Galen De symptomatum causis
EN Lat Orig
Book 2
§1–2
§1 Σπασμὸς δὲ καὶ τρόμος, καὶ παλμὸς, καὶ ῥῖγος, καὶ φρίκη, καὶ λυγμὸς, καὶ βῆχες, ἐρυγαί τε καὶ πταρμοὶ, καὶ σκορδινισμοὶ, καὶ χάσμαι, καὶ τρισμοὶ, κοινὸν μὲν ἅπαντα γένος ἔχει κίνησιν πλημμελῆ· διενήνοχε δἀλλήλων ἑνὶ μὲν καὶ πρώτῳ μάλιστα τῷ τὰ μὲν αὐτῶν ἔργα φύσεως εἶναι βιαίως ἀναγκαζομένης κινεῖσθαι πρός τινος αἰτίου νοσεροῦ, τὰ δὲ νοσώδεσιν ἕπεσθαι διαθέσεσιν, οὐδὲν εἰς τὴν γένεσιν αὐτῶν συμπραττούσης φύσεως· ἔνια δὲ ὑπἀμφοῖν ἐνεργούντων γίγνεσθαι; τοῦ τε νοσήματος ἅμα καὶ φύσεως. ἀκούειν δὲ ἀξιῶ σε τοῦ τῆς φύσεως ὀνόματος ἐν τῷ λόγῳ τῷδε κατὰ πάσης δυνάμεως τῆς διοικούσης τὸ ζῶον, εἴτε κατὰ τὴν ἡμετέραν προαίρεσιν, εἴτε καὶ χωρὶς ταύτης. ἀντιδιαιροῦμεν γὰρ νῦν ἁπάσῃ τῇ παρὰ φύσιν αἰτίᾳ, διἣν βλάπτεται καὶ διαφθείρεται τὸ ζῶον, ὅλον ἐκεῖνο τὸ γένος τῶν δυνάμεων, ὑφοὗ διασώζεται. τοιαύτης μὲν οὖν δυνάμεως ἔργα, πταρμοὶ, καὶ βῆχες, καὶ χάσμαι, καὶ σκορδινισμοὶ, καὶ λύγγες· μόνου δὲ τοῦ νοσήματος ἐνεργοῦντος παλμὸς καὶ σπασμός· ἀμφοῖν δὲ συνιόντων, τοῦ τε νοσήματος καὶ τῆς δυνάμεως, αἵ τε ναρκώδεις ἅπασαι κινήσεις ὅσαι τἄλλαι παραλυομένων μὲν, οὐδέπω δὲ παραλελυμένων γίγνονται, καὶ πρὸς ταύταις τρόμος. αὗται μὲν αἱ πρῶται διαφοραὶ τοῦ νῦν ἡμῖν προκειμένου γένους τῶν συμπτωμάτων. ἐφεξῆς δὲ καθἑκάστην ἴδιαί τινες, ὑπὲρ ὧν ἤδη λέγωμεν, ἀπὸ τῶν ὑπό τινος ἐμφύτου δυνάμεως γιγνομένων κινήσεων ἀρξάμενοι. κοινωνία δὲ καὶ ταύταις ἐστὶ πρὸς τὰς ἀκριβῶς κατὰ φύσιν, ἣν ἀναγκαῖον εἰπεῖν πρότερον ὑπὲρ τοῦ διδάξαι σαφῶς, ὁποία τις αὐτῶν ἐστιν γένεσις. οὐσῶν δὴ τεσσάρων δυνάμεων ὑφὧν διοικεῖται τὰ τρεφόμενα σώματα πάντα, πρώτης μὲν τῆς ἑλκούσης πρὸς ἑαυτὴν τὸ χρηστὸν, ἑτέρας δὲ τῆς κατεχούσης τοῦτο, καὶ τρίτης τῆς ἀλλοιούσης, καὶ τετάρτης τῆς ἀποκρινούσης τὸ περιττὸν, ἐπειδὰν μὲν νόμῳ φύσεως διοικῆται τὸ ζῶον, οὐδεμία κίνησις οὐδεμιᾶς αὐτῶν ἐστι σύμπτωμα· συστάντος δέ τινος παρὰ φύσιν ἐν τῷ σώματι, ὅταν ἀποτρίβεσθαι τοῦτο τῶν ἀποκριτικῶν τις ἐξορμήσῃ δυνάμεων, ἐνίοτε μὲν ἀναίσθητοι τὸ πάμπαν αἱ κινήσεις αὐτῶν, ἐνίοτε δὲ αἰσθητοὶ γίγνονται. περὶ μὲν δὴ τῶν ἀναισθήτων αὖθις εἰρήσεται.
§2 Περὶ δὲ τῶν αἰσθητῶν ἐπειδὴ κοινωνοῦσι ταῖς προαιρετικαῖς ὀνομαζομέναις, διδασκαλία γιγνέσθω κοινή. προαιρετικῆς μὲν οὖν ἐνεργείας βλάβη, παράλυσίς τε καὶ σπασμὸς καὶ τρόμος καὶ νάρκη· ποικίλλεται δὲ ἐν τοῖς κατὰ μέρος ὀργάνοις ἕκαστον τῶν εἰρημένων, οὐ τῇ τῶν συμπτωμάτων ἰδέᾳ μόνον, ἀλλὰ καὶ ταῖς προσηγορίαις. μὲν γὰρ τῶν τὴν ἀναπνοὴν ἐργαζομένων ὀργάνων παράλυσις ἄπνοια, καθάπερ δὴ καὶ τῶν τὴν φωνὴν ἀφωνία προσαγορεύεται. δὲ τῆς γλώττης παράλυσις οὐδὲν ὄνομα ἴδιον κέκτηται, τελέως ἀναιροῦσα καὶ αὕτη τὴν διάλεκτον, ἔργον οὐ σμικρὸν προαιρέσεως. ἔμπαλιν δὲ οὐδὲν ἧττον ἰσχουρία παραπλήσιόν τι δόξει δηλοῦν ἀπνοίᾳ τε καὶ ἀφωνίᾳ, καίτοι γε οὐ προαιρετικῆς ἐνεργείας, ἀλλὰ φυσικῆς ἐστιν ἀπώλεια· τὸ γὰρ ἐκρεῖν ἀκουσίως τὰ οὖρα προαιρετικῆς ἐνεργείας βλάβη. παραπλησίως δὲ τοῖς οὔροις ἐπὶ τῶν διαχωρημάτων μὲν ἐπίσχεσις φυσικῆς, δὲ ἀκούσιος ἔκκρισις προαιρετικῆς ἐνεργείας βλάβη. δέδεικται δἐπιπλέον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ μυῶν κινήσεως. οὕτω μὲν αἱ παραλύσεις ποικίλαι ταῖς ἰδέαις ὑπάρχουσιν. οἱ σπασμοὶ δὲ κατὰ τάδε. τὸ μὲν τρίζειν ἀκουσίως τῶν μασσητήρων μυῶν σπασμός ἐστιν· δὲ ἴλλωσις οἵ τε καλούμενοι στραβισμοὶ τῶν κατὰ τοὺς ὀφθαλμούς· ὥσπέρ γε καὶ τῆς γονοῤῥοίας ἑτέρα διαφορά. εἰ μὲν γὰρ μετὰ ἐντάσεως τοῦ αἰδοίου γένοιτο, οἷον σπασμός ἐστιν, εἰ δὲ χωρὶς ταύτης, ἀῤῥωστία τῆς καθεκτικῆς δυνάμεως. δοκοῦσι δὲ ἐνίοις καὶ αἱ λύγγες. καὶ διπλῆ δὲ τῶν εἰσπνεόντων ἐπανάκλησις ἔστιν ὅτε διὰ σπασμὸν γίγνεται τῶν τὴν εἰσπνοὴν ἐργαζομένων μυῶν. ἔστι δέ τι καὶ τῆς ἐκπνοῆς εἶδος οἷον σπασμῶδες, ἐπιγιγνόμενον αὖ καὶ τοῦτο τοῖς σπασμοῖς τῶν τὴν ἐκπνοὴν ἐργαζομένων μυῶν, ὅπερ ὀνομάζεται παρἹπποκράτους πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορῇ. ὅτι δὲ καὶ ὅλου τοῦ σώματος μὲν ἀποπληξία παράλυσις, δὲ ἐπιληψία σπασμός ἐστιν, ἔμπροσθεν εἴρηται, καὶ μέντοι καὶ περὶ τῆς νάρκης εἴρηται πρόσθεν, ὡς ἀμυδρά τίς ἐστι παράλυσις. οὐ σμικρὰ δὲ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφορὰ τῶν ναρκωδῶν ἐστι μορίων, ἐπειδὴ μικτόν πώς ἐστι τὸ σύμπτωμα νοσήματός τε καὶ δυνάμεως. εἰ μὲν γὰρ τὸ νόσημα τελέως ἐπικρατήσει τῆς δυνάμεως, οὐδὅλως δύναται μεταφέρειν τὸ μέλος· εἰ δ δύναμις, οὐδὅλως ἐμποδίζεται· εἰ δοἷον μάχη τις αὐτῶν εἴη, κινοῦσι μὲν, ἀλλὰ μόγις, καὶ εἰ κελεύσειας ἀνατείναντας τὸ βεβλαμμένον κῶλον ἐκτεταμένον φυλάττειν, οὐ δύνανται· καταπίπτει γὰρ ὑπὸ τοῦ συμφύτου  βάρους φερόμενον κάτω ἀῤῥωστίᾳ τῆς ὀχούσης αὐτὸ δυνάμεως. τὸ μὲν γὰρ ἐξαῖρόν τε καὶ βαστάζον δύναμίς ἐστι· τὸ δὲ κάτω φερόμενον αὐτὸ τὸ σῶμα τῆς χειρὸς τοῦ σκέλους. δαἰτία πρόσθεν εἴρηται κατὰ τὸν περὶ τῶν αἰσθητικῶν ἐνεργειῶν λόγον, ἐπιδεικνύντων ἡμῶν ἤτοι πιλούμενον ὑπὸ τῆς ψύξεως τὸ νεῦρον, ἐμφραττόμενον ὑπὸ παχέων τε καὶ γλίσχρων χυμῶν, βαρυνόμενόν τε καὶ θλιβόμενον ὑπό τινος ἔξωθεν αἰτίου εἰς νάρκην τε καὶ παράλυσιν ἔρχεσθαι. δέ γε σπασμὸς εἰς τὴν αὐτὴν ἄγει τά τε νεῦρα καὶ τοὺς μῦς διάθεσιν, εἰς ἣν καὶ κατὰ φύσιν ἐχόντων ὑπὸ τῆς ψυχικῆς δυνάμεως ἤγετο. εἴτε οὖν τεινομένων ἐπὶ τὴν ἀρχὴν, εἴτε καὶ διὰ πνεύματος ἔμπτωσιν πληρουμένων τῶν μυῶν, αἱ προαιρετικαὶ κινήσεις ἐγίνοντο, καὶ κατὰ τοὺς σπασμοὺς ταῦτα συμβήσεται πνεύματός τε φυσώδους ἐν αὐτοῖς γεννᾶσθαι δυναμένου, καὶ πολλῶν διαθέσεων τάσιν ἐργαζομένων, ὥσπερ καὶ φλεγμονή. κεφάλαιον δαὐτῶν ἐστι διττὸν, ὡς Ἱπποκράτης ἐδήλωσε, πλήρωσίς τε καὶ κένωσις. ἐν μὲν οὖν τοῖς φλεγμονώδεσι πάθεσιν πλήρωσις· ἐν δὲ τοῖς καυσωδεστάτοις τε καὶ ξηροτάτοις πυρετοῖς κένωσις. ὅτι δὲ πληρουμένοις τε καὶ κενουμένοις ἐπὶ πλέον ἅπασι τοῖς νευρώδεσι σώμασι τείνεσθαι συμβαίνει, δηλοῦσιν οὐχ ἥκιστα καὶ αἱ ἐν τοῖς ὀργάνοις ἐντεταμέναι χορδαί. ῥήγνυνται γοῦν ἄν τεἰς ὑγρὸν καὶ νοτιῶδες, ἄν τεἰς ξηρὸν καὶ αὐχμῶδες οἴκημα τεταμέναι κατατεθῶσι. καὶ διὰ τοῦτἐπανίασιν αὐτὰς οἱ τεχνῖται, πρὶν κατατίθεσθαι. διὰ τοῦτο γοῦν ἐῤῥέθη καὶ πρόσθεν ὡς σπασμώδης κίνησις ὑπὸ μόνου γίγνεται τοῦ νοσήματος, ὁμοίως τῇ κατὰ τὰς παραλύσεις ἀκινησίᾳ. καὶ γὰρ αὕτη τῷ λόγῳ τοῦ νοσήματος ἀποτελεῖται. δέ γε κατὰ φύσιν ἐν τοῖς ζώοις ἀκινησία τε καὶ κίνησις, ὅταν ἀνατείναντες τὴν χεῖρα δυνάμεθα φυλάττειν ἀκίνητον ἀνατεταμένην, ὑπὸ τῆς ψυχικῆς ἀμφότερα γίγνεται δυνάμεως· εἰ δὲ κατατιθέντες ἐπί τινος στερεοῦ τὴν ὑγιαίνουσαν χεῖρα, πάσας ἐκλύσαιμεν τῶν μυῶν τὰς ἐνεργείας, οὔθὑπὸ τοῦ νοσήματος οὔθὑπὸ τῆς δυνάμεως ἡσυχάζει κατἐκεῖνον τὸν καιρὸν, ἀλλὑπὸ τοῦ συμφύτου βάρους τοῖς ζώοις χείρ. ὥστε τῶν τριῶν ἡσυχιῶν τὴν μὲν ἐν ταῖς παραλύσεσιν ὑπὸ τοῦ νοσήματος γίνεσθαι, δεδεμένης, ὡς ἂν εἴποι τις, ἐν τούτῳ τῷ χρόνῳ τῆς δυνάμεως· τὴν δὅταν ἀνατεταμένον ἔχωμεν τὸ κῶλον, ὑπὸ τῆς δυνάμεως· ἣν δἀρτίως ἐλέγομεν, ὑποὐδετέρου, γινωσκόντων ἡμῶν ἅπερ ἐν τοῖς περὶ μυῶν κινήσεως ἐλέχθη περὶ τῆς ἀνατεταμένης χειρὸς, ὡς ἐκ τοῦ τῶν ἐνεργειῶν τε καὶ κινήσεών ἐστι γένους κατά γε τὴν ἀλήθειαν αὐτήν. ἐλέχθη δὲ καὶ ὅτι τονικὴν ὀνομάζομεν ἡμεῖς τὴν κίνησιν ταύτην. μὲν δὴ τοιαύτη κατάστασις ἑτέρῳ μὲν τρόπῳ κίνησις, ἑτέρῳ δἀκινησία λέγοιτἄν· αἱ λοιπαὶ δὲ δύο κατοὐδένα τρόπον ἐφάπτονται κινήσεως· ὥσπέρ γε καὶ αἱ λοιπαὶ δύο κινήσεις, σπασμώδης τε καὶ προαιρετικὴ, κατοὐδένα τρόπον ἐφάπτονται ἀκινησίας. καὶ μὲν δὴ καὶ ὡς ἀνατεταμένη χεὶρ ἐκ δυοῖν ἰσοσθενῶν ἐλέγετο συγκεῖσθαι κινήσεων, ἄνω μὲν ἀναφερούσης αὐτὴν τῆς δυνάμεως, κάτω δἀνθέλκοντος τοῦ συμφύτου βάρους, οὕτω καὶ τρόμος ἐκ δυοῖν ἀποτελεῖται κινήσεων καὶ αὐτὸς, τῆς τε διὰ βάρος ἀπαγούσης κάτω τὸ κῶλον, ἥν θ δύναμις εἰς τοὐναντίον ἀναφέρουσα ποιεῖται. ἐπὶ μὲν οὖν τῆς ἐῤῥωμένης χειρὸς οὐδἐπὶ βραχὺ νικᾶται πρὸς τοῦ βάρους δύναμις, ἀλλἰσχυροτέρα καθεστηκυῖα τῆς κάτω τοῦ κώλου ῥοπῆς, ὀχοῦσα τοσοῦτον ἀναφέρει πρὸς τὸ μετέωρον, ὅσον ὑπεσύρετο κάτω· κατὰ δὲ τοὺς τρόμους ἀκούσης αὐτῆς ὑποῤῥεῖ τὸ κῶλον κάτω· φανερῶς γε ἔστι θεάσασθαι τὴν μάχην αὐτῶν οὔτε τῆς δυνάμεως ἐπιτρεπούσης κατενεχθῆναι τὸ κῶλον ὡς ἐν ταῖς