Galen De diebus decretoriis
EN Lat Orig
Book 3
§1–5.3
§1 Ὅτῳ δὲ καὶ τὰς αἰτίας ἐσκέφθαι κάλλιον εἶναι δοκεῖ διἃς οὐκ ἐν ἁπάσαις ἡμέραις αἱ νόσοι κρίνονται, τούτῳ καὶ τάδε σύγκειται. χρὴ μέντοι καὶ τὰς ἀρχὰς τῆς εὑρέσεως τῶν κρινουσῶν ἡμερῶν αὐτῶν ὁμολογεῖσθαι, καθότι κᾀν τῷ πρὸ τούτου γράμματι λέλεκται. διτταὶ δεἰσὶν αὗται κατὰ γένος, ὑπὸ μὲν τῆς πείρας ἐναργῶς μαρτυρούμεναι, τῷ τε μὴ πᾶσαν ἡμέραν ὁμοίως εἶναι κρίσιμον, ἰσχυροτάτην δὲ δύναμιν ὑπάρχειν ταῖς καθἑβδομάδα περιόδοις, δευτέραν δὲ ταῖς κατὰ τετράδα, παρεμπίπτειν δέ τινας ἔξω τούτων. ἀλλὰ καὶ τὸ μήτε πάσας ἀλλήλων διεζεῦχθαι τὰς ἑβδομάδας, ἀλλὰ καί τινας ἐξ αὐτῶν καὶ συνάπτεσθαι, μήτε πάσας τὰς τετράδας, ἀλλὰ καὶ τούτων τὰς μὲν διαζεύγνυσθαι, τὰς δὲ καὶ συνάπτεσθαι καὶ τὸ τὰς κρίσεις γίνεσθαι τοὐπίπαν ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἐν περιτταῖς ἡμέραις, ἐν δαὖ τοῖς χρονίοις ἐν ταῖς ἀρτίαις, ἅπαντά γε τὰ τοιαῦτα περὶ ὧν ἔμπροσθεν εἴρηται, πρὸς τῆς ἐμπειρίας ἱκανῶς μαρτυρεῖται. τῷ λόγῳ δἐξιχνεύουσιν ἡμῖν τὰς τούτων αἰτίας ἐφαίνετο δύο ἀρχὰς θέσθαι χρῆναι τὰς πρώτας ἁπάντων τῶν γινομένων, ἄτακτον μὲν τὴν ἐκ τῆς ἐνταῦθὕλης ὁρμωμένην, ἐν τάξει δέ τινι καὶ κόσμῳ προϊοῦσαν ἀεὶ τὴν ἐκ τῶν κατοὐρανὸν, ἅπαντα γὰρ τὰ τῇδε πρὸς ἐκείνων κοσμεῖται. καὶ δὴ καὶ νῦν ἐπὶ συναμφοτέροις, τοῖς τε ἐκ τῆς πείρας γνωσθεῖσι καὶ οἷς λόγος ὑφηγήσατο, πειρᾶσθαι χρὴ πάντων τῶν κατὰ τὸν λόγον, καὶ καταὐτὴν πεῖραν τῶν κατὰ τὰς κρισίμους ἡμέρας ἐξευρίσκειν τὰς αἰτίας ἐνθένδε ποθὲν ἀρχομένους.
§2 Πάντων μὲν τῶν ἄνωθεν ἄστρων ἀπολαύομεν τῆς δυνάμεως, ἀλλ μάλιστα κοσμῶν τὰ τῇδε καὶ ῥυθμίζων καὶ διατάττων ἥλιός ἐστιν. οὐ γὰρ δὴ ἄλλος γέ τις ἦρος καὶ θέρους, φθινοπώρου τε καὶ χειμῶνος αἴτιος, οὐδἄλλος ἐπιφανῶς οὕτως οὔτἐξ ἰλύος γηΐνης ζῶα γεννᾷν πέφυκεν, οὔτε καρποὺς τελειοῦν, οὔτεἰς ὀχείαν τε καὶ τὴν τοῦ γένους διαμονὴν ἐκκαλεῖσθαι τὰ ζῶα. μεγάλα μὲν καὶ τὰ τῆς σελήνης ἔργα περὶ τὴν ἐνταῦθα οὐσίαν, ἀλλὰ τῶν ἡλίου δεύτερα. καὶ γὰρ ἀεὶ τοὺς μῆνας αὕτη διατάττει, καὶ μάλιστἐπιφανῶς ἐν τοῖς θαλαττίοις ζώοις. ἀλλά τοι καὶ αὐτὸ τοῦτο διἥλιον ἔχει. νέον μὲν γὰρ αὐτῇ τὸ φῶς, ὅταν ἡλίου πρῶτον ἀπολαύει, τοσοῦτον δὲ αὐτῆς ἀεὶ πεφώτισται μέρος, ὁπόσον ἥλιος ὁρᾷ. τελέως δἐκλείπει καὶ ἀφώτιστος γίνεται τῆς γῆς ἐπισκοτούσης αὐτῇ, ὥστε ἐκ τῶν πρὸς ἥλιον ἀποστάσεων ἁπάσας ἔχει τὰς μεταβολάς. καὶ γὰρ καὶ πλήρης ἐστὶν, ἐπειδὰν διάμετρος , καὶ διχότομος, ἐπειδὰν τετράγωνος, καὶ ἀμφίκυρτος, ἐπειδὰν τρίγωνος, καὶ μηνοειδὴς, ἐπειδὰν ἑξάγωνος, καὶ νέα τότε πρῶτον, ὅταν ἀπὸ συνόδου φαίνηται καὶ ἀφανὴς παντάπασιν, ἐπειδὰν ὑπἐκείνου περιλάμπηται. καὶ καρποὺς οὖν παχύνει καὶ τὰ ζῶα πιαίνει καὶ τὰς τῶν καταμηνίων ταῖς γυναιξὶ προθεσμίας διαφυλάττει καὶ τὰς τῶν ἐπιλήπτων τηρεῖ περιόδους, ἐξ ὧν ἡλίου πλέον, ἔλαττον μεταλαμβάνει. πάντα μὲν γὰρ δρᾷν πέφυκεν, ἀμυδρὰ γίνεται, μηνοειδοῦς γενομένης αὐτῆς· ἅπαντα δὲ ἰσχυρὰ πεπληρωμένης, ὥστε καὶ τοὺς καρποὺς ἐν τῷδε πεπαίνει καὶ αὐξάνει τάχιστα καὶ τὰ νεκρὰ σώματα διασήπει καὶ τοὺς ὑπὸ τὴν αὐγὴν αὐτῆς κοιμηθέντας, καὶ ἄλλως ἐπιπλέον διατρίψαντας, ὠχροὺς καὶ καρηβαρικοὺς ἀπεργάζεται. ὡς μὲν οὖν ἡλίου σελήνη τὰ πάντα δεῖται, οὕτω δἥλιος εἰς οὐδὲν τῶν μεγίστων οὔτἄλλου τινὸς ἄστρων οὔταὐτῆς τῆς σελήνης. οὐδεὶς γὰρ κωλύσων αὐτὸν οὐ θέρος δημιουργεῖν, ἡνίκα κατὰ κορυφὴν ἡμῶν ἱστῆται, οὐ κρύος ἐπιφέρειν, εἰ ταπεινὸς ἐπιφέρηται, οὐκ ἰσημερίας διατάττειν ἑκατέρας, εἰ συμμέτρως λοξός· ἀλλαὐτὸς μὲν οἷον βασιλεύς τις μέγιστός ἐστιν, σελήνη δὕπαρχος οὐ σμικρός. ἐν μέσῳ τε γὰρ ἐκείνου καὶ ἡμῶν τεταγμένη τὸν περίγειον εἰκότως ἐπιτροπεύει τόπον, οὐ δυνάμεως ὑπεροχῇ παρὰ τοὺς ἄλλους πλανήτας, ἀλλἐγγύτητι πλεονεκτοῦσα. διὰ τοῦτο πάντως μὲν κρύος κατέχει τὸν παρἡμῖν τόπον, ἐπειδὰν ἥλιος εἰς τὰ χειμέρια τρέπηται, καὶ πάντως θάλπος, ἐπειδὰν κατὰ κορυφὴν ἡμῶν πλησίον τε ταύτης φέρηται. τὰς κατὰ μέρος δἐν ἑκάστῳ τῶν μηνῶν ἡμέρας σελήνη διατάττει, σμικρᾶς μεταβολῆς ἐξουσίαν ἔχουσα. καὶ ταύτην οὐχ ἁπλῶς, ἀλλἐξ ὧν ὑφἡλίου βλέπεται.
§3 Σφοδρότεραι μὲν οὖν αἱ μεταβολαὶ κατὰ τὰς πρὸς ἥλιον αὐτῆς εἰσι συνόδους καὶ προσέτι τὰς πανσελήνους φάσεις ὀνομαζομένας· ἐλάττους δὲ τούτων ἐν ταῖς διχοτόμοις, ἀμυδραὶ δἐν ταῖς ἀμφικύρτοις τε καὶ μηνοειδέσιν. ἰσχυροτάτων μὲν γὰρ εἰς ἀλλοίωσιν τῶν ἔμπροσθεν ὄντων τῷ συνεῖναί τε καὶ καταλάμπεσθαι, φαινομένη γὰρ τέως, ἀφανὴς νῦν ἐστιν, ἐφεξῆς δ διάμετρος στάσις, ὡς ἂν διορίζουσα καὶ δίχα τέμνουσα τὰς ἐναντιωτάτας τῆς σελήνης διαθέσεις, ἰσχυροτάτη τῶν ἄλλων ἐστίν. ὅτι δἐναντιωτάτη  διάθεσις αὔξησις μειώσει, οὐδὲν δέομαι δεικνύειν. ἐφεξῆς δὲ ταύτης τῆς συνόδου τε καὶ τῆς πανσελήνου αἱ διχότομοι εἰς δύο μέσον ἑκάτερα τέμνουσα, τὸν μὲν τῆς αὐξήσεως χρόνον προτέρα, τὸν δαὖ τῆς μειώσεως δευτέρα. πάντων δἔσχαταί τε καὶ ἀμυδρόταται τροπαὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἐν ταῖς μηνοειδέσι καὶ ταῖς ἀμφικύρτοις φάσεσι γίνονται, καὶ μᾶλλόν γε ἐν ταῖς ἀμφικύρτοις· οὐδεμία γὰρ ἐν αὐταῖς μεγάλη μεταβολὴ, καθάπερ ἐν ταῖς μηνοειδέσιν. ὥστε οὐδὲ Ἄρατος κακῶς αὐτῶν κατεφρόνησεν, ὡς ἂν ἀμυδρῶν ὑπαρχουσῶν, ἐπαινεῖν τε χρὴ τοὺς γράψαντας ὑπὲρ αὐτῶν ὡς οὐδὲ τὸ σμικρότατον παραλιπόντας. ἴδιον δἐξαίρετον αἵ τὰς τἐν ταῖς πανσελήνοις τροπαὶ καὶ τούτων ἔτι μᾶλλον αἱ κατὰ τὰς συνόδους ἴσχουσιν, αἱ μὲν γὰρ ὀξυτάτας εὐθὺς ποιοῦνται τὰς μεταβολὰς, αἱ σύνοδοι δἀνωμάλους τε καὶ χρονίας. οὐδὲν γὰρ ἔχεις σαφῶς ἀποφῆσαι, πρὶν φανῆναι τὴν σελήνην. πολὺς δοὗτος χρόνος τῆς κρύψεώς ἐστιν ὅλου σχεδὸν τοῦ ζωδίου. τὴν δἐκ τῆς αὐξήσεως εἰς τὴν μείωσιν μεταβολὴν ἀκριβῶς διορίζει στιγμὴ, καὶ ταύτην σελήνη δῆλον ὡς ἐν ἀκαρεῖ χρόνῳ παραλλάττει. κατὰ λόγον μὲν οὖν ὀξεῖαι μὲν αἱ πανσέληνοι καὶ χρόνιαι δὲ αἱ συνοδικαὶ μεταβολαί. καὶ γὰρ τῆς κρύψεως χρόνος ὅμοιος ἑαυτῷ καὶ τῆς πρώτης φάσεως ἐγγὺς κρύψεως, καὶ τῇ σμικρότητι τοῦ φαινομένου τῆς πανσελήνου μορίου, καὶ τῇ τῆς αὐγῆς ἀμυδρότητι, καὶ τῷ βραχυχρονίῳ τῆς ὑπεργείου φορᾶς.
§4 Ἀσφαλὴς οὖν κρίσις ἀποτελεῖται τῆς ἐν ὅλῳ τῷ μηνὶ γενησομένης καταστάσεως ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, ἐν πρώτῃ καὶ σαφὴς σελήνη καὶ χρόνον ἀξιόλογον ὑπὲρ γῆς ἤδη φαίνεται καὶ φῶς αἰσθητὸν ἀποπέμπει καὶ σκιὰν ἐναργῶς δείκνυσιν. πρώτη δἡμέρα μέχρι τοσούτου τὴν σελήνην ὑπὲρ γῆς ἔχει φερομένην, μέχρις ἂν ἔτι καὶ τὸ τοῦ ἡλίου φῶς ἐπέχῃ τὸ μετὰ τὴν δύσιν, ὥστἐν ταύτῃ μὲν τῷ τοῦ ἡλίου συγκαταδύεται φωτὶ, πολλάκις δὲ καὶ προκαταδύεται. πρῶτον δὲ σαφὴς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν φαίνεται, καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δἧττον. καὶ τοῦτο δαὐτῇ συμπίπτει παρὰ τὸ ποσὸν τῆς πρὸς ἥλιον ἀποστάσεως. αὐτὸ δὲ τὸ ποσὸν τῆς ἀποστάσεως διά τε τὴν ἰδίαν τῆς σελήνης γίνεται κίνησιν, οὐ γὰρ ἴσον ἀεὶ κινεῖται, καὶ διὰ τὴν τοῦ πλάτους ἐξάλλαξιν, καὶ διὰ τὴν τῶν ζωδίων δύσιν οὐκ ἰσόχρονον οὖσαν, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν τῆς προγεγονυίας συνόδου καιρὸν, ὥστοὐκ ἀεὶ μὲν εἷς χρόνος ἐστὶν ἐν φαίνεται σαφῶς σελήνη. τοὐπίπαν δὲ τρεῖς ἡμέρας τὰς περὶ σύνοδον ἀόρατος γίνεται τελέως, ἐν αἷς οὔπω τὰ παρἡμῖν ἀλλοιοῦν ἱκανή. καί πως εἰς ταὐτὸν χρόνος αὐτῆς συμβαίνει τῆς τοἰκείας περιόδου τῆς τεἰς ἡμᾶς ἐνεργείας. μὲν γὰρ περίοδος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ἐστιν, ἐπιλαμβανουσῶν τρίτον ἔγγιστα μέρος· ἐν τῷ τοσούτῳ γὰρ χρόνῳ τὸν τῶν ζωδίων κύκλον ἅπαντα διέρχεται· δὲ τῆς πρὸς ἡμᾶς φάσεως, ὅτι καὶ ἥδε πρὸς τὸν αὐτὸν ἀριθμὸν ὁμολογεῖ, σαφῶς εἴσῃ, τοῦ παντὸς χρόνου μηνιαίου τὸν τῆς κρύψεως ἀφελών. ὅτι δ μηνιαῖος χρόνος οὐ τελέως τριάκοντά ἐστιν ἡμερῶν, ἀλλἥμισύ που, καὶ τούτῳ προσδεῖ μιᾶς ἡμέρας, Ἱππάρχῳ μὲν ἀποδέδεικται διἑνὸς ὅλου βιβλίου, γινώσκεται δὲ ἤδη καὶ τοῖς ἰδιώταις σχεδὸν ἅπασιν ὡς τῶν μηνῶν μὲν ἕτερος κυλλὸς ὑπαὐτῶν ὀνομαζόμενος ἐννέα καὶ κ΄ ἡμερῶν ἐστιν, δἕτερος πλήρης τριάκοντα. χρὴ γὰρ ἀμφοτέρων ἐννέα καὶ πεντήκοντα γίνεσθαι τὰς πάσας, εἴπερ ὅλως ἐστὶν ἑκάτερος ἡμίσους ἀποδέων τριάκοντα.
§5.1 Ὥσπερ οὖν τὸν ὅλον ἐνιαυτὸν ἥλιος, οὕτως σελήνη διατάττει τὸν μῆνα, καθἑβδομάδας τῆς ἀλλοιώσεως ἐν αὐτῇ γιγνομένης. ἀπό τε γὰρ τῆς πρώτης φάσεως ἐπὶ τὴν διχότομον, ἀπό τε ταύτης ἐπὶ τὴν πανσέληνον ἑκάτερος μὲν χρόνος ἡμερῶν ἐστιν ἑπτὰ, συναμφότερα δὲ τεσσαρεσκαίδεκα. κατὰ ταὐτὰ δὲ κᾂν εἰ μετὰ τὴν διχοτομηνιαίαν ἕως τῆς δευτέρας διχοτόμου συναριθμήσῃς, ἑπτὰ καὶ ταύτας εὑρήσεις τὰς ἡμέρας, καὶ τὰς λοιπὰς δὲ τὰς μέχρι τοῦ παντελῶς ἀφανισθῆναι τὴν σελήνην ἑπτά. τὸ δὅτι μεταβάλλει μεγάλας μεταβολὰς περιέχων ἡμᾶς ἀὴρ ἔν τε τῷ πρώτως κρύπτεσθαι καὶ πάλιν αὖ πρώτως φαίνεσθαι τὴν σελήνην, οὔτἄλλος τις τῶν ἀνθρώπων ἀγνοεῖ καὶ μάλιστα πάντων οἷσπερ δὴ καὶ μάλιστα μέλει τούτων, γεωργοῖς τε καὶ ναύταις, καὶ στάσιν γε καλοῦσι τηνικαῦτα τοῦ ἀέρος, ἐπειδὰν σελήνῃ πρώτως φανεῖσα κατά τινα τῶν ἀνέμων ἱστῆται. λέγει γοῦν που καὶ Ἄρατος ἀληθέστατα λέγων, ἀπὸ τῆς πρῶτον ἀπὸ συνόδου φανείσης σελήνης· Εἰ δέ κεν οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι, Δειδέχθαι Βορέω, ὅτε δὑπτιά εἰσι, Νότοιο. Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλην περὶ κύκλος ἑλίσσῃ, Πάντῃ ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη.
§5.2 καὶ μὲν δὴ καὶ ταῦτα λέγει κατὰ τὴν αὐτὴν βίβλον· Σήματα δοὔτἄρα πᾶσιν ἐπἤμασι πάντα τέτυκται. Ἀλλὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέληται, Μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπαὐτὴν Σημαίνει διχόμηνον. ἀτὰρ πάλιν ἐκ διχομήνης Ἐς διχάδα φθιμένην. ἔχεται δέ οἱ αὐτίκα τετρὰς, Μηνὸς ἀποιχομένου, τῇ δὲ τετάρτῃ ἀπιόντος.
§5.3 οὐκ εἰς ἅπαντά φησι τὸν ἐξ ἀρχῆς χρόνον ἐξαρκεῖν τὰ σημεῖα τῆς πρώτης φάσεως, μεταβολὰς δέ τινας φέρειν τάς τε  διχοτόμους καὶ πανσελήνους. ἅπασα δὀξύῤῥοπος μεταβολὴ κρίσις ὀνομάζεται. καὶ τήν γε σύστασιν ἐπὶ τῆς μηνοειδοῦς σελήνης μάλιστα λέγουσιν, ἐφεξῆς μεταφέρουσιν ἐπὶ τὴν πανσέληνον, ὡσαύτως ὀνομάζοντες. ἰσχυρὰς ἂν γὰρ καὶ ἥδε δυνάμεις ἔχῃ, ταύτης δἀσθενέστεραι μὲν, ἀλλὰ κρίνουσαι μὲν καὶ αὗται τὸ περιέχον αἱ διχότομοι στάσεις εἰσὶν, ὥσθὅτι μὲν μὴν ὑπὸ σελήνης ἀλλοιοῦται καθἑβδομάδας ἥδε πρόδηλον· ὅτι δὲ καὶ τὰ ἄλλα σύμπαντα πράγματα, τοῦτο μὲν οὐκέτι ὁμοίως ἅπασι γνώριμον, ἀλλὰ καὶ τοῖς τὰ τοιαῦτα παραφυλάξασιν ἐπιμελῶς ὁμολογεῖται· καὶ μετὰ τὴν σύλληψιν τοῦ σπέρματος ἅπασα κύησις, οὐδὲν δἧττον αὐτῆς καὶ μετὰ τὴν ἀποκύησιν αὔξησις, ἅπασά τε πράξεως ἀρχὴ τὰς μεγάλας ἀλλοιώσεις εἰς ἑβδομαδικὰς ἴσχει περιόδους. ὅσα γὰρ ἐφήμερα συμπίπτει πᾶσι τοῖς οὖσι, τούτων σελήνη τετήρηται τὴν αἰτίαν ἔχειν, καὶ μάλιστα ἀλλοιοῦσα αὐτὰ κατὰ τὰς τετραγώνους καὶ διαμέτρους στάσεις. εἰ γὰρ ἐν ταύρῳ τῆς σελήνης οὔσης ἐγένετο σύλληψις τοῦ σπέρματος, ἀποκύησις, τινος ὅλως ἀρχὴ πράγματος, ἐπειδὰν ἐν λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ περιερχομένη τοῦ ζωδιακοῦ γίνηται, τὰς μεγάλας αὐτοῦ ποιήσεται μεταβολάς. ἀλλ μὲν ἐν τῷ λέοντι τετράγωνος στάσις ἑβδομάδος ἐστὶ μιᾶς· δὲ διάμετρος ἐν τῷ σκορπίῳ δυοῖν. οὕτω δὲ καὶ κατὰ τὸν ὑδροχόον, δευτέρα τετράγωνος στάσις εἰς τὴν τρίτην ἑβδομάδα προήκει καὶ τοῦτἐξ ἀνάγκης γίνεται διὰ τὸ τὴν σελήνην, ὡς εἴρηται καὶ πρόσθεν, ὅλον τὸν ζωδιακὸν ἑπτὰ καὶ εἴκοσιν ἡμέραις διεξέρχεσθαι, μετά τινος ἐπικειμένου μορίου, τρίτου μάλιστα μιᾶς ἡμέρας. εἰ γὰρ δεῖ τὸν ὅλον κύκλον ἐν τοσούτῳ χρόνῳ διέρχεσθαι, πρόδηλον ὡς τὸ τέταρτον αὐτοῦ μέρος ὀλίγου δεῖν ἐν ἡμέραις ζ΄ διανύσει. τούτου μὲν οὖν καὶ πάνυ χρὴ μεμνῆσθαι πρὸς τὰ μέλλοντα, τοῦ μὴ τελείας ἡμέρας ζ΄ περιγράφεσθαι τὴν εἰς τὸ τετράγωνον τῆς σελήνης μετάστασιν.
