τι εἶναι παρὰ τὸ θέρεσθαι κεκλημένον οὕτως. διαφέρει δ’ οὐδὲν εἰς τὴν προκειμένην θεωρίαν ὅπως ἄν τις γράφει τὰ τοιαῦτα τῶν ὀνομάτων. καὶ γὰρ εἴτε Περιγένους εἴτε Δίωνος ἢ Θέωνος ἦσαν ἀδελφοὶ διήνεγκεν οὐδὲν, ἀλλ’ οἱ μὴ δυνάμενοι τὰ κατὰ τὴν ἰατρικὴν τέχνην ἐξηγεῖσθαι καλῶς, ἐπὶ τὰς τοιαύτας ἐκτρέπονται περιεργίας.
§2.84–3.1
§2.84
Ὅ καὶ πρόσθεν εἶπον ἄξιον εἶναι μνήμης, ἀναμνήσω καὶ νῦν, ὅτι παραδοξότερόν τε καὶ σπανιώτερον ἐκείνου. τὸ γὰρ χωρὶς τοῦ διαπυῆσαι τὰς παρωτίδας ὑπὸ μόνων τῶν κάτω γενομένων ἐκκρίσεων θεραπευθῆναι, μὴ πάνυ σύνηθες γενόμενον. ἐπέτεινεν ἐν τῷ νῦν λόγῳ γράψας Κρατιστονάκτῃ καὶ τὴν τοῦ γραφέως θεράπαιναν ἀποθανεῖν ἐκπυησάντων τῶν περὶ τὰ ὦτα. μάχεσθαι γὰρ δόξει τὸ, πεπασμοὶ ταχυτῆτα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ἀλλὰ νῦν γε τὰ μὲν κατὰ τὰς φλέβας αἴτια τῶν πυρετῶν οὐκ ἔφθασε πεφθῆναι τῷ Κρατιστονάκτῃ καὶ τῇ θεραπαίνῃ τοῦ γραφέως, ἢ οὐκ ἂν ἀπέθανεν. αἱ μέντοι παρωτίδες ἐπέφθησαν, ὅπερ ἔφην σπάνιον εἷναι καὶ δεῖν αὐτοῦ μνημονεύειν, ὡς ἐνδεχόμενον μερικὴν γενέσθαι πέψιν ἐν μορίῳ τινὶ, καίτοι τῆς ὅλης νόσου μὴ πεφθείσης. τὰ δ’ ἄλλα πάντα τὰ κατὰ τὸν τρόπον τοῦτον εἰρημένα περὶ τῶν κρίσεων ἐξειργασάμεθα τελέως ἐν τοῖς περὶ κρίσεων καὶ κρισίμων ἡμερῶν γεγραμμένοις ἡμῖν ὑπομνήμασιν.
§2.85
Χειμῶνος νῦν μνημονεύει κατὰ τὸ δεύτερον ἔτος, οὐχὶ κατὰ τὸ πρότερον, ὅν ἐν τῇ καταστάσει διηγήσατο καὶ λέλεκταί μοι πρόσθεν ἡ αἰτία, δι’ ἣν αἱ φρενίτιδες ὕστερον ἐπλεόνασαν, οὐκ οὖσαι κατ’ ἀρχὰς, ἀλλὰ καὶ τὰς τῶν κρίσεων προθεσμίας μεταπεσεῖν φησὶ καὶ διηγεῖται αὖ καὶ τὴν τούτων ποικιλίαν, κοινὸν ἐχουσῶν πρὸς τὰς ἔμπροσθεν εἰρημένας τὸ μεθ’ ὑποστροφῶν γίνεσθαι. παιδίοις μὲν οὖν καὶ τοῖς τούτων ἔτι πρεσβυτέροις τεσσαρεσκαιδεκαταίας τὸ σύμπαν γενέσθαι φησὶ τὰς κρίσεις. καὶ γὰρ διαφορεῖται τάχιστ’ αὐτοῖς τὰ τῶν νόσων αἴτια καὶ πέττεται. τοῖς δ’ ἄλλοις οὐ μόνον εἰς τὴν εἰκοστὴν, ἀλλὰ καὶ εἰς τὴν τεσσαρακοστὴν ἀφικνεῖσθαί φησιν ἐξ ὑποστροφῆς τὴν ὑστάτην κρίσιν, καὶ οὐδὲν θαυμαστὸν ἀξιολόγους γενέσθαι διαφορὰς τῶν κρίσεων ἐπὶ τῇ ποικιλίᾳ τῶν νοσημάτων.
§2.86
Ἦρος μέμνηται νῦν τοῦ κατὰ τὴν πρώτην κατάστασιν ὑπ’ αὐτοῦ ῥηθέντος, οὐ κατὰ τὸ δεύτερον ἔτος. οὐ γὰρ ἐξέτεινεν ἐπὶ τοσούτῳ γε τὴν διήγησιν τῶν γιγνομένων νοσημάτων, ἀλλὰ μέχρι καὶ τοῦ δευτέρου χειμῶνος ἀφίκετο. διὰ τί δὲ τὸ τοῦ χρόνου προϊόντος ἀεὶ καὶ μᾶλλον ὁ τῶν ἐπιῤῥιγούντων ἀριθμὸς ηὐξάνετο πρόσθεν ἤδη μοι δυνάμει λέλεκται κατ’ ἐκεῖνον τὸν λόγον, ἡνίκα μὲν ἀνεμίμνησκον, ἐπιδέδεικται μοι τὸ ῥῖγος γινόμενον, διὰ τῶν στερεῶν σωμάτων διερχομένης τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι τῶν ἀγγείων περιεχομένης. ἐν ἀρχῇ μὲν οὖν ἐν κινήσει οὖσα τοὺς καύσους ἐγέννησε, μεταλαμβανομένη δ’ ὕστερον εἰς τὰ σαρκώδη μόρια καὶ δι’ αὐτῶν ἐπὶ τἀκτὸς φερομένη τὸ ῥῖγος εἰργάσατο. κατ’ ὀλίγον δ’ ἀποπαύεσθαι τὰς αἱμοῤῥαγίας, μηκέτ’ ἐν ταῖς φλεψὶν οὔσης, ἀλλὰ διασκεδαννυμένης εἰς ὅλον τὸ σῶμα.
§3.1
Ἔνιοι ταῦτα παραγεγράφθαι νομίσουσιν ὁμοίαν ἔχοντα τὴν ἑρμηνείαν καὶ τὴν διάνοιαν τοῖς ἐν τῷ περὶ χυμῶν γεγραμμένοις, ἃ προεξήγημαι δι’ ἑτέρων ὑπομνημάτων. ἔστι δὲ δηλονότι προγνωστικὰ καὶ τὰ θεωρήματα διδάσκοντος αὐτοῦ καθόλους σκοποὺς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις ποιεῖσθαι. κοινὴν μὲν οὖν φύσιν ὀνομάζει τὴν ἁπάντων ἀνθρώπων, ἰδίαν δὲ τὴν καθ’ ἕκαστον ἡμῶν. ὅτι μὲν ἐξ ἀμφοτέρων δεῖ ποιεῖσθαι τὰς διαγνώσεις καὶ προγνώσεις, ἀσφαλεστέρα δ’ ἐστὶν ἐκ τῆς ἰδίας φύσεως γιγνομένη, μεμάθηκας ἐν τῷ προγνωστικῷ, κἀν τῷ περὶ ἀγμῶν τε καὶ περὶ ἄρθρων, ἐπί τε τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, ἃ καὶ αὐτὰ προεξηγησάμεθα. κελεύων οὖν ἀεὶ παραβάλλειν τὸ πεπονθὸς μόριον τῷ κατὰ φύσιν περιέχοντι, προσέθηκε τῷ λόγῳ, ὅτι μὴ τὰ ἀλλότρια καθορᾶν. οὕτως δὲ κᾀπειδάν φησιν· σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖς ὀξέσι νοσήμασιν, πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ (οὕτω γὰρ ἂν εἴη ἄριστον) καὶ ἔστ’ ἄν γε τὸ ἴδιον ἑκάστου τῶν νοσούντων ἐπιστάμεθα χρῶμα καὶ μέγεθος, οὐδὲν τοῦ κοινοῦ δεόμεθα. διὰ δὲ τὸ μὴ προγινώσκειν ἡμᾶς ἅπαντας ἀνθρώπους ὅπως εἶχον φύσεως, ἀλλ’ ἐξαίφνης πολλάκις ἐπὶ τοὺς ἀγνώστους καλεῖσθαι, τὴν ἀρχὴν τῆς τε διαγνώσεως ἀπὸ τῶν παθῶν καὶ τῆς ἐσομένης προγνώσεως ἀπὸ τῶν κοινῶν ποιούμεθα. οἷς γὰρ μήτε ῥὶς ὀξεῖα μήτ’ ὀφθαλμοὶ κοῖλοι μήτε κρόταφοι ξυμπεπτωκότες εἶεν, οὐδὲν ἐρωτῶμεν οὐδένα περὶ τοῦ νοσοῦντος. εἰ δὲ ῥὶς μὲν ὀξεῖα, ὀφθαλμοὶ δὲ κοῖλοι, κρόταφοί τε ξυμπεπτωκότες φαίνονται, τηνικαῦτα ἐρωτῶμεν ὅπως διέκειτο κατὰ φύσιν ἔχων. οὕτω δὲ κᾀκ τοῦ νοσήματος αἱ προγνώσεις γίνονται τῶν μελλόντων ἔσεσθαι. δέδεικται γάρ σοι διὰ πλειόνων ἔν τε τοῖς περὶ κρίσεων καὶ τοῖς εἰς ἀφορισμοὺς ὑπομνήμασι τριταῖος μὲν ἀκριβὴς ταχυκρίσιμος εἶναι, τεταρταῖος δὲ, χρόνιος, ἀμφότεροι δ’ ἀκίνδυνοι. φρενῖτις δὲ καὶ λήθαργος, ἄμφω κινδυνώδη καὶ ὀξέα. σκίῤῥος δὲ σπληνὸς ὀλέθριόν τε καὶ χρόνιον. ἐκ δὲ τοῦ νοσοῦντος αὐτοῦ πρόγνωσις γίνεται τῶν ἐσομένων κατὰ διττὸν τρόπον. ἔστι δ’ αὐτῶν ὁ μὲν ἕτερος τοιοῦτος· ἐκ κοσμίου, φησὶ, θρασεῖα ἀπόκρισις κακόν· ἔμπαλιν δὲ θορυβώδης ἄνθρωπος νοσῶν οὐ μόνον εἰ φθέγξεται θρασέως, ἀλλ’ οὐδ’ εἰ παραφρονήσει ἐν διακαεῖ πυρετῷ κινδυνεύσειεν. ὁ δ’ ἕτερος τρόπος τοιόσδ’ ἐστὶν, εἰ πάντα τὰ προσήκοντα ποιῶν ὁ κάμνων καὶ κατακούων τῷ ἰατρῷ οὐδὲν ὀνίναται, χαλεπῶς νοσεῖ. τοὐναντίον δ’ ἅπαν, εἰ μηδὲν τῶν δεόντων πράττων νοσῶν, μετρίως διάκειται. οὕτως δὲ κᾀκ τῶν προσφερομένων ἡ πρόγνωσις ἔσται. μοχθηρῶν γὰρ ὄντων αὐτῶν, ἐπειδὰν μὴ χείρω γίγνοιτο μετρίως νοσεῖ, προσηκόντως δ’ ἁπάντων γιγνομένων, εἰ πρὸς τῷ μηδὲν ὀνίνασθαι, σφοδρύνοιτο, μοχθηρόν. ἐγὼ δ’ ὅτι μὴ μόνον τοὺς τρόπους τῶν νοσημάτων, ἀλλὰ καὶ τὰς ἰδέας ἐνίοτε διέγνων ἐκ τῶν προσφερομένων, ἐθεάσασθε πολλάκις. ἀλλ’, ὡς ἔφην, ἐπὶ πλέον ἐν ἑτέροις ὑπὲρ ἁπάντων τούτων διῆλθον. ὅταν δὲ κᾀκ τοῦ προσφέροντος λέγει προγινώσκεσθαι ῥᾷον ἢ χαλεπώτερον, ἐν ταῖς νόσοις ἀκούειν χρή. τοιόνδε τι θεώμενοι πολλάκις, ἤτοι διάθεσις χρονία ἢ καὶ πυρετώδη νοσήματα χρόνια, προστίθεμέν τι τῇ διαγνώσει, κᾀκ τοῦ γνῶναι τίς ὁ θεραπεύων ἦν ἰατρὸς, εἰ μὲν γὰρ ἀξιόλογος, ὀλίγας ἐλπίδας ἔχομεν τῆς ἰάσεως, εὔδηλον γὰρ ὅτι κακοήθης ἐστὶν ἡ νόσος, εἰ πάντων ὀρθῶς γιγνομένων οὐδὲν ὀνίνανται. φαύλου δ’ ὄντος εἰκὸς εἶναι νομίζομεν, εἰ καλῶς ἅπαντα πραχθείη, σωθήσεσθαι τὸν ἄνθρωπον. ἀλλὰ κᾀκ τῆς καταστάσεως ἔφη, τουτέστι τῆς ἰδίας τοῦ περιέχοντος κράσεως ἔσεσθαι τὰς προγνώσεις. τὸ δ’ ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων ἐστὶν, εἰ μεμνήμεθα τῶν ἐν ταῖς προγεγραμμέναις τρισὶ καταστάσεσιν εἰρημένων, ἐφ’ ὧν αὐτὸς ὁ Ἱπποκράτης τὰ ἐν τῷ περιέχοντι γιγνόμενα κατὰ θερμότητα καὶ ψυχρότητα διερχόμενος, ἐπὶ τῆς τελευτῆς αὐτῶν ἀπεφήνατο τὴν ἐπικρατήσασαν κρᾶσιν, οἷον ὅταν εἴπῃ, γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν, καίτοι οὔτε δι’ ὅλου τοῦ ἔτους οὔτε νότος ἔπνευσεν οὔτ’ αὐχμὸς ἐγένετο. πάλιν δὲ, ὅταν εἴπῃ, γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ πλεονάζον ἀποφαίνεται. τὸ γὰρ μηδεμίαν ἡμέραν ἐν ὅλῳ τῷ ἔτει μήτε θερμὴν γενέσθαι μήτε ξηρὰν μήτε νότιον ἀδύνατον ἦν. οὕτως δὲ καὶ τὰς τῶν νοσημάτων ἰδέας πολὺ μὲν ἐνεδέχετο γενέσθαι τοίας, οὐ μὴν ἄνευ τοῦ παρεμπεσεῖν ἑτέρας. ἀμέλει συντελέσας τῆς πρώτης καταστάσεως τὴν διήγησιν, ἐπὶ τῇ ταύτης τελευτῇ κατὰ λέξιν οὕτως ἔγραψεν. ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μόνοις τοῖσι φθινώδεσι θανατώδεα συνέπεσεν· ἐπεὶ τοῖσί γ’ ἄλλοις εὐφόρως πᾶσι καὶ θανατῶδες ἐν τοῖς ἄλλοις πυρετοῖς οὐκ ἐγένετο, οὔτε ἓν εἶδος ἐπεδήμησε νοσημάτων οὔτε μία κατάστασις ἓν ὅλῳ τῷ ἔτει διὰ παντὸς ἐγένετο. κατὰ δὲ τὸ ἐπικρατοῦν τῆς κράσεως ἤτοι ψυχρὰν καὶ ὑγρὰν ἤ τινα τῶν ἄλλων κράσεων ἡμεῖς λέγομεν. ὁ δ’ Ἱπποκράτης ἔγραψεν· ἦρος μὲν γὰρ ἄλλα νοσήματα, θέρους δ’ ἄλλα, καὶ φθινοπώρου μὲν ἄλλα, χειμῶνος δ’ ἄλλα συνέβη γενέσθαι καθ’ ἑκάστην ὧν ἔγραψε καταστάσεων. ἐπικρατεῖν δ’ ὅμως ἐν ὅλῳ τῷ ἔτει κατὰ μὲν τήνδε τὴν κατάστασιν τουτὶ τὸ νόσημα, καθ’ ἑτέραν δὲ τουτί. τοῦτ’ οὖν ἐστι τὸ λεγόμενον, ἐκ τῆς καταστάσεως ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων, προσέθηκε καὶ τῷ λόγῳ, τῶν οὐρανίων, ἐπειδὴ ψιλῶς λεχθὲν ἄνευ τῆς προσθήκης τὸ τῆς καταστάσεως ὄνομα καὶ τὴν τῆς χώρας ἰδέαν δηλοῦν δύναται καὶ παντὸς ἄλλου πράγματος. ἀμέλει καὶ συνάπτων ἐρεῖ, ἐκ τῆς καταστάσεως ὅλης τε καὶ κατὰ μέρεα τῶν οὐρανίων, καὶ χώρας ἑκάστης καὶ τοῦ ἔθεος. ὅτι δὲ καὶ ἡ τῆς χώρας ἰδέα μεγάλα συντελεῖ πρὸς τὴν τῶν ἐσομένων πρόγνωσιν ἐπιδέδεικται πολλάκις. ἀρκεῖ δὲ νῦν ἀναπέμψαι πρὸς τὸ περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων βιβλίον, ἐν ᾧ διδάσκει τίνα καθ’ ἑκάστην ὥραν πλεονάζει νοσήματα· τούτων γὰρ ἥ τε γένεσις τοῖς ἐπιχωρίοις σύντροφος ὅ τ’ ἀπ’ αὐτῶν κίνδυνος ἥττων, ὡς ἂν οἰκείων ὄντων. ἀλλὰ κᾀκ τοῦ ἔθους εἰς πρόγνωσιν ὠφελεῖσθαί σε διδάσκει. ἐν γοῦν τῷ προγνωστικῷ προστιθεὶς αὐτοὺς τοὺς ἐκ τῆς συνηθείας διορισμοὺς ἐνίοτε μὲν οὕτως φησίν· ἐπὶ γαστέρα δὲ κατακεῖσθαι ᾧ μὴ σύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην σημαίνει ἢ ὀδύνην τῶν περὶ τὴν κοιλίην. ἐνίοτε δὲ οὕτως· ὀδόντας πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ σύνηθες ἐστιν ἀπὸ παίδων μανικὸν καὶ θανατῶδες. ἀλλὰ κᾀκ τῆς διαίτης τοῦ κάμνοντος ἣ διῃτήθη δύνατόν ἐστι στοχάσασθαι τεχνικῶς ὁποῖοί τέ εἰσι καὶ ὁπόσοι οἱ πλεονάζοντες χυμοί. τούτων δὲ γνωσθέντων ἥ τε παροῦσα τοῦ σώματος διάθεσις εὐγνωστοτέρα καὶ ἡ πρόγνωσις τῶν ἀποβησομένων ἑτοιμοτέρα γίγνεται. ἀλλὰ κᾀκ τῶν ἐπιτηδευμάτων ἀξιοῖ τὰς προγνώσεις ποιεῖσθαι. καλοῦσι δ’ ἐπιτηδεύματα πάντα ὅσα πράττουσιν οἱ ἄνθρωποι διὰ χρείαν ἢ ἀνάγκην, εἴτε ναυτιλλόμενοι εἴτε γεωργοῦντες, ἢ οἰκοδομοῦντές τε καὶ τεκταινόμενοι, κυνηγετοῦντες ἢ φιλογυμναστοῦντες, ὡς λούεσθαι πολλάκις ἐν ὕδασι θερμοῖς ἢ ψυχροῖς. ἔνεστιν οὖν ἐφ’ ὧν ἐπιτηδεύουσι τεκμήρασθαι περὶ τῆς κατὰ τὴν νόσον διαθέσεως. ὁ μὲν γὰρ ἐν ἀγρῷ διῃτημένος ὥρᾳ θέρους ἐν ἡλίῳ ὑπαίθριος καὶ πόνοις καὶ λεπτῇ διαίτῃ τὸν πικρόχολον χυμὸν μᾶλλον ἢ τὸν φλεγματικὸν ὅσον ἐπὶ τούτῳ ἠθροικέναι δύναται. ὅστις δ’ ἔμπαλιν τῷδε κατὰ πόλιν, ἐν σκιᾷ λουόμενος δὶς τῆς ἡμέρας, ἀργῶς δ’ ἐμπιπλάμενος διατελεῖ, τὸν φλεγματικὸν μᾶλλον, ἐπί τε δ’ ἄλλων ἀνάλογον. ὅτι δὲ κᾀκ τῆς ἡλικίας εἴς τε τὴν τῶν παρόντων διάγνωσιν καὶ τὴν τῶν ἐσομένων πρόγνωσιν οὐ σμικρὰν ὠφέλειαν ἔχομεν ἔκ τε τῶν ἀφορισμῶν μαθήσῃ, καθ’ οὓς περὶ τῶν ἡλικιῶν διελέγετο, προεξηγησάμεθα δ’ ἤδη τὸ βιβλίον. ἀλλὰ κᾀκ τῶν λόγων ὧν ὁ κάμνων λέγει δυνατόν ἐστι πρὸς τὴν τῶν παρόντων διάγνωσιν καὶ πρὸς τὴν τῶν μελλόντων πρόγνωσιν ὠφελεῖσθαι. συνῆπται δ’ ἡ σημείωσις αὕτη καὶ κοινωνεῖ τῇ κατὰ τὸ ἦθος. ἐὰν μὲν γὰρ κατὰ τὸ ἦθος ὃ πρόσθεν ἐτύγχανεν ἔχων ἐν τῷ ὑγιαίνειν ὁ κάμνων οἱ λόγοι φαίνονται γιγνόμενοι, χαλεπὸν οὐδὲν ἔσεσθαι προσδοκήσομεν, εἰ δ’ ἐναντίους τῶν ἐθῶν ὁ κάμνων λόγους λέγει, μοχθηρὸν τὸ σημεῖον. ὑπόνοια γάρ τις ἡμῖν ἐκ τούτου γίγνεται βεβλάφθαι τὴν διάνοιαν αὐτοῦ, τὸ δὲ τρόποισιν ἐφεξῆς εἰρημένων ἴδωμεν τί σημαίνει. χρῶνται γὰρ οἱ παλαιοὶ τῇ φωνῇ ταύτῃ κατὰ δυοῖν σημαινομένων, ἐνίοτε μὲν ἐπὶ τὸ τῆς ψυχῆς ἦθος αὐτὸ φέροντες, ἐνίοτε δ’ ἐπὶ τὰς διαφορὰς ἢ τὰς ἰδέας τοῦ προκειμένου κατὰ τὸν λόγον πράγματος, οἷον εἰ περὶ διαίτης ὁ λόγος. τρόπους διαίτης εἰπὼν ὁ συγγραφεὺς τὰς διαφορὰς αὐτὰς ἢ τὰς ἰδέας δηλοῖ, καθάπερ γε καὶ εἰ πυρετῶν εἴποι τρόπους εἶναι πολλοὺς τὰς διαφορὰς τούτων ἢ τὰ εἴδη σημαίνει. καὶ τοίνυν ἤτοι τὰ τῆς ψυχῆς ἤθη δηλοῖ διὰ τοῦ φάναι τρόποισιν, ἢ τὰς τῶν λόγων διαφορὰς, ἐπειδὴ περὶ λόγων προείρηκεν, ὡς εἰ καὶ οὕτως εἶπε, λόγοισι καὶ ταῖς τῶν αὐτῶν ἢ διαφοραῖς. διαφορὰς γὰρ ἢ ἰδέας ἢ εἴδη κατὰ τὸ παρὸν οὐ διοίσει λέγειν, ἁπάντων τούτων γιγνομένων ἐν τῇ τομῇ τῶν γενικῶς νοουμένων. ὥσπερ δ’ οἱ λόγοι διδάσκουσί τι περὶ τῆς διαθέσεως τοῦ νοσοῦντος, οὕτω καὶ ἡ σιγὴ παρὰ φύσιν ἢ κατὰ φύσιν οὖσα τῷ κάμνοντι. τῷ μὲν γὰρ φύσει σιωπηλῷ κατὰ φύσιν ἐστὶ, τῷ δ’ ἐναντίῳ παρὰ φύσιν. ὥστε τούτῳ μὲν ἤτοι νωθρότης τίς ἐστι καταφορικὴ, δι’ ἣν σιωπᾷ παρὰ φύσιν, ἢ μελαγχολίας ἀρχὴ, τῷ δὲ σιωπηλῷ τὸ μὴ σιωπᾷν, ἀλλὰ πλείω φθέγγεσθαι τῶν εἰωθότων παρακρουστικόν. ἑξῆς δ’ εἰπὼν διανοήματα οὐκ αἰσθητὸν οὐδὲ φαινόμενον ἐδήλωσεν, ἀλλ’ ἐκ τεκμηρίων εὑρισκόμενον πρᾶγμα. τεκμήριον δέ ἐστιν ὃ ἀποφθέγγονταί τε καὶ πράττουσιν οἱ κάμνοντες. παραγενόμενος γοῦν τις ἡμῶν ἕωθεν, ὡς ἔθος, ἐπὶ τὴν ἐπίσκεψιν αὐτοῦ δι’ ὅλης ἔφη τῆς νυκτὸς ἠγρυπνηκέναι, σκοπούμενος, εἰ δόξειε τῷ Ἄτλαντι κάμνοντι μηκέτι βαστάζειν τὸν οὐρανὸν, ὅ τί ποτ’ ἂν συμβαίνῃ. τοῦτο εἰπόντος αὐτοῦ συνήκαμεν ἀρχήν τινα μελαγχολίας εἶναι. παραπλησίως δὲ καὶ διὰ τῶν ἔργων ὧν πράττουσιν οἱ κάμνοντες ἐνδείκνυται τὸ τῆς ψυχῆς ἦθος. ἑξῆς δὲ τούτων ὁ συγγραφεύς φησιν, ὕπνοισιν οὐχ ὕπνοισι, περὶ ὧν οὐδὲν ἐνταῦθα θέλω λέγειν, ἔν τε τοῖς ἀφορισμοῖς κἀν τῷ προγνωστικῷ καὶ τοὺς ὕπνους τε καὶ ἀγρυπνίας προεξηγημένος. ἀλλὰ καὶ περὶ τῶν ἐνυπνίων προεξήγημαι, τῶν τ’ ἄλλων καὶ ὅσα διάθεσίν τινα τοῦ σώματος ἐνδείκνυται, καθάπερ κἀν τῷ περὶ διαίτης ὑγιεινῶν γέγραπται. πυρκαϊὰς μὲν γάρ τις ὁρῶν ὄναρ ὑπὸ τῆς ξανθῆς ὀχλεῖται χολῆς, καπνοὺς δὲ ἢ γνόφους ἢ βαθέα σκότον ὑπὸ τῆς μελαίνης χολῆς, ὄμβρους δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν ἐνδείκνυται, καθάπερ γε καὶ εἰ χιόνα καὶ κρύσταλλον καὶ χάλαζαν, φλέγμα ψυχρόν· ἐν χωρίῳ δὲ δοκῶν εἶναι δυσώδει σηπεδόνα χυμῶν, λόφους δ’ ἀλεκτρυόνων ἤ τινα πυῤῥὰ αἷμα πλεονάζειν. ζοφώδη δέ τινα ὁρᾷν ἢ ἐν ζοφώδεσι τόποις ἵστασθαι πνεύματα δηλοῖ. διὸ καὶ προσέθηκε τῷ ἐνυπνίοις τίσι καὶ ὅτε, τὸ μὲν τίσι τὰς διαφορὰς αὐτῶν ἐνδεικνύμενον καὶ μὴ προσθέντος αὐτοῦ πρόδηλον ἦν, τὸ δ’ ὅτε τὸν καιρὸν ἐν ᾧ γίνεται τὰ ἐνύπνια, τουτέστιν εἴτε κατὰ τὴν εἰσβολὴν τῶν παροξυσμῶν εἴτε κατὰ τὴν ἀκμὴν εἴτ’ ἐν ἄλλῳ τινὶ καιρῷ. καὶ εἰ μετὰ τροφὴν καὶ τοιάνδε τινὰ τροφὴν εὐθέως ἢ χωρὶς τροφῆς, γίνεται γάρ τις ἔνδειξις ἐκ τούτων. ὁ γοῦν χιονίζεσθαι δοκῶν, εἰ ἐν εἰσβολῇ παροξυσμοῦ μετὰ ῥίγους ἢ φρίκης ἢ καταψύξεως γιγνομένου τοῦτο φαντασθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ διαθέσει τοῦ σώματος ἀναφέρειν χρή. κατὰ μέντοι τὴν παρακμὴν τοιοῦτον ὄναρ θεασάμενος βεβαιοτέραν ἡμῖν ἔνδειξιν ἐργάζεται τῆς τῶν ἐπικρατούντων χυμῶν ψυχρότητος. ἔτι δὲ μᾶλλον, ἐὰν μὴ ἐδηδοκὼς ᾖ τῶν φλερματικῶν ἐδεσμάτων ὧν ἐν τῇ γαστρὶ περιεχομένων, ἐνδέχεταί τινι τοιαύτην γίνεσθαι φαντασίαν, καίτοι τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως οὐκ οὔσης ὁμοίας· τὸ δὲ τιλμοῖσιν, ὅπερ ἐφεξῆς εἴρηται προεξήγημαι κἀν τοῖς περὶ χυμῶν ὑπομνήμασιν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν νῦν εἰρημένων, ἐπί τε τῶν κροκυδιζόντων καὶ καρφολογούντων εἰρῆσθαι δυνάμενα καὶ τῶν ὁτιοῦν μέρος αὐτῶν τιλλόντων, ἐν ᾧ διάθεσίς τίς ἐστιν ὀδυνώδης ἐν βάθει. πολλάκις δὲ καὶ πύου περιεχομένου κατὰ τὸ μόριον ἤ τινος ἄλλου δριμέος χυμοῦ τίλλουσι τὸ μέρος, ὥσπερ γε καὶ λόγῳ παραφροσύνης ἔστιν ὅτε. τὸ δὲ κνησμοῖσι μετὰ τοῦτο γεγραμμένον ἐνδείκνυται χυμοὺς ὀδαξέοντας εἶναι κατὰ τὸ δέρμα, δι’ οὓς κνῶνται. περὶ δακρύων ἐμάθομεν ἤδη τῶν ἑκουσίων τε καὶ ἀκουσίων, ὁποῖόν τι σημαίνειν ἑκάτερον πέφυκεν. ὥσπερ γε καὶ περὶ τῆς ἰδέας τῶν παροξυσμῶν, ἀλλὰ καὶ περὶ διαχωρημάτων καὶ οὔρων καὶ πτυέλων καὶ τῶν ἐμουμένων αὐταρκέστατα διὰ τοῦ προγνωστικοῦ δεδήλωται, μετὰ τοῦ καὶ κατὰ τοὺς ἀφορισμοὺς εἰρῆσθαι πολλάκις καὶ κατὰ τὸ προῤῥητικόν. ἐφεξῆς δὲ λέγοντος αὐτοῦ καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἀναμιμνήσκεσθαι χρὴ κᾀνταῦθα τῶν προδιδαχθέντων, ἐν οἷς προεξηγήμεθα. διαδοχαὶ γοῦν ὀλέθριοί τε καὶ κρίσιμοι γίνονται νοσημάτων, κατά τε τὴν τῶν νόσων αὐτῶν διαφορὰν καὶ τοὺς πάσχοντας τόπους. ἡ μὲν γὰρ εἰς ἐπιεικέστερα νοσήματα καὶ τόπους ἀκυρωτέρους διαδοχὴ σωτήριος· εἰ δ’ εἰς χαλεπώτερά τε νοσήματα καὶ τόπους κυριωτέρους, ὀλέθριος. οὕτω δὲ καὶ ἀποστάσεις αἱ μὲν κατ’ ἔκρουν, ἀμείνους, αἱ δὲ κατ’ ἀπόθεσιν ἧττον ὠφέλιμοι. τούτων δ’ αὐτῶν αἱ μὲν ποῤῥωτέρω τε τοῦ κάμνοντος τόπου καὶ εἰς ἄκυρα μόρια πάσχοντος ἀγαθαὶ, αἱ δ’ ἐναντίαι τούτων μοχθηραί. καὶ μὴν καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα κατὰ τὸ σύγγραμμα πᾶν ἐπὶ πλεῖστον ἐξειργασάμεθα δι’ ὧν προεξήγημαι βιβλίων. ἔν τε γὰρ ἀφορισμοῖς καὶ προγνωστικῷ περί τε τοῦ ῥίγους καὶ τῶν ἱδρώτων καὶ βηχὸς καὶ πταρμοῦ καὶ λυγμοῦ, ἐν δὲ ταῖς ἄλλαις πραγματείαις ἃς ἐποιησάμεθα καὶ περὶ τούτων μὲν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὅσα χρήσιμα πρός τε τὰς διαγνώσεις καὶ προγνώσεις ἐστίν. ἐφεξῆς δὲ πάλιν ψύξεως αὐτοῦ μνημονεύσαντος ἐπισκεπτέον, ἆρά γε τοῦ παντὸς σώματος ψύξις, ὡς διακαίεσθαι τὸ βάθος ἢ τῶν ἀκρωτηρίων ἀκούειν προσῆκεν ἢ περὶ πάντων τούτων λέγειν αὐτὸν ἄμεινόν ἐστιν ὑπολαβεῖν. ἄλλο μὲν γάρ τι σημαίνει ψύξις ἐν ἀρχῇ παροξυσμοῦ, ἄλλο δ’ ἐν παρακμῇ γενομένη, καθάπερ γε καὶ εἰ διὰ παντὸς τοῦ παροξυσμοῦ παραμένοι καὶ αὐτὴ, σημεῖόν ἐστιν οὐκ ἀγαθὸν, ὥσπερ γε καὶ εἰ τοιαύτης οὔσης αὐτῆς ἀεὶ διακαίοιτο τὸ βάθος, ὑπὲρ ὧν ἁπάντων οἷς ἐξηγησάμεθα καὶ κατὰ τὴν περὶ κρίσεων πραγματείαν εἴρηται. πνεύματα δ’ ὅταν εἴπῃ, τὰς περὶ τῆς ἀναπνοῆς διαφορὰς ἀκουστέον. ἐπειδὴ δὲ τῶν φυσῶν ἐφεξῆς ἐμνημόνευσε καὶ αὗται τοῦ γένους εἰσὶ τῶν πνευμάτων. εἴρηται δὲ περὶ τούτων ἐν τοῖς εἰς τὸ προγνωστικὸν καὶ τῇ περὶ δυσπνοίας πραγματείᾳ καὶ τῇ περὶ τῆς κατὰ ἀναπνοὴν πνευμάτων διαφορᾶς, ὥσπερ γε καὶ περὶ φυσῶν ἐν τῷ προγνωστικῷ. καὶ ἐρυγαὶ δὲ τοῦ γένους μέν εἰσι τῶν πνευμάτων καὶ κατὰ τοῦτο κοινωνοῦσί πως τῆς κατὰ τὴν ἀναπνοὴν, ἐν εἴδει δὲ φυσωδῶν πνευμάτων ὑπάρχουσαι πάλιν κατὰ τοῦτο κοινωνοῦσι ταῖς φύσαις, ὥστε καὶ αὗται δηλοῦσι φυσῶδες ἐν τῇ κοιλίᾳ τῇ ἄνω γεννᾶσθαι πνεῦμα. καὶ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον εὔδηλον. αἱμοῤῥαγίαι τε γὰρ καὶ αἱμοῤῥοΐδες ὅπως αἱ μὲν ἐπ’ ὠφελείᾳ γίνεσθαι πεφύκασιν, αἱ δ’ ἐπὶ βλάβῃ μεμαθήκαμεν.
