Book 3
§1–3.4
§1 Ὅτι μὲν ἀναγκαῖόν ἐστιν οὐ φιλοσόφοις μόνον, ἀλλὰ καὶ ἰατροῖς, ὅσοι γε μὴ ἀλογίστως ἅπτονται τῆς τέχνης, ἐσκέφθαι περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων, ὁπόσαι τέ εἰσι κατὰ γένος, ὁποία τέ τις ἑκάστη κατεἶδος, ἐν τίνι τε μάλιστα τοῦ ζώου μορίῳ καθίδρυται, διὰ τοῦ πρώτου δέδεικται λόγου. ὅτι δοἱ κάλλιστα περὶ αὐτῶν ἀποφήναμενοι Πλάτων τε καὶ Ἱπποκράτης εἰσὶν, ἐῤῥέθη μὲν οὐκ ὀλίγα καὶ διὰ τοῦ πρώτου βιβλίου, τελεώτατα δὲ ἐπεξῆλθον τῷ λόγῳ κατὰ τὸ δεύτερον γράμμα, τὰς διαφορὰς ἁπάντων τῶν λημμάτων ἐκθέμενος, οἷς ἐχρήσαντο περὶ τοῦ προκειμένου δόγματος οἱ ἐπιφανέστατοι τῶν φιλοσόφων. ἀναγκαῖον δέ μοι δοκεῖ καὶ νῦν ἔτι περὶ αὐτῶν ἀναμνήσαντι περαίνειν οὕτω τὸν ὑπόλοιπον λόγον. τέτταρας ἔλεγον εἶναι τὰς πάσας διαφορὰς τῶν λημμάτων· ἔνια μὲν γὰρ αὐτῶν ἀπὸ τῶν ὑπαρχόντων τῷ μορίῳ λαμβάνεσθαι κατὰ τὴν τοῦ προβλήματος οὐσίαν, ἔνια δὲ ἀπὸ τῶν ὑπαρχόντων μὲν, οὐ μὴν κατὰ τὸ προβεβλημένον τε καὶ ζητούμενον, ἕτερα δὲ ἀπὸ τῶν ἔξωθεν μαρτύρων, πρὸς τούτοις δὲ καὶ τὸ τέταρτον ἀπὸ τῶν σοφιστικῶν λημμάτων, τοῖς τῆς λέξεως σχήμασι πρὸς ἀμφιβολίαν πεπανουργημένον. οὐκ ὀλίγα δὲ ἔγραψα παραδείγματα, ἀφὧν ἕκαστον τῶν λημμάτων ἐφευρίσκεται γένος, αὐτὰ τὰ ῥήματα τῶν χρωμένων αὐτοῖς προτιθέμενος. καὶ δὴ τοὺς λόγους αὐτῶν ἀνατρέπων ἱκανῶς βέλτιον ἐγνώκειν ἐν αὐτῷ τῷ τρίτῳ γράμματι τόν τἀριθμὸν καὶ τὰς οὐσίας τῶν ἀρετῶν διδάσκειν. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπέρχεταί μοι τῶν ἀρετῶν μνημονεύσαντι τὸ λέγειν τὸν ἀριθμὸν καὶ τὰς διαφορὰς τῶν συμβεβηκότων. καί τίς γε τῶν ἐπιφανεστάτων σοφιστῶν μοι φήσας, ὡς οὐ δυνατὸν ἀνατρέπειν, ὅσαπερ Χρύσιππος ἔγραψε περὶ τοῦ τὴν καρδίαν μόνην ἐν τῷ σώματι τοῦ ζώου ἀρχὴν εἶναι τοῦ ἡγεμονικοῦ, κατὰ τοῦτο τὸ τρίτον ὑπόμνημα ἐπεξελθεῖν με τῷ λόγῳ τά γἐλλείποντα παρεβίασεν. ἴσως μὲν οὖν τοῦτο αἴτιον αὐτὸ γενήσεται τοῦ ἐπαίνου, ἐπεί τοι οἱ μνημονεύοντες τῶν εἰρημένων ἐν τῷ δευτέρῳ λόγῳ γινώσκουσιν ἡμᾶς τὸ ἰσχυρόν τε καὶ γενναῖον ὧν Χρύσιππος εἶπεν ἀνατρέποντας, ἐάσαντάς τε τὰ ἀσθενέστατα, ἐπιδεικνύειν αὐτοῦ τὰ σφάλματα. λέγω δὴ, ὅτι Χρύσιππος κατὰ τὸν πρῶτον αὑτοῦ περὶ ψυχῆς λόγον τῶν μερῶν αὐτῆς τοῦ ἡγεμονικοῦ μνημονεύειν ἀρχόμενος, ἔνθα δεικνύναι πειρᾶται, τὴν ἀρχὴν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ μόνῃ περιέχεσθαι, οὑτωσὶ λέγει· ψυχὴ πνεῦμά ἐστι σύμφυτον ἡμῖν συνεχὲς παντὶ τῷ σώματι διῆκον, ἔστἂν τῆς ζωῆς συμμετρία παρῇ ἐν τῷ σώματι. ταύτης οὖν τῶν μερῶν ἑκάστῳ διατεταγμένον μορίῳ, τὸ διῆκον αὐτῆς εἰς τὴν τραχεῖαν ἀρτηρίαν φωνὴν εἶναι, τὸ δὲ εἰς ὀφθαλμοὺς ὄψιν, τὰ δὲ εἰς ὦτα ἀκοὴν, τὰ δὲ εἰς ῥῖνας ὄσφρησιν, τὸ δεἰς γλῶτταν γεῦσιν, τὸ δεἰς ὅλην τὴν σάρκα ἁφὴν, καὶ τὸ εἰς ὄρχεις ἕτερόν τινἔχον τοιοῦτον λόγον σπερματικὸν, εἰς δὲ συμβαίνει πάντα ταῦτα, ἐν τῇ καρδίᾳ εἶναι, μέρος ὂν αὐτῆς τὸ ἡγεμονικόν. οὕτω δὲ ἐχόντων αὐτῶν, τὰ μὲν λοιπὰ συμφωνεῖται, περὶ δὲ τοῦ ἡγεμονικοῦ μέρους τῆς ψυχῆς διαφωνοῦσιν, ἄλλοι ἐν ἄλλοις λέγοντες αὐτὸ εἶναι τόποις. οἱ μὲν γὰρ περὶ τὸν θώρακά φασιν εἶναι αὐτὸ, οἱ δὲ περὶ τὴν κεφαλήν. κατὰ τὰ αὐτὰ δὲ ταῦτα διαφωνοῦσι, ποῦ τῆς κεφαλῆς καὶ τοῦ θώρακός ἐστιν, οὐ συμφωνοῦντες αὑτοῖς. Πλάτων δὲ καὶ τριμερῆ τὴν ψυχὴν φήσας εἶναι, τὸ μὲν λογιστικὸν ἔλεγεν ἐν τῇ κεφαλῇ εἶναι, τὸ δὲ θυμοειδὲς περὶ τὸν θώρακα, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλόν. οὕτω φαίνεται διαφεύγειν τόπος ἡμᾶς, οὔταἰσθήσεως ἐκφανοῦς γενομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντετύχηκεν, οὔτε τῶν τεκμηρίων, διὧν ἄν τις συλλογίσαιτο τοῦτο. οὐδὲ γὰρ ἂν ἀντιλογία ἐπὶ τοσοῦτον προῆλθεν καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις. αὕτη πρώτη ῥῆσις γέγραπται ὑπὸ Χρυσίππου περὶ ἡγεμονικοῦ κατὰ τὸ πρότερον περὶ ψυχῆς. τὸ μὲν γὰρ ἥμισυ μέρος αὐτῷ τῆς βίβλου τὸ πρότερον ὑπὲρ οὐσίας ψυχῆς ἔχει τὴν σκέψιν. κατὰ δὲ τὸ ἐφεξῆς ἥμισυ τὸ ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἀρχόμενον ἐπιδεικνύναι πειρᾶται, τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐν καρδίᾳ περιέχεσθαι. τὴν μὲν οὖν ἀρχὴν τοῦ λόγου δίκαιον ἀγάσασθαι· σαφῶς τε γὰρ ἅμα καὶ ἀκριβῶς, ὡς ἐχρῆν εἰπεῖν ἀρχόμενον ἄνδρα τηλικούτου δόγματος, εἴρηται Χρυσίππῳ. καὶ γὰρ, ὅτι Πλάτων τρία μέρη τῆς ψυχῆς ἐτίθετο, καὶ τινα ταῦτα, εἴρηκε, καὶ καθοὕς τινας τόπους ἐν τοῖς ζώοις καθιδρυμένα, καὶ ὅτι λόγῳ χρὴ διασκέψασθαι περὶ τοῦ δόγματος ἐκφυγόντος τὰς αἰσθήσεις. τὰ δἐφεξῆς οὐκ ἔθὁμοίως ἔχει. δίκαιον γὰρ ἦν, οἶμαι, πρῶτον μὲν εἰπεῖν, ὑπὸ τίνων πιθανῶν ἀναπεισθεὶς Πλάτων οὕτως ἐδόξαζεν, ἔπειτα δὲ ἐξελέγξαι καὶ διαβαλεῖν αὐτὰ, κᾀπὶ τούτῳ τὴν ἑαυτοῦ κατασκευάσαι δόξαν, οὐκ ἐκ πιθανῶν ἐπιχειρημάτων, οἵοις ἔθος ἐστὶ χρῆσθαι σοφισταῖς τε καὶ ῥήτορσιν, ἀλλἐξ ἐπιστημονικῶν τε καὶ ἀποδεικτικῶν, δὴ μεταχειρίζεσθαι πρέπει φιλοσόφοις ἀνδράσιν ἀλήθειαν σπουδάζουσιν. ἆροὖν οὕτως Χρύσιππος ἔπραξεν, πᾶν τοὐναντίον; ἐπελάθετο μὲν, ὡς μηδὲ προειρηκὼς ὅλως τι περὶ τῆς τοῦ Πλάτωνος δόξης, ἄρχεται δἐπιχειρεῖν ἀπὸ τοῦ γένους τῶν λημμάτων, κατὰ μαρτύρων δόξαν πλήθους, οὐ κατὰ τὴν τοῦ πράγματος φύσιν ἄξιον πιστεύεσθαι. παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτὴν ᾧδέ πως ἔχουσαν· περὶ ὧν ἑξῆς ζητήσομεν παραπλησίως ἀπὸ τῆς κοινῆς ὁρμώμενοι φορᾶς καὶ τῶν κατὰ ταύτην εἰρημένων λόγων. κοινὴν ἐνταῦθα φορὰν Χρύσιππος εἴρηκε τὸ κοινῇ πᾶσιν ἀνθρώποις δοκοῦν. εἶτἐπιφέρων φησί· καὶ ἐπὶ τούτων ἱκανῶς φαίνονται ἐνηνέχθαι ἀπἀρχῆς εἰς τὸ εἶναι τὸ ἡγεμονικὸν ἡμῶν ἐν τῇ καρδίᾳ. εἶτἐφεξῆς τούτων ἁπτόμενος ἤδη τῶν προχειρημάτων αὐτῶν ᾧδέ πως γράφει κατὰ λέξιν· κοινῇ δέ μοι δοκοῦσιν οἱ πολλοὶ φέρεσθαι ἐπὶ τοῦτο, ὡσανεὶ συναισθανόμενοι περὶ τὸν θώρακα αὐτοῖς τῶν κατὰ τὴν διάνοιαν παθῶν γιγνομένων, καὶ μάλιστα καθὃν καρδία τέτακται τόπον, οἷον μάλιστα ἐπὶ τῶν λυπῶν καὶ τῶν φόβων, καὶ ἐπὶ τῆς ὀργῆς, καὶ μάλιστα τοῦ θυμοῦ, ἐκ τῆς καρδίας ἀναθυμιωμένου καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα, καὶ ἐμφυσῶντος τὸ πρόσωπον καὶ τὰς χεῖρας, γίγνεται ἡμῖν ἔμφασις. ἐν τούτοις ἤδη πάνυ σφόδρα θαυμάζω τοῦ Χρύσιππου πάνθἅμα συγχέοντός τε καὶ ταράττοντος. εἰρηκώς τε γὰρ ὀλίγον ἔμπροσθεν, ὡς Πλάτων ἐν τοῖς περὶ τὸν θώρακα τόποις ὑπολαμβάνει τὸ θυμοειδὲς ὑπάρχειν, εἶτἀφὧν κινηθεὶς ἐπὶ τοῦθἧκεν ὑπερβὰς εἰπεῖν, ὑπερβὰς δὲ καὶ τὸ διαβαλεῖν αὐτὰ, κατασκευάζειν εὐθὺς ἄρχεται τὰ δοκοῦντα αὐτῷ πρώτου πάντων τῶν ἐπιχειρημάτων μνημονεύων, διὧν δείκνυται τὸ θυμοειδὲς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις ὑπάρχον. οὐ γὰρ δὴ ἐξ ἄλλων πραγμάτων φαινομένων, ἐξ ὧν εἴρηκεν Χρύσιππος νῦν, ἐναργέστερον ἄν τις ἀποδείξειεν, ἐκ θώρακός τε καὶ καρδίας ὁρμᾶσθαι τὸν θυμόν. ὡσανεὶ γὰρ, φησὶν, ἀναθυμιωμένου τοῦ θυμοῦ ἐκ τῆς καρδίας καὶ ὠθουμένου ἐκτὸς ἐπί τινα, καὶ ἐμφυσῶντος τὸ πρόσωπόν τε καὶ τὰς χεῖρας, γίγνεται ἡμῖν ἔμφασις. ἐν ταύτῃ τῇ ῥήσει συγχωρεῖν ἔοικεν Χρύσιππος τῷ παλαιῷ λόγῳ ζέσιν τινὰ τῆς ἐμφύτου θερμότητος ὑπολαμβάνοντι γίγνεσθαι κατὰ τὴν καρδίαν ἐν τοῖς θυμοῖς, ζέσει τό τε διαφυσᾶσθαι τὸ πρόσωπον ἕπεται, καὶ σύμπαν ἐρεύθειν τε καὶ θερμαίνεσθαι τὸ σῶμα, καὶ σφοδρῶς πηδᾷν τὴν καρδίαν σὺν ταῖς κατὰ τὸ ζῶον ἁπάσαις ἀρτηρίαις. ἆροὖν Πλάτων ἕτερόν τί φησιν, ἐπειδὰν ἐν Τιμαίῳ γράφῃ· τὴν δὲ καρδίαν ἅμα τῶν φλεβῶν καὶ πηγὴν τοῦ περιφερομένου κατὰ πάντα τὰ μέλη σφοδρῶς αἵματος εἰς τὴν δορυφορικὴν οἴκησιν κατέστησαν, ἵνὅτε ζέσειε τὸ τοῦ θυμουμένου τοῦ λόγου παραγγείλαντος, ὅταν ἄδικος περὶ αὐτὰ γίγνηται πρᾶξις ἔξωθεν, καί τις ἀπὸ τῶν ἔνδοθεν ἐπιθυμιῶν ὀξέως διὰ πάντων τῶν στενωπῶν πᾶν ὅσον αἰσθητικὸν ἐν τῷ σώματι, τῶν τε παρακελεύσεων καὶ ἀπειλῶν αἰσθανόμενον, γίγνηται ἐπήκοον. ἔτι δὲ τούτοις ἐφεξῆς καὶ τάδε γράφει. τῇ δὲ δὴ πηδήσει τῆς καρδίας ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ καὶ τῇ τοῦ θυμοῦ ἐγέρσει προγινώσκοντες, ὅτι οἷα διάπυρός γε τοιαύτη πᾶσα ἔμελλεν οἴκησις γίγνεσθαι τοῦ θυμουμένου, ἐπικουρίαν αὐτῇ μηχανώμενοι τὴν τοῦ πνεύμονος ἰδέαν ἐνεφύτευσαν. ὥστε, φίλτατε Χρύσιππε, τὰ Πλάτωνος δόγματα γράφεις, ἐπειδὰν ἐκ τῆς καρδίας ἀναθυμιᾶσθαί τε καὶ πρὸς τὸ ἐκτὸς ὠθεῖσθαι καὶ τὸ πρόσωπον ἐμφυσᾷν λέγῃς τὸν θυμόν.
