Galen De difficultate respirationis
EN Lat Orig
Book 3
§1–4
§1 Τὸν περὶ τῆς δυσπνοίας λόγον εἰς δύο διδασκαλίας τεμόντες, ἐν μὲν τῷ πρώτῳ τῶν ὑπομνημάτων, ὅσα χρὴ γινώσκειν ὑπὲρ αὐτοῦ τὸν ἰατρὸν, ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ἐδηλώσαμεν· ἐν δὲ τῷ πρὸ τούτου δευτέρῳ καὶ αὐτῷ δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἱπποκράτει περὶ δυσπνοίας εἰρημένων ἐν ἅπασι τοῖς συγγράμμασιν ἐξήγησιν ποιούμεθα· ὥστε τοὺς μὲν αὐτῶν τῶν ἔργων τῆς τέχνης μόνων ἐφιεμένους, μηδὲν δ’, ὡς αὐτοί φασιν, πολυπραγμονεῖν ἀξιοῦντας ὑπὲρ τῶν τοῖς παλαιοῖς εἰρημένων, ἔχειν ἅπαν ἱκανῶς, σπουδάζουσιν, ἐκ τοῦ πρώτου λόγου· τοὺς δὲ καὶ τὴν Ἱπποκράτους γνώμην ἐπιμαθεῖν ὀρεγομένους τε ἅμα καὶ δυναμένους, ἐκ τῶνδε τῶν γραμμάτων ἀναλέγεσθαι. τὸ μὲν οὖν ὀρέγεσθαι γνῶναι τὰ τοῖς ἀρίστοις εἰρημένα, κοινὸν ἁπάντων ἐστὶ τῶν φύσει φιλοκάλων· τὸ δὲ καὶ δυνηθῆναι μαθεῖν αὐτὰ, μακροτέρου χρόνου δεόμενον, οὐκέθὁμοίως πᾶσιν ὑπάρχει· πολλοὶ γὰρ ὑπὸ πολλῆς περιστάσεως πραγμάτων ἀποστεροῦνται τῆς περὶ τὰ κάλλιστα σχολῆς. ταῦτἄρα καὶ ἡμεῖς οἴδαμεν καὶ τὸ κατεπεῖγον εἰς τὰ τῆς τέχνης ἔργα διήλθομεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἰδίᾳ δἑξῆς τὴν Ἱπποκράτους γνώμην ἐξηγούμεθα διὰ τῶν ὑπολοίπων δυοῖν γραμμάτων, ὧν τὸ μὲν δεύτερόν ἐστι, τὸ δὲ τρίτον γινόμενον κατὰ τὴν ἐξ ἀρχῆς τάξιν. καὶ χρὴ τὸν μέλλοντα τοῖς ἐν αὐτῷ λεγομένοις ἀκολουθήσειν ὡμιληκέναι τῷ δευτέρῳ πρότερον ἐπιμελῶς, ἐν πρῶτον μὲν τὴν ὅλην γνώμην ἐδείξαμεν τοῦ Ἱπποκράτους, ὅτι μηδὲν τῶν ἐπιτυχόντων, μηδὧν οἱ πολλοὶ τῶν ἰατρῶν ἴσασι, γράφειν ἀξιοῖ, δεύτερον δὲ καὶ κατὰ μέρος ἅπαντας ἐπήλθομεν τοὺς ἐν τῷ πρώτῳ τε καὶ τρίτῳ τῶν ἐπιδημιῶν ἀῤῥώστους, ἐπιδεικνύντες ἐπὶ πολλῶν μὲν, ὅτι εἰ καὶ δυσπνοεῖν ἀναγκαῖον ὂν τοῖς κάμνουσιν, ὅμως οὐκ ἔγραψε, καθάπερ οὐδἄλλα πολλὰ τῶν ἐξ ἀνάγκης τοῖς γεγραμμένοις ἑπομένων, γὰρ ἔστι καὶ χωρὶς τοῦ παρἐκείνου μαθεῖν, ἐξ ὧν εἶπεν ὁρμώμενον αὐτόν τινα ἐξευρεῖν, ταῦτοὐκ ᾤετο χρῆναι γράφειν, ἐπὶ πολλῶν δὲ καὶ τὸ τῆς δυσπνοίας εἶδος αὐταῖς παραγράφει ταῖς τῶν νοσούντων διηγήσεσιν, ἐπειδὰν ἤτοι μὴ κατἀνάγκην ἕπηται τοῖς νοσοῦσιν, μὴ πρόχειρον γνωσθῆναι τοῖς ἀναλεγομένοις αὐτοῦ τὰ γράμματα. τούτων οὖν ἐχόμενοι καὶ νῦν τῶν σκοπῶν, ἐπειδὴ τὸ πρῶτόν τε καὶ τὸ τρίτον τῶν ἐπιδημιῶν διὰ τῶν ἔμπροσθεν ἐξηγησάμεθα, πάλιν ἀπὸ τοῦ δευτέρου τὴν ἀρχὴν ποιησόμεθα, συνάπτοντες αὐτῷ καὶ τὰ λοιπὰ τῶν Ἱπποκράτους συγγραμμάτων. ὥσπερ δὲ τὸ πρῶτον καὶ τὸ τρίτον οὐ μόνον ὑφἹπποκράτους συγκεῖσθαι δοκεῖ τοῖς ἄριστα περὶ τούτων ἐγνωκόσιν, ἀλλὰ καὶ τῇ τῆς θεωρίας οἰκειότητι συνῆφθαι πρὸς ἄλληλα, τὸν αὐτὸν οἶμαι τρόπον ἔχειν καὶ τὰ κατὰ τὸ δεύτερον καὶ τὸ δ΄ καὶ τὸ ἕκτον. ὡμολόγηται γὰρ οὖν ἤδη καὶ ταῦτα συνθεῖναι Θεσσαλὸν τὸν Ἱπποκράτους υἱὸν, τὰ μὲν αὐτοῦ τοῦ πατρὸς ἐν διφθέραις τισὶν δέλτοις εὑρόντα ὑπομνήματα, προσθέντα δέ τινα καὶ αὐτὸν οὐκ ὀλίγα. τό γε μὴν πέμπτον τε καὶ ἕβδομον τῶν ἐπιδημιῶν οὐκ ἄν τίς μοι δοκεῖ τῆς Ἱπποκράτους γνώμης οἰκείας ἀξιῶσαι, κατἐμὴν δὲ γνώμην οὐδὲ τὸ τέταρτον, εἰ καί τισιν ἔδοξε καὶ τοῦθὑπὸ Θεσσαλοῦ συντεθῆναι· τὸ δὲ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὸ περὶ ὑδάτων καὶ τόπων καὶ ἀέρων, ἔτι τε τὸ περὶ διαίτης ὀξέων, τινες ἐπιγράφουσι πρὸς τὰς Κνιδίας γνώμας, οὐκ ἀλόγως Ἱπποκράτους αὐτοῦ πεπίστευται γράμματα εἶναι. τούτων τε οὖν τῶν βιβλίων ἔνθἂν χρεία καλῇ μνημονεύσομεν, ὅσα τἄλλα τὰ μὲν εἰς αὐτὸν Ἱπποκράτην, τὰ δὲ εἰς Εὐρυφῶντα καὶ Θεσσαλὸν καὶ Πόλυβον ἀναφέρουσιν.
§2 Ἀρκτέον οὖν ἤδη τῆς ἐξηγήσεως ἀπὸ τῆς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν γεγραμμένης ῥήσεως, ἐχούσης ὧδε· πνεῦμα σμικρὸν, πυκνόν· μέγα, ἀραιόν· σμικρὸν, ἀραιόν· ἔξω μέγα, εἴσω μικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. δαὐτὴ ῥῆσις ἥδε ἐν τῷ ἕκτῳ γέγραπται τελεώτερον. ἐπὶ γὰρ ταῖς τρίταις συζυγίαις αὐτῆς δυσπνοίας τετάρτη πρόσκειται, παραλελειμμένη σαφῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, οὐχ ὑπὸ τοῦ γράψαντος, ἐμοὶ δοκεῖν, αὐτοῦ· δῆλος γάρ ἐστιν οὐκ ἐξ ἐμπειρίας τινὸς καὶ μνήμης ἀθροίζων τὸ πλῆθος τῶν δυσπνοιῶν, ἀλλἐκ λογικῆς διαιρέσεως· οὐκ οὖν ἔμελλε παραλείψειν τινὰ δύσπνοιαν· ἀλλά τις τῶν παλαιῶν βιβλιογράφων ἥμαρτεν, ἔπειθοὕτως ἔχον ἔφθασεν ἐκδοθῆναι τὸ βιβλίον, ἐφυλάχθη τε εἰκότως μέχρι δεῦρο τοῦταὐτὸ τὸ σφάλμα, τινῶν μὲν ὀλιγώρως ὁμιλούντων τοῖς τῶν παλαιῶν βιβλίοις, ὡς μήτεἰ λείπει τι, μήτεἰ διἑτέρου γράμματος εἴρηται, γνωρίζειν, ἐνίων δὲ γνωριζόντων μὲν, ἀλλὰ προσθεῖναι τὸ λεῖπον οὐ τολμώντων. οὐ γὰρ δὴ ὁμοίως τοῖς νῦν οἱ πρόσθεν εὐχερεῖς ἦσαν οὐδἕτοιμοι παραγράφειν παλαιὰν λέξιν ὡσαύτως γεγραμμένην ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἀλλἐπισημήνασθαι μόνον αὐτοῖς ἱκανὸν ἦν, ὡς ἐνταῦθα μὲν ἐλλιπῶς, ἐν τῷ ἕκτῳ δὲ τῶν ἐπιδημιῶν τελέως διαίρεσις γέγραπται τῶν δυσπνοιῶν, τε κατὰ μέγεθος καὶ μικρότητα καὶ πυκνότητα καὶ ἀραιότητα. δύο γὰρ οὖν δὴ ταύτας ἀντιθέσεις Ἱπποκράτης, τήν τε κατὰ μέγεθος  καὶ μικρότητα καὶ τὴν ἀραιότητα καὶ πυκνότητα, δῆλός ἐστιν ἐπιπλέκων ἀλλήλαις, καὶ ποιῶν συζυγίας δυσπνοίας δ΄· μίαν μὲν ἐν μικροτέρα τε ἅμα καὶ πυκνοτέρα τῆς κατὰ φύσιν ἀναπνοὴ γίγνεται, ἑτέραν δὅταν μείζων τε ἅμα καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις ἄλλην τρίτην ἐν μικροτέρα τε καὶ ἀραιοτέρα, καὶ πρὸς ταύταις τετάρτην, ἣν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν παραλελεῖφθαί φαμεν, ἐν μείζων τε ἅμα καὶ πυκνοτέρα γίγνεται. δέδεικται γάρ μοι πολλάκις, εἰ καὶ ἄρα χωρὶς τοῦ δειχθῆναι πρόδηλον ὑπάρχει πᾶσιν, ὡς δύο ἀντιθέσεις ἀλλήλαις ἐπιπλεκόμεναι, τέσσαρας ἀπεργάζονται συζυγίας. οὐ μόνον δὲ καταὐτὸ διενήνοχεν ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν ῥῆσις τῆς ἐν τῷ δευτέρῳ, ἀλλὰ καὶ καθὅσον ἐν τοῖς ἐφεξῆς, ὁπότε παραβάλλει τὸ τῆς εἰσπνοῆς μέγεθος τῷ τῆς ἐκπνοῆς, ἑτέρα συζυγία παραλέλειπται παντάπασιν ἐν τῷ δευτέρῳ, ἐνδεικνυμένου κᾀνταῦθα σαφῶς τοῦ γραφέως ἤτοι ῥᾳθυμίαν ἐσχάτην, ῥᾳδιουργίαν. εἰ μὲν γὰρ ὅλας ὑπερέβαινε λέξεις, ἐσχάτως ἦν ῥᾴθυμος· εἰ δὲ τὰς ὁμοίας ἀλλήλαις, ἀγνοῶν ὅπῃ διαφέρουσιν, ἓν καὶ ταὐτὸν ἀμφοτέρας δηλοῦν ἐνόμιζεν, εἶτἐξῄρει τὴν ἑτέραν, εἰς ἄκρον ἀφῖκτο περιεργίας, ἐπανορθωτὴν αὑτὸν τῶν Ἱπποκράτους συγγραμμάτων, οὐχ ὑπηρέτην, ἀποφαίνων. τοῦτο μὲν δὴ χρήσιμόν ἐστι μεμνῆσθαι πρὸς πολλὰς τῶν ἀσαφῶν ῥήσεων, ἐν αἷς ἤτοι παραλελεῖφθαί τι πιθανόν ἐστιν, παραγεγράφθαι. οὐδὲν γὰρ κωλύει κατἐκείνας, ἤτοι τὸ λεῖπον προστιθέντας, τὸ ἡμαρτημένον ἐπανορθοῦντας, ἀπεργάζεσθαι τέλεόν τε καὶ ἀληθῆ τὸν λόγον. ὥσπερ γὰρ τὸ μεταγράφειν τὰς παλαιὰς ῥήσεις προπετὲς, οὕτω καὶ φυλάττοντας, ὡς γέγραπται, βραχείαις τέ τισιν προσθέσεσιν, ὑπαλλάξεσι διαλύεσθαι τὰς ἀπορίας, ἀγαθῶν ἐξηγητῶν ἐστιν ἔργον. ἀλλὰ περὶ τούτων μὲν οἶμαι διαὐτῶν τῶν ἔργων ἐπιδείξειν ὀλίγον ὕστερον ἅπερ χρὴ δρᾷν. οὐ γὰρ ἁπλῶς, οὐδὡς ἔτυχεν, αὐτὸ ποιητέον, ἀλλὰ μετὰ τοῦ δεικνύναι τήν τε τῶν πραγμάτων ἀλήθειαν, ἔτι τε πρότερον αὐτὴν τοῦ παλαιοῦ τὴν γνώμην οὕτως ἔχουσαν, ὁμολογεῖν τε ἀμφοτέρας κατὰ τὴν λέξιν μετακοσμηθεῖσαν.