§3.2–3.6
§3.2
Καὶ τῷ τοῦ συνεχοῦς ὀνόματι καὶ τῷ τοῦ διαλείποντος οἱ παλαιοὶ διττῶς φαίνονται χρώμενοι. συνεχεῖς γοῦν ὀνομάζουσι πυρετοὺς ἐνίοτε μὲν ἅπαντας ὅσοι μὴ λήγουσιν εἰς ἀπυρεξίαν, ἐνίοτε δ’ οὐχ ἅπαντας τοὺς μὴ λήγοντας εἰς ἀπυρεξίαν, ἀλλ’ ἐκείνους μόνους ἐξαιρέτως, ὅσοι μηδεμίαν ἴσχουσι μεταβολὴν ἄχρι κρίσεως. οὕτω δὲ καὶ διαλείποντας, ἐνίοτε μὲν ἐκείνους μόνους ὀνομάζουσι τοὺς εἰς ἀπυρεξίαν παυομένους, ἐνίοτε δὲ τοὺς μὴ παυομένους εἰς ἀπυρεξίαν, ἀξιολόγους δὲ μεταβολὰς ποιουμένους τῶν κατὰ μέρος παροξυσμῶν, εἰς ἀρχήν τε καὶ ἀνάβασιν, ἀκμήν τε καὶ παρακμήν. ἔνιοι δὲ τῶν νεωτέρων ἰατρῶν τοὺς μηδεμίαν ἀξιόλογον ἴσχοντας μεταβολὴν οὐ συνεχεῖς, ἀλλὰ συνόχους ὀνομάζουσι, συνεχεῖς δὲ μόνους ἐκείνους, ὅσοι μετ’ εἰς ἀπυρεξίαν λήγουσι καὶ διαλιμπάνουσι τοῖς κατὰ μέρος παροξυσμοῖς. τούτους οἱ παλαιοὶ ποτὲ μὲν συνεχεῖς. ὀνομάζουσι, ποτὲ δὲ διαλείποντας. εἰσὶ γὰρ ὄντως ἐν τῷ μέσῳ τῶν συνεχῶν καὶ τῶν εἰς ἀπυρεξίαν παυομένων. εἰκότως οὖν ὅταν μὲν τοῖς συνέχοις παραβάλλωνται, διαλείποντες καλοῦνται, ὅταν δὲ τοῖς εἰς ἀπυρεξίαν λήγουσι, συνεχεῖς. ἐν δὲ τῇ προκειμένῃ ῥήσει πυρετῶν διαφορὰν γράφων ὁ Ἱπποκράτης ἐνίους μὲν αὐτῶν φησιν εἶναι συνεχεῖς, εἰσὶ γὰρ ὄντως πολλοὶ συνεχεῖς κατὰ ἀμφότερα τὰ σημαινόμενα τοῦ συνεχοῦς, ἐνίους δ’ ἤτοι τὴν νύκτα διαλιπεῖν ἢ τὴν ἡμέραν, ὧν τοὺς μὲν εἰς ἀπυρεξίαν μὴ λήγοντας ἔνιοι τῶν νεωτέρων ἰατρῶν μεθημερινοὺς ἢ καθημερινοὺς ὀνομάζουσι, τοὺς δὲ λήγοντας ἀμφημερινοὺς, τῆς τοιαύτης λεπτολογίας τῶν ὀνομάτων οὐκ οὔσης παρὰ τοῖς παλαιοτέροις. τοῦ γὰρ διαλείπειν διχῶς νοουμένου τε καὶ λεγομένου, καθότι προείρηται, τοὺς καθ’ ἑκάστην ἡμέραν ἢ νύκτα παροξυνομένους διαλείποντας ἐροῦμεν, ἐάν τ’ εἰς ἀπυρεξίαν, ἐάν τ’ εἰς καλουμένην ἔνδοσιν ἥκωσιν, εἶθ’ ἑξῆς καταλέγει διαφορὰς πυρετῶν ἑτέρας τῶν προειρημένων, ἡμιτριταίων, τριταίων, τεταρταίων, πεμπταίων, ἑβδομαίων καὶ ἐναταίων μνημονεύων. τριταῖοι μὲν καὶ τεταρταῖοι σαφῶς εἰς ἀπυρεξίαν λήγουσι, τῶν δ’ ἡμιτριταίων ἔνιοι μὲν ἀμφοτέραις ἄγουσι ταῖς διαγωγαῖς, ἔνιοι δὲ κατὰ τὴν ἑτέραν μόνην τῶν μὴ ληγόντων εἰς ἀπυρεξίαν. ἐὰν δ’ ἐννοήσαις ὅτι καθάπερ ἐπὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων ἐνίους μὲν εἰς ἀπυρεξίαν ἔφη λήγειν, ἐνίους δ’ εἰς ἔνδοσιν, οὕτω καὶ τῶν διὰ τρίτης ἢ διὰ τετάρτης τίς ἐστι διαφορὰ, γνώσῃ σαφῶς οὐ περὶ πράγματος εἶναι τὴν ζήτησιν, ἀλλὰ σημαινομένου πρὸς τῆς ἡμιτριταίου φωνῆς. τούς γε μὴν διὰ τετάρτης παροξυνομένους ἴσμεν εἰς ἀπυρεξίαν λήγοντας, ὡς τὸ πολὺ καὶ σπανιώτατά τις ὤφθη τῶν διὰ τετάρτης παροξυνομένων, μὴ λήγων εἰς ἀπυρεξίαν. οὐ μὴν ἐπί γε τῶν διὰ τρίτης ὁμοίως ἔχει, πάμπολλαι γάρ εἰσι διαφοραί. ἐν τούτοις μὲν οὖν, ὡς ἔφην, οὐ περὶ πράγματος, ἀλλὰ περὶ σημαινομένου καὶ ὀνόματός ἐστιν ἡ ζήτησις, οὓς τῶν προειρημένων πυρετῶν ὀνομάζειν προσήκει τριταίους, ἡμιτριταίους καὶ τριταιοφυεῖς. οὕτω δὲ καὶ οὔτε πεμπταίους ἢ ἑβδομαίους ἢ ἐναταίους λέγει τινὰς εἶναι πυρετοὺς, οὐ περὶ ὀνόματός ἐστι σημαινομένου ζήτησις, ἀλλὰ περὶ πράγματος. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν οὐδέποτέ φασιν ἑορακέναι τῆς τετάρτης ἡμέρας ἐξωτέρω προϊοῦσαν οὐδεμίαν περίοδον, ἔνιοι δέ φασιν, ὥσπερ καὶ Ἱπποκράτης. ἐγὼ δὲ καὶ αὐτὸς ἐκ μειρακίου μέχρι δεῦρο παραφυλάττων, ἑβδομαίαν ἢ ἐνάτην οὐδ’ ὅλως εἶδον οὔτε σαφῶς οὔτ’ ἀμφιβόλως. πεμπταίας δὲ περιόδους ἐθεασάμεθα ἀμφιβόλους. οὐ μὴν ἀκριβῶς τε καὶ σαφῶς, ὡς ἀμφημερινὰς καὶ τριταίας καὶ τεταρταίας. οὐ μὴν οὐδὲ λογικῆς ἀποδείξεως ἡγοῦμαι δεῖσθαι τὸ πρᾶγμα τὴν κρίσιν ἐκ πείρας λαμβάνον. εἰ μὲν γὰρ ἀκριβῶς ἑόρακέ τις πολλάκις, ἤτοι δι’ ἑβδόμης ἢ ἐνάτης ἡμέρας τοὺς παροξυσμοὺς γινομένους, οὐ γὰρ δὴ δὶς ἢ τρὶς εἴη ἂν οὗτος πεπεισμένος εἶναί τινας καὶ τοιαύτας περιόδους. εἰ δ’ οὐχ ἑόρακεν ἐκ νεότητος εἰς γῆρας ἐπεσκεμμένος ἀῤῥώστους οὕτω πυρεταίνοντας παμπόλλους, εὔδηλον αὐτῷ τοῦτο πάλιν, ὡς οὐ γίνονται περίοδοι τοιαῦται. πρὸς δ’ οὖν τὸν Ἱπποκράτην τάχα καὶ λογικὴν ἄν τις ἀπόδειξιν εἴποι, καθάπερ ὁ Διοκλῆς. ἐπὶ τίσι γὰρ ἐρεῖς τοῖσι σημείοισιν ἢ χυμοῖσι τὴν πεμπταίαν ἢ ἑβδομαίαν ἢ ἐναταίαν γίνεσθαι περίοδον οὐχ ἕξεις. οὐ μὴν οὐδ’ ἔγραψέ τινα ἡμῖν ἄῤῥωστον οὕτω νοσήσαντα, καίτοι γ’ ἐχρῆν, ὥσπερ ἄλλων πολλῶν καθολικῶν θεωρημάτων παραδείγματα διὰ τῶν κατὰ μέρος ἐδίδαξεν, οὕτω κᾀπὶ τούτων ποιῆσαι. γινώσκειν μέντοι χρὴ τὴν ἀρχὴν τῆς λέξεως ἐν πολλοῖς τῶν ἀντιγράφων κατὰ τὸ καλούμενον ἀσύνδετον εἶδος τῆς ἑρμηνείας γεγραμμένον ὡδί πως, πυρετοὶ συνεχέες, ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέραν διαλείπουσιν. εἰπὼν δ’ ἀσύνδετον ὀνομάζεσθαι τὸ τοιοῦτον εἶδος ἐδήλωσα καὶ τὴν ἐξήγησιν αὐτοῦ. χρὴ γὰρ ὡς ἐν καταλόγῳ τῶν εἰρημένων ἀκούειν ἡμᾶς, προστιθέντας τοὺς παραλελειμμένους ἐν ταῖς λέξεσι συνδέσμους.
§3.3
Ἡ μὲν ἀκριβεστάτη τούτων ἁπάντων διδασκαλία λέλεκται κατὰ τὰ περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα, καὶ νῦν, ὡς εἶπον ἤδη πολλάκις, οὐκ ἀποδεικνύναι μοι πρόκειται τἀληθὲς, οὐδὲ διδάσκειν ἅπαντα τὰ κατὰ μέρος, ὡς μηδὲν παραλιπεῖν, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι τοῦ παλαιοῦ. τὰ δ’ οὖν κεφάλαια τῆς ἐμπιπτούσης ἑκάστου θεωρίας οὐ παρήσω. λέγει τοίνυν ὀξυτάτας καὶ χαλεπωτάτας νόσους εἶναι κατὰ τὸν συνεχῆ πυρετόν. ὀξυτάτας μὲν λέγων τὰς ἐν ὀλίγῳ χρόνῳ τὰς κρίσεις λαμβανούσας, μεγίστας δὲ τὰς ἰσχυροτάτας, χαλεπωτάτας δὲ τὰς κίνδυνον ἐπιφερούσας, ὅπερ ἐξηγούμενος αὐτὸς ἐπήνεγκε, θανατωδεστάτας εἰπὼν αὐτάς. ὅπως δ’ ἂν ἀκούῃς εἰρῆσθαι τὸν συνεχῆ πυρετὸν, ἀληθής ἐστιν ὁ λόγος. ὀξύταται γὰρ νόσοι καὶ μέγισται καὶ χαλεπώταται κατά τε τοὺς ἰδίως λεγομένους συνόχους γίνονται πυρετοὺς καὶ κατὰ τοὺς ἄλλους οὐδὲν ἧττον, ὅσοι διὰ τῶν κατὰ μέρος προέρχονται παροξυσμῶν ἀρχὰς καὶ ἀναβάσεις, ἀκμὰς καὶ παρακμὰς ποιούμενοι σαφεῖς, ἄνευ τοῦ λήγειν εἰς ἀπυρεξίαν, ὑπὲρ ὧν ἄμεινον ἀκούειν νῦν, ἐπειδὴ καὶ τοὺς συνόχους ἐν τούτοις περιέχεσθαι συμβέβηκεν, οὐ μὴν ἐν τοῖς συνόχοις δὲ τούτους. ἐὰν οὖν ἀκούσῃ τις περὶ μόνων τῶν συνόχων εἰρῆσθαι τὸν λόγον, ἐξαιρεῖσθαι δόξει τοὺς ἄλλους συνεχεῖς, ὡς οὐ κινδυνώδεις ὄντας οὔτε σφοδροὺς οὔτ’ ὀξεῖς.
§3.4
Ῥήϊστον εἶπε τὸν τεταρταῖον ἐν ἴσῳ τῷ εὔφορον. οἱ γάρ τοι συνεχεῖς τῶν πυρετῶν μηδεμίαν ἔχοντες τῶν ὀχληρῶν ἀνάπαυλαν ἄχρι κρίσεως, ἀλλὰ καὶ διηνεκῶς βαρύνοντες, εἰκότως δύσφοροι λέγονταί τε καί εἰσιν. ἐν δὲ τῷ τεταρταίῳ καὶ μάλισθ’ ὅταν ᾖ μέτριος, ἔνεστι καὶ προϊέναι ταῖς μέσαις τῶν παροξυσμῶν ἡμέραις καί τι καὶ πράττειν ἐνίοτε τῶν συνήθων. χρὴ δὲ γινώσκειν σε καὶ τὸ τῶν παλαιῶν ἔθος, ὅταν ἀκούσῃς αὐτῶν περὶ πυρετῶν διαλεγομένων. ἐὰν γοῦν ἥπατος ἢ πλευρᾶς ἢ πνεύμονος ἢ ἄλλου τινὸς μορίου φλεγμονῇ πυρετὸς ἕπηται, πλευρῖτιν ἢ περιπνευμονίαν ἢ ἡπατῖτιν ὀνομάζουσι τὴν νόσον, οὐ πυρετώδη. τὸν δ’ ἄνευ φλεγμονῆς πυρέττοντα πυρετόν φασι νοσεῖν, καὶ νῦν δ’ ἄκουε περὶ ὧν διαλέγεται πυρετῶν οὕτως εἰρῆσθαι τὸν λόγον, ἐπεί τοι πολλάκις εἴδομεν ἐπὶ σπληνὶ μεγάλως πυρέττοντας ἀνθρώπους τεταρταῖον, κᾄπειτα ἐν χρόνῳ παρεγχύσεως ὑδερικῆς γενομένης ἀποθανόντας. ἀλλ’ αὐτός τε καθ’ ἑαυτὸν ὁ τεταρταῖος ἀκίνδυνός ἐστιν, ὅς γε καὶ ἄλλων νοσημάτων ῥύεται. παυσαμένας γοῦν ἐπιληψίας ἴσμεν ἐπὶ τεταρταίῳ χρονίῳ ἐνοχλήσαντι, καὶ μεμάθηκας ἤδη περὶ τῆς γενέσεως αὐτοῦ κατά τε τὰ περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα καὶ τὰ περὶ κρίσεων.
§3.5
Οὐ δύναμαι πεῖσαι τοὺς πολλοὺς τῶν ἰατρῶν διακρῖναι τὴν τῶν πραγμάτων αὐτῶν ἐπίσκεψιν τῆς περὶ τῶν ὀνομάτων τε καὶ σημαινομένων καὶ συγγινώσκειν αὐτοῖς δίκαιον. ὅπου γὰρ Ἀγαθῖνος, ἵνα τοὺς ἄλλους παραλείπω, βιβλίον ὅλον ἔγραψε τὸ πρῶτον περὶ ἡμιτριταίου, τὸ σημαινόμενον ἐκ τῆς προσηγορίας ζητῶν ἐν αὐτῷ, πῶς οὐκ ἄν τις καὶ τούτοις συγγνώη; καίτοι γε ῥᾷστον ἦν ἰδίαν μὲν τῶν ὁρωμένων ποιήσασθαι διδασκαλίαν ἐν τῇ περιοδίᾳ, ἰδίαν δὲ τῶν ἐπ’ αὐτοῖς ὀνομάτων, ὥσπερ ἐγὼ νῦν ποιήσομαι. τῶν γὰρ διὰ τρίτης παροξυνομένων πυρετῶν οἱ μὲν εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὔ. καὶ πάλιν ἑκατέρου τούτων ἡ διαφορὰ τοιάδ’ ἐστί. τῶν εἰς ἀπυρεξίαν ληγόντων ἔνιοι μὲν ἐντὸς ὡρῶν δώδεκα τὸν παροξυσμὸν ἔχουσι περιγραφόμενον, ἔνιοι δ’ ἐπὶ πλέον ἐκτεινόμενον. τῶν δὲ μὴ ληγόντων εἰς ἀπυρεξίαν ἔνιοι μὲν φρικώδεις ὄντες, ὅταν ἀπὸ τῆς πρώτης εἰσβολῆς ἐπὶ τὴν καλουμένην ἀνάβασιν ἔρχωνται, κᾂν δοκῶσιν ἤδη μετρίως προεληλυθέναι, πάλιν ἑτέραν φρίκην μετὰ συστολῆς ποιοῦνται καὶ μετὰ ταύτην αὖθις ἑτέραν ἀνάβασιν, εἶτα ἐπ’ ἐκείνης ἄλλην συστολήν τε καὶ φρίκην. δὶς γὰρ καὶ τρὶς οὗτοι ὑποστρέφουσι. κατὰ δὲ τὴν δευτέραν ἡμέραν ἕτερον ἴσχουσι παροξυσμὸν ἐλάττονα τοῦ προτέρου, χωρὶς τῶν προτέρων ἐπαναλήψεως καὶ τοῦτο ἐφεξῆς αὐτοῖς ἀεὶ κυκλεῖται, δυοῖν παροξυσμοῖν οἵοιν εἴρηκα γιγνομένοιν ἐν ἡμέραις δύο. καὶ μὴν καὶ ἄλλοι τινὲς διὰ τρίτην παροξυνόμενοι χωρὶς τῶν εἰρημένων φρικωδῶν εἰσβολῶν τε καὶ ἐπαναλήψεων ἕνα παροξυσμὸν ἴσχουσι διὰ τρίτης, οὐ παροξυνόμενοι τῇ δευτέρᾳ. μίαν οὗτοι καὶ συνεχῆ καὶ ὁμαλὴν τὴν ἐπὶ τὴν ἀκμὴν ἀπὸ τῆς εἰσβολῆς ἀνάβασιν ἔχουσιν. αὕτη μέν σοι τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ διαφορὰ, φαινομένη συνεχῶς ἐπὶ τῶν καμνόντων. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὁ μὲν φρικώδης πυρετὸς ἐπὶ χολώδει καὶ φλεγματώδει χυμῷ συνιστάμενος. ὁ δὲ χωρὶς φρίκης ἐπὶ τῷ χολώδει μὲν, ἀλλὰ δυσκινητοτέρῳ τε καὶ δυσπεπτοτέρῳ, φέρουσι δ’ αὐτὸν καὶ φλεγμοναὶ κυρίων μορίων. τῶν δὲ μετὰ ῥίγους μὲν εἰσβαλλόντων, εἰς ἀπυρεξίαν δὲ ληγόντων ἅμα χολώδεσιν ἐμέτοις ἢ διαχωρήσεσιν ἢ ἱδρῶσιν ἡ ξανθὴ χολὴ κινουμένη δι’ ὅλου τοῦ σώματος αἰτία. τούτων μὲν οὖν οὕτως ἐχόντων, ὡς εἴρηται, τὸ μὲν ἤτοι τὴν αἰτίαν ἑκάστου ζητεῖν ἢ τὴν θεραπείαν, ἰατρικόν τε καὶ χρήσιμόν ἐστι πρᾶγμα· τὸ δὲ τί καλέσει τὶς ἕκαστον τῶν εἰρημένων ὀρθῶς οὐκέτι τῆς ἰατρικῆς ἴδιον, ἀναγκαίως γε μὴν γινόμενον, ὅταν βούληταί τις ἑτέρους διδάσκειν, ἀναγινώσκειν. τὰς γὰρ ἐπὶ τῶν καμνόντων γιγνομένας ἡμῖν διαγνώσεις τε τῶν παθῶν καὶ προγνώσεις τῶν ἐσομένων καὶ θεραπείας, ὁρῶμεν οὐδὲν δεομένας τῆς ἐν τοῖς ὀνόμασιν ἀκριβείας. οὐδὲ γὰρ ἀπὸ τούτων οἱ ἰδιῶται κρίνουσι τοὺς ἰατροὺς, ἀλλ’ ὅταν ἐπὶ φλεβοτομίᾳ τὸν κάμνοντα ῥᾳστωνήσαντα θεάσωνται καὶ τροφὴν ἐν καιρῷ λαμβάνοντα· καὶ γὰρ καὶ τοῦτο κρίνειν ἰδιώτης δύναται θεασάμενος. εἶτα οὐκ εὐθέως ἐπὶ τῇ τροφῇ τὴν ἀρχὴν τοῦ παροξυσμοῦ γενομένην, ἀλλὰ μετὰ χρόνον πλείονα, τὸν ἰατρὸν ἐπαινεῖ, κᾂν εἰ ψυχροῦ δεῖ τότε δόντα καὶ λούσαντα τὸν ἄῤῥωστον ἀπύρετον ἴδῃ πεποιηκότα, παραχρῆμα θαυμάζει, καθάπερ γε κᾂν εἰ προείπῃ τι τῶν ἐσομένων. ἀπὸ τούτων μὲν οὖν ὁ ἰατρὸς ἀκριβῶς τε καὶ ἀληθῶς εὐδοκιμεῖ, σοφιστὴς δὲ κατατρίβει τὸν χρόνον ἑαυτοῦ τε καὶ τῶν μαθητῶν, ὑπὲρ ὀνομάτων τε καὶ σημαινομένων ἐρίζων. ἐπεὶ δὲ τὸ προκείμενον ἡμῖν νῦν ἐστιν, οὐκ αὐτὰ τὰ πράγματα διδάξαι τῆς τέχνης, ἐν ἑτέροις γὰρ τοῦτο ἐπράξαμεν αὐτάρκως, ἀλλὰ τὴν Ἱπποκράτους γνώμην ἐπισκέψασθαι διὰ συντόμων καὶ τοῦτο δυνατὸν ὧδε ποιῆσαι. λέλεκται μὲν γὰρ αὐτῷ καὶ πρόσθεν· ἦν δ’ αὐτοῖσι τὰ παθήματα φρικώδεες πυρετοὶ, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες. ὁ δὲ τρόπος ἡμιτριταῖος, μίαν κουφότεροι, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι. καὶ νῦν δὴ πάλιν ἡ ῥῆσις αὕτη φησὶν, ἐν δὲ τῷ ἡμιτριταίῳ, συμπίπτει μὲν καὶ ὀξέα νοσήματα καὶ ἐστι τῶν ἄλλων οὗτος θανατωδέστατος. ὅτι μὲν οὖν θανατώδης ἐστὶν ὁ ἡμιτριταῖος ἄντικρυς εἴρηκεν αὐτὸς ὁ Ἱπποκράτης. ὅτι δὲ τῶν εἰς ἀπυρεξίαν ληγόντων οὐδείς ἐστι θανατώδης ἄντικρυς ἐν ἀφορισμοῖς ἐδήλωσεν εἰπών. πυρετοὶ ὁκόσοι μὴ διαλείποντες, διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπουσι, σημαίνει ὅτι ἀκίνδυνοι. πῶς οὖν ἐκ τῶν εἰς ἀπυρεξίαν ληγόντων εἴπῃ τὸν ἡμιτριταῖον, ἑπόμενος Ἱπποκράτει ; καὶ μὴν οἱ λέγοντες, ἐάν τις ὥραις τέτρασι καὶ εἴκοσι ἀπύρετος γίγνηται, τὸν μέσον ἔχειν αὐτὸν ἡμιτριταῖον, ἐκ τῶν διαλειπόντων ποιοῦσι τοῦτον τὸν πυρετὸν τοιοῦτον. οὕτως δὲ καὶ τὸν μέσον καὶ τὸν μικρὸν ὡρῶν ἀριθμῷ διαφέρειν τοῦ μεγάλου φάσκοντες, εἰς ἀπυρεξίαν περιάγειν ἀμφοτέρους βουλόμενοι, τῆς Ἱπποκράτους ἀποχωρήσουσι γνώμης, ἐν τοῖς διαλείπουσι πυρετοῖς τὸν ἡμιτριταῖον ἄγοντες. ἀκίνδυνος γὰρ οὗτος ἔσται, καίτοι θανατώδης ὑπ’ αὐτοῦ λεγόμενος. ἄμεινον οὖν ἐστὶ τῶν μὲν ὀνομάτων, ὡς εἴρηται, καταφρονεῖν, ἀσκοῦντα θεραπείας τε καὶ διαγνώσεις καὶ προγνώσεις ἑκάστου τῶν πυρετῶν. ἐπεὶ δὲ σαφεστέρα τε καὶ συντομωτέρα διὰ τῶν ὀνομάτων ἡ διδασκαλία γίνεται, προδιηγησάμενοι λόγῳ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν, ἐφεξῆς τὸν ἐντὸς τῶν δώδεκα ὡρῶν παυόμενον, ἀκριβῆ τριταῖον ὀνομάσομεν ἕνεκα συντόμου διδασκαλίας. ὅστις δ’ ἂν ἔχῃ πολυχρονιώτερον τούτου τὸν παροξυσμὸν, ὅμως μὲν ἔτι μακροτέραν αὐτοῦ τὴν ἄνεσιν, ἐκεῖνον ἁπλῶς τριταῖον ὀνομάσομεν. ὅστις δ’ ἂν ἐπὶ πλεῖστον μὲν ἐκτεταμένον τὸν παροξυσμὸν, ὀλίγον δὲ τὸ διάλειμμα, τοῦτον πάλιν ὀνομάσομεν ἐκτεταμένον τριταῖον. ὅστις δ’ ἂν μὴ παυσάμενος εἰς ἀπυρεξίαν φρικώδεις μὲν τῇ προτέρᾳ τῶν ἡμερῶν ἐπαναλήψεις ποιῆται, κατὰ δὲ τὴν δευτέραν ἁπλοῦν ἕνα παροξυσμὸν, τοῦτον ἡμιτριταῖον ὀνομάσομεν· εἰ δ’ ἁπλῶς διὰ τρίτης παροξύνοιτο, τριταιοφυῆ. πάντ’ ἔχεις ἐν. τούτῳ τῷ λόγῳ διωρισμένα, τά τ’ ἄχρηστα καὶ χρήσιμα. τούτων οὖν ἐστι διὰ παντὸς μεμνῆσθαι καὶ πρόχειρον ἔχειν τὴν γνῶσιν αὐτῶν. οὕτως γὰρ καταγνώσεις τῆς τῶν νεωτέρων ἰατρῶν φλυαρίας, ἣν περὶ τῶν εἰρημένων ὀνομάτων ἐποιήσαντο, περὶ τῶν πραγμάτων οἰόμενοι διαλέγεσθαι. ἀλλ’ ὅτι μὲν οὐδένα τῶν νῦν εἰς ἀπυρεξίαν ἀφικνουμένων πυρετῶν ὁ Ἱπποκράτης ἡμιτριταῖον ὀνομάζει δέδεικται. πότερον δ’ ἐκεῖνον μόνον ὃν ἐγὼ ἰδίως καλεῖν εἴωθα τὸν τὰς φρικώδεις ἐπαναλήψεις ποιούμενον ἢ καὶ τὸν ἄνευ τούτων γινόμενον, ἄξιόν ἐστι σκέψεως. εἰ γὰρ καὶ τοῖς φθινώδεσι καὶ ἄλλως χρονίως νοσοῦσιν ὁ πυρετὸς οὗτος εἴωθε συμπίπτειν, ἴσως, εἰ καὶ χωρὶς φρίκης γίγνοιτο, καλέσομεν αὐτὸν ἡμιτριταῖον, ἐὰν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἐπιπαροξύνηται. ἀλλ’ ὅπερ ἔφην, ὑπὲρ ὀνόματος οὕσης τῆς ζητήσεως οὐδὲν ἄτοπόν ἐστι, κᾂν μὴ γνῶμεν ἀκριβῶς ἐπὶ τίνος πυρετοῦ μάλιστα τὴν ἡμιτριταίου ἐπιφέρει φωνὴν ὁ Ἱπποκράτης. ὁπόταν γὰρ αὐτοῦ τὴν περὶ τοὺς πυρετοὺς τέχνην ἐκμαθόντες ἕξομεν ὧν δεόμεθα πρὸς τὰ τῆς τέχνης ἔργα, χωρὶς τῶν ἐπ’ αὐτῆς ὀνομάτων. τάχα δ’ ἂν εἶναι δόξειεν οἰκεῖον ἑξῆς σκέψασθαι διὰ τί προσέθηκεν ὁ Ἱπποκράτης τὸ καλεόμενον καὶ οὐχ ἁπλῶς εἶπεν, ἐν δὲ τῷ ἡμιτριταίῳ ξυμπίπτει μὲν καὶ ὀξέα νοσήματα. δοκεῖ δέ μοι μέμφεσθαι τὴν προσηγορίαν ὡς ἄκυρον. ἐπὶ γὰρ τῶν ἐνδεεστέρως ἐχόντων κατὰ τὰ τέλεια, τὴν τοῦ ἡμίσεος προσθήκην ποιούμεθα φάσκοντες ἡμιθνῆτα καὶ ἡμίθνητον καὶ ἡμίθεον καὶ ἡμίφωνον, ἡμίονόν τε καὶ τὸ ἡμίοπτον, ὅσα τ’ ἄλλα τοιαῦτα λέγοντες. ὁ δ’ ἡμιτριταῖος οὐ μόνον οὐκ ἔστιν ἥμισυς τῷ πλήθει τῶν συμπτωμάτων ἢ τῇ δυνάμει, καὶ τούτων τῆς ὅλης διαθέσεως, ἀλλὰ καὶ πολὺ χείρων τοῦ τριταίου, ὡς ἄμεινον εἶναι δοκεῖν ἐκεῖνον τούτου λέγειν ἥμισυν, οὐκ ἐκείνου τοῦτον. οὐκοῦν οὐκ οἶδα τί δόξαν αὐτοῖς οὕτως μᾶλλον ὠνόμασαν οἱ πρώτως θέμενοι τὴν προσηγορίαν ἢ ἄλλως. ἐνδέχεται γὰρ αὐτοὺς διότι τοῦ τριταίου πυρετοῦ τὸ διὰ τρίτης τε παροξύνειν καὶ τὸ εἰς ἀπυρεξίαν λήγειν ἔχοντος, ὁ ἡμιτριταῖος ἓν μὲν ἔχει τούτων, ἓν δ’ οὐκ ἔχει ταύτην θέσθαι τὴν προσηγορίαν. τὸ μὲν γὰρ διὰ τρίτην παροξύνειν ἔχει, τὸ δ’ εἰς ἀπυρεξίαν λήγειν οὐκ ἔχει. ἐνδέχεται γὰρ καὶ διότι καὶ μετὰ ῥίγους εἰσβάλλειν οὐκ ἔχει, καὶ πρὸς τούτοις γ’ ἔτι τὸ μετ’ ἐκκρίσεως παύεσθαι, καὶ μέντοι καὶ ὅτι τὴν δευτέραν ἡμέραν οὐκ ἔχει καθαράν. ἐνδέχεται δὲ καὶ ἄλλο τι τοιοῦτον εἰπεῖν, τοῖς μὲν ἄχρηστον σοφίαν ἀσκοῦσι, τὰ δ’ ὄντως χρήσιμα τῆς τέχνης παραλείπουσι.
§3.6
Τῶν μὲν ἐν ἀρχῇ πυρετῶν τὸν κατάλογον ἔγραψεν ἁπλῶς, τούτων δ’ ἑξῆς τὰ ἤθη διδάσκει. προειρηκὼς οὖν ἐν τῷ καταλόγῳ, πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν. εἶτα περὶ τῶν συνεχῶν διελθὼν ὁποῖοί τινές εἰσι καὶ προσθεὶς αὐτοῖς ἐφεξῆς τὴν περὶ τοῦ τεταρταίου τε καὶ ἡμιτριταίου διδασκαλίαν, ἐπὶ τοὺς τῇ μὲν ἡμέρᾳ παροξυνομένους, τῇ δὲ νυκτὶ διαλείποντας, ἢ τῇ μὲν νυκτὶ παροξυνομένους, τῇ δ’ ἡμέρᾳ διαλείποντας ἀφίκετο, καλέσας αὐτῶν τὸν μὲν ἕτερον νυκτερινὸν, τὸν δ’ ἕτερον ἡμερινόν· νυκτερινὸν μὲν τὸν ἐν νυκτὶ παροξυνόμενον, ἡμερινὸν δὲ τὸν ἐν ἡμέρᾳ. δι’ ὧν δ’ ἐπαινεῖν ἔδοξε τὸν νυκτερινὸν, οὐδὲν ἧττον ἔψεξε διὰ τῶν αὐτῶν, οὐχ ἁπλῶς εἰπὼν, νυκτερινὸς οὐ θανατώδης, ἀλλὰ τὸ οὐ λίην προσθείς. εἰ γὰρ λίην θανατώδης, εὔδηλον ὅτι θανατώδης μετρίως, τὸν δ’ ἡμερινὸν οὐ μόνον μακρότερον εἶπεν εἶναι τοῦ νυκτερινοῦ, ἀλλὰ καὶ· ἔτι πρὸς τὸ φθινῶδες ἐνίοτε ῥέπειν, ὥστε καὶ κατὰ τοῦτο μοχθηρότερον εἶναι. τοῦτο μὲν γὰρ ἐν ᾧ χρόνῳ διαφορεῖσθαι καὶ ἀραιοῦσθαι μᾶλλον εἴωθε, εἰ συστέλλεται καὶ πυκνοῦται τὸ σῶμα, παροξυνόμενος εἰκότως κακοηθέστερος εἶναι δοκεῖ· τοῦτο δὲ καὶ τὸν καιρὸν τῆς προνοίας ἔχων ἀήθη. καθ’ ὃν γὰρ χρόνον ἐχρῆν κοιμᾶσθαι, κατὰ τοῦτον ἀναγκαῖόν ἐστι τῆς ἰατρικῆς προνοίας τυγχάνειν τὸν κάμνοντα καὶ διὰ τοῦτο καταφθείρονται τῷ χρόνῳ καὶ φθίνουσι δυοῖν θάτερον. εἰ μὲν δὴ κοιμῶνται τῆς ἡμέρας, ἐνδεῶς ἀπολαβόντες ὕπνου, εἰ δ’ οὐ κοιμῶνται, νυκτερίδος βίον, οὐκ ἀνθρώπων, βιοῦντες.
§3.7–3.case1
§3.7
Οὔθ’ Ἱπποκράτει καλὸν ἀπιστεῖν, ἐμφαίνει γὰρ ὡς ἑορακὼς ταῦτ’ ἔγραψε, οὔτε ψεύδεσθαι προσήκει λέγοντα καὶ αὐτὸν ἑορακέναι. παραφυλάττειν οὖν ἡμᾶς φιλοπόνως προσήκει καὶ τῇ πείρᾳ κρίνειν τὸ ἀληθὲς, ἀλλ’ ὅπως μὴ πάθητε τοῖς πολλοῖς ὁμοίως, οἳ θεασάμενοι κατά τινα τύχην δι’ ἑβδόμης ἡμέρας πυρέξαντα τὸ δεύτερόν τε καὶ τρίτον ἀπὸ τῆς ἀρχῆς ὑπέλαβον ἑβδόμῃ εἶναί τινα περίοδον. ἐνδέχεται γάρ ποτε τοῦτο καὶ κατὰ συντυχίαν ἁπαντῆσαι, καὶ μέντοι καὶ κατὰ τὸ τῆς διαίτης ὁμοειδές. ὅσοις γὰρ τῶν νοσούντων οὐκ ἀκριβῶς ἡ νοσώδης ἐπαύσατο διάθεσις, ἀλλ’ ἔμεινεν αὐτοῖς τι σπέρμα, τούτοις ἀμελέστερον διαιτηθεῖσι συμβαίνει πολλάκις μὲν ἕκτῃ μετὰ τὴν πρώτην ἡμέραν πυρέξαι, πολλάκις δ’ ἑβδόμῃ, πολλάκις δ’ ὀγδόῃ, πολλάκις δ’ ἄλλῃ τινὶ καὶ τοῦ πυρετοῦ παυσαμένου, δόξασιν ἀκριβῶς ἀπηλλάχθαι, πάντα ὁμοίως διαιτηθεῖσιν, ἐπὶ τῷ καταλειφθέντι τῆς νόσου σπέρματι δι’ ἴσων ἡμερῶν εἰς τὴν αὐτὴν ἀφικομένων διάθεσιν, ὡσαύτως πυρέξαι. καὶ δυνατὸν γίγνεσθαι τοῦτο πολλάκις, ὅταν ἴσον μὲν ᾖ τὸ καταλειπόμενον τῆς διαθέσεως, ὁμοίως δὲ καὶ οἱ κάμνοντες διαιτῶνται. τοῦτ’ οὖν ὄντως περίοδός ἐστι νοσώδης, ὅταν ἀκριβῶς διαιτηθέντων αὐτῶν κατὰ τὴν αὐτὴν ἀφικνῆται προθεσμίαν ὁ πυρετὸς, ὥσπερ ἐπὶ τοῦ τεταρταίου φαίνεται γιγνόμενος.
§3.8
Εἴρηται μικρῷ πρόσθεν ὡς τύπῳ φάναι, τὸν ὀλιγοχρόνιον ἔχοντα παροξυσμὸν ἀκριβῆ τριταῖον εἶναι. τὰ δ’ ὡς τὸ πολὺ τούτῳ συνυπάρχοντα πάντα εἴρηται κατά τε τὰ περὶ διαφορᾶς πυρετῶν καὶ τὰ περὶ κρίσεως ὑπομνήματα.
§3.9
Οἱ φθίνοντες ἑκτικὸν πυρέττουσι πυρετὸν οὐδέποτε παυόμενον, οὗ τὴν φύσιν ἅπασαν, ὥσπερ καὶ τῶν ἄλλων, ἔμαθες ἐν τοῖς περὶ διαφορᾶς πυρετῶν. ἤδη δέ τισιν, αὐτῷ ἐπιπεπλεγμένον τινὰ τῶν περιοδικῶν, ἤτοι τῶν διὰ τρίτης ἢ καὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων, ὡς δ’ Ἱπποκράτης φησὶ, καὶ τὸν διὰ πέμπτης, ὑπὲρ οὗ καὶ αὐτοῦ νόμιζέ σοι τὰ αὐτὰ λελέχθαι πρὸς ἡμῶν, ἃ καὶ περὶ τῶν ἑβδομαίων τε καὶ ἐναταίων ὀλίγον ἔμπροσθεν ἤκουσας.
§3.10
Τρόπους πυρετῶν ἐνίοτε μὲν τὰ ἔθη καλοῦσιν, ἐνίοτε δὲ τὰς διαφορὰς καὶ τὰς οὐσίας. τὰ εἴδη δὲ νῦν αὐτῶν δῆλόν ἐστιν ἑκάστου τῶν προειρημένων πυρετῶν γράψαι. τὸ γοῦν συνεχῆ φησιν ἄρχεσθαι μὲν ἐνίοις σφοδρότατον, κατὰ βραχὺ δὲ ἀπολεπτύνεσθαι μέχρι κρίσεως, ἐνίοτε δὲ μετρίως ἀρξάμενον αὐξάνεσθαι κατὰ βραχὺ μέχρι κρίσεως, ἐν ᾗ φησιν ἐκλάμπειν αὐτόν. οὗτοι μὲν οὖν ἐναντία ἀλλήλοις ἔχουσι τὴν κρίσιν. ἄλλον δὲ τρόπον ἐπ’ αὐτοῖς τρίτον εἶναι φησι σύνθετον ἐξ ἀμφοῖν, ὅταν ἄρχεται μὲν πρᾴως, αὐξηθεὶς δὲ κατὰ βραχὺ καὶ τὸ τέλεον ἀπολαβὼν μέγεθος ὑφίησιν ἄχρι λύσεως παντελοῦς. τούτους τοὺς τρεῖς τρόπους οἴονταί τινες αὐτὸν λέγειν ἐπὶ τῶν συνεχῶν πυρετῶν, οὐκ ἀκούοντες ὧν ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψε. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος, ὥστ’ οὐκέτι τῶν συνεχῶν μόνον, ἀλλὰ καὶ πάντων τῶν ἄλλων πυρετῶν, ὅσοι τε συνεχεῖς καὶ πολυχρόνιοι, καὶ μέντοι καὶ παντὸς ἄλλου νοσήματος, ὀξέος δὲ δηλονότι καὶ χρονίου, τοὺς αὐτοὺς τρόπους φησὶ γίνεσθαι τρεῖς, καὶ τὰ συμπτώματα δὲ κατὰ τὸν αὐτὸν λόγον κρίνεται τὰ πάντα. φέρε γὰρ ἐπ’ ἀλγήματος ἡμᾶς σκοπεῖσθαι τοῦτο, πολλάκις μὲν εἰσβάλλον σφοδρότατον, ἀπομαραίνεται κατὰ βραχὺ μέχρι παντελοῦς λύσεως, ἐνίοτε δ’ ἀρξάμενον πρᾷον, ἐπὶ τὸ σφοδρότατον αὐξηθὲν κατὰ βραχὺ ταχεῖαν ἔχει τὴν λύσιν. αὖθις δέ ποτε μετὰ τὴν τελείαν ἀκμὴν ἀνάλογον τῆς αὐξήσεως ἐν ἴσῳ χρόνῳ τὴν παρακμὴν ἔλαβεν.