§2.1 Οὐ μὴν τοῦτό γἦν σοι τὸ ἀμφισβητούμενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλεἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου, μηδἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν, ὧν ἐφεξῆς γράφεις ὡδί.
§2.2 καὶ πάλιν·
§2.3 καὶ πάλιν·
§2.4 καὶ μυρία ἕτερα τοιαῦτα παρὅλον τὸ γράμμα, κατασκευάζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο δεικνύειν, ἀλλὰ τὸ λογιζόμενον, νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειρασθῆναι γοῦν ἐπιχειρῆσαι δεῖξαι, καθἓν τοῦτο τὸ μόριον εἶναι τό τε θυμούμενον τῆς ψυχῆς καὶ τὸ λογιζόμενον. δέ γε τουτὶ μὲν οὐδἐπεχείρησε πρᾶξαι κατοὐδὲν μέρος τοῦ βιβλίου, χρῆται δὲ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων. εὐθὺς γοῦν ἐν τοῖς ἐφεξῆς οὕτω γράφει. τῆς μὲν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθεἶναι, καὶ νὴ Δία τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ ὅσον τούτοις ἐστὶ παραπλήσιον. οὐδὲν γὰρ ἀναγκαῖον, ἔνθα τὰ πάθη, καὶ τοὺς διαλογισμοὺς ἐνταῦθὑπάρχειν, ὡς, εἴ γε τοῦτἐκ προχείρου τις ἀξιώσειε λαμβάνειν, αὐτὸ τὸ ζητούμενον λήψεται. Πλάτωνος μὲν γὰρ λέγοντος, οὐκ ἐκ ταὐτοῦ μέρους ὁρμᾶσθαι λογισμόν τε καὶ θυμὸν καὶ ἐπιθυμίαν, Ζήνωνος δὲ ἐν καρδίᾳ καθιδρύοντος ἅπαντα, προσῆκον ἦν, οἶμαι, καὶ Χρυσίππῳ καὶ παντὶ τῷ μετὰ Πλάτωνα καὶ Ζήνωνα κρίνοντι τὰ δόγματα τῶν ἀνδρῶν, προσθεῖναι θατέρῳ μὲν αὐτῶν ἀπόδειξιν, θατέρῳ δἔλεγχόν τινα. τὸ δὲ χωρὶς ἀποδείξεως ἀποφήνασθαι, καθάπερ Χρύσιππος ἐποίησεν, ὡς, ἔνθἂν τὸ παθητικὸν· τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχειν, τοσούτου δεῖ φιλοσόφῳ προσήκειν, ὥστοὐδοἱ ῥήτορες, οὐδοἱ σοφισταὶ πράττουσιν αὐτό· πειρῶνται γοῦν κᾀκεῖνοι πίστεσί τισι πιθαναῖς χρῆσθαι. τὸ δὲ ἕκαστον τῶν ζητουμένων ἐξ ἑτοίμου λαμβάνειν οὔτε σοφισταῖς, οὔτε ῥήτορσιν, οὔτε διαλεκτικοῖς, οὔτἀποδεικτικοῖς, οὐδὅλως οὐδενὶ τῶν πάντων προσήκει. κάλλιον οὖν ἦν, οἶμαι, καθάπερ Πλάτων ἀποδεῖξαι προὐθυμήθη τὸ ἑαυτοῦ δόγμα, καὶ τὸν Χρύσιππον οὕτω πειρασθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι, καὶ μὴ πλῆθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν ποιητῶν ἐκλέγοντα, δεικνύντων ὀργὴν, καὶ θυμὸν, καὶ φόβον, καὶ δειλίαν, καὶ θράσος, καὶ θάρσος, καὶ καρτερίαν, ὅσα τἄλλα τοιαῦτα, τὰ μὲν ἐνεργείας τινὰς εἶναι, τὰ δὲ παθήματα τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ ἐξ Ὁμήρου συνειλεγμένα;
§2.5 καί·
§2.6 καί·
§2.7 καί·
§2.8 καί·
§2.9 καί·
§2.10 ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικὸν, ἀλλὰ τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ, οἶμαι, κᾀν τοῖσδε.
§2.11 καί·
§2.12 καί·
§2.13 καὶ πρὸς τούτοις ἔτι·
§2.14 καί·
§2.15 καί·
§2.16 καὶ
§2.17 καί·
§2.18 καί·
§2.19 καί·
§2.20 καὶ πρὸς τούτοις ἔτι·
§2.21 καί·
§2.22 καί·
§2.23 καί·
§2.24 καί·
§2.25 καί·
§2.26 καί·
§2.27 καί·
§2.28 καί·
§2.29 καί·
§2.30 καί·
§2.31 πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρία ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγράφοιμι, πληρώσω τὸ βιβλίον, ὥσπερ καὶ Χρύσιππος ἐπλήρωσεν. ἀλλἐξ Ὁμήρου μὲν ἱκανὰ καὶ ταῦτα· τῶν δἐξ Ἡσιόδου παραγραφέντων ὑπὸ Χρυσίππου, παμπόλλων καὶ αὐτῶν ὄντων, ἀρκέσει μοι δυοῖν τριῶν ἐπιμνησθῆναι παραδειγμάτων ἕνεκα.
§2.32 καί·
§2.33 καί·
§2.34 ἐν οἷς ἐγὼ μὲν ἐκπλήττομαι τῆς μεγαλοψυχίας τὸν Χρύσιππον. δέον γὰρ, ὡς ἄνθρωπον ἀνεγνωκότα τοσούτους ποιητὰς, καὶ γινώσκοντα σαφῶς ἅπασι τοῖς δόγμασιν αὐτοῦ μαρτυροῦντας ἄλλοτε κατἄλλα τῶν ἐπῶν, ὥσπερ καὶ Πλούταρχος ἐπέδειξεν ἐν τοῖς τῶν Ὁμηρικῶν μελετῶν, ἐκλέγειν μὲν ἐξ αὐτῶν ὅσα μαρτυρεῖ τῷ σπουδαζομένῳ πρὸς αὐτοῦ δόγματι, παραλείπειν δὲ τὰ μαχόμενα, καὶ πᾶν ἐνίοτε κατασκευάζοντα τοὐναντίον, δὁμοίως ἑξῆς ἁπάντων μέμνηται. τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντἐχρῆν ὑπαὐτοῦ παραλελεῖφθαι, διὧν δὲ νοῦν καὶ φρένας καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ἐν καρδίᾳ περιέχεσθαι, συνάγειν ἔδει, καθάπερ ἔχει καὶ τὰ τοιαῦτα.
§2.35 καί·
§2.36 καί·
§2.37 καί·
§2.38 ὥσπερ γὰρ τοῦ προτέρου γένους τῶν ἐπῶν, διὧν ἐν τῇ καρδίᾳ δείκνυται τὰ τῆς ψυχῆς πάθη, παμπόλλη τις ἀφθονία παρὰ τοῖς ποιηταῖς ἐστιν, οὕτως οὐδὲ θατέρου ὀλίγα, ἐν οἷς τὸ λογιζόμενον ἐν καρδίᾳ τις ὅσον ἐπὶ τοῖς ποιηταῖς ἐπιδεῖξαι δυνήσεται.
§3.1 Ταῦτοὖν ἐχρῆν ἐκλέγειν μόνα τὸν Χρύσιππον, εἴπερ ὅλως κατὰ μάρτυρας ἐγνώκει διαιρεῖν τὸν ἀγῶνα. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δἐλάττω γράψαι, τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικνύντι καλῶς ἂν γίγνοιτο· πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα· τὸ δ’, ὅπερ Χρύσιππος σπουδάζει, κατασκευάζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος ἂν εἴη, καὶ μάλισθὅσα φανερῶς ἐπιτιμῶντα ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ καὶ τάδε.
§3.2 ταυτὶ γὰρ Ὅμηρος· ἐποίησε τὸν Ὀδυσσέα λέγοντα πρὸς ἑαυτὸν, ἡνίκἐφοἷς ἑώρα κατὰ τὴν οἰκίαν πραττομένοις ὑπὸ τῶν θεραπαινῶν ἀνέζεσέ τε τὸ κατὰ τὴν καρδίαν αὐτοῦ θερμὸν, ἔμελλέ τε νικήσας θυμὸς τὸν λογισμὸν ἐπἄκαιρον κόλασιν ἄξειν αὐτὸν τῶν γυναικῶν. ὃν γὰρ ἱππεὺς πρὸς ἵππον, κυνηγέτης πρὸς κύνα λόγον ἔχουσιν, τοῦτον λογισμὸς πρὸς θυμόν. ἄρχειν μὲν γὰρ ἐν ἅπασι καὶ κρατεῖν ἐστι δικαιότερον τὸ φύσει κρεῖττον, ἱππεὺς μὲν ἵππου, κυνηγέτης δὲ κυνὸς, λογισμὸς δὲ θυμοῦ, συμβαίνει δοὐκ ἀεὶ νόμῳ φύσεως διοικεῖσθαι τὴν συζυγίαν, ἀλλἵππος μὲν ἐνίοτε δυσπειθὴς οὐ κατὰ κόσμον ἐκφερόμενος συναπήνεγκεν αὑτῷ τὸν ἀναβάτην ἀῤῥωστίᾳ δυνάμεως ἐπιστήμης ἱππικῆς ἀμαθίᾳ νικηθέντα, θυμὸς δὲ ἰσχυρὸς καὶ ἐπὶ τιμωρίαν ἄκαιρον ἐξορμήσας σφοδρότερον ἔστιν ὅτε συνεπεσπάσατο λογισμὸν ἄῤῥωστον ἀμαθῆ. εἰ μὲν γὰρ καὶ ῥώμην καὶ ἐπιστήμην ἔχοι, κρατήσει πάντως τε λογισμὸς |τοῦ θυμοῦ καὶ ἡνίοχος τοῦ ἵππου· εἰ δἤτοι θατέρου τούτων ἀμφοῖν στεροῖτο, κίνδυνος ἐνταῦθα τοῦ φύσει κρείττονος ἐπικρατῆσαι τὸ χεῖρον, ὥσπερ ἐν Σκύθαις τε καὶ Γαλάταις καὶ πολλοῖς ἄλλοις βαρβάροις ἔθνεσιν θυμὸς κρείττων τοῦ λογισμοῦ, παρἡμῖν δὲ ἔν τε παισὶ καὶ τοῖς ἀπαιδεύτοις ἀνθρώποις. Ὅμηρος δὲ δὴ τοῦταὐτὸ ἐπιδεῖξαι βουλόμενος Ἕκτορα μὲν καὶ Ἀχιλλέα καί τινας ἑτέρους τοιούτους θυμῷ δουλεύοντας ὑποτίθεται νεανίσκους· Ὀδυσσέα δὲ καὶ Πολυδάμαντα καὶ Νέστορα τῷ λογισμῷ κρατοῦντας τοῦ θυμοῦ, πολλάκις μὲν οὕτως ἰσχυρῶς, ὡς μηδἐξορμῆσαι πρὸς ἄλογόν τινα πρᾶξιν τὸν θυμὸν, ἔστιν ὅτε δὁρμῶντα μὲν, ἀλλὑπὸ τοῦ λογισμοῦ κατεχόμενον, ὥσπερ κᾀν τοῖσδε τοῖς ἔπεσιν Ὀδυσσέα πεποίηκεν. ἅπαντα δἐφεξῆς αὐτὰ παραγράψω.