§3 Ἐπὶ δὲ τὸ προκείμενον ἤδη χωρήσαντες, καὶ παραθέμενοι τὴν τελεωτέραν λέξιν, τὴν ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν, ἴδωμεν ὁποῖός τις νοῦς αὐτός ἐστιν. ὅτι μὲν γὰρ ἐκ διαιρέσεως λογικῆς εὑρίσκειν ἐπιχειρεῖ τὰς διαφορὰς ἁπάσας τῶν δυσπνοιῶν, τοῦτο μὲν καὶ τοῖς ἐξηγησαμένοις αὐτοῦ τὰ βιβλία δοκεῖ, καὶ πάντῃ ῥᾴδιον εἶναι νομίζω συμβαλεῖν· εἰ δὀρθῶς διαιρεῖται, καὶ εἰ μηδὲν παραλείπει δυσπνοίας εἶδος, οὐκ ἔτι τοῦτο ῥᾴδιον ἅπασιν ἐξευρεῖν, ἀλλὰ καὶ τῆς διαιρετικῆς μεθόδου χρεὼν ἔμπειρον εἶναι τὸν περὶ τούτων κρινοῦντα, καὶ τῶν Ἱπποκράτους δογμάτων οὐκ ἀμελέτητον. μὲν δὴ μέθοδος ἀποβλέπειν φησὶ χρῆναι πρὸς τὸ διαιρούμενον, ὁποῖον τὴν φύσιν ἐστίν. εἰ μὲν γὰρ ἁπλοῖν εἴη, τὰ κατὰ τὸν τῆς οὐσίας αὐτοῦ λόγον ὑπάρχοντα, πόσα τἐστὶ καὶ τίνα καὶ ὁποῖα, σκοπεῖσθαι, κᾀκ τούτων διαιρεῖσθαι· συνθέτου δὄντος, ἑκάτερον μὲν, ἕκαστον τῶν μερῶν, ὡς εἴρηται, διαιρεῖν, τὸ δὅλον ἐκ τοῦ τρόπου τῆς συνθέσεως. δἹπποκράτους γνώμη περὶ τῆς συνθέσεως, τίς ποτέ ἐστιν, εἴρηται μὲν ἡμῖν ἐν ἑτέροις ἐπιπλεῖστον, εἴρηται δὲ καὶ ἐν τοῖς ἔμπροσθεν, ὥστοὐδὲν κωλύει πρὸς τούτους τοὺς σκοποὺς ἀποβλέποντας ἐπισκέψασθαι τὴν τῶν ἐπιδημιῶν ῥῆσιν, ὡδί πως ἔχουσαν· πνεύματα μικρὰ πυκνὰ, μεγάλα ἀραιά· μικρὰ ἀραιὰ, μεγάλα πυκνά· ἔξω μέγα, εἴσω μικρόν· εἴσω μέγα, ἔξω μικρόν· τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον. διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν· θερμὸν, ψυχρόν. ὅτι μὲν οὖν οὐχ τετάρτη μόνη κατὰ τὸ πυκνὸν καὶ μέγα συζυγία παραλέλειπται κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἀλλὰ καὶ τῶν ἐφεξῆς δυοῖν, ἐν οἷς παραβάλλει τὴν ἐκπνοὴν τῇ εἰσπνοῇ, καὶ τούτων δευτέρα γέγραπται μὲν ἐν τῇ νυνὶ προχειρισθείσῃ, παραλέλειπται δἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, πρόχειρον συνιδεῖν. οὐκέτι γὰρ ἐκείνῳ βιβλίῳ πρόσκειται τὸ, εἴσω μέγα, ἔξω μικρὸν, ἀλλὰ περὶ θατέρου μόνον εἴδους τῆς δυσπνοίας δηλοῦται, καθ μέγα μὲν ἐκπνεῖται πνεῦμα, μικρὸν δὲ εἰσπνεῖται. πολλαχόθι μὲν οὖν εὑρίσκειν ἔστι καὶ προσγεγραμμένον τοῦτο τὸ λεῖπον, ἀλλἐν τοῖς πλείστοις καὶ ἀξιοπιστοτάτοις τῶν ἀντιγράφων παραλέλειπται, καὶ οὐδὲν τοῦτό γε πρὸς τὸ παρὸν διαφέρει. πρόκειται γὰρ ἡμῖν τὴν τελεωτέραν ῥῆσιν ἐπισκοπεῖσθαι, τὴν νῦν γεγραμμένην. ὅτι μὲν οὖν ἐκ τῆς ἔσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος τῆς ὅλης ἀναπνοῆς ἐνέργεια σύνθετος ὑπάρχει, καὶ ὅτι τὸ μὲν ἕτερον αὐτῆς τῶν μερῶν εἰσπνοὴ, τὸ δἕτερον ἐκπνοὴ προσαγορεύεται, λέλεκται μὲν καὶ διὰ τοῦ πρώτου γράμματος εὐθὺς κατἀρχὰς, ἀλλὰ κᾂν εἰ μὴ πρὸς ἡμῶν εἴρηται, σχεδὸν οὐδεὶς ἀγνοεῖ. ὅτι δοὐδενὸς ἄλλου τῶν πάντων κινήσεως ἴδια τάχος τἐστὶ καὶ βραδύτης, εἴρηται μὲν ἤδη καὶ τοῦτἔμπροσθεν, ἀλλὰ καὶ νῦν εἰς ἀνάμνησιν ἡκέτω. μέγεθος μέντοι καὶ σμικρότης ὥσπερ οὐκ ἴδια κινήσεως, οὕτως ἀχώριστα παντὸς τοῦ κατὰ διαστήματος φερομένου. καὶ διὰ τοῦτο καθἑκάτερον τῶν μερῶν τῆς ἀναπνοῆς ἀντιθέσεις διαφορῶν διτταὶ γενήσονται, μία μὲν κατὰ τάχος καὶ βραδυτῆτα, δευτέρα δὲ κατὰ μέγεθος καὶ μικρότητα. τῆς δὅλης ἀναπνοῆς, ὅτι ἑτέρα ἀντίθεσίς τίς ἐστι κατὰ πυκνότητά τε καὶ ἀραιότητα συνισταμένη, καὶ τοῦτἔμπροσθεν εἴρηται, καὶ ὡς ἥδε ἀντίθεσις οὐχ ὡς κινήσεως τῆς ἀναπνοῆς, ἀλλὡς συνθέτου πράγματος, ἐκ διαστάσεών ἐστι συγκειμένη. ὥστἐν τρισὶ τούτοις γένεσιν ἀνάγκη πάσας εἶναι τὰς τῆς ἀναπνοῆς διαφοράς· ἐν τάχει μὲν καὶ βραδυτῆτι, διότι κινήσεως ἁπάσης ἴδιά τε καὶ ἀχώριστα ταῦτἐστίν· ἐν μεγέθει δὲ καὶ μικρότητι, διότι κατὰ διαστήματος τῶν ἀναπνευστικῶν ὀργάνων κίνησις· πυκνότης  δὲ καὶ ἀραιότης, τὸ τρίτον τῶν εἰρημένων γενῶν, οὐδετέρου μέν ἐστι τῶν οἰκείων τε καὶ πρώτων μερῶν τῆς ἀναπνοῆς οὔτἴδιον οὔτἀχώριστον, ὅλης δὲ μέρος γίνεται κατά τι συμβεβηκὸς, ἐπειδὴ σύνθετον πρᾶγμά ἐστιν ἐκ δυοῖν ἐναντίων κινήσεων ἡσυχίᾳ διαιρουμένων. αὗται μὲν οὖν αἱ πρῶται διαφοραὶ τῆς ὅλης ἀναπνοῆς. τῷ δεἶναι ποιεῖν τι καὶ πάσχειν πεφυκὸς τὴν ἀναπνοὴν, εἴη ἄν τι καὶ ἄλλο γένος ἐν αὐτῷ διαφορῶν, ἑκατέρου τῶν μορίων ὁμαλῶς ἀνωμάλως ἐπιτελουμένου· καὶ μὴν καὶ ἄλλο πάλιν ὅλης αὐτῆς ὡς συνθέτου, παραβαλλομένων ἀλλήλοις τῶν μορίων. τούτων οὕτως ἐχόντων, ἰστέον τὰς μὲν πρώτας γεγραμμένας ἐν τῇ προκειμένῃ ῥήσει δυσπνοιῶν διαφορὰς τέτταρας ὅλης ἀναπνοῆς ὑπάρχειν· οὐδετέρου γὰρ τῶν μερῶν ἐστι πυκνότης καὶ ἀραιότης, εἴγε δὴ μεμνήμεθα τῶν εὐθὺς κατἀρχὰς τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων εἰρημένων. οὕτως δὲ καὶ τὰς ἐφεξῆς αὐτῶν τὰς δύο, καὶ γὰρ ἐν ταύταις παραβάλλεται τὰ δύο μόρια τῆς ὅλης ἀναπνοῆς, καὶ διὰ τοῦθοὕτως γέγραπται, ἔξω μέγα, εἴσω μικρὸν, εἴσω μέγα, ἔξω μικρὸν, δηλονότι πνεῦμα· τὰς δἐφεξῆς δύο διαφορὰς, ἐν αἷς λέγεται τὸ μὲν ἐκτεῖνον, τὸ δὲ κατεπεῖγον, τῶν μερῶν τῆς ἀναπνοῆς θατέρου νομιστέον ἰδίας ὑπάρχειν, δὴ κατὰ τὴν οὐσίαν εἶναι μάλιστα τῆς ἀναπνοῆς ἔφαμεν· ἐκτεῖνον μὲν γὰρ τὸ βραδὺ, κατεπεῖγον δὲ τὸ ταχύ. βραδύτης δὲ καὶ ταχύτης ἁπάσης κινήσεως ἀχώριστα. τὸ δἐφεξῆς λεγόμενον, τὸ, διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν, ἔστι μὲν εἰσπνοῆς ἀνωμάλου δηλωτικὸν, ἐπιζητεῖ δὲ τὴν αὐτὴν ἀντίθεσιν ἐπὶ τῆς ἐκπνοῆς, ἣν ἐγὼ πέπεισμαι παραλελεῖφθαι πρὸς τῶν μεταγραφόντων μᾶλλον πρὸς Ἱπποκράτους αὐτοῦ, εἴγε δὴ φαίνεται μεμνημένος ἐν ἑτέροις συγγράμμασι καὶ τοῦ τοιούτου τῆς δυσπνοίας εἴδους, ὡς ἐπιδείξω σαφῶς ἐν τοῖς ἐφεξῆς· εἰ δέ τῳ δοκεῖ πρὸς Ἱπποκράτους αὐτοῦ παραλελεῖφθαι, οὗτος αἱρεῖται τὰ χείρω πρὸ τῶν βελτιόνων· τὸ μὲν γὰρ μηδὅλως ἀνωμαλίας μνημονεῦσαι κατὰ μηδἕτερον τῶν τῆς ἀναπνοῆς μερῶν, ἀλλὰ τελέως ἐπιλαθέσθαι τε καὶ παραλιπεῖν, ἦν μὲν οὐδὲ τοῦτο κατὰ τὴν Ἱπποκράτους ἐπιμέλειαν, ἀλλἔγωγἂν εἰ καὶ τὸ νῦν γεγραμμένον ἐπὶ τῆς εἰσπνοῆς οὐδὅλως ἐγέγραπτο, τοῦ γραφέως ἁμάρτημα ὑπάρχειν αὐτὸ μᾶλλον Ἱπποκράτους εἰπεῖν ἐτόλμησα, λόγον δἂν οὖν εἶχεν οὕτω τινὰ τοῖς τὰ χείρω νοοῦσιν· ἐπεὶ δὲ καὶ τὸ τῆς εἰσπνοῆς εἶδος ἐμήνυσε σαφῶς οὕτως, ὡς μὴ μόνον εἰπεῖν διπλῆν εἴσω γίγνεσθαι τοῦ πνεύματος τὴν ἐπανάκλησιν, ἀλλὰ καὶ τὸ οἷον ἐπεισπνέουσι προσθεῖναι, πῶς ἄν τις ἔθὑπολάβοι τῆς ἐκπνοῆς αὐτὸν ἐπιλαθέσθαι; περὶ μὲν οὖν τούτων καὶ αὖθις, ἐφεξῆς δὲ πρόσκειταί τις ἀντίθεσις ἄλλη δυσπνοιῶν, ἐπὶ τελευτῇ τοῦ λόγου παντὸς ὡδί πως γεγραμμένη· θερμὸν, ψυχρόν· ἵνα δηλονότι κᾀνταῦθα προσυπακούωμεν τὸ πνεῦμα. καθάπερ γὰρ μέγα καὶ μικρὸν, καὶ πυκνὸν καὶ ἀραιὸν, οὕτω καὶ θερμὸν καὶ ψυχρὸν ἐκπνεῖται τὸ πνεῦμα. καίτοι κᾀνταῦθα παρακούοντές τινες ἐξ ὧν αὐτοὶ μὴ συνίασιν, ἐπανορθοῦνται καὶ μεταγράφειν τὴν λέξιν τολμῶσιν, οὐ ψυχρὸν καὶ θερμὸν, ὡς νῦν εἴρηται, γράφοντες, ἀλλὰ συνάπτοντες αὐτὰ τῷ προειρημένῳ, καὶ οὕτως ἀναγινώσκοντες, οἷον ἐπεισπνέουσι θερμῷ ψυχρόν. οὗτοι μὲν οὖν πρὸς τὸ μηδένα νοῦν ἔχουσαν ἐργάζεσθαι τὴν λέξιν, ὅτι μηδἀνεγνώκασι τὰ τοῦ παλαιοῦ βιβλία, κατάδηλοι γίνονται· πάντως γὰρ ἂν ἐμέμνηντο τῶν ἐν ἑτέροις ὑπαὐτοῦ γεγραμμένων περί τε θερμῆς καὶ ψυχρᾶς ἐκπνοῆς, τίνα λόγον εἶχεν ἐν ἐκείνοις αὐτὸν γράφειν, ἐνταῦθα παραλιπεῖν, οὐκ ἂν εἰπεῖν ἔχοιεν. εἰ μὲν γὰρ οὐκ ἐνόμιζεν ἐκ τῶν δυσπνοιῶν εἶναι τὴν θερμὴν καὶ ψυχρὰν ἐκπνοὴν, οὐ καλῶς ἐν ἑτέροις ὡς δυσπνοιῶν ἐμνημόνευσεν· εἰ δὀρθῶς ἐν ἐκείνοις ἔπραξεν, οὐκ ὀρθῶς νῦν παρέλιπεν. ἀλλοὐχ ὧδἔχει ταῦτα· καὶ γὰρ ἐνταῦθά τε καλῶς ἐν τῇ διαιρέσει τῶν δυσπνοιῶν περιέχονται καὶ τί ποτοὖν δηλοῦν πεφύκασιν, ὀρθῶς ἐν ἑτέροις εἴρηται.
§4 Καταλιπόντες οὖν ἤδη τοὺς οὕτω παρακούοντας τοῦ παλαιοῦ καὶ παντὸς μᾶλλον τῆς γνώμης αὐτοῦ συνιέντας, αὐτοὶ καθἡμᾶς αὐτοὺς ἐπισκεψώμεθα, τί δή ποτε κατὰ τὸ προγνωστικὸν γράμμα περὶ δυσπνοίας ὧδέ πως γράφει· πνεῦμα πυκνὸν μὲν ἐὸν πόνον σημαίνει φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται· φαίνεται γὰρ ἐν τούτῳ τῷ βιβλίῳ τριῶν τούτων μόνον δυσπνοιῶν μνημονεύων, καίτοι γεἰ μὲν τοσαῦται μόνον εἰσὶν, τί δή ποτε πολὺ πλείους ἐν τοῖς τῶν ἐπιδημιῶν αὐτὸς ἔγραψε; εἰ δὲ οὕτως εἰσὶ πολλαὶ, τί δή ποτε ὀλιγίστων ἐμνημόνευσεν ἐν τῷ προγνωστικῷ; τὸν μὲν ἀριθμὸν αὐτῶν ἐπίστασθαι ἐνόμιζε χρηστὸν, ὁποῖον δέ τι δηλοῦν ἑκάστη πέφυκεν, οὐκ εἶναι. χρηστόν; μόναις ταῖς εἰρημέναις δηλοῦν ὑπάρχει τι, ταῖς δἄλλαις οὐδὲν, ἀλλἐνδέχεταί ποτἀναπνεῖν μὲν παρὰ φύσιν, οὐδεμίαν δεἶναι διάθεσιν ἐν τῷ ζώῳ παρὰ φύσιν; τοσοῦτον δεῖ τοῦτἀληθὲς ὑπάρχειν, ὥστἀνάγκη πᾶσα τὴν παρὰ φύσιν ἐν τῷ ζώῳ διάθεσιν αὐτὴν γίγνεσθαι τῆς δυσπνοίας αἰτίαν; εἴπερ οὖν λόγον αἰτίας διάθεσις ἔχει πρὸς τὴν δύσπνοιαν, εἴη ἂν οὕτω καὶ χρόνῳ καὶ τάξει καὶ δυνάμει πρότερον. πῶς οὖν φαίνεται παραλιπὼν Ἱπποκράτης ἐν τῷ προγνωστικῷ τοσοῦτον ἀριθμὸν δυσπνοιῶν; ἐγὼ μὲν διὰ ταῦτἐβουλόμην καὶ παραβάλλειν τοὺς ἐξηγητὰς ἀλλήλοις  καὶ ζητεῖν καὶ λύειν· ἔχει δοὐχ ὧδε· τῶν μὲν γὰρ ἐξηγουμένων τίς ἄν τις καὶ μνημονεύοι; τῶν δἔμπροσθεν, ὧν γε καὶ πρὸς ἡμᾶς ὑπομνήματα διασώζεται, πολλοὺς μὲν καὶ μακροὺς λήρους καταγεγραμμένους εὑρεῖν ἔστι, τὰ δοὕτως ἐπίκαιρα παραλέλειπται τελέως. ἀλλἡμεῖς γε ζητῶμεν αὐτὰ, κᾂν μηδεμίαν ὁδὸν εἰς τὴν εὕρεσιν ὑπἐκείνων ἔχωμεν παραδεδομένην. εἴρηται μὲν δὴ κᾀν τοῖς περὶ τῆς ἀρίστης αἱρέσεως κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ὅπως χρὴ τὰ τοιαῦτα πάντα