παραλύσεσιν, οὔτε τοῦ βάρους συγχωροῦντος τῇ δυνάμει φυλάττειν αὐτὸ μετέωρον, ὡς ὅτε ἔῤῥωται. ἐναλλὰξ οὖν τῆς δυνάμεως νικώσης τε καὶ νικωμένης, καὶ διαδεχομένων ἀλλήλας ἀεὶ τῶν ἐναντίων κινήσεων, τρόμος γίνεται, σύνθετός τις ὑπάρχουσα κίνησις, ὥσπερ καὶ τῶν ἀρτηριῶν σφυγμός. ἀλλἐν ἐκείναις μὲν αἰσθηταὶ διαιροῦσιν ἡσυχίαι κινήσεων τὴν διαστολὴν ἀπὸ τῆς συστολῆς, εἰ μήπω ἄρα οὕτω γένοιτο πυκνότατος σφυγμὸς, ὡς ἐν τοῖς μυρμηκίζουσιν. ἐνταυθοῖ γὰρ οὐδεμίαν εὑρεῖν ἔστι μεταξὺ τῶν ἐναντίων κινήσεων αἰσθητὴν ἡσυχίαν. οὐ γὰρ ἀμοιβὴ κινήσεώς ἐστιν ὑπὸ μιᾶς ἐπιτελουμένη φύσεως, ἀλλὰ μάχη δυνάμεώς τε καὶ βάρους σώματος. ὡς δἄν τις εἰκάσειε μάλιστα τὴν κίνησιν ἑτέρῳ τινὶ τῶν κατὰ τὸ σῶμα, τῇ τῶν μυρμηκιζόντων σφυγμῶν ἐστι παραπλήσιος. ὡς γὰρ ἐν ἐκείνοις κίνησις τῆς ἀρτηρίας κατὰ βραχυτάτης φέρεται διατάσεως, οὕτως ἐν τοῖς τρόμοις τὸ τοῦ ζώου μόριον, τι περ ἂν ὑπὸ τῆς ἀσθενοῦς κινῆται δυνάμεως. εὔδηλος οὖν ἤδη καὶ γένεσίς ἐστι τοῦδε τοῦ συμπτώματος, ὅτι τε σὺν ὁρμῇ τοῦ κινεῖσθαι πάντως, ὅτι τε σὺν ἀσθενείᾳ δυνάμεως ἀποτελεῖται. ἔνιοι δοὐκ οἴονται τὴν ὁρμὴν ἀχώριστον εἶναι τοῦ τρόμου, θεωροῦντες ἐνίοτε τὴν κεφαλὴν ὅλην τρομωδῶς σειομένην ἄνευ τοῦ προελέσθαι κινεῖν. ἀγνοοῦσι γὰρ ὡς κᾀν τῷ φυλάττειν τι μέρος ὀρθὸν τε προαίρεσις ἐνεργεῖ καὶ τείνονται παραπλήσιον ὑπαὐτῆς τρόπον οἱ μύες, οἷόν περ ἐτείνοντο κᾀν ταῖς ἄλλαις ἐνεργείαις. ἡμῖν δὲ τοῦτο μὲν ἐν τοῖς περὶ μυῶν κινήσεως ἀποδέδεικται, καὶ νῦν δἂν οὐ μικρὰ παράσχοιμεν τεκμήρια τοῦ τε τὴν προαίρεσιν ἐνεργεῖν ἐν τοῖς τρόμοις καὶ τοῦ διὰ τὴν ἀσθένειαν ἀδυνατεῖν ἄκλονον αὐτὸ φυλάττειν τὸ μέρος. ἐκεῖνον γοῦν τὸν τρομώδη τὴν κεφαλὴν εἰ κατακλίναις ὕπτιον ἐπὶ μαλακοῦ τινος, οὐκέτι τρομώδης ἔσται. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὅστις ἤτοι γράφων, τέμνων, ὁτιοῦν ἄλλο διαπραττόμενος ἐν τρόμῳ καθέστηκεν, οὐδοὗτος ἡσυχάσας  ταῖν χεροῖν, ἔτι φανεῖται τρέμων· ὥσπερ οὐδ τοῖν σκελοῖν ἡνίκα βαδίζῃ τρομώδης γιγνόμενος, οὐδὲ γὰρ οὐδἐκεῖνος ἂν ἔτι τρέμοι παυσάμενος τῆς βαδίσεως. ἔνεστιν οὖν σοι πολλάκις θεάσασθαι εὐρωστοτάτους νεανίσκους ἀναθεμένους τι τοῖς ὤμοις μέγιστον βάρος, εἶτἐν τῷ προϊέναι τρέμοντας τοῖς σκέλεσιν· εἰ δὲ παύσαιντο βαδίζοντες, τὸ φορτίον ἀποῤῥίψαντες, εὐθὺς ἀτρόμους γιγνομένους. ἐπειδὴ γὰρ ἐν τῷ πρός τι τὸ βαρὺ καὶ κοῦφόν ἐστιν, εἴη ἂν καὶ τὸ φορτίον οὕτω μέγιστον, ὡς καὶ τοῖς ἰσχυροτάτοις εἶναι βαρύ. τὴν μὲν οὖν εὔρωστον δύναμιν τὸ μέγιστον φορτίον νικᾷ, τὴν δὲ μὴ τοιαύτην οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ σμικρόν· εἰ δἐπὶ πλέον ἀῤῥωστήσειεν, αὐτὸ τὸ σύμφυτον αὐτῆς σῶμα βαρύνει δίκην φορτίου, καὶ διὰ τοῦθοἱ γέροντες ἅπαντες ὅταν ἐπιχειρήσωσιν ἐνεργείαις σφοδροτέραις, αὐτίκα τρομώδεις γίγνονται τοῖς ἐνεργοῦσι μέρεσιν. οὕτω δὲ καὶ παρὰ κρημνόν τις παριὼν τρέμει τὰ σκέλη, καταβάλλει γὰρ τὴν δύναμιν τὸ δέος. οὕτω καὶ θηρίον ὑποφαινόμενόν τις ὑποφεύγων, τρομώδης καθίσταται. καὶ δὴ καὶ προσιών τις δυνάστῃ φοβερῷ, τρέμει παντὶ τῷ σώματι, καὶ εἰ φθέγξασθαι κελεύσειεν αὐτὸν, οὐδὲ τὴν φωνὴν ἄτρομός ἐστιν. ὡς οὖν τὸ ψυχικὸν πάθος ἀῤῥωστίαν ἐργασάμενον τῇ κινούσῃ δυνάμει τρομώδεις ἀποτελεῖ τὰς ἐνεργείας, οὕτω καὶ τὰ τοῦ σώματος νοσήματα βλάπτοντα τὴν δύναμιν ἐπιφέρει τὰ τρομώδη συμπτώματα. πρῶτα μὲν οὖν καὶ μάλιστα βλάπτει τὴν δύναμιν ὅσα κατὰ δυσκρασίαν συνίστανται· καὶ γὰρ καὶ τὸ γῆρας, ὅτι δυσκρασία τίς ἐστιν ἐπὶ τὸ ψυχρότερόν τε καὶ ξηρότερον, διὰ τοῦτο ἑτοίμως ἁλίσκεται τρομώδεσι πάθεσιν· ἁλίσκονται δὲ τῶν νεωτέρων οἵ τε ψυχθέντες ἰσχυρῶς καὶ ὅσοι πολὺν ἐνεφορήθησαν ἔτι τὸν ἄκρατον οἶνον, πολλὰς ἀπεψίας ἠπέπτησαν, χρόνῳ πολλῷ σιτίων ἐμπιπλάμενοι διετέλεσαν ἀγύμναστοί τε καὶ ἀργοὶ παντελῶς· εἰσὶ δὲ οἳ καὶ ψυχρὸν ὕδωρ οὐκ ἐν καιρῷ προσενεγκάμενοι τρομώδεις ἐγένοντο. τὰ γὰρ τοιαῦτα πάντα ψυχρὰν δυσκρασίαν ἐργάζεται, πολλάκις μὲν ἐν ὅλῳ τῷ σώματι καὶ καταὐτὴν τῶν νεύρων τὴν ἀρχὴν, ἐνίοτε δἔν τισι μέρεσιν, ἅπερ ἀσθενέστερά τε τῇ φύσει καὶ βλαβῆναι τῶν ἄλλων ἐπιτηδειότερα τύχῃ. καὶ μὲν δὴ καὶ οἱ παχεῖς καὶ γλίσχροι χυμοὶ τὰς ὁδοὺς τῆς δυνάμεως ἐμφράττοντες, ὡς ἐπιῤῥεῖν ἐλάττονα, τρόμων αἴτια καθίστανται, καὶ μάλιστα ὅταν ἀκριβῶς ἐμφράξωσι καὶ παραλύσωσι μόρια ἄττα νεύρων τινῶν. αἱ γὰρ ὑπόλοιποι τῶν ἰνῶν ἀδυνατοῦσιν ἰσχυρῶς ἐντείνειν τὸν μῦν. ἐπειδὰν μέν τοι τὰ φράττοντα τὰς διὰ τῶν νεύρων ὁδοὺς τῆς δυνάμεως ὑγρὰ μηδέπω τελέως ἐμπεπλασμένα τύχῃ, διασείεσθαι δέ τι καὶ διακινεῖσθαι δύνηται κατὰ τὰς βιαιοτέρας ἐμπτώσεις τῆς δυνάμεως, αἱ τοιαῦται γίγνονται κινήσεις, οἵας ἔμπροσθεν ἔφαμεν ἐν παραλύσεσιν ἀρχομέναις ἐνίοτε συμβαίνειν, ἐπαιρομένου μὲν ἐνίοτε τοῦ κώλου, καταπίπτοντος δαὐτίκα. κατὰ μὲν γὰρ τὴν ἔμπτωσιν τῆς δυνάμεως ὅταν ἐπεγείρασά τε καὶ συναθροίσασα σφοδρότερον ἑαυτὴν ἀπώσηται τὰ τῶν νεύρων ἐμφράγματα, κινεῖται τὸ κῶλον· αὖθις δὲ τῶν διωσθέντων εἰς τὸν ἐξ ἀρχῆς τόπον συῤῥεόντων, καταπίπτει τε καὶ ἀκίνητον κεῖται, μέχρι περ ἂν πάλιν ἐκ δευτέρου δύναμις ἀθροώτερον ἐμπεσοῦσα διασκεδάσῃ τοὺς χυμοὺς, οἳ κατειλήφεισαν αὐτῆς τὰς ὁδούς. ἀλλὰ περὶ μὲν τούτων ἱκανὰ καὶ ταῦτα. δὲ παλμός ἐστι διαστολὴ παρὰ φύσιν, ἐν ἅπασι δὲ γίγνεται τοῖς μορίοις, ὅσα γε διαστέλλεσθαι πέφυκεν. οὐ γὰρ δὴ τά γε ὀστᾶ καὶ οἱ χόνδροι πάλλονταί ποτε, διότι μὴ διαστέλλεσθαι δύνανται. ταῦτἄρα καὶ κατὰ τὸ δέρμα συμπίπτει πολλάκις, ἔστι δὅτε καὶ κατὰ τοὺς ὑποκειμένους αὐτῷ μύας, ἀτὰρ οὐχ ἥκιστα καὶ κατὰ γαστέρα καὶ κύστιν καὶ τὴν μήτραν ἔντερά τε καὶ ἧπαρ καὶ σπλῆνα καὶ διάφραγμα καὶ, συλλήβδην εἰπεῖν, ἅπανθὅσα διαστέλλεσθαι πέφυκεν, ὥστε καὶ ταῖς ἀρτηρίαις καὶ αὐτῇ τῇ καρδίᾳ φαίνεται συμπίπτων, ἑτέρας ταύτης κινήσεως ἐν ταύταις γιγνομένης παρὰ τὸν σφυγμόν. οὔτοὖν τῆς προαιρετικῆς δυνάμεως οὔτε τῶν προαιρετικῶν ὀργάνων ἴδιόν ἐστι τὸ πάθος, ὥσπερ τρόμος τε καὶ σπασμὸς, ἀλλ’, ὡς ἀρτίως εἴρηται, πᾶσι τοῖς διαστέλλεσθαι δυναμένοις ἐγγίγνεται σώμασιν. ἔστι δὲ δήπου ταῦτα πάντα μαλακὰ τὴν φύσιν, ὡς διάστασίν τε καὶ συνίζησιν ὑπομένειν δύνασθαι. τὴν δαἰτίαν τοῦ συμπτώματος ἀπὸ τῶν ἐναργέστατα φαινομένων θηρεύειν προσῆκε, τούτων δὴ τῶν κατὰ τὰ βλέφαρά τε καὶ ὀφρῦς καὶ μέτωπον καὶ μῆλα συμπιπτόντων παλμῶν· ὁρᾶται γὰρ ἐν αὐτοῖς ἐξαιρόμενόν τε καὶ διαφυσώμενον τὸ δέρμα, καθὃν αἱ ἀρτηρίαι διαστέλλονται τρόπον. ὅπερ οὖν ἐπἐκείνων ἐζήτηται, πότερον ἐξ αὐτῶν διαστελλόμεναι συνεπισπῶνται τῇ διαστολῇ τὸ πληρῶσον, ὥσπερ αἱ φύσαι τῶν χαλκέων, πληρούμεναι δίκην ἀσκῶν διαστέλλονται, τοῦτό σε χρὴ κᾀπὶ τῶν παλλομένων μορίων διορίσασθαι πρῶτον. ἔοικε δὲ τῷ μὲν γένει τῆς ζητήσεως ὁμοιοῦσθαι τῷ κατὰ τὰς ἀρτηρίας, τῷ δἑτοίμῳ τῆς εὑρέσεως ἀποκεχωρίσθαι. οὐ γὰρ δὴ ὥσπερ ταῖς ἀρτηρίαις ἀεί τε καὶ κατὰ φύσιν σφυζούσαις εἰκὸς εἶναί τινα δύναμιν ἔμφυτον, οὕτω καὶ τοῖς παλλομένοις μέρεσι. διὰ παντὸς γὰρ ἂν ὑπῆρχεν αὐτοῖς, καὶ ὑγιαίνουσι μᾶλλον. ὁπότε οὖν οὔτε διὰ παντὸς οὔτε ὑγιαίνουσι, δῆλον ὡς οὐδἐξ ἑαυτῶν διαστέλλονται. καὶ μὴν εἴπερ οὐκ ἐξ ἑαυτῶν, πάντως δήπου πρός τινος οὐσίας ἔνδοθεν ἐπιῤῥεούσης αὐτοῖς. διττὴν δεἶναι ταύτην εἰκὸς, ἤτοι χυμὸν ἀερώδη τινὰ φύσιν. χυμὸν μὲν οὖν οὐχ ὁμολογεῖ τὸ τάχος οὔτε τῆς γενέσεως οὔτε τῆς λύσεως τοῦ παλμοῦ· καὶ γὰρ ἐξαίφνης γίγνεται καὶ παύεται παραχρῆμα. χυμὸς δοὐδεὶς οὕτως οὔτε  ἐπιῤῥεῖ ταχέως οὔτἀποῤῥεῖ, καὶ μάλιστἐν οἷς ἄρτι λέλεκται μέρεσι τοῖς κατὰ τὸ πρόσωπον, ἐπὶ ψιλοῖς σχεδόν τι τοῖς ὀστοῖς ἐπιτεταμένου τοῦ δέρματος· ἅστε ἀνάγκη τὴν ἐργαζομένην τοὺς παλμοὺς αἰτίαν ἀερώδη τινὰ οὐσίαν ὑπάρχειν. ἀλλεἴπερ ὀλίγη τε εἴη αὕτη καὶ λεπτομερὴς, ἑτοίμως ἂν διέῤῥει τοῦ σώματος. ἔοικε δἄρα παχυμερής τις εἶναι καὶ ἀτμώδης καὶ τὸ πλῆθος ἀξιόλογον, ὡς πρὸς τὸ χωρίον, ἐν ᾧπερ ἂν ἑκάστοτε συνίσταται. διαστέλλεται οὖν, ὡς εἰκὸς, καὶ ἐξαίρει καὶ διαφυσᾷ τὸ μέρος, ἄχρι περ ἂν ὠθουμένη τε καὶ βιαζομένη πρὸς τὸ συγγενὲς ἀναπνεύσῃ, ὁμοίου συμβαίνοντος τοῦ κατὰ τὰς ἐν τοῖς ἑψομένοις χυλοῖς πομφόλυγας, πλήν γε ὅτι ῥήγνυνται μὲν αἱ πομφόλυγες, τὸ παλλόμενον δοὐ ῥήγνυται σῶμα διὰ τὴν ἰσχὺν, ἀλλἐξαίρεται μὲν, ἄχρι περ ἂν ὠθῆταί τε καὶ διεξέρχηται διαὐτοῦ τὸ πνεῦμα, καταπίπτει δαὖθις εἰς τὴν ἐξ ἀρχῆς