§3.3 εἰ μὴ σαφῶς ἐν τούτοις Ὅμηρος ἐκδιηγεῖται μάχην θυμοῦ πρὸς λογισμὸν ἀνδρὶ φρονίμῳ, καἰ νίκην μὲν τοῦ λογισμοῦ, τοῦ θυμοῦ δεὐπείθειαν πρὸς αὐτὸν, οὐδἄλλοὐδὲν ἄν τις ἡμῖν συγχωρήσειεν ἐκμανθάνειν τοῦ ποιητοῦ. τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν ἀχθέντων, οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις τι χρήσαιτο. τὰς γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν Ὀδυσσεὺς ὑπὸ μὲν τοῦ θυμοῦ βιαίως εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ τοῦ λογισμοῦ κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος. ἐπεὶ δοὐκ ἠδύνατο ῥᾳδίως πείθειν λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρὸν, σφοδρότερον αὐτῷ προσφέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος ἀντισπῶν βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι πρὸς ἑαυτὸν, καρτέρει κατὰ τὸ παρὸν΄, γενναιοτάτη καρδία, καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπα, ὁρῶσα τοὺς ἑταίρους ὑπαὐτοῦ διαφθειρομένους. ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ πολιτείας, ἀκαιρότατα δ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν λογισμὸς ἐστασίαζε πρὸς τὸν θυμόν. ᾔδει μὲν γὰρ, ὡς ἀνόσιόν τι καὶ δεινὸν ἔργον ἐργάζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ τοῦτὤκνει τε καὶ ἀνεβάλλετο, καὶ οὐκ εὐθὺς ὁρμήσασα ἔπραξε τοὖργον. αὖθις δαὐτὴν θυμὸς, ὥσπερ τις ἵππος δυσπειθὴς νικήσας τὸν ἡνίοχον, ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ. καὶ ἔπειτα πάλιν λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶταὖθις ἀνθεῖλκεν θυμὸς, εἶταὖθις λογισμός. ὥστε πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη ὡς συνεχώρησε τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν Εὐριπίδης αὐτήν·
§3.4 μανθάνει μὲν δή πού τι τὸ μέγεθος ὧν μέλλει δράσειν κακῶν, ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δεἶναι φησι αὐτοῦ τὸν θυμὸν, καὶ διὰ τοῦθὑπἐκείνου πρὸς τοὖργον ἀπάγεσθαι βιαίως, ἔμπαλιν Ὀδυσσεῖ τῷ λογισμῷ τὸν θυμὸν ἐπισχόντι. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ· Ἑλλήνων δὲ καὶ πεπαιδευμένων, οἷον περ αὖ πάλιν ποιητὴς ὑπέθετο τὸν Ὀδυσσέα, κρείττων λογισμὸς τοῦ θυμοῦ. πολλάκις μὲν οὖν λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς κρείττων ἐστὶν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι. καὶ τοῦτο μὲν τοῖς εἰς τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει. πολλάκις δ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον, ὡς ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός. ὁρᾶται δἔν τε πολλοῖς τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς, ἔτι δὲ θηρίων οὐκ ὀλίγοις, καὶ ἀνθρώπων τοῖς θηριώδεσιν. ἔστιν ὅτε δὲ οὐδέτερον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν, ὡς ἐφέλκεσθαι παραχρῆμα θάτερον, ἀλλἐναντιοῦταί τε πρὸς ἄλληλα καὶ διαμάχεται, καὶ νικᾷ τῷ χρόνῳ θάτερον, ἐπὈδυσσέως μὲν λογισμὸς, ἐπὶ Μηδείας δ θυμὸς, ὡς δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς, , εἰ μὴ μόρια, πάντως γε δυνάμεις τινές. δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτεἶναι νομίζων, οὔτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς, ὅμως οὐκ ὀκνεῖ τῶν Ὀδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν, ἐναργῶς καταβαλλόντων τὴν δόξαν αὐτοῦ. πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιούτοις ἀνδράσι μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματαὐτῶν ὡς μαρτυρούντων μνημονεύουσιν; ἐμπέπλησται γὰρ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν συνίστασθαι μαρτυρούντων, δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν. ὥσπερ γὰρ ἐξ Ὁμήρου καὶ Ἡσιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν Χρύσιππος ἔγραψεν, οὕτω ἐξ Ὀρφέως καὶ Ἐμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα·
§3.5–5
§3.5 ὅτι μὲν γὰρ ἔχει λέων θυμὸν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν. οὐδὲν γὰρ, ὡς οἴεται, τῶν ἀλόγων ζώων οὔτε τὸ θυμοειδὲς, οὔτε τὸ ἐπιθυμητικὸν, οὔτε τὸ λογιστικὸν ἔχει, ἀλλ’, ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον γράμμα, παρὰ πᾶσαν τὴν ἐνέργειαν ἀφαιροῦνται τῶν εἰρημένων ἁπάντων αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί. Τυρταῖος δέ γε, καθάπερ οὖν καὶ Ὅμηρος καὶ Ἡσίοδος, καὶ ἁπλῶς εἰπεῖν ἅπαντες οἵ ποιηταὶ σφοδρότατον ἔχειν φασὶ τοὺς λέοντας τὸν θυμὸν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν θυμοειδέστατος, εἰκάζουσι λέοντι, καὶ χωρὶς δὲ τῶν ποιητῶν ἅπαντες ἄνθρωποι τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν. οὕτως οὐδὲ τοῖς ἀθληταῖς παύονται καθἑκάστην ἡμέραν οὕτως ἐγκελευόμενοι· καὶ τοὐναντίον ἔοικεν ἅπαν βούλεται συμπίπτειν τῷ Χρυσίππῳ. τῶν γὰρ ἀπὸ τῆς φύσεως αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν ἑκάστοτε, καὶ ῥητορικῶς μᾶλλον φιλοσόφως ἐν πλήθει μαρτύρων τὸ νικᾷν θέμενος, ὑπαὐτῶν ὧν ἐπικαλεῖται προπαραδίδοται.
§4.1 Καὶ γὰρ οὖν, ὅταν εἴπῃ, διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τἀνδρὸς, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς λεγομένοις, ὡς γνωρίζειν, ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλἐκείνους μὲν ἅπαντας, ἐπειδὰν σκώπτωσιν, οὐκ ἔχειν ἐγκέφαλόν φασιν, τοὺς ἀτόλμους δὲ καὶ δειλοὺς ἀκαρδίους ὀνομάζουσιν. ἐξελέγχεται τοίνυν κᾀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν ἐπικαλεῖται μαρτύρων, ἐν ἐγκεφάλῳ μὲν ὑπολαμβανόντων εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμοειδές. ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ ἀκάρδιον, τίνι διανοίᾳ λέγουσιν οἱ πολλοὶ, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸ ἄσπλαγχνον· ἔχει δὲ ῥῆσις ᾧδε. παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάγχνους, καθ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία, καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δἐγκεφάλου λαμβανομένου, ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος, διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν. μὲν ῥῆσις αὕτη. χρὴ δαὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προσέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτω γὰρ μόνως, οἶμαι, πεισθήσεται τὸ κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ, τὸ, ΛΑΒΕ ΜΗΔΕΝ, ΚΑΙ ΚΡΑΤΕΙ ΚΑΛΩΣ. ἔγωγοὖν ἐν πολλοῖς πολλάκις βιβλίοις ἀνεγνωκὼς ῥήσεις, ἐν αἷς ὀνόματα καὶ ῥήματα συνάπτεται μηδεμίαν ἔχοντα διάνοιαν, οὐδαμόθεν τοῦτἀκριβούμενον εἶδον οὕτως, ὡς κατὰ τήνδε τὴν νῦν ἡμῖν προγεγραμμένην λέξιν. αἴνιγμα γάρ ἐστιν λόγος τοῦ Χρυσίππου θαυμαστῇ τινι καταπεπλεγμένον ἀσαφείᾳ μετὰ συντομίας ἀκαίρου. καίτοι τήν γε συντομίαν οὐδὲ καθἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλοὕτω μακρός ἐστιν, ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν. τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες, ἀσθενείᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως ἑπόμενον. καί μοι δοκεῖ καὶ αὐτὸς αἰσθανόμενος αὐτῆς τρὶς καὶ τετράκις ὑπὲρ τῶν αὐτῶν ἐπὶ πλεῖστον ἐκτείνειν τοὺς λόγους οὐκ ὀκνεῖ. τὸ δὲ τῆς βραχυλογίας ἄηθές τε καὶ σπανίως ὑπαὐτοῦ γιγνόμενον, ἐν οἷς ἂν μάλιστα λόγοις ἄφυκτον αἰσθάνηται τὸ σφάλμα τῶν ἑαυτοῦ δογμάτων. βούλεται γὰρ, οἶμαι, παρατρέχειν αὐτὸ διὰ ταχέων, ἄλλο ὑπομένων ἐξελέγχεσθαι. καί μοι δοκεῖ, καθάπερ ἐν τοῖς ἄλλοις λόγοις ἀγωνίζεται σαφῶς ἑρμηνεύειν, οὕτως ἐν οἷς ἐξελέγχεται συγκρύπτειν τὸν λόγον ἀσαφείᾳ μετὰ βραχυλογίας, ἵνα δηλαδὴ δοκῇ μὲν ἀπολελογῆσθαι πρὸς τοὔγκλημα, καὶ μὴ παρεληλυθέναι τελέως αὐτὸ, μηδὲν δὲ ἡμεῖς ἔχωμεν ἀντιλέγειν τοῖς εἰρημένοις, ὧν οὐδὅλως μανθάνομεν. αὐτίκα γέ τοι κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν τὸ ἄσπλαγχνον καὶ ταὶ τὸ μὴ ἔχειν ἐγκέφαλον ὅπως οἱ πολλοὶ λέγουσιν ἐξηγεῖται, ἐμοὶ μὲν δοκεῖ τοιόνδε τι δηλοῦν. ἀσπλάγχνους μὲν καλοῦσιν ἐνίους ἐν ἴσῳ τῷ ἀκαρδίους, ἐπειδὴ σπλάγχνον καρδία, τὸ δἐγκέφαλον μὴ ἔχειν ἐν ἴσῳ τῷ ἄσπλαγχνον εἶναι λέγουσιν, ἐπειδὴ καὶ οὗτος σπλάγχνον τἐστὶ καὶ κύριον. οὐ μὴν προσίενταί γε πάντες οἱ Στωϊκοὶ τὴν τοιαύτην ἐξήγησιν, ἀλλἕτερον μέν τι λέγεσθαί φασιν, οὐ δηλοῦσι δὲ αὐτὸ, τῶν ἐσωτερικῶν ὑπάρχον δηλονότι, καὶ ἐπιτιμῶσιν ἡμῖν εὐθέως ὡς προπετῶς ἀντιλέγουσι, πρὶν γνῶναι τὸ λεγόμενον. οἱ δὲ καὶ λοιδοροῦντες σφοδρότερον ἀνεισάκτους τε καὶ φιλονείκους ἀποκαλοῦσιν, οὔ φασί τε διδάξειν τὸ λεγόμενον ἀπαιδεύτους ἀνθρώπους. καίτοι τά γ΄ ἄλλα καὶ μὴ βουλομένων ἡμῶν διεξέρχονται μακρῶς. ἀλλὅταν, ὡς εἶπον, ἐπί τι τοιοῦτον ἀφίκωνται, μηδεμίαν ἔχον εὐπορίαν φλυαρίας, οἱ μὲν γράφοντες τὰ βιβλία ταχέως θἅμα καὶ σαφῶς παρατρέχουσιν, οἱ δἐξηγούμενοι τὰ τούτων συγγράμματα φθόνου μᾶλλον ὑπόνοιαν εἰς τοὺς ἀκούοντας ἐκπέμπειν ἕτοιμοι γίγνονται, προσποιούμενοι μὴ βούλεσθαι διδάσκειν ἡμᾶς, ἤπερ ὁμολογοῦντες νενικῆσθαι. ἀλλὰ τοὺς μὲν ἀσπλάγχνους τε καὶ ἀνεγκεφάλους ἤδη παρέλθωμεν, ἵνα μὴ λυπῶμεν ἐπὶ πλέον τοὺς περὶ τὸν Χρύσιππον ἐναργῶς καταμαρτυρουμένους ὑφὧν ἐπικαλοῦνται μαρτύρων· ὅθεν δἀπελίπομεν, ἐκεῖσε πάλιν ἐπανέλθωμεν. ἐμπλήσας Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσιοδείων, καὶ Στησιχορείων, Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας, καὶ παρὰ Τυρταίου, καὶ τῶν ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα μὴ συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας, (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι προσήκειν τοὔνομα,) ταῦτα κατὰ λέξιν ἐπιφέρει· ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι. καλῶς εἶπες, Χρύσιππε, ταῦτα, κάλλιον δἦν, εἰ μὴ μόνον εἶπες, ἀλλὰ καὶ παντάπασιν ἐφυλάξω τὴν γραώδη ταύτην ἀδολεσχίαν. τί γὰρ ἂν εἴη γραωδέστερον, ἀδολεσχότερον, γραμματιστῇ πρεπωδέστερον, πόῤῥω μᾶλλον ἀπεληλαμένον ἀποδείξεως προσηκούσης ἀνδρὶ φιλοσόφῳ, τοῦ μνημονεύσαντα κατἀρχὰς εὐθὺς τοῦ Πλάτωνος δόγματος ἐᾶσαι μὲν τοῦτο καὶ ἀποῤῥῖψαι παντάπασιν, οὐδὡς ὑπὸ τῶν μεταὐτὸν κατεσκεύασται προσγράψαντα, παρελθεῖν δὲ καὶ τὴν πρὸς τοὺς ἠρωτημένους ὑπὸ τῶν ἀνδρῶν λόγους ἀντιλογίαν τε καὶ λύσιν, ἐφ δίκαιον ἦν αὐτὸν ἀποδείξεσι χρησάμενον ἐπιστημονικαῖς ἐμπεδῶσαι τὸ ἑαυτοῦ δόγμα, ποιητῶν δὲ μεμνῆσθαι, καὶ πλῆθος ἰδιωτῶν καλεῖν μαρτυρῆσον, καὶ τί λέγουσιν αἱ γυναῖκες, γράφειν, οὐδοὖν οὐδὲ ἐν αὐτοῖς οἷς καλεῖ μάρτυσιν εὐτυχοῦντα; καὶ γὰρ οἱ ποιηταὶ καὶ καταὐτοῦ λέγουσιν ἅπαντες τὰ πλείω καὶ οἱ ἰδιῶται. τίς γοῦν οὐκ ἔγραψε ποιητὴς, ἐπιθυμεῖν τε καὶ θυμοῦσθαι πολλὰ τῶν ζώων ἀνθρώπου σφοδρότερον; τίς δἰδιώτης οὐχ οὕτω χρῆται τοῖς ὀνόμασιν, ὡς τὸ Πλάτωνος βούλεται δόγμα, τὸ μὲν ἀκάρδιον ἐν ἴσῳ τῷ δειλὸν καὶ ἄτολμον καὶ ἄνανδρον ὀνομάζων, καρδίαν δὲ λαβεῖν ἐγκελευόμενος, ἐπειδὰν εἰς ἀνδρείαν πρᾶξιν ἐπεγείρῃ τὸν πέλας, ἐπεγγελῶν δὲ τοῖς ἀνόητον εἰποῦσιν, ἀνεγκεφάλους καὶ ἀσυνέτους ὀνομάζων αὐτοὺς, ἑτέρους δἀγχίνους καὶ ἔννους φάσκων, οὓς ἂν ὡς συνετοὺς ἐπαινῇ, ἀσπλάγχνους δὲ ἀποκαλῶν τοὺς μὴ ἐλεοῦντας μηδένα, μήτε φιλοῦντας, μήθὅλως φροντίζοντας ἐπαινούντων ψεγόντων, ἀδικούντων ὠφελούντων, ἀλλὥσπερ λίθους ἀναισθήτους ὑπάρχοντας; οὓς γὰρ ἂν εἰς ἀναισθησίαν παντελῆ σκῶψαι βουληθῶσιν, ἀσπλάγχνους ὀνομάζουσιν, ὥσπερ τοὺς ἀνάνδρους μὲν ἀκαρδίους, ἀνεγκεφάλους δὲ τοὺς ἄφρονας. ἐπεὶ δἐστὶν καὶ τρίτον τι σπλάγχνον, τὸ ἧπαρ, ἐν τὸ ἐπιθυμητικὸν ἵδρυται τῆς ψυχῆς, καὶ χρὴ καὶ τούτῳ συμμετρίαν τινὰ τῶν οἰκείων ὑπάρχειν κινήσεων, εἰ μέλλοι τελέως κεκοσμῆσθαι τὴν ψυχὴν ἄνθρωπος, εἴη ἂν καὶ κατὰ τοῦτἀναίσθητος, ὡς ἐπὶ τοῖς ἄλλοις τοῖς δύο, καὶ μοχθηρῶς διακείμενος ἄσπλαγχνος ὀρθῶς ὀνομαζόμενος. δἐναντίος αὐτῷ μεγαλόσπλαγχνος λέγεται, καθάπερ Εὐριπίδης εἰσάγει τὴν Μήδειαν ὄντως μεγαλόσπλαγχνον, ἁπάσας τὰς τῶν τριῶν σπλάγχνων δυνάμεις τε καὶ κινήσεις ἰσχυρὰς ἔχουσαν. ἐπιθυμητικωτάτην μὲν γὰρ προτίθεται τὴν γυναῖκα, καὶ θυμικωτάτην ἅμα καὶ λογίσασθαι δεινήν. ἱκανὰ δὲ γνωρίσματα τοῦ μὲν ἐπιθυμητικοῦ τῆς ψυχῆς, εἰς ὅσον ἀμέτρου κινήσεως ἀφῖκται, τὰ περὶ τὸν ἔρωτα τοῦ Ἰάσονος, ὑφοὗ νικηθεῖσα προὔδωκεν ἅμα καὶ κατέλιπε τοὺς οἰκείους, ἐπηκολούθησε δὲ καὶ τελέως ἐπίστευσεν ἑαυτὴν ἀνθρώπῳ ξένῳ· τοῦ δὲ θυμικοῦ τῆς σφοδρότητος, οἷά περ τοὺς παῖδας ἐμήνισεν, οὐ σμικρὰ γνωρίσματα· τοῦ δὲ λογιστικοῦ τῆς συνέσεως, (ὑποτίθεται γὰρ κᾀν τούτοις αὐτὴν Εὐριπίδης οὐ τὴν τυχοῦσαν,) οὐ σμικρὰ σημεῖα τὰ πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐχθροὺς ἐπινοηθέντα, καὶ ὅσα πρὸς ἑαυτὴν διεξέρχεται, καὶ στέλλουσα καὶ πείθουσα τὸν θυμὸν ἀποχωρεῖν ἔργων ἀνοσίων. ὥστεὐλόγως ἐπαὐτῆς Εὐριπίδης εἶπε·
§4.2 αὕτη μὲν οὖν μεγαλόσπλαγχνος, ἄσπλαγχνος δὲ καὶ μικρόσπλαγχνος, φαῦλα, καὶ μικρὰ, καὶ βραδυκίνητα, καὶ δυσκίνητα τὰ τρία τῆς ψυχῆς μόρια. μεταξὺ δέ μοι τῶν λόγων ὧν διεξέρχομαι τὸ παραστὰν οὐκ ὀκνήσω φράσαι· λέλεκται δὲ ὑπὸ τῶν παλαιῶν φιλοσόφων, ὡς οὐκ ἐνδέχεταί τινα διαλεγόμενον ἀδολέσχοις ἀνθρώποις ἀποσχέσθαι τελέως ἁπάσης ἀδολεσχίας. ἔγωγοὖν ἠναγκάσθην ὑπὸ τοῦ Χρυσίππου προσχυθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνὰς, μήποτἂν ἑκὼν ἐτόλμησα πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων. οὐχ ὅπως γὰρ Εὐριπίδης, Τυρταῖος, τις ἄλλος ποιητὴς, καὶ παντάπασιν ἰδιώτης ἱκανὸς πιστεύεσθαι περὶ δόγματος ἁπάσης ἀποδείξεως χωρὶς, ἀλλοὐδαὐτὸς ἁπάντων ἰατρῶν ὁμολογουμένως ἄριστος Ἱπποκράτης, ὥσπερ οὐδὲ πρῶτος ἁπάντων φιλοσόφων Πλάτων. οὐδὲ γὰρ ἂν ῥαγεῖεν ὑπὸ φθόνου σύμπαντες οἱ μεταὐτὸν, οὐδἂν ὑπὸ φιλονεικίας ἀναίσχυντα σοφίζωνται, καθάπερ οἱ περὶ τὸν Χρύσιππον, τὴν δόξαν ὑπερβάλλεσθαί ποτε δυνήσονται τοῦ Πλάτωνος, τὸν τῶν ἀποδείξεων μιμήσασθαι κόσμον. ἀλλὅμως οὐδὲ τούτοις τοῖς ἀνδράσι τοσοῦτον ὑπὲρ τοὺς ἄλλους ἐπιστήμῃ τὴν ψυχὴν κεκοσμημένοις οὐδεὶς νοῦν ἔχων ἁπλῶς εἰποῦσιν ἀξιοῖ πιστεύειν, ἀλλἀναμένει τὴν ἀπόδειξιν. δέ γε Χρύσιππος ὧν μὲν οὗτοι λέγουσιν ἀποδείξεων ὑπὲρ τοῦ προκειμένου δόγματος οὔτε ἐμνημόνευσεν οὐδεμιᾶς, οὔτἐξελέγχειν ἐπεχείρησεν, οὐκ αἰδεῖται δὲ Τυρταῖόν τε καὶ Στησίχορον ἐπικαλούμενος μάρτυρας, οὓς εἰ καὶ ζῶντας ἤρετό τις περὶ τούτων τῶν δογμάτων ἐπιστήμης ἀμφισβητοῦσιν, ἐξωμολογήσαντο ἂν εὖ οἶδὅτι μηδὲν ἐπαΐειν αὐτῶν, αὐτοὶ δὲ μᾶλλον ἂν, οἶμαι, παρὰ Χρυσίππου τι μαθεῖν, παραὐτῶν ἀποδεικνύειν ἠξίωσαν. εἶτα δηλαδὴ Χρύσιππος ἂν ἐπὶ τοὺς ἰδιώτας ἦγεν αὐτοὺς, σοφὸς ἐπὶ τοὺς ἀμαθεῖς, σώφρων ἐπὶ τοὺς μαινομένους, λόγων ἀκολουθίαν εἰδὼς ἐπὶ τοὺς διαφερομένους πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς κατὰ πάντα καιρὸν ἐν λόγοις τε ἅμα καὶ πράξεσιν. ἀλλεἰ καὶ μαίνονται τὰ πάντα καὶ διαφέρονται πρὸς ἀλλήλους τε καὶ ἑαυτοὺς ἅπαντες οἱ ἰδιῶται, τοῦτο γοῦν, οἶμαι, σῶφρον ἔχουσι, τὸ μὴ καλεῖν ἐφ λέγουσι τοὺς καταμαρτυρήσοντας ἑαυτῶν. δὲ Χρυσίππου σοφία καὶ τῆς τῶν ἰδιωτῶν ἀμαθίας ἐπέκεινα προελήλυθεν· ἐπικαλεῖται γὰρ μάρτυρας, ὑφὧν κατακρίνεται. τούτου χάριν ἠναγκάσθην κᾀγὼ νῦν ἀδολεσχεῖν, ἵνἐπιδείξω τὸν Χρύσιππον ἐν ἅπασι μέγιστα σφαλλόμενον. οὔτε γὰρ ἐμνημόνευσεν οὐδεμιᾶς τῶν ὑπὸ Πλάτωνός τε καὶ Ἱπποκράτους εἰρημένων ἀποδείξεων, οὔτε ἀντεῖπεν, οὔταὐτός τινα εἶπεν ἑτέραν ἀπόδειξιν, οὔτε οἶδεν, οὓς χρὴ καλεῖν μάρτυρας. ἐπεδείξαμεν οὖν ἤδη καὶ διὰ τοῦ πρώτου βιβλίου περὶ τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας τοῦ Χρυσίππου· πρόδηλος δὲ καὶ νῦν ἐστιν ἀναισθησία τἀνδρὸς, χρῆν ἀποκρύπτειν ἐναργῶς καταβάλλοντα τὸν λόγον αὐτοῦ, ταῦτοὐ μόνον ἀποκρύπτοντος, ἀλλὰ καὶ μαρτυρεῖν ὑπολαμβάνοντος.
§5 Ἀποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων, ἴδωμεν ἑξῆς ἅπαντας οὓς ἐρωτᾷ λόγους, ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου, πρὸς τὸ μηδὲν παρελθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ᾧδε. τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθεἶναι, καὶ ἤδη τὰ λοιπὰ πάθη, καὶ τοὺς διαλογισμοὺς, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων, πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα ἐχόμενοι τῆς ῥηθείσης φορᾶς. πρῶτον μὲν γὰρ, ἵνα πάντες ἐντεῦθεν ἄρξωμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινὲς τὸν θυμὸν, καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα, καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτην φορὰν λέγομεν. οὕτω δὲ λέγεσθαι, καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν, καὶ ὅτι καταπιὼν τὸ ῥηθὲν, ἀπῆλθεν τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους, ὅτι πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρειν ἔφησεν, ἀλλοὐ πάντα καταπίνεται, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης, οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων, εἰ μὴ περὶ τὸν θώρακα τὸ |ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ταῦτα πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν. ἀναβαίνειν δἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομένων, καὶ οὐ καταβαίνειν τὸν προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν αἰσθήσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν κεφαλὴν, ἀλλοτριώτερον. ἐν τούτοις πάλιν Χρύσιππος οὐκ αἰσθάνεται τοὺς ἰδιώτας ἐφἑαυτὸν καλῶν· τὸ γὰρ ἀναβαίνειν τὸν θυμὸν, καταβαίνειν τὴν χολὴν, ὅσα τἄλλα τοιαῦτα λέγεται, μαρτυρεῖ τοῖς τὸν θυμόν τε καὶ ὅλως τὰ πάθη κάτω που τετάχθαι νομίζουσιν, ὥσπερ ἐν τῇ κεφαλῇ τὸν λογισμόν. τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλοὺς, οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι, μηδὲ μανθάνωσι τῶν λεγομένων, ἐπειδὰν λέγηται μὲν τινα ὡς ὀργὴν, λύπην, θυμὸν, τι τοιοῦτον πάθος ἐγκαλεσόμενα, μὴ φροντίζῃ δὲ αὐτῶν ἀκούων, μηδὲ κινῆται κατὰ πάθος. αὕτη μὲν οὖν ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω. μετὰ ταῦτα δ Χρύσιππος τοιᾶσδἑτέρας μέμνηται. αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσι ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ᾧδε τὰ εἰρημένα. τοῦτο τὸ ἐπιχείρημα τοῖς ἔμπροσθεν ὁμογενές ἐστιν, δύο ἕτερα προσειληφὸς ἐπιχειρήματα πάνσοφα, τό τε γυναῖκας εἶναι τὰς λεγούσας αὐτὰ, καὶ μὴ, ὥσπερ τὰ πρόσθεν, τοὺς ἄνδρας, τό τε καὶ τῇ δείξει δηλοῦν ὥσπερ ὀρχουμένας, ἅπερ λόγος ἐπὶ τῶν ἀνδρῶν ἐδήλου. ἀλλά τοι κᾀνταῦθα, γενναιότατε Χρύσιππε, κατὰ σαυτοῦ καλεῖς τὰς γυναῖκας μάρτυρας. οὐδὲ γὰρ αὗται λέγουσιν οὕτως, οὐδὀρχοῦνται ταῖς χερσὶν, ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶνται συνιέναι τῶν λεγομένων, ἀλλὅταν ὑπὸ λοιδορίας, ἀπειλῆς, τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι, μήτε θυμοῦσθαι, μήθὅλως ἀγανακτεῖν· ὅπερ οὐδαὐτὸν, οἶμαι, λανθάνει τὸν Χρύσιππον. ἀντιφθεγγόμενος γοῦν κᾀνταῦθα ἑαυτῷ μετὀλίγον ὡδί πως γράφει. ἀφἧς τε φορᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλὰς, εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἅπτεσθαι αὐτῶν, καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν ἀπὸ τῆς φορᾶς ταύτης, καὶ βαθείας τινάς φαμεν εἶναι, τὸ διὰ μηδὲν τῶν τοιούτων ἐφικέσθαι καταβῆναι αὐτῶν. ὅτι μὲν οὖν ἐπὶ τῶν ἀπειλούντων λοιδορούντων λέγεται τὸ μὴ καταβαίνειν εἰς τὸ στῆθος τὰ εἰρημένα, καὶ αὐτὸς Χρύσιππος μαρτυρεῖ. προσέῤῥιψε δὲ τῷ λόγῳ τὸ τῆς διανοίας ὄνομα, δέον εἰπεῖν θυμοῦ. τὸ μὲν γὰρ λογίζεσθαί τε καὶ νοεῖν τὰ λεγόμενα, καὶ τὸ μαχόμενον ἀκόλουθον ἐπίστασθαι τῆς λογιστικῆς δυνάμεως ἔργον· τὸ δὲ ἐπὶ λοιδορίαις ἀπειλαῖς μήτὀργισθῆναι μήτε θυμωθῆναι τῆς θυμοειδοῦς ἴδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς Χρύσιππος λέγει. μεταξὺ δὲ ταύτης τῆς τε νῦν γεγραμμένης ῥήσεως καὶ ἧς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα ῥῆσίς ἐστιν, ἣν ἤδη παραγράψω, πρὸς τὸ μηδὲν ὅλως ὑπερβαίνειν δοκεῖν· ἔχει δὲ ᾧδε. τούτοις δἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς, καὶ ἔτι τὸν βαθὺν λέγομεν πολλῶν τοιούτων συμφώνως τοῖς εἰρημένοις, καταπιόντες γὰρ ὅμοιον εἰπεῖν, ὅτι ἡμέρα ἐστὶ, καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν, καὶ πάλιν ἐκεῖνο λέγοντες, ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδἀνοικείως ἀνεμεῖν λέγονται. τοῦτο τὸ ἀνεμεῖν ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι, καὶ ἐκπτύσαι, καὶ ἐκβαλεῖν, καὶ ἀποῤῥῖψαι, καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῆναι μοχθηρῶν. εἰ δἄρα καὶ τὸ ἐξεμέσαι λέγοιτο πρός τινων, εἴη ἂν ταὐτὸν τῷ ἀποπτύσαι, καὶ ἀποῤῥῖψαι, καὶ τοῖς ἄλλοις τοῖς ἐκ μεταφορᾶς λεγομένοις ὁμοίως ἔχον. ὅτι δοὐ μόνον ἀνδρὶ φιλοσοφοῦντι τῶν τοιούτων ἐπιχειρημάτων οὐδέν ἐστι μεταχειριστέον, ἀλλοὐδὲ ῥητορικῷ, δέδεικται μὲν ἤδη μοι καὶ διὰ τῶν ἔμπροσθεν, οὐ μὴν ἀλλὰ καὶ νῦν ἔνεστιν ἐνδείξασθαι διὰ βραχέων, ἀναμνήσαντα τῶν ῥητορικῶν τεχνῶν, ἃς ἐκεῖνοι γράφουσι, διδάσκοντες ἡμᾶς τόπους ἐπιχειρημάτων εἰς ἑκάστην ὑπόθεσιν. οὐδενὸς γὰρ τοιούτων μνημονεύουσιν, οἴων Χρύσιππος ἐνέπλησε τὰ ἑαυτοῦ συγγράμματα. ἀλλὰ γὰρ εἴπερ πᾶσαν ῥῆσιν ἀκριβολογεῖσθαι βουληθείην, ὡς μηδὲν τῶν ἁμαρτημάτων ἀνέλεγκτον παραλιπεῖν, εἰς ἄπειρον ἄν τι μῆκος ἐκταθείη τὸ βιβλίον. ἀφέμενος οὖν ἤδη τῶν προγεγραμμένων, ἐπὶ τὰ ἐφεξῆς τρέψομαι, διὧν Χρύσιππος ἄρχεται παρατίθεσθαι τὰς τῶν ποιητῶν μαρτυρίας, μεταξὺ παρεντιθεὶς αὐτῶν ὀλίγους λόγους ἑαυτοῦ, πολλάκις μὲν ὥσπερ ἐξήγησιν ὧν ῥῆσις βούλεται, πολλάκις δὥσπερ ἐπιτομήν τινα καὶ οἷον καθόλου τι κεφάλαιον. ἀρξάμενος οὖν ἀπό τινος Ἐμπεδοκλείου ῥήσεως ἐξηγεῖταί τε αὐτὴν καί τινων κατὰ τὴν ἐξήγησιν ἀξιολογωτέρων ἄρχεται λόγων, ἐν οἷς ἐστι καὶ περὶ τῆς φωνῆς, οὗ κατὰ τὸ δεύτερον ἐμνημόνευσα τῶνδε τῶν ὑπομνημάτων, ἐν βιβλίῳ πάντας ἔδοξέ μοι κάλλιον εἶναι παραθέσθαι τοὺς λόγους, οἳ τὸ πιθανὸν ἔχουσι, καὶ οὐχὶ ἀπόβλητοι τελέως εἰσὶν, οὐδὲ γυναῖκας, οὐδὲ ἰδιώτας, οὐδὲ ἐτυμολογίας, φορὰς χειρῶν, ἐπινεύσεις, ἀνανεύσεις κεφαλῆς, ποιητὰς ἐπικαλοῦνται μάρτυρας· ἐφὧν καὶ μόνων ἐγνώκειν καταμεῖναι, μὴ προσθεὶς αὐτοῖς ταυτὶ τὰ νῦν μοι γραφόμενα. δόξαν δὲ τοῖς ἑταίροις ἄμεινον εἶναι, μηδὅσα παντάπασιν ἠδολέσχηται τῷ Χρυσίππῳ, μηδὲ ταῦθὑπερβῆναι παντελῶς, ἀλλἐπισημήνασθαί τε τὴν ἀτοπίαν αὐτῶν, ἐπιδεῖξαί τε πρὸς τὸ μηδὲν πλέον ἀνύειν αὐτὰ κατὰ τῶν Στωϊκῶν δογμάτων παρειλημμένα, διὰ τοῦτο προσέθηκα πάντα ταῦτα κατὰ τόδε τὸ βιβλίον. περὶ μὲν δὴ τῆς φωνῆς οὐδὲν ἔτι δέομαι λέγειν ἐν τῷδε, σύμπαντα τὸν τόπον ἱκανῶς ἐξειργασμένος ἐν τῷ πρὸ τούτου βιβλίῳ. ὅσα δὲ ἐφεξῆς ἔτι τοῦ περὶ ταύτης λόγου κατὰ τὸ τοῦ Χρυσίππου βιβλίον εἰρημένα, τούτων ἤδη μνημονεύσω. ἔστι δὲ τά τε κατὰ τὰς φορὰς τῶν χειρῶν, ὅτε ἐφαπτόμεθα τῶν στέρνων ἡμᾶς αὐτοὺς δεικνύντες, ἔτι τε τὰ κατὰ τὴν ἐγὼ φωνὴν, δὴ κᾀντοῖς ἐτυμολογικοῖς εἶπεν ἔχειν τι φάσκων αὐτὰ δεικτικὸν ἐκ τοῦ φαινομένου διὰ τὸ κατὰ τὴν πρώτην ἐν αὐτῇ συλλαβὴν, ὡς ἐπὶ τὸ στῆθος ἀπάγεσθαι τήν τε κάτω γένυν καὶ τὸ χεῖλος. εἴρηταί μοι καὶ περὶ τούτων ἤδη κατὰ τὸ δεύτερον τῶνδε τῶν ὑπομνημάτων κᾀν τοῖς περὶ ὀνομάτων ὀρθότητος. ὅμοια δὲ τοῖς τοιούτοις ἐπιχειρήμασι καὶ τὰ κατὰ τὴν ἐτυμολογίαν εἰσὶ τοῦ τῆς καρδίας ὀνόματος, ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς, ᾧδέ πως ἔχοντα. τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτἔσχηκεν καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη. τὸ μὲν ὡς πρὸς τὴν ζωὴν ἡμῶν κυριώτατον εἶναι τὸ σπλάγχνον οὐδἡμεῖς ἀμφισβητοῦμεν, γενναιότατε Χρύσιππε, οὐ μὴν ἀπλῶς γε κυριώτατον εἶναι συγχωροῦμεν. οὐ γὰρ ἄρχειν αὐτὸ καὶ δεσπόζειν τῶν ἄλλων φύσις ἔνειμεν, ὅταν γε προσηκόντως διοικήσαι τὰ κατὰ τὸν ἄνθρωπον, ἀλλἐγκεφάλῳ μὲν ἄρχειν, ὑπακούειν δὲ τῇ καρδίᾳ, καθάπερ ἡμεῖς ἀποδείκνυμεν. ἐφεξῆς δὲ τοῖς εἰρημένοις, Χρύσιππος τάδε γράφει. ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος, καὶ συγκατατιθέμεθα τούτῳ, καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα. ταῦτα τὰ κεφάλαια μόνα τῶν ἐπιστημονικῶν ἐστι, καὶ εἴπερ ἀπέδειξεν Χρύσιππος αὐτὰ, τότἂν ἐπῃνοῦμέν τε τὸν ἄνδρα καὶ τοῖς δόγμασιν ἐπειθόμεθα τῶν Στωϊκῶν. ἐπεὶ δἀποδεῖξαι μὲν οὐκ ἐπεχείρησεν, ἀπεφήνατο δὲ μόνον, ἡμεῖς δὲ πρόσθεν μὲν ἤδη περὶ τῶν αὐτῶν ἀπεδείξαμεν, ὡς οὔτε κατὰ τὴν καρδίαν γίγνεται, καὶ πάντων αὐτῶν ἐγκέφαλός ἐστιν ἀρχὴ, καὶ διὰ τῶν ἐφεξῆς δὲ οὐδὲν ἧττον ἀποδείξομεν, οὐκ ἔτἂν οἶμαι δίκαιον εἶναι τοῖς Χρυσίππου πιστεύειν δόγμασιν, ἀλλὰ τοῖς Ἱπποκράτους καὶ Πλάτωνος. ταυτὶ μὲν οὖν τὰ κεφάλαια, τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων, οὕτως ταχέως Χρύσιππος παρέδραμεν, ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρὴ, μηκύνει περιττῶς. ἑξῆς δὲ περί τε φωνῆς μνημονεύει καὶ νεύρων ἀρχῆς, ὑπὲρ ὧν ἀμφοτέρων εἴρηταί μοι κατὰ τὰ πρόσθεν ὑπομνήματα. καὶ μετὰ ταῦτα τὴν ἀκάρδιον ἐξηγεῖται προσηγορίαν, ὑπὲρ ἧς ἔμπροσθεν ἤδη μοι λέλεκται, τοσοῦτον δὲ ἐπισημανοῦμαι καὶ νῦν ἀπαὐτῆς τῆς λέξεως τοῦ Χρυσίππου μαρτυρούσης οἷς προεῖπον· ἔχει δὲ ᾧδε. κατὰ τοῦτο καὶ εὐκάρδιοι λέγονταί τοι εἶναί τινες καθάπερ εὔψυχοι, καὶ καρδίαν ἀλγεῖν οἱ κηδόμενοί τινων, ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. ἐν ταύτῃ γὰρ τῇ ῥήσει σαφῶς Χρύσιππος ἐμαρτύρησεν ἡμῖν, ὡς οὐδέποτε τὸ λογιζόμενον τῆς ψυχῆς οὐδεὶς τῶν ἰδιωτῶν ἐν καρδίᾳ νενόμικεν ὑπάρχειν, οὐδ ἀκάρδιος τὸν ἄψυχον, ὡς οἴεται Χρύσιππος, ἀλλὰ τὸν ἄτολμον δηλοῖ παραὐτοῖς. οὕτω δὲ καὶ τὴν καρδίαν ἀλγεῖν τὸ λυπεῖσθαι λέγουσιν, ὡς καὶ τοῦταὐτὸς μαρτυρεῖ διὰ τῆς αὐτῆς ταύτης ῥήσεως τῆς νυνὶ γεγραμμένης, ἐν φησιν· ὡς ἂν κατὰ τὴν καρδίαν τῆς κατὰ τὴν λύπην ἀλγηδόνος γιγνομένης. οὕτως ἐν ἅπασι τοῖς λόγοις Χρύσιππος οὐκ αἰσθάνεται τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κάτω τῆς κεφαλῆς μέρεσιν ὑπάρχειν κατασκευάζων, οὐ τὸ λογιζόμενον, ἐπιστήμην