Galen De differentiis febrium
EN Lat Orig
Book 2
§1–6
§1 Ὑπόλοιπον ἂν εἴη τὰς διαφορὰς τῶν ἐπὶ χυμοῖς ἀναπτομένων πυρετῶν διελθεῖν, αὐτὸ τοῦτο πρότερον ὑπὲρ αὐτῶν εἰπόντας, ὡς οὐχ ἱκανόν ἐστιν τινες ὑπέλαβον εἰς γένεσιν πυρετῶν, αὐξηθῆναί τε καὶ πλεονάσαι τὸν πικρόχολον χυμὸν, ὃν ἔνιοι μὲν ὠχρὰν, ἔνιοι δὲ ξανθὴν ὀνομάζουσι χολήν. ἅπαντες γὰρ ἂν οὕτω μεγίστους ἐπύρεττον πυρετοὺς οἱ ἰκτεριῶντες, οἷς πλῆθός γε τῆς τοιαύτης χολῆς ἐν ἅπαντι σώματι περιέχεται, ἀλλοὐ πυρέττουσι, πλὴν εἰ κατἄλλην τινὰ αἰτίαν συνελθοῦσαν, ὑπὲρ ἧς ὀλίγον ὕστερον εἰρήσεται. ἄτοπον δὲ τὸ κᾀν τοῖς τεταρταίοις καὶ τοῖς ἀμφημερινοῖς πυρετοῖς τοῖς ἀκριβέσιν ἠθροῖσθαι τὴν πικρὰν χολὴν ὑπολαμβάνειν, ὥσπερ ἐν τοῖς τριταίοις καὶ καύσοις. ἔμπαλιν γὰρ ἐπί τε τῶν ἀμφημερινῶν καὶ τεταρταίων πυρετῶν οὔτε ἔμετοι χολώδεις, οὔθἱδρῶτες, οὔτοὖρα, καὶ διαχωρήματα φαίνεται πικρόχολα, πρὸς τῷ μηδἄλλο τι τῶν προσγεγονότων τε καὶ συνυπαρχόντων αὐτοῖς μαρτυρεῖν. οἱ μὲν γὰρ τριταῖοι πυρετοὶ τὸ ἐπίπαν ἔν τε σώμασι συνίστανται χολωδεστέροις φύσει καὶ ἐν ἡλικίᾳ τῇ τῶν ἀκμαζόντων, τίς ἐστιν ἁπασῶν τῶν ἡλικιῶν χολωδεστάτη, καὶ ἐν ὥρᾳ θερινῇ μάλιστα, καθἣν τοιοῦτος ἐπικρατεῖ χυμός. οὕτω δὲ κᾀν τοῖς θερμοῖς καὶ ξηροῖς τῇ κράσει χωρίοις, καὶ καταστάσει τοῦ περιέχοντος ἀέρος τοιαύτῃ, καὶ βίοις οὐκ ἐν ῥᾳστώνῃ καὶ ῥᾳθυμίᾳ τὸ πλέον, ἀλλὰ ἐν πόνοις καὶ φροντίσι καὶ ἀγρυπνίαις, ἐγκαύσεσί τε καὶ τροφαῖς ὀλίγαις, καὶ ταύταις θερμαῖς καὶ ξηραῖς. ἀλλὰ καὶ θερμαινόντων τε καὶ ξηραινόντων φαρμάκων ἀμετροτέρα χρῆσις εὔφορός ἐστι τριταίων πυρετῶν· οἱ δἀμφημερινοὶ κατὰ τοὐναντίον ἅπαν, ἔν τε ταῖς φλεγματικωτέραις φύσεσι, καὶ τῶν ὡρῶν ἐν χειμῶνι, καὶ τῶν καταστάσεων ἔν τε ταῖς ὑγροτέραις καὶ ψυχροτέραις, γέρουσί τε καὶ παισὶ μᾶλλον, ἐν ὑγροῖς καὶ ψυχροῖς χωρίοις, καὶ βίοις ἀργοῖς ἅμα καὶ σὺν πλησμονῇ, καὶ μάλισθὅταν ἐπὶ σιτίοις λούωνται, καὶ πολὺ δὴ μᾶλλον, ὅταν καὶ αὐτὰ τὰ σιτία φλεγματικώτερα τὴν φύσιν ὑπάρχῃ. οὐ μὴν οὐδἐμοῦσιν οὗτοι τὸν πικρόχολον χυμὸν, οὐδὲ διαχωροῦσιν, οὔθἱδροῦσιν, ὥσπερ ἐν τοῖς τριταίοις πυρετοῖς. οὗτοι μὲν γὰρ ἐπὶ τῇ ξανθῇ χολῇ σηπομένῃ γίγνεσθαι πεφύκασιν· οἱ δἀμφημερινοὶ τοῖς φλεγματώδεσιν ἕπονται χυμοῖς, ὥσπερ οἱ τεταρταῖοι τοῖς μελαγχολικοῖς. οὕτω γοῦν καὶ φύσεις σωμάτων αἱ μελαγχολικώτεραι, καὶ τῶν ἡλικιῶν παρακμαστικὴ, καὶ τῶν ὡρῶν τὸ φθινόπωρον, ἅπαντά τε τὰ τούτοις ἀνάλογα ἐν ἐδέσμασί τε καὶ πόμασι καὶ τῷ σύμπαντι βίῳ ξηρὰ καὶ ψυχρὰ τὴν κρᾶσιν ὑπάρχοντα τεταρταίων ἐστὶ γόνιμα πυρετῶν. διὰ τοῦτο καὶ τὸ προηγούμενον αὐτῶν ῥῖγος οὐχ ὅμοιον, ἀλλὰ τὸ μὲν ἐν τοῖς τριταίοις οἷον νύττοντός τε καὶ τιτρώσκοντος τὴν αἴσθησιν ἐνδείκνυται τοῦ ποιοῦντος αἰτίου· τὸ δἐν τοῖς τεταρταίοις οἷον ψύχοντος. εἴρηται δἱκανῶς ὑπὲρ τῆς ἐν τοῖς ῥίγεσιν ἰδέας ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις, ἔνθα καὶ περὶ τῆς τῶν ὁμογενῶν πυρετῶν ἀποδέδεικται διαφορᾶς, ὡς οἱ μὲν διαλείποντες αὐτῶν, οὕτω δὲ ὀνομάζω τοὺς εἰς αἰσθητὴν ἀπυρεξίαν ἀφικομένους, ἐπὶ κινουμένῳ τε καὶ πάντῃ τοῦ σώματος ἰόντι τῷ τὸν πυρετὸν ἐργαζομένῳ συνίστανται χυμῷ· οἱ δὲ συνεχεῖς ἀφικνοῦνται στεγνουμένῳ καὶ περιεχομένῳ ἐν ταῖς φλεψὶν, ὑπὲρ ὧν τῆς διαγνώσεως ἐν τῷ δευτέρῳ περὶ κρίσεων εἴρηται.
§2 Τῶν μὲν οὖν διαλειπόντων τρεῖς εἰσιν αἱ πᾶσαι διαφοραὶ, ἀμφημερινὸς, τριταῖος, καὶ τεταρταῖος· ἐπὶ φλέγματι μὲν ἀμφημερινὸς σαπέντι· ἐπὶ δὲ ταῖς χολαῖς ἑκατέραις, τῇ ξανθῇ μὲν τριταῖος, τῇ μελαίνῃ δὲ τεταρταῖος. τῶν δὲ συνεχῶν ἐπὶ μὲν τῇ ξανθῇ χολῇ διττὸν εἶδος, ἓν μὲν τὸ τῶν συνόχων ὀνομαζομένων, ὧν σύμπας χρόνος εἷς παροξυσμός ἐστιν ἀπἀρχῆς ἄχρι λύσεως· ἕτερον δὲ τὸ τῶν ὁμωνύμως τῷ γένει λεγομένων συνεχῶν, ἐν πολλαῖς ταῖς κατὰ μέρος περιόδοις προερχομένων. τῶν μὲν οὖν συνόχων αἱ πᾶσαι τρεῖς εἰσιν αἱ διαφοραί. τινὲς μὲν γὰρ αὐτῶν ἀπὸ τῆς ἀρχῆς ἕως τῆς τελευτῆς ἶσοι διαμένουσι· τινὲς δὲ παραυξάνονται κατὰ βραχύ· τρίτοι δἄλλοι μειοῦνται κατὰ βραχύ. καί τινες ὀνόματα τοῖς μὲν πρώτοις ὁμοτόνους τε καὶ ἀκμαστικοὺς ἔθεντο· τοῖς δὲ δευτέροις ἀναβατικούς τε καὶ ἐπακμαστικούς· τοῖς δὲ τρίτοις παρακμαστικούς. τῶν δὲ συνεχῶν δύο μέν εἰσιν αἱ πρῶται διαφοραὶ, τῶν μὲν διὰ τρίτης μόνον παροξυνομένων, ἑτέρων δὲ κᾀν τῇ μέσῃ φερόντων παροξυσμόν. οὗτοι μὲν οὖν οὐδὲν ἴδιον ἐξαίρετον ὄνομα κέκτηνται· τοὺς δὲ διὰ τρίτης παροξυνομένους ἐγὼ μὲν ὀνομάζω τριταιοφυεῖς, οὐ μὴν κωλύω γε τὸν βουλόμενον ἕτερον αὐτοῖς ἐπιφέρειν ὄνομα, φυλαττομένης τῆς ἐν τοῖς πράγμασι διαφορᾶς. ἄλλη μὲν γάρ ἐστι φύσις, ὅταν εἰς ἀπυρεξίαν παύωνται, ἄλλη δὅταν εἰς παρακμὴν πυρετώδη τελευτῶσιν οἱ διὰ τρίτης συνεχεῖς παροξυνόμενοι πυρετοί· καὶ πρὸς τούτοις ἔτι φύσις ἑτέρα τίς ἐστι τῶν καὶ ἐν τῇ μέσῃ παροξυνομένων. ἡμιτριταῖον δὲ τούτων οὐδένα καλῶ, οὐ μὴν οὐδὲ κωλύω τοὺς βουλομένους ὀνομάζειν οὕτως, εἴ μοι τοῦθἓν μόνον φυλάττοιτο πρὸς αὐτῶν, τὸ μηδεμίαν  ἰδέαν παραλείπεσθαι πυρετοῦ, λέγεσθαι δὲ ἐφεξῆς ἁπάσας, ὡς ἐγὼ νῦν ἐνεστησάμην τόνδε τὸν λόγον. τῶν γὰρ κᾀν τῇ μέσῃ παροξυνομένων συνεχῶν ἔνιοι μὲν ἐν ἀμφημερινοῦ σχήματι προέρχονται, τοὺς δύο παροξυσμοὺς ὁμοιοτάτους ἀλλήλοις ποιούμενοι· τινὲς δἀνομοίους ἔχοντες τοὺς δύο, τῷ μὲν πρώτῳ τὸν τρίτον ὁμοιότατον ἴσχουσι, τῷ δὲ δευτέρῳ τὸν τέταρτον, ἐν σχήματι δυοῖν τριταίων προϊόντες. οὗτοι μὲν ἐπὶ χολώδει μᾶλλον· οἱ δὲ καθἑκάστην ἡμέραν ὁμοίως παροξύνοντες ἐπὶ φλεγματικωτέρῳ συνίστανται χυμῷ. τρίτον δἄλλο γένος ἐστὶ τῶν συνεχῶν πυρετῶν σπανίως γιγνόμενον, ἐπειδὰν παροξυσμὸς ἐν σχήματι τεταρταίου περιόδου προέρχηται μὴ παυόμενος εἰς ἀπυρεξίαν. γίγνεται δὲ ὥσπερ διὰ τρίτης ἔστιν ὅτε διπλοῦς καὶ τριπλοῦς, οὕτω καὶ οὗτος οὐ μόνον διπλοῦς, ἀλλὰ καὶ τριπλοῦς. αἱ μέν τοι τοιαῦται τῶν πυρετῶν ἐπιπλοκαὶ τῆς περὶ τύπων εἰσὶ θεωρίας ἴδιαι. τῶν δἐπὶ χυμοῖς ἀναπτομένων ἁπλῶν πυρετῶν αἱ σύμπασαι διαφοραὶ τοσαῦται τὸν ἀριθμόν εἰσιν, ὅσαι περ εἴρηνται νῦν· ἐξ ἐπιμιξίας δαὐτῶν ἕτεραί τινες γίνονται, περὶ ὧν ἐφεξῆς ἐρῶ, πρότερόν γε περὶ τῶν ἁπλῶν ἔτι τὸ λεῖπον προσθεὶς, ὡς ὅστις ἂν ἀκριβῶς ἁπλοῦς πυρετὸς, ἓν εἶδος οἷον κανόνα τινὰ κεκλήρωται τῶν νῦν ὑφἡμῶν λεχθησομένων· ὅστις δἂν τοῦτο νοθεύσῃ κατά τι, κατὰ τοσοῦτον ἀποχωρεῖ τῶν ἁπλῶν πυρετῶν.
§3 μὲν γὰρ ἐπὶ τῇ ξανθῇ χολῇ διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένῃ γιγνόμενος εἰσβάλλει τε μετὰ ῥίγους καὶ καυσώδης ἐστὶ, καὶ χολῆς ἐμέτοις, διαχωρήσεσιν, ἱδρῶσιν, τισιν αὐτῶν, πᾶσιν ἅμα ἐκλύεται. τοῦ τοιούτου πυρετοῦ τὸ μῆκος τοῦ παροξυσμοῦ τὸ μέγιστον ὡρῶν ἐστιν ἰσημερινῶν δώδεκα, καὶ καλοῦμεν αὐτὸν ἀκριβῆ τριταῖον, ἐπὶ κράσει τοῦ κάμνοντος χολώδει, καὶ ὥρᾳ καὶ καταστάσει καὶ διαίτῃ θερμῇ καὶ ξηρᾷ συνιστάμενον. εἴρηται δὲ καὶ τἄλλα τὰ συντελοῦντα πρὸς τὴν γένεσιν αὐτοῦ πάντα μικρὸν ἔμπροσθεν. ὀλιγοχρονιώτερος δὲ ὡς τὰ πολλὰ τοῦ προειρημένου μήκους παροξυσμὸς γίγνεται, παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχων τὴν διαφορὰν, ἤτοι διὰ τὸ ποσόν τε καὶ τὸ ποιὸν αὐτῆς τῆς χολῆς, διὰ τὴν τοῦ κάμνοντος δύναμιν, διὰ τὴν ὑπάρχουσαν τηνικαῦτα τῷ πάσχοντι τὴν διάθεσιν. μὲν γὰρ πλείων χολὴ τῆς ἐλάττονος μακρότερον φέρει τὸν παροξυσμόν· δὲ λεπτὴ τῆς παχείας βραχύτερον. οὕτω δὲ καὶ τῆς δυνάμεως μὲν ἰσχυροτέρα βραχύτερον· δἀσθενεστέρα μακρότερον. καὶ τῆς τοῦ σώματος διαθέσεως μὲν ἀραιὰ βραχύτερον· δὲ πυκνὴ μακρότερον. δὲ τοῦ διαλείμματος χρόνος ἐν τῷ τοιούτῳ πυρετῷ τὸ κατὰ τοὺς σφυγμοὺς σημεῖον τῆς σηπεδόνος τοῦ χυμοῦ παντάπασιν ἀδιάγνωστον ἔχει κατὰ τὴν ἑξῆς ἡμέραν νύκτα τοῦ παροξυσμοῦ· βραχέως δὲ ὑποτυφόμενον γνωστὸν ἀμυδρῶς ἐν τοῖς πρώτοις μέρεσι τῆς μεταὐτήν· σαφέστερον δὲ ἤδη περὶ τὰ πέρατα τῆς αὐτῆς ἡμέρας νυκτός· ἔτι δὲ σαφέστερον ἐπὶ τῆς ἐχομένης, ἥτις προηγεῖται δηλαδὴ τῆς παροξυντικῆς ἡμέρας νυκτός. ἐν ἐκείνῃ δὲ αὐτῇ σαφὲς ἤδη τὸ σημεῖόν ἐστι, καὶ πολὺ μᾶλλον, εἰσβάλλοντος τοῦ παροξυσμοῦ, καὶ πολὺ μᾶλλον ἀναβαίνοντος ἐπὶ τὴν ἀκμήν. ἐν ταύτῃ δὲ ἧττον κατὰ τὴν ἀνάβασιν, καὶ μακρῷ πάλιν ἧττον ἐν τῇ παρακμῇ. τοῦτον τὸν πυρετὸν εἰ βούλοιο καλεῖν ἀκριβῆ τριταῖον, ὀνόματι χρήσῃ παλαιῷ· εἰ δὲ μὴ, ἀλλἡμῖν γε συγχώρησον οὕτως ὀνομάζειν ἕνεκα σαφοῦς διδασκαλίας.
§4 Ἔστι δἕτερος ἀκριβὴς ἁπλοῦς πυρετὸς, ἐπὶ φλέγματι σηπεδονώδει διὰ τῶν αἰσθητικῶν σωμάτων ὑπὸ τῆς φύσεως ὠθουμένῳ γιγνόμενος. ἄρχεται μὲν ἀπὸ καταψύξεως τῶν ἄκρων καὶ φρίκης μᾶλλον ῥίγους· δυσεκθέρμαντος δἐστὶ καὶ πολυχρόνιον ἔχει τὴν ἀνάβασιν ὡς ἐπὶ τὴν ἀκμὴν, ἐπειδὴ καὶ χυμὸς, ἐφ συνίσταται, ψυχρὸς μέν ἐστι καὶ ὑγρὸς τὴν κρᾶσιν, γλίσχρος δὲ τὴν σύστασιν. δυσέξαπτός τε οὖν ἐστι διὰ ταῦτα καὶ βραδύπορος, καὶ πολλαχόθι κατὰ τοὺς πόρους ἰσχόμενος θλίβει μὲν ἐνίοτε καὶ βαρύνει τὴν δύναμιν, ἀνωμάλους δὲ καὶ πλέον ἀμυδροὺς ἐργάζεται καὶ μικροὺς τοὺς σφυγμοὺς ἔν τε ταῖς εἰσβολαῖς καὶ τῶν ἀναβάσεων ἐν τοῖς πρώτοις. γίγνεται μὲν οὖν καὶ τῷ χολώδει πυρετῷ κατὰ τὰς εἰσβολὰς τῶν παροξυσμῶν ἕκαστον τῶν εἰρημένων περὶ τὸν σφυγμὸν παθημάτων, ἀλλἐπἐκείνου μὲν ἐν τάχει καθίσταται τά τε ἄλλα καὶ ἀνωμαλία, τὰ πολλὰ μηδὲ συνεισβάλλουσα τοῖς τοιούτοις πυρετοῖς· θερμασία δὲ οὐ μετὰ πολὺ τοῦ παύσασθαι τὸ ῥῖγος ἐξάπτεται λαμπρὰ, καθάπερ τι πῦρ ἀκριβῶς καθαρὸν, οὐδὲ μιᾶς ἐμφερομένης αὐτῷ καπνώδους ἀχλύος. τὴν δὲ τοῦ φλεγματώδους χυμοῦ θερμασίαν εἰκάσαις ἂν πυρὶ καπνώδει ξύλων χλωρῶν ἐξαπτομένων. ταῦτἄρα καὶ κενώσεις ἐπαὐτοῦ βραχεῖαι, καὶ τὸ μῆκος τοῦ παροξυσμοῦ μακρότερον γινόμενον, τε χρόνος τοῦ διαλείμματος οὐχ ὁμοίως τῷ πρώτῳ καθαρὸς, ἀλλἀεὶ τὸ τῆς σήψεως τοῦ χυμοῦ διαφυλάττων γνώρισμα κατὰ τήν τε θερμότητα καὶ τοὺς σφυγμούς. ἐναργέστατον δὲ κᾀν τούτῳ τῷ πυρετῷ περὶ τὰς εἰσβολάς τε καὶ τὰς ἐπιδύσεις τῶν παροξυσμῶν ἐστι τὸ τῆς σήψεως σημεῖον· ὅμως δοὖν καὶ οὗτος, ὅταν ἀκριβὴς , τοῖς πολλοῖς δοκεῖ καθαρὸν ἔχειν τὸ διάλειμμα, καὶ ἡμεῖς οὕτως καὶ αὐτοὶ λέγομεν οὐκ ὀλιγάκις, ὅταν ἄκαιρος ἀκριβολογία φαίνηται. συμβαίνει δὲ φύσεσί τε σωμάτων καὶ ὥραις, καὶ χώραις καὶ καταστάσεσιν, ἐπιτηδεύμασί τε καὶ διαίτῃ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς φλεγματώδεσι. παροξύνεται δὲ καθἑκάστην ἡμέραν, καί τοι γἧττον ὑπάρχων θερμὸς τοῦ διὰ τρίτης τοῦ χολώδους. ἀλλἔοικεν ἐκεῖνος μὲν, ἐπειδὴ τὸν χυμὸν εὐέξαπτον ἔχει, καὶ  ῥᾳδίως ἑκάστοτε διὰ λεπτότητα τὸ ζέσαν αὐτοῦ κατὰ τὸν παροξυσμὸν ἐκκαθαίρεται σύμπαν, εἰς ἀπυρεξίαν τέ τινα καθαρωτέραν ἰέναι καὶ βραχὺ μετὰ τὸν παροξυσμὸν ἐγκαταλείπειν σπέρμα σηπεδονώδους θερμότητος· δἐπὶ τῷ φλέγματι μήτε καθαίρεσθαι τελέως ἐν ταῖς παρακμαῖς τῶν παροξυσμῶν, μήτὀλίγον ὑπολείπειν τὸ οἷον ὑποτυφόμενον. ἐντεῦθεν ἆρα τό τε διάλειμμα πολὺ φαυλότερον αὐτῷ καὶ τοῦ δευτέρου παροξυσμοῦ πρωϊαίτερον εἰσβολή.
§5 Τὸ δὲ τρίτον γένος τῶν διαλειπόντων πυρετῶν ἀκριβὴς τεταρταῖος, ὅταν ἐπὶ μόνῳ γίνηται τῷ μελαγχολικῷ χυμῷ ψυχρῷ καὶ ξηρῷ τὴν κρᾶσιν ὑπάρχοντι, κατὰ βραχὺ μὲν ὑποτύφεται καθάπερ τις λίθος, ὄστρακον, ὀστοῦν, τι τῶν οὕτω ψυχρῶν καὶ ξηρῶν σωμάτων· ἐπειδὰν δἐξαφθῇ τις ἐξ αὐτοῦ φλὸξ, οὐδὲν ὑπολείπει καπνῶδες, οὐδὲ ἡμίκαυστον ἐπὶ τῷ παροξυσμῷ, καὶ διὰ τοῦτο κενώσεις τε πλείονες ἐπὶ τούτῳ τῷ χυμῷ μᾶλλον τῷ φλεγματικῷ, καὶ τὸ διάλειμμα καθαρὸν ἀκριβῶς εἶναι δοκεῖ τῷ κᾀνταῦθα ἅπαν κενοῦσθαί τε καὶ διαφορεῖσθαι τὸ ἐξαφθὲν τοῦ μελαγχολικοῦ χυμοῦ. διὰ τοῦτο δὲ καὶ τὸ ῥῖγος αὐτοῖς ἐστιν, οἷον μάλιστα τοῖς ἐν κρύει καρτερῷ καταψυχθεῖσιν, οὐχ οἷόν περ ἐνίοτε γίνεται τοῖς ἐγκαυθεῖσιν, κοπωθεῖσιν, ἐπὶ φαρμάκοις θερμοῖς καὶ δάκνουσιν ἕλκει προσενεχθεῖσιν. ἀνάγκη δὲ τοῦ τοιούτου πυρετοῦ προηγήσασθαι μὲν ὅσα χολὴν ἀθροίζει μέλαιναν, ἐν ἐπιτηδεύμασι, καὶ διαίτῃ, καὶ καταστάσει, καὶ ὥρᾳ, καὶ χώρᾳ, τὴν φύσιν τε καὶ ἡλικίαν εἶναι τοῦ κάμνοντος μελαγχολικωτέραν. παροξυσμὸς δὲ καὶ τούτου τοῦ πυρετοῦ τῷ μήκει τοῦ χρόνου τῷ τριταίῳ παραπλήσιος, ἔστι δὅτε καὶ μακρότερος, ἔτι μένοντος ἀκριβῶς, ὡς ἂν ἐπὶ ψυχροτέρῳ χυμῷ συνισταμένου. δαἰτία παραπλήσιος ἐπί τε τούτων ἐστὶ τῶν πυρετῶν καὶ τῶν ἄλλων ἁπάντων, τὴν διαφορὰν ἐργαζομένη τοῦ μήκους τῶν παροξυσμῶν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἐπὶ τῶν ἀκριβῶν εἴρηται τριταίων, ἐν πλήθει καὶ ποιότητι τοῦ χυμοῦ καὶ ῥώμῃ καὶ ἀῤῥωστίᾳ δυνάμεως, ἔτι πρὸς τούτοις αὐτῇ τοῦ κάμνοντος τῇ διαθέσει τὴν διαφορὰν ἔχουσα. καὶ γὰρ καὶ τἄλλα πάντα αὐτοῖς ἀνάλογον ὑπάρχει τοῖς ἐπὶ τῷ πικροχόλῳ χυμῷ συνισταμένοις. εἰ γοῦν μήτε σήποιτο μήτε φέροιτο σφοδρῶς διὰ τῶν αἰσθητικῶν σωμάτων μελαγχολικὸς χυμὸς, οὐκ ἂν ἀπεργάσεται τεταρταίαν περίοδον ἀκριβῆ. καὶ μὴν καὶ τοῖς ἰκτεριώδεσι παθήμασιν ἀνάλογον αἱ ἐπὶ σπληνὸς ἀῤῥωστίαι χρόνιαι μελαγχολικαὶ, καὶ δύσχροιαι περὶ τὸ σύμπαν γίνονται σῶμα· καὶ τοῖς ἐρυσιπέλασιν ἐπὶ τῇ ξανθῇ χολῇ συνισταμένοις ἀνάλογον οἵ τε καρκῖνοι καὶ αἱ φαγέδαιναι. πυρέττουσι δοὔτε ἐν τούτοις ἐξ ἀνάγκης οὔτἐν τοῖς μελαγχολικοῖς, εἰ μὴ σαπείη πρότερον μελαγχολικὸς χυμός. πειρᾶται μὲν γὰρ φύσις ἀεὶ ἑαυτῆς χρωμένη δυνάμεσιν ὁμοιοῦν μὲν τοῖς τρεφομένοις ὅσον ἂν ἐγχωρῇ γενέσθαι χρηστὸν, ἐκκρίνειν δὲ τὸ μὴ τοιοῦτον· ἢν δέ ποτε διὰ πάχος, πλῆθος, γλισχρότητα τοῦ περιττώματος, τινα στέγνωσιν τῶν ὁδῶν, καὶ διὰ τὴν ἑαυτῆς ἀσθένειαν ἀδυνατήσῃ πᾶν ἐκκρῖναι τὸ μοχθηρὸν, ἀναγκαῖον αὐτῷ χρονίζοντι κατὰ τὸ τοῦ ζώου σῶμα διαφθείρεσθαι. μένειν μὲν γὰρ οἷον ἦν ἐξ ἀρχῆς οὐδὲ τῶν ἄλλων ὑγρῶν οὐδὲν δύναται, μή τι γε δὴ τὸ οὕτω φαῦλον, ὡς μηκέτἐπιδέχεσθαι τὸν παρὰ τῆς φύσεως κόσμον, ἀλλἤτοι πεττόμενον προστίθεταί τε καὶ ὁμοιοῦται τοῖς στερεοῖς τοῦ ζώου μορίοις, διαφθείρεταί τε καὶ σήπεται. οὕτω γὰρ καὶ τοῖς ἰκτεριώδεσι καὶ μελαγχολικοῖς, ὅταν ἐπὶ πλείονα χρόνον ἐν τῷ σώματι μένωσιν οἱ χολώδεις χυμοὶ πλεονάζοντες, ἐπιγίγνονται πυρετοί. πολλάκις δὲ καὶ κατὰ τὸ ἧπαρ τὸν σπλῆνα διάθεσις ἤνεγκε πυρετὸν, ὅταν ἤτοι φλεγμονή τις ἔμφραξις ἐργάζηται τὰ προειρημένα παθήματα. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὅταν φλεγματώδης πλεονάζῃ χυμὸς, ἕπεται πυρετὸς, εἰ μὴ σαπείη πρότερον. ἐπὶ τούτῳ μέν γε καὶ τὸ τοῖς παλαιοῖς ἀδύνατον εἶναι δοκοῦν ὦπται πολλάκις. ἔστι δὲ τοῦτο τὸ χωρὶς πυρετοῦ ῥῖγος, ἔστι δὲ οἷς μὲν ἅπαξ γινόμενον, ἔστι δὲ οἷς καὶ κατὰ περίοδον ἐπὶ πλείους ἡμέρας, συνεχὲς ἀπἀρχῆς ἄχρι τέλους, ἤτοι παντάπασιν οὕτω μέτριον, ὡς μηδεἶναι δοκεῖν, ὅταν ἡσυχάζωσιν, ἀλλὰ μόνον εἰ κινηθεῖεν, εἰς αἴσθησιν ἥκειν, καὶ μειζόνως, ὡς καὶ χωρὶς τοῦ κινεῖσθαι διοχλεῖν. ἀλλὅταν γε καὶ τοιοῦτος ἐν τῷ χρόνῳ διασαπῇ χυμὸς, οὐ ῥιγοῦσι μόνον, ἀλλὰ καὶ πυρέττουσι. καὶ χρόνιός τε πάνυ καὶ δύσλυτος ἐπιγίγνεται ταῖς τοιαύταις αἰτίαις πυρετὸς ἐν ἀμφημερινοῦ σχήματι.
§6 Τούτου τοῦ γένους ἐστὶ καὶ ἠπίαλος πυρετὸς ἰδίως ὀνομαζόμενος, ὅταν ἅμα πυρέττουσί τε καὶ ῥιγοῦσι, καὶ ἀμφοτέρων αἰσθάνονται κατὰ τὸν αὐτὸν χρόνον, ἐν ἅπαντι μορίῳ τοῦ σώματος. Ἀρχιγένης μὲν οὖν οἴεται κατἄλλου μηδενὸς ἐπιφέρεσθαι μηδέποτε τοὔνομα τὸν ἠπίαλον ἀλλ κατὰ μόνου τοῦ τοιούτου πυρετοῦ. φαίνονται δὲ τῶν Ἀττικῶν ἀνδρῶν ἔνιοι καὶ τὸ πρὸ τοῦ πυρετοῦ ῥῖγος οὕτως ὀνομάζοντες. ὑαλώδη δέ μοι δοκεῖ προσαγορεύειν Πραξαγόρας τὸν χυμὸν τοιοῦτον· οἱ νεώτεροι δὲ, ὧν ἐστι καὶ Φίλιππος, ὠμὸν ἁπλῶς, οὐδὲν προστιθέντες εἰς ἀκριβῆ διορισμὸν ὄνομα. τῆς φλεγματώδους δἐστὶ δήπου καὶ αὐτὸς ἰδέας, ἱκανῶς ὑπάρχων ψυχρός τε καὶ γλίσχρος. ὃς γὰρ ἂν ὑγρὸς ἅμα καὶ ψυχρὸς χυμὸς, ὑπὸ τὴν τοῦ φλέγματος ἀνάγεται προσηγορίαν, εἴ τις Ἱπποκρατείως τε καὶ συνήθως ἅπασιν, οὐ μόνον τοῖς παλαιοῖς ἰατροῖς, ἀλλὰ ἤδη καὶ τοῖς ἄλλοις Ἕλλησιν ὀνομάζειν  ἐθέλει. Πρόδικος γὰρ ἐν τῷ περὶ φύσεως ἀνθρώπου παρανομεῖ καὶ περὶ τοῦτο τοὔνομα, πρὸς τῆς θαυμαστῆς ἐτυμολογίας ἀναπειθόμενος. ἀλλοὐ νῦν καιρὸς ἐπὶ τὰ τοιαῦτα τὸν λόγον ἐκτρέπειν, ἄλλην αὐτοῖς πραγματείαν ἀνατεθεικότα. αὖθις οὖν ἐπὶ τὸ προκείμενον ἴωμεν. ὅστις ἂν ἐν τῷ σώματι χυμὸς ὑγρὸς καὶ ψυχρὸς, ἡμεῖς μὲν τοῦτον ὀνομάζομεν φλέγμα, σὺ δεἰ βούλει κάλει σκινδαψόν. οὕτως ἄρα μοι μέλει τῶν ὀνομάτων οὐδέν. ἀλλἴσθι γε τοῦ χυμοῦ τούτου πλείους οὔσας διαφοράς· ἓν μὲν γὰρ εἶδος αὐτοῦ πάνυ δή τι ψυχρόν ἐστιν, ὥστε καὶ μεγίστας ὀδύνας, ὅταν ἐμφραχθῇ χωρίῳ θερμῷ, παρέχεσθαι· καὶ πολλάκις τε πολλὰς ἀλγηδόνας τῶν προσαγορευομένων κωλικῶν, ἐπὶ δριμεῖ κλύσματι τοιοῦτον χυμὸν ἐκκενώσαντι παραχρῆμα παυομένας ἐστὶν ἰδεῖν. ἔοικε δὲ καὶ τὴν ὄψιν χυμὸς οὗτος ὑάλῳ κεχυμένῃ. ἕτερον δἐστὶ φλέγματος εἶδος, ἀναχρεμψάμενοι πολλάκις ἀποπτύουσί τινες, αἰσθητὴν ἔχον τὴν γλυκύτητα, καὶ δῆλον ὡς οὐκ ἐνδέχεται τὸ τοιοῦτον ἀκριβῶς εἶναι ψυχρὸν, εἴ τι μεμνήμεθα τῶν ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἀποδεδειγμένων. ἔστι γε δή τι καὶ τρίτον ἄλλο φλέγματος εἶδος αὐτοῖς τοῖς πτύουσιν ὀξὺ φαινόμενον, ἧττον δὲ τοῦ ὑαλώδους, μᾶλλον δὲ τοῦ γλυκέος ψυχρόν· ὥσπερ ἕτερον ἁλμυρὸν, ἤτοι διὰ σῆψιν, διἐπιμιξίαν ἁλυκῆς ὀῤῥώδους ὑγρότητος, ἐφ δὴ καὶ οἱ πυρέττοντες οὐ ῥιγοῦσιν, ἀλλὰ φρίττουσι μόνον, εἰσβάλλοντος τοῦ παροξυσμοῦ. τὸ δέ γὀξὺ καὶ τὸ ὑαλῶδες εἰ κινοῖτο, διὰ τῶν αἰσθητικῶν σωμάτων ἰὸν, τὰ χωρὶς πυρετοῦ φέρει ῥίγη· καὶ εἰ σηπεδών τις αὐτοῖς ἐπιγένοιτο μετρία, τὸν ἠπίαλον ἐργάζεται πυρετόν· εἰ δἐπὶ πλέον σαπείη, προηγεῖται μὲν τὸ ῥῖγος, ἕπεται δ πυρετὸς, ἐκνικωμένης τῆς ψύξεως ὑπὸ τοῦ πλήθους τῆς θερμασίας, ὡς μηδὅλως φαίνεσθαι κατὰ τὰς ἀναβάσεις καὶ τὰς ἀκμὰς τῶν παροξυσμῶν. ἴσως δὲ καὶ τὸ ὑαλῶδες φλέγμα τῆς ὀξείας μετέχει ποιότητος, ὡς εἶναι τὰς πάσας διαφορὰς αὐτοῦ τρεῖς, ὀξὺ καὶ γλυκὺ καὶ ἁλυκόν· ἥκιστα δἐπὶ τῷ γλυκεῖ φλέγματι σηπομένῳ προηγεῖται τοῦ πυρετοῦ ῥῖγος. ἴσως δἄν τις οὐκ ἔθἁπλῶς, οὐδὑφἁπλῆς αἰτίας γίνεσθαι τοὺς τοιούτους ὑπολάβοι πυρετοὺς, εἴ γε δὴ τοῦ φλέγματος ὅσον μὲν δὴ σήπεται, τὸν πυρετὸν ἐξάπτει, τὸ δἄλλο τὸ μηδέπω σηπόμενον, ἐφοὗ ῥιγοῦσιν, οὐκ αὐτῆς ἐστι τῷ σηπομένῳ ποιότητος. εἴπερ οὖν ὑπὸ τούτου μὲν τὸ ῥῖγος, ὑπὸ δὲ τοῦ διασαπέντος πυρετὸς γίγνεται, διττὸν ἀεὶ ἔσται τὸ αἴτιον. ἐγχωρεῖ μὴν κᾀνταῦθα τὸν μὲν πυρετὸν ὑφἑτέρου γένους αἰτίας γίγνεσθαι φάναι, τὸ ῥῖγος δὑπἄλλου, μὴ ὂν ὅπερ πυρετός· ἔν γε μὴν τοῖς τριταίοις πυρετοῖς ξανθὴ χολὴ καὶ τὸ ῥῖγος ἐργάζεται καὶ τὸν πυρετόν. ἀλλὰ τὰ μὲν τοιαῦτα λογικωτέραν ἔχει τὴν ἀμφισβήτησιν, ἐπὶ δὲ τὰ νῦν ἡμῖν προκείμενα μετιέναι καιρός.