§6–8
§6 Ἐκεῖνο δαὖθις ἀναληπτέον, ὅπερ καὶ ἡμεῖς παραφυλάξαντες ἀληθέστατον εὕρομεν ἀεὶ τὸ πρὸς τῶν Αἰγυπτίων ἀστρονόμων εὑρημένον, ὡς σελήνη τὰς ἡμέρας ὁποῖαί τινες ἔσονται δηλοῦν πέφυκεν οὐ τοῖς νοσοῦσι μόνον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν. εἰ μὲν γὰρ πρὸς τοὺς εὐκράτους ἵσταιτο τῶν πλανητῶν, οὓς δὴ καὶ ἀγαθοποιοὺς ὀνομάζουσιν, ἀγαθὰς ἀπεργάζεσθαι τὰς ἡμέρας· εἰ δὲ πρὸς τοὺς δυσκράτους, ἀνιαράς. ἔστω γὰρ ἀποκυϊσκομένου τινὸς ἐν μὲν τῷ κριῷ τοὺς ἀγαθοποιοὺς, ἐν δὲ τῷ ταύρῳ τοὺς κακοποιοὺς εἶναι, πάντως οὗτος ἄνθρωπος, ἐπειδὰν μὲν ἐν κριῷ καὶ καρκίνῳ καὶ ζυγῷ καὶ αἰγοκέρωτι γένηται σελήνη, καλῶς ἀπαλλάσσει. ἐπειδὰν δἤτοι τὸν ταῦρον αὐτὸν, τι τῶν τετραγώνων, τὸ διάμετρον αὐτοῦ ζώδιον ἐπέχῃ, κακῶς τηνικαῦτα καὶ ἀνιαρῶς διάγει. καὶ δὴ καὶ νοσημάτων ἀρχαὶ τῷδε κάκισται μὲν ἐν ταύρῳ καὶ λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ τῆς σελήνης οὔσης, ἀκίνδυνον δὲ καὶ σωτήριον τὸν κριὸν καὶ τὸν καρκίνον καὶ τὸν ζυγὸν καὶ τὸν αἰγόκερων διερχομένης, καὶ τὰς ἀλλοιώσεις τὰς μεγάλας ἃς ἐν τοῖς τετραγώνοις τε καὶ διαμέτροις ἔφαμεν γίγνεσθαι καθἑβδομάδα, ἐν μὲν τοῖς ὀλεθρίοις νοσήμασιν ὀλεθρίας καὶ αὐτὰς, ἐν δαὖ τοῖς περιεστηκόσιν ἀγαθὰς ἀνάγκη γίνεσθαι. καὶ διὰ τοῦθἹπποκράτης μέμφεται μάλιστα τὰς ἐν ταῖς κρινούσαις ἡμέραις ἀλλοιώσεις ἐπὶ τὸ χεῖρον. ὀλεθρίου γὰρ νοσήματος σύμπτωμα, καθάπερ, οἶμαι, τοὐναντίον ἐπιεικοῦς. εἰ δέ τις καὶ αὐτοῦ τούτου ζητεῖ τὴν αἰτίαν, τοῦ τὸ μέγιστον δύνασθαι τὰς τετραγώνους τε καὶ διαμέτρους στάσεις, ἐπὶ πλεῖστον ἀποχωρεῖ τοῦ προκειμένου. πρόκειται γὰρ νυνὶ οὐ τὰς πρώτας αἰτίας ἁπάντων τῶν κατἀστρονομίαν ζητεῖν, ἀλλὰ τὰς εἰς τὰ παρόντα χρησίμους. χρήσιμοι δεἰσὶν αἰτίαι τῆς ἑβδομάδος ἐξηγούμεναι φύσιν. πάλιν οὖν αὐτὰς ἀναλάβωμεν ἐπὶ κεφαλαίων. αἱ τῆς σελήνης τετράγωνοί τε καὶ διάμετροι στάσεις ἐπὶ μὲν ἀγαθαῖς ταῖς ἀρχαῖς ἀγαθὰς ποιοῦσι τὰς ἀλλοιώσεις, ἐπὶ δὲ μοχθηραῖς μοχθηράς. καὶ τοῦτο πρὸς τῷ τοῖς ἀστρονόμοις ὁμολογεῖσθαι πάρεστιν, εἰ βούλει, καί σοι παραφυλάξασθαι. εἰ δὲ μήταὐτὸς παρατηρεῖν ἐθέλεις τὰ τοιαῦτα μήτε τοῖς τηρήσασι πιστεύεις, τῶν νῦν ἐπιπολαζόντων τις εἶ σοφιστῶν· οἳ λόγω κατασκευάζειν ἡμᾶς ἀξιοῦσι τὰ σαφῶς φαινόμενα, δέον αὐτὸ τοὐναντίον ἐκ τῶν ἐναργῶς· φαινομένων ὁρμωμένους ὑπὲρ τῶν ἀδήλων συλλογίζεσθαι. πρὸς τὴν ἰδίαν οὖν ἀρχὴν ἅπαν πρᾶγμα τὰς ἐφεξῆς περιόδους ἁπάσας ὁμολογούσας ἔχει.
§7 Περίοδοι δεἰσὶν αἱ μὲν διἡμερῶν ἀριθμοῦ τινος, αἱ δὲ διὰ μηνῶν. αἱ μὲν δὴ διὰ τῶν ἡμερῶν ἑβδοματικαί εἰσι καὶ πρὸς τὴν σελήνην ἀνήκουσιν, αἱ δὲ διὰ μηνῶν εἰς ἥλιον ἀναφέρονται τόνδε τὸν τρόπον γιγνόμεναι. πάλιν γὰρ ἀπὸ τῶν Ἱπποκράτους ἀρκτέον ῥήσεων, τὰς μὲν θερινὰς νόσους ἐν χειμῶνι λέγοντος λύεσθαι, τὰς δὲ χειμερινὰς ἐν θέρει. αὕτη μέν σοι προθεσμία κρίσεών ἐστι χρονίων τε καὶ ὡς ἂν εἴποι τις ἐνιαυσιαίων νοσημάτων, οἷά περ ἐν τοῖς ὀξέσιν τῆς ιδ΄. γὰρ μέχρι τῆς πανσελήνου χρόνος, ἥμισυς ὑπάρχων ὅλης τῆς σεληνιακῆς περιόδου, τὸν αὐτὸν ἔχει λόγον τῷ μέχρι θέρους ἐκ χειμῶνος διαστήματι. καὶ μὲν δὴ καὶ ἀπὸ τῆς πανσελήνου μέχρι τῆς κρύψεως χρόνος ἀνάλογός ἐστι τῷ μέχρι χειμῶνος ἐκ θέρους διαστήματι. τούτων δἑκατέρου διχῇ τμηθέντος, ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἑβδομάς ἐστιν, ἐν δαὖ τοῖς χρονίοις αἱ τῶν ἐπιφανεστάτων ἄστρων εἰσὶν ἐπισημασίαι, καθἃς ἔαρ καὶ θέρος καὶ χειμὼν καὶ φθινόπωρον ἀφορίζονται. οὐ γὰρ δὴ ἴσων γε ἡμερῶν ἀριθμῷ διῄρηται ταῦτα κατοὐδένα τῶν ἀστρονόμων, ἀλλὰ ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀέρος μεταβολαῖς ἐπισήμοις οἰακίζεται. καί σοι  πάλιν ἑτέρῳ λόγῳ. καθάπερ ἑβδομὰς ὀξέων νοσημάτων κριτικὴ, τὸν αὐτὸν τρόπον ὥρας ἐνιαυσιαίου μεταβολὴ χρονίων ἔσται νοσημάτων λυτικὴ, ἵνα τὴν μὲν ἐν χειμῶνι συστᾶσαν νόσον ἔαρ λύσῃ, τὴν δἐν ἦρι θέρος, ὡσαύτως δὲ καὶ τὴν μὲν ἐν θέρει φθινόπωρον, τὴν δἐν ἐκείνῳ χειμών. ἐν δὲ ταῖς ἐν τῷ μηνὶ τετράσιν ἀνάλογον αἱ τῶν ὡρῶν εἰσιν ἑκάστης διχῇ τμηθείσης μοίρας. καὶ λέγεταί γε πρὸς τῶν ἀστρονόμων ὥσπερ ἀρχή τις εἶναι καὶ τελευτὴ τῶν ὡρῶν ἑκάστης ἐπιτολαῖς, δύσεσιν ἄστρων ἐπιφανῶν ὁριζομένη, κατὰ τὸν αὐτὸν τρόπον καὶ μεσότης ἑτέρου πάλιν ἄστρου φάσει διωρισμένη. τὰς οὖν τῶν νοσημάτων ἐν μέρει μεταβολὰς ἁπάσας ὡς πρὸς τὴν ἰδίαν ἀρχὴν αὐτῶν, ὡς πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἀνάγκη γίγνεσθαι. τῶν μὲν οὖν πρὸς τὴν ἰδίαν ἀρχὴν ἐξηγεῖσθαι τὴν σελήνην, τῶν δὡς πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἐν ὅλῳ μὲν τῷ ἐνιαυτῷ τὸν ἥλιον, ἐν ἑκάστῳ δὲ τῶν μηνῶν τὴν σελήνην. ἐκ δὲ τούτων συμβαίνει τὰς μὲν ἰσχυροτάτας μεταβολὰς εἶναι τὰς ἰδίας ἑκάστῳ καθἑβδομάδα δηλονότι γιγνομένας, οὐ μὴν ἀλλὰ καὶ συνεπιμίγνυσθαί πως αὐταῖς τὰς ἐκ τοῦ περιέχοντος, ὥστεἰκότως ἐκ τοῦ διὰ παντὸς ὡσαύτως γίνεσθαι, μεταπίπτουσιν οὕτως εἰς τὸ πλειστάκις. ἔτι δὲ μᾶλλον ἐπιταράττει τὴν τάξιν αὐτῶν τε βία τῶν παροξυσμῶν ἀναγκάζουσα προεκρήγνυσθαι τὰς κρίσεις, ὡς ἐφεξῆς ἐροῦμεν, ἥτεἰς τοὺς νοσοῦντας πλημμέλεια πολυειδὴς γινομένη αὐτῶν παρά τε τῶν ἰατρῶν, εἴ γε χρὴ καλεῖν ἰατροὺς, οὐ λυμεῶνας τῆς τέχνης, τούτους δὴ τοὺς νῦν ἐπιπολάζοντας, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ κάμνοντες ἁμαρτάνουσιν καὶ διὰ τὴν ὑπηρεσίαν δἐνίοτε καὶ διό τι τῶν ἔξωθεν, ὡς πρόσθεν εἴρηται. θαυμάζειν οὖν χρὴ τῶν ἑβδομαδικῶν περιόδων τὴν δύναμιν, εἰ τοσούτων αἰτίων διακοπτόντων αὐτὰς, ὅμως ἐπικρατέστεραι πολὺ τῶν ἄλλων εὑρίσκονται. κατὰ μὲν τὰς ὀξείας νόσους, αἱ παρεμπίπτουσαι κρίσιμοι πλείους εἰσὶν, ὅτι καὶ τὸ σῶμα πρὸς μεταβολὴν ἐπιτήδειον, ἐν κινήσει τε καὶ ταραχῇ μεγάλῃ καθεστηκός· ἐν δὲ ταῖς χρονιωτέραις ὁδῷ καὶ τάξει μᾶλλον πρόεισιν τῶν ἑβδομάδων περίοδος.