ἕδραν, ἐπειδὰν ἐκκενωθῇ τε καὶ διεξέλθῃ τὸ πᾶν. εὐλόγως δὲ καὶ τοῖς ψυχθεῖσιν ὁτιοῦν μόριον οἱ παλμοὶ συμβαίνουσιν. γὰρ ἐν τῷ κατὰ φύσιν ἔχειν ἀπέῤῥει λεπτυνόμενόν τε καὶ κατεργαζόμενον ἀκριβῶς ὑπὸ τοῦ συμφύτου τοῖς ζώοις θερμοῦ, τοῦτο νῦν ἀῤῥωστήσαντος αὐτοῦ διὰ τὴν ψύξιν ἀτμωδέστερον καὶ παχυμερέστερον γίγνεται· ὥστοὐχ ἑτοίμως διαπνεῖται, καθάπερ ἔμπροσθεν, ἀλλἴσχεταί τε κατὰ τὸ δέρμα καὶ στενοχωρούμενον ἐν τῇ διεξόδῳ βραδύνει κατὰ τὴν ὁδόν. εἰ δὲ καὶ αὐτὸ τὸ δέρμα πυκνωθείη, διπλασιασθήσεται τὸ σύμπτωμα, τοῦ πάχους τῆς διαῤῥεούσης οὐσίας προσλαβόντος τὴν στενότητα τῶν ὁδῶν. οὕτω μὲν οὖν ἐν τοῖς παλμοῖς ἐξαίρεταί τε καὶ διαστέλλεται τὸ δέρμα. οὕτω δὲ καὶ οἱ μύες, ὅταν ἐν αὐτοῖς ἀθροίζηται τὸ τοιοῦτον περίττωμα, συνεξαίρουσιν ἐνίοτε διαστελλόμενοι τὸ κῶλον ἅπαν. ἀλλ τοιαύτη κίνησις ἐναργέστατα διαφέρει τῆς σπασμώδους τῷ μήτἐκτείνειν ἀκριβῶς μήτε κάμπτειν τὸ κῶλον. ἐπὶ γάρτοι τῶν παλμῶν ἐκτείνεται μὲν κάμπτεται τὸ κῶλον οὐδὲν τι καὶ ἄξιον λόγου, διασείεται δέ πως ἐφἑκάτερα, μέχρις ἂν μῦς παύσηται παλλόμενος, ἐν μὲν ταὐτῷ τρόπῳ τῆς κινήσεως ἐπιτελουμένης, ἐν ᾧπερ καὶ τρόμος, διαλλαττούσης δ΄ ἐν τῷ κατὰ μεγάλα γίγνεσθαι διαστήματα, κατὰ σμικρὰ τοῦ τρόμου συμπίπτοντος. γάρτοι παλλόμενος μῦς ὅταν ἀξιόλογος τὸ μέγεθος, ἐν μὲν τῷ διαστέλλεσθαι συνεξαίρει τὸ κῶλον ὅλον ἑαυτῷ πολλάκις, ἐν δὲ τῷ συστέλλεσθαι συγχωρεῖ φέρεσθαι κάτω, καθάπερ ἄψυχον, ὥστεἶναι τὴν κίνησιν ἅπασαν παρὰ φύσιν, οὐχ ὥσπερ ἐπὶ τοῦ τρόμου μικτήν γέ πως καὶ σύνθετον. ὁποία δὲ τῶν παλλομένων κώλων γίγνεται κίνησις, ὀλίγη τε ἅμα καὶ βραδεῖα καὶ ἀραιὰ, τοιαύτη τοῖς ῥιγοῦσι συμπίπτει, πολλή τε ἅμα καὶ πυκνὴ καὶ ταχεῖα. λέγω δὴ πολλὴν μὲν αὐτῷ τῷ τῶν κινήσεων ἀριθμῷ· ταχεῖαν δὲ τῷ ῥοίζῳ τῆς φορᾶς· πυκνὴν δὲ τῷ βραχυχρονίῳ τῶν ἡσυχιῶν. ἔστι δοὐχ ὡσαύτως κίνησις ἥδε παλμῷ καὶ σπασμῷ ὅλη παρὰ φύσιν, ἀλλἕτερον μὲν τρόπον ἤπερ τρόμος. ἐπίμικτος δοὖν καὶ αὕτη πώς ἐστιν ἔκ τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς τοῦ ζώου δυνάμεως, καὶ πλέον γἐπὶ ταύτης ἐστὶν ἤπερ ἐν τοῖς τρόμοις τὸ τῆς δυνάμεως, μᾶλλόν τ’, εἰ χρὴ τἀληθὲς. εἰπεῖν, μὲν κίνησις ἅπασα συμφύτου δυνάμεώς ἐστιν, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκκριτικήν τε καὶ ἀποκριτικήν· δὲ τὴν δύναμιν ἀναγκάζουσά τε καὶ βιαζομένη κινεῖσθαι βιαίως αἰτία παρὰ φύσιν ἐστίν.
§3–5
§3 Ὅστις μὲν οὖν ἱκανῶς κατενόησε τὰς ἐνεργείας τῆς δυνάμεως ταύτης, ὑγιαίνοντος ἀμέμπτως τοῦ ζώου, καὶ ἄλλως ἐστὶ συνετὸς, οὐδὲν δεῖ τούτῳ μακροτέρου λόγου. ὅστις δοὔτἐκείνας ἔγνω καὶ τὴν διάνοιαν ἀμβλύτερος ἔφυ, τούτῳ συμβουλεύσαιμἂν, εἰ μὲν μηδὅλως ἀληθείας ἐρᾷ, χωρίζεσθαι τοῦδε τοῦ γράμματος· εἰ δἐσπούδακέ τε καὶ τιμᾷ τὸ ἀληθὲς, ἐπὶ τὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα πρότερον ἀπελθόντι καὶ γυμνασαμένῳ ἱκανῶς ἐν αὐτοῖς, οὕτως ἐπὶ τόνδε τὸν λόγον ἐπανελθεῖν. εἰ μὴ γὰρ τοῦτο ποιήσειεν, οὔτε τῶν ὑφἡμῶν λεχθησομένων παρακολουθήσει ταῖς ἀποδείξεσιν οὔτε τῶν ἔμπροσθεν εἰρημένων κατανοήσει τὸ ἀναπόδεικτον. ἐγὼ μὲν οὖν προὐθέμην ἐν τῇδε τῇ πραγματείᾳ μηδεμίαν ἐξελέγξαι δόξαν. ἔνεστι δὲ τῷ βουλομένῳ τὴν εἰκοστὴν καὶ τετάρτην Ἀθηναίου βίβλον ἀναγνόντι τὰς ὑπὸ τῶν ἐκείνου πρεσβυτέρων ἰατρῶν τε καὶ φιλοσόφων εἰρημένας αἰτίας περὶ ῥίγους, εἰς ὅσον ἥκουσιν ἀτοπίας καταμαθεῖν· ἐξελέγχει γὰρ ἁπάσας αὐτὰς Ἀθήναιος. ἔνεστι δὲ καὶ αὐτὴν Ἀθηναίου δόξαν βασανίσαι, πιθανώτερον μέν τι τῶν ἔμπροσθεν ἔχουσαν, οὐ μὴν οὐδαὐτὴν ἀληθεύουσαν. ἀλλὰ ταῦτα μὲν ὅτῳ φροντὶς ἀληθείας οἶδὅτι καθὃν ὑφήγηται τρόπον, οὕτω πειράσεται ποιεῖν. ἐγὼ δὡς ἀνεγνωκόσι τὰ περὶ φυσικῶν δυνάμεων ὑφἡμῶν γεγραμμένα διαλέξομαι βραχέα πρότερον ἀναμνήσας ὧν ἐν αὐτοῖς ἀπέδειξα περί τε μήτρας καὶ γαστρὸς, ἐντέρων τε καὶ κύστεως. αἵ τε γὰρ μῆτραι κατοὐδένα τρόπον ἕτερον ἐδείχθησαν εἰς ἀποκύησιν ὁρμῶσαι τῶν ἐμβρύων διὰ τὴν τῆς ἀποκριτικῆς δυνάμεως ἐνέργειαν. αἱ γοῦν ἐννέα μησὶν ἀνεχόμεναι τοῦ τε βάρους τοῦ κατὰ τὸ ἔμβρυον καὶ τῆς σφῶν αὐτῶν διατάσεως, καὶ οὕτως ἀκριβῶς ἐν ἅπαντι τούτῳ χρόνῳ μεμυκυῖαι τὸ στόμιον, ὡς μηδὲ πυρῆνα μήλης παραδέχεσθαι, τελειουμένων ἐν αὐταῖς τῶν κυουμένων, ἐπὶ τὴν ἀπόκρισιν αὐτῶν παραγίνονται τὴν ἐναντίαν ἑαυταῖς περιτιθεῖσαι κατάστασιν. μὲν γὰρ στόμαχος αὐτῶν πρότερον μεμυκὼς ἀνοίγνυται τηλικοῦτον, ὡς γίγνεσθαι δίοδον εὐπετῆ τοῖς τικτομένοις. οἱ δὲ χιτῶνες οἱ πρότερον ἐπὶ πλεῖστον ἐκτεταμένοι συστέλλονται πανταχόθεν ἀπωθοῦσί τε γε τὸ ἔμβρυον, ὡς διεκπεσεῖν ὅτι τάχιστα τοῦ τῶν ὑστερῶν αὐχένος. δοὕτω κηδεμονικὴ τῶν ἐμβρύων δύναμις,  ὡς ἀνέχεσθαι μὲν ἐννέα μηνῶν χρόνῳ βαρυνομένη, τελειωθέντων δὅπως ἀσφαλῶς ἐκκριθῇ προνοουμένη, περὶ τὸν τρίτον τέταρτον ὁντιναοῦν ἄλλον μῆνα διαφθαρὲν εὐθέως ἐκβάλλει τὸ ἔμβρυον, ἀνοίγουσα καὶ νῦν ὁμοίως τὸν στόμαχον, ὡς ὁπότἤνοιγεν ἐπιστάντος τοῦ τόκου. προθεσμία γὰρ αὐτῇ τοῦ κλείειν τε καὶ ἀνοίγειν οὐχ ὡρισμένη χρόνου περίοδός ἐστιν, ἀλλ τῆς χρείας καιρός. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐδείκνυτο καὶ κοιλία κλείουσα τὸ κάτω στόμιον ἑαυτῆς ἐπὶ ταῖς ἐδωδαῖς, καὶ μηδὲν μεθιεῖσα διεξέρχεσθαι, πρὶν πεφθῆναι τελείως, ὅταν γε μηδὲν ἕτερόν τι αὐτὴν ἀναγκάζῃ διακόψαι τὴν ἐνέργειαν, ὥσπερ τὰς μήτρας τῶν ἐμβρύων διαφθορά. ἀνάλογον γὰρ δή τι καὶ τῇ γαστρὶ πάθος ἐγγίγνεται διαφθαρέντων ἐν αὐτῇ τῶν σιτίων, καὶ νὴ Δία πολλάκις ἅμα τῷ ληφθῆναι, μοχθηρῶν οὕτως ὑπαρχόντων καὶ πολλῶν, ὡς μὴ δύνασθαι φέρειν αὐτά. καὶ διὰ τοῦτο τὰ μὲν ἐπιπολάζοντα διἐμέτων ἐκβάλλει, τὰ δὲ ἤδη ῥέποντα κάτω πρὸς ἐκείνην ἀπωθεῖται τὴν διέξοδον. ἀλλὰ μὴν καὶ χωρὶς σιτίων εἰς ἔμετον πολλάκις τῆς γαστρὸς δύναμις ἐξορμᾷ, ἤτοι διὰ χολὴν, φλέγμα μοχθηρὸν, τινα τοιοῦτον ἕτερον χυμὸν, ἰχῶρα. σύμφυτος γὰρ ἑκάστῳ τῶν τοῦ ζώου μορίων δύναμίς ἐστιν, ἐκκρίνουσα τὸ παρὰ φύσιν ἐν αὐτῷ συνιστάμενον, ὡς ἐν τοῖς ἰδίοις ὑπὲρ αὐτῆς ἀποδέδεικται λόγοις· ἀρκεῖ γὰρ εἴς τε τὰ παρόντα σαφηνείας ἕνεκα τῶν ἔργων ἐπιμνησθῆναι τῆς τοιαύτης δυνάμεως, ὅσα τἄλλα λέλεκται περί τε μητρῶν καὶ γαστρός. οἵα γάρ τίς ἐστι κατὰ τοὺς ἐμέτους ἐνέργεια τῆς ἐκκριτικῆς ἐν τῇ γαστρὶ δυνάμεως, τοιαύτη κατὰ τὰς βῆχας ἐν θώρακι καὶ πνεύμονι· διδάσκεται δοὐδὲν ζῶον οὔτε ναυτιᾷν οὔτἐμεῖν οὔτε βήττειν, ἀλλὰ καὶ παμπόλλῳ χρόνῳ πολλάκις ἀπὸ γενετῆς ἀμέμπτως ὑγιαίνοντα καὶ ἄλλα πολλὰ ζῶα καὶ ἄνθρωποι οὔτἐμέτων ἐπειράθησαν οὔτε βηχός. ἀλλἐὰν καταλάβῃ τὸ λυποῦν αἴτιον ἤτοι τὸ στόμα τῆς κοιλίας τὰς ὁδοὺς τῆς ἀναπνοῆς, εὐθὺς ἐμεῖ τε καὶ βήττει τὸ ζῶον, ἐν μὲν τοῖς ἐμέτοις ὁμοίως κινουμένης τῆς γαστρὸς, ὡς ἐν τοῖς τόκοις αἱ μῆτραι, κατὰ δὲ τὰς βῆχας ἑτέρως. οὐ γὰρ ἐγχωρεῖ τῷ πνεύμονι τοιαύτην κινηθέντι κίνησιν ἀπώσασθαι τὸ λυποῦν, ἐξευρούσης τῆς φύσεως ἐπικουρίαν τινὰ περιττῶς σοφήν. ἅτε γὰρ εἰς τὰς τραχείας ἀρτηρίας εἰσπνεομένου τοῦ ἔξωθεν ἀέρος, αἳ δὴ χονδρώδεις τέ εἰσι καὶ σκληραὶ καὶ συστέλλεσθαι περὶ τὸ ἐνυπάρχον αὐταῖς ἀδύνατοι, σφοδράν τινα τοιαύτην ἐπετεχνήσατο τοῦ πνεύματος ἔξω φορὰν, ἣν ὀνομάζουσι βῆχα. τούτου τοῦ γένους ἐστὶ καὶ πταρμὸς, ὑπὲρ τοῦ διώσασθαι τὰ κατὰ τὰς ῥῖνας, αἳ δὴ καὶ αὐταὶ τῆς ἀναπνοῆς εἰσιν ὁδοὶ ὑπὸ τῆς φύσεως εὑρημέναι. ἐκκαθαίρει γὰρ αὐτὸ τὸ πνεῦμα τὰς ὁδοὺς ἑαυτῷ, βιαίως τε καὶ σφοδρῶς φερόμενον, ὥσπερ τοὺς αὐλούς τε καὶ τὰς σύριγγας οἱ δημιουργοί. ὅστις μὲν οὖν ἐστιν τρόπος τῆς κινήσεως, ἵνα γένηται τοῦτο, προϊὼν λόγος ἐπιδείξει· τὸ δεἰς τὰ προκείμενα χρήσιμον ἤδη λαμβάνωμεν, ὡς αἱ τοιαῦται κινήσεις ἔργα μὲν φύσεως ὑπάρχουσιν, ἐν δὲ τοῖς παρὰ φύσιν ἀριθμοῦνται συμπτώμασι, διὰ τὰς ἀναγκαζούσας οὕτω κινεῖσθαι τὴν φύσιν αἰτίας. ἐπὶ μὲν οὖν ἐντέρων τε καὶ μητρῶν καὶ κύστεων αἱ κινήσεις ὅμοιαι τῆς ἐκκριτικῆς δυνάμεώς εἰσιν, ἄν τε τῶν κατὰ φύσιν ἄν τε τῶν παρὰ φύσιν ἐκκρίνηταί τι. καὶ διὰ τοῦτο σαφῶς οὐκ ἀφώρισται τὰ συμπτώματα, καί τοι τά γε κατὰ τοὺς τεινεσμούς τε καὶ δυσεντερίας καὶ λειεντερίας ἐκκρινόμενα συμπτώματά ἐστιν, ὥσπερ, οἶμαι, καὶ τὰ κατὰ τὰς στραγγουρίας τε καὶ τὴν εἰς οὖρα διάῤῥοιαν. ἂν δἀκριβολογῆταί τις καὶ ψοφώδης φύσα, καθάπερ γε καὶ τρυσμὸς καὶ ἐρυγὴ καὶ βορβορυγμὸς, ὅσα τε ἄλλα τοιαῦτα. καὶ λεχθήσεταί γε περὶ τούτων ἐν τοῖς ἐφεξῆς.