δεχόμενον, ἀλήθειαν σπουδάζον. οὕτω δὲ κᾀπειδὰν ἐπιφέρων εἴπῃ, τὸ γὰρ ὅλον, καθάπερ ἐν ἀρχῇ εἶπον, εὖ μάλἐμφαίνουσιν οἵ τε φόβοι καὶ αἱ λῦπαι κατὰ τοῦτο τὸ μέρος γιγνόμεναι, μαρτυρεῖ κᾀνταῦθα τῷ τοῦ Πλάτωνος λόγῳ. καὶ διὰ τῶν ἑξῆς δὲ κατὰ τὸν παραπλήσιον τρόπον οὐκ αἰσθάνεται κατασκευάζων, ὡς ἐν τῇ καρδίᾳ τὸ θυμοειδὲς ἵδρυται τῆς ψυχῆς. τε γὰρ ἐν τοῖς φόβοις πάλσις τῆς καρδίας ἐκφανής ἐστι καὶ εἰς τοῦτο τῆς ὅλης ψυχῆς συνδρομὴ, οὐκ ἄλλως ἐπιγεννηματικῶς γιγνομένων αὐτῶν, καθάπερ ἄλλοις ἄλλου συμπάσχειν πεφυκότος, καθ καὶ συνιζάνουσιν εἰς αὑτοὺς, συναγόμενοι πρὸς τοῦτο, ὡς ἂν τὸ ἡγεμονικὸν, καὶ κατὰ τὴν ὡς ἂν αὐτῶν τούτου φυλακτικήν. καὶ τὰ τῆς λύπης πάθη ἐνταυθοῖ που εὐφυῶς γίγνεται, οὐδενὸς ἄλλου συμπάσχοντος οὐδὲ συναλγοῦντος τόπου. ἀλγηδόνων γάρ τινων κατὰ ταῦτα γιγνομένων σφοδρῶν, ἕτερος μὲν οὐδείς ἐμφαίνει τόπος τὰ πάθη ταῦτα, δὲ περὶ τὴν καρδίαν μάλιστα. ταῦτα πάντα φήσομεν ἀληθῶς ὑπὸ τοῦ Χρυσίππου λέγεσθαι, καὶ παρακαλέσομέν γε τοὺς ἀπαὐτοῦ μεμνῆσθαί τε αὐτῶν καὶ μηκέτι παρἡμῶν ἑτέραν ἐπιζητεῖν ἀπόδειξιν ὑπὲρ τοῦ τοὺς φόβους, καὶ τὰς λύπας, καὶ πάνθὅσα τοιαῦτα πάθη κατὰ τὴν καρδίαν συνίστασθαι, ἀλλὰ τοῦτο μὲν καὶ παραὐτῶν ὁμολογούμενον λαμβάνεται τῶν Στωϊκῶν. οὐ μόνον γὰρ Χρύσιππος, ἀλλὰ καὶ Κλεάνθης καὶ Ζήνων ἑτοίμως αὐτὰ τιθέασιν. ἐκεῖνο δἐπισκέπτεσθαι χρὴ μόνον, ἐν τὴν πᾶσαν ἀμφισβήτησιν εἶναι συμβέβηκεν, εἰ καὶ τὸ λογιζόμενόν ἐστιν ἐνταῦθα. εἰ γὰρ ὥσπερ τὸ θυμοειδὲς, ἐναργῶς ἐπιδείκνυται διὧν Χρύσιππος ἤδη πολλάκις εἴρηκε λόγων περιεχόμενον ἐν τῇ καρδίᾳ. ἡμεῖς δὲ εἰ περὶ τοῦ λογιζομένου παραπλησίας ταύταις καὶ σφοδροτέρας ἔτι προσθείημεν ἀποδείξεις ὑπὲρ τοῦ κατὰ τὴν κεφαλήν τε καὶ τὸν ἐγκέφαλον ὑπάρχειν αὐτὸ, τί ἄλλο τὸ Πλάτωνός τε καὶ Ἱπποκράτους ἀποδειχθήσεται δόγμα, τὰς ἀποδείξεις ἀμφοτέρας ἡμῶν συνθέντων;
§6–8.1
§6 Ἴσως οὖν ἄμεινον, ἐπειδὴ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, ἀναμνῆσαι τῶν ἐπιστημονικῶν ἀποδείξεων, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τῷ πρὸ τούτου διελέχθην ὑπομνήματι, τὰ λήμματα δεικνὺς, ἐξ ὧν ἄν τις ἀποδείξειε τὸ προκείμενον. ἦν δαὐτὸ τὸ κεφάλαιον ἐκ τῶν ὑπαρχόντων καὶ συμβεβηκότων ἑκατέρῳ τῶν σπλάγχνων κατὰ τὴν οὐσίαν τοῦ ζητουμένου πράγματος ἄρχεσθαι χρῆναι. καὶ δὴ τὰ ὑπάρχοντά τε καὶ συμβαίνοντα καθἑκάτερον ἰδίᾳ πάντα διήλθομεν ἔμπροσθεν. ἦν δὲ καὶ τούτων κεφάλαια ταῦτα· πρῶτον μὲν, ὡς τῶν αἴσθησίν τε καὶ κίνησιν τὴν κατὰ προαίρεσιν ἅπασι τοῖς τοῦ ζώου μέλεσι παραγόντων ὀργάνων, ἅπερ ὀνομάζεται νεῦρα, τὸν ἐγκέφαλον ἀρχὴν ὑπάρχειν συμβέβηκεν, ὥσπερ τῶν ἀρτηριῶν τὴν καρδίαν· ἔπειτα δ’, ὅτι, θλιφθεισῶν μὲν τρωθεισῶν τῶν κατὰ τὸν ἐγκέφαλον κοιλιῶν, ὅλον τὸ ζῶον αὐτίκα γίνεται καρῶδες, οὐ μὴν ἀπόλλυταί γε οὔτε κατὰ τὰς ἀρτηρίας, οὔτε κατὰ τὴν καρδίαν κίνησις, ὥσπερ γε κᾀπειδὰν ὁμοίως τὴν καρδίαν διαθῶμεν, αἱ μὲν κατὰ τὰς ἀρτηρίας κινήσεις παραβλάπτονται, τὸ δὲ ὅλον ζῶον οὔτε εἰς αἴσθησιν οὐδεμίαν οὔτε κίνησιν οὐδὲν φαίνεται βλαπτόμενον. ἐπεδείξαμεν δὲ καὶ ὡς οὐδέτερον οὐδετέρῳ χορηγεῖ τῶν εἰρημένων δυνάμεων, οὔθ καρδία τῷ ἐγκεφάλῳ τῆς αἰσθητικῆς τε καὶ κατὰ προαίρεσιν κινητικῆς, οὔθ ἐγκέφαλος τῇ καρδίᾳ τῆς σφυγμικῆς, ἀλλἔστιν ἑκάτερον τῶν μορίων ἑκατέρας δυνάμεως οἷον πηγή τις. ἐνδείκνυται δ λόγος ἤδη καὶ τὴν ἀπὸ τῶν νοσημάτων μαρτυρίαν, ὑπὲρ ἧς ἐν τοῖς ἑξῆς ἐπὶ πλέον ἐροῦμεν. ἐγκεφάλου μὲν γὰρ πάσχοντος, ἕτοιμον παραφρονῆσαί τε καὶ ἀκίνητον καὶ ἀναίσθητον γενέσθαι τὸ ζῶον, καρδίας δὲ, συγκοπῆναι μὲν καὶ ἀπολέσθαι, τῶν προειρημένων δοὐδὲ ἓν παθεῖν. εἴπερ οὖν οὕτως ταῦτἔχει, καθάπερ ἔχει, καὶ οἱ λέγοντες, ἐκ καρδίας πεφυκέναι τὰ νεῦρα, λέγειν μὲν δύνανται τοῦτο καὶ γράφειν, ὥσπερ καὶ ἄλλα πολλὰ λέγουσί τε καὶ γράφουσιν, οὐ μὴν ἐπί γε τῶν ζώων ἐναργῶς δεικνύναι. τὴν μὲν γὰρ λεγομένην ἀρχὴν, ἀφἧς τὰ νεῦρα πέφυκεν, ἐγκέφαλον ἀναγκαῖον ὑπάρχειν· ὅσα δὲ Χρύσιππος ἐπὶ πλεῖστον μηκύνων ἐπὶ τῆς καρδίας διεξῆλθεν, οὐ τὸ λογίζεσθαι δείκνυσι τὸ σπλάγχνον, ἀλλὰ τὸ θυμοῦσθαι, καὶ τὸ φοβεῖσθαι, καὶ τὸ λυπεῖσθαι, καὶ πάνθὅσα τοῦ θυμοειδοῦς τῆς ψυχῆς ἐστιν ἔργα τε καὶ πάθη.
§7.1 Ὅπερ οὖν εἶπον ἤδη πρόσθεν ἐν τῷδε τῷ γράμματι, τοῦτο καὶ νῦν ἀναγκαῖον ἀναμνῆσαι, ὅτι Χρύσιππος ἐν τῇ μετὰ τὰς προγεγραμμένας ῥήσεις λέξει προχείρως πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μόνου τὰς δυνάμεις ἀμφοτέρας λαμβάνει, μηδὲ μίαν ἀπόδειξιν, παραμυθίαν, πιθανότητα τῷ λόγῳ προστιθεὶς, ὡς ἐξ αὐτῆς φανερὸν ἔσται τῆς λέξεως αὐτοῦ τόνδε τὸν τρόπον ἐχούσης. ἀτόπως οὖν αὐτὸ κατὰ ταῦτα ἐξαχθησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην καὶ τὴν ἀγωνίαν ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας, ἐν ἄλλῳ γίνεσθαι τόπῳ τῷ ἡγεμονικῷ. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει περὶ τὴν καρδίαν γινόμενα. ὃν τρόπον γὰρ, ὅταν τὸν πόδα πονῶμεν τὴν κεφαλὴν, περὶ τούτους τοὺς τόπους πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης οὐκ οὔσης ἀλγηδόνος, οὔτε ἐν ἑτέρῳ τινὶ τόπῳ τῷ ἡγεμονικῷ αὐτῆς γινομένης. πρὸς ταύτην τὴν ῥῆσιν δίκαιον ἀποκρίνασθαι τῷ Χρυσίππῳ καθἕκαστον ὧν ἐρωτῶ κεφαλαίων, εὐθέως ἀπὸ τῆς ἀρχῆς τὸ πρῶτον ἀναλαβόντας, ἔνθα φησὶ, τὴν λύπην καὶ τὴν ἀγωνίαν καὶ τὴν ὀδύνην ἀλγηδόνας ὑπάρχειν. εἴτε γὰρ ἐρωτῶν ἡμᾶς οὕτως εἴποι τις, ὡς Χρύσιππος εἴρηκεν, εἴτε ἀποφαινόμενος, ἐπαινέσομεν αὐτοῦ τὸν λόγον, καὶ φήσομεν, ἀγωνίαν καὶ λύπην καὶ ὀδύνην ἀλγηδόνας εἶναι τῷ γένει, μᾶλλον δ’, εἰ χρὴ τοῖς ὀνόμασι κατὰ τὴν τῶν Ἑλλήνων χρήσασθαι συνήθειαν, ὀδύνας τε καὶ ἀλγηδόνας οὐδέτερον ἀλλήλων διαφέρειν, ὥσπερ οὐδὲ κίονα οὐδὲ στύλον, οὐδὦπας καὶ ὀφθαλμούς· ἀγωνίας μέντοι καὶ λύπης οἷον γένος εἶναί τι τὴν ἀλγηδόνα. τὸ δἐν τῷ ἡγεμονικῷ τόπῳ τὰς ἀλγηδόνας γίνεσθαι, τοῦτοὐκ ἔτι τῷ Χρυσίππῳ συγχωρήσομεν αὐτῷ τὴν ἀλγηδόνα κατά γε τὸ ἡγεμονικὸν συνίστασθαι. δίκαιος οὖν ἐστιν ἐπιδεῖξαι καθἓν καὶ ταὐτὸν σπλάγχνον ἀμφοτέρας ᾠκισμένας τὰς δυνάμεις. καίτοι τί λέγω καθἓν καὶ ταὐτόν; οὐ γὰρ πρὸς Χρύσιππον οὕτω χρὴ ποιεῖσθαι τὸν λόγον, ἀλλὰ πρὸς Ἀριστοτέλην, συγχωροῦντα μὲν, εἶναι πλείους δυνάμεις ἡμῶν ἐν τῇ ψυχῇ τῷ γένει διαφερούσας, οὐ μὴν ἐν ἄλλῳ γε καὶ ἄλλῳ σπλάγχνῳ καθιδρῦσθαι· πάντων γὰρ ἀρχὴν εἶναι βούλεται καρδίαν. δὲ Χρύσιππος οὐδὲ τὰς δυνάμεις αὐτὰς διαλλάττειν ἀλλήλων ὁμολογεῖ, οὐδἑτέρᾳ μέν τινι δυνάμει θυμοῦσθαι τὸ ζῶον, ἑτέρᾳ δἐπιθυμεῖν, ἑτέρᾳ δὲ λογίζεσθαι. οὔκουν οὐδἡμᾶς οὕτω χρὴ προβάλλειν αὐτὸ, καθάπερ ὀλίγον ἔμπροσθεν εἴπομεν, ἐπιδεῖξαι παρακαλοῦντας, ὡς ἐν ταὐτῷ τόπῳ τοῦ ζώου καὶ τὸ θυμοειδές ἐστι καὶ τὸ λογιστικὸν καὶ τὸ ἐπιθυμητικόν. τὸ τοίνυν πρότερόν τε τούτου καὶ γενικώτερον ζήτημα τοῦτο παρακαλέσομεν Χρύσιππον τινα τῶν ἀπαὐτοῦ καταστήσασθαί τε καὶ ἀποδεῖξαι. τοῦτο δἐστὶ τὸ τῆς αὐτῆς εἶναι δυνάμεως ἔργα τό τε λογίζεσθαι καὶ τὸ θυμοῦσθαι καὶ τὸ βρωμάτων τε καὶ πομάτων καὶ ἀφροδισίων ἐπιθυμεῖν. ἡμεῖς μὲν γὰρ ἐπί τε τῶν ἄλλων ζώων ἐναργῶς ἐπιδείκνυμεν αὐτὰ κεχωρισμένα, καὶ προσέτι τῶν παίδων οἳ λογισμῷ μὲν ἥκιστα χρῶνται, θυμοῖς δὲ καὶ ἐπιθυμίαις ἰσχυροτάταις ὥσπερ τὰ θηρία δουλεύουσι. καὶ ἡμῶν γαὐτῶν μὲν τῷ λογισμῷ μάλιστα χρώμενος ἥκιστἐπιθυμητικός τἐστὶ καὶ θυμικὸς, δὑπό τινος τῶν ἀλόγων τῆς ψυχῆς μορίων ἀρχόμενος ἥκιστα χρῆται λογισμῷ. καὶ τῆς Μηδείας δἀναμνηστέον ἐν τούτῳ τῆς Εὐριπίδου, καὶ τοῦ Ὁμηρικοῦ Ὀδυσσέως, ἐν οἷς ἐστασίασε μὲν ἑκάτερα πρὸς ἄλληλα τῆς ψυχῆς τὰ μόρια, δηλοῦντα σαφῶς, ὡς οὐχ ἕν ἐστιν, ἐνίκησε δὲ ἐπὶ τοῦ σοφωτέρου τὸ βέλτιον, ἐπὶ δὲ τῆς ἀπαιδεύτου τε καὶ βαρβάρου τὸ χεῖρον. καὶ ἐπὶ πολλῶν ἀνθρώπων τοιαῦτἐστι γινόμενα κατὰ τὴν ψυχὴν, τοῦ λογισμοῦ ποτὲ μὲν τῷ θυμοειδεῖ μαχομένου, ποτὲ δὲ τῷ ἐπιθυμητικῷ. δὲ Χρύσιππος ἅμα τοῖς ἄλλοις Στωϊκοῖς ἐπὶ μὲν τῶν ἀλόγων ζώων ὁμόσε χωρεῖ πρὸς τὸ δόγμα, μηδἐπιθυμεῖν φάσκων· καί μοι περὶ τῆς ἀναισχυντίας τοῦ λόγου πρόσθεν εἴρηται· ἐπὶ δὲ τῶν παίδων ἄνω καὶ κάτω περιπλέκουσιν, οὐχ ὡσαύτως μὲν ἅπαντες, ἀναισχυντοῦντες δὲ καὶ παρὰ τὸ φαινόμενον ἀποφαινόμενοι πάντες. εἰρήσεται δέ μοι καὶ περὶ τούτων ἐπὶ πλέον ἐν τοῖς ἐφεξῆς. ὡσαύτως δὲ καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν παθῶν τῆς διαφορᾶς οὐδὲν ὁμολογούμενον οὔτε τοῖς ἐναργέσιν οὔτἀλλήλοις λέγουσιν, οὔθἕκαστος ἑαυτῷ. περὶ ὧν ἁπάντων ἔγνωκα κατὰ τὸν ἑξῆς λόγον τὸν δ΄ διελθεῖν· οὑτοσὶ γὰρ τρίτος οὐκ οἶδὅπως παρενέπεσε διὰ τὰς τῶν Στωϊκῶν ἔρεις ἀξιούντων, μὴ ὅσα τῶν ὑπὸ Χρυσίππου γεγραμμένων, ἀλλὰ πρὸς ἅπαντα τὴν ἀντιλογίαν ποιεῖσθαι. ἐγὼ δὧν μὲν καὶ αὐτὸς Χρύσιππος ᾔσθετο περιττῶς εἰρημένων ὑφἑαυτοῦ, καὶ τάχἄν τῳ δοξάντων, ὡς αὐτός φησιν, ὑπὸ γραμματιστοῦ τινος γραὸς ἀδολεσχούσης εἰρῆσθαι, βέλτιον ᾤμην εἶναι μηδὅλως μνημονεύειν. τὰ δἄλλα σύμπαντα δίχα τέμνων, ἐν μὲν τῷ πρὸ τούτου διῆλθον, ἅπερ ἦν ἁπάντων ἰσχυρότατα, τοῖς δὲ περὶ τῶν τῆς ψυχῆς παθῶν ζητουμένοις ἐγνώκειν ἀναθεῖναι κατὰ τόδε τὸ γ΄ τῶν ὑπομνημάτων. τοῦτο μὲν οὖν, ἐὰν θεὸς ἡμᾶς σώζῃ, πάντως πράξομεν. ἐπεὶ δἐν τῷ νῦν ἐνεστῶτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν ὧν εἶπεν Χρύσιππος ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς ἂν εἴη καιρὸς ἤδη συνάπτειν τοῖς εἰρημένοις τὰ λοιπά. συνεχὴς οὖν τῇ προγεγραμμένῃ ῥήσει τοῦ Χρυσίππου τοιάδε τίς ἐστι, καθἣν ἔτι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα. ἡψάμην σου τῆς καρδίας ὥσπερ τῆς ψυχῆς, καὶ ἅπτομαι τῆς καρδίας λέγομεν, οὐχ ὡς ἀντιπαρέλθοιέν τινες ἡμᾶς ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπλάγχνων λέγοντες καὶ τοῦ ἥπατος, ἀλλὰ τοῖς προειρημένοις παραπλησίως. ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι, ὡς ἄν τις ἔφη, τῶν ἐντός σου ἅπτομαι διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσοῦτον. τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον, ὅτι καὶ ταῦτα πρὸς τῷ μηδὲν ἀποδεικνύειν, ἀλλἰδιώτας ἐπικαλεῖσθαι μάρτυρας, οὐδὲ περαίνει τι τῶν προκειμένων, ἀλλὰ τὸ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς, οὐ τὸ λογιζόμενον ἐνδείκνυται κατὰ τὴν καρδίαν ὑπάρχειν, ἄντικρυς δῆλον· ὅθεν οὐδἐπὶ πλέον ἐν αὐτοῖς χρὴ διατρίβειν, ὁμοίαν ἔχουσιν ἀτοπίαν οἷς ἤδη πολλάκις ἔδειξα. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἑτέρα τις ἐφεξῆς ἐστιν, ἐν τοὺς ἀσπλάγχνους τε καὶ τοὺς οὐκ ἔχοντας ἐγκέφαλον ἐξηγεῖται πῶς λέγονται, περὶ ἧς αὐτάρκως ἔμπροσθεν εἴρηται. μετὰ δὲ ταῦτα τοιάνδε τινα γράφει ῥῆσιν· κατὰ τοιάνδε μοι δοκοῦσι μάλιστα φορὰν καὶ οἱ τιμωρητικώτερον πρός τινας φερόμενοι ὁρμᾷν ἐπὶ τὸ ταύτην ἐκσπάσαι, καθἣν φορὰν ἐπιτείνοντες καὶ πρὸς τὰ λοιπὰ τῶν σπλάγχνων ὁμοειδῶς φέρονται. ἐνταῦθα πάλιν Χρύσιππος οὐκ οἶδὅπως ἀγνοεῖ κατασκευάζων ἕτερόν τι τοῦ προκειμένου σκέμματος. οἱ γὰρ ἀπειλοῦντές τισιν ὥσπερ ἐκκόψαι τοὺς ὀφθαλμοὺς αὐτῶν ἐνίοτε λέγουσιν, κατάξαι τὴν κεφαλὴν, συντρῖψαι τὰ σκέλη, κατὰ τὸν αὐτὸν τρόπον ἔστιν ὅτε καὶ τὴν καρδίαν ἐκσπάσαι φασὶν ἐν ἴσῳ τῷ ἀποκτεῖναι. ἀλλὰ τί τοῦτο πρὸς τὰ παρόντα; τὸ γὰρ ἀποτεμεῖν ἐνίοτε τὰ ὦτα καὶ τὴν ῥῖνα καὶ διασπάσαι πολλάκις ἄλλους ἀπειλοῦσιν οἱ ἄνθρωποι. καί πού τις εὐχομένη παρὰ τῷ ποιητῇ γυνὴ τάδε λέγει·
§7.2 τί οὖν οὐ καὶ τὸ ἧπαρ ἀρχὴν τῆς ψυχῆς ἀποφαινόμεθα, φίλτατε Χρύσιππε, καὶ ταῦθὍμηρον ἔχοντες μαρτυροῦντα, τηλικοῦτον ποιητὴν, μᾶλλον ἦν σε πιστεύειν δίκαιον, τοῖς ἰδιώταις; οὗτος μέν γε πρὸς τοῖς ἄλλοις ἔτι καὶ ταῦθὑπὲρ ἥπατος ἔγραψε·
§7.3 ἐν τούτοις ποιητὴς ἐναργῶς ἐνδείκνυται, τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν μέρος ὑπάρχειν ἐν ἥπατι. διότι γὰρ, φησὶν, ἐπεθύμησεν Τιτυὸς ὑβρίσαι τὴν Λητὼ, διὰ τοῦτο γῦπες αὐτοῦ κείρουσι τὸ ἧπαρ, ὡς εἰς αὐτὸ μάλιστα τιμωρούμενοι τὸ κατάρξαν τῆς ὕβρεως. ἀλλἐνταῦθα μὲν ἐπαινῶ τὸν Χρύσιππον, ἑκόντα σιωπήσαντα τὸ καταβάλλον αὐτοῦ τὴν δόξαν. ἐν οἷς δἤτοι περαίνει μηδὲν, καθἑαυτοῦ καλεῖ τοὺς μαρτυρήσαντας, ἐνταῦθα νομίζω μὴ συνιέναι τῶν ἀκολουθούντων τε καὶ μαχομένων ἀλλήλοις πραγμάτων, ὥσπερ γε κᾀν τοῖς ἑξῆς τῶν προγεγραμμένων, ἐν οἷς φησι· καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γινόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα γίνεσθαι περὶ τούτους τοὺς τόπους. ἐφἑκάστῃ τῶν τοιούτων ῥήσεων ἐπιφθέγγεσθαι προσήκει· τί οὖν, Χρύσιππε, τοῦτο πρὸς τὸ λογιστικὸν, ὑπὲρ οὗ ζητοῦμεν; οὐ γὰρ δὴ περὶ τῶν ὀργιζομένων ἐπιθυμούντων ἀμφισβήτησις ἦν, εἰ κατὰ τὸν θώρακά τε καὶ περὶ τὸν θώρακα τοῖς οὕτως ἔχουσι κινεῖται τὰ πάθη, ἀλλεἰ καὶ τὸ λογιζόμενον ἐνταῦθά ἐστιν. ἐφεξῆς δὲ τούτων τάδε γράφει· εὖ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν αὐτοῖς γινόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίνεσθαι, καὶ λέγειν ἡμᾶς καὶ διανοεῖσθαι κατἐκεῖνο. ἀληθῆ ταῦτα γράφεις, Χρύσιππε. καθ γὰρ ἐν ἑαυτοῖς μελετῶμεν, |καὶ μετὰ σιγῆς διεξερχόμεθα διανοούμενοι, τοῦτό ἐστι τὸ λογιζόμενον. ἀλλὰ πότερον ἐγκέφαλος καρδία τὸ διανοούμενόν ἐστιν, ἀπἀρχῆς ἐζητοῦμεν, ἐχρῆν ἀποδεῖξαί σε καὶ μὴ τὸ πρῶτον λῆμμα λαβόντα πρὸς ἁπάντων ὁμολογούμενον ἡγεῖσθαί τι παραὐτοῦ πλέον ἕξειν εἰς τὴν τῶν ζητουμένων εὕρεσιν. οὐδεὶς γοῦν ἐστιν, ὃς οὐχ ὁμολογήσει, καθ σκεπτόμεθα καὶ διαλεγόμεθα, κατὰ τοῦτο τὸ μόριον εἶναι τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἀλλοὐ τοῦτἦν τὸ ζητούμενον, ἀλλεἰ καρδία τοῦθὑπάρχει τὸ μόριον, ὅπερ οὐκ ἀπέδειξας, εἰ μή πω ἄρα φῂς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν λογιζομένου. ἀλλἐν ἀρχῇ γε τοῦ λόγου παντὸς ἔφησθα κατὰ λέξιν ᾧδε. οὕτω φαίνεται διαφεύγειν τόπος ἡμᾶς, οὔτε αἰσθήσεως ἐκφανοῦς γινομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχε, οὔτε τῶν τεκμηρίων, διὧν ἄν τις συλλογίσαιτο τοῦτο, οὐδὲ γὰρ ἂν ἐπὶ τοσοῦτον ἀντιλογία προῆλθε καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις. ταῦθεἰπὼν Χρύσιππος, εἰ πάλιν ἐν ταὐτῷ βιβλίῳ φάσκοι, τῶν διαλογισμῶν ἡμᾶς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν γινομένων, οὔθἑαυτοῦ δόξει μεμνῆσθαι, καὶ καταψεύδεσθαι τῶν ἐναργῶν. οὐ μὴν τοιοῦτός γ ἀνὴρ, ὥστοὐκ ἂν εἴποι διαἰσθήσεώς τινος ἐπιγινώσκειν ἐν τῇ καρδίᾳ τῶν προειρημένων ἕκαστον γινόμενον. καὶ μὴν εἰ μὴ διαἰσθήσεως, ἀλλὰ διἀποδείξεώς τινος ἡδέως ἂν ἀκούσαιμεν αὐτῆς. ἐμοὶ μὲν δὴ δοκεῖ τῷ περὶ τῆς φωνῆς λόγῳ καὶ νῦν προσχρῆσθαι. τεκμαίρομαί δὲ καὶ ἐκ τῶν ἐπιφερομένων. ἀπὸ γὰρ τῆς διανοίας, φησὶ, δεῖ λέγειν, καὶ ἐν ἑαυτῷ λέγειν φωνὴν διεξιέναι, καὶ καρδίαν νοεῖσθαι, καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι, καὶ ἐκτὸς ἐκπέμπειν. ὁμολογούμενον γάρ τι λαμβάνων, ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ ἐν ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων, αὐτὸ τῆς καρδίας ἔργον εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν ἔχει περαινόμενον, ἐν τῇ καρδίᾳ γίνεσθαι τὸ ἐν ἑαυτῷ λέγειν. ἀλλἡμεῖς γε κατὰ τὸ πρὸ τούτου γράμμα τὸν ὑπὸ τοῦ Ζήνωνος ἐρωτηθέντα λόγον ὑπὲρ τοῦ τὴν φωνὴν ὑπὸ τῆς καρδίας ἐκπέμπεσθαι μοχθηρὸν ἐπεδείξαμεν, ὥστε καὶ νῦν ἐρωτώμενος ὑπὸ τοῦ Χρυσίππου λόγος ἅμα ἐκείνῳ συνανῄρηται. ἐπισκεψώμεθα οὖν ἤδη τὸν ἑξῆς. οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται. καὶ τοὺς στεναγμοὺς, Χρύσιππε, καὶ τὰς φωνὰς ἐκ τοῦ θώρακος μὲν φήσομεν ἐκπέμπεσθαι καὶ τοῦ πνεύμονος, οὐ μὴν οὐδἐκ τῆς καρδίας, ὥσπερ οὐδὲ τὰς φωνάς. ἀποδέδεικται γὰρ ἡμῖν ὑπὲρ ἑκάστου τούτων ἐν ἑτέροις οὐχ ἁπλῶς, οὐδὥσπερ ὑπὸ σοῦ νῦν, οὐδεμίαν ἀπόδειξιν προσθέντος. ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν Χρύσιππος γράφει τῶν πλείστων ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις κατὰ ταῦτἐναντιολογία τοῦ Χρυσίππου πρὸς ἑαυτὸν, ἣν ὲν τῷ μετὰ τοῦτἐπιδείξω βιβλίῳ, καθ περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα ποιήσασθαι τὸν λόγον. ἐν δὲ τῷ παρόντι τῶν ῥήσεων αὐτῶν ἐπιμνησθήσομαι μόνον ἐχουσῶν ᾧδε. δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτὰ, καθάπερ καὶ δεῖ ποιῆσαι. φανερῶς γὰρ ἐνταῦθα συγχωρεῖ μὲν, ἕτερόν τι παρὰ τὸ λογιστικὸν εἶναι τό τε θυμοειδὲς καὶ τὸ ἐπιθυμητικὸν, ἐν δὲ τῇ καρδίᾳ κατῳκίσθαι φησὶν, ὅπερ Ἀριστοτέλους ἐστὶν, οὐ τῶν Στωϊκῶν δόγμα. καὶ διὰ τῶν ἑξῆς δὲ προειπὼν, ἐν οἷς ποιητὴς ἐν τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτἐπιφέρει· ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, διὰ τούτων ἐμφαίνει·
§7.4 εἶτἐφεξῆς· ὅτι δὲ τὸ θυμοειδὲς ἐνταῦθά πού ἐστι, τά τοιαῦτα ἐμφαίνει πλείονα ὄντα·
§7.5 καί·
§7.6 ἐν τοῖς τοιούτοις ἅπασιν Χρύσιππος ὁμολογεῖ, δυνάμεις τινὰς εἶναι τῆς ψυχῆς τήν τε θυμοειδῆ καὶ τὴν ἐπιθυμητικὴν ἑτέρας τῆς λογιστικῆς. ἀλλὰ περὶ μὲν τούτων, ὡς ἔφην, ἐν τῷ τετάρτῳ διαλέξομαι γράμματι. τὰ δὑπόλοιπα τῶν κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμὼν, ἐνταῦθά που καὶ αὐτὸς ἤδη καταπαύσω τὸν ἐνεστῶτα λόγον. μετὰ δὲ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς Χρύσιππος περί τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς, ὅσα τε τούτοις συνέζευκται, διῆλθεν, δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν, ὑπερβάντες τὰ περιττῶς ἠδολεσχημένα.