§3.11
Προγνωστικὸν εἶναι δὲ βούλεται τῆς κινήσεως τῶν νοσημάτων, ὅπως ἁρμόττουσαν αὐτοῖς τὴν δίαιταν προσφέρῃς. δεῖ γὰρ ὡς πρὸς τὴν ἐσομένην αὐτοῖς ἀκμὴν τοῦ νοσήματος ἀποβλέποντας ἡμᾶς τὴν δίαιταν ποιεῖσθαι, κατὰ δὲ τὸ περὶ διαίτης ὀξέων καὶ τοὺς ἀφορισμοὺς, ὅπως χρὴ προγινώσκειν τοὺς προειρημένους τρόπους τῶν νοσημάτων, ἔκ τε τῶν εἰς τὸ προγνωστικὸν ὑπομνημάτων καὶ ἐκ τῶν περὶ κρίσεων μαθήσῃ διὰ κεφαλαίων αὐτὰ κατὰ τοῦτο τὸ βιβλίον ἔγραψα, διὰ τῆς πρώτης ἐν τῷδε τῷ ὑπομνήματι γεγραμμένης ῥήσεως.
§3.12
Καίτοι πολλὰ προειρηκὼς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις ποιεῖσθαι, ὅμως φησὶν εἶναι καὶ ἄλλα, τὰ μὲν ἤδη γεγραμμένα κατὰ τὸ προγνωστικὸν δηλονότι, τὰ δὲ καὶ γραφησόμενα.
§3.13
Εἴρηται πολλάκις ἡμῖν ἐν τοῖς παροξυσμοῖς γίνεσθαι τὰς κρίσεις, διά τε τὸ κινεῖσθαι σφοδρῶς ἐν αὐτοῖς τοὺς χυμοὺς καὶ ὥσπερ ζέοντας ἐκρήγνυσθαι δι’ αἱμοῤῥαγίας ἢ δι’ ἱδρώτων ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥοΐδων ἢ καταμηνίων ταῖς γυναιξί. διά τε τὸ κατ’ αὐτὸν τὸν καιρὸν τὴν φύσιν ἐπείγεσθαι πρὸς τὴν ἔκκρισιν αὐτῶν, ἅμα μὲν ὅτι βαρυνομένη καὶ κακοπαθοῦσα παροξύνεται πρὸς τὴν ἔκκρισιν, ἅμα δὲ ὅτι κεχυμένων μᾶλλον αὐτῶν ἥ τε διάκρισις ἑτοιμοτέρα τῶν μοχθηρῶν ἥ τε κρίσις γίγνεται ῥᾷον.
§3.14
Οὐ κυρίως μοι δοκεῖ χρῆσθαι νῦν τῇ προγηγορίᾳ τῆς περιόδου. τὰς γὰρ ἡμέρας αὐτὰς ἐν αἷς αἱ κρίσεις γίνονται πάσας ἐφεξῆς ἔγραψεν, ἔν τε τῷ προγνωστικῷ τὰς κατὰ τετράδα γινομένας περιόδους ἀκριβῶς διῆλθεν, ὥστε ταῦτ’ ἔοικεν ἐπιζητεῖν τὴν θεωρίαν τῶν κρισίμων ἡμερῶν. πρώτην μὲν οὖν φησὶ κρίσιμον ἡμέραν εἶναι τῶν ἀρτίων τὴν τετάρτην, ἐφεξῆς δ’ αὐτῇ τὴν ς΄. εἶτα τοῖς πλείστοις μὲν τῶν ἀντιγράφων τῆ η΄ καὶ ι΄ γέγραπται. κατά τινα δὲ τῇ ιδ΄ μετὰ τὴν ς΄. κ΄. καὶ μετὰ ταύτην ἐν τισὶ μὲν δ΄ καὶ κ΄. ἐν τισὶ δ΄ αὐτῶν γέγραπται δ΄. καὶ λ΄. καὶ μετὰ ταύτην μ΄. μεθ’ ἢν ἡ ξ΄ καὶ π΄ καὶ ἑκατοστή. τῶν δ’ ἐν ταῖς περιτταῖς κρινομένων νοσημάτων πρώτην φησὶν εἶναι περίοδον. ἄμεινον δ’ ἦν, ὡς ἔφαμεν, εἰπεῖν οὐ περὶ ἀρχῆς τρίτην, εἶτα πέμπτην, εἶθ’ ἑβδόμην, εἶτα ἐνάτην, εἶτα ἑνδεκάτην, εἶτα ἑπτακαιδεκάτην, εἶτα πρώτην καὶ εἰκοστὴν καὶ μετὰ ταύτην ζ΄ καὶ κ΄. ἐφ’ ᾗ α΄ καὶ λ΄. ἐδείχθησαν δὲ ἡμῖν ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ πασῶν τῶν κρινουσῶν ἰσχυρόταται μὲν αἱ κατὰ τὴν τετραδικήν τε καὶ ἑβδοματικὴν περίοδον γινόμεναι, μετριώτεραι δ’ αὐτῶν αἱ παρεμπίπτουσαι, περὶ ὧν τῆς εὐλόγου γενέσεως ἕνεκεν εἴπωμεν. αἱ μὲν οὖν περιτταὶ πᾶσαι καλῶς εἴρηνται· τῶν δ’ ἀρτίων οὐκ ὀρθῶς εἰρήκασιν κη΄ καὶ ι΄. οὐδαμῶς γάρ εἰσιν αὗται κρίσιμοι.
§3.15
Ὅτι μὴ καλῶς καὶ βεβαίως κρίνουσιν αἱ εἰρημέναι νῦν ἡμέραι καὶ τὰ κριθέντα δὲ νοσήματα πάντως μέν ἐστι βέβαια. γένοιτο δ’ ἄν ποτε καὶ ὀλέθρια, δέδεικται δι’ ἐκείνων τῶν ὑπομνημάτων.
§3.16
Ἐν ταύτῃ τῇ ῥήσει τὸ σημαινόμενον ἐκ τοῦ τῆς κρίσεως ὀνόματος ἐδίδαξεν, ὃ διὰ συντόμων ἄν τις εἴπῃ ὀξύῤῥοπον εἶναι μεταβολὴν νοσήματος. ὅτι δὲ τετραχῶς ἡ μεταβολὴ γίνεται σαφῶς αὐτὸς εἶπεν. ἐπὶ γὰρ σωτηρίαν ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον, ἀξιόλογον δηλονότι. παρέλιπε δ’ αὐτὸς εἰπεῖν τὸ ἀξιόλογον, ὡς ἐν τῷ κοινῷ σημαινομένῳ τοῦ τῆς κρίσεως ὀνόματος περιεχόμενον.
§3.17.1
Οὐδὲ περὶ τούτων ἐπιζητεῖ κατὰ προγνωστικόν. καὶ γὰρ οἱ πλανῆτες τοὺς κατὰ μέρος παροξυσμοὺς ἀτάκτους ἔχουσιν, ἀλλὰ διά τε τῶν κατὰ τὰς κρισίμους ἡμέρας φαινομένων σημείων ἡ κρίσις αὐτῶν προγινώσκεται . περὶ δὲ τῶν εἰς ἀπυρεξίαν ληγόντων περιόδων, οἷαίπερ αἱ τῶν τριταίων εἰσὶ καὶ τῶν τεταρταίων, ἐδείχθη τοῖς πολλοῖς τῶν ἰατρῶν θεώρημα ἀγνοούμενον, οὗ διὰ παντὸς ἐπειράθημεν ἐπὶ τῶν ἀῤῥώστων. οὐ γὰρ ταῖς ἀπὸ τῆς ἀρχῆς ἡμέραις προσέχειν χρὴ τὸν νοῦν, οὐδὲ ταύτας ἀριθμεῖν ἁπλῶς ἐφεξῆς, ἀλλὰ τοὺς παροξυσμοὺς, ὥσπερ ἐπὶ τριταίου ἀκριβοῦς αὐτὸς εἶπε κατὰ τοὺς ἀφορισμούς· τριταῖος ἀκριβὴς ἐν ἑπτὰ περιόδοισι κρίνεται τὸ μακρότατον. ὡς γὰρ οὗτος ἐν ἑπτὰ περιόδοις κρίνεται, κατὰ τὸν αὐτὸν λόγον ἄλλος μὲν ἐν ἐννέα περιόδοις, ἄλλος δ’ ἐν ἕνδεκα καὶ οὕτως ἐφεξῆς κατὰ τὸν ἀριθμὸν τῶν κρινουσῶν ἡμερῶν. καὶ περὶ τῶν τεταρταίων ὁ αὐτὸς λόγος. ἐν γοῦν τῷ προγνωστικῷ φησί· γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου. ἐμοῦ δὲ καὶ ταύτην τὴν θεωρίαν προειπόντος ἐπ’ Εὐδήμου τοῦ φιλοσόφου, τρεῖς τεταρταίους ἔχοντος, ἕνα μὲν ἐξ αὐτῶν πρῶτον παύεσθαι τὸν ἐν ταῖσδε ταῖς ἡμέραις παροξυνόμενον καὶ μετὰ τοσάσδε περιόδους. ἐπεὶ δ’ οὗτος ἐπαύσατο, δεύτερον ἄλλον ἐν τῇδε τῇ ἡμέρᾳ, κᾄπειτα καὶ τὸν τρίτον ὁμοίως προειπόντος, ἐκ μαντικῆς ἔφασαν λέγεσθαι ταῦτα καὶ οὐκ ἐξ ἰατρικῆς θεωρίας, καίτοι τοὺς μάντεις οὐδέποτ’ ἀληθῶς ὁρῶντας ἐπ’ ἀῥῥώστου προειπόντας ἐν Ῥώμῃ. τῶν γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν οὐ πεπείραμαι, σὺν θεῷ δ’ εἰπεῖν, ἡμεῖς οὐδέποτε ἀπετύχομεν ἐν οὐδεμιᾷ προῤῥήσει. καὶ σὺ τοίνυν, ἐὰν ἀσκήσῃς σαυτὸν ἐν τοῖς εἰρημένοις περὶ κρίσεως, Ἱπποκράτους τε καὶ τῆς τέχνης ἄξιος ἔσῃ. ταῦτα μὲν εἰρήσθω μοι κατὰ τὸ πάρεργον, ἐπὶ δὲ τὴν προκειμένην ἐξήγησιν αὖθις ἴωμεν. ὥσπερ γὰρ ἅπαντα τὸν περὶ τῶν κρισίμων ἡμερῶν λόγον ἀκριβῶς διωρίσατο κατὰ τὸ προγνωστικὸν, οὕτω καὶ τὸν τῶν περιόδων. οὐδαμόθεν γοῦν ἐμνημόνευσε πεμπταίας ἢ ἑβδομαίας ἢ ἐναταίας οὐ μόνον κατὰ τὸ προγνωστικόν τι εἰπὼν, ἀλλ’ οὐδὲ κατὰ τοὺς ἀφορισμοὺς, καίτοι κατὰ τὸ προγνωστικὸν εἰπών· γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου. κατὰ δὲ τοὺς ἀφορισμοὺς τριταῖον ἀκριβῆ κρίνεσθαι περιόδοις ἐν ἑπτὰ, δυνατὸν ἦν αὐτῷ καὶ περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ ἐναταίου τὴν αὐτὴν ἀπόφασιν ποιήσασθαι, τὴν λέξιν ὡδί πως γράψαντι· γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις κατὰ τὸν αὐτὸν τρόπον καὶ πεμπταίων καὶ ἑβδομαίων καὶ ἐναταίων ἐκ τουτέου κόσμου.
§3.17.2
Πρὸ τῆς τῶν κατὰ μέρος ἀῤῥώστων ἐξηγήσεως ἄμεινον εἶναί μοι δοκεῖ σαφηνείας τε καὶ συντομίας ἕνεκα κοινόν τινα περὶ πάντων αὐτῶν λόγον εἰπεῖν. ἐδείχθη μοι καὶ κατ’ ἄλλας μὲν πραγματείας, ἀλλὰ κἀν τῇ τῆς θεραπευτικῆς μεθόδου ὡς διττὴ ἡ τῶν ζητουμένων εὕρεσίς ἐστι, μία μὲν ἡ διὰ τοῦ λόγου πρὸς τὴν γνῶσιν ἀφικουμένη τοῦ καθόλου τε καὶ κοινοῦ παντὸς τῶν κατὰ μέρος εἴδους, ἄλλη δὲ διὰ τῶν κατὰ μέρος ἐπὶ τὸ κοινόν τε καὶ καθόλου παραγινομένη. καὶ τὰ μὲν συμπληροῦντα εἶναι καθόλου, τὰς δὲ πράξεις τῶν τεχνιτῶν ἐπὶ τῶν ἀτόμων εἰδῶν γίγνεσθαι. δεῖσθαι δὲ τῆς ἐπ’ αὐτῶν γυμνασίας καὶ καθόλου πρότερον εὑρόντα καὶ μέντοι καὶ πρὸς βεβαίωσιν αὐτῶν τῶν ηὑρημένων καθόλου χρήσιμα γίγνεσθαι τὰ κατὰ μέρος. ἔστι δὲ καὶ πρὸς τὴν τῶν μανθανόντων γνῶσιν οἷον παραδείγματα ταῦτα τῶν ἐπιτεταγμένων αὐτοῖς καθόλου θεωρημάτων. διὰ τοῦτο κᾀγὼ κατὰ τὰς πραγματείας, ἃς ἐποιησάμην, οὐ τὰ καθόλου μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος διῆλθον ἐκ τῶν Ἱπποκράτους βιβλίων καὶ μάλιστα τῶν ἐπιδημίων παραγράψας ῥήσεις, ἐν αἷς διηγήσατο ἅπαντα ἀπ’ ἀρχῆς μέχρι τέλους τὰ συμβαίνοντα τοῖς ἀῤῥώστοις. ἐν μὲν οὖν ταῖς δυσπνοίαις ἅπαντας τοὺς δυσπνοήσαντας ἐν ταῖς τῶν ἐπιδημιῶν συγγραφαῖς διῆλθον, ἐν δὲ τοῖς τῶν κρισίμων ἡμερῶν τοὺς κριθέντας, ἐπί τε τῶν ἄλλων ὡσαύτως. ὅθεν οὐδ’ ἐξηγήσεως ἦν περιττοτέρας χρεία τοῖς βουλομένοις ἐπὶ τὰ τῆς τέχνης ἔργα σπεύδειν. ἀλλ’ ἐπειδὴ παρέγκεινταί τινες ἀσαφεῖς λέξεις, δι’ ἐκείνας ἔδοξεν ἄμεινον εἶναι καὶ τὰ τοιαῦτα ὑπομνήματα ποιήσασθαι δῆλα. εἰ μὲν οὖν ἁπάντων τῶν συμπτωμάτων ὅσα γεγονέναι φησὶν ἑκάστῳ τῶν νοσημάτων εἴτ’ οὖν τὴν ὅλην φύσιν ἢ τὰς αἰτίας τῆς γενέσεως εἴποιμι, τὰς γενομένας μοι πραγματείας ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι πάσας, κινδυνεύσω τε καθ’ ἕκαστον ἄῤῥωστον ἓν γράψαι βιβλίον· εἰ δὲ τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων ἐν τῷ καθόλου τὰ παραδείγματα μόνα νῦν ἐπισημαινοίμην, ἀναπέμπων τὸ σύμπαν τῆς διδασκαλίας εἰς τὰς γεγραμμένας μοι πραγματείας, ἐλπίζω σύντομον ἔσεσθαι τὸν λόγον.