§8 Ἀρκτέον οὖν αὖθις ἀπὸ τῶν ὀξέων ἁπασῶν, ἐφεξῆς τῶν κρινουσῶν ἡμερῶν τὰς αἰτίας ἐξιχνεύοντας. ἐν μὲν δὴ τῇ πρώτῃ τοὺς ἐφημέρους λύεσθαι συμβαίνει πυρετοὺς, οὐ μὴν ἤδη μετἀγῶνός τε καὶ ταραχῆς ἀξιολόγου. καίτοι νομίζουσιν ἔνιοι καὶ Ἱπποκράτην τὰς κρινούσας ἡμέρας ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν καταλέγοντα καὶ τῆς πρώτης μεμνημονευκέναι, κατὰ διττὸν τρόπον ἁμαρτάνοντες. περίοδος γὰρ πρώτη καὶ οὐχ ἡμέρα πρώτη γέγραπται σαφῶς ἐν τῷ τῶν περιττῶν καὶ ἀρτίων καταλόγῳ. καθάπερ οὖν ἐν τῷ τῶν ἀρτίων περίοδον πράτην εἰπὼν ἐπιφέρει τὴν τετάρτην ἡμέραν, οὕτως ἐν τῷ τῶν περιττῶν τὴν τρίτην. ἔτι δὲ μᾶλλον ἀγνοοῦσι τὸ κατἀρχὰς τοῦ προγνωστικοῦ γεγραμμένον ἐπὶ τοῦ νεκρώδους προσώπου, τὸ κρίνεται ἐν ἡμέρῃ καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον , μή πω γινώσκοντες ὡς ἐπὶ τοῦ δοκιμάζεται καὶ ἀναγνωρίζεται λέλεκται. τούτους μὲν οὖν ἐατέον. ἀρχὴν δὲ τῶν μετὰ σάλου τινὸς ἀλλοιουσῶν ὀξέως τὰς νόσους ἡμερῶν τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς θετέον, ὡς καὶ πρόσθεν εἴρηται, μηδεμίαν ἔχουσαν ἤδη πρὸς τὴν πρώτην ἑβδομάδα κοινωνίαν, ἀλλἐκ τῶν παρεμπιπτουσῶν ὑπάρχουσαν. μὲν γὰρ τετρὰς ὅτι διχῇ τμηθείσης τῆς ἑβδομάδος ἀποτελεῖται καὶ διὰ τοῦτο μεγάλην ἔχει δύναμιν, ἔμπροσθεν εἴρηται. κρίνουσι δοὐχ ἧττον τῆς τετάρτης ἡμέρας γ΄ τε καὶ ε΄, καίτοι παρεμπίπτουσι διοὐδὲν ἄλλο ὅτι μετὰ τῶν παροξυσμῶν αἱ κρίσεις γίνονται. τοῦτο γὰρ δὴ καὶ αὐτὸ πρός τε τῆς ἐμπειρίας μαρτυρεῖται καὶ τῷ λόγῳ σκοπουμένοις οὐκ ἄδηλος αἰτία. τὸ γὰρ τῆς ταραχῆς βίαιον ἀναγκάζει τὴν φύσιν ἀποτρίβεσθαι τὰ λυποῦντα καὶ πρὸ τοῦ καιροῦ. δύναμις μὲν γάρ ἐστιν αὐτὴ τῶν ἀλλοτρίων ἐκκριτικὴ, καθότι δέδεικται πρότερον ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. καιρὸς δὲ τῆς ἐνεργείας ἐπὶ τῷ τέλει τῆς ἀλλοιωτικῆς δυνάμεώς ἐστι. τότε γὰρ ἐνεργεῖν ἐδείκνυτο κατὰ φύσιν ἁπάντων ἐπιτελουμένων, ὅταν ἐκείνη παύηται, ἀλλἀναγκάζηταί ποτε πρὸ τῆς τελείας πέψεως ἀποτρίβεσθαι τὰ λυποῦντα, ὥσπερ ἐνίοτε συμπεπληρωμένης ἤδη τῆς πέψεως ἔτι μένει καὶ βραδύνει διἀῤῥωστίαν. ἄμφω δἔστιν αὐτὰ θεάσασθαι σαφῶς ἐπὶ τῆς γαστρός. ἐρεθισθεῖσά τε γὰρ οὐχ ὑπομένει τὸν τῆς πέψεως χρόνον, ἀλλεὐθὺς ἐκκρίνει σὺν τῷ λυποῦντι καὶ τὸ χρηστὸν, ἤδη τε πεπεμμένον αὐτάρκως ἐνίοτε βραδύνει τε καὶ μέλλει τὸ περιττὸν ἐκκρῖναι διἀῤῥωστίαν. ἐν δέ γε τῷ κατὰ φύσιν ἔχειν τῆς παντελοῦς πέψεως καιρὸς ὅρος ἐστὶν αὐτῆς τῆς τῶν περιττωμάτων ἀποκρίσεως, ὃν οὔτε προελάμβανεν οὔτἔμελλεν ἔτι παρόντος, ἀλλὡς ἐπὶ τῆς γαστρὸς, οὕτω καθὅλον ἐδείκνυτο τὸ σῶμα δύναμις ὑπάρχειν ἐν ἑκάστῳ τῶν μορίων ἀποκριτικὴ τῶν ἀλλοτρίων, ἥτις, οἶμαι, καὶ τὰς κρίσεις ἐν ταῖς νόσοις ἀπεργάζεται, καὶ διὰ τοῦτο ἄρισται γίνονται κρίσεις, ὅταν ἤδη πεπεμμένα τὰ κατὰ τὸ ζῶον ὑπάρχῃ πάντα. τὸ δὲ προεκρήγνυσθαι, καὶ γὰρ οὕτως ὀνομάζειν εἴωθεν Ἱπποκράτης, αὐτὸ μοχθηρόν ἐστιν. ὁμοῦ γὰρ τοῖς λυποῦσιν ἐκκρίνεται τὰ χρηστὰ καὶ γίνεται τοῦτο τῆς φύσεως ἐρεθισθείσης ἤτοι πρός τινος τῶν ἔξωθεν καὶ τῶν ἐν αὐτῷ τῷ σώματι ἐμπεριεχομένων. ἔξωθεν μὲν οὖν ἐστιν τἰατρὸς οὐκ ὀρθῶς τι πράξας τε κάμνων, οἵ θὑπηρέται, τά τἄλλα τὰ ἰδίως ἔξωθεν ὀνομαζόμενα, τὰ δἐν τῷ σώματι τά τε νοσήματά ἐστιν αὐτὰ καὶ τὰ τούτων αἴτια  καὶ οἱ παροξυσμοί. νόησον δή μοι τοιοῦτόν τι συμβαῖνον ἐπὶ τῆς φύσεως, οἷον ἤδη συνέπεσεν ἀνθρώποις ἀσθενέσι προπηλακισθεῖσιν ὑπό τινων ἰσχυροτέρων ἐξορμῆσαι πρὸ τοῦ δέοντος, ἀπαρασκευάστοις τε μαχομένοις ἡττηθῆναι. καὶ μὴν καὶ φορτίον ἀποθέσθαι τις βουλόμενος ἄκων ἐνίοτε συγκατέπεσεν αὐτῷ, καί τις σφοδρότερον θέων, εἶτοὐκ ἐπισχεῖν ἑαυτὸν δυνηθεὶς, ἄκων ἠνέχθη κατὰ φάραγγος. ἅπαντα ταῦτα παραδείγματα κακῶν ἐστι κρίσεων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, εἰρήσεται δὲ καὶ νῦν ἀναγκαῖον, οἷόν τι καὶ τῷ προεκρήγνυσθαι βούλεται δηλοῦν Ἱπποκράτης, ἐξηγήσασθαί μου προελομένου. καὶ γὰρ ἀδύνατόν ἐστι περὶ κρισίμων ἡμερῶν ἐπιχειρήσαντά τι διέρχεσθαι μὴ καὶ περὶ κρίσεως εἰπεῖν τι, καὶ περὶ κρίσεως διδάσκοντα μὴ καὶ περὶ κρισίμων ἡμερῶν διελθεῖν, ἀλλἐπανάγειν χρὴ τὸν λόγον ἐπὶ τὸ προκείμενον ἀεὶ καὶ τοσοῦτον ἅπτεσθαι τῶν παρακειμένων ὅσον ἀναγκαῖον. ἓν δή τι τῶν ἐρεθιζόντων τὴν φύσιν ἐστὶ καὶ οἷον προπηλακιζόντων παροξυσμὸς, οὐκ ἐπιτρέπων ἡσυχάζειν οὐδὲ μένειν, ἀλλἐπεγείρων τε καὶ κινῶν καὶ ὡς ἂν εἴποι τις εἰς διαμάχην προκαλούμενος· ὅθεν ἐπὶ τῶν ὀξέων νοσημάτων ἐν περιτταῖς ἡμέραις κρίσις. οὕτω γὰρ καὶ παροξύνεται. τίς μὲν οὖν ἐστιν αἰτία διἣν ἐν τοῖς ὀξέσι νοσήμασι διὰ τρίτης οἱ παροξυσμοὶ γίνονται τοὐπίπαν, ἐν δὲ τοῖς γε χρονίοις ἤτοι καθἑκάστην ἡμέραν διὰ δ΄ οὐκ εὐπετές ἐστιν εὑρεῖν, οὔτε νῦν ἀναγκαῖόν ἐστι ζητεῖν. ὅτι δοὕτως συμβαίνει, φαίνεται καὶ πρὸς τὰ παρόντα λόγον ἀρχῆς ἔχει. θεμένων γὰρ, ὥσπερ καὶ φαίνεται, δεύτερος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς εἰς τὴν τρίτην ἡμέραν ἐκπεσεῖται, τρίτος δεἰς τὴν πέμπτην, τέταρτος δεἰς τὴν ζ΄, πέμπτος δεἰς τὴν θ΄, εἰς περιττὰς δὲ σύμπαντες. ἐπεὶ τοίνυν φύσις οὐκ ἀεὶ τοῖς προσήκουσι καιροῖς ἐξορμῶσα κρίνει τὰς νόσους, ἀλλἐρεθιζομένη πολλάκις ἄλλοτε πρὸς ἄλλων αἰτίων, ἀφὧν ἐστι συνεχέστατα γινόμενος ἐν τοῖς ὀξέσι νοσήμασιν παροξυσμὸς, ἐδείχθη δοὗτος εἰς περιττὰς ἐμπίπτων, εὐλόγως ἐν περιτταῖς αἱ πλεῖσται κρίσεις