§4 Ἐπὶ δέ γε τῆς γαστρὸς ἐναργέστερον ἤδη τὸ κατὰ τοὺς ἐμέτους ἐστὶ, καὶ πολλοὶ καὶ τούτους οὐκ ἔργον φύσεως, ἀλλὰ συμπτώματα εἶναί φασιν· ἐν δὲ ταῖς βηξὶ καὶ τοῖς πταρμοῖς, ἐναργέστερον μὲν κᾀνταῦθα τὸ κατὰ τὰς βῆχας, οὐχ ὁμοίως δοἱ πταρμοὶ δοκοῦσιν εἶναι παρὰ φύσιν. ἀλλεἰσί γε καὶ οὗτοι καὶ αἱ βῆχες καὶ οἱ ἔμετοι καὶ διάῤῥοιαι καὶ πάνθὅσα τοιαῦτα τοῦ γένους ἐκείνου τῶν συμπτωμάτων, ἐν οἷς αἴτιόν τι παρὰ φύσιν ἐπὶ τὰς τοιαύτας ἐνεργείας ἐξορμᾷ τὴν φύσιν. δὲ τρόπος τῆς κινήσεως οὔτἐν ἅπασιν αὐτὸς οὔθὑπὸ τῆς αὐτῆς γίγνεται δυνάμεως· ἀλλὅσα μὲν ὑπὸ τῶν μητρῶν, τῶν ἐντέρων, τῆς γαστρὸς, τῆς κύστεως ἐκκρίνεται, τούτοις μὲν αὐτὰ περιστέλλεται τὰ μόρια κατὰ τὸν αὐτὸν τρόπον ὠθοῦντα τὸ περιεχόμενον ἐν αὐτοῖς, ὃν αἱ χεῖρες ἐκθλίβουσιν. δἐργαζομένη τὴν κίνησιν αὐτῶν δύναμις ἐκ τῶν τεττάρων ἐστὶ μία τῶν φυσικῶν. ἐπειδάν τι κατὰ τὰς τραχείας ἀρτηρίας περιέχηται σῶμα, χονδρώδεις καὶ σκληρὰς οὔσας, καὶ διὰ τοῦτἀδυνατούσας περιστέλλεσθαι τῷ περιεχομένῳ, σφοδρὰν τὴν τοῦ πνεύματος ἔξω φορὰν φύσις ἐργάζεται βῆχα κινοῦσα. γίγνεται δαὐτὴ διὰ τῶν αὐτῶν ὀργάνων, διὧν ἐπιτελεῖ τὰς μεγάλας τε ἅμα καὶ σφοδρὰς ἐκπνοὰς, ἃς ἐκφυσήσεις ὀνομάζομεν, ὡς εἶναι τὴν βῆχα μηδὲν ἄλλο σφοδροτάτην τινὰ ἐκφύσησιν, ἵνα πλεῖστόν τε ἅμα καὶ τάχιστα φερόμενον ἔξω τὸ πνεῦμα παρασύρῃ τε καὶ προωθῇ τῇ ῥύμη τὰ ἐμφράττοντα τὰς ὁδοὺς αὐτοῦ. καὶ ὅταν γε κατὰ τὴν ἐκβολὴν τὴν πρώτην ἀδυνατήσῃ διώσασθαι τὰ λυποῦντα, καὶ δὶς καὶ τρὶς ἐμπίπτειν αὐτοῖς οὐκ ὀκνεῖ, καὶ τυγχάνει γε τοῦ τέλους ὡς τὰ πολλὰ, ὅταν αὐτό τε τὸ πνεῦμα φέρηται σφοδρῶς, ἐπιτήδειά τε εὑρίσκῃ προωθεῖσθαι τὰ ἐμφράττοντα· τοιαῦτα δἐστὶν ὅσα μήθὑδατώδη μήτε γλίσχρα τὴν οὐσίαν ἐστί. τὰ  μὲν γὰρ ὑδατώδη διὰ τὴν λεπτότητα περισχίζεται τῷ πνεύματι μᾶλλον πρόσω φέρεται· τὰ δὲ γλίσχρα τῆς ἀρτηρίας ἀντέχεται δυσαπολύτως. ὅταν οὖν ποτε τοιούτοις ὑγροῖς τὸ πνεῦμα διαγωνίζηται, πάνυ πολλάκις ἐμπίπτει βιαίως, καὶ αἱ σφοδρόταταί τε καὶ μετὰ συντονίας πλείστης γιγνόμεναι βῆχες ἐπὶ τοιούτοις αἰτίοις συνίστανται. μᾶλλον δἐκφράττουσι τὰ δυσαπόλυτά τε καὶ δυσανάγωγα τῶν κατὰ τὰς ἀρτηρίας ὑγρῶν οἱ πταρμοὶ, σφοδροτέραν μὲν ἔτι καὶ τῶν βηχῶν ἔχοντες τὴν ὁρμὴν τοῦ πνεύματος, αἰτίαν δὲ τῆς γενέσεως ἑτέραν· τῶν γὰρ ἐν τῇ ῥινὶ λυπηρῶν ἕνεκεν, οὐ τῶν κατὰ τὴν τραχεῖαν ἀρτηρίαν ἐκπέμπεται βιαίως τὸ πνεῦμα, συνεκπέμπεται δαὐτῷ τι κᾀκ τῶν ἐμπροσθίων κοιλιῶν τοῦ ἐγκεφάλου· καὶ διὰ τοῦτο βῆχες μὲν οὐδὲν ὀνίνασι τὴν κεφαλὴν, οἱ πταρμοὶ δὲ ὅταν μὴ διὰ κατάῤῥουν τινὰ γίγνωνται, μέγιστον ἴαμα κεφαλῆς ἀτμῶν πεπληρωμένης εἰσίν. οὐδὲν δὲ δήπου θαυμαστὸν τὸ ὑπὸ μιᾶς ὁρμῆς ἔκ τε τοῦ πνεύμονος ἐκπέμπεσθαι τὸ πνεῦμα καὶ ἐκ τῆς κεφαλῆς. ἐδείχθη γὰρ ἐν τοῖς περὶ μυῶν λογισμοῖς μὲν ἐγκέφαλος τῷ θώρακι τὴν ἀρχὴν τῆς κινήσεως ἐνδιδοὺς, δὲ θώραξ τὸν πνεύμονα διαστέλλων τε καὶ συστέλλων. ὅταν οὖν ὁρμήσῃ διώσασθαι τὰ λυποῦντα κατὰ τὰς ῥῖνας, ἀμφοτέραις ἅμα χρῆται ταῖς ὁδοῖς τῆς ἐκπνοῆς, τὴν μὲν ἑτέραν αὐτὸς διἑαυτοῦ ποιούμενος, τὴν δὲ ἑτέραν οἱονεὶ διὰ χειρῶν τινων μακρῶν τῶν καθηκόντων εἰς τὸν θώρακα νεύρων. διὰ τούτων μὲν γὰρ ἐκεῖνον συστέλλει, διὰ δὲ τῶν ἠθμοειδῶν ὀστῶν αὐτὸς ἐκπέμπει τὸ ἀτμῶδες πνεῦμα. ταυτὶ μὲν οὖν τὰ συμπτώματα προαιρετικῆς ἐστι δυνάμεως· δὲ ἔμετος ἀνάλογόν τι τούτοις ὑπάρχων, φυσικῆς. ὥσπερ δὲ τῶν ἐμέτων αἱ ναυτίαι προηγοῦνται, τὸν αὐτὸν τρόπον τοῦ βήττειν τὸ κέρχνειν. καὶ μέν γε καὶ ὥσπερ ἐναυτίασαν μέν τινες, οὐκ ἤμεσαν δὲ, κατὰ τὸν αὐτὸν τρόπον μὲν κέρχνος αὐτοῖς ἐγένετο, βὴξ δὲ οὐκ ἠκολούθησε διὰ σμικρότητα τῆς αἰτίας. ἐνίοτε μὲν γὰρ ἐπὶ βραχείᾳ τραχύτητι φάρυγγος, ἐνίοτε δὲ διὰ λεπτήν τινα καὶ παντάπασιν ὀλίγην ὑγρότητα συμβαίνει τὸ κέρχνειν. ἀεὶ γὰρ ᾧπερ ἂν προσκόπτῃ τὸ πνεῦμα, τοῦτἐκβάλλειν ἐπιχειρεῖ διὰ βηχός. ἤτοι δὲ ὑγρόν ἐστι τοῦτο καταφερόμενον ἀπὸ τῆς κεφαλῆς, ὡς ἐν κατάῤῥοις· ἤτοι κατὰ τὰς τραχείας ἀρτηρίας ἀθροιζόμενον, ὡς ἐν περιπνευμονίαις τε καὶ πλευρίτισι καὶ ταῖς τῶν κυρτῶν τοῦ ἥπατος φλεγμοναῖς, ταῖς τῆς φάρυγγος τραχύτησιν. ἔξωθεν δὲ τούτων ἐστὶν ἀνάλογον τοῖς ἀπὸ κεφαλῆς κατάῤῥοῖς, ὅσα πινόντων τε καὶ ἐσθιόντων παρεμπίπτει. γένος δέ ἐστι καὶ ἄλλό τι βηχὸς ἐπὶ δυσκρασίᾳ τῶν ὀργάνων τῆς ἀναπνοῆς, κατενόησαν μὲν οὐχ ἥκιστα καὶ τῶν ἀπὸ τῆς πνευματικῆς αἱρέσεως ἀνδρῶν οἱ δοκιμώτατοι, ὧν ἐστι καὶ Ἀθήναιος· τὴν μέν τοι ἀνάγκην, διἣν ἐπιγίνεται βὴξ διὰ δυσκρασίαν, τινὲς μὲν αὐτῶν οὐδἐπεχείρησαν ὅλως εἰπεῖν, ἔνιοι δὲ προσπταίειν ἑαυτῷ φασι τὸ πνεῦμα, τινὲς δἀσαφέστερον ἔτι τούτου ῥῆμα φθεγξάμενοι νομίζουσιν εἰρηκέναι τι. χρὴ δοὐχ ὅτι τὴν αἰτίαν ἀγνοοῦσι μέμφεσθαι τοῖς ἀνδράσιν, ἀλλὅτι καλὸν ἐξεῦρον θεώρημα καὶ ἄξιον τῆς ἑαυτῶν φιλοπονίας, ἐπαινεῖν. γίγνεται μὲν οὖν βὴξ αὕτη ψυχθέντων τῶν ἀναπνευστικῶν μορίων, καὶ οὐδὲν ἀναπτύουσι μὲν οὗτοι καταὐτὴν, οὐδὲ ὅλως γίγνεται βίαιος, ἀλλοὕτω σμικρά τε καὶ ἀβίαστος, ὥστε καὶ κατασχεῖν οἷόν τε καὶ κωλύσαι τὴν γένεσιν αὐτῆς ἐπιπλεῖστον παντάπασιν. αἱ δέ γε βίαιοι βῆχες οὐ νικῶνται καταλήψει πνεύματος. ὁποῖον δέ τι πρᾶγμά ἐστιν κατάληψις τοῦ πνεύματος, ἤδη μοι πολλάκις ἐν ἄλλοις εἴρηται. καὶ οὐ μόνον γε παραυτίκα γενέσθαι κωλύονται τῇ καταλήψει τοῦ πνεύματος αἱ κατὰ δυσκρασίαν βῆχες, ἀλλὰ καὶ θεραπεύονται πρὸς αὐτῆς, ἐὰν μὴ πάνυ μεγάλαι τινὲς ὑπάρχουσιν. αὐξάνεται γὰρ ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις θερμασία διὰ τὴν ἐπίσχεσιν τῆς ἀναπνοῆς, διεξέρχεταί τε τοὺς στενοὺς πόρους ἅπαντας τὸ πνεῦμα θλιβόμενον ὑπὸ τοῦ θώρακος βιαίως, ἀμφοτέρων δὲ τούτων γενομένων, ὁμαλύνεται πάντα καὶ εἰς ὁμοιότητα κράσεως ἀφικνεῖται.