§3.case1
Ἐπὶ τούτου τοῦ ἀῤῥώστου κατὰ τὴν τρίτην ἡμέραν ὁ μέλλων ἔσεσθαι θάνατος ἦν φανερὸς ἤδη τῷ μεμνημένῳ τῶν καθόλου θεωρημάτων. ἐν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν ὀξέος πυρετοῦ γενομένου καὶ μετὰ τοῦτο ἱδρῶτος ἐπιφανέντος οὐκ ἔλυσε τὸν πυρετὸν, ἀλλὰ καὶ τὴν νύκτα χαλεπὴν ἤνεγκεν. ἡ δευτέρα πάλιν ἅπαντα παρώξυνεν, εἶθ’ ἡ τρίτη μελάνων οὔρων ἔσχεν ἔκκρισιν. ἦν μὲν οὖν καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν γενόμενον εὐθέως μοχθηρόν. τὰ γὰρ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα, θανατώδη μὲν, ἄν τι τῶν ἐπ’ αὐτοῖς θανατωδῶν γένηται συμπτωμάτων ἢ σημείων, δύσκριτα δὲ, ἐὰν ἄνευ τούτων διαμένῃ τὰ σημεῖα τῆς τῶν χυμῶν ἀπεψίας. ἀλλ’ ἐπί γε τοῦ Φιλίσκου θανατῶδες ἐγένετο σημεῖον, ἐπὶ, τῷ μὴ λύσαντι τὸν πυρετὸν ἱδρῶτι, κατὰ τὴν τρίτην ἡμέραν, τὰ μέλανα τῶν οὔρων, μετὰ τοῦ καὶ διψώδη γενέσθαι καὶ τὴν γλῶσσαν ἐπιξηρανθῆναι καὶ δυσφορῆσαι δι’ ὅλης νυκτὸς, ἀγρυπνῆσαί τε καὶ παρακροῦσαι. καὶ τούτων οὕτως γενομένων ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν πάντα τε παροξυνθῆναί φησι καὶ οὖρα πάλιν γενέσθαι μέλανα. μέμνησο τοιγαροῦν ὅτι τῆς τετάρτης ὁμοίως τῇ τρίτῃ χαλεπὰ συμπτώματα καὶ σημεῖα ἐχούσης ἐν ὀξεῖ νοσήματι τὴν κρίσιν ἐχρῆν ἐσομένην προσδοκᾷν διὰ ταχέων, εἰ μὲν ἐν ἀρτίαις παρωξύνετο, μᾶλλον ἐν ταῖς ἀρτίαις, εἰ δ’ ἐν ταῖς περιτταῖς, ἐν ἐκείναις. ἔνθα δ’ ἡ κρίσις, ἐνταῦθα δηλονότι καὶ ὁ θάνατος, ἐπί γε τῶν ὀλεθρίων νοσημάτων. καὶ τοίνυν ἀπέθανεν ἑκταῖος ὁ Φιλίσκος, διότι καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας ἦσαν αὐτῷ. τοῦτο γὰρ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ τὸ τέλος τῆς ὅλης ἐξηγήσεως γράψας ὡδί· τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν, μέγα, σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν. ἄλλος δ’ ἄν τις ἄῤῥωστος ἴσος ἐπὶ τοῖς αὐτοῖς συμπτώμασί τε καὶ σημείοις οὐ κατὰ τὴν ἕκτην, ἀλλὰ κατὰ τὴν ὀγδόην ἡμέραν ἀπέθανε τῆς τε δυνάμεως ἰσχυροτέρας οὔσης ἢ ὡς ἔτυχεν ὁ Φιλίσκος ἔχειν, τῶν τε συμπτωμάτων καὶ τῶν σημείων ἧττον ὀλεθρίων. ἐπὶ γὰρ τούτῳ κατά τε τὴν τρίτην ἡμερῶν καὶ τὴν τετάρτην οὖρα μέλανα γενόμενα σαφῶς ἐδήλωσε τὸ μέγεθος τῆς κακοηθείας τοῦ νοσήματος, ἱδρῶτές τε ψυχροὶ γενόμενοι καὶ ἡ τοῦ αἵματος δὲ στάξις ἐν τῇ ε΄ τῶν ἡμερῶν ἐπεκύρωσε τὸν προσδοκώμενον ὄλεθρον σύντομον. ἔτι δὲ μᾶλλον ὅτι προσέγραψε τῇ στάξει τὸ ἄκρητον ὧδέ πως εἰπὼν, τῇ πέμπτῃ περὶ μέσον ἡμέρας μικρὸν ἐπέσταξεν ἀπὸ ῥινῶν ἄκρητον. ὅταν μὲν οὖν ἤτοι διαχώρησιν ἢ ἔμετον ἄκρητον εἴποι, τὸ ἄμικτον λέγει, διαχωρούσης ἢ ἐμουμένης ἤτοι τῆς ξανθῆς ἀμίκτου χολῆς ἢ τῆς μελαίνης ἢ τῆς ἰώδους· περὶ δὲ τῆς στάξεως ἐὰν ἀκούσωμεν ἄμικτον αἷμα τὸ ἐρυθρὸν, αὕτη γὰρ ἴδιος αὐτοῦ χροιὰ, ψεῦδός τι νοήσομεν. οὐδέποτε γὰρ ἐρυθροῦ στάξις ἀπὸ ῥινῶν ὀλεθρίῳ νοσήματι πέφηνεν, ἀλλ’ ἀεὶ μέλανος· εἰκὸς οὖν ἐστὶν αὐτὸ δὴ τοῦτο τὸ μέλαν ἄκρητον εἰπεῖν, βουληθέντος αὐτοῦ τὸ πάνυ τοιοῦτον. ἐν μὲν δὴ τῇ τρίτῃ τῶν ἡμερῶν ἐφαίνετο σαφῶς ἤδη τὸ τοῦ νοσήματος ὀλέθριον, οὐ μὴν ὁπότε τεθνήξεται δῆλον ἦν. ἐν δὲ τῇ τετάρτῃ τῶν ἡμερῶν τῶν μελάνων οὔρων διαμεινάντων καὶ τῶν παροξυσμῶν ἐν ταῖς ἀρτίαις γιγνομένων, εἰ μὲν τῇ ἡλικίᾳ καὶ τῇ ῥώμῃ τῶν δυνάμεων ἀντεῖχεν, εἰκὸς ἦν ἄχρι τῆς ὀγδόης ἐξαρκέσαι τὸν ἄῤῥωστον· εἰ δὲ μὴ, κατὰ τὴν πέμπτην τεθνήξεσθαι. τῆς πέμπτης δ’ ἐπὶ τοῖς εἰρημένοις αἵματός τε στάξιν ἀκράτου ἐχούσης καὶ δηλονότι τοὺς ψυχροὺς ἱδρῶτας, οὓς διὰ παντὸς τοῦ νοσήματος ἔφη γενέσθαι, προσεδόκησεν ἄν τις εὐλόγως μὴ δυνηθήσεσθαι τὸν κατὰ τὴν ἕκτην ἡμέραν ἐσόμενον παροξυσμὸν ὑπομεῖναι τὸν κάμνοντα. ταῦτά τε οὖν ἀκόλουθα φαίνεται τοῖς καθόλου περὶ κρισίμων ἡμερῶν καὶ οὔρων καὶ ἱδρώτων εἰρημένοις, ἐπί τε τῶν κρισίμων συγγραμμάτων καὶ πρὸς αὐτοῖς τῶν περὶ δυσπνοίας τε καὶ παραφροσύνης. εἰρηκὼς γὰρ ἐν προγνωστικῷ, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ· εἶτα νῦν ὅτι μὲν παρεφρόνησεν ὁ Φιλίσκος εἰρηκὼς, οὐδὲν δ’ ἐν ὅλῃ τῇ διηγήσει περὶ δυσπνοίας γεγραφὼς, εἰκότως ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκεν, τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένου, ἀραιὸν, μέγα. πρόδηλον δ’ ὅτι ταὐτὸν ἐστιν ἀραιόν τε φάναι καὶ διὰ πολλοῦ χρόνου. τὸ δ’ ὥσπερ ἀνακαλουμένῳ οἷον ἀναμιμνησκομένῳ σημαίνει. δέδεικται γὰρ ἐν τοῖς περὶ δυσπνοίας ἀραιὸν καὶ μέγα γίνεσθαι τὸ πνεῦμα διὰ τὴν βλάβην τῆς διανοίας, ὥσπερ ἐπιλανθανομένου τῶν ἐνεργιῶν τοῦ κάμνοντος, ὡς μήθ’ ὅτε καταπαῦσαι προσῆκεν αὐταῖς ἐπίστασθαι μήθ’ ὅτε ἄρξασθαι.
§3.case2–3.case6
§3.case2
Ἐπὶ τούτου προσέθηκε τὴν ἡλικίαν μὴ προσθεὶς ἐπὶ τοῦ πρώτου. ἐκεῖνος μὲν γὰρ εὐλόγως ἑκταῖος ἀπέθανεν ἐν ὀξεῖ νοσήματι κατὰ τὸ συνεχὲς, ὀλέθρια ἔχων ἀπὸ τῆς ἀρχῆς τά τε σημεῖα καὶ τὰ συμπτώματα. οὗτος δὲ παραπλησίως ἐκείνῳ διακείμενος ἀπ’ ἀρχῆς, ὅμως εἰς τὴν ια΄ ἡμέραν προῆλθε διὰ ῥώμην δυνάμεως, ἣν εἰκὸς, μὲν ἦν καὶ ἄλλως ὑπάρχειν αὐτῷ, καὶ διὰ τοῦ προσθεῖναι δὲ τὴν ἡλικίαν ἐνεδείξατο, μὴ προσθεὶς ἐπὶ τοῦ Φιλίσκου, ἐξ αὐτοῦ τοῦ μὴ προσθεῖναι δηλώσας ὅτι πλειόνων ἐτῶν ἦν, ὥστε τὴν μὲν δύναμιν μὴ ἰσχυρὰν εἶναι. ἕτερος δ’ ἂν ἄῤῥωστος ἐπὶ τοῖς αὐτοῖς ἀπ’ ἀρχῆς σημείοις τε καὶ συμπτώμασιν, εἰ μὴ ἰσχυρῶς ἦν τὴν δύναμιν, ἑβδομαῖος ἀπέθανε, καὶ οὕτως γε πλησίον ἧκε τοῦ θανάτου κατ’ ἐκείνην τὴν ἡμέραν καὶ ἔγραψεν ἐπ’ αὐτοῦ· ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτ’ ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. εὔδηλον οὖν ἐκ τούτων ὅτι πλησίον ἀφίκετο θανάτου. τῆς δυνάμεως δ’ ἰσχυρᾶς οὔσης ἴσχυσεν ἐξαρκέσαι πρὸς τὴν ἐφεξῆς ἡμέραν κρίσιμον οὖσαν ἑνδεκάτην, ἐπεί τοι κατὰ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἐν κακίστοις αὐτοῦ γενομένου σημείοις τε καὶ συμπτώμασιν, ἐπὶ τῆς ἑβδόμης ἐχρῆν ἀποθανεῖν, ὄντων γε τῶν παροξυσμῶν ἐν ταῖς περιτταῖς μᾶλλον, ὅπερ ἐδήλωσεν εἰπὼν, τρίτῃ παρωξύνθη πάντα, καὶ μετὰ ταῦτα πάλιν τετάρτῃ διὰ τῶν αὐτῶν. δυνηθεὶς οὖν ὑπερβῆναι, ὡς ἔφην, τὴν ζ΄ ἡμέραν διὰ ῥώμην δυνάμεως, ἐπὶ τῆς ὀγδόης ἡμέρας ἐξανθήματα μεθ’ ἱδρῶτος ἔσχεν ἐρυθρὰ, στρογγύλα, σμικρὰ, τῆς φύσεως αὐτοῦ διαμαχομένης ἐπὶ τῷ νοσήματι καὶ πρὸς τὸ δέρμα τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ὠθούσης καὶ διὰ τοῦτό γε οὐκ ἐπὶ τῆς ἐνάτης ἡμέρας ἀπέθανεν, ἀλλ’ ἐπὶ τῆς ἑνδεκάτης. ὡς εἴ γε κατὰ τὴν ὀγδόην μηδὲν ἐγεγόνει τοιοῦτον, ἀκόλουθον ἦν ἀποθανεῖν αὐτὸν ἐπὶ τῆς ἐνάτης, γεγονυίας γε τῆς ἑβδόμης οἵαν εἶπεν. ἐπεὶ δὲ καὶ παρεφρόνησεν οὗτος ὁ ἄῤῥωστος ἐν τῇ νόσῳ, διὰ τοῦτο προσέθηκεν ἐπὶ τελευτῇ τῆς διηγήσεως, πνεῦμα σχεῖν αὐτὸν ἀραιὸν καὶ μέγα δι’ ὅλου τοῦ νοσήματος. ἀλλὰ καὶ ὑποχονδρίου παλμὸν συνεχῆ γεγονέναι φησὶν αὐτῷ. θόρυβον δὲ καὶ τοῦτο ἤ παραφροσύνην ἐλέγετο δηλοῦν ἐν προγνωστικῷ. ἔοικεν ἐν τῷ διαφράγματι φλεγμονὴ γεγονέναι τις τῷ ἀνθρώπῳ, δι’ ἤν κατὰ τῆς τρίτης ἡμέρας διήγησιν ἔγραψε, ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων παραμήκης πρὸς ὀμφαλὸν, ὑπολάπαρος. τὸ γὰρ ὑπολάπαρος ὑπόκενός ἐστι, τουτέστιν ὄγκου χωρὶς, ὅς γίνεται τῶν καθ’ ὑποχόνδρια μορίων φλεγμαινόντων. ὅταν μέντοι τῇ φλεγμονῇ τοῦ διαφράγματος κατὰ τὸ συνεχὲς ἀνέλκηται τὸ ὑποχόνδριον, συντείνεται χωρὶς ὄγκου. καὶ κατ’ ἀρχήν γε τῆς ὅλης διηγήσεως ἔφη πονεῖν αὐτὸν ὀσφὺν καὶ κεφαλῆς ἔχειν βάρος καὶ τραχήλου σύντασιν, ἅπερ καὶ αὐτὰ πρὸς τὸ χεῖρον ὄντος τοῦ νοσήματος παρακρουστικὰ σημεῖα γίνεται καὶ εἴ γε μετ’ ἀγρυπνίας ἄνευ βάρους ἐγεγόνει ταῦτα, φρενιτικὸς ἂν ἀπετελέσθη. νυνὶ δὲ τὸ βάρος τῆς κεφαλῆς πλῆθος ἐνδεικνύμενον ἐν αὐτῇ περιέχεσθαι χυμῶν, οὐ πάνυ τι θερμῶν ἢ χολωδῶν ἢ πάντως ἄγρυπνος ἂν ἦν, ἐδήλωσε κωματώδη γενέσθαι τὸν κάμνοντα. λεχθήσεται δ’ ἐπὶ πλέον περὶ τῶν τοιούτων διαθέσεων, ἐν αἷς ἅμα κωματώδεις εἰσὶ καὶ παραφρονοῦσιν, ὅταν ἐξηγησώμεθα τὴν πρώτην ῥῆσιν τοῦ προῤῥητικοῦ. προσθεῖναι δὲ χρὴ τῷ παρόντι λόγῳ καὶ ταῦτα, ὡς ἐστὶ βέλτιον ἅπερ εἴρηται καὶ δι’ ἄλλων ἡμῖν πολλάκις ὅτι τῶν ἐπὶ προφανέσιν αἰτίαις ἀρξαμένων πυρέττειν, εἰ μηδεμίαν τῶν κατὰ τὸ σῶμα περιέχοιτο παρασκευὴν νοσήματος, ἐφήμερος ὁ πυρετὸς γίνεται. καίτοι γε τῷ Σιληνῷ πάντως ἂν ἐγεγόνει τοιοῦτον ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πυρέξαντι μὴ πρόϋπαρ χούσης ἐν τῷ σώματι τῆς νοσώδους παρασκευῆς, ἥν διαγνώσῃ τοῖς γιγνομένοις εὐθέως περὶ τὴν πρώτην καὶ δευτέραν ἡμέραν συμπτώμασί τε καὶ σημείοις. πρῶτον μὲν οὖν, ἔφη, πῦρ ἔλαβεν, οὕτως δ’ ὀνομάζειν εἰωθὼς τὸν πυρετὸν, ὅταν ᾖ σφοδρότατος. εἶτ’ ἐφεξῆς, ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ διῆλθε τούτῳ. εἶτ’ ἐφεξῆς· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα· καὶ πάλιν ἐφεξῆς· διψώδης γλῶσσα, ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη, πλῆθος οὐ σμικρὸν ὀλεθρίων τε συμπτωμάτων καὶ σημείων ἐγένετο τῷ Σιληνῷ κατὰ τὴν πρώτην εὐθὺς ἡμέραν, ὡς νοῆσαί τινα δύνασθαι σαφῶς, τοὺς κόπους καὶ πότους καὶ γυμνάσια, προφάσεις γεγονέναι τοῦ νοσήματος, κυριώτατα γὰρ ἄν τις φαίη προφάσεις, τὰ φανερὰ τῶν αἰτίων. ὅταν δέ τινα καὶ ἄλλα μέλλοντα νοσεῖν ἄνθρωπον ἐξελέγξῃ προσγενόμενα, χρόνῳ μέντοι πλείονι προηγησάμενα, κυρίως ἄν τι γένοιτο τηνικαῦτα, δυνατὸν εἶναι καὶ τὸν Σιληνὸν τοῦτον ἐν χρόνῳ πολλῷ διητηθέντα τὸν τρόπον τὸν εἰρημένον, ἐξ αὐτοῦ αὐτῷ ἐσκευάσθαι τὸ νόσημα. ἐὰν μὲν γὰρ πονῇ τις, πολλὰ ταλαιπωρούμενος ἐν ταῖς ἐνεργείαις ἄχρι κόπου, πίνῃ δὲ δαψιλῶς καὶ ἀκαίρως τε γυμνάζοιτο, τοῦτο δέ ἐστιν, ἤτοι γ’ ἐπὶ σιτίοις ἢ βραδυπεψίας γενομένης, πρὶν καλῶς εἰς αἷμα μεταβληθῆναι τὴν τροφὴν, οὗτος ἐν αὐτᾷ, τὸ μέντοι χολῶδες ἀθροίσειε διὰ τὰς ταλαιπωρίας, τὸ δ’ ὠμὸν καὶ ἄπεπτον διά τε τοὺς πότους καὶ τὰ ἄκαιρα γυμνάσια. χαλεπώτατα δέ εἰσι ταῦτα μάλιστα τῶν νόσων, ἐν αἷς ἀμφοτέρων ἀξιόλογον ἀθροίζεται πλῆθος.
§3.case3
Οὗτος ἐκ παραδόξου διεσώθη. κατὰ γὰρ τὰς πάντας ἡμέρας εἰκότως ἄν τις αὐτὸν ὑπενόησε τεθνήξεσθαι. καὶ γὰρ οὔρησε μέλανα καὶ διαχωρουμένων χολωδῶν συμπαυσαμένων ἠκολούθηκε κώφωσις, ὡς ἂν εἰς τὴν κεφαλὴν ἀνελθόντων αὐτῶν. ἀλλ’ ἐπὶ τούτοις μὲν εἰκότως παρεφρόνησεν, ἐπὶ δὲ τοῖς μέλασιν οὔροις, κακοῖς οὖσιν, οὐδὲν ἀντίῤῥοπον ἀγαθὸν ἐγένετο, πλὴν ὅτι σπλὴν ἐπήρθη πεμπταίῳ, δεξάμενός τι τῆς κακοχυμίας, εἶτα κατὰ τὴν ὀγδόην ἡμέραν ἐκ τοῦ σπληνὸς, εἰς τὰ σκέλη μεθισταμένων αὐτῶν, ὁ μὲν ἐμειοῦτο, κατὰ δὲ τὴν ἐπὶ σκέλη φορὰν τῶν μεθισταμένων, ἤλγησε μὲν τὰ πρῶτα κατὰ βουβῶνα τὸν ἀριστερὸν, οὗτος γάρ ἐστι κατ’ ἴξιν σπληνὸς, ἔπειτα εἰς τὰς κνήμας ἀμφοτέρας, ἐφ’ οἷς δὴ συμπτώμασι διὰ τῆς νυκτὸς εὐφόρως ἔσχε καὶ οὔρησεν εὐχροώτερα καὶ λευκὴν ὑπόστασιν ἔχοντα μικράν. εἶτα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, ἥτις ἦν ἐνάτη, μεθ’ ἱδρῶτος ἐκρίθη. τοσοῦτον ἄρα ἥ τε κάτω μετάστασις ἴσχυσε τῶν λυπούντων ἥ τε τῶν οὔρων πέψις. ἀλλὰ γὰρ οὐδ’ οὕτως ἦν ἱκανὰ ταῦτα τελέως ἀπαλλάξαι τῆς νόσου τὸν κάμνοντα ἱδρώσαντα κατὰ τὴν θ ἡμέραν. ὑπελείφθη τοιγαροῦν αὐτῷ μόριόν τι τῆς κακοχυμίας ὃ κατὰ τὴν ιδ΄ ἡμέραν ὑποστροφὴν ἤνεγκεν, ἐφ’ ᾖ τὸ σύμπαν ἑπτακαιδεκαταῖος ἐκρίθη, φυλαττομένης καὶ κατὰ τοῦτον τὸν ἄῤῥωστον τῆς ἐπὶ τῶν κρισίμων ἡμερῶν τηρήσεως.