§7–8
§7 Μιχθέντος τοῦ σηπομένου φλέγματος, ἐφ τὸν καθἑκάστην ἡμέραν παροξυνόμενον ἐλέγομεν συνίστασθαι πυρετὸν, τῷ πικροχόλῳ χυμῷ τῷ τὸν διὰ τρίτης ἐργαζομένῳ, σύνθετός τε καὶ διπλῆ γίγνοιτἂν τε αἰτία καὶ διάθεσις· μὲν γὰρ ἕτερος τῶν χυμῶν καθἑκάστην ἡμέραν ἐπιφέρει τὸν παροξυσμὸν, δἕτερος διὰ τρίτης· ὥστε τὴν μὲν ἑτέραν τῶν ἡμερῶν δύο ἔχειν παροξυσμοὺς, ἕνα δὲ τὴν ἑτέραν, ὅταν γε μὴ συμπίπτωσιν ἐγγὺς ταῖς ὥραις οἱ παροξυντικοὶ καιροί· συμπιπτόντων γὰρ, εἷς ἔσται συγκεχυμένος, οὔτε τὴν τοῦ διὰ τρίτης οὔτε τὴν τοῦ καθἑκάστην ἡμέραν ἀκριβῆ διαφυλάττων ἰδέαν. ἐπεὶ δἐστὶν ἑκατέρου τῶν πυρετῶν διττὸν εἶδος, ἐπιπλοκαὶ γενήσονται τέσσαρες, μία μὲν, ἐν μίγνυται τριταῖος ἀμφημερινῷ, δευτέρα δὲ, ἐν τριταῖος τῷ καθἑκάστην ἡμέραν παροξυνομένῳ συνεχεῖ, καὶ τρίτη μιχθέντος ἀμφημερινοῦ τῷ διὰ τρίτης συνεχεῖ, καὶ τετάρτη καθἣν καθἑκάστην ἡμέραν παροξύνων συνεχὴς μίγνυται τῷ διὰ τρίτης συνεχεῖ. ἑκάστων δὲ τῶν εἰρημένων συμπλοκῶν διαφορὰ διττὴ, ποτὲ μὲν εἰς τὴν αὐτὴν ὥραν ἁπάντων ὁμοῦ τῶν παροξυσμῶν. ἔστι δὅτε κατὰ διαφέροντας εἰσβαλλόντων καιρούς. ἀλλοὗτοι μὲν εὐδιάγνωστοι, πλὴν ὅτι πολλάκις διαλείπων ἀγνοεῖται τοῖς ἀγυμνάστοις, ὡς ἂν μηδέποτεἰς ἀπυρεξίαν ἐρχομένου τοῦ νοσοῦντος. ἀλλὰ χρὴ τὴν ἰδέαν ἐπισκοπεῖσθαι τοῦ παροξυσμοῦ, καθάπερ ἐν τῷ δευτέρῳ περὶ κρίσεων ἐπιπλέον εἴρηται, κᾀντεῦθεν γνωρίζειν οὐκ ἐκ τῆς τῶν περιόδων ἀναλογίας. ὑποκείσθω γὰρ εἰσβεβληκέναι τινὰ περὶ πρώτην ὥραν παροξυσμὸν ἅμα ῥίγει τιτρώσκειν δοκοῦντι τὰς σάρκας τοῦ κάμνοντος, εἶτα καὶ τἄλλα πάντα μέχρι τῆς ἀκμῆς τοῦ τριταίου πυρετοῦ γνωρίσματα προβάλλοντα, μετὰ χολῆς ἐμέτου ἅμα χρηστοῖς ἱδρῶσι παρακμάζειν, καὶ εἶναι μὲν ἤδη τῆς ἡμέρας ὥραν ἐννάτην, τεκμαίρεσθαι δἡμᾶς ἐκ τῆς συμπάσης κινήσεως τοῦ παροξυσμοῦ περὶ τὴν ἑνδεκάτην ὥραν ἀπύρεκτον εἶναι τὸν κάμνοντα, ταύτην δηλονότι τὴν ἀπυρεξίαν, ἣν ἐν ταῖς περιόδοις ὀνομάζειν εἰώθαμεν· οὕτω δἐλπιζόντων, ἐξαίφνης ἐπισχεθῆναι μὲν τοὺς ἱδρῶτας, ἤτοι πυκνωθέντος μόνον καὶ φρίξαντος τοῦ δέρματος, ἐντεῦθεν δὲ τά τε τῆς ἀρχῆς καὶ τῆς ἀναβάσεως, ἔτι τε τῆς ἀκμῆς ἐν εἴδει φλεγματώδους γίνεσθαι πυρετοῦ συνεχοῦς· διττὴν γὰρ οὕτω γε γνωσόμεθα τὴν αἰτίαν εἶναι καὶ τὴν ἰδέαν τῶν πυρετῶν μεμιγμένου τοῦ διαλείποντος τῷ συνεχεῖ, κᾂν μηδὲν εὑρίσκηται διάλειμμα. καὶ κατά γε τὴν δευτέραν ἡμέραν ἐλπίσομεν εἰσβάλλειν τὸν παροξυσμὸν ὥρας ἐννάτης, καὶ εἰ κατὰ τὴν προσδοκίαν ἀποβαίη τὸ πρᾶγμα, πάντως δή που καὶ κατὰ τὴν τρίτην ἡμέραν ὁμοίως ἐλπίσομεν ἔτι πυρέττοντος τοῦ κάμνοντος ἐπεισβάλλειν αὐτῷ τοῦ τριταίου πυρετοῦ παροξυσμὸν ὥρας που πρώτης. εἰ δὲ προλάβοιεν ὑστερήσαιεν τε κατὰ τὴν δευτέραν ἡμέραν ἐλπιζόμενος ὥρας ἐννάτης γενέσθαι παροξυσμὸς τε  κατὰ τὴν τρίτην πρώτης, οὐκέτι κατὰ τὰς ἑξῆς ἡμέρας οὔτἐννάτην ὥραν οὔτε πρώτην ἐλπίσομεν, ἀλλὰ τοσούτῳ πρότερον ὕστερον, ὅσῳ περ ἀναλογία τῆς πρώτης περιόδου τῶν παροξυσμῶν προλαμβάνοντα τῆς ἀρχῆθεν ὥρας ὑστερίζοντα προέδειξεν. ὅστις δὲ αὐτῶν παύσαιτο πρότερον, ἔκ τε τῆς ἰδέας τοῦ πυρετοῦ τεκμαίρεσθαι κᾀκ τοῦ κατὰ τὸν παροξυσμὸν μήκους τε καὶ μεγέθους, ἤθους τε καὶ κινήσεως, ἔτι τε τῆς τῶν περιόδων ἀνταποδόσεως ἐν τῷ προλαμβάνειν ὑστερίζειν, καὶ πρὸς τούτοις ἔτι τοῖς ἐπιφαινομένοις σημείοις ἀπεψίας τε καὶ πέψεως ὅλου τοῦ νοσήματος, ὧν ἐν τοῖς οὔροις ἐστὶ τὰ μέγιστα· καὶ γέγραπται περὶ τούτων ἁπάντων αὐτάρκως ἐν τοῖς περὶ κρίσεων. εἰ δὲ μὴ περὶ τὴν ἐννάτην ὥραν, ἀλλὰ πέμπτην ἕκτην φλεγματώδης συνεχὴς ἐπιλάβοι τὸν διαλείποντα χολώδη τὸν κατὰ τὴν πρώτην ὥραν ἠργμένον, ἔτι χαλεπώτερόν ἐστι γνῶναι τοῖς πολλοῖς τούτοις ἰατροῖς, οἷς οὐδὲν μέλει τῆς τοιαύτης θεωρίας, εἴθἕν ἐστιν εἶδος πυρετοῦ τὸ γιγνόμενον, εἴτε δύο, καὶ ὁποῖον ἑκάτερον. ἅτε δὲ μηδὲν τούτων γινώσκοντες, οὐ μόνον οὐκ ἴσασιν ὡς χρὴ θεραπεύειν τουτουσὶ, μηδὲν γνωριζομένους ὁποῖοί ποτεἰσὶν, ἀλλοὐδεἰ καὶ κατὰ τὴν δευτέραν ἡμέραν ὑποπτεύειν χρὴ τὰς ὥρας ἀμφοτέρας, αἵπερ ἐν τῇ πρώτῃ τοὺς παροξυσμοὺς ἤνεγκαν. ἐγὼ γοῦν οἶδα πολλάκις ἐκ μαντικῆς αὐτοῖς μᾶλλον προγνώσεως ἰατρικῆς στοχάζεσθαι δόξας τῆς εἰσβολῆς τοῦ παροξυσμοῦ. κατὰ γοῦν αὐτὴν ταύτην, ἣν νῦν προχειριζόμεθα, μίξιν τοῦ τριταίου πρὸς τὸν καθἡμέραν παροξυνόμενον οἶδά ποτε περὶ μὲν πρώτην ὥραν εἰσβάλλοντα παροξυσμὸν ἀκριβοῦς τριταίου, κατὰ δὲ τὴν ἕκτην τοῦ καλουμένου πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως καθημερινοῦ. καλεῖν γὰρ ἔθος αὐτοῖς οὕτω τὸν καθἑκάστην ἡμέραν παροξυνόμενον, εἰς ἀπυρεξίαν δὲ μὴ παυόμενον· ἐγὼ δεἴωθα τὸν τοιοῦτον ὀνομάζειν ἀμφημερινὸν συνεχῆ· τὸ γὰρ καθημερινὸν ὄνομα τὴν ἀρχὴν οὐδἔστιν εὑρεῖν παρά τινι τῶν Ἑλλήνων γεγραμμένον, ἀμφημερινὸν δὲ πᾶν πρᾶγμα τὸ καθἑκάστην ἡμέραν ὡσαύτως γιγνόμενον ὀνομάζουσιν. ἀλλὰ γὰρ, ὥσπερ Πλάτων φησὶ, καταφρονεῖν χρὴ τῶν ὀνομάτων οἷς τοσούτων τε καὶ τηλικούτων πραγμάτων πρόκειται σκέψις. ὀνομαζέσθω τοιγαροῦν ἕνεκα σαφοῦς διδασκαλίας μὲν ἑκάστης ἡμέρας παροξυνόμενος, εἰς δἀπυρεξίαν παυόμενος, ἀμφημερινὸς ἁπλῶς οὕτω, μηδὲν ἔτι προστιθέντων αὐτῷ κατὰ τὸν λόγον· δὲ μὴ παυόμενος, ἀμφημερινὸς συνεχής· ἐξέστω δ’, εἴ τις βούλοιτο, καὶ θατέρῳ προστιθέναι τὸ διαλεῖπον. οὕτω δὲ κᾀπὶ τοῦ διὰ τρίτης, μὲν ἑτέρα διαφορὰ τριταῖος ἁπλῶς, καὶ διαλείπων τριταῖος, δἑτέρα τριταῖος συνεχής. ἐγχωρεῖ δὲ καὶ τὸν συνεχῆ τριταῖον ὀνομάζειν διὰ τρίτης, ἁπλῶς οὕτω χωρὶς προσθήκης τινὸς, ὥσπερ γε καὶ ὀνομάζουσί τινες. ἀλλὰ γὰρ οὐ χρὴ μηκύνειν ἔτι περὶ τῶν ὀνομάτων, ἐπανέρχεσθαι δὲ ἐπὶ τὸ προκείμενον. γάρτοι νεανίσκος, ἐφοὗ τὴν ἐπιπλοκὴν ἔφην γεγονέναι τοῦ τριταίου πρὸς τὸν ἀμφημερινὸν τὸν συνεχῆ, κατὰ μὲν τὴν πρώτην ἡμέραν ἕωθεν ὑπήρξατο μετὰ ῥίγους οἰκείου τριταίῳ πυρετῷ, καὶ τἄλλα σύμπαντα φυλάττων ἀκριβοῦς τριταίου γνωρίσματα μέχρι τῆς ἕκτης ὥρας, ἐξαιφνίδιόν τἔμετον χολώδη τε καὶ πολὺν ἐκόμισε, καὶ γαστρὸς διαχώρησιν ἱκανὴν, καὶ ταύτην χολώδη, καὶ μικροὺς ἱδρῶτας, ἐφοἷς αὐτίκα συνεστάλη καὶ ἔφριξεν ἄνθρωπος, κᾀντεῦθεν αὖθις ἀρχομένης ἐπισημασίας ἦν σφυγμὸς μικρὸς καὶ ἀνώμαλος, εἶτα μέχρι μὲν ὥρας ἑνδεκάτης ὑποτυφόμενος ἔτι κατὰ βραχὺ τὰ πλείω μὲν τῆς ἐπισημασίας εἶχεν ἴδια, βραχέα δέ τινα καὶ τῆς ἀναβάσεως· ἐντεῦθεν δὲ μέχρι νυκτὸς ὥρας που τετάρτης ἐπίδοσις ἦν ἀκριβὴς, εἶτα ἐπὶ τοῦ αὐτοῦ μεγέθους ἔμενεν, ὥς γε πρὸς αἴσθησιν, ἄχρι νυκτὸς ὥρας ἕκτης, ὅταν ἤδη σαφῶς ἐφαίνετο παρακμάζειν ἄχρι τετάρτης ὥρας ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν. ἐν ταύτῃ γὰρ ἤδη συνεστέλλετό τε καὶ τὰ τῆς ἐπισημασίας ἐνεδείκνυτο σημεῖα, τῶν μὲν ἀκραίων αὐτοῦ μερῶν ψυχροτέρων γινομένων, τοῦ δὲ σφυγμοῦ μικροῦ· καὶ δὴ καὶ μέχρι τῆς ἑσπέρας ἐπεδίδου κατὰ βραχὺ, μήτε φρίκην τινὰ μήτἀνωμαλίαν ἑτέραν ποιησάμενος· εἶτα πάλιν ἤκμασε περὶ τὴν τετάρτην ὥραν νυκτὸς, αἰσθητῶς τε παρακμάζειν ὑπήρξατο περὶ τὴν ἕκτην. ὅτι μὲν οὖν κατὰ τὴν τρίτην ἡμέραν ὥρας που δευτέρας ἐχρῆν αὐτοῦ προσδοκᾷν ἔσεσθαι τὴν ἀμφημερινὴν ἐπισημασίαν, εὔδηλον ἦν· οὐ μὴν γε τριταῖος εἴτε φυλάξει τὴν αὐτὴν ὥραν, εἴτε καὶ μὴ, εὔδηλον ἦν. εἰσέβαλλεν οὖν ὥρᾳ δευτέρᾳ παροξυσμὸς φρικώδης, ὅς τις θᾶττον κατὰ τὸν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ τῶν ἡμερῶν τοῦ συνεχοῦς ἀμφημερινοῦ παροξυσμὸν ἐπιδοὺς ἄχρι πέμπτης ὥρας, ἀρχὴν αὖθις ἑτέραν ἐποιήσατο κατὰ τὴν μετὰ πέμπτην ὥραν· καὶ πάντἦν αὐτῷ τὰ συμπτώματα παραπλήσια τοῖς ἐπὶ τῆς δευτέρας ὥρας γενομένοις· ἐντεῦθεν δαὖ πάλιν ἐπιδιδοὺς ἑτοιμότερον ἄχρι τῆς ὀγδόης ὥρας ἔφριξεν αὖθις ἐν ἐκείνῃ, καὶ μετὀλίγον ἑτοίμως ἀνέβαινεν παραυξανόμενος παροξυσμὸς, ὡς νυκτὸς ὥρας που τετάρτης εἰς ἀκμὴν ἀφικέσθαι. καὶ τί γὰρ ἄλλο ἀκριβοῦς ἡμιτριταίου παροξυσμὸς οὗτος ἐγένετο; τῶν δύο πυρετῶν κατὰ τὴν αὐτὴν ὥραν εἰσβαλλόντων διὰ τὸ προλαβεῖν μὲν ὥραις δύο τὸν καθἑκάστην ἡμέραν παροξυνόμενον, ὑστερῆσαι δὲ δυοῖν ὥραιν τὸ τριταῖον, ὥστε τῷ δυναμένῳ γνωρίζειν ἰδέας πυρετῶν ἐναργῶς φαίνεσθαι κεκραμένα τά τε τοῦ τριταίου καὶ τὰ τοῦ συνεχοῦς ἀμφημερινοῦ συμπτώματα. τοῦ μὲν γὰρ τριταίου μετὰ ῥίγους εἰσβάλλοντος, τοῦ δἀμφημερινοῦ χωρὶς ῥίγους, μικτὸς ἐξ ἀμφοῖν  φρίκην ἐξαίφνης ἔφερεν, ἔλαττον μέν τι πρᾶγμα ῥίγους, μεῖζον δὲ περιψύξεως, καὶ τοσούτῳ γε μεῖζον περιψύξεως, ὅσῳ ῥίγους ἔλαττον· ὥστἀνάλογον ἀπέχουσαν ἑκατέρου τῶν ἄκρων τὴν φρίκην ἀμφοτέρων ἐν μέσῳ τετάχθαι τοῦ τε ῥίγους καὶ τῆς περιψύξεως, ὅπερ εἴωθε μάλιστα κεραννυμένων γίνεσθαι τῶν ἄκρων. οὐκ οὖν οὐδἄπο τρόπου τοὔνομα τῷ τοιούτῳ πυρετῷ τὸν ἡμιτριταῖον ἔθεντο. κεκραμένος γὰρ ἐξ ἀμφημερινοῦ τε συνεχοῦς καὶ τριταίου διαλείποντος, τῆς ὅλης αὐτοῦ φύσεως τὸ ἥμισυ μέρος ἑκάτερον ἔχει τῶν εἰρημένων πυρετῶν. ὡς οὖν ἡμίονός τε καὶ ἡμίθεος ὠνόμασται, τὸν αὐτὸν τρόπον καὶ ἡμιτριταῖος· τε γὰρ ἡμίονος ἥμισυ μὲν ἵππου συντελοῦντος αὐτῷ πρὸς τὴν γένεσιν, ἥμισυ δὄνου, κατὰ θάτερον αὐτῶν ὠνόμασται ἡμίονος· θἡμίθεος ἐνδείκνυται μὲν ἥμισυ μετέχων, ὅτι δἄνθρωπός ἐστι, κατὰ θάτερον ἥμισυ παραλείπει. καί τοι νῦν καὶ ἡμιτριταῖος ἥμισυ μὲν ἑαυτοῦ μέρος ἔχει τὸν τριταῖον, ἥμισυ δἄλλο τὸν ἀμφημερινὸν τὸν συνεχῆ. διττὸς δὲ τρόπος αὐτῷ τῆς γενέσεως, ἤτοι συνελθόντων εἰς ἕνα καιρὸν τῶν δύο παροξυσμῶν, ὡς ἀρτίως ἐλέγετο, διὰ τὸ προληπτικὸν μὲν εἶναι τὸν ἕτερον, ὑστερητικὸν δὲ τὸν ἕτερον· εὐθέως ἐξ ἀρχῆς ἀνακεκραμένων ἀλλήλοις ἀμφοτέρων. μὲν οὖν εἰς ἕνα καιρὸν ἀμφοτέρων συνελθόντων γιγνόμενος ἕνα μόνον ἴσχει παροξυσμὸν ἡμιτριταίου φύσεως· δἕτερος ἅπαντας ἐξ ἀρχῆς τοῦ νοσήματος ἄχρι τελευτῆς, ὅσπερ δὴ καὶ κυριώτατος παρὰ πάντων ἡμιτριταῖος ὀνομάζεται. περὶ μὲν δὴ τοῦδε καὶ μετὀλίγον εἰρήσεται μάλιστα διὰ τοὺς περὶ τὸν Ἀγαθῖνόν τε καὶ τὸν Ἀρχιγένην. τῷ δοὖν νεανίσκῳ τῷ κατὰ τὴν διήγησιν ὑποκειμένῳ κατὰ τὴν τρίτην ἡμέραν τοῦ παροξυσμοῦ τοιούτου γενομένου, διὰ τὸ συμπεσεῖν εἰς ἕνα χρόνον ἀμφοτέρων τῶν πυρετῶν τὰς εἰσβολὰς, τοῦ μὲν καθἑκάστην ἡμέραν παροξύνοντος ὥραις δύο προλαμβάνοντος ἀεὶ, τοῦ δὲ διὰ τρίτης ὑστερίζοντος ἀεὶ δύο, κατὰ τὴν τετάρτην ἡμέραν παροξυσμὸς εἰσέβαλλεν ἀνατέλλοντος τοῦ ἡλίου, τὴν ἰδέαν ἀποσώζων ἀκριβῆ τοῦ φλεγματικοῦ πυρετοῦ· ἔμελλε δὲ δήπου κατὰ τὴν ἀναλογίαν πέμπτος ἀπαὐτοῦ παροξυσμὸς ἄρχεσθαι περὶ δεκάτην ὥραν νυκτὸς, ἐπειδὴ προελάμβανεν ἀεὶ δυοῖν ὥραιν· δὲ τοῦ χολώδους πυρετοῦ τριταῖος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς ἔμελλεν εἰσβάλλειν δήπου κατὰ τὴν πέμπτην ἡμέραν ὥρας τετάρτης, ὥστε εἶναι τὸ μεταξὺ διάστημα τῆς ἀρχῆς τῶν δύο πυρετῶν ἓξ ὡρῶν, ὅπερ οὖν καὶ ἐγένετο, περὶ μὲν τὴν δεκάτην ὥραν τῆς τετάρτης νυκτὸς εἰσβάλλοντος παροξυσμοῦ κατὰ τὴν ἰδέαν τοῦ φλεγματικοῦ πυρετοῦ, καὶ προελθόντος οὕτως ἄχρι τετάρτης ὥρας ἡμερινῆς, ἐπισυνάψαντος δὲ αὐτοῦ τοῦ χολώδους ἅμα ῥίγει μετρίῳ, τοὐντεῦθέν τε πάλιν ἐπίμικτον εἶδος ἔχοντος τοῦ παροξυσμοῦ κατὰ τὴν τοῦ χολώδους τε ἅμα καὶ φλεγματώδους ἰδέαν. τῇ δὲ ἐπιούσῃ νυκτὶ περὶ τὴν ὀγδόην ὥραν φλεγματώδης πυρετὸς ἀρξάμενος ἀκριβής τε καὶ μόνος ἅπασαν κατέσχε τὴν ἑξῆς ἡμέραν οὖσαν ἕκτην· εἶτα ἄχρι μέσης νυκτὸς παρακμάσας, ἐντεῦθεν πάλιν ὑπῆρξε κατὰ τὸν αὐτὸν τρόπον· εἶτα τὸ ὑπόλοιπον ἥμισυ τῆς νυκτὸς καὶ τὸ μέχρι μεσημβρίας τῆς ἑβδόμης ἡμέρας κατασχὼν, ἤδη πως παρήκμαζεν, ἀλλὅγε τριταῖος αὐτὸν διεδέξατο μετὰ ῥίγους εἰσβαλὼν, ὥσπερ εἴωθεν εἰσβάλλειν ἀκριβὴς τριταῖος, καὶ τἄλλα πάντα κατὰ τὸν αὐτὸν τρόπον ἀκριβῆ κομίσας γνωρίσματα, χολῆς ἔμετον εἰργάσατο, καὶ διαχώρησιν χολώδη, καὶ οὖρα χρηστὰ, καί τινα βραχεῖαν νοτίδα δείλης ὀψίας, δηλῶν ἐναργέστατα τοῖς μεμαθηκόσι διαγινώσκειν εἴδη πυρετῶν, ὡς ὑφίησί τέ τι καὶ παρακμάζει, καὶ παύσαιτο ἄν που μετὰ μίαν που περίοδον, τὸ πλεῖστον δευτέραν. καὶ γὰρ οὖν καὶ παρακμὴ ῥᾳστώνην ἔσχε θαυμαστήν τινα, καὶ οἵαν οὐχ ἑτέρα τῶν ἔμπροσθεν, ἄχρι νυκτὸς ὥρας τετάρτης. ἐν ἐκείνῃ γὰρ φλεγματικὸς πυρετὸς καθἑκάστην μὲν ἡμέραν παροξυνόμενος, ὥραις δὲ δύο προλαμβάνων, εἰσέβαλλε, καὶ κατασχὼν ὅλην τε τὴν νύκτα καὶ τὴν ἑξῆς ἡμέραν ὅλην, αὖθις ὑπήρξατο κατὰ τὴν ὀγδόην νύκτα δευτέρας ὥρας, ἥν τινα νύκτα κατασχὼν ὅλην, παρήκμασε κατὰ τὴν ἑξῆς ἡμέραν τὴν ἐννάτην. ἔμελλε δὲ δήπου καὶ τοῦ τριταίου παροξυσμὸς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γενήσεσθαι περὶ τὴν ὀγδόην ὥραν, ἐπειδὴ δυοῖν ὥραιν ὑστέριζεν· ἀλλὰ τότε γε περὶ ἐννάτην ὥραν εἰσέβαλλε, δηλῶν ἔτι κατὰ τοῦτο τὴν ἑαυτοῦ παρακμήν. ἡλίου δὲ δυομένου, συνῆψεν αὐτῷ προληπτικῶς εἰσβάλλων φλεγματώδης, ὡς εἰώθει, καὶ τήν τε νύκτα κατασχὼν ἐκείνην καὶ τὴν ἑξῆς ἡμέραν, αὖθις εἰσέβαλλε κατὰ τὴν δεκάτην ἡμέραν ὥρας δεκάτης· εἶταὖθις κατὰ τὴν ἑνδεκάτην ἡμέραν ὥρας ὀγδόης ἀκριβῶς διαμένων φλεγματικός· εἶτα περὶ νυκτὸς ὥραν πρώτην φρικώδης εἰσβολὴ τοῦ τριταίου πυρετοῦ τέτταρας ὥρας ὑστερήσαντος ἐγένετο, κᾄπειθἕκτης ὥρας νυκτὸς τε γαστὴρ διεχώρησε χολώδη, καί τινες ἐν ὅλῳ τῷ σώματι νοτίδες ἐγένοντο, καὶ μετὰ ταύτας παρακμὴ πᾶσα πλησίον ἀπυρεξίας ἀφίκετο, καὶ ἦν ἤδη δῆλον, ὡς μὲν τριταῖος ἐπαύσατο τελέως, δὲ φλεγματώδης ὑπελείπετο μόνος, ἤδη δέ τι καὶ αὐτὸς ἐνδιδούς. ταῦτἄρα κατὰ τὴν δωδεκάτην ἡμέραν οὐκέτι προὔλαβεν παροξυσμὸς ὥραις δυοῖν, ὥσπερ εἰώθει πρότερον, ἀλλὰ ἑβδόμης ὥρας εἰσέβαλεν. εἶτα κατὰ τὴν τρισκαιδεκάτην οὐδὲ τῇ ἕκτῃ, ἀλλὰ ὑστέρησε καὶ ταύτης, ἑβδόμης ὥρας εἰσβαλὼν ἐπἀξιολόγῳ ῥᾳστώνῃ τε καὶ παρακμῇ. κατὰ δὲ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν τε παρακμὴ πολὺ βελτίων ἐγένετο, καὶ παροξυσμὸς εἰσέβαλεν ὥρας ἐννάτης, κᾀν τοῖς οὔροις ἀξιόλογα σημεῖα πέψεως ἐφάνη, προδηλοῦντα τὴν ἐσομένην λύσιν ἐν τῇ μελλούσῃ κρισίμῳ. ἀλλοὐ περὶ τούτου νῦν λόγος, ὅτι μὴ πάρεργον· ὅτι δἐπιμίγνυνται πολλάκις  ἑτερογενεῖς πυρετοὶ, χολώδεις φλεγματώδεσι, καὶ διαλείποντες συνεχέσι, τοὺς πολλοὺς τῶν ἰατρῶν λανθάνοντες, προγεγραμμένος ἄῤῥωστος ἱκανῶς ἐνδείκνυται.