§5 Διὰ τί δἐπὶ ταῖς ἀνωμάλοις δυσκρασίαις τῶν ἀναπνευστικῶν βήττουσι, (τοῦτο γὰρ ἔφην μὴ πάνυ τι καλῶς ἐξειργάσθαι τοὺς πνευματικοὺς ἰατροὺς) ἐγὼ πειράσομαι διελθεῖν ἀπὸ τῆς οὐσίας τοῦ πράγματος ἀρξάμενος, ὥσπερ καὶ προσήκει τοὺς μέλλοντάς τι μετἀποδείξεως ἐρεῖν. τοίνυν δυσκρασία ποτὲ μὲν κατὰ ψιλὰς γίνεται τὰς ποιότητας, ἤτοι θερμοτέρων ψυχροτέρων ξηροτέρων ὑγροτέρων ἀποτελουμένων αὐτῶν τῶν σωμάτων, καὶ κατά τινα συζυγίαν τοῦτο πασχόντων· ἐνίοτε δὲ μετὰ τοῦ παρεσπάρθαι δροσοειδῶς ἐν αὐτοῖς τὸ δύσκρατον. μὲν οὖν ὁμαλὴ δυσκρασία παντάπασιν ἀνώδυνος, ὡς οἵ τε πυρετοὶ δηλοῦσιν οἱ ἑκτικοὶ καὶ πολλαὶ τῶν κατὰ ψύξιν διαθέσεων, ὁμαλῶς καταλαβοῦσαι τὰ μόρια· γίγνεται γὰρ οἷον φύσις τις ἐπίκτητος τοιαύτη κρᾶσις ἑκάστῳ τῶν οὕτω διατεθέντων. οὐδὲν δὲ τῶν σωμάτων ὑπὸ τῆς ἑαυτοῦ φύσεως ἀνιᾶται, ὥσπερ ἔλεγεν Ἱπποκράτης· τοῖσι τὴν φύσιν διαλλαττομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίγνονται, οὐ διεφθαρμένοισιν διηλλαγμένοισι. ἐν γὰρ τῷ μεταβάλλειν τε καὶ τῆς ἑαυτῶν φύσεως ἐξίστασθαι λυπεῖται τὰ σώματα, καθάπερ ἐδείκνυτο καὶ κατὰ τὸν ἔμπροσθεν λόγον. ὅταν οὖν ἐγγένηταί τινι τῶν αἰσθητικῶν σωμάτων ἀνώμαλος δυσκρασία, τηλικοῦτον τῆς λύπης ἐστὶ τὸ μέγεθος, ἡλίκον καὶ τὸ τῆς δυσκρασίας. ἐν μὲν οὖν τοῖς ὀξυτάτοις τε καὶ ἰσχυροτάτοις τῶν πυρετῶν ἀνιᾶται τὰ στερεὰ τοῦ ζώου μόρια μεταβαλλόμενά τε καὶ ἀλλοιούμενα πρὸς τῆς παρὰ φύσιν θερμότητος. ἔτι δἀρχομένων  τῶν νοσημάτων, πρὶν πυρέττειν αἰσθάνονται μὲν ἐνίοτε καθὅλον ἑαυτῶν τὸν ὄγκον ἀνωμαλίας τινὸς οἱ πολλοὶ τῶν ἀνθρώπων, ἐξειπεῖν δαὐτὴν ὁποία τίς ἐστιν οὐ δύνανται. ἀλλὰ θαυμάζοιμἂν, εἴ τις τῶν ὁμιλησάντων τοῖσδε τοῖς γράμμασιν οὕτως εὐτυχής ἐστιν, ὡς μὴ καὶ αὐτὸς ἑαλωκέναι ποτὲ τῷ συμπτώματι. βύθιος γάρ τις αἴσθησις γίγνεται καθὅλον τὸν ὄγκον, ὡς διεσπαρμένου τινὸς ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀλλοτρίου· καὶ τοῦτο τὸ διεσπαρμένον ἐνίοτε μὲν οἷον ὑπόθερμόν τι δόξειεν ἄν τις ὑπάρχειν, ἐνίοτε δὲ δακνῶδες ἄνευ τοῦ θερμαίνειν, ἔστι δὅτε ἄμφω πεπονθὸς χωρὶς τούτων ἀτρέμα διατεῖνον ἁπάσας τὰς σάρκας. ἐπὶ μὲν δὴ τοῖς τοιούτοις ἅπασι συμπτώμασιν ἀνωμαλίας τέ τινος αἰσθάνεσθαί φασι καὶ σκορδινῶνται καὶ πάντα διατείνονται τὰ μόρια κατά τινα φυσικὴν ὁρμὴν, ὁποίαν ἐλέγομεν ἀρτίως ἅπασι δεδόσθαι τοῖς τοῦ ζώου μέρεσιν ὑπὸ τῆς φύσεως ἐπὶ σωτηρίᾳ τε καὶ διαμονῇ. μάλιστα δὲ διατείνονται μετὰ τοὺς ὕπνους, ἀτμώδους περιττώματος ἐν ταῖς σαρξὶν αἰσθανόμενοι, διά τε τὴν κατεργασίαν τῆς τροφῆς ἠθροισμένου καὶ διὰ τὴν ἡσυχίαν τῶν τοιούτων κινήσεων· καὶ τοῦτἀδίδακτον ἔχει καὶ τὰ σμικρότατα τῶν παιδίων. ἀλλεἰς τὴν τοιαύτην κίνησιν φύσις ἐξορμᾷ τὰ ζῶα διαπνοὴν τοῖς ἀτμώδεσι περιττώμασι μηχανωμένη. ταύτης δἕτερον εἶδος αἰσθήσεώς ἐστιν ἀνιαρᾶς, τὸ κατὰ τὰς κοπώδεις διαθέσεις, εἴτοὖν ἐπὶ πόνοις πλείοσιν, εἴτε καὶ αὐτόματοι συνίστανται. τριττὴ μὲν οὖν ἐστιν ἐν τοῖς κόποις αἴσθησις, ἤτοι τεθλάσθαι τε καὶ συγκεκόφθαι δοκούντων, τείνεσθαι πάντῃ τὸν ὄγκον τοῦ σώματος, οἷον ἕλκη πολλὰ διεσκεδασμένα δοκούντων ἔχειν, ἐπειδὰν κινῶνται. τὸ μὲν οὖν τείνεσθαι τὸν ὄγκον, ὅταν γε γυμνασίων χωρὶς οὕτω πάσχωσιν, ὄνομα μὲν ἔχει κόπον αὐτόματον τονώδη· γίγνεται δἐπὶ πλήθει μάλιστα διατείνοντί τε τὰ περιέχοντα καὶ μὴ στεγομένῳ πρὸς αὐτῶν· ὅταν δὲ ἑλκώδης αὐτοῖς αἴσθησις διατρέχῃ, γίνεται μὲν καὶ τοῦτο κινουμένοις μᾶλλον ἤπερ ἡσυχάζουσι, πλὴν εἰ μὴ πάνυ μέγας κόπος ὑπάρχει. νύττεσθαι δὲ ὥσπερ ὑπὸ ἀκανθῶν πολλῶν ἐμπεπηγυιῶν αὐτοῖς δοκοῦσι, δακνώδους γὰρ ὑγρότητος ἐργαζομένης τὸ σύμπτωμα. δὲ τρίτος κόπος, ἐν φασιν ὀστοκόπῳ συνέχεσθαι, κινήσεως μὲν οὖν οὐδὲ βραχυτάτης ἀνέχεται· θερμότητος δἐπιφανοῦς ἐστιν αἴσθησις αὐτοῖς ἅμα καὶ τάσεως καὶ δήξεως, ἀναπεμπομένης εἰς ὅλον τοῦ ζώου τὸν ὄγκον κακοχυμίας δαψιλοῦς. οὐδεὶς δἐπιχειρεῖ τῶν οὕτως ἐχόντων σκορδινᾶσθαι, δεδιὼς ἅπασαν κίνησιν. ἐν δὲ τοῖς ἑτέροις δυσὶ κόποις, ὧν τὸν μὲν ἑλκώδη καλεῖν εἰώθασι, τὸν δὲ τονώδη, γίνεταί ποτε καὶ τοιαύτη κίνησις, ὅταν ἤτοι σμικροὶ πάμπαν ὑπάρχωσιν, φυσώδεσί τε καὶ ἀτμώδεσιν ἐπιγίγνωνται περιττώμασιν· γοῦν ἑλκώδης κόπος ὅταν μείζων συστῇ, φέρουσι μὲν οὐδοὗτοι κίνησιν οὐδεμίαν, ἀλλὀδυνῶνται, καθάπερ ἕλκος, τὸ σῶμα καὶ φρίττουσιν. ἐγγὺς δἥκουσιν, ἢν αὐξάνηται τὸ σύμπτωμα, τῆς φρικώδους διαθέσεως· ἐν ἐκείνῃ γὰρ φρίττουσι καὶ πρὶν κινεῖσθαι. ὥσπερ δὅταν ἑλκώδης αἴσθησις γίγνηται, κινούμενοι φρίττουσι, καὶ μᾶλλον, εἰ σφοδρότερον· οὕτως φρικώδης διάθεσις, ὅταν εἰς κίνησιν ἄγηται, ῥῖγος, ἐργάζεται. γίνεται μὲν γὰρ ταῦτα πάντα διὰ δακνώδη περιττώματα· διαφέρει δἀλλήλων τῷ τε πλήθει τῶν περιττωμάτων αὐτῶν καὶ τῇ κινήσει καὶ τῷ τὰ μὲν μᾶλλον εἶναι δακνώδη, τὰ δὲ ἧττον, καὶ τῷ τὸ σῶμα τὸ κάμνον δυσπαθὲς εὐπαθὲς ἀσθενὲς εὐαίσθητον δυσαίσθητον εἶναι φύσει. τὸ μὲν γὰρ εὐαίσθητόν τε καὶ ἀσθενὲς ὑπάρχον ὑπὸ βραχυτάτης αἰτίας ἀνιᾶται· τὸ δἰσχυρὸν καὶ δυσαίσθητον μεγάλης δεῖται τῆς αἰτίας εἰς γένεσιν τοῦ τοιούτου συμπτώματος. ἆροὖν ἐν τούτοις μόνοις, κᾀν τῷ κινεῖσθαι τὸ αἴτιον μὴ κινεῖσθαι, καὶ κινούμενον ἤτοι θᾶττον βραδύτερον κινεῖσθαι, παμπόλλη τίς ἐστιν ἐν τοῖς συμπτώμασι διαφορά; ἐμοὶ μὲν οὕτως δοκεῖ, τῷ γε τὸν αὐτὸν ἄνθρωπον ἡσυχάζοντα μὲν ἀνωμαλίας ἐνίοτε μόνης ἀντιλαμβάνεσθαι, κινηθέντα δὲ φρίττειν, γυμνασάμενον δὲ ῥιγοῦν. ταῦτά τοι καὶ συμβουλεύουσιν οἱ ἰατροὶ τοῖς ὧδε κάμνουσιν, ὑπὸ τῆς πείρας δεδιδαγμένοι, πάσης ἀπέχεσθαι κινήσεως. ἀλλὰ καὶ τῶν ἀπεπτησάντων ἐνίους ἴσμεν, ἂν μὲν ἡσυχάζωσι, μηδὲν πάσχοντας· ἂν δεἰς βαλανεῖον εἰσέλθωσιν ἐν ἡλίῳ στῶσι, φρίττοντας, ἔτι δὲ δὴ μᾶλλον ἐὰν γυμνάσωνται· καὶ γὰρ ἥλιος καὶ βαλανεῖον καὶ γυμνάσιον εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα περιττώματα, καθάπερ γε καὶ τῶν ψυχικῶν παθῶν θυμός. ἐξ ἑαυτῶν δὲ εἰς κίνησιν ἐξορμᾷ τὰ τέως ἡσυχάζοντα περιττώματα τῷ θερμαίνεσθαι καὶ λεπτύνεσθαι καὶ πνευματοῦσθαι· καὶ οὐδὲν θαυμαστὸν ἡσυχαζόντων μὲν αὐτῶν ἧττον ἀνιᾶσθαι τὰ σώματα, κινηθέντων δὲ λυπεῖσθαί τε μεγάλως καὶ κλονεῖσθαι φρίττοντα καὶ ῥιγοῦντα καὶ πυρέττοντα. καὶ γὰρ ὅσα τοῖς ὀφθαλμοῖς ἔξωθεν ἐμπίπτει σκληρὰ σώματα, μυσάντων μὲν τὰ βλέφαρα καὶ καθησυχασάντων τὸ μόριον σμικρὸν πάμπαν οὐδὲν ἀνιᾷ· κινησάντων δὲ δυσάνεκτον ἐπιφέρει τὴν ὀδύνην. ἀλλὰ καὶ χωρὶς παραδείγματος ἐξ αὐτοῦ τοῦ πράγματος τῆς φύσεως ἔνεστιν ἐξευρεῖν, ὡς τὸ κινούμενον αἴτιον ἀνιαρότερον τοῦ μένοντος, ὅταν γε διὰ τῶν αἰσθητικῶν σωμάτων φορὰ γίγνηται, καθάπερ ἐν ὀφθαλμοῖς ὑπόκειται νῦν. οὐ γὰρ περὶ τῶν ἐν ταῖς φλεψὶ καὶ ταῖς ἀρτηρίαις διαῤῥεόντων χυμῶν λόγος ἦν, ἀλλὰ περὶ τῶν κατὰ τὰς σάρκας τε καὶ ὅλην τοῦ ζώου τὴν ἕξιν. ὅταν οὖν διεξέρχηταί τι διὰ τούτων βιαίως ἐπὶ τὸ δέρμα  φερόμενον, ἐν τῇ διόδῳ τῇ διὰ τῆς σαρκός τε καὶ τοῦ δέρματος ἀναγκαῖον αὐτὸ κεντεῖν τε καὶ νύττειν καὶ διαιρεῖν καὶ τιτρώσκειν οἷς ἂν ἐντυγχάνῃ πᾶσιν. ὅτι δὲ τὸ δακνῶδες καὶ κινούμενον αἴτιον ἅπαν εἰς φρίκας τε καὶ ῥίγη ἄγει τὸ ζῶον, ἄν τε θερμὸν ἄν τε ψυχρὸν , πρῶτον μὲν ἐκ τῶν τοιούτων κατανοῆσαι δυνατόν· εἰ προσράναις ἐξαίφνης ὑγιαίνοντι σώματι ζέον ὕδωρ, σπινθῆρας ἐνσείσαις πυρὸς, εὐθέως φρικῶδες γενήσεται. ἀλλὰ καὶ κατὰ τῶν ἡλκωμένων μορίων ἐνίοτε φαρμάκων ἐπιτεθέντων καυστικῶν, φρίττουσι μὲν πρῶτον, ἐφεξῆς δὲ καὶ ῥιγοῦσιν, εἶτα καὶ πυρέττουσιν ἔνιοι. ἀλλὰ καὶ οἱ τριταῖοι πυρετοὶ ἁπάντων δὴ μάλιστα πυρετῶν