§3.case4
Δύο ἦν ἐκ ταύτης τῆς διηγήσεως ὧν ἓν κοινὸν μὲν καὶ πρὸς τοὺς ἔμπροσθεν καὶ μετὰ ταῦτα γεγραμμένους ἀῤῥώστους τὸ τῶν κρισίμων ἡμερῶν, ἕτερον δὲ τὸ ἴδιον. ἐπισχεθείσης γὰρ τῇ γυναικὶ ταύτῃ τῆς μετὰ τόκον καθάρσεως ἥ τε νόσος ἐγένετο καὶ ὁ θάνατος. ἀπέθανε δὲ κατὰ τὴν κ΄, τῆς ιδ΄ καὶ ιζ΄ χειρόνων παρὰ τὰς ἄλλας γενομένων. τὸ δὲ προσθεμένῃ μετὰ μὲν τοῦ βάλανος ὅταν τύχῃ γεγραμμένον, εὔδηλον ἔχει τὸ σημαινόμενον, ἄνευ δὲ τῆς προσθήκης ἤτοι ὑπακοῦσαι χρὴ τὸν βάλανον, ὥς τινες βούλονται, ἢ πεσσὸν παρηγορικὸν δηλονότι καὶ ἀφλέγμαντον. ἐκεῖνό γε μὴν ἐπὶ πασῶν γυναικῶν, ὧν ἐπεσχέθη μετὰ τόκον ἡ κάθαρσις, ἐπίστασθαί τε καὶ μεμνῆσθαι προσῆκεν, ὥς τινες μὲν ἐσχάτως κινδυνεύουσιν ἀποθανεῖν. ὀλίγαι δὲ πάνυ μετρίως ἐνωχλήθησαν, ἐπεὶ ταῖς πλείσταις μὲν ἡ μήτρα φλεγμαίνει, τισὶ δὲ καὶ τὸ παρ’ αὐτῷ τῷ τόκῳ ῥυὲν αἷμα κενωθὲν διάφορόν ἐστι κατὰ τὴν ποιότητα, ταῖς μὲν πικρόχολον ἢ μελαγχολικὸν, ταῖς δὲ ἰῶδες ἢ φλεγματικὸν ἢ μετρίως χρηστὸν, ἄμεμπτον δὲ τελέως οὐδέποτε. δεδαπάνηται γὰρ ἐξ αὐτοῦ τὸ κάλλιστον εἰς τροφὴν τοῦ κυηθέντος. ἐνδείκνυται δ’ αὐτοῦ τὴν φύσιν καὶ τὰ γενόμενα συμπτώματα κατὰ τὴν ἐπίσχεσιν τῆς λοχίου καθάρσεως, ὥσπερ καὶ νῦν ἐπὶ τῆς προκειμένης ἐν τῷ λόγῳ, τὸ μὲν ῥῖγος καὶ ὁ πυρετὸς ὀξὺς, ἥ τε δίψα καὶ ὁ χολώδης ἐπίῤῥους καὶ ἡ παραφροσύνη καὶ ἡ ἀγρυπνία χολώδους ἐστὶ πλεονάζοντος χυμοῦ γνωρίσματα· σπασμοὶ δὲ καὶ παλμοὶ καὶ τὸ οἷον τῶν ὑποζυγίων ἐοικὸς οὖρον ὠμοῦ καὶ παχέος αὐτὰ εἴδη εἰσίν. οὕτως κάκισται τῶν νόσων ἐν αἷς ἀμφότεροι πλεονάζουσιν οἱ εἰρημένοι χυμοὶ καὶ τὸν ἡμιτριταῖον ἐπί γε τούτοις ἐδείκνυμεν ἐπιγενέσθαι. τοῦ μὲν οὖν ἐπισφαλῶς νοσῆσαι τὴν γυναῖκα τοῦτο ἦν αἴτιον. πότερον δὲ διαφεύξεται τὴν νόσον ἢ τεθνήξεται τά τε συμπτώματα καὶ τὰ σημεῖα κατ’ ἀρχὰς εὐθέως ἐξηγεῖσθαι δύναται. προσέχωμεν οὖν αὐτοῖς ἕνεκα γυμνασίας. τῇ πρώτῃ τῶν ἡμερῶν, ἥτις ἦν ιδ΄, μετὰ τόκον, πῦρ, φησὶν, ἔλαβε τὴν ἄνθρωπον μετὰ ῥίγους. ἴσμεν δ’ ὅτι πῦρ ὀνομάζει τὸν πυρωδέστατον πυρετὸν, ἀλλ’ οὔπω τοῦτό γε πάντως ὀλέθριον, ὥσπερ οὐδὲ τὸ καρδιαλγέειν, ὅπερ ἐστὶ τὸ στόμα τῆς κοιλίας ὀδυνᾶσθαι, ὡσαύτως δ’ οὔτε τὰ γυναικεῖα μόρια, καθάπερ οὐδ’ ὅτι τὸ δεξιὸν ὑποχόνδριον, ἀλλὰ καὶ ὕπνοι, φησὶν, οὐκ ἐνῆσαν. αὔξεται μὲν οὖν ἡ διάγνωσις ἐκ τούτων ἁπάντων τῆς τοῦ νοσήματος κακίας, οὐ μὴν ὅτι γε πάντως ἐπ’ αὐτοῖς τεθνήξεται δῆλον ἡμῖν, καθάπερ οὐδ’ ὅτι διψώδης οὐδ’ ὅτι τὰ οὖρα λεπτὰ καὶ ἄχροα. χρόνου μὲν γὰρ εἰς πέψιν δεῖται τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθριά γε πάντως ἐστίν. ἀλλὰ καὶ ἄκρεα, φησὶ, ψυχρά. τοῦτο μὲν ἤδη τῶν ἐσχάτως ὀλεθρίων ἐστὶν ἐν ἀρχῇ νοσήματος ἅμα σφοδροτάτῳ πυρετῷ γινόμενον. εἰ μὲν οὖν ἠπιστάμην ὅπως εἶχε ῥώμης ἡ γυνὴ καὶ περὶ τοῦ χρόνου τῆς νόσου, δυνατὸν ἦν ἄν μοι λέγειν ἐπὶ τοῖς προειρημένοις συμπτώμασι καὶ εἰ ἐκ παραδόξου τινὰ ἀμυδρὰν ἐλπίδα σωτηρίας εἶχεν. ἐπειδὴ δ’ ἄδηλον τοῦτο, μεμνῆσθαί γ’ ὑμᾶς χρὴ προστιθέναι τοῖς ὀλεθρίοις συμπτώμασι κατὰ τὰς ἐπισκέψεις τῶν νοσούντων τὸν ἀπὸ τῆς δυνάμεως διορισμόν· οὕτως γὰρ ἀποφήνασθαι βεβαίως δυνήσεσθε. ταύτῃ γοῦν τῇ γυναικὶ περὶ τὴν ιδ΄ ἡμέραν οἵ τε πόνοι δι’ ὅλου τοῦ σώματος γενόμενοι καὶ παραφροσύνη τὸν ἐσόμενον θάνατον ἐδήλωσεν, ἤτοι κατὰ τὴν ιζ΄ ἢ τὴν κ΄ ἐκ τῆς τῶν κρισίμων ἡμερῶν φύσεως. καὶ τοίνυν ἀμφότερα ἐγένετο κατὰ μὲν τὴν ιζ΄ ἀφωνίᾳ καταληφθείσης αὐτῆς, εἰκοσταίας δ’ ἀποθανούσης.
§3.case5
Πλησίον οὖσαν τὴν γυναῖκα τήνδε τῆς προσθεσμίας τοῦ τόκου ῥιγῶσαί φησι χωρὶς τοῦ πυρέξαι. πρόκειται δὲ τῇ λέξει τὸ ὡς ἔλεγον, ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος. ᾤοντο γὰρ οἱ παλαιοὶ σχεδὸν ἅπαντες ἐπιγίγνεσθαι τοῖς αὐτομάτοις ῥίγεσι πυρετὸν ἐξ ἀνάγκης. αὐτόματα δὲ δηλονότι καλεῖται τὰ χωρὶς τῆς ἔξωθεν αἰτίας. ἐν γοῦν τῷ προοιμίῳ τοῦ καλῶς ἐπιγεγραμμένου πρώτου περὶ νούσων, ὡς ἐξ ἀνάγκης ἑπομένου τῷ ῥίγει τοῦ πυρετοῦ γέγραπται. δέδεικται δ’ ἡμῖν τὸ τοιοῦτον ῥῖγος, ᾧ πυρετὸς οὐκ ἀκολουθεῖ, ψυχρῶν καὶ ὠμῶν χυμῶν ἔκγονον εἶναι καὶ διὰ τοῦτο μᾶλλον νῦν ἢ πάλαι γενέσθαι. τὸ γὰρ ταλαίπωρον τῆς ὅλης διαίτης, ἅμα τοῖς ἐπὶ τροφῇ λουτροῖς ἀθροίζειν εἴωθε τὸ τοιοῦτον πλῆθος. ἔοικε καὶ ἡ τοῦ Ἐπικράτους γυνὴ τοῦτο ἔχειν τὸ πλῆθος. ἐν γοῦν τῇ πρώτῃ τῶν ἡμερῶν ῥιγῶσαί φησιν αὐτὴν, χωρὶς τοῦ θερμανθῆναι, τουτέστι χωρὶς τοῦ πυρέξαι καὶ πάλιν ἐπὶ τῆς ὑστεραίας ὡσαύτως, εἶτα τῇ τρίτῃ τῶν ἡμερῶν ἀποκυῆσαι, τάχα καὶ πρὸ τῆς ἀκριβοῦς προθεσμίας συμβάντος τοῦ τόκου διὰ τὴν σφοδρότητα τοῦ ῥίγους. μετὰ γοῦν τὸν ἡμέρᾳ β΄ τὴν καρδίαν τουτέστι τὸ στόμα τῆς κοιλίας ἀλγῆσαί φησιν αὐτὴν καὶ τὰ γυναικεῖα, προσυπακοῦσαι αὐτῷ χρὴ μόρια, καθάπερ καὶ τὴν πρὸ αὐτῆς, εἶτά φησι προσθεμένην αὐτὴν κουφισθῆναι. προείρηται δ’ ὅτι καὶ βάλανον καὶ πεσσὸν ἐπὶ τῷ προσθεμένῳ δύνατόν ἐστι προσυπακούειν. εἶθ’ ἑξῆς καταλέγει συμπτώματα νοσημάτων ὀξέων, κεφαλῆς μὲν καὶ τραχήλου καὶ ὀσφύος πόνον, ἀγρυπνίαν δὲ καὶ διαχωρήσεις ἀκράτως χολώδεις, ᾧ καὶ δῆλον ὡς οὐκ ὠμὸς μόνον, ἀλλὰ καὶ χολώδης ἐπλεόναζε χυμός. ὄντων δὲ τῶν οὔρων λεπτῶν, ἀναγκαῖον ἦν χρονίσαι τὴν νόσον. ἐπεὶ δὲ καὶ ὑπομέλανά φησι ταῦτα γενέσθαι, τοῦτο δὴ τὸ σὺν ἀγῶνι καὶ ταραχὴν δηλοῖ καὶ μέχρι γε τῆς ἑνδεκάτης ἡμέρας ἄδηλον ἦν εἰ σωθήσεται τὸ γύναιον, οὐδενὸς ἐν τῷ μεταξὺ γενομένου σημείου σαφοῦς, ἐφ’ ᾧ τις ἢ σωτηρίαν ἢ θάνατον ἐλπίσει. κατὰ δὲ τὴν ια΄ ἐπεφάνη τι σωτηρίας σημεῖον, ἔνθα φησὶν, ια΄ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα, διῆγε κουφότερον. ἐπ’ αὐτῆς οὖν ὀψὲ τῆς πέψεως τῶν χυμῶν ἀρξαμένης ἀναγκαῖον ἦν χρονίσαι τὸ νόσημα καὶ διὰ τοῦτο τεσσαρεσκαιδεκαταῖον μὲν ἐκρίθη τὸ πρῶτον ὡς ἀκινδύνως ἔχειν ἤδη. μεταξὺ δὲ ἄχρι τῆς τεσσαρακοστῆς ἐνοσηλεύετο, τελέως δὲ κατὰ τὴν π΄ ἀπηλλάγη. μέμνησο τοιγαροῦν ὡς ἡ πεῖρα μαρτυρεῖ ὅτι ἡ τεσσαρακοστὴ καὶ ὀγδοηκοστὴ κρίσιμοί εἰσι, ψευδοῦς ὄντος καὶ μὴ φαινομένου διὰ τῆς ἐμπειρίας τοῦ κατὰ τελείας ἑβδομάδας συναριθμεῖσθαι τὰς κρισίμους ἡμέρας. οὕτω γὰρ ἂν ἡ μβ΄ καὶ γ΄ καὶ ξ΄ καὶ δ΄ καὶ π΄ τὰς κρίσεις ἔφερον, οὐ μ΄ καὶ ξ΄ καὶ π΄.
§3.case6
Κλεονάκτην, φησὶ, πῦρ ἔλαβε, τουτέστι πυρετὸς σφοδρὸς κατέσχεν· εἶτ’ ἐπιφέρει πεπλανημένως, ὅπερ ἐστὶν ἄνευ τῆς κατὰ περίοδον τάξεως, ὡς ποτὲ μὲν, εἰ οὕτως ἔτυχε, διὰ τρίτης ἢ τετάρτης ἡμέρας πυρέξαι, ποτὲ δὲ διὰ πέμπτης ἢ ἕκτης. παρακολουθῆσαι δ’ αὐτῷ διὰ παντὸς ἀγαθὰ σημεῖα τὰ περὶ τὴν ὄρεξιν τῶν σιτίων καὶ ὕπνων, ἄδιψόν τ’ εἶναι καὶ οὐρεῖν οὐκ ἄχροα. ταῦτα γὰρ αὐτὸς ὁ Ἱπποκράτης κατὰ τὴν λέξιν ἔγραψεν ὡδί· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος. ἅμα δὲ τὸ μὴ χολώδη καὶ θερμὸν εἶναι τὸν πλεονάζοντα χυμὸν ἐξ αὐτῶν ἐδηλοῦτο. διψώδεις γὰρ ὑπ’ ἐκείνου καὶ ἄγρυπνοι γίνονται καὶ μᾶλλον ἀπόσιτοι, τουτέστιν οὐκ ὀρεκτοί. εἰ μὲν οὖν ὥσπερ εὔχροα τὰ οὖρα διὰ παντὸς ἦν, οὕτως καὶ τῆς συστάσεως εἶχε μετρίως, οὐκ ἂν εἰς χρόνου μῆκος ἡ νόσος παρῆλθε. ἀλλ’ ἴσως μὲν ἐκρίθη περὶ μ΄, ὥσπερ εἰ καὶ νεφέλην εἶχε χρηστὴν, θᾶττον ἂν ἐπαύσατο. νυνὶ δ’ ἐπεὶ λεπτὰ διὰ παντὸς ἦν τὰ οὖρα, χρόνου συχνοῦ πρὸς πέψιν ἐδεῖτο. περὶ δ’ οὖν τὴν μ΄ ἡμέραν οὐρῆσαί φησιν αὐτὸν ὑπέρυθρα, ὑπόστασιν πολλὴν ἐρυθρὰν ἔχοντα. τὸ δὲ τοιοῦτον οὖρον ἐν τῷ προγνωστικῷ πολυχρονιώτερον μὲν εἶναί φησι τοῦ τὴν λευκὴν ὑπόστασιν ἔχοντος, σωτήριον δὲ κάρτα. μετὰ δὲ τὴν μ΄ ἔγραψε ποικίλως τὰ τῶν οὔρων αὐτῷ γενέσθαι ποτὲ μὲν ὑπόστασιν ἔχοντα, ποτὲ δ’ οὒ, σύμφωνον τοῦτο τῶν πεπλανημένων παροξυσμῶν· ἐκεῖνοί τε γὰρ ποικιλίᾳ τῶν τὰς νόσους ἐργαζομένων γίνονται χυμῶν, ἢ τε τῶν οὔρων ἀπεψία καὶ πέψις ἐναλλὰξ φαινομένη τινὰς μὲν αὐτῶν ἐδήλου πέττεσθαι, τινὰς δ’ ἀπέπτους διαμένειν. καὶ γοῦν τὴν ξ΄ ἡμέραν πολλὴν καὶ λείαν καὶ λευκὴν ὑπόστασιν γενέσθαι φησὶ καὶ διὰ τοῦτο ἐπιφέρει, ξυνέδωκε πάντα, διέλιπον οἱ πυρετοί. ἀλλ’ ἐφεξῆς γε τούτων ὡδὶ γράψας, οὖρα δὲ πάλιν λεπτὰ μὲν, εὔχροα δὲ καταλελεῖφθαί τινας ἀπέπτους ἐνδείκνυται χυμοὺς ὧν κατὰ βραχὺ πεφθέντων ἢ ὀγδοηκοστὴ τελείαν τὴν κρίσιν ἤνεγκε, περὶ ἧς ἔγραψε κατὰ λέξιν οὕτως. ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς ἔλαβε, ἵδρωσε πολλῷ, οὔρησεν ὑπόστασιν ἐρυθρὴν, λείαν, τελείως ἐκρίθη. μέμνησο δὲ πάλιν ἐνταῦθα τῆς ἰδέας ὑποστάσεως μέγιστον δυναμένης, ἐν οὔροισι μὲν τὴν λευκὴν, παχεῖαν δὲ καὶ τοῖς ἀποθανοῦσι γεγονέναι φησί. ἐπὶ γοῦν Σιληνοῦ δευτέρου γεγραμμένου τῶν κατὰ τοῦτο τὸ βιβλίον οὕτως εἶπεν, οὔρησεν ἀθρόον ὑπόπαχυ κείμενον ὑπόστασις κριμνώδης λευκὴ, καίτοι κατὰ τὴν ὑστεραίαν ἀπέθανεν ὁ Σιληνὸς οὗτος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας τῇ ι΄ τὸ εἰρημένον οὖρον ἀποκρίνας. ἀλλὰ καὶ τῶν κρισίμων ἡμερῶν τῆς περιόδου μέμνησο, τῆς μὲν ἑξηκοστῆς προκρινάσης, οὐ τῆς ξγ΄. ἐπ’ αὐτῇ δὲ τῆς π΄. οὐ τῆς ὀγδοηκοστῆς τετάρτης ὡς τῶν τριῶν ἑβδομάδων οὐκ εἰς τὴν κα΄ ἡμέραν διερχομένων, ἀλλ’ ἐν τῇ κ΄ περιγραφομένων.