§8 Ἀλλἐπειδὴ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, ἐπὶ τὸ ἀναβληθὲν ὀλίγον ἔμπροσθεν ἐπάνειμι αὖθις· γάρ τοι σύνθετος ἐκ τριταίου καὶ ἀμφημερινοῦ συνεχοῦς, ὃν ἡμιτριταῖον ὀνομάζομεν, ἤτοι πλεονεκτοῦσαν ἔχει τὴν ξανθὴν χολὴν, καὶ διὰ τοῦτο καὶ τὰ τοῦ τριταίου συμπτώματα σφοδρότερα· ταύτην μὲν ἐλάττονα, πλέον δὲ τὸ φλέγμα, καὶ διὰ τοῦτο τὰ τοῦ συνεχοῦς ἀμφημερινοῦ παθήματα βεβαιότερα· οὐδέτερον θατέρου τῶν χυμῶν ἐπικρατέστερον, ἀλλἰσοσθενεῖς ἀμφοτέρους, ὅσπερ δὴ καὶ ἀκριβὴς ἡμιτριταῖός ἐστι, τοιοῦτος ὢν τὴν ἰδέαν, οἷόν περ Ἱπποκράτης αὐτὸν ἐδήλωσε γράφων ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ὧδε· ἦν δὲ τοῖς πλείστοισιν αὐτέων τὰ παθήματα τοιάδε, φρικώδεις πυρετοὶ, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες, δὲ τρόπος ἡμιτριταῖος, τὴν μὲν μίαν κουφοτέρην, τῇ δἑτέρῃ ἐπιπαραξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες. φρικώδεις γὰρ εἶπεν οὐχ ἁπλῶς τοὺς μετὰ φρίκης εἰσβάλλοντας, ὡς μυρίοις γε πυρετοῖς ὑπάρχει τοῦτο, περὶ ὧν ἑξῆς ἐρῶ, ἀλλὅσοις τὸ πλεῖστον μέρος τοῦ παροξυσμοῦ κατειλήφασιν αἱ φρῖκαι, κατά γε τὴν ἑτέραν τῶν ἡμερῶν, συνεισβάλλουσιν τριταῖός τε καὶ συνεχὴς ἀμφημερινός· γὰρ ὑπόλοιπος ἡμέρα τὸν ἀμφημερινὸν ἔχει μόνον. ὡς τὰ πολλὰ μὲν οὖν πρώτη τῶν ἡμερῶν τὸν μικτὸν ἐξ ἀμφοῖν ἐπιφέρει πυρετὸν, δὲ δευτέρα τὸν συνεχῆ φλεγματώδη· συμβαίνει μὴν ἐνίοτε κατὰ μὲν τὴν πρώτην εἰσβάλλειν τὸν φλεγματώδη, κατὰ δὲ τὴν δευτέραν ἀμφοτέρους. γοῦν παροξυσμὸς κοινὸς ἐξ ἀμφοῖν, ὅταν ἰσοσθενεῖς ὦσιν οἱ χυμοὶ, τοιοῦτός ἐστιν, οἷον ὀλίγον ἔμπροσθεν ὑπέγραψα τὸν ἡμιτριταῖον· ὅταν δ τριταῖος ἐπικρατῇ, φρικωδέστερος πυρετὸς γίγνεται, καί τι καὶ ῥίγους προσλαμβάνει κατὰ τὴν ἐπισημασίαν. εὐθὺς δὲ δήπου καὶ θερμότερος τοιοῦτός ἐστι καὶ καυσωδέστερος, καὶ θᾶττον ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖται, καί τινα χολῆς ἔμετον, διαχώρησιν, ἰκμάδα φέρει. θατέρου δὲ τοῦ φλεγματώδους πλεονεκτοῦντος, ἐπικρατοῦσι μὲν αἱ ψύξεις τῶν ἀκραίων, ὀλίγαι δεἰσὶν αἱ φρῖκαι, καὶ τῶν σφυγμῶν θλίψις ἰσχυροτέρα τε καὶ πολυχρονιωτέρα, καὶ βραδέως ἐπιδίδωσιν παροξυσμὸς καὶ μετὰ πολὺν ἀκμάζει χρόνον, οὐ μὴν οὐδὲ διψώδης, οὐδὲ καυσώδης ἐστὶν, οὐδἔμετος, διαχώρησις χολώδης, νοτὶς ἐπαὐτοῦ γίγνεται. καὶ ταύτης τῆς μίξεως τῶν δύο πυρετῶν εἰς ἔννοιάν τινα καὶ Ἀρχιγένης ἀφίκετο, συγκεχυμένως μέντοι καὶ ἀδιαρθρώτως, ὡς ἐπιδείκνυμεν ἐν τῷ ἑβδόμῳ τῶν γεγραμμένων ἡμῖν ὑπομνημάτων εἰς τὴν περὶ τῶν σφυγμῶν αὐτοῦ πραγματείαν. οἴεται οὖν ἐν τοῖς ἡμιτριταίοις ἐνίοτε μὲν ἐπικρατεῖν τὸν τριταῖον πυρετὸν, ἐνίοτε δὲ τὸν ἀμφημερινὸν, οὐ μὴν περί γε τῆς ἰσοκρατοῦς μίξεως αὐτῶν, ἥπερ δὴ καὶ μόνη τὸν ἀκριβῆ συνίστησιν ἡμιτριταῖον, οὔτε ἐνενόησεν, οὔτε ἐδήλωσεν, ἀλλὅλως παρέλιπεν. ἐπειδὰν γὰρ ἴσοι κατὰ τὸ μέγεθος ὑπάρχωσιν τε χολώδης διαλείπων καὶ φλεγματώδης συνεχὴς, μὲν εἰσβολὴ τοῦ παροξυσμοῦ μετὰ φρίκης γίνεται· μέσον γὰρ δὴ τοῦτἐστὶ ῥίγους τε καὶ περιψύξεως, ὧν τὸ μὲν τῷ τριταίῳ, τὸ δὲ τῷ συνεχεῖ φλεγματώδει συνῆν· δἀπὸ τῆς εἰσβολῆς αὔξησις διὰ μὲν τὸν τριταῖον εὐθέρμαντός τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγομένη, διὰ δὲ τὸν φλεγματώδη βραδεῖαν ὅσον ἐφἑαυτῷ ποιούμενον τὴν ἀνάβασιν, ἐπέχεταί τε καὶ διακόπτεται, καί ἐστιν ὥσπέρ τις μάχη τῶν συμπτωμάτων, ἐνίοτε μὲν ἐκθερμαινομένου τοῦ κάμνοντος, ὅταν τοῦ τριταίου θερμότης ἰσχυρότερον ἐνεργήσασα πρὸς τὸ δέρμα τοὺς χυμοὺς ἀναφέρῃ· κατέχοντος δἔστιν ὅτε καὶ ἀντισπῶντος εἴσω τὴν τούτου κίνησιν τοῦ φλεγματώδους, ἀργοῦ, καὶ δυσκινήτου, καὶ ψυχροῦ, καὶ βραδυπόρου τὴν φύσιν ὑπάρχοντος· ἔν τε τῇ διαμάχῃ ταύτῃ κρατοῦντος μὲν τοῦ ψυχροῦ χυμοῦ συστολαὶ γίνονται καὶ φρῖκαι καὶ καταψύξεις τῶν ἀκραίων τε καὶ τοῦ δέρματος, ὡς δοκεῖν αὖθις ἕτερον εἰσβάλλειν παροξυσμόν· εἰ δ θερμότερος ἐπικρατήσειεν, ἀθρόως τε ἐπιθερμαίνονται καὶ πλησίον τῆς ἀκμῆς ἀφῖχθαι δοκοῦσιν· εἶτὀλίγον ὕστερον ἐπικρατήσαντος τοῦ φλεγματώδους, συστέλλονταί τε πάλιν οἱ κάμνοντες καὶ καταψύχονται, καὶ φρίττουσι, καὶ τοῦτοὐ παύεται γινόμενον ἄχρι τῆς ἀκμῆς, τις καὶ αὐτὴ πρωϊαίτερον μὲν κατὰ τὸν φλεγματώδη χυμὸν, ὀψιαίτερον δὲ κατὰ τὸν χολώδη γιγνομένη φαίνεται. τοῦ μὲν γὰρ χολώδους τὸ τάχος φλεγματώδης ἐπέχει, τοῦ δαὖ φλεγματώδους τὸ βραδὺ καὶ νωθρὸν χολώδης ἐπεγείρει. τοιοῦτος μέν τις ἀκριβὴς ἡμιτριταῖος, ἐξ ἰσοσθενοῦς κράσεως δυοῖν πυρετοῖν γιγνόμενος, ὅτι καὶ δυοῖν χυμῶν· δοὐκ ἀκριβὴς ἤτοι τὸν χολώδη χυμὸν, τὸν φλεγματώδη πλείονα κέκτηται.
§9–14
§9 Δευτέρα δἐστὶν ἐπιπλοκὴ καὶ μίξις δυοῖν πυρετῶν, τριταίου τε καὶ ἀμφημερινοῦ, παραπλήσιον μέν τινα τὸν παροξυσμὸν ποιουμένη τῷ πρόσθεν εἰρημένῳ, διαφέροντα δὲ τῷ τε προάγεσθαι τοῦτον εἰς ἀπυρεξίαν καὶ τῷ κατὰ τὴν δευτέραν ἡμέραν ἤτοι μετὰ φρίκης μετὰ ῥίγους εἰσβάλλειν μονωθέντα τὸν ἀμφημερινόν. οὔκουν ἔθἡμιτριταῖος τοιοῦτος ἔσται πυρετὸς, εἴπερ γε τῶν συνεχῶν ἦν ἡμιτριταῖος· εἰ δὲ θατέρῳ τῷ γένει τῶν πυρετῶν αὐτὸν ἐναριθμήσαιμεν, οὐχ τοιοῦτος μόνον, ἀλλὰ καὶ ἄλλοι τινὲς τῶν πυρετῶν ὀνομασθήσονται ἡμιτριταῖοι. κατὰ τοῦτό μοι δοκεῖ καὶ Ἀγαθῖνος ἅπαντας τοὺς παρεκτείνοντας τριταίους ἡμιτριταίους ὀνομάζειν. ἀλλὰ γὰρ ἐπειδὴ περὶ ὀνομάτων μᾶλλον πραγμάτων αἱ τοιαῦται ζητήσεις εἰσὶν, διατρίβειν ἐν αὐταῖς οὐκ ἀξιῶ. γέγραπται γὰρ ὑπὲρ τῶν ἰατρικῶν ὀνομάτων ἰδίᾳ καθἑτέραν πραγματείαν, ἐν καὶ τοῦταὐτὸ δείκνυταί  τε καὶ διορίζεται τελέως, ὁποῖαι μέν τινές εἰσιν αἱ περὶ τῶν πραγμάτων, ὁποῖαι δὲ αἱ περὶ τῶν ὀνομάτων ἀμφισβητήσεις. ἴωμεν οὖν αὖθις ἐπαὐτὰ τὰ πράγματα, τὸν ὑφἹπποκράτους ὀνομαζόμενον ἡμιτριταῖον τὸν φρικώδη καὶ συνεχῆ, ὃν τριταῖος ἀμφημερινῷ μὲν τῷ συνεχεῖ κεραννύμενος ἀπεργάζεται, τῷ διαλείποντι δοὐκέτι, διὰ τὸ καὶ τὸν ἐξ ἀμφοῖν συντιθέμενον ἐξ ἀνάγκης καὶ αὐτὸν διαλείποντα γίγνεσθαι. οὐ μὴν οὐδἐκ δυοῖν συνεχῶν, τοῦ τε χολώδους καὶ τοῦ φλεγματώδους, οἷόν τε γενέσθαι τὸν ἡμιτριταῖον. οὔτε γὰρ φρικώδη ποιήσει τὸν τοιοῦτον πυρετὸν μίξις, οὔτε πολλὰς ἐπαναδιπλώσεις ἔχοντα. παντὸς γὰρ συνεχοῦς πυρετοῦ κατὰ τὸν ἑαυτοῦ λόγον, ὅταν ἀκριβὴς , μήτε φρίκην ἔχοντος μήτε ῥῖγος, οὐδ συγκείμενος ἐξ αὐτῶν ἔσται φρικώδης. ἀναγκαῖον οὖν, εἰ μέλλοι φρικώδης τε ἅμα καὶ συνεχὴς αὐτὸς ἔσεσθαι, τὴν γένεσιν ἴσχειν αὐτὸν ἐκ δυοῖν πυρετῶν, τοῦ μὲν ἑτέρου διαλείποντος, τοῦ δὲ λοιποῦ συνεχοῦς. καὶ διὰ τοῦτο τριταῖος μὲν ἀμφημερινῷ συνεχεῖ κεραννύμενος ἐργάζεται τὸν ἡμιτριταῖον, οὔτε δἀμφότεροι διαλείποντες, οὔτε δἀμφότεροί συνεχεῖς γινόμενοι δύνανται γεννῆσαι τοιοῦτον πυρετόν. ἀπολείπεται οὖν μία μίξις ἐκ διαλείποντος ἀμφημερινοῦ καὶ συνεχοῦς χολώδους γιγνομένη, δυνατή τε καὶ αὕτη συνεχῆ τε ἅμα καὶ φρικώδη γεννῆσαι πυρετόν. ἕξει δἔμπαλιν ἥδε τῇ πρώτῃ τὸ μὲν συνεχὲς ἐκ τοῦ χολώδους, τὸ δὲ φρικῶδες ἐκ τοῦ φλεγματώδους, τὸ δὲ τῶν ἀναδιπλώσεων ἐκ τῆς πρὸς ἀλλήλους μάχης, καὶ μάλιστα ὅταν ἰσοκρατεῖς ὦσιν οἱ χυμοί. κρατοῦντος δαὐτῶν ὁποτέρου, κατὰ συμπτώματα καὶ διάγνωσις ἐν τῇ πρώτῃ μίξει δεδήλωται. ταῦτα σύμπαντα περὶ τῶν τεττάρων μίξεων τοῦ τε χολώδους πυρετοῦ καὶ τοῦ φλεγματώδους οἰκειότερα μέν ἐστιν, ὡς ἂν τῳ δόξειεν τῇ περὶ τύπων πραγματείᾳ· λέλεκται δὲ ἀναγκαίως ἐνθάδε διὰ τὸν ἡμιτριταῖον, οὗ τὴν γένεσιν Ἀρχιγένης μὲν εἰς τριταῖον καὶ ἀμφημερινὸν ἀνῆγεν, οὐ παρακολουθῶν, ὅτι διαλείποντα ποιεῖ πυρετόν· Ἀγαθῖνος δἄντικρυς ὡμολόγησε τοῦ αὐτοῦ γένους εἶναι τῷ τριταίῳ τὸν ἡμιτριταῖον, ἐν τῷ μεγέθει μόνῳ τοῦ παροξυσμοῦ διαφορὰν ἴσχοντα. εἰ μὲν οὖν ἁπάσας τῶν πυρετῶν τὰς διαφορὰς ἀκριβῶς γράψαντες ἐν τοῖς ὀνόμασιν ἐσφάλλοντο, χαλεπὸν ἂν εἴη οὐδέν· ἐπεὶ δ’. οὔτε τῶν ἁπλῶν οὔτε τῶν συνθέτων πάσας ἔγραψαν τὰς διαφορὰς, ἔτι τε καὶ περιττάς τινας ἄλλας προσέθεσαν, οὐδὲν οὔτεἰς πρόγνωσιν οὔτεἰς θεραπείαν ὠφελούσας, ἡμεῖς ἐπειράθημεν εἰς ὅσον οἷοί τἦμεν ἀκριβῶς ἐξεργάσασθαι τὸν τύπον ἅπαντα, χρόνῳ παμπόλλῳ διἐμπειρίας ἅμα καὶ λόγου τὰς χρησίμους ἐξευρόντες ἐν αὐτῷ διαφοράς. αἱ μὲν οὖν ἁπλαῖ τῆς νῦν ἐνεστώσης εἰσὶ πραγματείας· αἱ δἐκ τούτων ἐμπλεκόμεναι τῆς περὶ τύπων, ἧς οὐδαὐτῆς ἂν εἴη ἀμαθὴς παντάπασιν ταύτην ἐπιμελῶς ἀναγνούς. ἐκ γὰρ ὧν εἴπομεν ἐπὶ τοῦ φλεγματώδους καὶ χολώδους πυρετοῦ μιγνυμένων ἀλλήλοις ἔνεστι ταῦτα κᾀπὶ τὸν μελαγχολικὸν μεταφέροντα τεκμαίρεσθαι περὶ τῆς πρὸς ἑκάτερον ἐκείνων ἐπιπλοκῆς τε καὶ κράσεως, ἐπιπλοκὴν μὲν ὀνομάζοντας, ἐπειδὰν κατὰ διαφόρους ὥρας εἰσβάλλωσι, κρᾶσιν δὲ τὴν καθἔνα χρόνον ἀρχήν. οὕτω δὲ τοὺς τρεῖς πυρετοὺς ἐπιπλέκειν τε καὶ κεραννύναι δυνήσεταί τις, αὐτὸς καθἑαυτὸν ἐννοεῖν ἐκ τῶν εἰρημένων ὁρμώμενος. ἁπάντων γὰρ τούτων ἀρχὴ καὶ πηγὴ καὶ στοιχεῖόν ἐστιν τὸ διαγινώσκειν ἀκριβῶς ἑκάστου τῶν ἁπλῶν πυρετῶν τὴν ἰδέαν. οὐδὲ γὰρ πολύ τι τὸ πλῆθος αὐτῶν ἐστιν, ἀλλοἱ πάντες τρεῖς, τε πικρόχολος καὶ μελαγχολικὸς καὶ φλεγματικὸς, ὧν ἑκάστου δύο διαφοραὶ, διαλείποντός τε καὶ συνεχοῦς γιγνομένου, ὡς εἶναι τὰς πάσας διαφορὰς ἁπλῶς τῶν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν ἓξ τὸν ἀριθμόν. εἰ δέ τις ἄλλη προσέρχοιτο ταῖσδε κατὰ μέρος ἐν αὐτοῖς διαφορὰ παρά τε τὸ πλῆθος τοῦ χυμοῦ καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν τῆς σήψεως, ἔτι τε τὸν τρόπον τῆς κινήσεως, καὶ τὸ μέρος ἐν σήπονται, τὴν γένεσιν ἕξει.