χολώδεις ὄντες καὶ θερμοὶ, πάντων δὴ μάλιστα φρικώδεις εἰσὶ, καὶ ὅσῳ δἂν ἀκριβέστεροι τύχωσιν ὄντες, τοσούτῳ καὶ τὸ ῥῖγος αὐτοῖς γίνεται σφοδρότερον. ἀλλὰ καὶ ὑπὸ καύσου ἐχομένῳ ῥίγεος ἐπιγενομένου λύσις, Ἱπποκράτης φησὶ, τῷ τὴν τέως ἐν ταῖς φλεψὶν ἁλωμένην χολὴν ὑπὸ τῆς φύσεως ἀπωθεῖσθαι κριτικῶς ἐπὶ τὸ δέρμα διὰ τῶν σαρκῶν. τῆς οὖν κινήσεως καὶ φορᾶς αὐτῆς, ἣν διὰ τῶν αἰσθητικῶν ποιεῖται σωμάτων, ἅμα τε σύμπτωμα καὶ σημεῖόν ἐστι τὸ ῥῖγος. καὶ δὴ καὶ ἱδροῦσι τοὐντεῦθεν οἱ οὕτω ῥιγώσαντες καὶ ἀπαλλάττονται τοῦ πυρετοῦ, κενωθείσης αὐτοῖς τῆς χολῆς. ἐνίοτε δοὐκ εἰς τὸ δέρμα τὴν ὁρμὴν, ἀλλεἰς τοὺς ἔσω τόπους ποιησαμένη, διἐμέτων τε ἅμα καὶ διὰ τῆς κάτω γαστρὸς ἐκκενοῦται. πολλάκις δὲ εἴσω τε καὶ ἔξω κατὰ τὴν αὐτὴν ἡμέραν ἠνέχθη, ὡς ἱδρῶσαί τε ἅμα καὶ ἐμέσαι καὶ ὑπελθεῖν κάτω τὴν χολήν. ὅσοι δαἴτιον ὑγιεινὸν οἴονται τὸ ῥῖγος γίγνεσθαι τοῦ καύσου διὰ τὴν ψύξιν, τὰ γὰρ ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα, τοῦ παντὸς ἁμαρτάνουσι. πρῶτον μὲν γὰρ εἰ τοῦτἀληθὲς ὑπῆρχεν, ἐνῆν αὐτοῖς δήπου ῥῖγος ἐργάσασθαι, τοῦτο μὲν ὕδωρ ψυχρὸν προσραίνοντας καταχέοντας, τοῦτο δεἰς ψυχρὸν ἀέρα τὸν κάμνοντα γυμνὸν ἀπάγοντας, εἰς ὕδατος ψυχροῦ δεξαμενὴν ἐμβάλλοντας· ἔπειτα δεἴπερ ἄρα διὰ τῆς πρὸς τοὐναντίον μεταπτώσεως τοῖς καυσουμένοις λύσις ἐγίγνετο ῥιγώσασιν, ἐχρῆν αὐτοὺς ἐπὶ τῷ ῥίγει πεπαῦσθαι πυρέσσοντας. ἔχει δοὐχ οὕτω τἀληθές· οὐ γὰρ ἅμα τῷ ῥιγῶσαι παύονται πυρέσσοντες, οἵ γε πολὺ μείζονι πυρετῷ μετὰ τὸ ῥῖγος πρόσθεν ἁλίσκονται, ἀλλἐπειδὰν ἱδρώσωσι δαψιλῶς, ἐμέσωσι τὴν ὠχρὰν χολὴν, κατἔντερον αὐτοῖς ὑπέλθῃ. ἐπὶ γὰρ τῇ σφοδροτέρᾳ κινήσει τῆς χολῆς σφοδρότερον εἰκὸς ἀνάπτεσθαι τὸν πυρετόν. ὅτι μὲν οὖν οὐ μόνον ἐπὶ τοῖς ψυχροῖς αἰτίοις ῥιγῶσιν, ἀλλὰ κᾀπὶ τοῖς θερμοῖς, ἤδη πέφανται. διὰ τίνα δὲ τὴν αἰτίαν ἐναντιωτάταις προφάσεσι ταὐτὸν ἕπεται σύμπτωμα, λεκτέον ἐφεξῆς, ἀναμνησθέντας αὖθις ὧν ἀπεδείξαμεν ὑπὲρ τῆς ἐκκρινούσης τὰ λυποῦντα δυνάμεως. οὐ γὰρ δήπου τὰ μὲν ἐν ταῖς εὐρυχωρίαις τῶν ὀργάνων ἐκκρίνει, καθάπερ ἐδείκνυτο τὰ κατὰ γαστέρα τε καὶ μήτραν καὶ τὰς κύστεις ἀμφοτέρας ἔντερά τε καὶ πνεύμονα καὶ ῥῖνας, ἀμελεῖ δὲ τῶν ἐν αὐτοῖς τοῖς σώμασιν ὑποτρεφομένων περιττωμάτων· ἀλλὰ κᾀκ τούτων ὁσημέραι πᾶν ἀποκρίνει τὸ περιττὸν ἀλύπως τε καὶ κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοὴν, ὅταν γε νόμῳ φύσεως διοικῆται τὸ ζῶον. ἐπειδὰν δέ τι δακνῶδες ἐν αὐτῷ συστῇ, καὶ μάλισθὅταν ἔχῃ κίνησιν ἰσχυρὰν, ἀνιᾶταί γε καὶ ἀποκρίνειν αὐτὸ σπεύδει, καθὃν ἂν ἐγχωρῇ μάλιστα τρόπον ἐκ τοῦ σώματος αὐτοῦ τῶν μελῶν ἐκκριθῆναί τι, συναγομένων δηλονότι καὶ σφιγγομένων εἰς ἑαυτὰ τῶν μορίων, εἶθἑκάστου τὸ καταὐτὸ μέρος τοῦ περιττώματος ὠθοῦντος. ἀλλεἰ πάντα νοήσαις ἅμα τὴν κίνησιν ταύτην κινούμενα, σεισμός τις ὅλον τὸ σῶμα καταλήψεται καὶ κλόνος, ὁποῖος ἐν τοῖς ῥίγεσι φαίνεται καταλαμβάνων. ἀνάγκη γὰρ, οἶμαι, τῶν μυῶν πάντων κλονουμένων, συγκλονεῖσθαι τὰς διαρθρώσεις αὐτοῖς, ὧν κλονουμένων ἐκτάσεις τέ τινας καὶ κάμψεις ἀκουσίους συμπίπτειν, ἑτέρας οὔσης τῆς τοιαύτης κινήσεως παρὰ τὴν ἐν τοῖς σπασμοῖς τε καὶ παλμοῖς. ἐν μὲν γὰρ τοῖς σπασμοῖς ὡσαύτως μὲν, οὐ μὴν ὑπό γε τῆς αὐτῆς δυνάμεως αἱ κινήσεις ἐπιτελοῦνται· κατὰ δὲ τοὺς παλμοὺς οὐχ ὡσαύτως, ἀλλὡς εἴρηται πρόσθεν, ὅτι συνεξαίρεται τῷ μυῒ τὸ κῶλον ὑπὸ τοῦ φυσώδους διαστελλομένῳ πνεύματος· ῥιγούντων δὲ, ὡς ἀρτίως εἴρηται, πᾶν μόριον κινεῖται τοῦ μυὸς ἐκκαθαίροντος ἑαυτόν· κατὰ δὲ τὴν ἐκείνων κίνησιν ὅλος μῦς σειόμενός τε καὶ κλονούμενος ἅμα ἑαυτῷ τὴν διάρθρωσιν, εἰς ἣν καταφύεται, συγκλονεῖ. τοιαύτη καὶ τοῖς κατὰ θώρακα μυσὶν κίνησις ἐν ταῖς ἀνωμάλοις γίγνεται δυσκρασίαις, καὶ διὰ τοῦτο βραχυτέρα τε καὶ κερχνωδεστέρα βὴξ αὐτοῖς ἕπεται. διασείονται γὰρ οἱ μύες ἐκκρίνειν ἐφιέμενοι τὰ λυποῦντα τῆς ἑαυτῶν σαρκὸς διὰ τῶν τοῦ πνεύμονος ἀρτηριῶν· ἐν δὲ ταῖς ἄλλαις βηξὶν ἐδείκνυντο σφοδρῶς ἐμπίπτοντες τῷ πνεύμονι, χάριν τοῦ πολλὴν καὶ ἀθρόαν ἐκφύσησιν ἐργάσασθαι. ἔτι τε βιαιότερον ἐμπίπτουσιν ἐν τοῖς πταρμοῖς, ἐξωθοῦντες ἀθρόον τὸ πνεῦμα, τὸ κατὰ τὰς ῥῖνας ἐκκαθᾶραι βουλόμενοι. καὶ τοῦτο κατανοήσαντές τινες ἀσθενεῖς μὲν τὴν δύναμιν, ἀναπτύειν δὲ τὰ κατὰ θώρακά τε καὶ πνεύμονα δεόμενοι, πταρμὸν ἑαυτοῖς κινοῦσιν ἐρεθίζοντες τοὺς μυκτῆρας, ἵνα τῷ βιαίῳ τῆς κινήσεως ἀναπτύσωσιν, κατὰ βῆχας ἐκβαλεῖν οὐκ ἠδυνήθησαν. ἀλλὰ περὶ μὲν τῶν τοιούτων βηχῶν εἴρηται καὶ πρόσθεν αὐτάρκως. αἱ δὲ κατὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν, ἐκ ταὐτοῦ μέν εἰσι τοῖς ῥίγεσί τε καὶ ταῖς φρίκαις γένους, διαφέρουσι δὲ τῷ θάττονα γίγνεσθαι τὴν αἴσθησιν αὐτῶν, οὐδέποτε ἡσυχαζόντων τῶν ἀναπνευστικῶν ὀργάνων. ἐδείκνυτο γὰρ ἔμπροσθεν,  ὡς καὶ τὰς καθὅλον τὸ σῶμα τοιαύτας διαθέσεις κίνησις ἐξελέγχει μάλιστα. ἐπειδὰν μὲν οὖν ὑγρὰ τὰ λυποῦντα τὴν φύσιν ὑπάρχῃ, τῷ βιαίῳ τούτῳ σεισμῷ καὶ κλόνῳ τῷ κατὰ τὴν βῆχα καὶ τὸ ῥῖγος, ὑπὸ τῆς ἐκκριτικῆς δυνάμεως ὠθούμενα φέρεται πάντῃ πρὸς τοὺς εἴκοντας τόπους, τὰ μὲν εἰς τὴν ἄνω, τὰ δὲ εἰς τὴν κάτω γαστέρα, τὰ δὲ ἐπὶ τὸ δέρμα πρὸς τοὐκτὸς, ὡς αἰσθητὴν αὐτῶν γενέσθαι τὴν κένωσιν. ἐπειδὰν δὲ πνευματώδης τις οὐσία μόνη χωρὶς ὑγρότητος ἤτοι θερμοτέρα τοῦ δέοντος ψυχροτέρα διεξέρχηται τὸ σῶμα, φρίττουσι μὲν δήπου τότε καὶ ῥιγοῦσιν· ἐνίοτε δὲ διὰ τὴν αὐτὴν αἰτίαν οὔτε δἐμοῦσιν οὔθἱδροῦσιν, οὔθὑποχωρεῖ τι κάτω τοῖς τοιούτοις οὐδὲν αἰσθητὸν, ὡς ἂν αὐτῶν ἐρεθιζόντων τὴν ἐκκριτικὴν δύναμιν ἀερωδῶν ὑπαρχόντων. οὕτως ἐν βαλανείοις περικαέσι, καὶ μάλιστα ἢν ἐξαίφνης τε καὶ ἀθρόως ἄνευ τοῦ προδιαθερμανθῆναι πλησιάσωμεν αὐτοῖς, αὐτίκα φρικώδεις γιγνόμεθα. οὕτως ὅταν εἰς τὸν ψυχρὸν ἀέρα μετέλθωμεν ἀθρόως, εἰ καὶ μὴ ἀθρόως, ἀλλὰ πολυχρονίως γε ὁμιλεῖν ἀναγκασθῶμεν, ὡς ἐν ὁδοιπορίαις ἐνίοτε συμπίπτειν εἴωθε. τοῦ τοιούτου ῥίγους ἴαμα θέρμανσίς ἐστιν, οὐχ ἱδρὼς ἔμετος διαχώρημα γαστρός. ἐπεὶ δ’, ὡς εἴρηται, καὶ ψυχρὸν αἴτιον καὶ θερμὸν ἐργάζεται ῥῖγος, ἐπὶ μὲν τῷ θερμῷ τῷ ἀερώδει ψύξις ἱκανὴ πρὸς τὴν ἴασιν· τῷ δὲ ὑγρῷ πυρετὸς μὲν ἐξ ἀνάγκης ἐπιγίγνεται, κένωσις δὲ ἴασίς ἐστιν. ἐπὶ δὲ τῷ ψυχρῷ τῷ μὲν ἀερώδει θέρμανσις ἴαμα· τῷ δὲ ὑγρῷ ποτὲ μὲν πέψις ἀρκεῖ μόνη, ποτὲ δὲ κένωσις, ἔστι δὅτἄμφω συμπίπτει. παλαιὸς μὲν οὖν λόγος οὗτός ἐστιν ὡς διὰ παντὸς ἕπεται ῥίγει πυρετὸς, οὐ μήν γε ἀληθὴς ὑπάρχει τὸ πάμπαν, οὐδἂν διορίσηταί τις αὐτὸν προσηκόντως, ὥσπερ οὖν καὶ χρὴ διορίζεσθαι φιλικῶς μᾶλλον ἐξηγουμένους τὰ τῶν παλαιῶν, οὐ δυσμενῶς ἐξελέγχοντας, ἀλλὅμως οὐδοὕτως ἀληθής ἐστιν λόγος, οὐδἂν διορισάμενοι φῶμεν ὅσα χωρὶς τῆς ἔξωθεν προφάσεως ἐκ τοῦ σώματος ἡμῶν ὁρμᾶται ῥίγη, πυρετὸν ἐξ ἀνάγκης αὐτοῖς ἀκολουθήσειν. ὦπται γὰρ οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ πολλοῖς τῶν πρὸ ἡμῶν ἰατροῖς ἤδη ῥίγη συστάντα χωρὶς πυρετῶν, οὐ μὴν ἰσχυρά γε οὕτως ἐστὶν, ὡς τὰ τῶν ἀκριβῶν προηγούμενα τριταίων τεταρταίων, τὰ κρίνοντα πυρετοὺς καυσώδεις τε καὶ θερμούς. εἴωθε δὲ τὰ τοιαῦτα ῥίγη διαίταις ἕπεσθαι μοχθηραῖς, ἐμπιπλαμένων ἀργῶς ἀνθρώπων καὶ λουομένων ἐπὶ τροφαῖς πολλάκις. ὅταν δὲ καὶ αὐτῶν τῶν ἐδεσμάτων αἱ ποιότητες πολλάκις ἐκ τῆς ψυχροτέρας τε καὶ φλεγματικωτέρας ὦσι κράσεως, ἑτοιμότατον ἁλῶναι ῥίγεσιν ἀνεκθερμάντοις τοὺς οὕτω διακειμένους. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ τὸ μηδέποτε θεάσασθαι ῥίγη τοιαῦτα τοὺς παλαιοὺς ἰατροὺς, ὡς ἂν μήτε πλημμελούντων εἰς τὴν ὑγιεινὴν δίαιταν ἴσα τοῖς νῦν τῶν τότε, μήτε τῆς τῶν βαλανείων χρήσεως εἰς τοσοῦτον ἐπιπολαζούσης. ἀλλ’, ὡς εἴρηται ἀρτίως, τὰ τοιαῦτα ῥίγη φρικώδη μᾶλλόν ἐστιν κλονώδη. πρώτη μὲν γὰρ αἴσθησις ἡμῖν ἐπὶ τοῖς μοχθηροῖς περιττώμασιν ἀνωμαλίας γίγνεται, καὶ ὅταν γε δριμέα τὰ τοιαῦτα ὑπάρχῃ, δακνώδης ἐστὶν αἴσθησις· δευτέρα δὲ φρίκης μικρᾶς, εἶτα μείζονος, εἶθοὕτω μεγάλης, ὡς ἤδη καὶ ῥίγους τι μετέχειν· εἶτα τοῦ ῥίγους αὐτοῦ μόνου κλονοῦντός τε καὶ διασείοντος τὰ μόρια. τοῦτο τὸ ῥῖγος ἐπὶ τοῖς ψυχροῖς χυμοῖς οὐκ ἄν ποτε γένοιτο· τὴν ἀρχὴν γὰρ οὐδὲ σφοδρῶς κινοῦνται οἱ τοιοῦτοι διὰ τὸ πάχος· εἰ δὲ λεπτυνθεῖέν ποτε καὶ οὗτοι, ῥῖγος μὲν οἴσουσιν, οὐ μὴν ἰσχυρότερον. οὐ γὰρ ἐγχωρεῖ τὴν αὐτὴν ἐπιδέξασθαι λεπτότητα φλέγμα λεπτυνθὲν, ἣν λεπτυνθεῖσα δέχεται ξανθὴ χολή. τὸ μὲν δὴ τοιοῦτον ῥῖγος οὐ πάνυ τι γιγνώσκουσιν οἱ παλαιοὶ ἰατροί· τὸ δἐν νοσήμασι θανατώδεσι γιγνώσκουσιν. λέγει οὖν Ἱπποκράτης ἐν ἀφορισμοῖς, ἢν ῥῖγος ἐμπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον. ἐν γὰρ τοῖς τοιούτοις ῥίγεσιν ὥρμησε μὲν φύσις ἐπὶ τὸ διώσασθαι τὰ λυποῦντα, νικηθεῖσα δὲ καταπίπτει καὶ κατασβέννυται, καὶ διὰ τοῦτό ἐστιν ὀλέθριον τὸ σύμπτωμα. κατὰ δὲ τοὺς τεταρταίους ἐπίμικτον τὸ ῥῖγός ἐστιν ἐκ ψυχροῦ τε καὶ θερμοῦ. φύσει μὲν γάρ ἐστι ψυχρὸς χυμὸς μέλαινα χολὴ, σηπεδόνα δέ τινα προσλαβοῦσα, διἣν καὶ πυρετοὺς ἐξάπτει, τοσοῦτον ἐπικτᾶται θερμότητος, ὅσον καὶ σηπεδόνος. ὅτι μὲν οὖν ἕπεται ῥίγη κᾀν τοῖς θερμοῖς αἰτίοις ἀπεδείξαμεν· ὅτι δὲ κᾀν τοῖς τοιούτοις ἅπασι καταψύχονταί τε καὶ λειφαιμοῦσι, μάλιστα μὲν ὅσα τοῦ σώματος ἄκρα μόρια, σὺν αὐτοῖς δὲ καὶ τὸ δέρμα σύμπαν, ὅσα τἐπιπολῆς ἐστιν ὑπαὐτῷ, καὶ διὰ τίνα τὴν αἰτίαν γίγνεται, τοῦτο σκεπτέον ἐφεξῆς. ἔστι δή τις ἐκ τῶν πρώτων καὶ, ὡς ἂν εἴποι τις, ἡγεμονικωτάτων κινήσεων ἔσω τε καὶ ἔξω φορὰ τῆς ἐμφύτου θερμασίας, ἐπὶ πολλοῖς πάθεσι γιγνομένη ψυχικοῖς, ἅμα δαὐτῇ δηλονότι καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα, ποτὲ μὲν ἔσω τε καὶ πρὸς τὴν ἀρχὴν φέρεται καὶ συστέλλεται, ποτὲ δἐκτὸς ἀποτείνεται καὶ χεῖται. αὐτῆς μὲν γὰρ τῆς ψυχῆς τὴν οὐσίαν ἴσως μὲν καὶ κατἄλλην τινὰ πραγματείαν ἀποφήνασθαι τολμηρὸν, ἐν δὲ τῇ νῦν ἐνεστώσῃ πρὸς τῷ τολμηρῷ καὶ περιττόν. ἔοικε δοὖν τις ποτἂν , δυοῖν θάτερον, ἤτοι πρώτοις ὀργάνοις εἰς ἁπάσας τὰς ἐνεργείας χρῆσθαι πνεύματί τε καὶ αἵματι καὶ τῇ θερμασίᾳ τῇ κατὰ θάτερόν τε καὶ συναμφότερον, ἐν αὐτοῖς τούτοις ὑπάρχειν. ἔνεστι δὲ ἐναργῶς θεάσασθαι τὰς κινήσεις αὐτῆς ἐν ἄλλοις τε πολλοῖς καὶ μάλιστα τοῖς ψυχικοῖς πάθεσιν. αὐτίκα φόβος τε καὶ θυμὸς, μὲν εἴσω τε καὶ πρὸς τὴν  ἀρχὴν ὑπάγει καὶ συστέλλει τό τε πνεῦμα καὶ τὸ αἷμα σὺν τῷ καταψύχειν τὰ ἐπιπολῆς, δὲ ἀποτείνει τε καὶ χεῖ καὶ θερμαίνει. τὸ δἀγωνιᾷν ὀνομαζόμενον ἐξ ἀμφοῖν ὑπάρχον σύνθετον, ἀνώμαλόν ἐστι ταῖς κινήσεσι. καὶ τοίνυν καὶ οἱ σφυγμοὶ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας μικρότατοι μὲν καὶ ἀτονώτατοι τοῖς φοβηθεῖσι, μέγιστοι δὲ καὶ σφοδρότατοι τοῖς θυμωθεῖσιν, ἀνώμαλοι δεἰσὶ τοῖς ἀγωνιῶσιν. ἐπὶ δὲ τῆς αἰδοῦς εἴσω μὲν πρῶτον κίνησις γίγνεται τῆς ψυχικῆς δυνάμεως, ἐπάνοδος δαὖθις ἀθρόα πρὸς τοὐκτὸς λαμβάνει· ὡς εἴγε μὴ ἐπανέρχοιτο, φόβος ἐστὶν, οὐκ αἰδώς. μὲν γὰρ αἰδὼς ἐξαίφνης γίγνεται, μηδὲν τῆς ψυχικῆς δυνάμεως προσδοκώσης κακὸν, ἀλλ’, ὡς ἂν εἴποι τις, ὑπὸ μαλακίας τε καὶ δειλίας συμφύτου, μὴ φερούσης ἀνθρώπου πολὺ κρείττονος ὁμιλίαν, ἀλλἀποδρᾶναί τε καὶ εἰ οἷόν τἦν ἐκ ποδῶν γενέσθαι σπευδούσης. καὶ διὰ τοῦτο μόνον ἀποχωρεῖ πρὸς τὸ βάθος, οἷον ἀποδιδράσκουσα χωρὶς τοῦ καταψύχεσθαι. τοῦ λογισμοῦ δἐπεγείροντος καὶ παρορμῶντος τὸ παθητικὸν τῆς ψυχῆς, ὅπερ ἐστὶ τὸ φοβούμενόν τε καὶ αἰδούμενον, ἐπανέρχεταί τε καὶ κινεῖται πρὸς τὰ ἐκτὸς ἐν ὁμοίῳ μάλιστα τρόπῳ κινήσεως, ἐν οἵῳ περ ἂν ὅταν ἐπὶ ψυχρολουσίᾳ θερμασίας ἐπανάκλησις γίγνηται. ἐν δέ γε τοῖς φόβοις, ἅτε μηδὅλως ἐπεγείροντός τε καὶ παρορμῶντος τοῦ λογισμοῦ τὸ παθητικὸν τῆς ψυχῆς, ἀεὶ καὶ μᾶλλον κατασβέννυται τὸ θερμὸν, ὥστε καὶ ῥιγοῦν ἐνίους αὐτῶν. ὅπερ δἐν φόβοις ἀθρόως, τοῦτἐν λύπαις κατὰ βραχὺ πάσχουσι, μεγέθει καὶ σφοδρότητι τῶν παθῶν, οὐχ ὅλῳ τῷ γένει διαφερόντων. καὶ τοίνυν καὶ ἀπέθανον ἤδη τινὲς ἐπὶ φόβοις ἐξαιφνιδίοις, ὅταν ἀσθενὲς φύσει ψυχάριον ἰσχυρῷ πάθει κατασχεθὲν ἀθρόως κατασβεσθῇ τε καὶ καταπνιγῇ. τὸ μὲν γὰρ σβέννυσθαι διαὐτὴν τοῦ πάθους γίγνεται φύσιν ἐν τῷ καταψύχεσθαι τὴν γένεσιν ἔχοντος· τὸ δὲ καταπνίγεσθαι διὰ τὸ συννεύειν τε καὶ φέρεσθαι πᾶν ἐπὶ τὴν ἀρχὴν τὸ αἷμα. θυμωθεὶς δοὐδεὶς ἀπέθανεν, ὡς ἂν μήτε τῆς θερμότητος καταψυχομένης μήτε τοῦ τόνου λυομένου· χαρέντες μέντοι μεγάλως ἔνιοι τῶν μικροψύχων ἀνθρώπων ἀπέθανον, ὥσπερ καὶ φοβηθέντες· οὐ γὰρ ἅμα τόνῳ καὶ ζέσει κινεῖται πρὸς τὰ ἐκτὸς ψυχικὴ δύναμις, ἀλλαὐτὸ τοὐναντίον, εἴ τι καὶ πρότερον εἶχε τόνου, τοῦτο νῦν ἐκλύει τε καὶ χαλᾷ· διαφορεῖται τοιγαροῦν, ὅταν ἐπιπλεῖστον χαλασθεῖσα φέρηται πρὸς τὸ ἐκτός. δὲ πόνος ἐναντίως κινεῖσθαι τὴν ψυχὴν ἀναγκάζων ὅμοια τῷ μεγίστῳ φόβῳ φέρει τὰ συμπτώματα. καὶ γὰρ ἀχροοῦσι καὶ καταψύχονται καὶ ῥιγοῦσι καὶ τρέμουσι καὶ μικροσφυκτοῦσι καὶ ἀσφυκτοῦσι καὶ τέλος ἀποθνήσκουσιν ὡσαύτως τοῖς ἐκπλαγεῖσιν. ὑποφεύγει γὰρ κᾀν τούτοις ἐπὶ τὴν ἀρχὴν ἔμφυτος θερμασία λυομένη θἅμα καὶ κατασβεννυμένη. ὅπου δὲ θάνατον ἐπιφέρει τὰ τοιαῦτα τῶν παθῶν, οὐδὲν δήπου θαυμαστὸν εἰ καὶ λειποψυχίαν. οὔκουν οὐδὅτι τὰ λειποψυχίας ἀκόλουθα συμπτώματα, τά τε ἄλλα καὶ ἀκούσιος ἔκκρισις τῶν περιττωμάτων ἕπεται οὐδὲν ἔτι χρὴ θαυμάζειν. ἀλλὰ γὰρ οὐ τοῦ παρόντος καιροῦ μηκύνειν ἔτι ὑπὲρ τῶν τοιούτων ἀλλἐπὶ τὸ προκείμενον ἰτέον. ὅταν οὖν ἐπὶ θερμοῖς τε ἅμα καὶ δακνώδεσι χυμοῖς γίνηται ῥῖγος, οὐδὲν θαυμαστόν ἐστι καταψύχεσθαι τὰ ἐκτὸς ἅπαντα, τῆς ψυχικῆς δυνάμεως εἰς τὸ βάθος συννευούσης ἅμα τῷ αἵματι. γίγνεται γὰρ αἴσθησις τηνικαῦτα τῆς τῶν ἐκτὸς ψύξεως, οὐ τῆς τῶν ἐν τῷ βάθει. καὶ γὰρ διψῶσιν ἰσχυρῶς ἔνιοι κατἐκεῖνον τὸν καιρὸν, ὡς ἂν τῆς ἔνδον θερμασίας διαφυλαττομένης αὐτοῖς. ὅτι δὲ εὐλόγως τὰ τοιαῦτα τοῖς ῥιγοῦσι συμβαίνειν εἴωθεν, ἔνεστι κᾀντεῦθεν συλλογίσασθαι. εἰ γὰρ καθἕν τι μέρος ἐρείδουσαι σφοδρότερον ὀδύναι λειποψυχίας τε ἅμα καὶ καταψύξεις ἐπιφέρουσιν, οὐδὲν ἂν εἴη θαυμαστὸν τὰς καθὅλον ἅμα τὸ σῶμα συνισταμένας, εἰ καὶ μὴ τὰς λειποψυχίας τε καὶ τοὺς θανάτους, ἀλλὰ τάς γε καταψύξεις ἐργάζεσθαι. εἰσὶ γὰρ ὁμογενεῖς καὶ ταῖς ἄλλαις ἁπάσαις ὀδύναις αἱ κατὰ τὸ ῥῖγος, ἀπολείπονται δὲ τῶν ἀναιρουσῶν μεγέθει καὶ χρόνῳ. καὶ γὰρ ἐλάττους εἰσὶ πολλῷ καὶ βραχυχρόνιοι. κωλικὴ μέντοιγε πολλάκις ὀδύνη δυοῖν ἐφεξῆς ἡμερῶν κατέσχε· ῥῖγος δὅσῳπερ ἂν σφοδρότερον, τοσοῦτον ὀλιγοχρονιώτερον γίγνεται. προσέοικε γὰρ καταὐτὸ κίνησις τῆς ψυχῆς οὐ τῇ κατὰ τοὺς φόβους, ἀλλὰ μᾶλλόν πως τῇ κατὰ τὴν αἰδῶ τε καὶ ψυχρολουσίαν. ἀναμάχεται γοῦν δύναμις καὶ διαγωνίζεται πρὸς τὰ λυποῦντα, μέχρι περ ἂν ἐκμοχλεύσῃ τε καὶ διώσηται πάντα. διά τε οὖν τὰς σφοδρὰς ἐμπτώσεις, καὶ ὅτι κατὰ τὸ βάθος ἀθροισθεῖσα μετὰ πολλῆς ἐπανέρχεται θερμασίας, τὸν ἐπὶ τοῖς ῥίγεσι πυρετὸν ἐξάπτει, τὴν ὕλην ἔχουσα σύμμαχον εἰς τὸ μέγεθος αὐτοῦ. εἰ δέ ποτε διαγωνιζομένη φθάσειε καμεῖν αὕτη, πρὶν διώσασθαι τὰ λυποῦντα, γίγνεται μὲν γὰρ καὶ τοῦτο διἀῤῥωστίαν δυνάμεως, μέγεθος αἰτίου, θάνατος ἐξ ἀνάγκης ἀκολουθεῖ, καθάπερ ἔμπροσθεν εἴρηται.