§3.case7–3.case14
§3.case7
Οὗτος ὁ ἄῤῥωστος μαρτυρεῖ τῷ καθόλου λόγῳ τῷδε, αἱμοῤῥαγίαι λάβροι ἐκ ῥινῶν ῥύονται τὰ πολλά. φαίνεται γοῦν ὑπὸ μόνης αἱμοῤῥαγίας κριθείς τε καὶ σωθεὶς, καίτοι γ’ οὐκ ἀκίνδυνα ἔχων σημεῖα. κατὰ γοῦν τὴν δ΄ ἡμέραν γενέσθαι φησὶν αὐτῷ οὖρα ὑπομέλανα. εἶτ’ ἐπιφέρει, εἶχεν ἐναιώρημα ὑπόμελαν ὂν διεσπασμένον, οὐχ ἵδρωσε· καὶ μέντοι κατὰ τὴν ε΄ ἡμέραν αἱμοῤῥαγήσαντα αὐτὸν καὶ ἱδρώσαντα καὶ κριθέντα ἐπὶ τούτοις· ὅμως ἐπὶ τούτοις οὖρά φησι λεπτὰ, ὑπομέλανα, κᾄπειτ’ ἠγρύπνει καὶ παρέλεγεν, ὅπερ ἐστὶ παρελάλει. μέγιστον τούτου σε βοήθημα ἐδίδαξε τὸ κατὰ κεφαλῆς λουτρὸν, εἰρηκὼς ἐν τῷ περὶ διαίτης ὀξέων φυλάσσεσθαι δεῖν τὸ λουτρὸν ἐπὶ τῶν αἱμοῤῥαγούντων, εἰ μὴ ἔλαττον τοῦ καιροῦ ῥέοι. νυνὶ δὲ ἔλαττον ἦν τοῦ προσήκοντος, εἴ γε μὲν ἄγρυπνος διέμεινε· καὶ παρέλεγεν, ἀλλὰ καὶ ἃ δεῖ ἄγειν, ὅπη ἂν μάλιστα ῥέπῃ, ταύτῃ ἄγειν διὰ τῶν συμφερόντων χωρίων ὀρθῶς ἐν τῷ καθόλου λελεγμένον ὑπὸ τοῦ νῦν γενομένου μαρτυρεῖται. καὶ μέντοι καὶ τοῦδε μέμνησο τοῦ κατὰ τὴν τῆς τρίτης ἡμέρας διήγησιν εἰρῆσθαι βάρος κεφαλῆς ὡς τοῦ πλήθους ἐπ’ αὐτὴν φαινομένου. μέμνησο δὲ καὶ ὅτι κατὰ τὴν δ΄ κρίσιμον οὖσαν αἱμοῤῥαγεῖν ἤρξατο. τῇ δὲ ε΄ τελέως αἱμοῤῥαγήσας καὶ ἱδρώσας ἐκρίθη. ταῦτα δ’ ἐπὶ πλέον ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ἕξεις ἐξειργασμένα. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως γεγραμμένον ὑπ’ αὐτοῦ, τοῦτο οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγει πολλάκις καὶ μετὰ κρίσιν εἴρηται διότι χωρὶς πέψεως τῶν οὔρων ἐκρίθη. μεμαθήκαμεν δὲ παρ’ αὐτοῦ κατὰ τοῦτο τὸ βιβλίον ὅτι πεπασμοὶ ταχυτῆτα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα, ἐς κακὰς ἀποστάσεις τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ θανάτους ἢ χρόνους ἢ τῶν αὐτῶν ὑποστροφάς. ἀλλ’ ὠμὰ μὲν ἦν ἔτι καὶ ἄπεπτα, οὐ μὴν ἐς κακὰς ἀποστάσεις ἐτράπεπτο. τῶν γοῦν ἀποστάσεων αὐτὸς ἐδίδαξεν ἀρίστας μὲν εἶναι τὰς κατ’ ἔκρουν, δευτέρας αὐτῶν τὰς ποῤῥωτάτω τῶν πεπονθότων μορίων καὶ κάτω τοῦ σώματος.
§3.case8
Τῷ Ἐρασίνῳ τούτῳ διὰ τέλεος, τουτέστι δι’ ὅλου τοῦ νοσήματος, ἱδρὼς ἦν ἄκριτος, ὑποχόνδρια μοχθηρῶς ἔχοντα καὶ οὖρα μέλανα. τίς ἐλπὶς οὖν σωτηρίας αὐτῷ; ὥστε κᾂν εὐλόγως δόξῃ τις μάτην γεγράφθαι τὰ κατὰ τὸν ἄνθρωπον τόνδε διὰ τὸ πᾶσι πρόδηλον εἶναι τὸ ἐσόμενον ἐπ’ αὐτοῦ. ἀλλ’ ἴσως αὐτοῦ τοῦ κατὰ τὸν θάνατον τάχους παράδειγμα τὸν ἀῤῥωστοῦντα ἔγραψεν. ἐν γοῦν τῷ προγνωστικῷ προειπών· οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε προγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. κᾄπειτα τοὺς πάντας εὐήθη σχόντας σημεῖα εἰπὼν, τεταρταίους παύεσθαι ἢ πρόσθεν. ἐφεξῆς εἶπεν, οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ὁ τοίνυν Ἐρασῖνος, καίτοι πάντ’ ἔχων δεινὰ, μέχρι τῆς ε΄ ἡμέρας προέβη ὅτι κατὰ τὴν πρώτην εἶχε μετρίως. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ κατὰ λέξιν οὕτως· ἡμέρην τὴν α΄ δι’ ἡσυχίας. ἡ ε΄ τοίνυν ἀπὸ τῆς ἀρχῆς καθ’ ἣν ἀπέθανε τετάρτη γένεται μὴ συναριθμουμένης τῆς πρώτης.
§3.case9
Οὗτος ὁ ἄῤῥωστος ἄξιός ἐστι μνημονεύσθαι διὰ τὸ τάχιον τῆς ἁπωλείας. εἰ δὲ προεγέγραπτο καὶ ὁ τρόπος τοῦ θανάτου τότ’ ἂν ἡμᾶς ὁ λόγος ὠφέλησε τελέως. νυνὶ μὲν ἐξ ὧν ἔγραψεν, ὅτι πλῆθος ἦν πάμπολυ φαίνεται καὶ ὡς ὥρμησεν ἡ φύσις ἀπὸ τῶν κυρίων μερῶν, αὐτὰ πρὸς τὸ σκέλος ἀποθέσθαι, μὴ δυναμένου δὲ τοῦ μορίου δέξασθαι τὸ πᾶν ὅσον ὑπέλειπε, τὸ περιττὸν παλινδρομῆσαν, εἰς, τὴν κεφαλὴν ἀνήχθη, κακοήθους δ’ ὄντος αὐτοῦ παραφροσύνη μανιώδης ἐγένετο. τεκμήριον δὲ τῆς κακοηθείας τοῦ περιττοῦ τὸ παραχρῆμα φλυκταινίδια μέλανα γενέσθαι περὶ τὸν σφυρόν. ἄξιον οὖν ἐστὶ θαυμάσαι διὰ τί τὸν ἄνθρωπον τοῦτον οὐκ ἐφλεβοτόμησεν εὐθέως ἀρχόμενον τοῦ νοσεῖν. ἀλλ’ ἴσμεν ὡς ἐπὶ τοὺς πλείστους ὧν ἔγραψε ἀῤῥώστων εἰσήχθη προηκούσης ἤδη τῆς νόσου.
§3.case10
Οὗτος ὁ ἄνθρωπος καὶ μαρτύριον ἢ καὶ παράδειγμά ἐστιν οὐκ ὀλίγον τῶν καθόλου θεωρημάτων. ἀρξώμεθα δὲ ἀπὸ τῶν οὔρων ἐφ’ ὧν ἔγραψε κατὰ τὴν ια΄ ἡμέραν, οὖρα διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ καὶ πολὺ ἔσχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. ὡς γὰρ ἐξ ἀρχῆς αὐτῶν τοιούτων γεγονότων καὶ παραμεινάντων γε μέχρι τῆς ις΄. ὁμοίως, οὕτως φαίνεται πεποιῆσθαι τὴν διήγησιν. ἐπὶ τῆς ιστ΄ ἡμέρας ἐδήλωσε τὴν μεταβολὴν αὐτῶν, ὥς ποτε πρῶτον γενομένην οὕτως εἰπὼν, περὶ ιστ΄ ἡμέρας οὔρησεν ὀλίγῳ παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν. εὔδηλον οὖν ὅτι λεπτὰ μὲν, εὔχροα δὲ οὖρα διὰ μὲν τὴν εὔχροιαν ἐνδείκνυνται σωθήσεσθαι, ὅτι δὲ λεπτὰ χρόνου δεῖσθαι πρὸς τὴν πέψιν. ἦν δὲ οὐδὲ τῶν λυπούντων ἓν εἶδος. μετὰ γὰρ τὸ προειπεῖν ἐπὶ τῆς ιστ΄ ἡμέρας τὴν μεταβολὴν τῶν οὔρων ἐφεξῆς φησι, τῇ ιζ΄ πάλιν λεπτά. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν φησὶ παρὰ τὰ ὦτα ἐπαρθῆναι αὐτῷ καὶ εἴ γε σὺν οὔροισι παχέσιν ἐγεγόνει, κατὰ τὴν εἰκοστὴν ἂν ἔσχε τελέως καλῶς οὔσης τῆς ιζ΄ ἐπιδήλου τῆς κ΄. ἐκρίθη μὲν οὖν ὑπ’ αὐτῆς τὸ τέλεον, οὐ μὴν ἔσχε τὸ βέβαιον ἡ κρίσις. ἀλλὰ καὶ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύη. ἤλγει μέντοι καὶ διαῤῥοίας ἀρξαμένης μετὰ δυσεντεριωδῶν, τουτέστι μετὰ ξυσματωδῶν διαχωρημάτων, ἅπερ ἦν τῆς δριμύτητος τῶν ἐκκρινομένων χυμῶν γνωρίσματα καὶ σὺν αὐτοῖς οὔρων παχέων γενομένων κατέστη τὰ παρὰ τὰ ὦτα. καὶ τούτων οὖν προϊόντων ἡ τελεία τοῦ νοσήματος ἀπαλλαγὴ κατὰ τὴν μ΄ ἡμέραν ἐγένετο. μέμνησο τοίνυν ἐπὶ τῶν τοιούτων κρίσεων μὴ μόνον τῆς ὑστάτης κατὰ τὴν περίοδον τῶν κρισίμων ἡμερῶν γενομένης, ἀλλὰ καὶ τῆς ἐν τῷ μεταξύ. καὶ γὰρ αἱ κρίσεις ἐπὶ πάντων τῶν ἀῤῥώστων, οὐκ ἐπὶ τούτοιν μόνοιν ἐν ταῖς κρισίμοις ἡμέραις φαίνονται γεγονυῖαι κατὰ τὰς κρισίμους ἡμέρας, τὰ κατ’ ὦτα ἐπιφανέντα. κατὰ μέν γε τὴν ιζ΄ αἱ παρωτίδες ὤφθησαν. ἐν τῇ κζ΄ ἰσχίου ὀδύνη δεξιοῦ ἐπεσήμανεν, ὠθούσης μὲν κάτω τὴν περιουσίαν τῆς φύσεως, οὔπω δὲ τὴν διὰ τῆς γαστρὸς ἔκκρισιν ἐργάσασθαι δυναμένης, ἣν ἐπὶ τῆς ἑξῆς τετράδος ἐκίνησεν. ὅτι δὲ καὶ κ΄ κρίσιν ἔσχεν ἐλλιπῆ προακηκόαμεν. ὥστε μαρτυροῦνται τῶν κρισίμων ἡμερῶν αἱ περίοδοι πρὸς τῶν ἐναργῶς φαινομένων ἐπὶ τῶν νοσούντων.
§3.case11
Αὕτη κατὰ μὲν τὴν α΄ ἡμέραν εὐθέως ἀπεφαίνετο νοσεῖν ὀξέως. ἔστι δὲ τῆς β΄ ἡμέρας οἷς εἰρήκει συμπτώμασι τῶν ἐν τοῖς οὔροις σημείων προγενομένων, εἰκότως ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι διὰ ταχέων. μοχθηρὰ γὰρ ἱκανῶς ἀνατεταραγμένα μὲν οὖρα, καθιστάμενα δὲ μηδ’ ὅλως. ἀλλὰ καὶ τῇ γ΄ τῶν ἡμερῶν τὰ οὖρα καὶ τὰ συμπτώματα πάντα διέμεινε τὴν προσδοκίαν βεβαιοῦντα τοῦ θανάτου. τετάρτῃ δὲ στάξεως ἐκ ῥινῶν προγενομένης καὶ τῶν οὔρων ἐλαιωδῶν φανέντων, εὐλόγως ἐπέθανεν ἑκταίᾳ. πάλιν δὲ κᾀπὶ ταύτης πνεῦμα μέγα καὶ ἀραιὸν εἶπε γενέσθαι παραφρονῆσαι φησὶν αὐτήν.
§3.case12
Ἡ διήγησις αὕτη πρῶτον μὲν ἡμᾶς ἐδίδαξε δεῖν τὸν νοῦν προσέχειν εὐθέως ἐξ ἀρχῆς εἰσβαλλόντων τῶν νοσημάτων καὶ μὴ καταφρονοῦντας ἀφυλάκτως διαιτᾶσθαι, κᾂν μικρὰ φαίνηται τὰ νοσήματα. νῦν γοῦν δειπνήσας ἀκαίρως ὁ ἄνθρωπος ἐν ἀρχῇ τοῦ πυρετοῦ μικροῦ δοκοῦντος ὑπάρχειν, ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ θερμαινόμενος ὀνόματος, ἐβλάβη δηλονότι κᾀξ αὐτοῦ τοῦ ἀκαίρως προενέγκασθαι τροφῆς. ἀλλὰ καὶ ἔπιε, φησὶ, πλέον, οὐκ εἰδὼς ἀρχὴν εἶναι μεγάλου νοσήματος. εἰκότως οὖν ἤμεσε μὲν ταῦτα, ὁ πυρετὸς δὲ ὀξὺς ἅμα συμπτώμασιν οὐκ εὐκαταφρονήτοις ἐγένετο, ἀλλὰ καὶ ἀφορήτοις καὶ οὖρα παχέα, μὴ καθιστάμενα. κατὰ δὲ ε΄ ἐφάνη σαφῶς ὅτι τεθνήξεται τῶν ἐλαιωδῶν οὔρων ἐκκριθέντων ἐπὶ τοῖς προειρημένοις συμπτώμασιν, ἃ καὶ κατὰ τὴν ζ΄ ἡμέραν ὁμοίως οὐρηθῆναί φησιν. ἀπέθανε δὲ καὶ οὗτος ἐν ἡμέρᾳ κρισίμῳ τῇ ια΄.
§3.case13
Ἐσώθη μὲν ἡ αὐτὴ, εἰ καὶ ἰσχυρὰ εἴρηκεν ἅπαντα νοσήματα, εἴ τε σφαλερώτερα· καὶ θαυμάζω γ’ ὅπως οὐδὲν ἔγραψε περὶ τῆς ἡλικίας αὐτῆς. καὶ μὴν μεμνῆσθαι προσήκει τῶν εἰρημένων ἕνεκα τοῦ γινώσκειν ἐν τῷ σπανίῳ διασωζομένας τινὰς ἐγκύμονας, ἐκ τοιούτων νοσημάτων, ἄνευ διαφθορᾶς τῶν ἐμβρύων. ἔτι δὲ κᾀκείνου μεμνῆσθαι προσήκει τοῦ τριῶν καὶ τεσσάρων μηνῶν δυσπαθέστατον τῶν ἄλλων εἶναι· καὶ τοῦτο γινώσκων αὐτὸς ἐν ἀφορισμοῖς εἶπε, τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρις ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι δεῖ. τοῖς μὲν οὖν παιδίοις οἵ τε δεσμοὶ καθ’ οὓς τῇ μήτρᾳ συμπεφύκασιν ἀσθενεῖς εἰσι καὶ τὸ σύμπαν σῶμα μαλακόν· τοῖς δὲ τῆς ἀποκυήσεως ἐγγὺς μεγάλοις οὖσι πολλῆς δεῖται τροφῆς, ἧς ἀποροῦντα πολλάκις ἐν τοῖς ὀξέσι νοσήμασι διαφθείρεται. διὸ καὶ χαλεπώτατόν ἐστι καλῶς διαιτηθῆναι νοσοῦσαν ὀξέως, εἰ μετὰ τοῦ ἐμβρύου ᾖ. εἰ μὲν γὰρ ὡς τὰς ἀκύμονας ἐνδεῶς τρέφεις, διαφθείρεται τὸ κυούμενον. εἰ δ’ ἐκείνου στοχαζόμενος ἐκτενέστερον προσφέρεις αὐτὴν, κίνδυνος ἀποβάλλεσθαι τῇ κυούσῃ. διὰ ταῦτα μὲν τὰ τρίμηνα καὶ τετράμηνα μᾶλλον διασώζονται τῶν ἄλλων. τῇ δ’ οὖν νῦν προκειμένῃ κατὰ τὸν λόγον γυναικὶ καὶ τῶν οὔρων λευκῶν καὶ οὐκ ἀχρόων ὄντων ὅμως ἐγένετο σωθῆναι διὰ ῥώμην φύσεως, ἥτις ἐν νυκτὶ δι’ ἱδρώτων ἔπαυσε τὸν πυρετόν. οὐ μὴν βέβαιόν γε δυνατὸν ἦν γενέσθαι νόσημα κατὰ τὰς ἑξῆς ἡμέρας ἄχρι τῆς ια΄. ἐν ᾗ πάλιν μετὰ ῥίγους ὑποστρέψασα δι’ ἐμέτου καὶ ἱδρῶτος ἐκρίθη τελέως. ἐν γὰρ ταῖς ἀπὸ τῆς ε΄ ἄχρι τῆς ια΄ τὰ γενόμενα συμπτώματα τοῦ νευρώδους ἦν γένους, οὐ τοῦ φλεβώδους ἢ ἀρτηριώδους. ἐν γοῦν τῇ ζ΄, φησὶ, τρόμος, ὑπεκαρώθη, σμικρὰ παρέκρουσε, τὰ δέ γε κατὰ τὰς φλέβας ἐπὶ τὸ βέλτιον ἦν πεττόμενα μετὰ τὴν ἐν τῇ ε΄ κρίσιν. ἐπὶ γοῦν τῆς στ΄ ἔγραψεν οὖρα λεπτὰ καὶ προσθεὶς τὰ οὐκ εὔχροα. καὶ τούτων μὲν μεμνῆσθαι χρήσιμον καὶ τὸ τῆς ε΄ ἡμέρας, ὅπως ἀγωνιστικὰς κρίσεις ἐπιφέρει· καὶ γὰρ ὀλίγον ἔμπροσθεν ἄλλον ἄῤῥωστον ἔκρινε δι’ αἱμοῤῥαγίας καὶ νῦν δι’ ἱδρῶτος τὴν προκειμένην ἐν τῷ λόγω γυναῖκα, καίτοι τοῦ νοσήματος ἀμφοτέροις ἀπέπτου κατ’ ἐκείνην τὴν ἡμέραν ὄντος, διὸ μηδὲ τελέαν ἐποιήσατο τὴν κρίσιν.
§3.case14
Καὶ περὶ ταύτης ἐν ἀρχῇ μὲν ἔγραψε τὴν ἰδέαν τῶν οὔρων. ἐπὶ δὲ τῷ τέλει τῆς διηγήσεως ἔφη, οὖρα διὰ τέλεος εὔχροα μὲν, λεπτὰ δέ. τὰ μὲν γὰρ ἀκριβῶς λεπτὰ τὴν κατὰ φύσιν ἔχειν εὔχροιαν οὐ δύναται. μετρίως μὲν γάρ ἐστιν ὠχρὰ τὰ εὔχροα, λευκὰ δὲ τὰ τελείως λεπτά. καθ’ ὅσον δὲ ἐγχωρεῖ συνελθεῖν εὔχροιαν οὔρων λεπτότητι, κατὰ τοσοῦτον χρὴ ἀκούειν λέγοντα αὐτὸν, οὖρα διὰ τέλεος εὔχροα μὲν γενέσθαι, λεπτὰ δέ. φαίνεται δὲ καὶ αὕτη ἡ γυνὴ διὰ τὴν ἰσχὺν τῆς φύσεως σωθῆναι.
Tap any Greek word to look it up