Book 2
§1.1–1.4
§1.1 Ὅσοι μὲν ἔγραψαν ἄνευ διορισμοῦ κεφαλαλγίας βοηθήματα, πλείονα βλάβην ὠφέλειαν εἰργάσαντο τοῖς πιστεύσασιν. οὐ γὰρ ἐπὶ μιᾷ διαθέσει πάντες ἀλγοῦσι κεφαλὴν, ἀλλαὗταί τε πλείους εἰσὶν αἱ διαθέσεις, τε ἴασις ἑκάστης αὐτῶν ἰδία. μία μὲν γὰρ διάθεσίς ἐστι κατὰ δυσκρασίαν ἁπλῆν ἄνευ χυμῶν, ἑτέρα δὲ ἐπὶ τῇ τούτων ποιότητι, καθάπερ γε καὶ τρίτη τις ἄλλη διὰ τὸ πλῆθος αὐτῶν μόνον γιγνομένη καὶ πρὸς αὐταῖς, ὅταν ἐμφράξωσιν οὗτοι τὰς διεξόδους τῶν ὑγρῶν τε καὶ τῶν ἀτμῶν καὶ πρὸς ταύταις ἄλλη. ὅταν διἀσθένειαν ἔν τισι τῶν κατὰ τὴν κεφαλὴν μορίων πνεῦμα φυσῶδες ἐγγεννηθῇ, ἔσθὅτε καὶ διὰ προκαταρκτικήν τινα αἰτίαν, οἷον ἔγκαυσιν ἔξωθεν ψύξιν μέθην πληγήν. σφοδρόταται μὲν οὖν κεφαλαλγίαι γίγνονται κατὰ θερμότητα καὶ ψυχρότητα καὶ μάλισθὅταν ἀνώμαλοι τύχωσιν, μέτριαι δὲ αἱ κατὰ ξηρότητα. ταῖς δὲ ὑγρότησιν οὐδεὶς ἕπεται πόνος. ὡσαύτως δὲ κᾂν ἐπὶ χυμοῖς πλεονάσασιν, ἤτοι κατὰ πάντα τὰ μόρια τῆς κεφαλῆς καθἓν ὁτιοῦν δύο συμβαίνει τὸ ἄλγημα. σφοδρότερον μὲν ἐγγίνεται διὰ τοὺς θερμούς τε καὶ ψυχροὺς, μέτριον δὲ ἐπὶ τοῖς ξηραίνουσιν ἄνευ θερμότητος ψύξεως ἐπιφανοῦς. οἱ δὲ ὑγραίνοντες ἀνώδυνοι τελέως εἰσὶν, ὅσον ἐπὶ τῇ ποιότητι· διὰ γάρ τοι τὸ πλῆθος ὀργανικὰ νοσήματα ποιοῦσιν, οὔτι τῶν ὁμοιομερῶν, ἐφὧν μόνων αἱ κατὰ δυσκρασίαν ἁπλῆν γίγνονται διαθέσεις. αἱ δὲ διὰ πλῆθος ἄνευ μὲν ἐμφράξεως βαρύνουσι τὴν κεφαλὴν, σὺν ἐμφράξει δὲ μετρίως μὲν ὀδυνώδεις ἐπὶ ταῖς μετρίαις ἐμφράξεσιν, ἰσχυρῶς δὲ ἐπὶ ταῖς ἰσχυραῖς συμβαίνουσιν. ἐὰν δὲ καὶ δακνώδη ποιότητα τὸ πλῆθος ἔχει τοῦ χυμοῦ, καὶ κατὰ τοῦτο τὴν ὀδύνην αὐξήσει. αὗται μὲν αἱ διαφοραὶ τῶν διαθέσεων, ὅσον ἐπὶ τοῖς ποιοῦσιν αἰτίοις, ἕτεραι δὲ παρὰ τὴν τῶν πασχόντων μορίων φύσιν. ἐνίοτε μὲν γὰρ ἔξωθεν τοῦ κρανίου τὸ πάθος ἐστὶν, ἐνίοτε δὲ ἐντὸς, καὶ ποτὲ μὲν ἁπάντων τῶν ἐκτὸς τῶν ἐντός ἐστιν, ἐνίοτε δὲ οὐ πάντων, ἀλλἑνὸς γένους σωμάτων ἀρτηριώδους φλεβώδους νευρώδους