γίνονται τῶν ὀξέων νοσημάτων, οὐκ αὐτῶν τῶν ἡμερῶν πρώτως τὴν τοῦ κρίνειν ἐχουσῶν δύναμιν, ἀεὶ γὰρ τούτῳ χρὴ προσέχειν τὸν νοῦν, ἀλλὰ κατά τι συμβεβηκὸς οὕτως ἀπαντῶντος. προείρηται δὲ, ὡς οἶμαι, σαφῶς ἤδη τὸ συμβεβηκὸς τοῦτο. διότι γὰρ ἐν παροξυσμοῖς αἱ κρίσεις τῶν νοσημάτων γίνονται τοὐπίπαν, εἰς τὰς περιττὰς δἡμέρας ἐμπίπτουσιν οὗτοι, διὰ τοῦτο ἐν τοῖς ὀξέσι νοσήμασιν αἱ κρίσεις ἐν περιτταῖς. εἰ δέ γε τῶν ἡμερῶν ἀριθμὸς ἦν αὐτὸς τὴν δύναμιν ἔχων τοῦ κρίνειν, οὐκ ἐχρῆν πολλάκις μὲν ἐν ταῖς περιτταῖς, ὀλιγάκις δἐν ταῖς ἀρτίαις, ἀλλὰ διὰ παντὸς μὲν ἐν ταῖς περιτταῖς, μηδέποτε δἐν ταῖς ἀρτίαις κρίνεσθαι τὰς ὀξείας νόσους. οὐδὲ γὰρ τῆς ζ΄ ἀριθμὸς, τῆς δ΄ αἴτιοι τῆς κρίσεώς εἰσιν, ἀλλὅτι τῆς σελήνης νεωτεροποιούσης καὶ μεταβαλλούσης τὰ περὶ τὴν γῆν συμβέβηκε, καὶ τὰς τῶν κινήσεων περιόδους εἰς τούτους πρώτους ἐξήκειν τοὺς ἀριθμοὺς, εἰκότως ἐν αὐταῖς αἱ προθεσμίαι τῶν ἀλλοιώσεων εὑρίσκονται. οὐ γὰρ ὑπὸ τῶν ἀριθμῶν, ἀλλὑπὸ τῆς σελήνης αἱ μεταβολαὶ τοῖς ἐπιγείοις. τῷ δεἶναι τὸ μεταβάλλον ἐν κινήσει χρόνος ἀναγκαίως ἔζευκται ταῖς μεταβολαῖς, ὥστε ἐξ ἀνάγκης καὶ ἀριθμός. οὔκουν ὅτι θῆλυς μὲν ἄρτιος ἅπας ἀριθμὸς, ἄῤῥην δ περιττὸς, αἱ κρίσεις τῶν ὀξέων ἐν περιτταῖς· οὔτε γὰρ ἁπλῶς ἰσχυρότερος περιττὸς τοῦ ἀρτίου οὔτ’, εἴπερ ἰσχυρότερος, ἤδη θῆλυς ἀσθενέστερος, οὔτ’, εἰ θῆλυς μὲν οὗτος, ἄρσην δ ἕτερος, εὔλογον ἐν μὲν τοῖς ἄῤῥεσιν ἀριθμοῖς τὰς ὀξείας κρίνεσθαι νόσους, ἐν δὲ ταῖς θήλεσι τὰς χρονίας. ἅπαντα γὰρ ὅσα ληροῦσιν ὑπὲρ ἀριθμῶν δυνάμεως οὕτως εὐφώρατον ἔχει τὴν ἀτοπίαν, ὥστε μοί γε πολλάκις θαυμάζειν ἐπῆλθεν, εἰ οὕτως Πυθαγόρας ἐκεῖνος ἅμα τε σοφὸς ἦν ἀνὴρ ἅμα τε τοσοῦτον ᾤετο δύνασθαι τοὺς ἀριθμούς. ἀλλοὐ νῦν καιρὸς ἀντιφλυαρεῖν αὐτοῖς. ἱκανὸν γὰρ εἰς τὰ παρόντα τό τε τὴν σελήνην ἀλλοιοῦν τὰ περίγεια καὶ μάλιστα μὲν καθἑβδομάδα τὰς μεγάλας ἐργάζεσθαι μεταβολὰς, ἐφεξῆς δαὐτῶν κατὰ τετράδα τὰς μικρὰς, ὅτι τε παροξυσμοῦ δεῖται τοὐπίπαν κρίσις, ὅτι τε διὰ τρίτης ἐν τοῖς ὀξέσιν οἱ παροξυσμοί. τούτων γὰρ ὑποκειμένων ἀναγκαῖον ἔσται τὰς ὀξείας· νόσους ἐν περιτταῖς μᾶλλον ἡμέραις κρίνεσθαι. διὰ τοῦτο οὖν τρίτη τε καὶ ε΄ κρίνουσιν εὐλόγως, οὐκ ἐκ τῆς σεληνιακῆς περιόδου λαβοῦσαι τὸ κρίνειν, ἀλλἤτοι τὴν μέλλουσαν ἐν τῇ δ΄ κρίσιν ἀπαντήσεσθαι τῆς τρίτης προλαβούσης τῇ βίᾳ τοῦ παροξυσμοῦ, καὶ νὴ Δία τῆς φύσεως ὑπὸ καμάτου τε ἅμα καὶ τοῦ μὴ βιασθῆναι κατὰ μὲν τὴν δ΄ ἡμέραν ἡσυχίαν ἀγούσης, κινηθείσης δἐπὶ τὴν κρίσιν ἐν τῇ ε΄. φαίνεται γὰρ αὕτη μὲν ὀλίγον ὑστερίζειν τῆς ὄντως κρισίμου, προλαμβάνειν δὀλίγον τρίτη καὶ τὸ κρίνειν ἐσχηκέναι, διότι πλησίον οὖσαι τῆς ὄντως κρισίμου τοὺς παροξυσμοὺς ἐδέξαντο. καὶ γὰρ οὖν καὶ θ΄ τῶν ἡμερῶν ἐν τῷ μέσῳ τεταγμένη δύο κρισίμων, ἑβδόμης τε καὶ ια΄, ἤτοι τὴν οὐ γεγενημένην ἐπὶ τῆς ζ΄ ἡμέρας κρίσιν τὴν ἐπὶ τῆς ια΄ ἐσομένην αὐτὴ σφετερίζεται κρίσιν· σπανιώτερον μὲν τὴν τῆς ζ΄, πολλάκις δὲ τὴν τῆς ια΄. μὲν γὰρ ἰδία τῆς ἑβδόμης ἡμέρας κρίσις οὐκ ἂν εἰς τὴν θ΄ ποτἀφίκοιτο μὴ πολλῶν ἁμαρτηθέντων, δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν, δὲ τῆς ια΄ ἔμπαλιν, ὅταν ἀκριβῶς τε πάντα πραχθῇ καὶ βίαιος τῆς ἐννάτης ἡμέρας γένηται παροξυσμός. ἀπόδειξις δἐναργεστάτη  τοῦ διὰ τὰς σφοδρότητας τῶν παροξυσμῶν τὰς τοιαύτας παρεμπίπτειν ἡμέρας τὸ μηκέθὁμοίως ἐπὶ προηκόντων γίνεσθαι τῶν νοσημάτων· ὡς γὰρ καὶ τὰ τῆς σφοδρότητος, οὕτω καὶ τὰ τοῦ πλήθους ἐκλύεται τῶν παρεμπιπτουσῶν ἡμερῶν. οὕτω δὲ δή τι βίαιον ἔχει σφοδρότης παροξυσμοῦ πρὸς κρίσιν, ὥστἐν ἁπάσαις σχεδόν τι ταῖς ἡμέραις ἔστιν ἰδεῖν κρινόμενα τὰ κατόξεα νοσήματα· τό τε γὰρ πέρας αὐτῶν ζ΄ τῶν ἡμερῶν ἐστι, κρίνειν δή που πεφυκυῖα, καὶ πρὸ ταύτης οὐχ δ΄ μόνον, ἀλλὰ καὶ γ΄ καὶ ε΄ καὶ στ΄, δέχονταί ποτε κρίσεις. ἐζήτηται δ’, ὡς ἐλέγετο, καὶ περὶ τῆς α΄ εἰ κρίνει. λοιπὴ τοίνυν δευτέρα βεβαίως τοῦ κρίνειν ἐκπέπτωκεν. ἔστω δ’, εἰ βούλει, καὶ α΄, ἀλλὰ καὶ τρίτη γε καὶ δ΄ καὶ ε΄ καὶ στ΄ καὶ ζ΄ κρίνουσιν ἅπασαι. καὶ πᾶσαι αἱ μετὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐν τοῖς κατόξεσιν ἡμέραι κρίνουσαι φαίνονται διὰ τὴν σφοδρότητα τῶν παροξυσμῶν. καὶ γὰρ οὖν καὶ στ΄ τῶν ἡμερῶν οὔτἐκ τῶν κατὰ περίοδον οὖσα κρισίμων οὔτἐν ἀριθμῷ περιττῷ, διὰ τοῦτο καὶ αὐτὴ δέχεται κρίσεις παμπόλλας, ὅτι τῆς ὑστάτης τῶν κατοξέων ἐντός ἐστιν. ἅπαντα δὲ τὰ τοιαῦτα δυοῖν θάτερον, σύνοχον ἔχει τὸν πυρετὸν, οὕτω δὀνομάζουσι τὸν ἀπὸ τῆς πρώτης συστάσεως ἄχρι τῆς κρίσεως ὁμότονον, ὡς εἴρηται, χωρὶς αἰσθητῆς παρακμῆς, εἰ καὶ σαφεῖς ἔχει τάς τε παρακμὰς καὶ τοὺς παροξυσμοὺς, οὐ διὰ τρίτης μόνον ἔχει σαφεῖς, ἀλλὰ κᾀν ταῖς μέσαις αὐτῶν, ὥσπερ καὶ ἡμιτριταῖος. μὲν οὖν πρώτη διαφορὰ τῶν κατοξέων οἷον εἷς τίς ἐστι παροξυσμὸς, ὥστοὐδὲν ὅσον γε ἐπὶ τῷ παροξυσμῷ πλεονεκτήσουσιν αἱ περιτταὶ τῶν ἀρτίων, ὁμοίου γε τοῦ πυρετοῦ κατὰ πάσας τὰς ἡμέρας ὑπάρχοντος. δευτέρα δὲ κᾂν διὰ τρίτης ἔχῃ τοὺς μεγάλους παροξυσμοὺς καὶ τὰς οἷον ἀρχὰς τῶν περιόδων, ἀλλ γε μέση τηλικοῦτον καὶ αὐτὴ φέρει πολλάκις ἐν τοῖς κατόξεσι τὸν παροξυσμὸν, ὡς τῶν ἐν ἄλλοις τισὶ νοσήμασι μεγάλων παροξυσμῶν μηδὲν ἀποδεῖν. ὅταν οὖν ἐπείγηται μὲν ὡς ἐπὶ τὴν ἑβδόμην τὸ νόσημα καὶ κατὰ τὸν ἑαυτοῦ λόγον ἐν ταύτῃ κριθήσεσθαι μέλλῃ, τὸ δὲ μέγεθος τοῦ μέσου παροξυσμοῦ καταναγκάσῃ τὴν φύσιν ἐξορμῆσαι πρὸς