§6–7
§6 Ὁπότε οὖν ἐνταῦθα τοῦ λόγου γεγόναμεν, ἐπιθῶμεν ἤδη τὴν κεφαλὴν αὐτῷ, βραχέσι κεφαλαίοις ἅπαντά τε τὰ προειρημένα περιλαβόντες, ὅσα τε λείπεται προσθέντες. αἱ μὲν βῆχες καὶ οἱ πταρμοὶ καὶ αἱ λύγγες καὶ τὰ ῥίγη τῆς ἐκκριτικῆς δυνάμεως ἰσχυραὶ καὶ βίαιοι κινήσεις εἰσίν· οἱ δὲ σκορδινισμοὶ καὶ αἱ χάσμαι τῆς αὐτῆς μὲν, ἀλλὰ μέτριαι· μετριώτεραι δὲ κᾀν ταῖς φρίκαις αἱ κινήσεις εἰσί· καὶ πολὺ δὴ τούτων μετριώτεραι αἱ κατὰ τὰς ἀνωμαλίας κινήσεις, ὥστε σχεδὸν οὐδὲ κινήσεις εἴποι τις τὰς τοιαύτας, ἀλλαἰσθήσεις μόνον ὑπάρχειν, οἷαί περ καὶ αἱ κατὰ τοὺς ἑλκώδεις κόπους αἰσθήσεις εἰσί. καὶ τούτων μᾶλλον ἔτι ἐν τῷ κνηστιᾷν.  αἴσθησις γὰρ ἐν τούτῳ τῷ συμπτώματι μόνον ἐστὶ περιττωμάτων κνησμωδῶν· οὐδὲ γὰρ ὀνομάσαι δυνατὸν ἄλλως αὐτὰ, πλὴν εἰ νιτρώδη καὶ ἁλμυρά τις πικρὰ προσαγορεύειν ἐθέλοι, τοιαύτη γὰρ φύσις αὐτῶν. ἔνεστι δὲ μαθεῖν περὶ αὐτῶν ἀπό τε τῶν ἔξωθεν, οἷον ἀκαλήφης τε καὶ σκίλλης καὶ ἅλμης καὶ θαλάττης, ὅσα τἄλλα τοιαῦτα καὶ τούτων οὐδὲν ἧττον ἀπαὐτῶν τῶν κατὰ τὸ σῶμα. τοῖς γὰρ ἀλουτοῦσι καὶ ῥυπῶσι καὶ ἀπεπτοῦσι καὶ τροφὰς κακοχύμους ἐσθίουσι κνηστιᾷν συμβαίνει, καὶ πολὺ δὴ μᾶλλον ἐν ψώραις τε καὶ λέπραις, ὅτι πλείων τε καὶ παχύτερος χυμὸς ἐν ταῖς τοιαύταις διαθέσεσι. καὶ διὰ τοῦτο κνῶνται μὲν ἐπὶ πλεῖόν τε καὶ μᾶλλον ἁπάντων ἄνευ τῆς τοιαύτης διαθέσεως κνηστιώντων· ὀνίνανται δοὐδὲν οὐδἂν ἐκδείρωσιν ἑαυτοὺς κνώμενοι σφοδρότατα, διὰ τὸ μένειν ἐν αὐτοῖς ἐμπεπλασμένον τε καὶ, ὡς ἂν εἴποι τις, ἐσφηνωμένον ἐν τῷ δέρματι τὸν λυποῦντα χυμόν. οὔτε γὰρ ὀλίγος οὗτος οὔτε λεπτός ἐστιν, ὡς ἐπὶ τῶν ἀλουτησάντων μόνον ῥυπώντων, ἀλλὰ καὶ πλεῖστος καὶ παχὺς, ἐνίοτε δὲ καὶ γλίσχρος. ἅπαντα γοῦν τὰ τοιαῦτα συμπτώματα κακοχυμίας ἐστὶν ἔγγονα, διαφέροντα δὲ ποιότητι καὶ ποσότητι τῆς αἰτίας, ἔτι τε πρὸς τούτοις ἡσυχίᾳ τε καὶ κινήσει. ὀλίγη μὲν γὰρ καὶ λεπτὴ καὶ ἁλμυρὰ καὶ ἀκίνητος ἐν τοῖς κνηστιῶσιν· ὀλίγη δὲ καὶ λεπτὴ καὶ δακνώδης καὶ ἀκίνητος ἐπὶ τοῖς ἑλκώδεσι κόποις· πολλὴ δὲ καὶ παχεῖα καὶ ἁλμυρὰ καὶ ἀκίνητος ἐν λέπραις τε καὶ ψώραις· ὀλίγη δὲ καὶ λεπτὴ καὶ δακνώδης καὶ βραχεῖαν ἔχουσα τὴν κίνησιν ἐν ταῖς φρίκαις. εἰ δἤτοι κινηθείη σφοδρῶς πλείων δακνωδεστέρα γένοιτο, ῥῖγος, οὐ φρίκην ἐπιφέρει, μέγιστον μὲν πλείστη τε καὶ σφοδροτάτη καὶ δακνωδεστάτη καὶ σφοδρότατα κινουμένη, ἐλάχιστον δὲ, εἰ καθἕν τι τούτων μετρίως αὐξηθὲν ἐκ φρίκης εἰς ῥῖγος μεταπέσοι. πάμπολλαι δὲ ἄλλαι μεταξὺ τοῦ τἐλαχίστου ῥίγους ἐστὶ καὶ τοῦ μεγίστου, τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διαφέρουσαι παρά τε τὸ μᾶλλον καὶ ἧττον κινεῖσθαι τὴν αἰτίαν καὶ παρὰ τὸ μᾶλλόν τε καὶ ἧττον εἶναι δακνώδη, καὶ προσέτι τὴν ἐν τῇ ποσότητι διαφορὰν, ἔτι τε πρὸς τούτοις ἤτοι παρὰ τὸ πάσαις ταῖς εἰρημέναις διαφοραῖς, παρὰ τό τισιν τινι τὴν ποιοῦσαν τὸ ῥῖγος αἰτίαν ηὐξῆσθαι. ταυτὶ μὲν οὖν ἅπαντα τὰ συμπτώματα περὶ τὸ δέρμα καὶ τὰς ὑπαὐτὸ σάρκας ἀθροιζομένης τῆς αἰτίας εἴωθε συνίστασθαι. βῆχες δὲ καὶ πταρμοὶ καὶ λύγγες, αἱ μὲν βῆχες ἐν τοῖς κατὰ πνεύμονά τε καὶ φάρυγγα καὶ θώρακα τῶν αἰτίων συνισταμένων· οἱ πταρμοὶ δὲ ἐν τοῖς κατὰ τὰς ῥῖνας· λύγγες δὲ ἐν τοῖς κατὰ γαστέρα καὶ στόμαχον. ἐν ἅπασι δὲ τοῖς εἰρημένοις κοινὸν τῶν λυπούντων ἐκκριτικὴ δύναμις, ἑαυτὴν ἐπεγείρουσα πρὸς τὰς σφοδροτάτας κινήσεις ὑπὲρ τοῦ διώσασθαι τὰ λυποῦντα, καθάπερ ἔμπροσθεν εἴρηται τά τἄλλα περὶ τῆς γενέσεως αὐτῶν καὶ ὅτι κατὰ συμβεβηκός ποτε καὶ πταρμὸς τῶν κατὰ πνεύμονα συνεστώτων ὑγρῶν ἴαμα καθίσταται, μὴ γινόμενος ἐκείνων ἕνεκεν. οὕτω δὲ καὶ κατὰ τὴν γαστέρα καὶ τὸν στόμαχον, ἐφοἷς αἱ λύγγες συνίστανται, κατὰ συμβεβηκὸς ἐκκαθαίρουσιν οἱ πταρμοὶ, καὶ ταύτῃ γίγνονται λυγγῶν ἰάματα. συνεπωθοῦσι γὰρ τὴν κοιλίαν οἱ κατεπιγάστριοι μύες ἐκτεινόμενοί τε καὶ προστέλλοντες, ὡς βιαιοτέραν γίνεσθαι τὴν ἔμπτωσιν αὐτοῖς τοῖς λυποῦσιν αἰτίοις, διώσασθαι σπεύδει. εἴρηταί μοι σχεδὸν ἅπαντα τὰ τῶν ψυχικῶν ἐνεργειῶν τε καὶ δυνάμεων συμπτώματα σὺν ταῖς ἀπογεννώσαις αἰτίαις αὐτά· κατὰ μέντοι τὸ πρῶτον ὑπόμνημα τῶν ἐν ταῖς φυσικαῖς ἐνεργείαις τε καὶ δυνάμεσι γιγνομένων συμπτωμάτων οὐδενὸς ἐπεμνήσθην, ἐν δὲ τῷ δευτέρῳ τῷδε κατὰ τὴν κοινωνίαν τοῦ λόγου λέλεκταί τι καὶ περὶ ἐκείνων ἐπὀλίγον, ἀλλά γε τὸν τέλεόν τε καὶ ἴδιον αὐτοῖς λόγον ἀποδώσομεν ἐν τῷ τρίτῳ τῷ μετὰ τοῦτον.
§7 Νυνὶ δὲ πρὸς τὸ πάνθἡμῖν ἐν τοῖς δύο συμπεπληρῶσθαι τὰ ταῖς ψυχικαῖς δυνάμεσι γενόμενα συμπτώματα, καὶ περὶ τῶν κατὰ τὰς ἡγεμονικὰς ἐνεργείας ἐροῦμεν. ἔστι μὲν οὖν κᾀν ταύταις τρία τὰ πρῶτα γένη τῶν συμπτωμάτων· ἓν μὲν ἀπώλεια τῆς ἐνεργείας· ἕτερον δὲ βλάβη· τὸ δὲ τρίτον εἰς ἑτέραν ἰδέας ἐκτροπήν. ἀπώλεια μὲν ἐν ταῖς καλουμέναις μωρώσεσί τε καὶ λήθαις. ὦπται γὰρ οὐκ ὀλιγάκις ὡς εἰς ἀπόστασίν τινα κατασκήψαντα νοσήματα μώρωσιν λήθην ἐπήγαγεν. ἐνίους γοῦν καὶ γράμματα καὶ τέχνας τελέως ἐπιλαθομένους ἐθεασάμεθα καὶ μηδὲ τῶν σφετέρων ὀνομάτων μεμνημένους, ὁποῖόν τι καὶ Θουκυδίδης φησὶν ἐν τῷ λοιμῷ συμβῆναι· τινὰς γὰρ τῶν διασωθέντων ἀγνοῆσαι σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους. ὤφθησαν δὲ καὶ διὰ γῆρας ἔσχατον ἔνιοι παραπλησίοις ἁλόντες συμπτώμασιν· καὶ δῆλον, ὡς ἐπὶ καταψύξει γίνεται καὶ μώρωσις καὶ λήθη. καὶ γὰρ οὖν καὶ τὰ φάρμακα τὰ τῶν τοιούτων συμπτωμάτων ποιητικὰ ψυχρὰ ταῖς δυνάμεσίν ἐστι. τὰ μὲν δὴ τοιαῦτα συμπτώματα τὸ σῶμα αὐτὸ κατεψύχθαι δηλοῖ τοῦ ἐγκεφάλου, ὥσπερ καὶ τὰ ἀποπληκτικὰ καὶ τὰ ἐπιληπτικὰ διὰ φλεγματώδους χυμοῦ πλῆθος ἐν ταῖς κοιλίαις αὐτοῦ τοῦ ἐγκεφάλου συναθροισθέντος ἔοικε γίγνεσθαι. καὶ διὰ τοῦτο ἐξαιφνίδιος τε γένεσις αὐτῶν ἐστι καὶ λύσις, οὐδαμῶς τούτου συμβῆναι δυναμένου κατὰ τὰς τῶν σωμάτων δυσκρασίας. αἱ δὲ μέτριαι βλάβαι καὶ οἷον νάρκαι τοῦ λογισμοῦ τε καὶ τῆς μνήμης ἐπὶ βραχυτέρᾳ καταψύξει συμβαίνουσιν, ἤτοι διά τι τῶν εἴσω τοῦ σώματος ληφθέντων φαρμάκων ψυχρῶν, κατὰ  τῆς κεφαλῆς ἐπιτεθέντων, καὶ χυμοῦ ψυχροῦ κατὰ τὸν ἐγκέφαλον ἠθροισμένου· καὶ παραφροσύναι δὲ πᾶσαι, πλημμελεῖς ὑπάρχουσαι κινήσεις τῆς ἡγεμονικῆς δυνάμεως, ἐπὶ μοχθηροῖς συνίστανται χυμοῖς δυσκρασίᾳ τῶν κατὰ τὸν ἐγκέφαλον. ὀνομάζονται δὲ φρενίτιδες μὲν αἱ μετὰ πυρετῶν, μανίαι δὲ αἱ χωρὶς τούτων, ποτὲ μὲν τοῖς δακνώδεσι καὶ θερμοῖς ἑπόμεναι χυμοῖς, ὁποῖος τῆς ξανθῆς χολῆς ἐστι μάλιστα, πολλάκις δὲ κατὰ τὴν δυσκρασίαν τὴν ἐπὶ τὸ θερμότερον αὐτοῦ τοῦ ἐγκεφάλου συνιστάμεναι· μόναι δαἱ μελαγχολικαὶ παράνοιαι ψυχρότερον ἔχουσι τὸν αἴτιον χυμόν. μὲν γὰρ φρενῖτις οὐδὲ ἁπλῶς ἐπὶ θερμοῖς συνίσταται χυμοῖς, ἀλλὰ μετὰ τοῦ φλεγμονὴν ἐργάζεσθαι κατὰ τε τὸν ἐγκέφαλον καὶ τὰς μήνιγγας. ἐν δὲ τοῖς ἄλλοις πυρετοῖς αἱ παραφροσύναι πληθύνοντος ἐν ἐγκεφάλῳ γίγνονται τοῦ τοιούτου χυμοῦ· καὶ ὅσαι γε κατὰ τὰς ἀκμὰς συνίστανται τῶν ὀξυτάτων πυρετῶν, ἀτμὸν δακνώδη καὶ θερμὸν ἀναθυμιώμενον ἴσχουσιν ἐπὶ τὸν ἐγκέφαλον. αἱ δὲ μελαγχολικαὶ παράνοιαι πολυειδεῖς μέν εἰσι ταῖς κατὰ μέρος ὑπούλοις φαντασίαις, ἓν δαὐταῖς ἔοικεν ἁπάσαις ὑπάρχειν κοινὸν, πρὸς Ἱπποκράτους εἴρηται· ἢν φόβος καὶ δυσθυμίη πολὺν χρόνον ἔχουσα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. δυσθυμοῦσι γὰρ ἅπαντες ἀλόγως, οὐδ’, ἢν ἐρωτήσῃς, ἔχοντες εἰπεῖν ἐφὅτῳ λυποῦνται, δεδίασί τε ἐξ αὐτῶν οὐκ ὀλίγοι θάνατόν τε καὶ ἕτερά τινα μηδενὸς ἄξια δείματος· εἰσὶ δὲ οἳ καὶ σφοδρῶς ἐπιθυμοῦσι θανάτου. τό γε μὴν ἐπὶ τῇ μελαίνῃ χολῇ καταλαμβανούσῃ τὴν ἀρχὴν τῆς λογικῆς ψυχῆς φόβους τε γίγνεσθαι καὶ δυσθυμίας καὶ θανάτου προσδοκίας, οὐδὲν θαυμαστόν. ὁρῶμεν γὰρ καὶ τῶν ἔξωθεν τοῦ σώματος οὐδὲν οὕτως ἡμῖν φοβερὸν, ὡς τὸ σκότος. ὅταν οὖν οἷον σκότος τι περιχυθῇ τῷ λογιστικῷ μορίῳ τῆς ψυχῆς, ἀναγκαῖον ἀεὶ φοβεῖσθαι τὸν ἄνθρωπον, ὡς ἂν ἀεὶ τὴν αἰτίαν τοῦ φόβου συμπεριφέροντα τῷ σώματι· ὅπερ γὰρ ἡμῖν ἔξωθεν γίνεται κατὰ χρόνον τινὰ, βαθυτάτου σκότους καταλαβόντος τὸν πέριξ ἀέρα, τοῦτο τοῖς μελαγχολῶσιν ἔνδοθέν τε κᾀξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται, καταλαβούσης τὸν ἐγκέφαλον ἤτοι τῆς μελαίνης χολῆς αὐτῆς, τινος ἀναθυμιάσεως ἀτμοῦ μελαγχολικοῦ, καθάπερ ἐν τῷ νοσήματι τῷ φυσώδει τε καὶ ὑποχονδριακῷ προσαγορευομένῳ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up