καὶ ζητεῖν καὶ ἀνευρίσκειν· ἀλλὰ κᾀν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων διττὴν ὁδὸν ἔδειξα τῆς τῶν τοιούτων εὑρέσεως, ἑτέραν μὲν ἐκ τῶν ἐν τῇ δυσπνοίᾳ διαφορῶν ὁρμωμένην, ἑτέραν δἀπὸ τῶν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις διαθέσεων, ἣν καὶ ῥᾴω τε καὶ σαφεστέραν ὑπάρχειν ἔλεγον· καὶ ὅστις ἐκείνοις ἐπιμελῶς ἐνέτυχε τοῖς γράμμασιν, οὐ δεήσεται λόγων πολλῶν εἰς τὴν τῶν παρόντων λύσιν· εἰ δἤτοι ῥᾳθύμως ἐκείνοις ὡμίλησεν, ἄλλως ἐστὶ δυσμαθὴς, μὲν ῥᾴθυμος αὖθις () ἀναλεξάμενος αὐτὰ πάλιν ἐπὶ ταῦθἡκέτω· σκαιὸς δἄλλό τι πραττέτω, γινώσκων ὡς οὐχ οἵα τε μεγάλου γνώμην ἀνδρὸς ἐκμαθεῖν φύσις μικρὰ, ὁποῖος ἦν Ἱπποκράτης. γοῦν οὐδεὶς ἔμπροσθεν οὔτε προὔβαλεν οὔτἠπόρησεν οὔτἐζήτησεν οὔθεὗρεν, ἐγὼ καὶ προβαλῶ καὶ ἀπορήσω καὶ ὅπως χρὴ ζητεῖν ἐρῶ καὶ σὺν θεοῖς εὑρίσκειν ἐλπίζω. τὸ μὲν δὴ πρόβλημα καὶ μικρῷ πρόσθεν εἴρηταί μοι, τί δή ποτε τοσαῦτα δυσπνοιῶν εἴδη παρέλιπεν Ἱπποκράτης ἐν τῷ προγνωστικῷ τὸ δἀπόρημα νῦν εἰρήσεται τῶν ἐν τῷ πρώτῳ λόγῳ γεγραμμένων ἀναμνήσαντι πρότερον. ἁπάσας γὰρ τῶν δυσπνοιῶν τὰς διαφορὰς ἐν ἐκείνοις τοῖς λόγοις εἰς πέντε τὰ πάντα γένη διαθέσεών τε καὶ δυσπνοιῶν ἀνήγαγον, ὥστἀπορώτερον ἔτι τὸ πρόβλημα καθίσταται, τῆς μόνης ἔθὑπολειπομένης ἐλπίδος ἀνῃρημένης. ἐν γὰρ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς ὅτου δή ποτε τῶν ὄντων διαφοραὶ πλείους μὲν ὑφἑτέρου τινὸς ἀνδρὸς γράμματος, ἥττους δὑφἑτέρου λέγονται, μία μόνη τῆς συμφωνίας ἐλπὶς, εἴ τις ἐπιδεῖξαι δύναιτο τὸν μὲν ἐν τοῖς πρώτοις μέρεσι τῆς διαιρέσεως μεμενηκότα, τὸν δὲ καὶ κατατέμνοντα. ταύτης τοίνυν ἡμῶν ἀφῃρημένης τῆς ἐλπίδος (ἐδείχθη γὰρ ἐν τῷ πρώτῳ λόγῳ, μήτε τῶν διαθέσεων μήτε τῶν δυσπνοιῶν εἰς ἀριθμὸν ἐλάττονα δύνασθαι ἀναχθῆναι τὰ γένη) τίς ἂν ἔτι μηχανὴ τῆς λύσεως τῶν νῦν ζητουμένων εὑρεθείη; τά τε γὰρ ἄλλα καὶ πρὸς τῷ παραλελεῖφθαί τινα τῶν πρώτων γενῶν ἔτι καὶ τὸ διεσπάσθαι τε καὶ κακῶς ἀντιδιῃρῆσθαι πρὸς ἄλληλα καὶ ἀσαφῶς ἡρμηνεῦσθαι μέμψαιτἄν τις ἐν τῷ προγνωστικῷ, καίτοι γεἴπερ τῳ καὶ ἄλλῳ τῶν Ἱπποκράτους βιβλίων ὑπάρχοντι σαφεῖ. καὶ μὴν ἀσαφές τε ἅμα καὶ ἀδιόριστόν ἐστι τὸ κατὰ τὴν ἀρχὴν εὐθὺς εἰρημένον τῆς λέξεως· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν. εἰ μὲν γὰρ μὴ διττὸν ἦν τὸ πυκνὸν πνεῦμα, θάτερον μὲν μετὰ μεγέθους, θάτερον δὲ μετὰ σμικρότητος, εἰ μὴ διαφόρου διαθέσεως ἑκάτερον αὐτῶν ἔκγονον ὑπῆρχεν, εὐλόγως ἂν Ἱπποκράτης ἄτμητον αὐτὸ κατέλιπε, τοῦ δηλουμένου καθἑκάτερον τὴν διαφορὰν οὐκ ἐμήνυσεν· ἐπεὶ δαὐτός τε σαφῶς ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἕτερον μὲν τὸ πυκνὸν ἅμα καὶ σμικρὸν, ἕτερον δὲ τὸ πυκνὸν καὶ μέγα γινώσκει, καὶ ἡμεῖς ἀπεδείξαμεν ἐκ τῶν πρώτων εἶναι διαφορῶν αὐτὰ, κακῶς ἄτμητον ἐάσας τὸ πυκνὸν, ἁπλῶς οὕτως εἰπὼν ἠρκέσθη· πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν. ἓν μὲν δὴ τοῦτἄπορον. ἐφεξῆς δὲ τῆς τρίτης διαφορᾶς μνημονεύσας ὡδί· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· καὶ ταύτην εἰπὼν μόνην σαφῶς τῶν πρώτων διαφορῶν, οὐδὁτιοῦν τῆς παρακειμένης αὐτῇ τῆς ἀραιόν τε καὶ μικρὸν ἀποδεικνυούσης τὸ πνεῦμα δυσπνοίας ἐμνημόνευσε, καίτοι γε ὥσπερ τὸ πυκνὸν πνεῦμα διττὸν ἦν, μεγέθει καὶ σμικρότητι διαιρούμενον, οὕτω καὶ τὸ ἀραιὸν διττὸν ἐξ ἀνάγκης ἐστὶ, μεγέθει καὶ σμικρότητι διαιρούμενον. θατέρου δὲ μόνου κατὰ τὸ προγνωστικὸν ἐμνημόνευσεν εἰπών· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου, παραφροσύνην σημαίνει· ἕτερον δὲ τὸ ἀραιὸν ἅμα καὶ σμικρὸν παραλελεῖφθαι φαίνεται. ὥστἐκ τῶν τεσσάρων συζυγιῶν, ἃς ἐν τῇ ἐπιδημίᾳ ἔγραψε, τὰς μὲν δύο τὰς πρώτας ἀδιορίστως τε καὶ ἀσαφῶς καὶ συγκεχυμένως εἰρῆσθαι, μόνην δ’, ὡς ἔφαμεν, τὴν τρίτην, αὐτήν τε καὶ τὸ δηλούμενον ὑπαὐτῆς, ἄμφω γεγράφθαι σαφῶς. οὐ μόνον δἐν τούτοις ἀσαφής τε ἅμα καὶ ἀδιόριστος καὶ παραλιπὼν τὰ πλείω δόξειεν ὑπάρχειν λόγος, ἀλλὰ κᾀξ ὧν ἐπιφέρων φησί· ψυχρὸν δἐκπνεόμενον ἔκ τε τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται. τί δήποτε γὰρ, εἰ τὰς κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν διαφορὰς ἐπελθεῖν ἐγνώκει, τῆς ψυχρᾶς ἐμνημόνευσε μόνης; ἔτι τε τί δή ποτε μὲν τῶν ἄλλων δύο, ἥν τε ἀδιορίστως ὀνομάζει πυκνὸν πνεῦμα καὶ ἣν διοριζόμενος ἀραιὸν καὶ μέγα, τὰς διαθέσεις αὐτὰς μόνας παρέγραψεν, οὐ μὴν εἰς τι τελευτήσουσιν ἐμήνυσε, πόνον μὲν καὶ φλεγμονὴν ὑπὸ τῆς πυκνῆς, παραφροσύνην δὑπὸ τῆς ἀραιᾶς τε ἅμα καὶ μεγάλης δυσπνοίας δηλοῦσθαι φάμενος; ἐπὶ δὲ τῆς κατὰ τὸ ψυχρὸν διαφορᾶς ἐς τι μὲν τελευτήσει λέγει· φησὶ γὰρ ὀλέθριον εἶναι κάρτα τὸ τοιοῦτον πνεῦμα· τὴν διάθεσιν δἀφἧς οὕτω δυσπνοοῦσιν, ἀσαφεστέραν οὖσαν, οὐκέτι λέγει, βέλτιον ὂν ὀπὶ πασῶν τῶν δυσπνοιῶν καὶ τὰς διαθέσεις αὐτὰς εἰπεῖν,  αἵ τινές ποθὑπάρχουσι, καὶ τὸν τρόπον αὐτῶν προσγράψαι, διορίζοντα τὰς ἐπιεικεῖς ἀπὸ τῶν κακοηθῶν. οὐ τοίνυν οὕτως ἐποίησεν, ἀλλἐπὶ μὲν τῶν προτέρων δυσπνοιῶν τὰς διαθέσεις, ἐπὶ δὲ τῆς ἐσχάτης τὸν τρόπον μόνον ἐδήλωσεν. δὴ πάντων ἀφυκτότατόν ἐστι τῶν ἐγκλημάτων, τὸ μηδὲν ὅλως εἰρῆσθαι περὶ τῆς ἀνωμάλου δυσπνοίας, ἤδη δὴ καὶ αὐτὸ προσκείσθω τῷ λόγῳ. τὸ μὲν γὰρ ἐκτεῖνον καὶ κατεπεῖγον πνεῦμα καὶ τὸ ἔξω μέγα καὶ εἴσω μικρὸν, οὐκ εἴρηται μὲν οὐδαὐτὰ διὰ τοῦ προγνωστικοῦ γράμματος, ἐξ ὧν δὲ ἡμεῖς ἐν τῷ πρώτῳ λόγῳ διήλθομεν, ἐν ταῖς τέσσαρσι τῶν δυσπνοιῶν συζυγίαις εὑρίσκεται περιεχόμενα· τὴν δέ γε πέμπτην ἀνώμαλον, ἧς τὸ μὲν ἥμισυ μέρος ἐν τοῖς τῶν ἐπιδημιῶν ἔγραψε, διπλῆν εἴσω φάμενος ἐπανάκλησιν, ἐν δὲ τῷ προγνωστικῷ τελέως παρέλιπεν, οὐκ ἔστιν ὑποὐδεμιᾶς τῶν τεττάρων συζυγιῶν κατοὐδένα τρόπον εὑρεῖν περιεχομένην. αἵ μὲν οὖν ἀπορίαι τοσαῦταί τε καὶ τοιαῦται.
§5–7
§5 Χρὴ δὲ τοὐντεῦθεν μὴ τοῖς πολλοῖς τῶν ἀντιλεγόντων Ἱπποκράτους παραπλησίως, καὶ ἡμᾶς τὰς μὲν ἀπορίας εὐπόρως ἐξευρίσκειν, ἐν δὲ ταῖς λύσεσιν αὐτῶν ἀπορεῖν, ἀλλὰ πρῶτον μὲν ὁδόν τινα τῆς εὐπορίας εὑρεῖν, ἐφεξῆς δἀποδείξει πιστώσασθαι τὰ διαὐτὴν εὑρεθέντα. τίς οὖν ὁδὸς τῆς εὐπορίας; χρὴ γὰρ ἐντεῦθεν ἄρξασθαι· μία μὲν κοινὴ πάντων τῶν παλαιῶν συνήθης βραχυλογία· δευτέρα δὲ Ἱπποκράτους αὐτοῦ μεγαλοφροσύνη. δέδεικται γὰρ ἡμῖν δεινὸς πολλάκις ἀνὴρ οὗτος, ὅσα μὲν καὶ τοῖς ἄλλοις ἰατροῖς ἐστι γνώριμα παρατρέχων, ὡς ὑπὸ μηδενὸς τῶν γνησίως ἀσκούντων τὴν τέχνην ἀγνοηθῆναι δυνάμενα, τὰ δὲ τοῖς τοιούτοις ἀγνοούμενα πάντἐπιμελῶς τε ἅμα καὶ σαφῶς ἐξηγούμενος. εἰ δὴ τοῦτἐστὶν ἔθος αὐτῷ, τί θαυμαστὸν ἀμφισβητουμένην τε καὶ ἀσαφῆ τοῖς πολλοῖς δυσπνοίας διαφορὰν τὴν κατὰ μέγεθός τε καὶ ἀραιότητα διά τε τῶν ἄλλων συγγραμμάτων ἐπιδεῖξαι πειραθῆναι παραφροσύνης ἰδίαν οὖσαν ἔν τε τῷ προγνωστικῷ σαφοῦς ἀξιῶσαι διδασκαλίας, τὰς δὲ τῆς πυκνότητος, ὡς ἂν μηδὲ ταύτας ἀγνοηθῆναι τοῖς ἰατροῖς δυναμένας, ἑνὶ κεφαλαίῳ περιλαβόντα, διὰ ταχέων δηλῶσαι; ἔν τε γὰρ πλευρίτισι καὶ περιπνευμονίαις καὶ συνάγχαις καὶ ὀρθοπνοίαις πυκνὸν καὶ μικρὸν γίνεται τὸ πνεῦμα· καὶ εἰ μὴ πλευρῖτις δεἴη, μόνη δὀδύνη κατὰ τὰς πλευρὰς ὑπάρχοι, πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα, καθάπερ εἰ καὶ περὶ τὸ στόμα τῆς κοιλίας, τὸν στόμαχον, τοῦ σπληνὸς τὴν κεφαλὴν, τοῦ ἥπατος τὰ κυρτά. καὶ γὰρ οὖν κᾀνταῦθα πόνου τινὸς ὑπάρχοντος, ἀνάγκη μικρὸν καὶ πυκνὸν γενέσθαι τὸ πνεῦμα, καὶ πολύ γε μᾶλλον, εἰ περὶ τὸ διάφραγμα γένοιτο καὶ τὸ συνάπτον αὐτοῦ τῷ περιτοναίῳ καὶ τοὺς μῦς τοὺς περικειμένους αὐτόθι. καίτοι κᾂν εἰ μὴ τῇδε μόνον, ἀλλὰ καὶ κατωτέρω μειζόνως πεπονθὸς τὸ περιτόναιον, αἰσθάνεταί τε τῆς βλάβης αὐτοῦ τὸ διάφραγμα καὶ οὕτω μικρὸν καὶ πυκνὸν ἐργάζεται τὸ πνεῦμα. καὶ τῆς γαστρὸς αὐτῆς αἱ μείζους διαθέσεις, αἱ σὺν ὀδύνῃ τε καὶ ὄγκῳ, καὶ τοῦ σπληνὸς τὰ κάτω καὶ τοῦ ἥπατος, οὐδὲν ἧττον καὶ αὐταὶ πυκνὸν καὶ μικρὸν ἐργάζονται τὸ πνεῦμα· καὶ ὅλως, εἴτὄγκος τις εἴη, θλίβων τε καὶ στενοχωρῶν ὁτιοῦν τῶν ἀναπνευστικῶν ὀργάνων, εἴτὀδύνη περί τι μόριον οὕτω πλησιάζον τοῖς ἀναπνευστικοῖς, ὡς κινουμένοις αὐτοῖς συγκινεῖσθαι, πυκνὸν καὶ μικρὸν ἔσται τὸ πνεῦμα. τὰς δἄλλας αἰτίας τούτων ἐν τῷ πρώτῳ γράμματι διήλθομεν, ὥσπέρ γε καὶ ὅτι θερμασίας πολλῆς ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμένης, πυκνὸν καὶ μέγα γενήσεται τὸ πνεῦμα. φαίνεται δὲ καὶ τοῦτο σχεδὸν ἁπάσης ἡμέρας ἐπὶ τῶν διακαῶν πάντων πυρετῶν, ὥστοὐδαὐτὸ διαλάθοι τινά. καὶ μέν τοι καὶ ὡς τὴν παρὰ φύσιν φλόγωσιν οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ πρὸ Ἐρασιστράτου φλεγμονὴν ὠνόμαζον, οὐχ ἡμῖν μόνοις, ἀλλὰ καὶ σύμπασιν ὡς εἰπεῖν τοῖς Ἱπποκράτους ἐξηγηταῖς ἀποδέδεικται. τούτων οὖν ὑποκειμένων, οὐδὲν ἔτι θαυμαστὸν ἑνὶ κεφαλαίῳ τὰς εἰρημένας ἀμφοτέρας διαφορὰς δηλῶσαι τὸν Ἱπποκράτην, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν, εἰπόντα, πόνον σημαίνει φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ὡς ἂν καὶ ἡμῶν νοῆσαι δυναμένων, ὅτι τὸ μὲν μετὰ μικρότητος πόνον σημαίνει, τὸ δὲ μετὰ μεγέθους φλεγμονὴν, πέρ ἐστι φλόγωσιν, δηλοῖ· προσθέντα δεὐλόγως, ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισιν, ἤτοι τοῖς ἀναπνευστικοῖς, ὡς ἂν τῶν κάτω τοῦ διαφράγματος ἀμέτρων θερμασιῶν εἰς μέγεθός τε καὶ πυκνότητα τὴν ἀναπνοὴν ἐξᾶραι μὴ δυναμένων.
§6 μὲν ὁδὸς τῆς εὑρέσεως τῶν ζητουμένων κατά γε τὰς πρώτας διαφορὰς ἥδε· προσθεῖναι δἀνάγκη τινὰ καὶ ἀπόδειξιν τῷ λόγῳ. νυνὶ μὲν γὰρ, ὡς οὐκ ἀδύνατόν ἐστι, ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι τὸν Ἱπποκράτην, δεδήλωται· δειχθήσεται δἐφεξῆς, ὅτι πάντως οὕτως ἔχει. τί δή ποτε γὰρ ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις ἀμφοτέροις, ἔν τε τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ, πρώτας ἁπασῶν δύο ταύτας εὑρίσκεται διαφορὰς δυσπνοίας διαιρούμενος, προτέραν μὲν τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, δευτέραν δὲ τὸ πυκνὸν καὶ μέγα, κατὰ δὲ τὸ προκείμενον ἀγνοεῖν αὐτὰς νομίζεται, πρὸς τῷ καὶ μετὰ ταῦτεὐθὺς ἐν τῷ προγνωστικῷ γράφειν, ἀραιὸν καὶ μέγα; ἀραιὸν μὲν οὖν καὶ μέγα πνεῦμα γινώσκει, πυκνὸν δὲ καὶ μικρὸν ἀγνοεῖ; κᾂν φαίη τις τῶν τὰ χείρω σπουδαζόντων, ὡς αὐτὸ μὲν τί ποτἐστὶ πυκνὸν καὶ μικρὸν πνεῦμα γινώσκειν ἠδύνατο, τίς δἐστὶν ἀπεργαζομένη διάθεσις αὐτὸ, μὴ γινώσκειν ἠδύνατο, ἀλλὅταν εἴποι, τὸ πυκνὸν πνεῦμα πόνον σημαίνει φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, δῆλός ἐστι καὶ τὰς διαθέσεις γράφων  καὶ οὐδετέραν παραλιπὼν, ἀλλὰ κατὰ τὴν αὐτὴν τάξιν ἐδήλωσεν, ἣν κᾀν τοῖς δύο τῶν ἐπιδημιῶν βιβλίοις ἐποιήσατο. δῆλον οὖν ἐστι τῷ μὲν πυκνῷ καὶ σμικρῷ τὸν πόνον, τῷ δὲ πυκνῷ καὶ μεγάλῳ τὴν φλόγωσιν συνάπτων. οὐδὲ γὰρ τοῦτἔστιν εἰπεῖν, ὡς ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν δύο ἐμνημόνευσε μικροῦ καὶ πυκνοῦ καὶ μεγάλου καὶ πυκνοῦ πνεύματος, ἑτέρωθι δοὐδαμόθι. καὶ γὰρ ἐν αὐτοῖς ἐκείνοις πολλάκις κᾀν τῷ περὶ διαίτης ὀξέων, ὃν ἐπιγράφουσι περὶ πτισάνης, εὐθὺς ἐν ἀρχῇ τοῦ συγγράμματος οὐ μόνον διαῤῥήδην ὀνομάζει τὸ τῆς δυσπνοίας ταύτης εἶδος, ἀλλὰ καὶ τὴν διάθεσιν ἐφ γίγνεται καὶ τὸν τρόπον αὐτῆς καθὃν βλάπτειν πέφυκε, καίτοι τῶν ὑπὸ φιλονεικίας πολλὰ παρακοπτόντων ὡς οὐ γνήσια τοῦ Ἱπποκράτους βιβλία οὐδεὶς ἐτόλμησεν ἀφελέσθαι τὸν ἄνδρα τουτὶ τὸ σύγγραμμα. τὰ μὲν γὰρ ἐπὶ τέλει τὰ μετὰ τὴν τοῦ λουτροῦ χρῆσιν ἀφαιροῦσι πολλοὶ, τὰ δὲ ἕως τοῦδε φυλάττουσιν ἅπαντες. ἂν οὖν μὴ μόνον ἐν τούτῳ τῷ βιβλίῳ δείξωμεν, ἀλλὰ καὶ διἄλλων πολλῶν ὁμοίως εὑρεθῇ τάς τε διαφορὰς τοῦ πυκνοῦ πνεύματος γινώσκων καὶ τὰς διαθέσεις, ἐνδεῖν τι δόξει πρὸς τὴν ἀπόδειξιν; εἰ δὲ καὶ καταὐτὸ τὸ προγνωστικὸν εὑρεθείη κατωτέρω μήτε τὰς διαφορὰς ἀγνοῶν καὶ τὰς διαθέσεις ἐπιστάμενος, οὐκ ἂν ἔτι μᾶλλον πιστεύσαις ἀποδεδεῖχθαι τὸ προκείμενον; καὶ μὴν ὅτι ταῦθοὕτως ἔχει καὶ μηδὲν ψευδόμεθα, πάρεστι σκοπεῖν ἐξ αὐτῶν τῶν ῥήσεων. ἄρξομαι δἀπὸ τοῦ περὶ διαίτης ὀξέων. ἐν τούτῳ τῷ βιβλίῳ κατἀρχὰς εὐθὺς περὶ τῶν κατὰ πνεύμονα καὶ θώρακα νοσημάτων τὸν λόγον ποιούμενος ὡδί πως φησίν· οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πνεῦμα πυκνότερον γένοιτἄν· κακὸν δὲ τοῦτο· ξηραντικὸν γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίων καὶ ἤτρου καὶ φρενῶν. ἐν τούτῳ τῷ λόγῳ πρῶτον μὲν ὅτι καὶ διὰ πόνον τὸ πυκνὸν γίνεται πνεῦμα δεδήλωκεν, ἡμῖν, οἶμαι, καταλιπὼν ἐπινοεῖν τὸν τρόπον τῆς γενέσεως, ὃν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων σαφῶς μοι δοκῶ διεληλυθέναι. καθὃν γὰρ τρόπον ὀδυνώμενοι τὰ σκέλη μέγα προβαίνειν οὐ δυνάμεθα, κατὰ τὸν αὐτὸν τρόπον, ὅταν πονῇ τι τῶν κινουμένων ἐν ταῖς ἀναπνοαῖς ὀργάνων, μικρὸν ἀναπνεῖν ἀναγκαζόμεθα καὶ θᾶττον παύσασθαι γλιχόμεθα. ἐπεὶ γὰρ συμπαρεκτείνεται τῷ μήκει τοῦ χρόνου τῆς ἀναπνοῆς πόνος, θᾶττον ἂν ἐπισχὼν τὴν κίνησιν τῶν ἀναπνευστικῶν θᾶττον ὀδυνώμενος παύσεται. ἀλλὅσον πρωϊαίτερον τοῦ δέοντος ἐπαύσατο, τοσοῦτον τὸ ζῶον ἐλλιπέστερον ἀπήλαυσε τῆς εἰσπνοῆς. ὥσπερ οὖν εἴ τις ἐλάττω τῆς χρείας σιτία προσάρηται, ταχέως οὗτος ἑτέρων δεήσεται σιτίων, οὕτως εἴ τις εἰσπνεύσειεν ἔλαττον τῆς χρείας, θᾶττον οὗτος εἰσπνοῆς προσδεήσεται, κᾀν τῷδε συμβήσεται πυκνοῦσθαι τὸ πνεῦμα. ὃν γὰρ ἡσύχαζε χρόνον ἐν τῷ μεταξὺ τῶν ἐνεργειῶν ἀναπαυόμενα τὰ τῆς ἀναπνοῆς ὄργανα, τοῦτον νῦν αὐτοῖς οὐκ ἐπιτρέπει ἡσυχάζειν τὸ ζῶον. ἅτε γὰρ ἐλλιπῶς ἀναπνέον ἑκάστην ἀναπνοὴν, ἀεὶ καὶ μᾶλλον ἐγγυτέρω πελάζει πνίξεως· δέει δὲ αὐτοῦ τοῦδε τοῦ παθήματος ἀναπνεῦσαι θᾶττον ἐπείγεται, καὶ κινεῖ τὰ τῆς ἀναπνοῆς ὄργανα πρωϊαίτερον τοῦ δέοντος, οὐκ ἐπιτρέπον αὐτοῖς ἡσυχάζειν ἐς ὅσον ἡσύχαζεν, ὅτεἶχε κατὰ φύσιν. ὅταν οὖν διὰ τὴν ὀδύνην Ἱπποκράτης πυκνότερον τὸ πνεῦμα γενέσθαι λέγῃ, φαίνηται δὲ διὰ μέσης τῆς μικρότητος πυκνότης γεννᾶσθαι, παντί που δῆλον, ὡς καὶ τὴν σμικρότητα γινώσκει. τίς γὰρ ἂν τὸ τρίτον ἀπὸ τοῦ πρώτου δύναιτο γνῶναι τὸ μέσον ἀγνοῶν, καὶ μάλισθὅταν αὐτὸ τῷ τρίτῳ τῆς γενέσεως αἴτιον ὑπάρχῃ; καὶ μέν γε καὶ προελθὼν ὀλίγον αὐτοῖς τοῖς ἰδίοις ῥήμασιν ἄντικρυς αἰτιᾶται τὴν μικρότητα τῆς πυκνότητος, γράφων ὡδί· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι. τὴν ἑτέραν ἐνταῦθα πάλιν αἰτίαν διδάσκει τῆς τοῦ πυκνοῦ πνεύματος γενέσεως, ὠνόμαζε δαὐτὴν ἐν τοῖς ἔμπροσθεν λόγοις στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων. ὅπερ οὖν ἐπὶ τοῦ πόνου παρέλιπεν ἡμῖν ἐπινοῆσαι, τοῦτἐνταῦθα αὐτὸς ἐξηγήσατο. τί δἐστὶ τοῦτο; πολλοῦ, φησι, τοῦ πτυέλου περιεχομένου κατὰ τὰς ἀρτηρίας, τοῦ πνεύμονος δηλονότι, καὶ τὴν χώραν τοῦ πνεύματος αὐτοῦ φθάνοντος κατειληφέναι, κωλύεται κατὰ τὴν τῆς εἰσπνοῆς ἐνέργειαν εἴσω παραγενέσθαι τὸ πνεῦμα. ἆροὖν ἕτερόν τι τῆς μικρᾶς εἰσπνοῆς ἐστι τὸ νῦν λεγόμενον; οὐ μὴν, εἴγε τῷ πλήθει τῆς εἰσπνεομένης οὐσίας παραμετρεῖν χρὴ τὸ μέγεθος τῆς ἀναπνοῆς, ὡς ἐν τῷ πρώτῳ δέδεικται λόγῳ· ἀλλὰ εἰ διἄλλην τινὰ αἰτίαν ἀναγκάζεσθαι ταχέως ἔξω φέρεσθαι τὸ πνεῦμά φησι διὰ τὴν μικρότητα τῆς εἰσπνοῆς, οὐκ ἔστιν οὐδὲ τοῦτεἰπεῖν, ἐχούσης οὕτω τῆς λέξεως· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον, κωλύει μὲν τὸ πνεῦμα εἴσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως φέρεσθαι ἔξω. διότι γὰρ ἐστερήθη τῆς εἴσω φορᾶς, ἡσυχάζειν οὐκ ἐπιτρέπει τὸ ζῶον, πνιγῆναι κινδυνεῦον, κᾀν τῷδε πυκνὸν γίνεται. τὸ γὰρ ἐπὶ τὴν ἐκπνοὴν ἰέναι ταχέως ἀπὸ τῆς εἰσπνοῆς οὐδὲν ἕτερόν ἐστι τοῦ πυκνῶς ἀναπνεῖν. οὐ γὰρ δὴ τάς γε συλλαβὰς τῶν ὀνομάτων αὐτὰς ἐθέλειν ἀκούειν προσήκει, τῶν λόγων ὅλων σαφῶς λεγομένων, οὐδἄλλο μέν τι νομίζειν εἶναι τὸ ταχέως ἐπὶ τὴν ἐκπνοὴν ὁρμᾷν τοῦ πυκνῶς ἀναπνεῖν, ἄλλο δέ τι τὸ κωλύεσθαι τὴν εἰσπνοὴν αὐτάρκως γίγνεσθαι τοῦ μικρὰν εἶναι τὴν ἀναπνοήν. ἀλλἐνταῦθα μὲν αὐτὸς Ἱπποκράτης ἐξηγήσατο σαφῶς, ὅπως ἐπὶ τῷ πτυέλῳ κατεχομένῳ πυκνὸν γίνεται τὸ πνεῦμα διὰ μέσης τῆς μικρότητος· ἐπὶ δὲ τῆς ὀδύνης παρέλιπεν, ὡς ἂν, οἶμαι, πολλαχοῦ μὲν αὐτὸς εἰρηκὼς κωλύεσθαι τὰς ἐνεργείας  τῶν ὀργάνων ὑπὸ τοῦ πόνου, δυναμένων δὲ καὶ ἡμῶν, κᾂν εἰ μὴ παρἐκείνου προσηκούσαμεν, ἐκ τῶν ἐναργῶς φαινομένων εὑρεῖν αὐτό. πρὸς τῷ τοίνυν ἄμφω ταῦθἡμᾶς ἐν τῷδε τῷ λόγῳ διδάξαι σαφῶς, ὡς καὶ πόνος καὶ στενοχωρία μικρὰν ἐργαζόμενα τὴν ἀναπνοὴν, εὐθὺς καὶ πυκνὴν δείκνυσιν, ἔτι καὶ τοῦτἐκδιδάσκει, τὸ μὴ ταῦτεἶναι μόνον πυκνοῦ πνεύματος αἴτια. πρῶτον μὲν γὰρ ἐν τῷ φάναι, εἴρηται δοὕτως ἐπὶ τῆς ὀδύνης, αὐτὸ δῆλον ποιεῖται πυκνὸν ἤδη διὰ τὴν ἑτέραν αἰτίαν ὑπάρχον τὸ πνεῦμα, πυκνότερον γίγνεσθαι λέγων διὰ τὸν πόνον, ὡς ἂν, οἶμαι, κᾀνταῦθἡμῶν λογίσασθαι δυναμένων, τὴν πυρεκτικὴν θερμασίαν πάντως αὐτὸ πυκνὸν ἀπεργάσασθαι· δεύτερον δἐν τῷ λέγειν, ὅτι ὑπὸ τοῦ πυκνοῦ καὶ πολλοῦ πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίνεσθαι. τοῦ μὲν γὰρ πυκνοῦ πνεύματος πόνος αἴτιον, τοῦ πολλοῦ δὲ οὐχ οὗτος, ἀλλ πυρεκτικὴ θερμασία. πάνυ δὲ κᾀνταῦθα σαφῶς, οὐ μεγάλου πνεύματος εἶπεν, ἀλλὰ πολλοῦ. τὸ μὲν γὰρ μέγα τῷ καθἑκάστην ἀναπνοὴν ποσῷ κρίνεται, τὸ δὲ πολὺ δυνατόν ἐστιν ἐκ μικρῶν ἐνίοτε πολλῶν ἀθροίζεσθαι. καὶ φαίνεταί γε σαφῶς τοῦτο γιγνόμενον ἐπὶ τῶν πλευριτικῶν, μέγα μὲν εἰσάπαξ ἀναπνεῖν μὴ δυναμένων διὰ τὸν πόνον, καίτοι γε δέονται πλέονος ἀέρος διὰ τὸν πυρετὸν, τῇ συνεχείᾳ δὲ τῆς ἐνεργείας ἴσον ταῖς μεγάλαις ἀναπνοαῖς τὸ πλῆθος τοῦ πνεύματος ἀθροιζόντων. γὰρ ὀλίγαι μεγάλαι, τοῦτο πολλαὶ σμικραὶ δύνανται. κατὰ δὲ ταὐτὰ κᾀπὶ τῶν περιπνευμονικῶν πολλοῦ μὲν τοῦ πνεύματος χρεία, διὰ δὲ τὴν στενοχωρίαν ὀλίγον εἰσπνεῖται· κᾀνταῦθοὖν πυκνότης πολλὰς ἐργαζομένη τὰς μικρὰς ἀναπνοὰς, εἰς ἴσον ἄγει ταῖς ὀλίγαις τε καὶ μεγάλαις.
§7 Ἆρ οὖν ἔτι δεησόμεθα τὰς συλλαβὰς εὑρίσκειν τῶν ὀνομάτων ἐν τῷδε τῷ βιβλίῳ γεγραμμένας ἐφεξῆς οὕτω, μικᾶς τε καὶ μεγάλης ἀναπνοῆς, οὐκ ἀρκούμενοι τοῖς πράγμασιν αὐτοῖς οὕτω σαφῶς δηδηλωμένοις; καὶ μὴν οὐ τοῦτἦν τὸ ζητούμενον, εἰ τοὔνομα γινώσκει τὸ τῆς μικρᾶς καὶ μεγάλης ἀναπνοῆς Ἱπποκράτης· εὑρίσκεται γὰρ ἔν τε τοῖς τῶν ἐπιδημιῶν βιβλίοις γεγραμμένον κᾀν τῷ προγνωστικῷ πάλιν ἐν οἷς ἔλεγε· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει· ἀλλεἰ διττὸν οἶδε τὸ πυκνὸν πνεῦμα καὶ τὸ μὲν αὐτῶν ὑπὸ πόνου γίγνεσθαί φησι, τὸ δὲ ὑπὸ θερμασίας πολλῆς ἐν τοῖς ἀνπνευστικοῖς ὀργάνοις ἀθροιζομένης. ὅπου τοίνυν ἐπιδέδεικται ταῦτα, περιττὸν ἔτι ποθεῖν ἀκούειν τὰς τῶν ὀνομάτων συλλαβὰς, ἐπεὶ καὶ καταὐτὸν τοῦτον τὸν ἐν τῷ προγνωστικῷ λόγον, ὃν ἐπὶ τῆς παραφροσύνης ἔγραψεν, ἐξέσται τινὶ λέγειν οὐκ ἀραιὸν μὲν καὶ μέγα τὸ δηλοῦν αὐτὴν εἰρῆσθαι πνεῦμα, καὶ τὴν λέξιν προτείνεσθαι τόνδε τὸν τρόπον ἔχουσαν, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην σημαίνει, ὥσπερ οὐ ταὐτὸν μόνον ἀραιὸν εἰπεῖν, διὰ πολλοῦ χρόνου, νῦν ἡμῶν ὀνόματα θηρευόντων, καὶ οὐ τὰ πράγματα ζητούντων. ἀλλἐπειδή τινες εἰς τοσοῦτον ἥκουσι σκαιότητος, ὡς καὶ τῶν ὀνομάτων ἀκούειν ἐθέλειν αὐτῶν, ἀναμνήσωμεν καὶ αὐτοὺς ἐξ αὐτοῦ τοῦ περὶ διαίτης ὀξέων βιβλίου δυοῖν τινων ῥήσεων ὡδί πως ἐχουσῶν· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ πυκνὸν μέγα. ἐνταῦθα μὲν ἔχεις, εἴπερ ἐπιθυμεῖς, τοὔνομα τὸ μέγα· τὸ δαὖ μικρὸν, ἐπειδάν φησι· καὶ πνεῦμα σμικρὸν καὶ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται. κατὰ δαὖ τὸ προγνωστικὸν αὐτὸ δυσπετέως φέρειν τὴν νοῦσόν φησι καὶ πνεῦμα μέγα καὶ πυκνὸν εἶναι. τοῦτο μὲν οὖν ἄντικρυς αὐτοῖς τοῖς ὀνόμασιν ἔγραψε, μέγα καὶ πυκνὸν, τὸ δαὖ μικρὸν καὶ πυκνὸν ἐν τῷ περὶ συνάγχης λόγῳ, πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν, εἰπών. ὅτι γὰρ ἐν ταῖς ὀρθοπνοίαις μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, οὐκ οἶδεἴ τις ἀγνοεῖ. καίτοι κᾂν εἰ τὰ τοιαῦτα παρἹπποκράτους αὐτοῦ μαθεῖν ἐθέλομεν, ἐν μὲν τῷ περὶ διαίτης ὀξέων ἐν αἷς ὀλίγον ἔμπροσθεν ἔγραψα λέξεσιν ἐδίδαξεν ἡμᾶς, ὅπως γίγνεται μικρὸν καὶ πυκνὸν πνεῦμα κατὰ τὴν τῶν πτυέλων ἐπίσχεσιν. ἐν δὲ τῷ περὶ ἄρθρων εὐθὺς ἐν ἀρχῇ τοῦ περὶ τῆς ῥάχεως αὐτοῦ, τὰς ὑπὸ τῶν ὄγκων νοσημάτων γιγνομένας κυφώσεις ἐν τοῖς ἀνωτέρω τῶν φρενῶν χωρίοις διηγούμενος, ὡδί πως φησὶν, ( ὅλην γὰρ, οἶμαι, κάλλιον εἶναι δοκεῖ παραγράψαι τὴν ῥῆσιν) οἷσι μὲν ἄνω τῶν φρενῶν τὸ κυφὸν, τουτέοισι μὲν αἱ πλευραὶ οὐκ ἐθέλουσιν εἰς τὸ εὐρὺ αὔξεσθαι, ἀλλἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίγνεται, ἀλλοὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίγνονται καὶ κερχνώδεες· ἧσσον γὰρ ἰθυωρίην ἔχουσιν αἱ κοιλίαι τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι. καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σπόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς αὐτέοισιν κεφαλή. στενοχωρίην οὖν πολλὴν τῇ φάρυγγι παρέχουσι· καὶ τοῦτο συμβάλλεται εἰς τὸ εἴσω ῥέπον. καὶ γὰρ αὐτοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἂν ἔσω ῥέπει, ἔστἂν ἀναπιεσθῇ. διὰ οὖν τὸ τοιοῦτον πρῆγμα ἐξεχέμβροχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται ὑγιέες, φυματίαι τε ὡς ἐπὶ πολὺ τὸν πνεύμονά εἰσιν οἱ τοιοῦτοι, σκληρῶν φυμάτων καὶ ἀπέπτων. καὶ γὰρ πρόφασις τοῦ κυφώματος καὶ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας συστροφὰς γίγνεται, οἷσιν ἂν κοινωνήσωσιν οἱ ξύντονοι. ἐν τούτῳ τῷ λόγῳ παντὶ τὴν μὲν κύφωσιν ἐπὶ τοῖς ἐν πνεύμονι φύμασιν ἀπέπτοις τε καὶ σκληροῖς γίγνεσθαι λέγει, τὴν δὲ δύσπνοιαν ἐπὶ τῇ στενοχωρίᾳ· κερχνώδη δὲ κέκληκε τὴν τοιαύτην διαφορὰν αὐτοῦ. ἐν δέ γε τῷ  περὶ διαίτης ὀξέων, ἡνίκα τῶν εἰς μικρότητά τε καὶ πυκνότητα τὴν ἀναπνοὴν τρεπομένων ἐμέμνητο, καὶ αὐτὸ μὲν τοῦτο τὸ τῆς ὀρθοπνοίας ὄνομα προσέθηκε, καὶ ῥέγχειν αὐτοὺς ἔφησεν, ὥστε κᾀπειδὰν ἐν προγνωστικῷ περὶ συνάγχης διηγούμενος εἶπε· πλεῖστόν τε πόνον παρέχουσι καὶ ὀρθόπνοιαν, οὐκ ἄλλο τι δυσπνοίας εἶδος τὸ σμικροῦ καὶ πυκνοῦ πνεύματος οὕτως ὀνομάζει. πάντες γὰρ οἱ διὰ στενοχωρίαν αὐτάρκως εἰσπνεῖν μὴ δυνάμενοι πνίγεσθαι κινδυνεύουσιν, ἢν κατακαίωνται. καὶ διὰ τοῦτὀρθὸν ἔχειν δέονται τόν τε θώρακα σύμπαντα καὶ τὸν τράχηλον, ὡς ἂν οὐ σμικρᾶς αὐτοῖς βοηθείας ἐκ τοῦ τοιούτου σχήματος προσερχομένης. εὐρύτερά τε γὰρ ἅμα καὶ μακρότερα σύμπαντα τὰ τῆς ἀναπνοῆς ὄργανα γίνονται, τοῦτο μὲν ἐξευθυνόμενα πρὸς τῶν ὀρθίων σχημάτων, τοῦτο δἧττον εἰς ἑαυτὰ καταπίπτειν κωλυόμενα. δῆλος δὲ καὶ αὐτὸς Ἱπποκράτης οὕτω γινώσκων ὑπὲρ αὐτῶν, ὡς ἡμεῖς νῦν λέγομεν, ἐξ ὧν φησιν ἐν τοῖς περὶ ἄρθρων· αὐτοί τε δύσπνοοι γίνονται καὶ κερχνώδεες, ἧσσον γὰρ ἰθυωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προ πέμπουσαι· πᾶσιν οὖν τοῖς διὰ στενοχωρίαν δυσπνοοῦσιν καὶ μικρὸν γίνεται τὸ πνεῦμα καὶ δύο ἐξ ἀνάγκης ἕπεται συμπτώματα, τό τε κερχνῶδες εἶδος τῆς ἀναπνοῆς, δὴ καὶ ῥέγχειν ὀνομάζεται, καὶ τὸ μικρῷ πρόσθεν εἰρημένον, ὀρθόπνοια. καὶ δὴ ὥσπερ ἐξεπίτηδες διατέμνων αὐτὰ τὸ μὲν ἕτερον ἐν προγνωστικῷ γράφει ταῖς ὀλεθρίαις συνάγχαις προσεῖναι λέγων, τὸ δὲ δεύτερον ἐν τῷ περὶ ἄρθρων, ἐν μὲν τῷ προγνωστικῷ τὴν ὀρθόπνοιαν, ἐν δὲ τῷ περὶ ἄρθρων τὸ κερχνῶδες· ἄμφω δὲ ἐν τῷ περὶ διαίτης ὀξέων ἐς ταὐτὸν ἤγαγεν, οὕτως γράψας Ἱπποκράτης· οἱ δὑπὸ τῆς ὀρθοπνοίας καὶ τοῦ ῥέγχους ἀποπνιγέντες. γὰρ ἐν τῷ περὶ ἄρθρων κέρχνον, τοῦτἐνταῦθα ῥέγχος ὠνόμασε. χρῆται δὲ καὶ ἀλλαχόθι τῶν συγγραμμάτων ἀμφοτέροις τοῖς ὀνόμασιν, ὡς ταὐτὸν δυναμένοις δηλοῦν. ἐπειδὴ οὖν οὕτως ἐπιμελῶς αὐτὸς ἐν τῷ περὶ διαίτης περὶ πάσης γενέσεως πυκνοῦ πνεύματος διεξῆλθε, θαυμαστὸν οὐδὲν, εἰ μόνον τὸ κεφάλαιον αὐτὸ τοῦ παντὸς λόγου γέγραφεν ἐν τῷ προγνωστικῷ. ὅτι δἐπιμελῶς διῆλθε πάντα περὶ πυκνοῦ πνεύματος λόγον, οὐδὲν ἔτι δέομαι πλεῖον λέγειν, ἀλλἀναμνήσας τοῦτο μόνον, ὡς ἤτοι διὰ πόνον, στενοχωρίαν, πλῆθος θερμασίας, πυκνὸν γίνεται τὸ πνεῦμα, τὴν ὅλην ῥῆσιν ἐφεξῆς παραγράψω τόνδε τὸν τρόπον ἔχουσαν· οἷσί τε γὰρ σιτία αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῥόφημα δοίη, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πυκνότερον γένοιτἂν τὸ πνεῦμα· κακὸν δὲ τοῦτο· ξηραντικὸν γὰρ πνεύμονος, καὶ κοπῶδες ὑποχονδρίου καὶ ἤτρου καὶ φρενῶν. ἢν δέ τι τῆς ὀδύνης τοῦ πλευροῦ ξυνεχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀπιόντος, ἀλλὰ καὶ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, κοιλίην μαλθάξας, φλέβα τεμὼν, ὁπότερον ἂν τουτέων σημαίνῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοι τῶν τοιουτέων γίνονται. διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρεώμενοι πτισάνῃσιν ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν, οἱ μέν τι καὶ τὴν γνώμην βλαβέντες, οἱ δὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῥέγχους ἀποπνιγέντες· μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ὠνόμαζον εἶναι, διὰ τόδε μάλιστα, οὐχ ἥκιστα δὲ ὅτι ἀποθανόντων πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. αἴτιον δὲ τούτου ἐστὶ, ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνήσκουσι. ταχέως γὰρ πνευματίαι γίνονται, ὑπὸ δὲ τοῦ πυκνοῦ καὶ πολλοῦ πνεύματος, ὡς ἤδη εἴρηται, γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῥέγξιν ποιέει ἰσχόμενον ἐν τοῖσι βρόγχοισι τοῦ πνεύμονος. ὁκόταν ἐς τοῦτο ἔλθῃ, θανατῶδες ὡς ἐπὶ τὸ πολύ ἐστι. καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνεχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι, καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι ξυντιμωρέουσι. τό τε γὰρ πτύελον ἐνεχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν, ἐπιγλισχραίνει τὸ πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. εἴ τις ταύτῃ τῇ ῥήσει τὸν νοῦν ἐπιμελῶς προσχοίη, καὶ πολλάκις αὐτὴν ἀναλέξαιτο, τοῦτον ἐλπίζω ῥᾳδίως πεισθήσεσθαι τοῖς εἰρημένοις. ὅτι γὰρ οὐ μεγάλης ἐδεῖτο σοφίας τοῦ πυκνοῦ πνεύματος εἰς τὰς ἐν αὐτῷ διαφορὰς τομὴ, καὶ ὅτι τελέως αὐτὴν ἔφθασεν ἐν τούτῳ τῷ βιβλίῳ γεγραφέναι, διὰ τοῦτο ἐν τῷ προγνωστικῷ ταχέως πάνυ περιέδραμε, ὡς πρὸς εἰδότας ἤδη τὸ σύμπαν οἷον ἐπιτομήν τινα τοῦ λόγου ποιησάμενος.
§8–10
§8 Τρεῖς μὲν οὖν ἡμῖν ἤδη συζυγίαι δυσπνοιῶν ἐξεύρηνται, λείπεται δ τετάρτη, ἐν σμικρὸν καὶ ἀραιὸν τὸ πνεῦμα. τί δή ποτοὖν αὐτὴν παραλιπὼν τὴν ψυχρὰν ἐκπνοὴν ἔγραψε; ὅτι οὐκ ἄλλη μέν τίς ἐστιν μικρά τε ἅμα καὶ ἀραιὰ, ἄλλη δὲ ψυχρά; δῆλον δὲ τοῦτο. τὴν γὰρ ἐναντίαν αὐτῇ, τὴν μεγάλην τε ἅμα καὶ πυκνὴν ἀμέτρου θερμασίας ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἠθροισμένης ἔκγονον ὑπάρχειν ἐδείκνυμεν. ἐξ ἀνάγκης οὖν μικρὰ καὶ ἀραιὰ τούτων αὐτῶν τῶν ὀργάνων κατεψυγμένων ἔσται, καὶ δύο ἡμῖν ἀπορήματα λελυμένα, τῷ μήτε τὴν τετάρτην συζυγίαν τῆς δυσπνοίας, τὴν μικρὰν καὶ ἀραιὰν, παραλελεῖφθαι μήτε τὴν θερμήν. ἐκείνην γὰρ ἐν θατέρῳ μέρει τοῦ πυκνοῦ πνεύματος τοῦ κατἀρχὰς εἰρημένου περιειλημμένην ἕξομεν· αὐτὴ γάρ ἐστι τῇ πυκνῇ καὶ  μεγάλῃ· τὴν ἀραιὰν δαὖ καὶ μικρὰν ἐν τῇ ψυχρᾷ, καὶ γὰρ ἥδε τῆς ψυχρᾶς οὐ διαφέρει. τί δή ποτοὖν οὐκ ἀραιὰν καὶ μικρὰν, ἀλλὰ ψυχρὰν αὐτὴν ἔγραψεν; ὅτι πρῶτον μὲν ἀπὸ τοῦ προχειροτέρου συμπτώματος ἠβουλήθη αὐτὴν δηλῶσαι· δεύτερον δὲ ἐνδείξασθαι τὴν αἰτίαν διἣν ὀλεθρίαν αὐτὴν λέγει· καὶ τρίτον, ὅτι τάχιστα οὕτω νοήσειν ἡμᾶς ὑπενόησεν, αὐτήν τε ταύτην μηδὲν διαφέρειν τῆς ἀραιᾶς καὶ μικρᾶς τήν τἐναντίαν αὐτῇ, τὴν θερμὴν, τῆς πυκνῆς καὶ μεγάλης· τὸ γὰρ ψυχρὸν πνεῦμα πάντως ἀραιόν τἐστὶ καὶ μικρὸν, ὡς κᾀν τῷ δευτέρῳ δεδήλωται λόγῳ· τὸ δὲ πυκνὸν καὶ μέγα, τὸ τῆς φλογώσεως τῶν ἀναπνευστικῶν ὀργάνων ἐνδεικτικὸν, οὐδἂν ὀρθῶς τις λέγοι, εἰ μὴ καὶ θερμὸν ἐκπνέοιτο. καὶ μὲν δὴ κᾀν τῷ προσθεῖναι τῷ ψυχρῷ πνεύματι μόνῳ, ὡς ὀλέθριον κάρτα ἤδη γίγνεται, δηλοῖ σαφῶς ἣν ἔχει γνώμην περὶ τῶν ἔμπροσθεν εἰρημένων τριῶν δυσπνοιῶν. εἴπερ γάρ τινα κᾀκείνων ὀλεθρίαν ἡγεῖτο, πάντως ἄν που προσέγραψεν. ἆροὖν ἀκινδύνους αὐτὰς ὑπελάμβανεν ὑπάρχειν; οὐδαμῶς, ἀλλοὐκ ὀλεθρίας μὲν, οὐκ ἀκινδύνους δὲ ἔτι. τὸ μὲν γὰρ καταψύχεσθαι τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἄντικρυς ὀλέθριον, ἐνταυθοῖ γε τῆς καρδίας τεταγμένης, ἣν ἀρχὴν καὶ πηγὴν ἐπιστάμεθα τῆς ἐμφύτου θερμασίας· τὸ δἤτοι φλόγωσιν εἶναι πολλὴν ἐν αὐτοῖς, ὀδύνην, παραφροσύνην, οὐ πάντως ὀλέθριον· τε γὰρ τοιαύτη θερμασία πολλοῖς τῶν ὀξέων συνεδρεύει πυρετῶν, τὀδύνη πόσοις καὶ τίσι νοσήμασιν ὑπάρχει, προείρηται. καὶ μέντοι καὶ παραφροσύνη τῶν οὐκ ἐξ ἀνάγκης ὀλεθρίων ἐστί. ὅτι δοὕτως ὑπὲρ αὐτῶν γινώσκει, σαφῶς ἐνεδείξατο διὰ τῆς ἐπιφερομένης λέξεως, εἰπών· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. εἰ γὰρ δὴ μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν ἐνόμιζε τὴν εὔπνοιαν, οὐκ ἀκινδύνους ἀεὶ δηλονότι τὰς δυσπνοίας ὑπελάμβανεν· ὥστε αἱ μὲν ἄλλαι δύσπνοιαι τοῦταὐτὸ μόνον, οὐκ ἀκίνδυνοί τινές εἰσιν, δὑστάτη πασῶν εἰρημένη, πρὸς τῷ κινδυνώδης τεἶναι καὶ ὀλέθριος, οὐκ εἰς μακρὰν τεθνήξεσθαι τὸν ἄνθρωπον ὑπαγορεύει. διὰ τοῦτοὖν οὐχ ἁπλῶς ὀλέθριον εἶναι αὐτὴν ἔφη, ἀλλὰ καὶ τὸ κάρτα προσέφερεν, καὶ οὐδὲ τούτῳ πάλιν ἀρκεσθεὶς ἐπήνεγκε τὸ ἤδη, ὡσὰν ὑπόγυιον τὸν θάνατον μόνης ταύτης τῆς δυσπνοίας ὑπαγορευούσης. οὕτως γὰρ ὀλέθριός ἐστιν, ὥστε μοι δοκεῖ, ὅτι οὐδἂν ἔγραψέ τι περὶ αὐτῆς Ἱπποκράτης, εἰ μὴ τὸν τρόπον ὅλον ὑπεξῄει, εἰπὼν περὶ τῶν δυσπνοιῶν. γὰρ ἀποθνήσκουσιν ἤδη γίγνεται, ταῦτοὐδεμίαν ἔχει μεγάλην ἐν προγνώσεσιν ἀξίαν· ἀγαθῶν δἰατρῶν ἔργον, οὐ τὰ τοῖς ἰδιώταις ἤδη φαινόμενα προγινώσκειν, ἀλλὅσα τε τούτους λανθάνει καὶ μηδὲν φαῦλον ἔχειν δοκοῦντος τοῦ κάμνοντος φαίνεται. ἀλλὰ διὰ τὸ τὰ πάντἐφεξῆς ἐθελῆσαι γράψαι τὰ τῆς δυσπνοίας εἴδη δοκεῖ μοι καὶ ταύτης ἐπιμνησθῆναι, καὶ προσέτι διὰ τὴν τῆς μεγάλης τε καὶ πυκνῆς ἀντίθεσιν. ταυτὶ μὲν οὖν ἐνταῦθα τελευτάτω.
§9 Διὰ τί δοὐδὲν ἔγραψεν ἐν τῷ προγνωστικῷ περὶ τῆς ἀνωμάλου δυσπνοίας, καί τοι γιγνώσκων αὐτὴν οὐκ ἐν τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν μόνον, ἀλλὰ κᾀν τῷ πρώτῳ καὶ τρίτῳ, καὶ προσέτι κᾀν τῷ περὶ διαίτης ὀξέων καὶ τοῖς ἀφορισμοῖς, καὶ ἀλλαχόθι πολλαχόθι τῶν συγγραμμάτων; ἐν μὲν γὰρ τῷ δευτέρῳ καὶ τῷ ἕκτῳ κατὰ τὴν προγεγραμμένην ῥῆσιν ἐμνημόνευσεν, εἰπών· διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσι. καὶ προσέτι κατὰ μὲν τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐν τῷ διηγεῖσθαι τὰ τῇ Λυκίῃ συμβάντα, πνεῦμα δὲ ἐδιπλασιάζετο, προσέγραψε. τοῦτο γὰρ οὐδὲν διαφέρει τοῦ, διπλῆ εἴσω ἐπανάκλησις, οἷον ἐπεισπνέουσιν. ἐν δὲ τῷ ἕκτω, ἢν πνεῦμα ἐγκαταλείπηταί, φησι. καὶ γὰρ καὶ τοῦτο ταὐτόν ἐστι τῷ κατὰ τὸ περὶ διαίτης εἰρημένῳ· πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ. ὡς γὰρ εἰσπνέοντές τινες οὐχ ἅπαξ τοῦτο δρῶσιν, ἀλλἡσυχίᾳ διακόπτουσι τὴν ἐνέργειαν ὁμοίως τοῖς κλαυθμυριζομένοις παιδίοις, οὕτω καὶ ἐκπνέοντες. ἀλλὰ κᾀν τοῖς μετὰ τὸν περὶ τῶν λουτρῶν λόγον πνευμάτων προτάσεις εἴρηκε, τὴν διακεκομμένην ἐνέργειαν ἐνδεικνύμενος. ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐπὶ Φιλίσκου τόνδε τὸν τρόπον ἔφη· τούτῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ· ὁμοίως γὰρ τῷ, διπλῆ εἴσω ἐπανάκλησις, εἴρηται κᾀνταῦθα τὸ ἀνακαλουμένῳ. πάλιν δἐπὶ τῆς Δρομάδεω γυναικὸς, πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον, ἔφη. καὶ γὰρ καὶ τοῦθὡσαύτως εἴρηται· ἐν δὲ τοῖς ἀφορισμοῖς, καί τί ποτε σημαίνει τὸ τοιοῦτον πνεῦμα, ἐκδιδάσκει γράφων ὧδε· ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον κακὸν, σπασμὸν γὰρ σημαίνει. κατὰ λόγον οὖν κᾀν τοῖς τῶν ἐπιδημιῶν τὴν Δρομάδεω γυναῖκα σπασθεῖσαν ἀποθανεῖν φησιν, ἐφἧς προειρήκει, πνεῦμα ἀραιὸν, μέγα, αὐτίκα ἀνεσπασμένον. ἔνθα δὴ καὶ θαυμάσαι μάλιστα ἔστιν, ὅπως ἑκατέρα τῶν δυσπνοιῶν τὴν οἰκείαν αὐτῆς ἐδήλωσε διάθεσιν. οὐ γὰρ ἐσπάσθη μόνον ἥδε ἄνθρωπος, ἀλλὰ καὶ παρέπαισεν, ὡς ἂν μὴ μόνον τὴν ἰδίαν τῶν σπασμῶν ἐσχηκυῖα δύσπνοιαν, ἀλλὰ καὶ τὴν τῆς παραφροσύνης. ὥσθὅτι μὲν ἐγίγνωσκε τὴν ἀνώμαλον ταύτην δύσπνοιαν Ἱπποκράτης, ἀποδέδεικται σαφῶς· ὅτι δὲ κᾀν προγνωστικῷ παρέλιπεν εὐλόγως, ὥσπερ  καὶ τὰ πολλὰ τῶν προγνωστικῶν γνωρισμάτων, ἐφεξῆς ἂν εἴη λεκτέον αὐτῷ, πρότερον ἀναμνήσαντας διὰ κεφαλαίων, ὡς οὔτε περὶ τῶν κατὰ τὰς ἡλικίας, χώρας, ὥρας, τὰς ἐπιδήμους καταστάσεις, ἐν τῷ προγνωστικῷ γέγραφέ τι, καὶ βιβλίου μὲν ὅλου τοῦ περὶ ἀέρων, τόπων καὶ ὑδάτων ὑπαὐτοῦ γεγραμμένου, κατὰ δὲ τοὺς ἀφορισμοὺς ἐν ἐπιτομῇ πάντων τούτων εἰρημένων, ἀλλοὐδὲ περὶ τῶν οὔρων τῆς διαγνώσεως, ὅσα τοῖς ἀφορισμοῖς ἐνέγραψε, ταῦτα κᾀν τῷ προγνωστικῷ διῆλθεν, οὐδὲ δὴ τῶν ἀμφὶ τὰς γυναῖκας, ὅσα κατὰ τοὺς ἀφορισμοὺς ἔγραψεν, εἰς τὸ προγνωστικὸν μετέθηκε· καίτοι καὶ ταῦτα καὶ ἄλλα πολλὰ τῶν ἐν ἀφορισμοῖς εἰρημένων ἐκ τοῦ προγνωστικοῦ μέρους τῆς ἰατρικῆς ἐστιν, ὡς αὐτὸς ἐνδείκνυται διὰ τῶν αὐτοῦ ῥημάτων· ἔν τε γὰρ τῷ λέγειν· ἢν δὲ βόρειος , βῆχες, φάρυγγες, κοιλίαι ξηραὶ, δυσουρίαι φρικώδεις, ὀδύναι πλευρέων, στηθέων· ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα προσδέχεσθαι ἐν τῇσιν ἀῤῥωστίῃσιν. ἐν δὲ τῷ φάσκειν· ὅταν θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυρετοῖσι πολλοὺς προσδέχεσθαι· δῆλός ἐστιν ἐπισημαινόμενος ὡς τοῦ προγνωστικοῦ μέρους τῆς τέχνης ἐστὶ τὰ τοιαῦτα. τὸ γὰρ προσδέχεσθαι καὶ προσδοκᾷν καὶ ἐλπίζειν, καὶ πάνθὅσα τοιαῦτα ῥήματα, προγνώσεως ἴδια. καὶ μὲν δὴ κᾀν τῷ φάσκειν· ἢν μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρεος πυρετοὺς ὀξέας καὶ ὀφθαλμίας καὶ δυσεντερίας γενέσθαι· σαφῶς ἐνδείκνυται ταὐτὸ τοῦτο, καὶ πολύ γε μᾶλλον, ὅταν ὡδί πως γράφῃ περὶ τῶν οὔρων· οἷσιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελεῖ· μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, ἐν οἷσιν ἂν ἐξ ἀρχῆς διὰ ταχέων ὑπόστασιν ἴσχῃ. καὶ πάλιν· οἷσιν οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι πάρεισιν, παρέσονται. καὶ πάλιν· οἷσιν ἑβδομαῖα κρίνονται, ἐπινέφελον ἴσχει τῇ τετάρτῃ τὸ οὖρον ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον. ὁμοίως δὲ τούτοις καὶ τὰ τῆς κύστεως καὶ τῶν νεφρῶν τὰς διαθέσεις δηλοῦντα κατὰ τοὺς ἀφορισμοὺς γέγραπται, παραλέλειπται δὲ ἐν τῷ προγνωστικῷ καὶ ἄλλα πάμπολλα, καθάπερ καὶ τὰ τοιαῦτα· τῶν νοσημάτων ὁκόσοισιν ἀρχομένων χολὴ μέλαινα ἄνω κάτω ὑπέλθοι, θανάσιμον· δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον· οἷσιν ἐν πυρετοῖσιν αἱμοῤῥαγεῖ πλῆθος ὁκοθενοῦν, ἐν τοῖσιν ἀναλήψεσι τοῖσι τοιουτέοισιν αἱ κοιλίαι καθυγραίνονται. τοιαῦτά τε πάμπολλα κατὰ τοὺς ἀφορισμοὺς ἔστιν εὑρεῖν γεγραμμένα τοῦ προγνωστικοῦ μέρους τέχνης. τί δή ποτοὖν οὐδὲν τούτων ἐν τῷ προγνωστικῷ γράμματι διῆλθεν; ὅτι περὶ τῶν ὀξέων νοσημάτων ἐν ἐκείνῳ προὔθετο διδάσκειν, ὡς ἀρχόμενός τε ἅμα καὶ συντελέσας τὸ βιβλίον, αὐτὸς ἡρμήνευσεν, ἐν ἀρχῇ μὲν εἰπών· σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νοσήμασιν· ἐπὶ δὲ τῆς τελευτῆς προσγράψας ὡδί· ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων, καὶ ὅσα ἐκ τούτων γίγνεται. τίνα δέ ἐστιν ἐκ τούτων γιγνόμενα, πάλιν αὐτὸς Ἱπποκράτης ἐν ταὐτῷ βιβλίῳ διέρχεται· οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων πάντες κακοί. τοῦτο δὲ πάλιν· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἐς σωτηρίαν ἔχειν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖσι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. κᾀνταῦθα τῶν ἐκ μεταπτώσεως ὀξέων μνημονεύει, καθάπερ κᾀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν. ἐπεσημήνατο δὲ καὶ ἄλλοθεν πολλαχόθεν τοῦ συγγράμματος, ὡς ἤτοι περὶ τῶν ὀξέων νοσημάτων, περὶ τῶν γινομένων ἐκ τούτων λόγος ἐστὶν αὐτῷ, καθάπερ κᾀν τοῖσδε· οἱ δὲ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι, οἳ ἂν ἐν ἡμέρῃσι κρισίμοισι γένωνται. καὶ τί δεῖ πολλὰ λέγειν; αὐτὸς γὰρ, ὡς ἑκὼν παραλείπει πολλὰ τῶν προγνωστικῶν σημείων ἐν ἐκείνῳ τῷ βιβλίῳ, σαφῶς ἐνδείκνυται, ποτὲ μὲν ὡδί πως λέγων· μὴ ἐξαπατάτω δέ σε, ἤν τι αὐτέη κύστις νόσημα ἔχουσα, τῶν οὔρων τι ἀποδιδοῖ τουτέων, οὐ γὰρ τοῦ ὅλου σημεῖον, ἀλλαὐτῆς καθἑαυτήν. οὐ μὴν προστίθησί γε τὰ γνωρίσματα κατὰ τὸ προγνωστικὸν, ἀλλἐν τοῖς ἀφορισμοῖς γράφει. αὖθις δαὖ λέγει· χρὴ δὲ καὶ τὰς διαφορὰς τῶν νοσημάτων τῶν ἐπιδημεόντων ταχέων ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς ὥρας τὴν κατάστασιν· οὐ μὴν οὐδὲ περὶ τούτου τι διδάσκων ἡμᾶς ἐν προγνωστικῷ. προὔθετο γὰρ, ὡς ἔφην, τὰ τῶν ὀξέων νοσημάτων ἴδια διελθεῖν μόνα, τὰ δέ γε τῶν χρονίων ἴδια σύμπαντα παραλιπεῖν, ὥστεὐλόγως καὶ τὴν ἀνώμαλον δύσπνοιαν, ἐξ ἑτέρου γένους ὑπάρχουσαν νοσήματος, ἐνταῦθα παρέλιπεν. εἰ γὰρ δὴ σπωμένων γίγνεται τῶν ἀναπνευστικῶν ὀργάνων, εἴη μὲν ἂν καὶ τοῖς χρονίοις νοσήμασι συνεδρεῦον τὸ πάθημα, καὶ ταύτῃ γε μηδὲν δὴ τῶν ὀξέων χρονίων ἴδιον· εἴη δἂν καὶ χωρὶς πυρετοῦ γιγνόμενον, ὥς γε καὶ οἱ σπασμοί· πρόκειται δαὐτῷ κατὰ τὸ προγνωστικὸν ὑπὲρ τῶν ἰδίως ὀξέων ὀνομαζομένων ποιήσασθαι τὸν λόγον. ἔστι δὲ ταῦτα τὰ σὺν πυρετοῖς γιγνόμενα συνεχέσι τοὐπίπαν, ὡς αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων ἐδήλωσεν ὡδί πως γράψας· ἔστι δὲ ἄρα ταῦτα ὀξέα, ὁποῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπνευμονίαν καὶ φρενῖτιν καὶ καῦσον καὶ τἄλλα ὅσα τούτων ἐχόμενα, ὧν οἱ πυρετοὶ τοὐπίπαν ξυνεχέες. οὔκουν οἱ σπασμοὶ τούτου τοῦ γένους εἰσὶ τῶν νοσημάτων, ὅθεν οὐδὲ τὴν ἴδιον αὐτῶν δύσπνοιαν ἅμα  τούτοις διῆλθε, καθάπερ οὐδὲ περὶ τῶν οὔρων, τῶν διαχωρημάτων, τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τοὺς ἀφορισμοὺς ἔγραψε, διότι τῶν ὀξέων νοσημάτων οὐκ ἦν ἴδια. διὰ τί δοὐδὲν οὐδὲ περὶ τῶν τοιούτων δυσπνοιῶν ἐδίδαξεν ἐν τῷ προγνωστικῷ, ἐν αἷς ἤτοι μόνον τὸ εἰσπνεόμενον, μόνον τὸ ἐκπνεόμενόν ἐστι μέγα, περιττὸν ἡγοῦμαι νῦν ἐπεξιέναι, δείξας γε σαφῶς ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ὡς εἰς πέντε ταύτας τὰς δυσπνοίας, ὑπὲρ ὦν νῦν πέπαυμαι λέγων, αὔταρκες ἀνάγειν τὰς ἄλλας διαφοράς· οὐδὲ γὰρ ταχείας, βραδείας ἀναπνοῆς ἐμνημόνευσεν ἐν προγνωστικῷ. κατὰ τὸν αὐτὸν δὲ λόγον ἐδείξαμεν, ὡς πάσας τὰς ἄλλας διαφορὰς ἐν ταῖς προειρημέναις περιέχεσθαι συμβέβηκε, ὥσθἑκάτερον αὐτῶν ὀρθῶς Ἱπποκράτης φαίνεται ποιήσας, ἐν μὲν τοῖς τῶν ἐπιδημιῶν τὴν εἰς ἁπάσας τὰς κατὰ μέρος δυσπνοίας διαίρεσιν τιθέμενος, ἐν δὲ τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς τὸ πρὸς τὴν χρείαν ἐπεῖγον.
§10 Ὁπότοὖν ταῦθἡμῖν ἱκανῶς ἀποδέδεικται, λείποιτἂν ἔτι τὰς ὑπολοίπους ἐξ ἁπάντων αὐτῶν τῶν συγγραμμάτων ἐξηγήσασθαι ῥήσεις, ἀρξαμένους αὖθις ἀπὸ τοῦ δευτέρου τε καὶ ἕκτου τῶν ἐπιδημιῶν. ἐν ἀμφοτέροις γὰρ τούτοις τοῖς βιβλίοις, ἐφεξῆς τῇ πρώτῃ πασῶν εἰρημένῃ ῥήσει τῇ διδασκούσῃ τὰς διαφορὰς ἁπάσης τῆς δυσπνοίας, ὡδί πως γέγραπται· ἰητήριον συνεχέων χασμέων μακρόπνους· ἐν τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσι, βραχύπνους. ἐνταῦθεἴτε τὸν ἄνθρωπον μακρόπνουν, εἴτε τὴν δύσπνοιαν αὐτὴν οὕτως ὠνόμασεν, ὅτι τὸ διὰ μακροῦ χρόνου γινόμενον, τουτέστι τὸ ἀραιὸν πνεῦμα καὶ προσέτι τὸ πολὺ, δηλοῦται διὰ τῆς προσηγορίας ταύτης, ἐν τῷ δευτέρῳ δέδεικται λόγῳ, καθάπερ γε καὶ ὡς τὸ διὀλίγου, τοῦτἔστι τὸ πυκνὸν, καὶ προσέτι τὸ μικρὸν, ἐκ τοῦ, βραχύπνους. ἰητήριον οὖν ἤτοι σημεῖον αἴτιον, ἑκάτερον γὰρ ἔστι δείξασθαι, τῶν συνεχῶν χασμῶν, τὸ μέγα καὶ ἀραιὸν γίγνεται (τὸ) πνεῦμα· σημεῖον μὲν, ὡς εἰς τἀναντία τῆς διαθέσεως μεθισταμένης, αἴτιον δὲ, ὅτι ἐναντίων ἐναντία τὰ ἰάματα· χασμῶνται γὰρ καὶ σκορδινῶνται συνεχῶς, ἀτμώδους τινὸς καὶ παχέος πνεύματος ἐν τῷ μυώδει γένει κατειλημμένου, καθότι δέδεικται διἑτέρων· εὐθὺς δοἷς τοῦτο συμβέβηκε καὶ συνεχῶς ἐκπνέουσιν, ὡς ἂν ἐκκαθαιρομένου τε καὶ κενουμένου τοῦ τοιούτου πνεύματος ἐν ταῖς ἐκπνοαῖς· εἰ δέ τις μηκέτι συνεχῶς, ἀλλἤδη διὰ μακροῦ χρόνου τὰς ἐκπνοὰς ποιεῖται, δῆλον ὡς αἱ προϋπάρχουσαι διαθέσεις αὐτῷ πέπαυνται καὶ σημεῖον οὕτως ἰητήριον μακρόπνοια τῆς χάσμης ἔσται. καὶ μὲν δὴ καὶ ὡς αἰτίαν ἰωμένην τὴν μακρόπνοιαν τὰς χάσμας τὰς συνεχεῖς ἀκούειν ἐγχωρεῖ, δοκεῖ μοι καὶ αὐτὸ μηκέτι δεῖσθαι μακροῦ λόγου. τὸ γὰρ ἕως πλείστου τὴν ἀναπνοὴν ἐπισχεῖν, ὅπερ ὀνομάζεται κατάληψις πνεύματος, λόγῳ τοὺς λυγμοὺς ἰᾶται, τούτῳ καὶ τὰς χάσμας ἰάσεται. καὶ γὰρ οὖν καὶ ποιοῦσιν ἐπὶ τοῖς γυμνασίοις αὐτὸ σύμπαντες οἱ ἀθληταὶ, διώσασθαι τῇ βίᾳ σπεύδοντες ἅπαν ὅσον ἐν τοῖς κατὰ δέρμα λεπτοῖς πόροις, ὑγρῶν ἀτμῶν ἴσχεται. διὰ ταῦτα μὲν οὖν μακρόπνοια τῶν συνεχῶν χασμῶν σημεῖόν ἐστιν, αἴτιον ἰατρικόν· ἐν δαὖ τοῖσιν ἀπότοισι καὶ μόγις πίνουσιν βραχύπνοια· τοῦτο δοὐκέτι σαφῶς, ἀλλἤδη συμβολικώτερον εἴρηται. πότερον γὰρ τοὺς φρενιτικοὺς ἡγητέον ὑπαὐτοῦ δηλοῦσθαι νῦν, ὅτι καὶ διἄλλων εἶπεν, οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες; μᾶλλον οἷς κατέψυκται τὰ περὶ τὸν πνεύμονα καὶ τὴν καρδίαν, ὡς ἀναπνεῖν τε ἅμα διὰ μακροῦ καὶ ψυχρὸν ἐκπνεῖν; εἰσαγομένη γὰρ ἐξ ἀμφοῖν βραχύπνοια, σημεῖον ἰητήριον· ἐπὶ δὲ τῶν κατέψυγμένων οὐ σημεῖον μόνον, ἀλλὰ καὶ αἴτιον. ὡς γὰρ κατάληψις τοῦ πνεύματος ἐκκενοῦν ἠδύνατο τὰ περιττὰ καὶ διὰ τοῦτο ταύτην ἐπὶ τῶν λυζόντων τε καὶ χασμωμένων πολλὰ καὶ σκορδινωμένων καὶ συντόνως γεγυμνασμένων παρελαμβάνομεν, οὕτως συνεχὴς ἀναπνοὴ ῥιπίσαι τε ἅμα καὶ ἐκθερμᾶναι τὰ κατεψυγμένα δυνήσεται. κατὰ τοῦτον οὖν τὸν λόγον κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν συνεβούλευσεν ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν, καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐκχυμώσιος, ὡς καὶ τῆς ὀξυθυμίας ἐπεγείρειν τὴν ἔμφυτον θερμασίαν δυναμένης. ἀλλὅτι γε πυκνοτέραν ἐργάζεται πάντως ὀξυθυμία τὴν ἀναπνοὴν, οὐδεὶς ἀγνοεῖ. παραληψόμεθα οὖν αὐτὴν ἐπὶ τῶν κατεψυγμένων τε καὶ ἀχροούντων καὶ ἰσχνῶν, ἐκ διαλειμμάτων τέ τινων καὶ προσηκόντων καιρῶν· οὐ γὰρ δὴ συνεχῶς γε οὕτως, ὡς ἄγαν βλάψαι τὴν δύναμιν, ἀλλὥσπερ τὰ γυμνάσια τὰ ῥωννύντα τὴν ἔμφυτον θερμασίαν, οὐκ ἄμετρα ποιεῖσθαι κελεύομεν, ἀλλἐν καιρῷ τε καὶ μέτρῳ παραλαμβάνομεν, οὕτω καὶ βραχύπνοιαν, εἴ τε κατὰ μόνας εἴ τε καὶ μετὰ τῆς ὀξυθυμίας ἐπιτηδεύσομεν, οὐκ ἄνευ καιροῦ καὶ μέτρου παραληψόμεθα· προσέχειν δἐνταῦθα χρὴ τῷ λόγῳ καὶ μὴ νομίζειν τὴν αὐτὴν εἶναι διάθεσιν τῇ νῦν ὑφἡμῶν δηλουμένῃ τὴν κατὰ τὸ προγνωστικὸν, ἐφἧς ἔλεγε· ψυχρὸν δἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος, ὀλέθριον κάρτα ἤδη γίγνεται. ἐπὶ γὰρ τῶν ἐν ὀξέσι νοσήμασι, περὶ ὧν ἐν ἐκείνῳ τῷ βιβλίῳ ποιεῖται τὸν λόγον, τοιαύτη δύσπνοια θάνατον δηλοῖ· τοῖς δἄλλοις νοσήμασιν, ὅσα χωρὶς πυρετοῦ, ψυχρότης τὴν ὅλην ἕξιν τοῦ  ζώου καταλαμβάνει· συμπίπτει μὲν οὐδὲ τούτοις ἀκινδύνως, οὐ μὴν ἐξ ἅπαντός γε ὀλεθρίως. ἐκ τούτων δἐστὶ καὶ καλουμένη ὑστερικὴ πνὶξ καὶ ὅλως αἱ ἄπνοιαι πᾶσαι, γυναιξὶ μὲν συνεχῶς καὶ μάλιστα ταῖς στειρευούσαις συμπίπτουσαι, σπανίως δέ ποτε καὶ ἀνδράσι. ἐπὶ γὰρ τῶν τοιούτων ἁπασῶν διαθέσεων ὑπὸ πλήθους ὕλης ψυχρᾶς ἔμφυτος θερμασία· βαρύνεται, δίκην φλογὸς ὑπὸ πολλῶν ὑγρῶν ξύλων καταπνιγομένης, ὥστε καὶ ἀνάψαι ποτὲ δυνατὸν ταύτην κρατήσαντα τῆς ὕλης· ἐφὧν μέντοι δαπανηθείσης τῆς ὕλης ἐξ ἀνάγκης αὐτὴ συναποσβέννυται, καθάπερ ἐπὶ τῶν ἐν τοῖς ὀξέσι νοσήμασιν οὕτως ἐκπνεόντων, οὐδεμία σωτηρίας ἐλπὶς ὑπολείπεται. τούτων δὲ οὖν μεμνῆσθαι χρὴ, καὶ ὡς ἐν ταῖς ἀπνοίαις ἀπολωλέναι μὲν τελέως ἅπασαν τὴν ἀναπνοὴν, οὔθὑπονοῆσαι δυνατὸν, οὔθοὕτως ἔχον φαίνεται τοῖς ἐπιμελῶς κατασκεπτομένοις τὸ συμβαῖνον· ἐλάχιστον δαὐτοῖς ἅμα καὶ διὰ μακροτάτου χρόνου γίνεται τὸ πνεῦμα καὶ ταύτῃ λανθάνει τοὺς πολλούς· ἀλλεἰ προσέχοι τις ἐπιμελῶς τὸν νοῦν, καὶ προσθείη τινὰ τῶν δακτύλων πρὸ τῆς τοῦ κάμνοντος ῥινὸς, αἰσθήσεται τῆς ἀναπνοῆς. εἰ δὲ καὶ τρίχα κατακρεμάσει πρὸ αὐτῆς, ἔριον λεπτὸν, ἀκριβῶς διεξεσμένον, ὄψεται καὶ ταῦτα σειόμενα. κατὰ μὲν δὴ τὰς τοιαύτας διαθέσεις βραχύπνοια, τουτέστιν διὰ βραχέος χρόνου κίνησις τῶν ἀναπνευστικῶν ὀργάνων, ἥνπερ δὴ καὶ πυκνὸν πνεῦμα καλοῦμεν, αἴτιόν τε ἅμα καὶ σημεῖον ἰητήριον ὑπάρχει· κατὰ δὲ ταὐτὸ τῶν συνεχῶν χασμῶν οὐ μόνον διὰ μακροῦ, τουτέστιν ἀραιὰ, σημεῖόν τε ἅμα καὶ αἴτιόν ἐστιν ἰητήριον, ἀλλὰ καὶ μεγάλη. καλεῖται γὰρ καὶ ἥδε κατὰ δεύτερον λόγον μακρόπνοια. πρώτως μὲν γὰρ διὰ μακροῦ χρόνου γινομένη, τουτέστιν ἀραιὰ, τοῦτο κέκτηται τοὔνομα, δευτέρως δὲ καὶ μεγάλη. περὶ μὲν δὴ τούτων ὧδε ἔχει.