§8.1 Νυνὶ μέντοι κατὰ τοῦτο τὸ βιβλίον, ἐπειδὴ καὶ ταῦτἔδοξε προσθεῖναι, τά τἄλλα τὰ προηγούμενα διῆλθον, ἑξῆς τε προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. αἰσθόμενος γὰρ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεᾶς μῦθον ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι, τοιάδε λέγει· παραγράψω γὰρ ἅπασαν τὴν ῥῆσιν αὐτοῦ, εἰ καὶ μακροτέρα πώς ἐστιν. ἀκούω δή τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος. τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί· πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ’, ὡς ἐμοὶ φαίνεται, καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν ἐν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δοἱ μὲν οὕτως ἁπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι, οὐδὲ προσιστοροῦντες τὸ πῶς κατὰ τίνα λόγον. δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις, τινῶν μὲν ἐν τῇ θεογονίᾳ γραφόντων τὴν γένεσιν αὐτῆς, πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διὸς, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς, ὡς ἄρα, γενομένης ἔριδος τῷ Διῒ καὶ τῇ Ἥρᾳ, γεννήσειεν μὲν Ἥρα διἑαυτῆς τὸν Ἥφαιστον, δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπαὐτοῦ. μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατἀμφοτέρους τοὺς λόγους ἐστίν. διαφέρουσι δἐν τῷ, πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον, ὅθεν ὡς ὄντος τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστῶτα. λέγεται δἐν μὲν τῇ θεογονίᾳ οὕτω·
§8.2–8.4
§8.2 εἶτα προελθών φησιν οὕτως·
§8.3 στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ, τοιαῦτἐστὶ τὰ λεγόμενα·
§8.4 ταῦτα προειπὼν Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράφει. τὰ μὲν οὖν περὶ τῆς Ἀθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντἔμφασιν. πρῶτον μὲν γὰρ Μῆτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη, τὰς τέχνας δεῖ καταπίνεσθαι καὶ ἐναποτίθεσθαι, καθὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν. διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται, καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά. μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτεινεὔλογον ἐν αὐτῷ παραπλησίαν τῆς τικτούσης μητρός· πρός τε τούτοις τὰ ὑπὸ τῶν ἐπιστημονικῶν τικτόμενα ἐν αὐτοῖς. πῶς δἂν ἐκπορεύοιτο, καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν. φανερὸν γὰρ, ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν κεφαλὴν ἐξ ἴσου, οὕτως τῆς κεφαλῆς λεγομένης, ὃν τρόπον προβάτου κεφαλὴ λέγεται, καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων, καθὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγεται γενέσθαι τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων, καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπαὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν, τὰ παραπλήσιά τις λέγοι· οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες παραλλάττοντες τὸν λόγον ἐξελθεῖν ταύτῃ, γινομένην δἄλλως ἔροιντο· ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην. τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον. αὕτη μὲν τοῦ Χρυσίππου ῥῆσις. ἐπεὶ δἐστὶ πάνυ μακρὰ, καὶ διὰ τοῦτἴσως τινὲς οὐκ ἀκριβῶς αὐτῆς ἅπαντα τὸν νοῦν καταμανθάνουσιν, ἐγὼ πειράσομαι διὰ βραχέων εἰπεῖν, βούλεται δηλοῦν. οὐ μάχεταί μοι, φησὶν, μῦθος λέγων, ἐκ τῆς Διὸς κεφαλῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, φρόνησιν ὑπάρχουσαν. οὐ γὰρ αὐτὸ τοῦτο μόνον εἴρηται καταὐτὸν, ἀλλὅτι καταπιὼν τὴν Μῆτιν Ζεὺς, καὶ ὥσπερ ἐγκύμων ἐξ αὐτῆς γενόμενος, τὴν γεννηθεῖσαν ἐν αὑτῷ κόρην ἀπεκύησε διὰ τῆς κεφαλῆς. εἰρῆσθαι δοὕτω φησὶ τὰ κατὰ τὸν μῦθον, ἐπειδὴ τὰς τέχνας ἁπάσας ἐν τῇ καρδίᾳ συνισταμένας διὰ τὸν λόγον εἰς τὸ φανερὸν ἐκφερόμενοί τινες λόγοι διὰ τῆς κεφαλῆς ἐξίασιν. ἔστι γὰρ καὶ τὸ στόμα τῆς κεφαλῆς μόριον. οὐ γὰρ τὸ τετριχωμένον μόνον, ἀλλὰ καὶ τὸ μετὰ τὸν τράχηλον ἄνωθεν ἅπαν ὀνομάζεσθαι κεφαλὴν, καθ σημαινόμενον ἀποτμηθῆναί τινος λέγομεν τὴν κεφαλήν. εἰ δὲ μὴ διὰ τοῦ στόματος τοῦ Διὸς, ἀλλἐκ τῆς κορυφῆς ἐμυθολόγησεν ἐξεληλυθέναι τὴν Ἀθηνᾶν, οὐδὲν ἄτοπον εἶναί φησι, τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων. ἐν τούτοις τοῖς λόγοις Χρύσιππος τὰ μὲν ἄλλα πιθανῶς τε ἅμα καὶ εὐμηχάνως ἐξηγεῖται τοῦ μύθου, προσαρμόττων αὐτὸν τῷ Στωϊκῷ δόγματι· τὸ δὲ συνέχον τε καὶ κυριώτατον τοῦ λόγου παντὸς, ὑπὲρ οὗ δίκαιον ἦν ἀγωνίσασθαι, μάλιστα διὰ ταχέων παρέδραμεν, ὡς κᾀν τοῖς πρόσθεν ἐποίησεν ἐξηγούμενος, ὅπερ οἱ πολλοὶ λέγουσι, τοὺς μὲν οὐκ ἔχειν, τοὺς δἔχειν ἐγκέφαλον. ὡς γὰρ ἐν ἐκείνοις αὐτὸ τὸ ζητούμενον τάχιστα παρῆλθεν, ἐν τοῖς ἔξωθεν αὐτοῦ μηκύνας ἐπὶ πλεῖστον, οὕτω κᾀνταῦθα τὸ συνέχον αὐτὸ τοῦ λόγου διὰ ταχέων παρέδραμεν ἀρκεσθεὶς εἰπεῖν, διὰ τοῦτἐκ τῆς κορυφῆς γεγεννῆσθαι τὴν Ἀθηνᾶν, οὐκ ἐκ τοῦ στόματος, τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων. ἐχρῆν γὰρ αὐτὸν μηδὅλως ἧφθαι τοῦ μύθου, μηδέν γἀναγκαῖον ἔχοντος ἀνδρὶ φιλοσόφῳ πρὸς ἀπόδειξιν δόγματος, ἁπτόμενον, ὅπερ ἦν μάλιστα τὴν ἀντιλογίαν συνέχον, ἀκριβῶς ἅπασαν ἐξελθεῖν, καὶ εἰ πλειόνων ἔχρῃζε λόγων, οὐκ ὀκνήσαντα τοὺς πολλοὺς προσγράψαι. βουλόμενος δἄν τις, οἶμαι, καὶ τοὺς τοιούτους ἑτέρως ἐξηγεῖσθαι, πολλὰς ἐπιχειρημάτων ἀφορμὰς ἐκ τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων δύναιτο λαμβάνειν, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἑξῆς ἀναγκαῖον ἔσται διελθεῖν, ἐπειδὰν περὶ τοῦ ψυχικοῦ πνεύματος λόγος ἡμῖν γίνηται, διὰ βραχέων δἂν καὶ νῦν αὐτὰ μόνον εἴποιμι τὰ κεφάλαια τῶν μελλόντων ἀποδειχθήσεσθαι. ὥσπερ γὰρ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐξ ἑαυτοῦ διαστελλόμενόν τε καὶ συστελλόμενον ἐν μέρει τὰς ὕλας τε ἕλκει καὶ αὖθις ἐκπέμπει, κατὰ τὸν αὐτὸν τρόπον ἐγκέφαλος, ἐπειδὰν προέληται τοῦ περιεχομένου κατὰ τὰς ἑαυτοῦ κοιλίας πνεύματος, δὴ καὶ ψυχικὸν ὀνομάζομεν, ἐπιπέμψαι τινὶ μορίῳ, τὴν εἰς τοῦτἐπιτήδειον κίνησιν κινηθεὶς οὕτως ἐπιπέμπει. γένεσις δὲ τῷ πνεύματι τῷδε τῷ κατὰ τὰς κοιλίας αὐτοῦ τάχα μέν τις ὀλίγη καὶ ἐκ τῶν εἰς αὐτὰς περαινομένων γίγνεται φλεβῶν, τὴν πλείστην δὲ καὶ κυριωτάτην αἱ κατὰ τὸ δικτυοειδὲς πλέγμα τὸ κατὰ τὴν τοῦ ἐγκεφάλου βάσιν ἀρτηρίαι χορηγοῦσιν, αἵτινες ἀπὸ τῆς καρδίας ἀναφέρονται. ὥστ’, εἴ τις βούλοιτο τοῖς ἀληθέσι συνάπτειν τὸν μῦθον, ἐν τοῖς κάτω μέρεσι κυηθεῖσαν τὴν φρόνησιν, τοῦτἔστι τὸ πνεῦμα τὸ ψυχικὸν, ἐν τῇ κεφαλῇ φασι τελειοῦσθαι, καὶ μάλιστά γε κατὰ τὴν κορυφὴν, ὅτι κατὰ ταύτην ἐστὶν μέση καὶ κυριωτάτη τῶν ἐγκεφάλου κοιλιῶν. ἐγὼ μὲν οὖν, ὥσπερ Πλάτων αὐτὸς εἶπε, τὰ τοιαῦτα πάντα μυθολογήματα ἄλλως μὲν χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρὸς, κατἄλλο μὲν οὐδὲν, ὅτι δαὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι, καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιῤῥεῖ δὲ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων, καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπώτερα λόγων τινῶν φύσεων, αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀνεγνωκότα τὸν Χρύσιππον ἀποκεχωρηκέναι τῶν μύθων, καὶ μὴ κατατρίβειν τὸν χρόνον ἐξηγούμενον αὐτῶν τὰς ὑπονοίας. ἂν γὰρ ἅπαξ εἰς τοῦτἀφίκηταί τις, ἀνάριθμον πλῆθος ἐπιῤῥεῖ μυθολογημάτων, ὥσθὅλον ἀπολέσει τὸν βίον, εἴ τις ἐπεξέρχοιτο πάντα. ἄμεινον δἦν, οἶμαι, τὸν ἀληθείας ὄντως ἐφιέμενον ἄνδρα, μὴ τί λέγουσιν οἱ ποιηταὶ σκοπεῖν, ἀλλὰ τῶν ἐπιστημονικῶν λημμάτων, ὑπὲρ ὧν ἐν τῷ δευτέρῳ γράμματι διῆλθον, ἐκμαθόντα τὴν τῆς εὑρέσεως ὁδὸν, ἐφεξῆς μὲν ἀσκῆσαί τε καὶ γεγυμνάσθαι κατὰ ταύτην, ὅταν δἱκανῶς ἴδῃ τὰ κατὰ τὴν ἄσκησιν αὐτῷ προήκειν, τηνικαῦτα ἀφικόμενον ἐφἕκαστον τῶν προβλημάτων ἐπισκέπτεσθαι περὶ τῶν εἰς τὰς ἀποδείξεις αὐτοῦ λημμάτων, τίνα μὲν ἐξ αἰσθήσεως ἁπλῆς, τίνα δἐξ ἐμπειρίας, ἤτοι τῆς κατὰ τὸν βίον, τῆς κατὰ τὰς τέχνας, τίνα δὲ ἐκ τῶν πρὸς νόησιν ἐναργῶν χρὴ λαβόντα περαίνειν ἐξ αὐτῶν ἤδη τὸ προκείμενον. εἰ ταύτην τὴν ὁδὸν Χρύσιππος ἐτράπετο, παρελθὼν τὴν κατὰ τοὺς μύθους τε καὶ τὰς ἐτυμολογίας, ἀνανεύσεις τε καὶ κατανεύσεις κεφαλῆς, καὶ χειρῶν κινήσεις, καὶ χειλῶν σχήματα, καὶ ποιητῶν μαρτυρίας ἅμα γυναιξὶ καὶ τοῖς ἄλλοις ἰδιώταις, αὐτὸς ἂν εὕρισκε τἀληθὲς, ἡμῶν τε τὸν χρόνον οὐκ ἂν ἀπώλλυεν, ἐπιδεικνύντων αὐτῷ μηδὲ ἐν οἷς ἐπικαλεῖται μάρτυσι, μηδὲ ἐν τούτοις τι πλέον ἔχοντι. καὶ γὰρ οἱ ποιηταὶ τὰ πλείω κατὰ τῶν δογμάτων αὐτοῦ λέγουσι, καὶ οἱ μῦθοι, καὶ οἱ ἰδιῶται, καὶ τῶν ἄλλων ἕκαστος, οὓς ὡς ἑαυτῷ μαρτυροῦντας ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἔγραψε. ταῦτἐστὶν, παρελελοίπειν ἐγὼ κατὰ τὸ πρὸ τούτου βιβλίον ὧν εἰρήκει Χρύσιππος ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ λόγῳ, νομίζων, εἰ κᾀκεῖνος οὐκ ᾐδέσθη πλεονάζειν ἐν αὐτοῖς, ἐμοὶ γοῦν προσήκειν ἀποχωρῆσαι τῆς τοιαύτης ἀδολεσχίας. ἐπεὶ δ’, ὡς ἔφην, ἔδοξε τῶν ἑταίρων τισὶ ὑπὸ φιλοτιμίας κινηθεῖσιν ἐπιμνησθῆναί με καὶ τῶν τοιούτων λόγων, ἐκείνοις χαριζόμενος ἔγραψα καὶ τουτὶ τὸ βιβλίον, ὅσον οἷόν τοὖν ἐμοὶ μετὰ τοῦ διὰ ταχέων παρέρχεσθαι τὰ περιττῶς ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα, καὶ τῶν χρησίμων τῇ προκειμένῃ πραγματείᾳ προτιθεὶς οὐκ ὀλίγα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up