§10 Οἷον αὐτίκα τῶν διὰ τρίτης παροξυνομένων διαλειπόντων πυρετῶν ὅσοις μὲν τε χρόνος τοῦ παροξυσμοῦ βραχὺς, τε εἰσβολὴ μετὰ ῥίγους ἐστὶ, καὶ λύσις ἐφἱδρῶσι καὶ χολεμεσίαις, τῆς κάτω γαστρὸς ὑπαγούσης χολώδη, τούτοις μὲν ὄνομα κεῖται τριταῖος ἀκριβής· ὅσοις δἐλλείπει τι τούτων, οὐκέτἀκριβὴς, ἀλλἁπλῶς τριταῖος ὀνομάζεται. ἐὰν δὲ καὶ τὸ διάλειμμα μικρότερον ἔχωσι, μηκυνθέντος δηλονότι τοῦ παροξυσμοῦ, τριταῖον τοῦτον ὀνομάζουσι παρεκτείνοντα, καί τοι καὶ αὐτοῦ τούτου πολλὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχοντος τὴν διαφοράν. ἔστι μὲν δήπου τὸν μέν τινα καλεῖν ἁπλῶς οὕτως μεμηκυσμένον, ὅστις ἂν, οἶμαι, τέτταρας καὶ εἴκοσιν ὥρας τοῦ παροξυσμοῦ ποιησάμενος ἀπυρέτους ἴσχῃ τὰς λοιπάς· τὸν δέ τινα μεμηκυσμένον ἱκανῶς, ὅστις ἂν ἀμφὶ τὰ τριάκοντα ὥρας τὸν πυρετὸν ἐκτείνῃ· καί τινα πρὸς τούτοις ἐπιπλέον μεμηκυσμένον, ὃς ἂν εἰς ἓξ καὶ τριάκοντα προέρχηται· καί τινα ἕτερον ἐπιπλεῖστον, ὃς ἂν εἰς τεσσαράκοντα καὶ πλείους ἔτι παρεκτείνηται. περιορίζειν δὲ ἀκριβέσιν ὅροις ἕκαστον τῶν εἰρημένων οὐκ ἐγχωρεῖ διὰ σωριτικὴν ἀπορίαν· οὐ μὴν οὐδἀναγκαῖόν ἐστι τοιαύτην ὀνομάτων ἀκρίβειαν ζητεῖν, ἐνόν γε ἡμῖν καὶ χωρὶς αὐτῆς δηλοῦν τοῖς πέλας ἀκριβῶς ὑπὲρ ἑκάστου τῶν νοσούντων, καὶ θεραπεύειν ὀρθῶς καὶ προγιγνώσκειν τὸ ἀποβησόμενον. ὑποκείσθω γὰρ τόνδε τινα πέντε καὶ δέκα μὲν ὥρας πυρέττειν, ἀπύρετον δὲ γίγνεσθαι τρισὶ καὶ τριάκοντα, καὶ τοῦθἑξῆς αὐτῷ κατἀναλογίαν ἀπαντᾷν. εὔδηλον δὅτι καὶ τὸν καιρὸν τῆς τροφῆς εἴσεταί τις ἔκ τε τοῦ κατὰ τὸν παροξυσμὸν καὶ τὸ διάλειμμα χρόνου, καὶ καθὅσον ἐκ χρόνου δυνατόν ἐστι λαβεῖν εἰς πρόγνωσιν καὶ θεραπείαν χρηστὸν,  ἕξει καὶ τοῦθἱκανῶς ἄνευ τοῦ ζητεῖν, εἴτε τριταῖον ἁπλῶς χρὴ καλεῖν τὸν τοιοῦτον πυρετὸν, εἴτε καὶ μετά τινος ἑτέρας προσθήκης ἀφοριζούσης τὴν διαφοράν. ἀλλὰ καὶ δηλῶσαι βουλόμενος ἑτέρῳ τὸν τοῦ κάμνοντος πυρετὸν ὁποῖός τίς ἐστιν, ἀκριβέστερον δηλώσει τό τε τοῦ παροξυσμοῦ καὶ τὸ τοῦ διαλείμματος εἰπὼν μῆκος, ζητῶν ὄνομα σαφῶς καὶ ἀφωρισμένως ἐνδείξασθαι, ταὐτὸν δυνάμενον. αὕτη μὲν οὖν ἀρίστη διήγησις καὶ διδασκαλία. δευτέρα δὲ ἣν ὀλίγον ἔμπροσθεν εἶπον, ἀκριβῆ τινα τριταῖον ὀνομάζων, καὶ ἄλλον ἁπλῶς τριταῖον, εἶτἄλλον ἠρέμα μεμηκυσμένον, εἶτἄλλον ἱκανῶς, ἕτερον δὲ ἐπὶ πλέον, εἶτἄλλον ἐπὶ πλεῖστον. ἀσαφεστάτη δὲ καὶ χειρίστη πασῶν πρώτη λελεγμένη, καθἣν ἐρίζουσι καὶ φιλονεικοῦσι καθἡμέραν πρὸς ἀλλήλους οἱ νεώτεροι τῶν ἰατρῶν, οὐδαὐτὸ τοῦτο γινώσκοντες, ὅτι περὶ ὀνόματος ἐρίζουσιν. ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἴσως ἧττον ἄν τις θαυμάσειε· Ἀγαθίνου δὲ πάνυ θαυμάζειν ἄξιον, εἴπερ ἐκτείνοντά τινα καλῶν ἀμφημερινὸν καὶ τεταρταῖον, ἐπὶ τοῦ τριταίου τὴν ἀναλογίαν οὐκ ἐφύλαξεν, ἀλλὃς ἂν ἐπὶ πλέον ἐκταθῇ ἐν τῷ παροξυσμῷ, τοῦτον ἡμιτριταῖον ὀνομάζει. ἅλις ἤδη μοι τοῦ περὶ ὀνομάτων λόγου, κινδυνεύω γὰρ οὖν κᾀγὼ πλείονα χρόνον προσήκει διατρίβειν ἐν αὐτοῖς. ἐπανελθεῖν οὖν μοι καιρὸς εἰς τὴν τῶν ὑπολοίπων πραγμάτων ἐπίσκεψιν.
§11 Εἴη δἂν ἐν τοῖς ὑπολοίποις οὐδενὸς φαυλότερον σκέμμα τόδε, πότερον ὥσπερ ἐπὶ ταῖς χολαῖς ἀμφοτέραις καὶ τῷ φλέγματι γίνονταί τινες ἰδέαι πυρετῶν, οὕτω κᾀπὶ τῷ αἵματι σηπομένῳ. τοὺς μὲν γὰρ ἐφημέρους πυρετοὺς, ἐκθερμανθέντος αὐτοῦ μόνον, οὐ μέν τοι σαπέντος, ἐλέγομεν γίγνεσθαι. κατὰ δὲ τὰς σήψεις, ἀνάγκη γάρ ποτε καὶ τὸ αἷμα σήπεσθαι, ζητητέον ἐστὶ τὴν ἰδέαν τῶν πυρετῶν. εὑρεθήσεσθαι δὲ εἰκὸς αὐτὴν, ἂν πρότερον ἐξεύρωμεν πῶς σήπεται αἷμα. δοκεῖ μὲν γὰρ ὀρθῶς Ἀριστοτέλης εἰρηκέναι τὴν σῆψιν ὑπὸ θερμότητος ἀλλοτρίας γίγνεσθαι. λέγει δἀλλοτρίαν τὴν ἔξωθεν, οὐκ ἔμφυτον οὐδοἰκείαν ἑκάστου τῶν ὄντων. αὕτη μὲν γὰρ πέφυκεν πέπτειν, δἀλλοτρία διαφθείρειν, ὅπερ ἐστι σήπειν. ἔξωθεν δὲ θερμότης ἐπιγίγνεται τῷ αἵματι κατά τε τὰς ἐγκαύσεις καὶ τὰς λοιμώδεις καταστάσεις, καὶ ἁπλῶς εἰπεῖν, ἅπαντας τοὺς πυρετοὺς, ὑφἧς ἄν τινος αἰτίας εἰς γένεσιν ἥκωσιν. ἀλλὰ κᾀπειδὰν ἔν τινι μορίῳ τοῦ ζώου τὸ αἷμα πλέον ἀθροισθὲν ὑπὲρ τὴν δύναμιν αὐτοῦ γένηται, διαφθείρεται, καὶ μάλισθὅταν ἐμφραχθῇ διὰ πάχος ἐν μικροῖς ἀγγείοις, σφηνωθῇ διὰ πλῆθος, ὁποῖόν τι συμβαίνει κατά τε τοὺς βουβῶνας καὶ τὰ φύματα, καὶ ἁπλῶς εἰπεῖν, ἁπάσας τὰς φλεγμονάς. ἐν γὰρ ταῖς τοιαύταις διαθέσεσι κατὰ διττὴν αἰτίαν φθείρεται τὸ αἷμα, τῷ τε μὴ διαπνεῖσθαι καὶ τῷ μὴ κρατεῖσθαι πρὸς τῆς φύσεως. ὅτι δὲ καὶ τὰ μὴ διαπνεόμενα σήπεσθαι πέφυκεν, ἐπὶ τῶν ἐκτὸς ἁπάντων ἐστὶ θεάσασθαι καρπῶν τε καὶ σπερμάτων, ἤδη δὲ καὶ ἱματίων. ἐπαγαγεῖν δἡμᾶς ἱκανῶς δύναται τῷ λεγομένῳ καὶ τὸ κατὰ τὰς πλευρίτιδας. ἀναβήττουσι γὰρ ἐν αὐταῖς οἱ μὲν ἀφρῶδες, οἱ δὠχρὸν, οἱ δἐρυθρὸν ἰχῶρα, τοῦ κατὰ τὴν φλεγμονὴν ἐπικρατοῦντος χυμοῦ τὸ μὴ στεγόμενον, ἀλλὑπὸ λεπτότητος ἔξω ἱδρούμενον. ἔστι δὅτε καὶ μέλας ἰχὼρ φαίνεται οὗτος, καὶ οὐδὲ κατἀρχὰς εὐθέως, ἀλλἐν τῷ χρόνῳ προϊόντι, προηγησαμένων ὡς τὰ πολλὰ τῶν ὠχρῶν πτυσμάτων, ἅπερ ἦν τοῦ πικροχόλου κρατοῦντος χυμοῦ γνωρίσματα, καθάπερ ἀφρώδη μὲν τοῦ φλέγματος, ἐρυθρὰ δὲ τοῦ αἵματος. εἰκὸς οὖν ποτε καὶ αὐτὸ τὸ αἷμα σήπεσθαι κατὰ τὰ φλεγμαίνοντα χωρία, καὶ τὸν ἐπαὐτῷ πυρετὸν ἁπλούστερον μὲν εἶναι τῶν ἐπὶ τοῖς ἄλλοις χυμοῖς, ἀναλογίαν δὲ τῶν παροξυσμῶν ἐν τριταίᾳ μάλιστα περιόδῳ λαμβάνειν. οὕτω γὰρ φαίνεται κᾀπὶ τῶν πλευριτικῶν γινόμενον, ὅταν ἐρυθρὰ πτύωσιν· εἰ δὑπεροπτηθείη, μεταβάλλει μὲν δήπου πάντως· ὅσον μὲν δὴ λεπτότατόν τε ἅμα καὶ πῖόν ἐστιν, εἰς τὴν ὠχράν· ὅσον δὲ παχύτερον, εἰς τὴν μέλαιναν χολὴν, ὥσπερ κᾀπὶ τῶν καλουμένων ἀνθράκων, καὶ γὰρ ἐπὶ τούτων ἐξ αἵματος ἰσχυρῶς ζέσαντος μετάπτωσις εἰς τὸν μελαγχολικὸν χυμὸν γίνεται. οὕτω δἀκούειν χρὴ τό γε νῦν εἶναι μελαγχολικὸν χυμὸν, ὡς οὐκ ἀκριβῶς ἤδη γεγονότα μέλαιναν χολὴν, ἀλλἐν μεθορίῳ τινὶ τεταγμένον. καὶ τοίνυν καὶ οἱ πυρετοὶ κατὰ τὰς τῶν χυμῶν ἰδέας, εἰς οὓς μεταβάλλει τὸ αἷμα, συστήσονται, μόνῳ τῷ κακοήθει καὶ οὐ κακοήθει διαλλάττοντες. ἁπλούστεροι γὰρ οἱ ἐπὶ τῇ τοῦ αἵματος μεταβολῇ τά τἄλλα καὶ τῷ πρᾴῳ τῆς θερμασίας. εἰ γὰρ ὅτι μάλιστα παμπόλλη φαίνοιτο κατὰ τὴν ἐπιβολὴν τῆς χειρὸς, ἀλλὰ πραεῖά γε πάντως ἐστὶν, ὥσπερ κατὰ τὰ βαλανεῖα. τὸ μὲν γὰρ πλῆθος ἀεὶ τῆς πυρετώδους θερμασίας ἐν τῷ πλήθει κεῖται τῆς ἀποῤῥοῆς· τὸ δὲ ἀνιαρὸν, ὡς πρὸς τὴν ἐπιβαλλομένην ἔξωθεν χεῖρα, κατὰ τὴν τοῦ χυμοῦ δριμύτητα. καί σοι τοῦτἔστω μέγιστον γνώρισμα τοῦ τὸν πυρετὸν ἐργαζομένου χυμοῦ, λέγω δὴ τὸ κατὰ τὴν ποιότητα τῆς θερμασίας. μὲν γὰρ ἀτμωδεστέρα τε καὶ ἀλυποτέρα τοῦ αἵματός ἐστιν· αἱ δἀνιαραὶ καὶ διαβρωτικαὶ καὶ δακνώδεις ἐπὶ ταῖς χολαῖς συνίστανται. ὅταν δὲ κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀτμῶδές τι μᾶλλον, οὐ δριμὺ φαίνηται, χρονιζόντων δὲ κατὰ βραχὺ, προσγίνηται τὸ δακνῶδες αὐτῷ, καὶ μάλιστα ἀνώμαλον, ὡς διἠθμοῦ τινος κοσκίνου διηθεῖσθαι δοκεῖν, ἐπὶ φλέγματι σηπομένῳ τὸν τοιοῦτον πυρετὸν ἴσθι γινόμενον.
§12 Ἐπισκεπτομένῳ δέ μοι καὶ ζητοῦντι τὴν  αἰτίαν, διἣν οἱ μὲν ἐπὶ τοῖς ἄλλοις χυμοῖς πυρετοὶ τὴν θερμασίαν ὁμαλῶς προσπίπτουσαν ἔχουσιν, οἱ δἐπὶ φλέγματι μετὰ τῆς εἰρημένης ἀνωμαλίας, ἐδόκει μάλιστα αἴτιον εἶναι τὸ γλίσχρον καὶ παχὺ καὶ δυσδιάλυτον τοῦ χυμοῦ. διαπνεῖται μὲν γὰρ δήπου καὶ τούτου, ὡς καὶ τῶν ἄλλων ἁπάντων, ὁπόσον ἂν ἑκάστοτε λεπτυνθῇ· λεπτύνεται δὲ μόλις, τι περ ἂν παχύτατον· ἂν δὲ καὶ ψυχρὸν ὑπάρχῃ φύσει, πολὺ δὴ καὶ μᾶλλον οὔτοὖν ὅλον οὔθὁμαλῶς, ἀλλὰ ὅπῃ περ ἂν σηπεδὼν ἐνισχύσῃ, κατἐκεῖνο μόνον ἐκφυσᾶται καὶ ἀναφέρεται λελεπτυσμένον, ὁμοίου τοῦ συμβαίνοντος ὄντος, οἷόν τι κᾀπὶ τῶν ἐκτὸς ἑψομένων γλίσχρων καὶ παχέων χυμῶν τὸ γινόμενον. ἐπανίστανται γὰρ αὐτοῖς πομφόλυγες, ὧν ἐκρηγνυμένων ἀθρόον ἀναφέρεται πνεῦμα συναναφέρον ἑαυτῷ λελεπτυσμένην ὑγρότητα· τοῖς δὲ λεπτοῖς χυμοῖς ἑψομένοις οὔτε πομφόλυγες ἐγγίνονται, καὶ ἀναφερόμενος ἀπαὐτῶν ἀτμὸς ὅμοιός τέ ἐστιν πάντῃ καὶ συνεχὴς ἑαυτῷ.