τὴν κρίσιν, οὐ περιμείνασαν τὸν οἰκεῖον καιρὸν, καί τι προσγένηται τῶν ἔξωθεν ἐρεθιζόντων αὐτὴν, οὕτως κρίσις ἐν τῇ στ΄ προεκρήγνυται. αὕτη μὲν οὖν τοσούτῳ χείρων ἐστὶ τῆς ἐσομένης ἐπὶ τῆς ζ΄ ὅσῳ καὶ φθάνει. χειρίστη δὲ κρίσις ἑκταία καθἕτερον γίνεται τρόπον, ὃν ἐπὶ πλέον μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, ἐκείνης γάρ ἐστι πραγματείας οἰκεῖον ἀγαθὰς καὶ κακὰς διελέσθαι κρίσεις· ἐνταῦθα δὲ πρόκειται μόνον ὑπὲρ τῶν κρινουσῶν ἡμερῶν διελθεῖν. ἀλλἐπειδὴ κατέστην ἅπαξ τὰ περὶ τῆς στ΄ ἡμέρας εἰπεῖν ἅπαντα, καὶ τοῦτἔτι προσθήσω διὰ κεφαλαίων. εἰσβάλλει τινὰ νοσήματα τὴν δευτέραν τῆς πρώτης ἔχοντα βαρυτέραν καὶ τὴν δ΄ τῆς γ΄, καὶ ὅλους τοὺς παροξυσμοὺς ἐν ἀκτίοις, ὄντα μὲν, ὡς ἐν τοῖς περὶ κρίσεων ἀποδειχθήσεται, τῆς τῶν χρονίων φύσεως, φθάνοντα δὡς ὀξέα κρίνεσθαι διὰ σφοδρότητα· ταῦτα καὶ δευτεραίους μὲν ἀναιρεῖ καὶ τεταρταίους, ἑκταίους δὲ πλείστους. ἐπὶ μὲν γὰρ δὴ τῆς δευτέρας ἡμέρας ἰσχύει πως φύσις ἔτι, κατὰ δὲ τὴν δ΄ ἰσχύει μὲν ἔτι κἀπὶ ταύτης μᾶλλον κατὰ τὴν στ΄, ἀλλοὔπω διαγωνίζεσθαι τολμᾷ· κατὰ δὲ τὴν στ΄ σφοδρότης τοῦ παροξυσμοῦ πολλάκις ἐκκαλεῖται μὲν αὐτὴν ἐπὶ τὸν ἀγῶνα. δυοῖν δὲ θάτερον, κατέπεσεν αὐτῇ καὶ κατεσβέσθη πρὶν ἐκκρῖναι τὰ λυποῦντα, τὸ μὲν πλεῖστον αὐτῶν ἐξέκρινε, τὸ λοιπὸν δοὐκ ἔτι ἴσχυσεν, ἀλλὑπἀῤῥωστίας τε καὶ καμάτου τελέως καταπίπτει καὶ κεῖται πάρετος. εἶτεἰ μὲν ἐν τῷ μετὰ ταῦτα χρόνῳ δυνηθείη πως ἑαυτὴν ἀνακτήσασθαι, κατὰ βραχὺ πέττει τὴν νόσον· εἰ δεἴη τὰ λείψανα τῆς νόσου μείζω τοῦ καταὐτὴν τόνου, τοσοῦτον ἐπιβιοῖ χρόνον τοιοῦτος ἄνθρωπος ὅσον ἐξαρκεῖν φύσις ἔτι δύναται, τεθνήξεται δὲ μετὰ ταῦτα. περὶ μὲν δὴ τῶν παρεμπιπτουσῶν ἡμερῶν αὐτάρκως εἴρηται.
§9–13
§9 Διὰ τί δἄμφω κρίνουσιν, τε εἰκοστὴ καὶ εἰκοστὴ πρώτη, πολὺ δὲ μᾶλλον εἰκοστή; πρῶτον μὲν ὅτι χρόνιον ἤδη τὸ τοιοῦτον νόσημα καὶ τοὺς παροξυσμοὺς αἱ ἀρτίαι λαμβάνουσιν, εἶθὅτι καὶ ἑβδομὰς οὐκ ἔστιν ὁλοκλήρων ἡμερῶν ἑπτὰ, καθότι καὶ πρόσθεν εἴρηται, καὶ τοῦτο ἠπίστατο καὶ Ἱπποκράτης. εἰπὼν γὰρ ἐν τῷ προγνωστικῷ· αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ προσθέσιος ἀφικνέονται· μετὰ ταῦτα ἐπήνεγκεν· οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τούτων ἀτρεκέως ἀριθμέεσθαι. οὐδὲ γὰρ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. ὡς οὖν ἐνιαυτὸς μὲν ἐπὶ ταῖς τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις ἐπικείμενον ἔχει μόριον ἡμέρας μεῖζον τέταρτον, τε μὴν ἥμισυ τῆς μιᾶς ἡμέρας ἀπολείπεται τοῦ τριακονθήμερος ὑπάρχειν, οὕτως καὶ ἑβδομὰς ἕκτῳ μάλιστα μέρει μιᾶς ἡμέρας ἀπολείπεται τὸ τέλεον ὑπάρχειν ἡμερῶν ἑπτά. συμβαίνει τοιγαροῦν οὐ μιᾶς καὶ εἴκοσιν ἡμερῶν γίνεσθαι τὰς τρεῖς ἑβδομάδας ὁλοκλήρων, ἀλλὰ ἀπολείπεσθαι σχεδὸν ὅλῳ τῷ ἡμίσει μέρει τῆς μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἐπαμφοτερίζειν τὸν ἀριθμὸν, οὐ μᾶλλόν τι τῶν εἴκοσιν ἐγγὺς τῶν ἑνὸς καὶ εἴκοσιν ὑπάρχοντα. τῆς γὰρ ὅλης σεληνιακῆς περιόδου ἑπτὰ καὶ εἴκοσι ἡμερῶν οὔσης καὶ προσέτι τρίτου μέρους μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἑκάστης ἑβδομάδος ἑπτὰ γινομένης ἡμερῶν ἀπολιπουσῶν ἕκτον, αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσι καὶ ἡμισείας ἔσονται. πλησίον οὖν ὑπάρχουσαν αὐτῇ τὴν ἀκριβῇ περίοδον εἰκοστὴ σφετερίζεται τῷ χρονίζειν ἤδη τὰ τοιαῦτα νοσήματα καὶ τοὺς παροξυσμοὺς ἐν ἀρτίαις ἴσχειν. ὧν  δἐν περιτταῖς οἱ παροξυσμοὶ, τούτων καὶ αἱ κρίσεις εἰς τὴν εἰκοστὴν πρώτην· ἐμπίπτουσιν. ἐπεὶ δοὐ μόνον περίοδος τῆς σελήνης, ἀλλὰ καὶ μηνιαῖος χρόνος τῆς φάσεως ἔχει τινὰ δύναμιν, ὡς ἐλέγομεν, αὕτη μὲν γὰρ κατὰ τὸν ζωδιακὸν περίοδος οἰκειοτάτη ἐστὶ ταῖς ἰδίαις ἀρχαῖς ἑκάστου τῶν πραγμάτων, δαὖ μηνιαῖος χρόνος τῆς φάσεως ἀλλοιῶν τὸν περίγειον ἀέρα κοινῇ πᾶσιν ἡμῖν διαφέρει, ἐδείχθη δὲ καὶ οὗτος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ὡς ἔγγιστα δεόντως, διὰ τοῦτεἰκότως ἑβδομὰς ἔτι μικροτέρα γενήσεται τῆς ἔμπροσθεν εἰρημένης. εἴτε γὰρ ἀπὸ τῶν τριάκοντα βουληθείης ἀφελεῖν τὰς τρεῖς ἐκείνας ἡμέρας τὰς περὶ σύνοδον, ἐν αἷς ἔτἄκριτον ἦν τὸ περιέχον, εἴτἀπὸ τῶν κθ΄ καὶ ἡμισείας, λοιπὸς χρόνος, ἐν σαφὲς ἔχει φῶς σελήνη, κατὰ μὲν τὸν πρότερον ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν γενήσεται, κατὰ δὲ τὸν δεύτερον εἴκοσι καὶ ἓξ καὶ ἡμισείας. ἐπεὶ τοίνυν ἀλλοιώσεις ἔφαμεν γίνεσθαι τοῖς σώμασιν ἡμῶν τὰς μὲν ἰδίας, τὰς δὲ κοινὰς, ἰδίας μὲν ὡς πρὸς τὰς ἰδίας ἀρχὰς, κοινὰς δὲ τῷ συναπολαύειν τοῦ περιέχοντος, εἰς ταὐτὸν δὲ συμβαίνειν ἑκατέρας τῆς σελήνης τὰς περιόδους καὶ βραχεῖ τινι λείπεσθαι τὰς κοινὰς τῶν ἰδίων, ἀφαιρεθήσεται δή τι καὶ κατὰ τοῦτο τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ. συνεπιμιγνυμένης γὰρ τῆς κοινῆς τῇ ἰδίᾳ καὶ οὔσης ὀλιγοχρονιωτέρας, ἀνάγκη καὶ κατὰ τοῦτο παραθραύεσθαί τι τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ καὶ οἷον ἐν μεθορίῳ γίγνεσθαί τινι τοῦ κοινοῦ καὶ τοῦ ἰδίου. καλῶ δἴδιον μὲν τὸν ἐκ τῆς ζωδιακῆς περιόδου γινόμενον, ἑκάστῳ γὰρ ἡμῶν αὐτὸς διαφέρει, κοινὸν δὲ τὸν ἐκ τῆς μηνιαίας, ὃν ὀλίγον ἔμπροσθεν ἔδειξα μηδὅλως ὑπάρχειν ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν. ἐὰν γὰρ ἀπὸ μὲν τοῦ μηνιαίου χρόνου τοῦ ἀκριβοῦς, ὃς ἀπολείπεσθαι τῶν τριάκονθἡμερῶν ἡμίσει μάλιστα μιᾶς ἡμέρας