ὑμενώδους τοῦ δέρματος αὐτοῦ τοῦ ἐγκεφάλου. δυσκολώτατον οὖν ἐστι τὸ διαγνῶναι τὸν πεπονθότα τόπον, εἴτε εἷς ἐστιν εἴτε πλείους ὑπάρχουσιν ἑνὸς, τινες οὗτοι τυγχάνουσιν ὄντες, οὐ μὴν οὐδὲ τὴν διάθεσιν εὑρεῖν ἕτοιμον, ἀλλὰ καὶ τοῦτο γεγυμνασμένου δεῖται, κατά γε τὴν διὰ τοῦ λόγου γυμνασίαν, ἱστορίαν τε πολλὴν καὶ συνεχῆ τῆς τῶν καμνόντων διαθέσεως. ἰδιότητες γὰρ ἔνιαι μὲν ἄῤῥητοι παντάπασιν, ἔνιαι δὲ δύσρητοι γίγνονται περὶ τὰ κάμνοντα σώματα, μόνοις τοῖς πολλάκις ἑωρακόσι γνώριμοι. συνενδείκνυνται δὲ τὴν διάθεσιν οὐ μικρῶς ἔνια τῶν προκαταρξάντων αἰτίων, καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ἰδίως προκαταρκτικὰ, καθάπερ ὅταν ἐναργὴς αἴσθησίς τε καὶ βλάβη τοῖς κάμνουσιν αὐτοῖς ἐγκαύσεως ψύξεως γένηται. καὶ ῥᾷστόν γε τὰς διαθέσεις ταύτας ἰᾶσθαι προσφάτους, καὶ καλῶς ἀπαὐτῶν ἤρξαντο τῶν ἰατρῶν ὅσοι μετὰ διορισμῶν ἔγραψαν τὰ βοηθήματα. πολλὰ μὲν οὖν τοῖς ἀρχαιοτέροις ἁπλᾶ τε καὶ σύνθετα φάρμακα γέγραπται τῶν τοιούτων διαθέσεων, ἐμοὶ δὲ κᾀνταῦθα τὰ τῶν νεωτέρων εἰπεῖν ἀρκέσει, τά τε τοῖς πρεσβυτέροις εὑρημένα γεγραφότων, αὐτῶν τε προστεθεικότων ἕτερα. τὸν μὲν γὰρ καθόλου τῆς ἰάσεως σκοπὸν ἑκάστου τῶν παθῶν λόγος ἡμᾶς διδάσκει, τὰς δὲ τῆς ὕλης δυνάμεις πεῖρα. διὰ ταύτην οὖν αὐξάνεται τὸ πλῆθος τῶν βοηθημάτων ἐπὶ προήκοντι τῷ χρόνῳ καὶ ἤδη καιρὸς ἥκει τῷ λόγῳ τὰ καθἑκάστην διάθεσιν οἰκεῖα βοηθήματα γράφειν, τὴν ἀρχὴν ἀπὸ τῶν κατὰ μόνος τὰς ποιότητας ἐξισταμένων τοῦ κατὰ φύσιν ἑκάστου μορίου ποιησαμένῳ.
§1.2 [Τὰ ὑπἈπολλωνίου γεγραμμένα περὶ κεφαλαλγίας τῆς διἔγκαυσιν.] Ἀπολλώνιος μὲν οὖν ἐν τῷ πρώτῳ τῶν εὐπορίστων οὕτως ἔγραψε πρὸς κεφαλαλγίαν τὴν διἔγκαυσιν. ῥοδίνῳ διάβρεχε συνεχῶς τὴν κεφαλὴν καὶ ἔριον καὶ ῥάκος εἰς ῥόδινον ἀποβάπτων ἐπιτίθει. ἄλλο. ναρκισσίνῳ μύρῳ ὡσαύτως χρῶ. ἄλλο. μηλίνῳ μύρῳ χρῶ παραπλησίως. ἄλλο. συκαμίνου χυλῷ διὀθονίου ἐκτεθλιμμένῳ καὶ ῥοδίνῳ ἴσῳ χρῶ. ἄλλο. ἀνδράχνης φύλλα κόψας καὶ καθαὑτὰ καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. κυπάρισσον ἁπαλὴν λείαν καὶ καθἑαυτὴν καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. στρύχνον καὶ καθἑαυτὸ καὶ μετὰ παιπάλης ἀλφίτων κατάπλασσε. ἄλλο. σήσαμον τρίψας καὶ ῥόδινον παραστάξας ἐπιτίθει. ἄλλο. ἀμπέλου φύλλα ἑψήσας λεῖα ἐν μελικράτῳ λεάνας ἐπιτίθει. ἄλλο. φύλλα κίκεως συγκόψας καὶ ἐμβαλὼν εἰς ὕδατος ὅσον  ὀκτὼ κοτύλας καὶ ἐξαιθριάσας, τούτῳ τὴν κεφαλὴν κατάντλει καὶ μετὰ ταῦτα κατάπλασσε τοῖς πρὸς ταῦτα ἀναγεγραμμένοις. ἄλλο. κονύζης εὐώδους ἐμβαλὼν ὅσον δεσμὸν ἑκκαίδεκα δακτύλων εἰς ὕδατος ὅσον κοτύλας η΄. ἐξαιθριάσας κατάντλει πρᾳέως. χρηστέον δὑποστολῇ τροφῆς καὶ κοιλίας κενώσει καὶ ὕπνῳ καὶ ἡσυχίᾳ, φυλακτέον δὲ μάλιστα προσφορὰν οἴνου καὶ ἥλιον καὶ λουτρόν. ἔτι δὲ πυρίαν καὶ κραυγὴν καὶ διάτασιν καὶ πᾶσαν ταραχὴν διανοίας καὶ ἔκστασιν καὶ ἐν εὐπνοίᾳ διατριπτέον.
§1.3 [Πρὸς κεφαλαλγίαν τὴν διὰ κατάψυξιν.] Ἰρίνῳ μύρῳ θερμῷ τὴν κεφαλὴν κατάβρεχε, χρῶ δὲ καὶ ἐρίοις καὶ ῥάκεσιν εἰς αὐτὸ ἀποβεβρεγμένοις. ἄλλο. δαφνίνῳ μύρῳ ὡσαύτως. ἄλλο. ἀλεύρῳ ἑφθῷ μετὰ μελικράτου χρῶ. ἄλλο. δάφνης φύλλα ἁπαλὰ μετὰ ἰρίνου μύρου τετριμμένα εἰς τὴν κεφαλὴν ἔγχει. ἄλλο. σαμψύχῳ λείᾳ μετοἴνου ῥοδίνου παραπλησίως χρῶ. ἄλλο. κύπερον κόψας καὶ χηνείῳ μίξας στέατι τὴν κεφαλὴν κατάχριε. ἄλλο. ἐλάφειον κέρας κατακαύσας καὶ λαβὼν ὅσον ὀξύβαφον, οἶνον εὐώδη μίξας διπλασίονα καὶ τρίψας κατάχριε. ἄλλο. ἁρμόσει δὲ καὶ πυρία διὰ σπόγγων εἰς θερμὸν ὕδωρ ἀποβεβρεγμένων καὶ ἐκπεπιεσμένων, καὶ μάλιστα δάφνης φύλλων ἁπαλῶν ἐναφεψημένων σαμψύχου κυπέρου, καὶ πιλήματα μαλακῶν ἐρίων, μύρῳ ἰρίνῳ καὶ οἴνῳ καταρερασμένα, περὶ τὴν κεφαλὴν τιθέμενα, καὶ σκέπη καὶ ἀλέα καὶ ὑποστολὴ σιτίων καὶ κοιλίας κένωσις, ἔτι δὲ ὕπνος καὶ ἡσυχία, σώματος ἀνάπαυσις, εὐθυμία. φυλακτέον δὲ ὁμοίως καὶ κραυγὴν καὶ διάτασιν καὶ οἴνου προσφορὰν καὶ κατάψυξιν. ταῦτα μὲν Ἀπολλώνιος ἔγραψε βοηθήματα