§11–13
§11 Παραθώμεθα δὲ δὴ καὶ τἄλλα σύμπαντα τὰ περὶ τῆς δυσπνοίας αὐτῷ γεγραμμένα. κατὰ μὲν δὴ τὸ δεύτερον τῶν ἐπιδημιῶν, ἐπὶ μὲν τῆς Ἀντιγένους, προειπὼν ὡς ἀσθμώδης ἐγένετο πρὸ τόκου, μετὰ ταῦτἐπιφέρει· ἔπειθἅμα τόκῳ πύον ἀνήμεσεν. ὥσθὁμολογεῖ καὶ τοῦτο τοῖς ὑφἡμῶν ἀποδεδειγμένοις· ἀσθμαίνουσι μὲν γὰρ οἱ πυκνὸν ἀναπνέοντες ἅμα καὶ τὸν θώρακα μέχρι πολλοῦ διαστέλλοντες. γίγνεται δὲ τοῦτο ποτὲ μὲν ἐν διαθέσεσι πολλῆς εἰσπνοῆς δεομέναις. ἀμέλει καὶ τοῖς δραμοῦσιν ὁπωσοῦν ἄλλως ὀξέως γυμνασαμένοις τὸ τοιοῦτον συμπίπτει καὶ πᾶσι τοῖς περικαέσι πυρετοῖς· γίγνεται δ’, ὡς ἐδείχθη, κᾀπειδὰν ἔμφραξις, θλίψις, στενοχωρία τις ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ὑπάρχῃ· τοιοῦτον δέ τι φαίνεται συμβῆναι καὶ τῇ τοῦ Ἀντιγένους, ὡς ἐδήλωσε τὸ πύον. ταύτης μὲν δὴ πρώτης ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν δυσπνοίας μέμνηται· μετὰ δὲ ταύτην τῆς συμβάσης τῇ Λυκίῃ, περὶ ἧς, ὡς καὶ πρόσθεν ἔλεγον, ἔγραψε· πνεῦμα ἐδιπλασιάζετο, οὐ μὴν μέγα κατὰ λόγον. ἐπεπόνθει γὰρ αὐτῆς τὸ νευρῶδες γένος τῶν ὀργάνων, ὥστε καὶ τῶν οὔρων ἐπίσχεσιν παντελῆ γενέσθαι. διὰ τοῦτο μὲν δὴ τὸ διπλασιαζόμενον ἐγίνετο πνεῦμα· διά τί δὲ οὐ μέγα; διότι κατέψυκτο; περιέσταλτο γοῦν, φησι· τούτω δἐδείχθη χρώμενος τῷ ὀνόματι κατὰ τῶν ἀποψυχομένων τὴν ἔμφυτον θερμασίαν. ἐφεξῆς δὲ καὶ περὶ τῶν γενομένων τότε κυναγχικῶν διαλεγόμενος, ὡδὶ γράφει· πνεῦμα δὲ τούτοισιν οὐ πάνυ μετέωρον· ὡς δηλονότι μετεώρου τὰ πολλὰ τοῖς κυναγχικοῖς γιγνομένου τοῦ πνεύματος. οὕτως δὲ καλεῖν ἔθος αὐτῷ τὸ μικρὸν πνεῦμα, καὶ ὡς δόξειέ τινι, αὐτόθι που μέχρι τῆς φάρυγγος εἰσιὸν, οὐκ εἰς τὸ βάθος τοῦ θώρακος κατερχόμενον. ὅτι δὲ τοιοῦτον ἀνάγκη ὑπάρχειν τὸ πνεῦμα τοῖς ὁτιοῦν ὀδυνωμένοις τῶν ἀναπνευστικῶν ὀργάνων, ἔμπροσθεν εἴρηται. τίς οὖν αἰτία διἣν τοῖς κυναγχικοῖς οὐ πάνυ τὸ πνεῦμα μετέωρον; διότι μηδὲ τὸ τῆς κυνάγχης εἶδος αὐτοῖς εἰθισμένως ἐγένετο; πρῶτον μὲν γὰρ ἐρεῖ· φάρυγξ οὐ φλεγμαίνουσα, κειμένη δέ· εἶθοὕτω φησίν· οὐ πνιγόμενοι οἱ πλεῖστοι, εἰ μὴ καταπίνειν προθυμοῖντο· καὶ ὅλως διήγησις ἅπασα τῆς τότε γενομένης κυνάγχης, ἀπαθῆ μὲν ἐδείκνυτο μεῖναι τὴν φάρυγγα, τὰ δὲ ἐπιγειτνιῶντα ταύτῃ μέρη, τὰ συνεχῆ τοῖς σπονδύλοις τοῦ τραχήλου, παθεῖν. καὶ γὰρ οὖν καὶ μεταστῆναί φησι καὶ αὐτοὺς τοὺς σπονδύλους, τοὺς μὲν εἴσω μόνον, τοὺς δὲ καὶ εἰς τὰ πλάγια. μήτοὖν ἄλλου τινὸς τῶν ἀναπνευστικῶν ὀργάνων πεπονθότος, ἀλλὰ μηδὲ τῆς φάρυγγος αὐτῆς κατὰ τὸν ἴδιον λόγον, ὅτι μὴ τῇ κοινωνίᾳ τῆς θέσεως συναπολαυούσης τῶν παθημάτων, δεόντως οὐ πάνυ μετέωρον ἦν αὐτοῖς τὸ πνεῦμα· μηδὅλως μὲν γὰρ ἐνοχλουμένης τῆς φάρυγγος, οὐδἂν μετέωρον ἦν μηδαμῶς· ἐπεὶ δἐκ τοῦ συμπάσχειν τοῖς παρακειμένοις ἠνωχλεῖτο, τὴν μέσην τῶν εἰρημένων κατάστασιν ἐκτήσατο, μετρίως πυκνωθέν. ἐφεξῆς δὲ τῆσδε τῆς καταστάσεως ἑτέρας μνημονεύει γενομένης ἐν Περίνθῳ, τόνδε τὸν τρόπον ἀρχόμενος τῆς διηγήσεως· ἐς Πέρινθον περὶ ἡλίου τροπὰς ὀλίγον τὰς θερινὰς ἤλθομεν· ἔπειτα διηγεῖται τὴν ὅλην τῶν νοσημάτων ἰδέαν, ἀπὸ καύσου μὲν ἀρξαμένην, ἐμετώδη δὲ γενομένην καὶ μέχρι πλείστου χρονίσασαν. ἀλλὰ καὶ ὡς χωρὶς ἐμέτων οἱ καῦσοι τούτοις ἐγίγνοντο, καὶ ὡς γαστὴρ αὐτοῖς διεχώρει πολλὰ, καὶ τοῦτο προσέθηκεν. ὥστἐκ τούτων καὶ τῶν ἄλλων ἁπάντων εὔδηλον εἶναι, τῆς καταστάσεως τὴν ὑπόθεσιν ἐν φλέγμασι διασηπομένοις γεγενημένην, ἀπαθῶν  μὲν τῶν ἀναπνευστικῶν μεινάντων, καὶ τοῦ στόματος τῆς κοιλίας, ἐκ δὲ τῶν κατωτέρω μερῶν αὖθις ὁρμωμένου τοῦ καύσου· εἰκότως οὖν αὐτοῖς οὔθὥσπερ οἷς ἐν πνεύμονί τε καὶ καρδίᾳ πλῆθος ἤθροιστο θερμασίας πυρώδους, ἐγένετο μέγα τὸ πνεῦμα, μικρόν τοὐκ ἦν παντάπασιν, ὡς μήτὀδυνωμένοις μήτε κατεψυγμένοις. εἴπερ οὖν τὸ μετέωρον οὐδὲν τοῦ μικροῦ διαφέρον δηλοῖ, κατὰ λόγον αὐτοῖς φησι τὰ πνεύματα μετέωρα γίγνεσθαι, οὐ μὴν πάνυ γε. μετὰ δὲ ταύτην τὴν κατάστασιν οὐδεμιᾶς ἐν τοῖς ἐφεξῆς δυσπνοίας ἐμνημόνευσεν Ἱπποκράτης, ἄχρι τῆς ῥήσεως ἐκείνης ἣν πρώτην παρεθέμην ἁπάντων ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος, ἄρχεται τόνδε τὸν τρόπον· πνεύματα πυκνὰ σμικρὰ, μεγάλα ἀραιά. ταύτην δὲ σύμπασαν ἐξηγήσασθαι φθάνω. τῆς οὖν ἐφεξῆς αὐτῷ γεγραμμένης δυσπνοίας ἐπὶ ἀῤῥώστου τινὸς, οὗ τὸ ὄνομα Σκόπος, εἴη ἂν ἤδη μνημονεύειν καιρός· ἔχει δ τοῦ παλαιοῦ λέξις ὧδε· πνεῦμα δὲ ὑπόπυκνον, ὑποχόνδρια ἤλγει, καὶ ἀναπνέων, καὶ στρεφόμενος. φαίνεται δὴ καὶ οὗτος ἄῤῥωστος μαρτυρῶν τοῖς πολλάκις ὑφἡμῶν προειρημένοις· ἐπεὶ γὰρ τὰ ὑποχόνδρια τοῖς ἀναπνευστικοῖς ὀργάνοις συνῆπται, διὰ τοῦτο ὀδυνωμένων αὐτῶν ὑπόπυκνον ἦν τὸ πνεῦμα. ταυτὶ μὲν οὖν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἴδη δυσπνοίας ἔγραψεν. ἐν δὲ τῷ τετάρτῳ πρῶτον μὲν μέμνηται τῆς Νικοστράτου γυναικὸς, τῆς ἐν Κρανῶνι, μικρὸν καὶ πυκνὸν ἐχούσης τὸ πνεῦμα· δεύτερον δὲ τῆς Ἀντιγένους, ἀσθματώδους οὐχ ὑπόγυιον τότε γενομένης, ἀλλἐξ ἀρχῆς οὔσης, ὥστε καὶ βήττειν ἀεί· περὶ μὲν δὴ ταύτης οὐδἓν ἂν εἴη ζήτημα· περὶ δὲ τῆς ἐν Κρανῶνι, τῆς Νικοστράτου γυναικὸς, διὰ τοῦτό μοι δοκεῖ προσθεῖναι τὸ μικρὸν καὶ πυκνὸν πνεῦμα, διότι παρεφρόνησεν. εἴρηται γὰρ ἤδη πολλάκις, ὡς τοὐναντίον τὸ ἀραιὸν καὶ μέγα πνεῦμα παραφροσύνης ἐστὶν ἴδιον· ὥστε ἄξιον ζητῆσαι, διὰ τί τουτὶ μὲν οὐκ ἐγένετο, τὸ δἐναντίον αὐτῷ τὸ τῶν ἀλγημάτων ἴδιον, τὸ μικρὸν καὶ πυκνόν. οὐδὲ γὰρ προσέθηκεν ἐν τῇ διηγήσει τῆς ἀῤῥωστίας, γενέσθαι τινὰ ὀδύνην οὐδενὸς τῶν μορίων, ἀλλοὐδὄγκον ἐπίσημον οὔτε καθὑποχόνδριον οὔτε κατὰ θώρακα. τί δὴ οὖν ἐστι τὸ γινόμενον; ἐμοὶ μὲν δοκεῖ διττή τις ἰδέα νοσήματος συστῆναι περὶ τὸ γύναιον ἀπὸ διττῆς ἀρχῆς· ἐν μὲν γὰρ τῷ παραφρονῆσαι καὶ τὸν τράχηλον καὶ τὸ στόμα καὶ τὴν ῥῖνα παρασπασθῆναι δῆλον ὡς ἐν τῇ κεφαλῇ τις ὑπόθεσις αὐτῇ νοσήματος ὑπῆρχεν· ἐκ δὲ τοῦ τὸν σῖτόν τε ἐγκατακλεισθῆναι μέχρι δεκάτης ἡμέρας καὶ τοῖς οὔροις ὀροβοειδῆ γενέσθαι τὴν ὑπόστασιν, οὐ μικρὰν ἐν ἥπατι νομίζω γενέσθαι φλεγμονὴν, ἐφἧς τὴν ἄνωθεν διάθεσιν νικηθεῖσαν οὐ δυνηθῆναι καθἑαυτὴν τυπῶσαι τὴν ἀναπνοήν. εἴρηται γὰρ οὖν καὶ πρόσθεν ἤδη πολλάκις, ὡς κατὰ τὴν ἐπικρατοῦσαν διάθεσιν τῆς δυσπνοίας ἰδέα σχηματίζεται. δηλοῖ δοὐχ ἥκιστα τῆς παραφροσύνης τὸ βραχὺ καὶ λέξις αὐτὴ τοῦ παλαιοῦ. παραλέγειν γοῦν αὐτὴν εἶπεν· εἴωθεν δὲ τῷ τοιούτῳ ῥήματι χρῆσθαι μικρὰν ἐνδείξασθαι βλάβην βουλόμενος, ὡς καὶ τοῦτἀποδέδεικται πολλάκις. οὐδὲν οὖν θαυμαστὸν, ἐπὶ βραχὺ μὲν αὐτῆς παραφρονούσης, ἰσχυρῶς δὲ φλεγμανθείσης κατὰ τὸ ἧπαρ, οὐ τὴν τῆς παραφροσύνης, ἀλλὰ τὴν τῆς φλεγμονῆς οἰκείαν ἀπαντῆσαι δύσπνοιαν. οὕτω μὲν δὴ καὶ περὶ τούτων ἔχει.