§13 Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται τὰ εἰκότα, τὴν αἰτίαν ἐπισκεψώμεθα τῶν ὀνομαζομένων συνόχων πυρετῶν. θαυμαστὸν γὰρ εἶναί μοι δοκεῖ, πολλάκις μὲν ἄχρι τῆς τετάρτης πέμπτης, ἐνίοτε δὲ καὶ μέχρι τῆς ἑβδόμης ἡμέρας ἕνα παροξυσμὸν ἀπἀρχῆς ἐπαὐτῶν ἄχρι τελευτῆς γίνεσθαι. καί τοι γεἴ τις ἀκριβῶς ἐπισκέπτοιτο, θαυμασιώτερόν ἐστι τὸ κατὰ περίοδον παροξύνεσθαί τινας πυρετούς. γὰρ ἐν τοῖς ἔμπροσθεν εἴπομεν παράδειγμα τῆς κόπρου τῆς κατὰ μέρος σηπομένης, οὐ πάνυ τι συμβαίνειν δύναται ἐν τῷ τοῦ ζώου σώματι μιγνυμένων τῶν σηπομένων χυμῶν τοῖς ἀσήπτοις ἑτοίμως, ἅτε συμπνοίας οὔσης καὶ συῤῥοίας ἐκ πάντων εἰς πάντα. οὔκουν οἷόν τε γίνεσθαι τὴν σηπεδόνα καθἕν τι μέρος ἄλλοτε ἄλλο, πλὴν εἰ φλεγμονὴ δήσασα κατέχει τὸν ἀρξάμενον σήπεσθαι χυμόν. ἐπεὶ τοίνυν εἰς τοὐναντίον λόγος περιέστησε, χαλεπώτερον δέ ἐστιν ἐξευρεῖν τὴν αἰτίαν τῶν κατὰ περίοδον παροξυνομένων πυρετῶν ἤπερ τῶν συνόχων, πειρατέον ὑπὲρ ἀμφοῖν διελθεῖν, οὐδἐνταῦθα μηκύνοντας οὐδἀντιλέγοντας τοῖς ἐσφαλμένοις, ἀλλὥσπερ ἐν ἅπασι τοῖς ἔμπροσθεν ἐποιήσαμεν, αὐτὰ τὰ ἀληθῆ μόνα διερχόμενοι, ἐξ ὧν ὁρμώμενος ἄν τις εὑρίσκειν δύναιτο καὶ τὰ τοῖς ἄλλοις διημαρτημένα. ἀρκτέον δὲ ἀπὸ τῶν ἐναργέστατα φαινομένων, ἅπερ εἰσιν ὀφθαλμίαι τέ τινες, αἱ μὲν καθἑκάστην ἡμέραν, αἱ δὲ διὰ τρίτης ἡμέρας παροξυνόμεναι. φαίνονται δὲ καὶ ὤτων ἀλγήματα, καὶ κεφαλῆς ἤτοι συμπάσης, καὶ τοῦ ἡμίσεως, δὴ προσαγορεύουσιν ἡμικρανίαν· ἐνίοις δὲ καὶ ποδάγρα καὶ ἀρθρῖτις ὁρᾶται κατὰ περίοδον παροξυνομένη. ὥσπερ οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων ἰδεῖν ἔστι καὶ τὰς φλέβας ἐν τοῖς παροξυνομένοις μέρεσιν εἰς ὄγκον αἰρομένας, καὶ τὴν φλεγμονὴν αὐξανομένην, καὶ τὰς ὀδύνας ἐπιτεινομένας, καὶ ῥεῦμα περιττόν που προχεόμενον ἔξω, οὕτω χρὴ νοῆσαι κᾀπὶ τῶν ἐντὸς ὅσα μὴ φαίνεται τὴν αὐτὴν ἀναλογίαν σωζομένην ἔχοντα. ὥστε καὶ τὴν ἐν τῇ πλευρίτιδι καὶ τὴν ἐν τῇ περιπνευμονίᾳ φλεγμονὴν ἐξαίρεσθαι μὲν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, διαφορεῖσθαι δὲ καὶ προστέλλεσθαι κατὰ τὰς παρακμάς. ὅπως δὲ γίνεται τοῦτο, τάχἂν εὕροιμεν, εἰ περὶ γενέσεως φλεγμονῆς καὶ τῶν καλουμένων ῥευματικῶν διαθέσεων ἀναμνησθείημεν, ὅσα διἑτέρων ἡμῖν ἐν τῷ περὶ ἀνωμάλου δυσκρασίας ἀποδέδεικται. σὺν ἐκείνοις γὰρ ὅσον ἴδιόν ἐστι τοῦ νῦν λόγου προστεθὲν, ἀποχρήσει τοῖς παροῦσι ζητήμασι.
§14 Τὸ τοίνυν ἐπιφερόμενον τοῖς ὀφθαλμοῖς ῥεῦμα συγχωροῦσι μὲν ἅπαντες ἀπὸ τῆς κεφαλῆς ἐπιῤῥεῖν, ἥτις δέ ἐστιν αἰτία, διἣν ἐν ὡρισμένῃ περιόδῳ πολλάκις ἐπιῤῥεῖ, λέγειν οὐκ ἔχουσιν, ὡς ἂν μὴ φιλοσοφήσαντες ὑπὲρ τῶν φυσικῶν δυνάμεων, ὑπὲρ ὧν ἐν τρισὶ βιβλίοις ἡμεῖς ἐγράψαμεν, ἀποδεικνύντες ὡς αἱ πᾶσαι τέσσαρές εἰσιν, ὑφὧν τά τε φυτὰ καὶ τὰ ζῶα διοικεῖται. μία μὲν οὖν ἐστιν τῶν οἰκείων ἑλκτική· δευτέρα δὲ καθεκτικὴ τούτων· καὶ τρίτη πρὸς ταύταις ἀλλοιωτική· καὶ τετάρτη γε πρὸς αὐταῖς τῶν ἀλλοτρίων ἀποκριτική. διττὸν δὲ δή που τὸ ἀλλότριόν ἐστιν ἅπασι τοῖς οὖσι, τὸ μὲν τῷ ποιῷ, τὸ δὲ τῷ ποσῷ. ἀθροίζεται μὲν οὖν τοῦτο διὰ τὴν ἐν τοῖς μορίοις τῶν δυνάμεων ἰσχὺν καὶ ἀῤῥωστίαν. ἂν μὲν γὰρ ἰσοσθενεῖς ὑπάρχωσιν, οἵ τἐξοχετεύοντες πόροι τὰ περιττώματα κατὰ φύσιν ἔχωσιν, ὑγιαίνει τὰ μόρια· πλείονος δὲ ἀχθέντος ὅσον ἀλλοιοῦται, τὸ περιττὸν ἅπαν ἀναγκαῖον ἀποκρίνεσθαι, πρὸς τῆς ἀποκριτικῆς δυνάμεως ὠθούμενον· εἰ δἀῤῥωστήσειεν αὕτη, μένειν ἐν τῷ χωρίῳ, καὶ τὸ μὲν πολὺ βαρῦνόν τε καὶ διατεῖνον αὐτὸ, τὸ δὲ δριμὺ διαβιβρῶσκόν τε καὶ δάκνον, ὥσπέρ γε καὶ τὸ μὲν θερμὸν θερμαῖνον, τὸ δὲ ψυχρὸν ψύχον. ἐναργῶς δὲ φαίνεται ταῦτα κᾀπὶ τῶν κατὰ τὴν γαστέρα. προσενεγκάμενοι γάρ τινες ἔσθὅτε σιτία πλέονα, ποτὲ μὲν ἐμεῖν ἀναγκάζονται ναυτιάσαντες, ἐνίοτε δὲ διαῤῥοίαις ἁλίσκονται. ὅπερ οὖν ἐνταῦθα διὰ μεγίστων εὐρυχωριῶν ἐκκρίνεται πρός γε τὸ ἐκτὸς ἐξερευγομένων τὸ περιττὸν, τοῦτἐν ἄλλοις μέλεσι τοῦ ζώου διὰ λεπτῶν πόρων οὐκ ἐκτὸς, ἀλλἐξ ἑτέρων εἰς ἕτερα μεταῤῥεῖ μέρη, ὠθούντων μὲν αὐτὸ τῶν ἰσχυροτέρων, ὑποδεχομένων δὲ τῶν ἀσθενεστέρων. ὠθεῖται δαὖθις κᾀκ τούτων εἰς ἕτερα, καὶ ἐξ ἐκείνων εἰς ἄλλα καταῤῥεῖ, μέχριπερ ἂν εἰς τὰ πάντων ἀσθενέστερα κατασκήψῃ. παλινδρομῆσαι δαὖθις εἰς ἕτερα ἐντεῦθεν τῶν ἰσχυροτέρων ἀδύνατον αὐτὸ, καὶ διὰ τοῦτο κατά γε τὰς πληθώρας καὶ κακοχυμίας τὰ πάντων ἀσθενέστερα μόρια τὰ μὲν φλεγμοναῖς ἁλίσκεται, τὰ δἐρυσιπέλασι,  τὰ δὲ ἕρπησι, τὰ δἄλλῳ τινὶ παθήματι, τὰ δὲ καὶ τὴν καλουμένην ἴσχει ῥευματικὴν διάθεσιν, ὑπὲρ ἧς ἰδίᾳ μοι γέγραπται. θαυμαστὸν οὖν οὐδὲν, ἤτοι τὸν ἐγκέφαλον, καὶ σύμπασαν ἐνίοτε τὴν κεφαλὴν, ἀθροίσασάν τι περιττὸν, ἐπί τι τῶν ἀσθενεστέρων ἀπώσασθαι μορίων, οὖς, ὀφθαλμοὺς, κρόταφον, χεῖλος, ὀδόντας, γνάθον, οὐρανίσκον, οὖλα, καὶ γαργαρεῶνα, καὶ παρίσθμια, καὶ τοὺς ἀδένας τοὺς ἐνταῦθα· κᾀπειδὰν τούτων μηδὲν ἀσθενὲς , καὶ θώρακι, καὶ πνεύμονι, καὶ φάρυγγι, καὶ στομάχῳ, καὶ γαστρὶ καταπέμπειν τὸ ῥεῦμα. καθάπερ οὖν κεφαλὴ πολλάκις ἑκάστῳ τῶν εἰρημένων αἰτία γίνεται νοσήματος, οὕτω καὶ τῆς κατὰ τὸ ἧπαρ καὶ τὸν σπλῆνα φλεγμονῆς τῶν ὁμιλούντων τι μορίων, καὶ νὴ Δία τῶν ποῤῥωτέρω κειμένων ἓν καὶ πλείω γεννᾷ τε καὶ αὐξάνει, καὶ ἀποῤῥεῖ, καὶ κατὰ περίοδον παροξύνει. καὶ οὐδὲν θαυμαστὸν ὅμοιόν τι συμβαίνειν αὐτοῖς πάθημα τῇ κατὰ τὴν γαστέρα τῶν περιττωμάτων ἐκκρίσει. ὥσπερ οὖν εἴ τις ἑώρα μὲν, ὅσον ἐκκρίνεται καθἑκάστην ἡμέραν, ἠγνόει δὲ τὴν αἰτίαν τῆς ἐκκρίσεως, ἐθαύμαζεν ἂν τὴν τάξιν· οὕτως ὅστις οὐκ οἶδεν οὔτε τῆς γενέσεως τῶν ἐν τῇ κεφαλῇ περιττωμάτων οὔτε τῆς ἐκκρίσεως τὴν αἰτίαν, ἀγνοεῖ δὲ καὶ διὰ τί τὰ μὲν εἰς τὸ ἐκτὸς ἀποῤῥεῖ, τὰ δεἰς ἕτερόν τι μεταῤῥεῖ μόριον, ἀπορεῖ τε καὶ θαυμάζει τὴν ἀναλογίαν τῆς ἐπιῤῥοῆς. ὡσαύτως δὲ καὶ ὅστις οὐκ οἶδεν οὔτε τὰ πέμποντα τῷ ἥπατι τὸ περιττὸν οὔτε τὴν αἰτίαν, καθἣν ἐπιπέμπεται, θαυμάζει τὴν ἀναλογίαν τῶν ἐφἥπατι πυρετῶν, δέ γε γνοὺς, ὅτι τὸ κατασκῆπτον εἰς τὸ σπλάγχνον ῥεῦμα τήν τε πρώτην εἰργάσατο τῆς φλεγμονῆς ἀρχὴν καὶ τοῦ μετὰ ταῦτα παροξύνεσθαι τὸ πεπονθὸς αὐτὸ τὴν αἰτίαν ἔχει, πέπαυται θαυμάζων.
§15–17
§15 Διττὴ δὲ πρόφασίς ἐστι τῆς τοιαύτης ἐπιῤῥοῆς, μία μὲν, ἣν νῦν δὴ πέπαυμαι λέγων, ὅταν ἐξ ἑτέρων μορίων ἐπιπέμπηται τοῖς ἀσθενεστέροις τὰ περιττώματα· δευτέρα δ’, ὅταν ἕλκηται, περὶ ἧς ἤδη λεκτέον, ἀρχὴν τῷ λόγῳ κᾀνταῦθα τὰ πᾶσιν ἐναργῶς φαινόμενα ποιησαμένους. εἰ γὰρ ἐπαλείψαις τινὶ θαψίαν, ὄψει τοῦτον ἐν ὀλίγῳ χρόνῳ θερμότερόν τε τὸ μόριον ἴσχοντα καὶ εἰς ὄγκον οὐ σμικρὸν ἐξαιρόμενον. οὕτω δὲ καὶ εἰ παρὰ πυρὶ θάλψαις τὸ μέρος, ἀνατρίψαις ἰσχυρῶς, ἤτοι ῥητίνῃ καταχρίσας, πίττῃ μετρίως θερμῇ, κᾄπειτὀλίγον ὕστερον ἀποσπάσας ἀθρόως, εἰ καί τι προσαπολείψαις ὅτῳ δή ποτε μέρει θερμαῖνον φάρμακον. ὄψει γὰρ ἐν ἅπασι τοῖς τοιούτοις εἰς ὄγκον ἐξαιρόμενον αὐτὸ, τῆς θερμασίας ἤτοι γἕλκειν ἐφἑαυτὴν, δέχεσθαι ῥεύματα πεφυκυίας. οὐ γὰρ ἀναγκαῖον ἐν τῷ παρόντι τὰ τοιαῦτα διορίζεσθαι, τὸ χρήσιμον εἰς τὸ προκείμενον ἔχοντας ἤδη καὶ χωρὶς τοῦ τὰ τοιαῦτα φιλοσοφεῖν. ἐπιῤῥεῖν γὰρ ἀεὶ φαίνεται τοῖς ἰσχυρότερον θερμαινομένοις μορίοις ἐν μὲν τοῖς πληθωρικοῖς καὶ περιττωματικοῖς σώμασιν ἱκανῶς δαψιλὲς, ἐν δὲ τοῖς ἀπερίττοις ὀλίγον. ἐπιῤῥεῖ δοὐχ ἥκιστα καὶ τοῖς ὀδυνωμένοις. οὕτω γοῦν πολλάκις ἄκρον τὸν δάκτυλον τῆς χειρὸς ἐλαχίστῃ βελόνῃ νυχθείς τις, ὀδυνᾶται μὲν αὐτίκα, μικρῷ δὕστερον φλεγμαίνει τε καὶ εἰς ὄγκον αἴρεται μέγιστον ἅπαντα τὰ πέριξ, ἐνίοις δὲ καὶ βουβῶνες ἐπανίστανται κατὰ τὰς μασχάλας, ἀπολαυσάντων τι τοῦ ῥεύματος τῶν ἀραιῶν τε καὶ σπογγοειδῶν ἐνταῦθα σωμάτων, δὴ καλοῦσιν ἀδένας. ἔστι δοἷς καὶ κατὰ μέσον τὸν βραχίονα τοῦτο φαίνεται γιγνόμενον, οἷς ἂν ἀξιόλογος ἀδὴν ἐνταῦθ τεταγμένος. ἐναργέστατα δὄψει τὸ λεγόμενον ἐφὧν ἂν ἑλκύδριόν τι μικρὸν ἀφλέγμαντόν τε καὶ ἀνώδυνον ὄνυχος πλησίον. εἰ γὰρ ἀμεληθείη τοῦτο, καὶ μὴ συνέρχοιτο, καὶ εἰς οὐλὴν ἄγοιτο, τῆς ἐπιτρεφομένης αὐτῷ σαρκὸς ὑπὸ τοῦ ὄνυχος θλιβομένης, ὀδυνᾶται μὲν πρῶτον, εἶθἑξῆς ὅλος δάκτυλος, ἐνίοτε δὲ καὶ καρπὸς αὐτῶν ποὺς εἰς μεγίστην ἐξαίρεται φλεγμονήν· οὕτως ἄρα καὶ ὀδύνη ῥεῦμα τοῖς ὀδυνωμένοις ἐπάγει μορίοις, οὐ μὴν οὐδὲ τούτου τὴν αἰτίαν ἐνταῦθα λέγειν ἀναγκαῖον, ἑτέρωθι γὰρ εὐκαιρότερον λέλεκται, καὶ οὐδὲν αὐτῆς εἰς τὰ παρόντα δεόμεθα. φαίνονται γοῦν ἤδη σαφῶς αἰτίαι ῥευμάτων ἐξ αὐτῶν ὁρμώμεναι τῶν ῥευματιζομένων μορίων διτταὶ, μία μὲν ἐκ τῆς ἀναπτομένης ἐν αὐτοῖς θερμασίας, ἑτέρα δὲ ἐκ τῆς γινομένης ὀδύνης. τοῦ δἤτοι πλέον, ἔλαττον, χρηστότερον, μοχθηρότερον ἐπιῤῥυῆναι τὴν αἰτίαν οὐκ ἔτἐξ αὐτῶν ἔχει μόνον τῶν ῥευματιζομένων σωμάτων, ἀλλὰ τοῦ μὲν χρηστότερον μοχθηρότερον, ἐν τοῖς πέμπουσι μορίοις αἰτία, τοῦ δἧττόν τε καὶ πλέον ἐν τοῖς συναμφοτέροις. αἱ μὲν γὰρ ἰσχυραὶ θερμασίαι τε καὶ ὀδύναι πλέον ἕλκουσιν, αἱ δἀσθενέστεραι μεῖον· οὕτω δὲ καὶ τὰ μὲν ἀπέριττα σώματα βραχύ τι τοῖς ἕλκουσι πέμπουσι, τὰ δὲ περιττωματικά τε καὶ πληθωρικὰ τοσούτῳ πλέον, ὅσῳ περ ἂν ἐξεστήκῃ τοῦ κατὰ φύσιν. αὗται μὲν οὖν αἱ διαφοραὶ τῶν ῥευμάτων χωρὶς τῆς τῶν ῥευματιζομένων ἀσθενείας γίνονται. ἕτεραι δὲ διά τε τὴν τούτων ἀσθένειαν καὶ τὴν ἰσχὺν τῶν πεμπόντων τὰ περιττώματα. πᾶσαι γὰρ αἱ χωρὶς τοῦ τρωθῆναι καὶ θλασθῆναι καταλαμβάνουσαι τὰ μόρια φλεγμοναὶ περιττωμάτων τινῶν κατασκηπτόντων ἐξ ἰσχυροτέρων εἰς ἀσθενέστερα γίνονται· συνεξάπτουσι δεὐθὺς αἱ τοιαῦται φλεγμοναὶ καὶ πυρετοὺς, ὅταν ἤτοι διὰ μέγεθος, γειτνίασιν ἐξ αὐτῶν θερμότης ἐπὶ τὴν καρδίαν ἐξικνῆται. σήπεται μὲν οὖν ἐν πάσαις ταῖς φλεγμοναῖς τὰ κατασκήψαντα περιττώματα διὰ τὰς εἰρημένας ἔμπροσθεν αἰτίας· οὐχ ὁμοίως δὲ σήπεται τὰ πάντα, τῷ τὰ μὲν εἶναι φλεγματικὰ, τὰ δὲ μελαγχολικὰ, τὰ δὲ πικρόχολα. σηπομένων δὲ αὐτῶν ἀνάπτεται θερμασία παρὰ φύσιν ἐν τῷ φλεγμαίνοντι μορίῳ, συνεκθερμαίνουσα μὲν,  ὅσα πρῶτα ψαύει τῶν φλεγμαινόντων μορίων, εἶθἑξῆς τὰ συνεχῆ τούτοις, ὑφὧν αὖθις ἕτερα τῷ τῆς γειτνιάσεως λόγῳ θερμανθέντα, καὶ πάλιν ὑπἐκείνων ἕτερα, διακομίζει τὴν θερμασίαν ἐνίοτε μέχρι τῆς καρδίας. ἥτις μὲν οὖν ἐστιν ἐν τοῖς φλεγμαίνουσι διάθεσις, ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας εἴρηται λόγῳ κᾀν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων. ὅτι δἀναγκαῖόν ἐστι τὸ περιεχόμενον ἐν αὐτοῖς αἷμα σήπεσθαι πολλάκις ἅμα τοῖς ἐπιῤῥυεῖσιν, ἐν τῷδε λεχθήσεται.