ἐλέγετο τὰς τρεῖς ἀφέλῃς ἡμέρας τὰς περὶ σύνοδον, αἱ λοιπαὶ δηλονότι τῶν ἑπτὰ καὶ εἴκοσι ἡμερῶν ἔσονται μείους ἥμισυ τῆς μιᾶς ἡμέρας. ἀλλοὗτος οὖν χρόνος διαιρούμενος εἰς τὰς ἑβδομάδας, οὐχ σύμπας μηνιαῖος. ὥσθ κοινὸς χρόνος τῆς ἑβδομάδος, τὸ περιέχον ἀλλοιῶν, ἐλάττων ἔσται τοῦ καθἕκαστον ἰδίου. δύνασθαι δὲ καὶ οὗτος ἐλέγετο καὶ διὰ τοῦτο παραθραύειν τι τοῦ χρόνου τῆς ἑτέρας ἑβδομάδος, ὥσθ μέσος ἀμφοῖν οἷον μικτὸς ἐξ αὐτῶν ἐπὶ πλέον ἀφαιρήσει τῆς ἑβδομάδος ἕκτου μέρους. τὸ μὲν οὖν ἀκριβὲς τῆς μίξεως τῆς ἀφαιρέσεως θεὸς οἶδεν· ὅσον δὲ ἀνθρωπίνῳ στοχασμῷ συμβάλλειν ἐγχωρεῖ, πιθανώτερόν ἐστι μέσον ἀμφοῖν ποιῆσαι τῶν περιόδων τὸν ἐξ ἀμφοῖν κοινόν. ἐπεὶ τοίνυν μὲν τῆς φάσεώς ἐστι τῆς ἐναργοῦς καὶ δραστηρίου χρόνος εἴκοσιν ἓξ ἡμερῶν καὶ ἡμισείας, δὲ τῆς ζωδιακῆς περιόδου εἰκοστὸν καὶ ἕβδομον καὶ τρίτον, δῆλον ὡς μέσος αὐτῶν κ΄ καὶ στ΄ ἡμερῶν ἔσται καὶ προσέτι μάλιστα μορίου μιᾶς ἡμέρας ἡμίσεος τρίτον καὶ ιβ΄. συνθεὶς γὰρ ἀμφοτέρους τοὺς χρόνους, εἰ τὸ ἥμισυ λάβοις, εὑρήσεις τὸ μέσον. ἀλλοὗτος χρόνος μέσος ἀπολείπεται τῶν ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν δωδεκάτῳ μάλιστα μέρει μιᾶς ἡμέρας. εἰ μέντοι τέμοις αὐτὸν εἰς τέτταρα, τὸν ἀκριβῆ χρόνον εὑρήσεις τῆς ἑβδομάδος οὐχ ἕκτῳ μόνον μιᾶς ἡμέρας ἀπολειπόμενον, ἀλλἔτι πλέον. λαμβανέσθω γὰρ τῶν κστ΄ καὶ ἡμίσεος τρίτον, ιβ΄ τὸ τετάρτου μέρος, ἔσται δὲ χρόνος ἡμερῶν στ΄ ἡμίσεος πέμπτον καὶ προσέτι μορίων ἄλλων ἐπικειμένων μικροτέρων, ἅπερ ἐστὶν ἑξήκοντα πρῶτα καὶ ἑκατοστὰ εἰκοστά· τὰ δεύτερα διακόσια δὴ καὶ τεσσαράκοντα. δαὐτὸς χρόνος καὶ οὗτος ἂν λέγοιτο ἡμερῶν ἓξ καὶ ἡμίσεος καὶ ἕκτου καὶ εἰκοστοῦ τετάρτου καὶ τεσσαρακοστοῦ ὀγδόου. δὲ τηλικοῦτος χρόνος ἀπολείπεται τοῦ τῶν ἑπτὰ ἡμερῶν τετάρτῳ μέρει μιᾶς ἡμέρας καὶ ἔτι πρὸς τὸν ἀκριβῆ λόγον ἑξήκοντά τε καὶ ἑκατοστὰ εἰκοστὰ καὶ σμ΄, καὶ τούτων οὕτως ἐχόντων αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσιν ἔσονται καὶ προσέτι μορίου τινὸς ἡμέρας α΄ ἕκτου, ὥστε καὶ κατὰ τοῦτον τὸν τρόπον ἀκριβολογουμένοις ὀλίγον ὑπερβάλλει τῆς εἰκοστῆς ἡμέρας τῶν τριῶν ἑβδομάδων ἀριθμὸς, καὶ ταύτης ἔσται πολὺ μᾶλλον τῆς εἰκοστῆς πρώτης οἰκεῖος. ἐμοὶ μὲν δέδεικται κατά τε τὸ ἀληθὲς αὐτὸ καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθμεῖσθαι δύναται, τουτέστιν ἀπηκριβωμένως τε καὶ ἀπηρτυσμένως, οὔθ ἑβδομὰς οὔθ τετρὰς οὔθ μὴν οὔθ ἐνιαυτὸς, οὔτἄλλο τῶν ἁπάντων οὐδέν.
§10 Ὅστις δὲ τῇ τῶν λόγων ἀκριβείᾳ δυσχεραίνει, τοῦτον οὐδεὶς ἀναγκάζει μανθάνειν αὐτοὺς, ἀλλἀρκεῖ τὸ πρῶτον αὐτῷ τῆσδε τῆς πραγματείας ὑπόμνημα. εἰ δὲ μὴ πάνυ τις ἀργὸς εἴη, προστιθέτω μὲν καὶ τὸ δεύτερον, ἀπεχέσθω δὲ τοῦ τρίτου. ἡμεῖς γὰρ ταῦτα καὶ αὐτοὶ γινώσκομεν, ὀλίγοις παντελῶς γεγραφότες, οὐδὲ τούτοις γε ἑκόντες. ἀλλἴσασι γὰρ θεοὶ καὶ καλείσθωσαν μάρτυρες, ὅτι πολλὰ βιασθέντες ὑπό τινων ἑταίρων ἠναγκάσθημεν αὐτοῖς γράψαι ταῦτα.
§11 Μωροί τἄν εἴημεν, εἰ δημόσιον ἄκουσμα νομίζοιμεν εἶναι λόγον τοιοῦτον. ὅτι γὰρ τοῖς πολλοῖς ἀκούειν ἥδιον ἀμήτορα μὲν τὴν μονάδα, τολμᾷν δὲ τὴν δυάδα καὶ καθἕτερον τρόπον ἰδέαν μὲν τὴν μονάδα, τὴν δυάδα δὲ ὕλην ἄπειρον, εἶθἑξῆς τὴν τριάδα πεπερασμένην ἁρμονίαν, τέλειον ἀριθμὸν καὶ α΄, στερεὸν, ἐπίπεδον. τι γὰρ ἂν αὐτοῖς δόξῃ λέγουσιν ἄλλοι ἄλλο, καὶ Ἀθηνᾶν γε τινὰ καλοῦσιν ἀριθμὸν, ἕτερον δἌρτεμιν, Ἀπόλλωνα δἄλλον. ὥσπερ οὖν οὐκ ἀγνοοῦμεν, οὕτως οὐδὲ λέγειν ὑπομένομεν, οὐδεμίαν ἐπιστημονικὴν ἀπόδειξιν ἐπάγειν τοῖς λόγοις αὐτῶν δυνάμενοι. καὶ τοῖς γε φίλοις ἐδείξαμεν ἔργῳ πολλάκις ὡς ταῖς τοιαύταις τις χρώμενος ψυχρολογίαις, εἴτἐπαινεῖν ὁντιναοῦν ἀριθμὸν, εἴτε καὶ ψέγειν βούλοιτο, πρόχειρον αὐτῷ. κινδυνεύουσι γὰρ εἰς τοσοῦτον ἥκειν ἠλιθιότητος οἱ τὰ τοιαῦτα ληροῦντες ὡς ἐπειδὰν περὶ τῆς ἑβδομάδος, περί τινος ἄλλου λέγωσιν, οὐκ ἀρκεῖσθαι μόνοις τοῖς τοιούτοις ψυχρεύμασιν, ὥστε Πλειάδες ἑπτὰ καὶ τῶν ἄρκτων ἑπτάστερος ἑκατέρα, καὶ γὰρ καὶ ὀνομάζουσιν οὕτως, ἀλλὰ καὶ τῶν ἑπταπύλων Θηβῶν μνημονεύουσι καὶ δηλονότι τῶν ἐπὶ Θήβαις ἑπτά. καίτοι τί πρὸς ἔπος, εἰ Πλειάδες ἑπτὰ, Δίωνα πλευριτικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν ἐνναταῖος, ἄλλοτε δὲ δεκαταῖος ἐκρίθη. τί δὅμοιον, εἰ ἑπτὰ Νείλου στόματα, Θέωνα περιπνευμονικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν τεταρταῖος, ἄλλοτε δὲ πεμπταῖος ἐκρίθη. ἀλλὥσπερ κᾀν τοῖς ἄλλοις ἅπασι διττὴ τῶν φαύλων ἁπάντων ἐστὶν φύσις, ὑπερβολή  τε καὶ ἔλλειψις, οὕτω κᾀνταῦθα. τινὲς μὲν ὅλως μισοῦσι καὶ τοὺς τἀληθῆ λέγειν ὑπὲρ ἑβδομάδος ἐπιχειροῦντας, ἐσχάτως ὄντες μισόλογοι τινὲς δὲ εἰς τοσαύτην ἐμπίπτουσι φλυαρίαν, ὡς καὶ τῶν μηδὲν προσηκόντων μνημονεύειν. ἑκατέρα, φασὶ, τῶν ἄρκτων ἀστέρων ἐστὶν ἑπτά. πρῶτον οὐκ ἀληθὲς, ἀλλὰ καὶ τοῦτἐσχάτην αὐτῶν ἀμαθίαν κατηγορεῖ. κείσθω γοῦν ἀληθές. ἀλλοὔθ Βοώτης οὔθ διαὐτῶν τῶν ἄρκτων δράκων ἀστέρων ἐστὶν ἑπτά. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔθ στεφανὸς οὔθ ἐγγόνασις οὔθ ὀφιοῦχος οὔτε καρκίνος, λέγω, οὔθὅλως οὐδὲν τῶν ιβ΄ ζωδίων, ἐν οἷς οἱ πλανῆται φέρονται. καίτοι ὅτι τὰ τῇδε κοσμοῦσιν οἵδε καὶ διατάττουσιν, οὐ τοῖς ἀστρονόμοις μόνον, ἀλλὰ καὶ τοῖς ἀρίστοις ἅπασιν ὡμολόγηται φιλοσόφοις. οὔτοὖν τοὺς φλυαροῦντας ἀποδέχεσθαι χρὴ, καὶ τοὺς ἀποδιδράσκοντας ἀεὶ τοιαύτην θεωρίαν μὴ προσαναγκάζειν.