§12 Τί δὅταν εἴπῃ, πνευματώδη τινὰ γενέσθαι, χρὴ δέχεσθαι; πότερον ὃν ἐν τῷ περὶ διαίτης ὀξέων πνευματίαν ἐκάλεσεν; τὸν πεπνευματωμένον τὴν γαστέρα; τί δέ ἐστιν πνευματίας, ἐν τῷ περὶ διαίτης ὀξέων αὐτὸς ἐξηγήσατο σαφέστατα. προειπὼν γὰρ, ὡς ταχέως πνευματίαι γίνονται, συνάπτων εὐθὺς ἐπιφέρει· ὑπὸ δὲ πολλοῦ καὶ πυκνοῦ πνεύματος. τοῦτο μὲν δὴ καὶ κατἀρχὰς εὐθὺς ἐξηγησάμην ἐν τῷδε τῷ βιβλίῳ· τὸ δἐν τῷ τετάρτῳ τῶν ἐπιδημιῶν ἐπισκεπτέον, αὐτὴν ὑπογράψαντας τὴν ῥῆσιν ἔχουσαν ὧδε· ἐκ τῶν μετάλλων· ὑποχόνδριον δεξιὸν ἐντεταμένον, σπλὴν μέγας, κοιλίη ἐντεταμένη, ὑπόσκληρος, πνευματώδης, ἄχροος. ἐγχωρεῖ γὰρ ἑκάτερον, καὶ δύσπνουν αὐτὸν γεγονέναι, διὰ (τε) τὰς ἐν τοῖς ὑποχονδρίοις διαθέσεις, καὶ πνευματωθῆναι τὴν γαστέρα. πολὺ δἔτι μᾶλλον ἀσαφὴς ἐφεξῆς ἄῤῥωστος, ἔχων ὡδί· Τιμαίνεω εἶχέ τι πνεύματος, ὡς ὠχρῶδες εἶναι. καὶ γὰρ καὶ τούτῳ πάνυ τις ἦν ἥπατος κακοπραγία, διἣν ἐνεχώρει δυσπνοεῖν αὐτὸν, καὶ πνευματοῦσθαι τὴν γαστέρα· τὸ γὰρ ὠχρῶδες χρῶμα κακοπραγοῦντος ἥπατος γνώρισμα. τὸ δἐφεξῆς λεγόμενον ὡδί· τῆς λεχοῦς ἀνὴρ, παρὰ Σιτοδόκῳ, ἰκτεριώδης, πρὸς ὃν ἑβδομαῖον εἰσῆλθον, ὀγδόῃ ἀπώλετο, οὔτε οὐρέων οὔτε διαχωρέων· ὑποχόνδρια μεγάλα καὶ σκληρὰ, καὶ πνεῦμα πυκνόν· οὐδὲ ζήτημἔχει. σκληρῶν γὰρ οὐ μετρίως καὶ μεγάλων τῶν ὑποχονδρίων γενομένων, εὔλογον πυκνὸν εἶναι αὐτῷ τὸ πνεῦμα. ἀσαφὲς δὲ τελέως ἐστὶ τὸ τούτου συνεχὲς ἐπὶ τῆς λεχοῦς εἰρημένον ὧδε· διαίροντος δὲ τοῦ πυρετοῦ, πνεῦμα οὐκ ἐλύθη. τί γὰρ εἶδος εἶχε δυσπνοίας, οὔταὐτὸς ἐδήλωσε σαφῶς οὔτε τι σύμπτωμα ἄλλο τοιοῦτον ἔγραψεν, ἐξ οὗ τεκμαίροιτἄν τις τὴν γενομένην αὐτῇ διάθεσιν. καὶ μέντοι καὶ μετὰ ταύτην οὐκ ὀλίγον προελθὼν  ἄρχεται διηγεῖσθαι τόνδε τὸν τρόπον· Τιμαίνεω πνευματώδης. δύναται μὲν γὰρ δύσπνους ἀκούεσθαι, δύναται δὲ καὶ ὥσπερ οἱ πλεῖστοι τῶν ἐξηγησαμένων οἴονται λέγεσθαι, ἐμπεπνευματωμένη τὰ ὑποχόνδρια· βέλτιον δὲ δοκεῖ μοι, καὶ ἴσως ἀναγκαῖον, τὴν πεπνευματωμένην τὰ ὑποχόνδρια λέγεσθαι μᾶλλόν περ δύσπνουν. ὀλίγον οὖν ἐν τῇ διηγήσει προελθὼν, καί τινι εὐπνοωτέρη, φησὶν, ὡς ἂν ἤδη προειρηκὼς ὑπὲρ αὐτῆς δύσπνουν εἶναι. ὅτι δὲ πνευματώδεις, οἷς πυκνόν ἐστι τὸ πνεῦμα, προσαγορεύειν εἴωθεν, εἴρηται μὲν κᾀν τοῖς πρόσθεν, ἀλλὰ καὶ νῦν δῆλον· ἐπὶ τὸ χεῖρον γὰρ αὖθις ἐτέτραπτο τὰ τῆσδε τῆς ἀνθρώπου συμπτώματα, καὶ κατὰ τὴν ἑξκαιδεκάτην ἡμέραν ἀποθανεῖν αὐτήν φησι, πυκνὸν ἔχουσαν τὸ πνεῦμα. καὶ μετὰ ταύτην δὲ γεγραμμένος, ὅτι καὶ αὐτὸς ἀνέπνευσε πυκνὸν ἐπὶ τῇ τῶν ὑποχονδρίων διαθέσει, δῆλον ῥῆσις αὐτὴ ποιήσει, τόνδε τὸν τρόπον ἔχουσα· παῖς, ὃς ἦν τῆς γυναικὸς τῆς τοῦ Ἀποιμάντου ἀδελφῆς, ὑποχόνδρια μεγάλα, καὶ σπλὴν, πνεῦμα, διαχώρησις πικρόχολος. ὥσπερ γὰρ πνευματώδεις ἐνίοτε καλεῖ τοὺς πυκνὸν ἀναπνέοντας, οὕτω ποτὲ καὶ ἁπλῶς γράφει, πνεῦμα. θαυμαστὸν δοὐδὲν εἰ μεγάλων ὄντων ὑποχονδρίων, ἐγίγνετο πυκνὸν τὸ πνεῦμα. καὶ γὰρ αὖ καὶ προελθὼν ἐπαὐτοῦ πάλιν ἐρεῖ· τὰ ὑποχόνδρια δὲ ἐντεταμένα ἦν, καὶ δὴ καὶ ἦν τι βηχίον ξηρὸν ἡσυχῆ. καθόλου γὰρ, ὡς ἔφαμεν, ἐπειδὰν ὄγκος, ὀδύνη τις ἐν τοῖς καθὑποχόνδρια συσταίη, μικρὸν καὶ πυκνὸν ἐξ ἀνάγκης ἀναπνέουσιν. ὥστοὐδὲν θαυμαστὸν οὐδἐπειδὰν ἐν τοῖς μετὰ ταῦτα, προειπὼν, ὑποχόνδριον ὑπολάπαρον, προσθῇ, πνευματῶδες δὲ οὐ κάρτα. εἰ γὰρ δὴ τὸ μὲν λαπαρὸν κενὸν, τὸ δὲ ὑπολάπαρον ὑπόκενον, ἐπὶ τοσοῦτον δυσπνοήσουσιν, ἐφὅσον αὐτοῖς ἔχει κακῶς τὰ καθὑποχόνδριον. μετρίως οὖν αὐτῶν πεπονθότων, μετρίως δυσπνοήσουσιν· ὥσπερ πάλιν ἐν τοῖς κατωτέρω τοῦ βιβλίου, ὧδέ πως γράφει· τῇ οἰκέτιδι, ἣν νεώνητον ἐοῦσαν κατεῖδον, τὸ σκλήρυσμα ἐν τοῖσι δεξιοῖσιν ἐνῆν μέγα, οὐ κάρτα ὀδυνῶδες· εὐλόγως ἐπάγει, καὶ οὐ πάνυ δύσπνοος. εἴπερ γὰρ τὸ σκλήρυσμα μὴ κάρτα ὀδυνῶδες ἦν, οὐδὲ πάνυ. δύσπνουν εἶναι τὴν ἄνθρωπον εἰκὸς ἦν. οὕτω δὲ καὶ κατὰ τὴν τελευτὴν ἤδη τοῦ βιβλίου περὶ τοῦ πρεσβυτέρου διηγούμενος, εἶτα προειπὼν, παρηνέχθη κοσμίως, ἐπήνεγκεν, οὐ πάνυ δύσπνοος. ἀεὶ γὰρ κατὰ τὸ μέγεθος τῆς ἐργαζομένης τὴν δύσπνοιαν αἰτίας καὶ τὸ τῆς δυσπνοίας γίνεται μέγεθος. ἀλλὰ καὶ ταῦτα μὲν ἐν τῷ τετάρτῳ τῶν ἐπιδημιῶν γέγραπται, ὁμολογοῦντα τοῖς περὶ δυσπνοίας ὑφἡμῶν ἀποδεδειγμένοις. ἐν δαὖ τῷ ε΄ τῶν ἐπιδημιῶν ιδμὲν ἄῤῥωστος γέγραπται τόνδε τὸν τρόπον· ἐν Λαρίσσῃ Ἱπποσθένης, περιπνευμονίῃ ἐδόκει τοῖς ἰητροῖσι συνέχεσθαι· ἦν δὲ οὐδαμῶς· ἀρχὴν δὲ παλαίων, ἔπεσεν ἐν σκληρῷ χωρίῳ ὕπτιος, καὶ ἐπέπεσεν αὐτῷ· καὶ ἐλούσατο ψυχρῷ, καὶ ἔμεινε, καὶ ἔδοξε βαρύτερος γενέσθαι· τῇ δὑστεραίῃ ἐπύρεσσε, καὶ βὴξ ἔσχε ξηροτέρη, καὶ τὸ πνεῦμα πυκνόν. εἶτα μικρῷ προελθὼν. ὁπότε δὲ βήσσοι, φησὶν, ὠδυνᾶτο τὰ στήθεα καὶ τὰ νῶτα. οὐδὲν οὖν θαυμαστὸν, οὕτω διακειμένων τῶν κατὰ θώρακα, πυκνὸν γενέσθαι τὸ πνεῦμα τὸ δἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσκείμενον, οὐδὲ ῥέγχος εἶχεν, εἰς ἀπόδειξιν μὲν εἴρηται τοῦ μὴ γενέσθαι περιπνευμονικὸν τὸν ἄνθρωπον, ὁμολογεῖ δὲ καὶ αὐτὸ τοῖς κατἀρχὴν εὐθὺς ἐν τῷδε τῷ λόγῳ πρὸς ἡμῶν εἰρημένοις, ὁπότἐν τῷ περὶ διαίτης ὀξέων ἐξηγούμεθα τὴν λέξιν ταύτην· οἱ δἀπὸ τῆς ὀρθοπνοίας τε καὶ τοῦ ῥέγχους ἀποπνιγέντες. ἔννατός τε καὶ τριακοστὸς ἄῤῥωστος ἐν τῷ πέμπτῳ τῶν ἐπιδημιῶν γέγραπται, πυκνὸν ἔχων καὶ αὐτὸς τὸ πνεῦμα. παραγράψω δὲ κᾀνταῦθα τὴν ῥῆσιν αὐτὴν, ὧδέ πως ἔχουσαν· παιδίον ὑπὸ ὀρέος ἐπλήγη τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀπέθανε τεταρταῖον· τὸ πνεῦμα πυκνὸν εἶχε, καὶ οὐ κατενόει, καὶ πυρετὸς εἶχεν. οὐκ ἄδηλον ἐπὶ τούτου, τὸ περιτόναιον καὶ τὸ διάφραγμα συμφλεγμῆναι γαστρὶ καὶ ἥπατι, καὶ διὰ τοῦτο καὶ παραφρονῆσαι τὸ παιδίον. ἀλλοὐ κατὰ τὴν παραφροσύνην ἐδυσπνόησεν, γὰρ μείζων διάθεσις καθὑποχόνδριον, καθἑαυτὴν ἐτύπωσε τὴν ἰδέαν τῆς ἀναπνοῆς, δἥττων ἡττήθη. ἐν δὲ τῷ ε΄ ταῦτα.
§13 Πάλιν δὲ μεταβάντες ἐπὶ τὸ ἕκτον, οὗ καὶ πρόσθεν ἤδη τὴν κοινὴν πρὸς τὸ δεύτερον ἐξηγησάμεθα ῥῆσιν, ἐπὶ τὰς ὑπολοίπους ἔλθωμεν. εἰσὶ δὲ ὀλίγου δεῖν ἅπασαι σαφεῖς ἤδη διὰ τὰ προειρημένα. τὸ γὰρ πνεῦμα μόνον ἁπλῶς οὕτω γράφων ἐν ταῖς τῶν νοσημάτων ἐδείχθη συνδρομαῖς ἀντὶ τῆς δυσπνοίας, ἀφἧς πυκνὸν γίνεται τὸ πνεῦμα· τὸ δαὐτὸ τοῦτἐπὶ πλέον πυκνούμενον ἔθος αὐτῷ ἆσθμα καλεῖν. ὥστε κατὰ τὸ ἕκτον τῶν ἐπιδημιῶν ἐπειδὰν εἴπῃ, πνεῦμα ἐγκαταλείπηται, τὴν μετὰ πυκνότητος ἀκουσόμεθα δύσπνοιαν. ὡσαύτως δὲ κᾀπὶ τῆς ἐν Κρανῶνι γυναικὸς, ἐφἧς οὕτω γράφει· σπλὴν φύσει μέγας, πυρετὸς καυσώδης, ἐξέρυθρος, πνεῦμα, τὴν προειρημένην δύσπνοιαν ἀκουστέον, ἐφἧς πυκνοῦται τὸ πνεῦμα, ὡς καὶ ἐπὶ τῆς Ἀγίσιος κόρης. ὅτι δὲ διαφέρει τὸ πυκνὸν πνεῦμα  τοῦ ἄσθματος, ἐδήλωσε σαφῶς. ἔχει δὲ ῥῆσις ὧδε· Ἀγίσιος κόρη μὲν ἐοῦσα πυκνοπνεύματος ἦν· γυνὴ δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα, ἐπιπολαίως ἦρεν ἄχθος μέγα καὶ αὐτίκα ψοφῆσαι μὲν ἐδόκει κατὰ τὸ στῆθος· τῇ δὑστεραίῃ ἆσθμά τε εἶχε καὶ ἤλγεε ἰσχίον τὸ δεξιόν. εἶτἐφεξῆς ἔπτυσεν ἀφρῶδές, φησιν, ἀρχομένη δἦν ἀνθηρά. καὶ δῆλός ἐστιν ἐξ ὅλης τῆς συνδρομῆς, ὡς φύματος ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις παλαιοῦ καὶ δυσπέπτου ῥαγέντος ἔπτυσε ταῦτα καὶ ὡς διὰ ταῦτα τὰ φύματα πυκνοπνεύματος ἦν. ἐν δαὖ τοῖς κατωτέρω τοῦ βιβλίου, κατὰ μὲν τὴν κατάστασιν, ἧς ὑπήρξατο τόνδε τὸν τρόπον· βῆχες ἤρξαντο περὶ ἡλίου τροπὰς τὰς χειμερινάς· οἷσι δὲ καὶ πνεῦμα ξυνεμετεωρίζετό, φησι, (καὶ ὅτι μετέωρόν ἐστι πνεῦμα τὸ σμικρὸν καὶ πυκνὸν, διήλθομεν ἐν τοῖς ἔμπροσθεν) ἀμέλει καὶ συνάγχας γενέσθαι κατἐκείνην τὴν κατάστασιν ἔφη. μοχθηροὶ γοῦν οἱ τὸ μετέωρον ἀντὶ τοῦ μεγάλου νομίζοντες εἰρῆσθαι, διότι μετεωρίζει τὸν θώρακα, διαῖρον ἐπὶ πλεῖστον· ὀλίγον δὲ προελθὼν, πνευματίας ὀνομάζει τινάς· καὶ εἴρηται καὶ περὶ τοῦδε πρόσθεν, ὡς ἤτοι τοὺς ἐμπεπνευματωμένους, τοὺς ἀσθματώδεις, οὕτως καλεῖ. τὸ δἐν τοῖς ἐφεξῆς λεγόμενον, ἄσημον πνεῦμα, σμικρόν ἐστι καὶ διὰ τοῦτἀφανὲς, οἷον καὶ ταῖς καλουμέναις ἀπνοίαις καὶ ταῖς ὑστερικαῖς πνιξὶ συνεδρεύει. τοιοῦτον δέ τι βούλεται δηλοῦν ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης ὧδε· καὶ τὰ πνεύματα τοῖσι φθινώδεσι τὰ ἄσημα, κακὰ, καὶ τοῖσιν ἀτόκοισι· καὶ ὅσα ἄλλα τοιαῦτα ἀπὸ τῆς αὐτῆς καταστάσεως. αἱ γὰρ δὴ ἄτοκοι γυναῖκες, αὗται δὲ τοὐπίπαν εἰσὶν αἱ μὴ καθαιρόμεναι καλῶς, ἁλίσκονται μάλιστα ταῖς ἀπνοίαις, ὥσπερ ἀμέλει καὶ ὅσαι χηρεύουσιν ἐπὶ πλεῖστον. ὥσθὅσα μὴ διάσημα σαφῶς πνεύματα, μηδἐστὶν ἡμῖν κατάδηλα, ταῦτἄσημα κέκληκεν. ἐκ τούτων ὁρμώμενος ἄν τις εὑρίσκοι καὶ χωρὶς ἐμοῦ τἄλλα πάντα τὰ περὶ δυσπνοίας εἰρημένα κατὰ τε τὰ γνήσια καὶ τὰ νόθα τῶν βιβλίων, καίτοι σχεδὸν ἡμεῖς πάντα διήλθομεν ἐν τῷδε τῷ λόγῳ τὰ γνήσια. ἀλλἐπεὶ καὶ τὰ Θεσσαλοῦ τοῦ υἱέος αὐτοῦ καὶ τὰ Πολύβου τοῦ γαμβροῦ, τῆς Ἱπποκράτους ἐστὶ τέχνης, οὐ πόῤῥω δαὐτῶν οὐδὅσα δοκεῖ μὲν Εὐρυφῶντος εἶναι, φέρεται δἐν τοῖς Ἱπποκράτους, ἐάν μοι σχολὴ γένηταί ποτε πλείων, ἄλλο τέταρτον προσθήσω βιβλίον, ἐξηγούμενον κατὰ τὰ λοιπὰ τῶν ἐπιγεγραμμένων Ἱπποκράτους εἴρηται περὶ δυσπνοίας. νυνὶ δἑτέρων κατεπειγόντων, οὐκ ἐπἐκεῖνα μεταβήσομαι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up