§16 Τὸ κατασκῆψαν ἐξ ἑτέρου μέρους εἰς ἕτερον περίττωμα ποτὲ μὲν οὕτως ἐστὶ πολὺ καὶ μοχθηρὸν, ὡς βλάψαι τοῦ ῥευματισθέντος μορίου τὴν δύναμιν· ἐνίοτε δὲ οὕτως ἐπιεικές τε καὶ ὀλίγον, ὡς μηδὲν ἀδικῆσαι τὸ ὑποδεξάμενον σῶμα. εἰ μὲν δὴ βλάψει τὴν δύναμιν εἰς τοσοῦτον, ὡς ἔκλυτόν τε γίνεσθαι καὶ μηκέτι κρατεῖν ὧν ἔμπροσθεν ἐκράτει, σήπεσθαι τηνικαῦτα ἀναγκαῖον ἤδη καὶ τῷ αἵματι, κατὰ διττὸν λόγον, ὅτι τε τὸ μὴ κρατούμενον ὑγρὸν ὑπὸ τῆς οἰκείας θερμότητος ὑπόλοιπον ἔχει τὴν εἰς σηπεδόνα μετάστασιν, ὅτι τε τοῖς περιττώμασι σηπομένοις συνδιασήπεται. εἰ δὲ μὴ βλάψειεν εἰς τοσοῦτο τὴν δύναμιν, ὡς ἐκλυθεῖσαν ἡσυχάσαι παντάπασιν, ἡμιμόχθηρόν τι καὶ οἷον ἡμισαπὲς ἐν τῇ τοιαύτῃ καταστάσει γίγνεται τὸ αἷμα, τῇ μὲν τῶν σηπομένων περιττωμάτων γειτνιάσει συνδιασηπόμενον, ἐν δὲ τῷ κατὰ φύσιν ἑαυτοῦ διαμένον τοσοῦτον, ὅσον ἐπὶ τῷ λόγῳ τῆς διακοσμούσης αὐτὸ δυνάμεως. ὁποτέρως δἂν ἔχῃ, τό τε κατὰ τὴν πρώτην σηπεδόνα θερμὸν ἀναπτόμενόν ἐστι μὲν πάντως δριμύτερόν τε καὶ δακνωδέστερον τοῦ κατὰ φύσιν, αὐξάνεται δεἰς τοσοῦτον, εἰς ὅσον ἂν καὶ τῶν περιττωμάτων φύσις ἐξαρκῇ. παραπλήσιον γάρ τινα λόγον ἔχει ταῦτα πρὸς τὴν ἐξ αὐτῶν ἀναπτομένην θερμασίαν, οἷόν περ τὰ ξύλα πρὸς τὸ πῦρ. ἐξ αὐτῶν μὲν γὰρ τῶν ξύλων ἀλλοιουμένων γεννᾶται τὸ πῦρ, οὐ μὴν εἰς ἄπειρόν γε χρόνον ἐξαρκεῖ ταῦτα πρὸς τὴν ἀλλοίωσιν, ἀλλἔστιν ὅρος αὐτοῖς τῆς μεταβολῆς τῆς ἐνυπαρχούσης ἰκμάδος ἀπώλεια, μέχρι τοσούτου καίεσθαι δυναμένοις, ἄχρι περ ἂν ἔχῃ τι τῆς συμφύτου νοτίδος· ἐκδαπανηθείσης δὲ ταύτης, πέπαυταί τε καιόμενα καὶ τὸ λείψανον αὐτῶν καλεῖται τέφρα. καὶ δὴ καὶ τῶν διασηπομένων χυμῶν ὡσαύτως θερμασία διαμένει μέχρι περ ἂν ὀπτηθῶσι τελέως· ὀλίγον δεἰκὸς τὸ τῶν χυμῶν γίγνεσθαι γεῶδες λείψανον, οὐχ ὥσπερ τὸ τῶν ξύλων πολὺ, διότι κατὰ τὴν οὐσίαν αὐτῶν ἐπικρατεῖ τὸ ὑγρὸν στοιχεῖον, οὐ τὸ ξηρόν. οὕτω δεἰ καὶ τῶν ἐκτός τινα χυμῶν ἑψεῖν ἐθέλοις, οἷον ἔλαιον οἶνον, ὀλίγιστον μὲν αὐτοῦ καταλείψεις γεῶδες, τὸ ἄλλο πᾶν εἰς ἀτμόν τε καὶ ἀέρα λεπτυνθὲν οἰχήσεται. καὶ τοίνυν τῶν ζεσάντων ἐπὶ τῇ σηπεδόνι χυμῶν λεπτυνθέντων ὑπὸ τῆς θερμότητος, εἰς τὸ περιέχον οὐσία σκίδναται πᾶσα κατὰ τὰς ἀκμάς τε καὶ παρακμὰς τῶν πυρετῶν, ὑπολείπεται δἤδη παντάπασιν ὀλίγον περιττὸν, οὐδέν· ἐν μὲν τοῖς παχυτέροις χυμοῖς, ὀλίγον, ἐν δὲ τοῖς ὀῤῥωδεστέροις οὐδέν. εἰ μὲν δὴ μή τις ἀσθένεια ἐγγένοιτο τῇ τοῦ φλεγμήναντος μέρους δυνάμει, μήταὖθις ἐπιπέμποιτο περιττώματα, πέπαυταί τε τὸ νόσημα, καὶ δεύτερον οὐκ ἂν ἔτι πυρέξειεν ἄνθρωπος, οὔτε κατὰ τὴν ἑξῆς ἡμέραν, οὔτε διὰ τρίτης, οὔτε διὰ τετάρτης· εἰ δή τοι κατὰ τὴν αὐτὴν αἰτίαν ἐπιπέμποιτο, καθἣν ἐξ ἀρχῆς ἐπέμφθη τῷ μέρει τὰ περιττώματα, εἰ ταῦτα μὲν οὐκ ἔτι πέμποιτο, παραμένοι δὲ τῆς δυνάμεως ἀῤῥωστία, δεύτερον ἀνάγκη πυρέξαι τὸν ἄνθρωπον. ὑποκείσθω γὰρ πρότερον ἐῤῥωμένη μὲν τοῦ μορίου δύναμις, ἀθροιζόμενα δἐν τῷ μεταξὺ χρόνῳ τὰ περιττώματα κατὰ τὰ πρῶτα ἀποπέμψαντα μόρια, τοιαῦτά τε τὴν ποιότητα καὶ τοσαῦτα τὸ πλῆθος, οἷα καὶ ὅσα τὴν ἀρχὴν ἔπεμψεν. ἔστι δὲ τὸ τοιοῦτον, οἷς ἂν τε διάθεσις τῶν πεμπόντων αὐτὴ διαμένῃ καὶ τῆς ἑλκομένης εἰς αὐτὰ τροφῆς ποσότης τε καὶ ποιότης. ἀνάγκη γὰρ, οἶμαι, τὸ ἶσον καὶ ὅμοιον ὑπὸ τῆς αὐτῆς δυνάμεως ἀλλοιούμενον, ἶσα καὶ ὅμοια ποιῆσαι περιττώματα. καὶ μὲν δὴ καὶ τῆς ἀθροίσεως αὐτῶν χρόνος ἐξ ἀνάγκης ἶσος ἔσται. τὰ γὰρ τρεφόμενα μόρια μέχρι περ ἂν ὁμοίαν ἔχῃ τὴν κατάστασιν, ὑπὸ τῆς αὐτῆς τρεφόμενα τροφῆς, ἶσά τε τῇ ποσότητι καὶ ὅμοια τῇ ποιότητι καὶ κατὰ τὴν αὐτὴν τοῦ χρόνου προθεσμίαν ἀθροίσει τὰ περιττώματα. καὶ μέν τοι κατὰ τὴν αὐτὴν περίοδον ὁρμήσει πρὸς τὸ ταῦτα ἀπωθεῖν τε καὶ πέμπειν τοῖς ἀσθενεστέροις· εἴγε δὴ τότε πρῶτον ἀποκριτικὴ δύναμις ὁρμᾷ πρὸς τὴν ἑαυτῆς ἐνέργειαν, ὅταν ἤτοι βαρύνηται τῷ πλήθει τῶν περιττωμάτων, δυσχεραίνῃ τῇ ποιότητι. δέδεικται δὲ ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἐν οἷς χρὴ γεγυμνάσθαι τὸν μέλλοντα σὺν ἀποδείξει μαθήσεσθαι τὰ νῦν λεγόμενα, μεγάλων γε τῶν ἄθλων αὐτῷ προκειμένων ἐκ τῆς τοιαύτης θεωρίας εἰς τὴν θεραπευτικὴν μέθοδον. ἵνα γὰρ ἅπαντα παραλίπω τἄλλα τὰ μέλλοντά γε λεχθήσεσθαι κατἐκείνην τὴν πραγματείαν, ἑνός γε μόνου μνημονεύσω, προχειροτάτου τε καὶ πολλάκις ὑφἡμῶν γεγονότος, ὀφθαλμίας παροξυνομένης κατὰ περίοδον· οὐ μικρῶς οἶμαι προτραπήσεσθαι τὸν ἀκούσαντα τὴν νῦν ἡμῖν διαπεραινομένην ἐκμαθεῖν θεωρίαν· ἔμπαλιν γὰρ ὡς οἱ καλοῦντες ἑαυτοὺς ὀφθαλμικοὺς ἐθεραπεύσαμεν ἀεὶ τὰς τοιαύτας ὀφθαλμίας, ἐκείνων μὲν ἀεὶ τοῖς ὀφθαλμοῖς παρεχόντων πράγματα, ἡμῶν δέ ποτε καθάρσει χρησαμένων, ποτὲ μὲν λουτρῷ, ποτὲ δὲ ἀκρατοποσίᾳ, ὡς Ἱπποκράτης λέγει, ποτὲ δὲ φλεβοτομίᾳ, ποτὲ δἀμφοτέροις, κλυστῆρι μετὰ φλεβοτομίας, εἶτἔσθὅτε μὲν εὐθὺς ἐπὶ τοῖσδε παυσαμένων, ἔσθὅτε δὲ μετὰ τοῦ προνοήσασθαι  τῆς κεφαλῆς. ἅπαντες γὰρ οἱ οὕτω θεραπευθέντες οὐδὅλως ἔτι παρωξύνθησαν, ἅπαξ μόνον, ἔλαττον πολὺ τοῦ πρόσθεν. ἀλλὰ περὶ μὲν τῶν θεραπευτικῶν διορισμῶν τε καὶ γνωρισμάτων οὐ νῦν λέγειν καιρός· ὅτι δἐγχωρεῖ ποτε μὲν τὴν ὅλην κεφαλὴν ἤτοι μηδὲν πεπονθυῖαν, ἀλλαἵματι μοχθηρῷ καὶ περιττωματικῷ τρεφομένην, ἀθροίζειν περιττώματα πλείω τε καὶ μοχθηρότερα τῶν ἔμπροσθεν, ὡς μηκέταὐτοῖς ἀρκεῖν τὰς φυσικὰς ἐκροάς τε καὶ περιπνοὰς, ἀλλἀναγκάζεσθαι τὴν φύσιν ὠθεῖν τὸ περιττὸν εἴς τι τῶν ἀσθενεστέρων μορίων· τῶν μὲν χυμῶν ἐχόντων κατὰ φύσιν, αὐτῆς δέ τι πεπονθυίας, καὶ συνελθόντων ἀμφοῖν ἀθροίζεσθαί τε τὰ περιττώματα καὶ κατασκήπτειν εἴς τι μόριον, ἐνεστὼς λόγος ἐπιδεῖξαι σπουδάζει, μέχρι γὰρ ἂν τἐπιῤῥέων χυμὸς ὅμοιος , καὶ τῆς κεφαλῆς διάθεσις αὐτὴ, μέχρι τοσούτου τά τε περιττώματα κατὰ τὸν ἶσον ἀθροισθήσεται χρόνον ὅμοιά τε καὶ ἶσα, καὶ οἱ παροξυσμοὶ τῶν ὀφθαλμῶν ὅμοιοι γενήσονται. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἰ καὶ μὴ συμπάσης τῆς κεφαλῆς, ἀλλἑνός γέ τινος τῶν ἐν αὐτῇ μορίων, ἤτοι μηνίγγων, ἐγκεφάλου γένηταί τις διάθεσις, ὡς ἐκ τῆς τοιαύτης τροφῆς ἀθροίζειν τι τοσόνδε καὶ τοιόνδε περίττωμα κατὰ τοσόνδε χρόνον, εἶτὠθεῖν τὸ περίττωμα τοῦτο τηνικαῦτα τότε πρῶτον, ὅταν ὑπαὐτοῦ ἀξιολόγως ἀνιαθείη, συμβήσεται καὶ τότε παροξύνεσθαι κατὰ περίοδον, ὀφθαλμοὺς, οὖς, τι τοιοῦτον ἕτερον, εἰς ὅπερ ἂν ἀσθενέστερον ὠθῇ τὸ περιττεῦον. ὥσπερ οὖν ἐπὀφθαλμῶν, καὶ ὤτων, καὶ ποδῶν, καὶ ἄλλων τε πολλῶν τοιούτων μορίων ἐναργῶς ὁρᾶται κατὰ περίοδον παροξυσμὸς γιγνόμενος, ὡς ἐπιδέδεικται, τί θαυμαστὸν ἐν πλευρίτιδι καὶ περιπνευμονίᾳ καὶ φρενίτιδι καὶ τοῖς ἄλλοις ἅπασιν, ὧν οὐκ ἔστι θεάσασθαι τὰς φλεγμονὰς, ὁμοίως μὲν ἐπιῤῥεῖν τὸ περιττὸν καὶ ὁμοίως τὸν πυρετὸν ἀνάπτειν, οὐδὲν αὐτοῦ τοῦ φλεγμαίνοντος μέρους πεπονθότος ἐξαίρετον ἴδιον εἰς τὴν τῶν εἰρημένων γένεσιν ἄλλο γε, πλὴν ὅτι τῶν πεμπόντων τὰ περιττώματα κατἐκεῖνον τὸν χρόνον ἀσθενέστερόν ἐστιν; οὐ μὴν οὐδἐκεῖνο θαυμαστόν ἐστι, τὸ μηδὲ κατὰ μίαν ἀθροίζεσθαι προθεσμίαν ἅπαντα τὰ περιττώματα. τῷ γὰρ μήτε τὸ φερόμενον ἐν λόγῳ τροφῆς αἷμα ὅμοιον διὰ παντὸς ὑπάρχειν, μήτε τὴν τῶν τρεφομένων διάθεσιν εἶναι τὴν αὐτὴν, ἄλλος ἄλλῳ χρόνῳ ἱκανός ἐστιν εἰς τὴν τοσούτου περιττώματος ἄθροισιν, ὑφοὗ πρώτου λυπεῖται μὲν φύσις τοῦ μέρους, ἀναγκάζεται δὡς ἀλλότριον ἑαυτῆς ἀποτρίβεσθαι τὸ λυποῦν. οὐ μὴν οὐδὅτι τῶν παροξυσμῶν αὐτῶν ἄνισόν ἐστι τὸ μῆκος, ἔτι χρὴ θαυμάζειν. εἴπερ γὰρ οὐχ ἓν γένος, οὔτεἶδος, οὔτε πλῆθός ἐστι τῶν περιττωμάτων, οὔθὡσαύτως ἀνάπτεσθαι πᾶσιν, διαφορεῖσθαι προσήκει. τὰ μὲν γὰρ πλείω καὶ ψυχρότερα καὶ γλίσχρα καὶ παχέα μακροτέρους ἐργάζεται τοὺς παροξυσμούς· τὰ δἐλάττω καὶ θερμότερα καὶ λεπτότερα βραχυτέρους, συνεπιλαμβανούσης οὐ σμικρὸν εἰς ταῦτα τῆς τε τοῦ σώματος ὅλου κατασκευῆς ἐν ἐκείνῳ τῷ χρόνῳ, καὶ τοῦ τῆς δυνάμεως τόνου. τὸ μὲν γὰρ ἀραιότερον σῶμα βραχυτέρους, ὅσον ἐφἑαυτῷ, τοὺς παροξυσμοὺς ἐργάζεται, τὸ δὲ πυκνότερον μακροτέρους· καὶ ῥώμη μὲν δυνάμεως ὀλιγοχρονιωτέρους, ἀῤῥωστία δὲ πολὺ χρονιωτέρους. μὲν γὰρ ἰσχυρὰ δύναμις ἑτοιμότερον ἀφἑαυτῆς ὠθεῖ τὸ ἀλλότριον, δὲ τοῦ σώματος ἀραιότης οὐκ ἴσχει τὸ φερόμενον, ὥστἀνάγκη τοῖς οὕτω διακειμένοις ταχέως ἐκκενοῦσθαι τὸ περιττὸν, εἰ καὶ τἄλλα παραπλήσια ὑπάρχει. κατὰ δὲ τὸν αὐτὸν λόγον, ὅσοις ἐναντίως διάκειται τὸ σῶμα, τοιούτοις ἀνάγκη πολυχρονιωτέραν γίνεσθαι τὴν ἔκκρισιν τῶν περιττωμάτων, ἀῤῥώστως μὲν ὠθούσης τὰ περιττώματα τῆς δυνάμεως, στεγούσης δὲ τὰ φερόμενα τῇ τῶν διεξόδων στενότητι. ἁπάντων δἅμα συνελθόντων, ἤτοι μακρότατος, βραχύτατος παροξυσμὸς γίγνεται· μακρότατος μὲν διὰ τὸ πάχος, καὶ τὸ πλῆθος τοῦ περιττώματος, καὶ τὴν ἀσθένειαν τῆς δυνάμεως, καὶ τὴν τῶν διεξόδων στενότητα· βραχύτατος δὲ, διά τε λεπτότητα καὶ ὀλιγότητα τοῦ περιττώματος, καὶ τὴν ῥώμην τῆς δυνάμεως, καὶ τῶν ὁδῶν τὴν εὐρύτητα.