§12 Ἐμοὶ δοὖν αὐτὸ τὸ ἀληθὲς εἰς ὅσον ἀνθρώπῳ δυνατὸν εὑρῆσθαι νομίζω, γιγνωσκόμενον μέν που καὶ πρόσθεν Ἱπποκράτει, καθότι διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξατο, ῥαθυμίᾳ δὲ τῇ τῶν πολλῶν σιωπηθέν. ἐγὼ δοὔτἄλλο τι παρἹπποκράτους μάτην εὑρίσκω γεγραμμένον, οὔθὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθμεῖσθαι δύναται, καὶ λαβὼν ἀρχὴν ὁμολογουμένην οὐκ ἀστρονόμοις μόνον, φυσικοῖς φιλοσόφοις, ἀλλὰ καὶ γεωργοῖς καὶ ναύταις καὶ πᾶσιν ἀνθρώποις, ὡς σελήνη τὸν περίγειον ἐπιτροπεύει τόπον, οἷον ὕπαρχός τις οὖσα μεγάλου βασιλέως τοῦ ἡλίου, ταῖς ταύτης περιόδοις ἐπέδειξα τὰς κρινούσας ἡμέρας ἑπομένας· ἐπέδειξα δὲ καὶ τῶν παρεμπιπτουσῶν ἡμερῶν τὰς αἰτίας καὶ διὰ τί τὰς τρεῖς ἑβδομάδας οὐκ εἰς τὴν κα΄, ἀλλεἰς τὴν κ΄ μᾶλλον Ἱπποκράτης ἀξιοῖ περιάγεσθαι. τούτων δἀποδεδειγμένων οὐδὲν ἔτι χαλεπὸν εὑρεῖν οὐδὲ διὰ τί τὴν μὲν πρώτην ἑβδομάδα τῆς δευτέρας διαζεύγνυσι, συνάπτει δὲ ταύτην τῇ τρίτῃ, οὔτε γὰρ τὴν δευτέραν τῇ πρώτῃ συνάπτειν εὔλογον ἦν, εἰς τὴν ιδ΄ ἀφικνουμένης τῆς κρίσεως, οὔτε τὴν τρίτην τῇ δευτέρᾳ διαζευγνύναι τῆς κ΄ μᾶλλον τῆς κα΄ ἐκδεχομένης τὰς κρίσεις. ἐπεὶ δὲ τῶν ἑβδομάδων αὐτῶν αἱ δύο μόναι πρῶται διαζεύγνυνται, συνάπτεται δ τρίτη, δῆλον ὡς καὶ τῶν τετράδων ἔνιαι μὲν ἐξ ἀνάγκης συναφθήσονται, διαζευχθήσονται δἕτεραι. μὲν οὖν δευτέρα τετρὰς καὶ πρώτη συναφθήσονται, διότι μιᾶς ἑβδομάδος τῆς πρώτης διχῇ τμηθείσης ἑκατέρα μόριον ἐστιν. δὲ τρίτη τῆς δευτέρας διαζευχθήσεται, διότι καὶ ἑβδομὰς δευτέρα τῆς πρώτης διεζεύγνυτο. συναφθήσεται δὲ τρίτη τῇ τετάρτῃ, διότι τῆς δευτέρας ἑβδομάδος ἑκατέρα μόριόν ἐστιν. αὕτη δοὖν πάλιν τετάρτη τῇ ε΄ συναφθήσεται διὰ τὴν τρίτην ἑβδομάδα συναφθεῖσαν τῇ δευτέρᾳ. συναφθήσεται δὲ καὶ στ΄ τετρὰς τῇ ε΄ κατὰ τὴν ιζ΄ ἡμέραν, ὡς ἂν τῆς τρίτης ἑβδομάδος ἑκατέρα μέρος ὑπάρχουσα.
§13 Εἰς μὲν οὖν τὸ καλῶς διαιτῆσαι χρησιμώτατόν ἐστι προγνῶναι τὸν χρόνον τῆς κρίσεως. εἴτε δὀξὺ χρὴ καλεῖν, εἴτε χρόνιον, εἴτἄλλως πως ὀνομάζειν τόδε τὸ νόσημα, τὸ κατὰ τὴν κ΄ ἡμέραν, εἰ οὕτως ἔτυχε, κριθησόμενον, οὐδὲν ὠφελεῖ τὸν κάμνοντα. δύναται γάρ τις, μηδὲν φθεγξάμενος, ἀλλὰ μηδὲ νοήσας ὅλως τι ποτὲ χρὴ καλεῖν αὐτὸ, καλῶς διαιτῆσαι τὸν νοσοῦντα, μηδέν γε τῶν ἄλλων παραλιπὼν πρὸς τοῦτο διαφέρει. τὸ μὲν ἀληθὲς ἅμα καὶ χρήσιμον εἴρηταί μοι, τὸ δὲ τοῦ σοφιστικοῦ λήρου περαινέσθω, μετὰ ταῦτα δεικνύντων ἡμῶν κᾀνταῦθα, πόσον ἀγνοοῦσι τοῦ προσήκοντος οἱ πλεῖστοι τῶν ἰατρῶν. οἴονται γὰρ ὀξὺ μὲν καλεῖσθαι νόσημα τὸ ταχέως κρινόμενον, ἐναντίον δὑπάρχειν αὐτοῦ τὸ χρόνιον. ἔχει δοὐχ οὕτω τἀληθὲς, ἀλλἔστι γάρ τι νόσημα βραχυχρόνιον μὲν, οὐ πάντως δὀξύ. καὶ τούτῳ μὲν ἐναντίον ἐστὶ τὸ χρόνιον, πολυχρόνιον, ὅπως ἄν τις ἑτέρως ἐθέλῃ καλεῖν αὐτό. τῷ δὀξεῖ φύσις ἑτέρα νοσήματος ἀντίκειται, οὐδὲν ἴδιον ὄνομα κεκτημένη. καὶ τοῦτεἰκότως ἐγένετο· τοῦ γὰρ ὀξέως νοσήματος, ὡς μὲν Ἀρχιγένης ὑπεγράφετο, τοῦ διὰ συντόμως κινδυνώδους· ὡς δἹπποκράτης ἔλεγε, τοῦ μετὰ πυρετοῦ συνεχοῦς γιγνομένου, συμβεβηκὸς ἐξ ἀνάγκης ἔσται τὸ ταχέως κρίνεσθαι. κατὰ μὲν γὰρ τὸ τῆς κινήσεως εἶδος ὀξὺ προσηγόρευται, παύσασθαι δἀναγκαῖον αὐτὸ διὰ ταχέων, ὡς ἂν ἐπειγομένῳ πρὸς τὴν οἰκείαν τελευτήν. αὐτὸ γὰρ τοῦτἔστι τὸ ταχέως κινεῖσθαι, τὸ συῤῥεῖν ἐπὶ τὸ πέρας. ἔσται δὴ πάντως βραχυχρόνιον μὲν κατἄλλο μέν τι καὶ ἄλλο τῶν ἐν αὐτῷ, τό τὀξὺ καὶ τὸ βραχυχρόνιον εἰρήσεται. διὰ μὲν γὰρ τὸ τῆς κινήσεως ἠπειγμένον ὀξὺ, διότι δοὐχ οἷόν τε χρονίζειν αὐτῷ ταχέως κινουμένῳ, βραχυχρόνιον ὀνομασθήσεται. φύσις δἄλλη νοσήματος αὐτῷ παράκειται βραχυχρονίου. πολλοὶ γὰρ τῶν ἐφημέρων πυρετῶν διά τινα ψύξιν, ἔγκαυσιν ἐπιπόλαιον, κάματον βραχὺν, ἀγρυπνίαν, λύπην, μέθην, θυμὸν, τι τοιοῦτον, ἐγένοντο μικροί τε ἅμα καὶ βραχεῖς καὶ τελέως ἀκίνδυνοι, καὶ τούτους οὐδεὶς οὔτε ἰδιώτης οὔτε ἰατρὸς ὀξὺ νόσημα καλεῖν εἴθισται. τὸ μὲν οὖν ὀξὺ τοῦ βραχυχρονίου σαφῶς ἐν αὐτοῖς τούτοις διακέκριται, τὸ δὲ βραδὺ τῷ πολυχρονίῳ συνεχύθη, καίτοι γοὐ τὴν αὐτὴν ἔχον ἔννοιαν, εἴ γε τὸ μὲν ὀξὺ τῷ βραδεῖ, τὸ δὀλιγοχρόνιον τῷ πολυχρονίῳ κατἀντίθεσιν εἴρηται. πᾶν μὲν οὖν ὀξὺ πάντως ὀλιγοχρόνιον, καὶ πᾶν χρόνιον ἐξ ἀνάγκης βραχὺ, οὐ μὴν οὔτεἰ βραχυχρόνιον, ὀξὺ πάντως, οὐδεἰ βραδὺ, πολυχρόνιον. ἐξ οὖν τῆς τοιαύτης ὑπαλλάξεως, οὐ πάνυ τι σαφοῦς ὑπαρχούσης τοῖς πλείστοις τῶν ἰατρῶν, οὐ μόνον αἱ προσηγορίαι συνεχύθησαν, ἀλλὰ καὶ τῶν πραγμάτων αὐτῶν αἱ διαγνώσεις.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up