§17 Κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδὲ διὰ τί τῶν παροξυσμῶν οἱ μὲν εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὒ, χαλεπὸν ἐξευρεῖν. ἐπειδὰν μὲν γὰρ τοῦ προτέρου παροξυσμοῦ χρόνος οὕτως βραχὺς, ὡς πρὶν ἄρχεσθαι τὸν δεύτερον, ἤδη πρότερον λελύσθαι, τὸ μεταξὺ τῆς ἀρχῆς τοῦ δευτέρου καὶ τοῦ προτέρου τῆς τελευτῆς διάστημα σύμπαν ἀπύρεκτον γίγνεται· φθάσαντος δεἰσβαλεῖν τοῦ δευτέρου, πρὶν ἀκριβῶς λυθῆναι τὸν πρότερον, οὐδὲν αὐτῶν ἀπολείπεται μεταξύ. τουτὶ μὲν οὖν, ὡς εἴρηταί μοι, ἔστι τῆς ἐν τῷ δεχομένῳ μορίῳ τὰ περιττώματα δυνάμεως ὁμοίας ἑαυτῇ διαμενούσης, τοῦτἔστι κρατούσης ἔτι τοῦ περιεχομένου καταὐτὴν αἵματος, ὡς καὶ πρόσθεν· εἰ δἀσθενής ποτε γένοιτο, καὶ τοῦταἴτιον αὐτῇ κατασταίη τοῦ μὴ τὰ περιττώματα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ αἷμα διαφθείρεσθαί τε καὶ σήπεσθαι καὶ πυρετὸν ἐξάπτειν, ἑτέρα τις κᾀντεῦθεν ἀρχὴ γενήσεται περιοδικῶν παροξυσμῶν. εἰ μὲν οὖν ἔτι προειρημένη φυλάττοιτο θερμασία, διττὸν εἶδος ἔσται πυρετῶν ἀλλήλοις ἐπιπεπλεγμένων· εἰ δἐκείνη μὲν παύσαιτο, μένοι δὲ τοῦ δεξαμένου τὸ ῥεῦμα διάθεσις, ἅπερ ἐπὶ τοῦ πέμποντος λέλεκται πρόσθεν, κᾀπὶ τούτῳ μοι νόει. ποιήσει γάρ τινα καὶ τοῦτο τὸ μέρος ἐν αὐτῷ περιττώματα κατὰ διττὸν τρόπον, ὥσπερ δὴ κᾀκεῖνο, τῷ τε μοχθηρὸν εἶναι τὸ αἷμα περιεχόμενον ἐν αὐτῷ καὶ τῷ τὴν δύναμιν ἀῤῥωστεῖν. ὡσαύτως δὲ κᾂν εἰ κατά τινα αἰτίαν ἡντιναοῦν ἀπεργασθείη ἀσθενής ποτε μορίου δύναμις εἰς τοσοῦτον, ὡς ἄχθος αὐτῷ μᾶλλον τροφὴν εἶναι τὸ παρακείμενον αἷμα, διαφθαρήσεταί τε καὶ εἰ θερμὸν εἴη, σαπήσεται ῥᾳδίως, εἰ δ’.  ὑπόψυχρόν τε καὶ φλεγματικὸν, οὐκ αὐτίκα μὲν, ἀλλὰ ἔν γε τῷ χρόνῳ καὶ τοῦτο τὴν αὐτὴν ἐπικτήσεται διάθεσιν. καὶ μὴν καὶ ὅταν ἀδυνατήσῃ ποτὲ πέψαι τὰ καταὐτὸ γινόμενα περιττώματα μόριον ὁτιοῦν, ἀπώσασθαι πρὸς ἕτερον, τοιαύτην ἑαυτῷ τὴν ἀρχὴν τοῦ πυρέττειν, οἵανπερ ἑτέρῳ τὸ πέμπον ἐξεργάζεται· τοῦ δὲ μὴ δύνασθαι πέμπειν ἑτέρῳ τὰ περιττώματα πρώτη μὲν αἰτία κατὰ τὴν τοῦ πέμποντός τε καὶ δεχομένου δύναμιν, ἑτέρα δὲ κατὰ τὴν τῶν ὁδῶν ἔμφραξιν, ὅπερ ἐπὶ γλίσχροις καὶ παχέσι καὶ πολλοῖς εἴωθε γίγνεσθαι χυμοῖς. οὐδὲν οὖν θαυμαστὸν, εἰ καὶ χωρὶς τοῦ πέμπειν ἕτερον ἑτέρῳ περίττωμα, καθάπερ κεφαλὴ τοῖς ὀφθαλμοῖς ἔπεμπεν, ἐκ τῶν ἐν αὐτῇ ἔτι μενόντων περιττωμάτων εἰς τὴν αὐτὴν τῷ δεχομένῳ τὰ ἀλλότρια διάθεσιν ἀφίκοιντο. τὰ γὰρ ἐμφράξαντα τὰς φυσικὰς ἐκροὰς ἀναγκαῖον ἐν τῷ χρόνῳ καὶ ταῦτα σήπεσθαί τε καὶ πλήθους περιττωμάτων αἴτια καθίστασθαι τῷ μέρει, κωλύοντα κενοῦσθαι καὶ διαπνεῖσθαι συνήθως αὐτό. σήπεται οὖν ὁμοίως ἐκείνοις κᾀκεῖνα τὰ ὕστερον ἀθροιζόμενα, καὶ συνεξάπτει πάντα ἀλλήλοις αὐτίκα τὴν ἐν τῷ μορίῳ πυρετώδη θερμότητα. δέδεικται δἔμπροσθεν, ὡς ἔνθα ἀνάπτεταί τις καὶ αὐξάνεται θερμότης, ἐπιῤῥεῖ τούτῳ τῷ μορίῳ τὸ παρὰ τῶν ἄλλων αἷμα. καὶ τοίνυν ἀναγκαῖον ἐν τῷ χρόνῳ τῆς ἐπιῤῥοῆς ψύχεσθαι μὲν ἐκεῖνα λειφαιμοῦντα, βαρύνεσθαί τε καὶ διατείνεσθαι τὸ πεπονθὸς, ἀλλοιοῦσθαι δὲ τὸ ἐπιῤῥυὲν αἷμα διὰ διττὴν αἰτίαν, ὅτι τε μίγνυται τοῖς ἤδη σηπομένοις περιττώμασιν, ὅτι τε σφηνούμενον ἀδιάπνευστον ἀπομένει. τύφεται τοιγαροῦν δίκην ξύλων ὑγροτέρων ἀθρόως ἐπιβληθέντων ὀλίγῃ φλογὶ, καὶ οὗτος χρόνος ἅπας ἀρχὴ τοῦ παροξυσμοῦ προσαγορεύεται. ἐπειδὰν δὲ τῆς ὕλης ἐγκρατὴς θερμότης γένηται, καλεῖται μὲν ἐπίδοσίς τε καὶ ἀνάβασις τοιοῦτος καιρὸς, αὐξάνεται δἐν τούτῳ θερμότης τοσαύτη τὸ πλῆθος, ὡς μὴ μόνον αὐτὸ καίειν τὸ χωρίον, οἷόν περ ἑστία τις σηπεδόνος ἐστὶν, ἀλλἤδη κατὰ τὸ συνεχὲς ἐπινέμεσθαι τὸ σύμπαν σῶμα. κᾀπειδὰν εἰς ἄκρον ἀφίκωνται τῆς ζέσεως οἱ ἐξαπτόμενοι χυμοὶ, καλεῖται μὲν ἀκμὴ τὸ τοιοῦτο τοῦ παροξυσμοῦ μέρος, ἅπαν δὲ διάπυρον εἶναι δοκεῖ τηνικαῦτα τὸ τοῦ κάμνοντος σῶμα, τῆς θέρμης εἰς ὅλον τὸ ζῶον ὁμαλῶς ἐπιτεταμένης. ἐντεῦθεν δὲ, εἰ μὲν οἵ τε χυμοὶ λεπτοὶ τύχοιεν ὄντες, τε δύναμις εὔρωστος, ἀραιόν τε τὸ σῶμα, κενοῦται τὸ πλεῖστον τῶν ζεσάντων χυμῶν εἰς ἱδρῶτα χυθέν· εἰ δὲ οὗτοί τε παχεῖς εἶεν, ἄῤῥωστός τε ἐκκριτικὴ δύναμις, αἵ θὁδοὶ στενωθεῖεν, αἰσθητὸν μὲν οὐδὲν ἀποῤῥεῖ, μόνον δὲ τὸ οὕτως λεπτυνθὲν, ὡς εἰς ἀτμοῦ λεπτοῦ μεταστῆναι φύσιν. ὀνομάζεται δὲ καιρὸς οὗτος παρακμὴ, διαπνοή τις οὖσα τῶν ζεσάντων χυμῶν. ἀλλὰ μενούσης γε τῆς ἐν τῷ μορίῳ διαθέσεως, ἀναγκαῖον ἕτερον ἐν αὐτῷ γεννηθῆναι περίττωμα, τῆς ἑλκομένης αὖθις εἰς αὐτὸ τροφῆς οὐκ ἀκριβῶς ἁπάσης κρατουμένης, πάλιν, ὡς εἴρηται πρόσθεν, ὑπό τε τῶν ἐγκαταλελειμμένων τῷ μορίῳ σηπεδονωδῶν περιττωμάτων, καὶ αὐτῆς τῆς οἰκείας μοχθηρίας, ἀρχὴν σηπεδόνος λαμβάνει· κᾀπειδὰν ἱκανῶς θερμανθῇ, πάλιν ἐπιῤῥεῖ πρὸς αὐτὸ, καθάπερ τὸ εἰρημένον πρότερον ἐκ τῶν ἄλλων τοῦ ζώου μορίων αἷμα, καὶ κατὰ τὸν αὐτὸν αὖθις τρόπον ἀρχή τε καὶ ἀνάβασις, ἀκμή τε καὶ παρακμὴ γίγνεται τοῦ παροξυσμοῦ· καὶ τοῦτο οὐ παύεται περιοδίζον, ἄχρις ἂν διάθεσις ἐν τῷ πρώτῳ γεννῶντι μορίῳ τὰ περιττώματα φυλάττηται.
§18
§18 Διττὴ δἐστὶν τοιαύτη διάθεσις, μέν τις ἀσθένεια τοῦ μορίου, καθἣν γεννᾶται τὰ περιττώματα· δευτέρα δὲ ἐξ αὐτῶν τῶν ἑκάστοτε γεννωμένων ἀθροιζομένη. μὴ γάρτοι δόκει, τοῖς μὲν ἐκτὸς ἀγγείοις τούτοις, ἐν οἷς ἑψόμενον ἔδεσμα κνισῶδες ἐγένετο, διάθεσιν ὑπολείπεσθαί τινα, τοῖς μέρεσι δ’, ἐν οἷς οἱ χυμοὶ σήπονται, μηδεμίαν. ἔτι δὴ μᾶλλον ἀδύνατον λυθῆναι τὴν διάθεσιν, ὅταν καὶ τὸ σύμπαν σῶμα κακόχυμον, καὶ πληθωρικὸν ὑπάρχῃ, καὶ πολὺ δὴ μᾶλλον, εἰ ἐν τούτοις προσγένοιτο στένωσις ἁπάντων τῶν ἐξοχετευόντων πόρων περιττώματα τοῦ μέρους. ὥσπερ οὖν καὶ ἴασις ἀκολουθήσειεν, ἐὰν οἵ τε πόροι διακαθαρθεῖεν, ὥστε εὔρουν εἶναι τὸ μόριον, τε δύναμις ῥωσθείη καὶ διάθεσις ἐπανορθωθείη, καὶ τὸ σύμπαν σῶμα μήτε πληθωρικὸν μήτε κακόχυμον εἴη· ἔστἂν δὲ ταῦτα διαμένῃ, καὶ τὴν περίοδον τῶν παροξυσμῶν ἀναγκαῖόν ἐστι διαμένειν. οὕτω γοῦν συμβαίνει κᾀπὶ τῶν γυναικῶν· καὶ γὰρ καὶ ταύταις ἄχρι περ ἂν ἶσά τε καὶ ὅμοια μένῃ τὰ τῶν καταμηνίων αἴτια, καὶ περίοδος αὐτῶν αὐτὴ φυλάττεται. λέγεται δἐπὶ πλεῖστον ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τῷ περὶ τῶν ῥευματικῶν διαθέσεων λόγῳ, καὶ νῦν οὔτε χρονίζειν ἐν ταῖς πίστεσι τῶν προαποδεδειγμένων εὔλογον οὔθὑπερβαίνειν τὰ κεφάλαια τῶν χρησίμων εἰς τὰ παρόντα. χρήσιμα δἐστὶν ἐν τοῖσδε μάλιστα τό γε γινώσκειν, ὡς ἔνια μὲν τῶν μορίων ἑτέροις ἐπιπέμπει ῥεύματα, καθάπερ κεφαλὴ τοῖς ὀφθαλμοῖς· ἔνια δὲ ὑπὸ τῶν ἐν αὐτοῖς γεννωμένων περιττωμάτων ἀρχὴν τοῦ πυρέττειν λαμβάνει· καὶ ὅτι τοῖς τοιούτοις ἅπασι κοινὸν μὲν σηπεδών ἐστι τῶν περιττωμάτων, ἴδιον δἑκάστῳ, τῷ μὲν ἔμφραξίς τε καὶ σφήνωσις τῶν ἀγγείων, ἤτοι διὰ γλίσχρους χυμοὺς, παχεῖς, πολλούς· ἑτέρῳ δὲ στέγνωσις τῶν πόρων ἤτοι τῶν αἰσθητῶν, τῶν οὐκ αἰσθητῶν· ἄλλῳ δέ τινι τὸ πληρωθῆναι τὰς καθὅλον αὐτοῦ τὸ σῶμα χώρας κενὰς, καὶ πρὸς τούτοις ἔτι τὸ πρὸς τὴν δύναμιν πλῆθος, ὡς ἐν τῷ περὶ πλήθους ἐπιδέδεικται λόγῳ. τῶν μὲν δὴ κατὰ περίοδόν τινα παροξυνομένων πυρετῶν οὐκ οἶδεἴ τις ἐπιλείπει γενέσεως αἰτία, τῶν δἀτάκτων ἔνιοι μὲν ἐπὶ τῇ μεταπτώσει τοῦ χυμοῦ, τινὲς δὲ καὶ διὰ  τὸ τῆς διαίτης πλημμελὲς εἰς τὴν τοιαύτην ἔρχονται κατάστασιν. μεταπίπτει μὲν οὖν μάλιστα τὸ αἷμα σηπόμενον. ὡς γὰρ καὶ πρόσθεν εἴρηται, τὸ μέν τι αἵματος ξανθὴ χολὴ γίνεται, τὸ δὲ μέλαινα. εἰς ὅσον δαὖ οἱ ἐν τῷ σώματι τῶν ἀῤῥωστούντων χυμοὶ μεταβάλλουσιν, εἰς τοσοῦτον καὶ αἱ περίοδοι τῶν παροξυσμῶν ὥστοὐδὲν ἔτι θαυμαστὸν ἐν ταῖς τοιαύταις μεταβολαῖς ὑπαλλάττεσθαι τὴν τάξιν. ὑπαλλάττονται δοὐχ ἥκιστα κᾀν τῷ τὸ μὲν ἀρξάμενον σήπεσθαι κατά τι μόριον ἕτερον ὑπάρχειν ἕτερον δἐξ ἄλλων ἐπιῤῥεῖν, ἤτοι γε ἐν ἐκείνοις μόνοις ὄντα τοιοῦτον, καθὅλον τοῦ ζώου τὸ σῶμα πλεονάζοντα. οὕτως δὲ καὶ ὅσα κατὰ τὴν δίαιταν ἁμαρτάνεται τοῖς κάμνουσιν, οὐδὲν ἧττον καὶ ταῦτα διαφθείρει τῶν περιόδων τὴν τάξιν. ὥσπερ γὰρ καὶ αὐτοῖς τοῖς ὑγιαίνουσιν αἱ μοχθηραὶ δίαιται νοσημάτων αἰτίαι καθίστανται, τὸν αὐτὸν, οἶμαι, τρόπον, καὶ μᾶλλον ἔτι τοῖς νοσοῦσιν, ἐξ ὧν ἂν πλημμελήσωσιν, οἱ παροξυσμοὶ συμπίπτουσιν. οὐ μόνον γοῦν ἔτι νοσοῦντες, ἀλλὰ καὶ περὶ τὸν τῆς ἀναλήψεως καιρὸν ἑτοίμως ὑπὸ παντὸς ἁμαρτήματος βλάπτονται. καθἑκάστην οὖν ἤδη βλάβην ἀξιόλογον ἤτοι προλαμβάνειν πολὺ τὰς περιόδους ἀναγκάζουσιν, καί τινας ἑτερογενεῖς τῶν ἔμπροσθεν αὐτοῖς γεννῶσιν, ὑφὧν τάξις τῶν παροξυσμῶν διαφθείρεται. πολλάκις δὲ διὰ τὴν ἐπιπλοκὴν τῶν περιόδων ἀγνοουμένην τοῖς ἰατροῖς ἀτάκτως ἔδοξαν οἱ νοσοῦντες παροξύνεσθαι. ἀλλαἱ μὲν τοιαῦται τῶν ἀταξιῶν οὐκ εἰσὶν ὄντως, ἀλλὰ φαίνονται μόνον· ὅσαι δὲ ὄντως εἰσὶν, ἤτοι διὰ μετάπτωσιν τῶν τοὺς πυρετοὺς ἐργαζομένων χυμῶν τὸ πλημμελὲς τῆς διαίτης ἀποτελοῦνται. λοιπὸν δὲ τὸ τῶν συνόχων γένος, ὧν σύμπας χρόνος εἷς παροξυσμός ἐστιν ἤτοι διὰ παντὸς ὁμότονος, μειούμενος, αὐξανόμενος ἄχρι κρίσεως, ὑπὸ τοιαύτης αἰτίας γενέσθαι πέφυκεν, οἵαν ἁπάντων πυρετῶν Πραξαγόρας ὑπέθετο, σῆψιν οἰόμενος τῶν χυμῶν ἐν τῇ κοίλῃ φλεβὶ συνίστασθαι. τελεώτερος δἂν λόγος καὶ ἀληθέστερος γίνοιτο κατὰ τόνδε τὸν τρόπον. ὅσα μὲν ἐν περιόδοις τισὶ παροξύνεται νοσήματα, μορίων ἐπιγίγνεται διαθέσεσιν, ἤτοι πεμπόντων, δεχομένων, γεννώντων, ἑλκόντων περιττώματα, καθὃν ὀλίγον ἔμπροσθεν εἴρηται τρόπον· ὅσα δἄνευ περιόδων, οὐδεὶς ἐπὶ τούτων πεπονθώς ἐστι τόπος ἐξαίρετος, ἀλλοἱ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ἁπάσας χυμοὶ, καὶ μάλισθὅσοι κατὰ τὰς μεγίστας τε καὶ θερμοτάτας εἰσὶν, ἤτοι διἄλλην τινὰ αἰτίαν, ὡς ἐν τοῖς ἐφημέροις, καὶ διὰ σηπεδόνα ζέσαντες, ἀνάπτουσι πυρετὸν ἕνα σύνοχον, ἀπἀρχῆς ἕως τοῦ τέλους ἀδιάλειπτον, ἄχρι τοσούτου παραμένοντά τε καὶ διακαίοντα τὸν ἄνθρωπον, ἄχρι περ ἂν οἱ γεννῶντες αὐτὸν χυμοὶ δαπανηθῶσιν, πεφθῶσιν, τι συναμφότερον πάθωσιν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up