διἔγκαυσιν κεφαλαλγίας. ὀνομάζουσι δἔγκαυσιν τὴν ἐξ ἡλίου θερινοῦ κατὰ τὴν κεφαλὴν γινομένην θερμότητα μόνιμον. ἅπαντες γὰρ οἱ ἄνθρωποι θερμαίνονται τὴν κεφαλὴν ἐν ἡλίῳ θερινῷ διατρίψαντες ἐπὶ πλέον, οὐ μὴν παραμένει γε πᾶσιν ὁμοίως θερμότης, ἀλλεὐθὺς παύεται. τισὶ μὲν γὰρ καὶ πρὸ τοῦ λουτροῦ, τοῖς πλείστοις δὲ λουσαμένοις. ὅσοις δἂν παραμείνῃ, διάθεσιν τῆς κεφαλῆς ἤδη κατὰ ἕξιν, οὐ κατὰ σχέσιν ἡγούμενοι γεγονέναι καλοῦσιν ἔγκαυσιν. ἐνίοτε μὲν οὖν μόνη συνίσταται δυσκρασία τῆς ἐπὶ τὸ θερμότερον ἐν τῇ κεφαλῇ γινομένης διαθέσεως, ἐνίοτε δὲ καὶ πλῆθος χυμῶν ἀτμῶν ἐπαὐτὴν ἀναθεῖ, καὶ μάλιστα ὅταν ἀνατρέφηταί τις ἐν ὅλῳ τῷ σώματι πλεονεξία χυμῶν, ἣν ὀνομάζουσιν οἱ περὶ τὸν Ἐρασίστρατον πληθώραν. γίνεται δὲ αὕτη τῶν τεττάρων χυμῶν ἀνάλογον αὐξηθέντων τοῦ αἵματος μόνου, ὡς ὅταν γέ τις τῶν ἄλλων αὐξηθείη χυμῶν, οἵπερ εἰσὶ φλέγμα καὶ χολὴ ξανθὴ καὶ μέλαινα, τὴν τοιαύτην αὔξησιν οὔτε πληθώραν οὔτε ἁπλῶς πλῆθος, ἀλλὰ μετὰ προσθήκης ὀνομάζουσι πλῆθος φλέγματος χολῆς ξανθῆς μελαίνης ὑπάρχειν ἐν τῷ σώματι φάσκοντες. τοῖς δἐξ ἐγκαύσεως ἀλγοῦσι τὴν κεφαλὴν τὸ δέρμα ξηρότερον τῇ ἁφῇ κατὰ τὴν πρώτην ἐπιβολὴν φαίνεται, τούς τε ὀφθαλμοὺς ἐρυθροὺς ἔχουσι. χαίρουσι δὲ καὶ τοῖς ψυχροῖς προσαντλήμασί τε καὶ ἀλείμμασι. καταρχὰς μὲν οὖν ἀποκρουστικῇ θεραπείᾳ χρηστέον, ἐκ τῆς τῶν ψυχόντων καὶ στυφόντων γινομένῃ. μετὰ δὲ ταῦτα τῶν παρηγορικῶν καὶ πεπτικῶν φαρμάκων τι μιγνύναι χρὴ τοῖς ἀποκρουστικοῖς, εἶτά τι καὶ τῶν διαφορητικῶν προσθετέον, ἀφαιροῦντα κατὰ βραχὺ τῶν ἀποκρουστικῶν φαρμάκων. ἄριστα δὲ τῶν προσφερομένων μάλιστα ὅσα λεπτομερῆ ταῖς οὐσίαις ἐστί. διὸ καταρχὰς μὲν ἄμεινόν ἐστι τῷ ῥοδίνῳ καλῶς ἐσκευασμένῳ ψυχροτάτῳ καταντλεῖν τὴν κεφαλὴν, στρόφιον ἐρίου περιθέντας ἐν κύκλῳ, κατὰ μὲν τὸ μέτωπον ἔνθα παύεται τὸ τετριχωμένον αὐτῆς μέρος, ἐφἑκάτερα δὲ τοῦδε καθὸ τοῖς ὠσὶ συνάπτει τὸ τετριχωμένον καὶ τόδε ἀπὸ τοῦδε μετὰ τὴν κορυφὴν, οὐ μὴν πολλῷ ταύτης κατωτέρω. οὔτε γὰρ ἐκκαίεται ῥᾳδίως τὸ καλούμενον ἰνίον μέρος τῆς κεφαλῆς οὔτε ἀλύπως ἀνέχεται τῶν ψυχόντων διὰ τὸ τὴν ἀρχὴν ἐνταῦθα εἶναι τοῦ νωτιαίου μυελοῦ, στελέχους δίκην εἰς κλάδους πολλοὺς σχιζομένου, περὶ ἑξήκοντά που τὸν ἀριθμὸν νεῦρα. δὲ κατὰ τὸ βρέγμα καλούμενον χώρα τῆς κεφαλῆς διὰ τὸ χαλαρὸν τῆς κατὰ τὴν στεφανιαίαν ῥαφὴν συναρθρώσεως καὶ τὴν τῶν ὀστῶν λεπτότητά τε καὶ χαυνότητα, ῥᾳδίως τήν τε θερμότητα καὶ τὴν ψύξιν ἁπάντων τῶν ὁμιλούντων φαρμάκων εἴσω διαδίδωσιν, ὥστε κᾂν ψῦξαί ποτε δέοι τὴν ἐξ. ἐγκαύσεως θερμότητα, κᾂν θερμῆναι τὴν ψύξιν, ἐπιτήδειος κατὰ τὸ βρέγμα χώρα τῆς κεφαλῆς. ἀρίστη δὲ κατὰ τὰς ἀρχὰς ψύξις διὰ ῥοδίνου ψυχροῦ, θερινῆς τῆς ὥρας οὔσης, ἐν μάλιστα φιλεῖ τὸ τῆς ἐγκαύσεως πάθημα γίνεσθαι. λέλεκται δέ μοι περὶ ῥοδίνου πολλάκις, ὡς ἄριστόν ἐστιν ἐξ ἐλαίου μὲν ὠμοτριβοῦς ὀμφακίνου, διττῶς γὰρ ὀνομάζουσιν αὐτὸ, χωρὶς ἁλῶν ἐσκευασμένου, ῥόδων δὲ ἐναποβεβρεγμένων αὐτῷ πλείστων ἐσκευασμένου. ἔστω δὲ μὴ παλαιὸν τὸ ῥόδινον, ἀλλὰ κατἐκεῖνο τὸ ἔτος ἐσκευασμένον, ἤτοι κατὰ τὸ ἔαρ ἀρχομένου τοῦ θέρους. ἐφεξῆς δὲ τῷ ῥοδίνῳ τὸ χαμαιμήλινόν ἐστιν, ἐφὧν σωμάτων δεδοίκαμεν ἔμψυξιν σφοδρὰν ἐργάσασθαι. ταῦτα δέ ἐστι τά τε τῶν γυναικῶν καὶ τὰ τῶν εὐνούχων καὶ τὰ τῶν παιδίων, ὅσοι τε μαλακὴν ἔχουσι τὴν σάρκα καὶ λευκὴν τὴν χρόαν, ἀήθεις τέ εἰσιν ἡλίου. καὶ τὸ μέτρον καὶ τῆς τοῦ ῥοδίνου καὶ χαμαιμηλίνου ψύξεως, ἔκ τε τῶν εἰρημένων ἕξεων τοῦ σώματος καὶ τοῦ τῆς ἐγκαύσεως μεγέθους εὑρίσκειν χρὴ, καὶ προσεπισκοπούμενον τήν τε ἡλικίαν τοῦ κάμνοντος καὶ τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος κρᾶσιν, οὐχ  ἥκιστα δὲ καὶ αὐτοῦ τοῦ οἴκου καθὃν κάμνων κατάκειται. ψύξεις δὲ ὅσα προσφέρεις ἐνιστὰς ὕδατι πάνυ ψυχρῷ. μὴ παρόντος δὲ τούτου χιόνι περιπλάσσεις τὸ ἀγγεῖον· τοιαύτη βοήθεια κᾂν χυμῶν ἀτμῶν πλῆθος ἐπὶ τὴν κεφαλὴν ὁρμήσῃ, βοηθεῖ γενναίως. ἀποκρούεται γὰρ ταῦτα καὶ ὠθεῖ κάτω τοῦ σώματος, ὥστε ἐγὼ ἐπὶ μυρίων τούτῳ τῆς ἰάσεως τῷ τρόπῳ χρησάμενος οὐκ ἐδεήθην ἑτέρου. καὶ γὰρ εὐπορία ψυχρῶν πηγῶν ἐν Ῥώμῃ πολλὴ καὶ χιόνος, ὥσπερ γε καὶ παρἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὰς πλείστας τῶν ἐν Ἀσίᾳ τε καὶ κατὰ τὴν Ἑλλάδα πόλεων. ἐν δὲ ταῖς θερμαῖς χώραις, οἵα καὶ τῶν Αἰγυπτίων ἐστὶν, ἐν καὶ πηγῶν ψυχρῶν ἀπορία καὶ χιόνος, ἀναγκαῖόν ἐστι προψύξαντα τὸ ῥόδινον ἐκ τοῦ διὅλης νυκτὸς ὑπαίθριον θεῖναι, πρὸς αὔραν τινὰ μετεστραμμένον οὕτως ἐπεμβάλλειν αὐτῷ χυλὸν ἀειζώου ἀνδράχνης θριδακίνης ψυλλίου πολυγόνου καί τι καὶ στρύχνου ποτὲ βραχὺ καὶ ἑλίκων ἀμπέλου καὶ ὀμφάκων, ἔτι γὰρ ὄμφακές εἰσι θέρους ὥρᾳ. μήκωνος δὲ καὶ μανδραγόρου φυλάττεσθαι χυλὸν, οὐκ ἀβλαβῶς γὰρ ἐμψύχει. φυλάττεσθαι καὶ τὰ μετὰ τοῦ ψύχειν στύφοντα σαφῶς, ὥστε ἀνάγκης ποτὲ καταλαβούσης ὀλίγον αὐτῶν μιγνύναι χρὴ τοῖς ψύχουσι. διὰ τοῦτο καὶ στρύχνου χυλὸν οὐδὅλως μίγνυμεν βραχὺν παντάπασιν. οὕτω δὲ καὶ ῥοιᾶς καὶ μήλου καὶ μεσπίλου. καλλίων δὲ χυλὸς τῶν ὀξειῶν ῥοιῶν εἰς τοῦτο, μᾶλλον γὰρ ἐμψύχει. μηδενὸς δὲ τοιούτου παρόντος, ἐν ἀγρῷ ποτε κολοκύνθης ξύσμα χυλίσας ἔμιξα χυλῷ σταφυλῆς ἀώρου· χρήσαιτο δἄν τις ἐν τοιούτῳ χωρίῳ καὶ στέρεως χυλῷ καὶ θριδακίνης τῆς ἀκηπεύτου τε καὶ ἀγρίας, ἣν ἰδίως ὀνομάζουσιν θριδακίνην, τὴν γὰρ κηπευομένην ὀνομάζουσι θρίδακα. καὶ τῶν συκαμίνων δὲ χυλὸς ἐπιτήδειος εἰς ἔμψυξιν, ἔστω δὲ μὴ λίαν πέπειρα. φαλακροῦ δὲ τοῦ κάμνοντος ὄντος βραχείας παντελῶς ἔχοντος τὰς τρίχας, εὐπορία πλείστη τῶν ἐμψυχόντων ἐστίν. ὅσα γὰρ ἐρυσιπελάτων ἐπιστάμεθα βοηθήματα διὰ καταπλασμάτων τε καὶ κηρωμάτων ὑγρῶν, ταῦτα πάντα τοῖς ἐγκεκαυμένοις ἁρμόττει. Ἀπολλώνιος δὲ καὶ τὰ τοῦ κίκεως ἁπαλὰ φύλλα κοπέντα βαλεῖν εἰς ὕδωρ ἀξιοῖ, κᾄπειτα τῆς νυκτὸς ὅλης ὑπαίθριον θέντας ὅλον τὸ ἀγγεῖον, ἐν ταῦτα περιέχεται, κατὰ τὴν ὑστεραίαν χρήσασθαι. ἐγὼ μὲν οὖν οὐ πάνυ τι πεπείραμαι τῆς τοῦ κίκεως δυνάμεως, εἰκὸς δὲ τὸν Ἀπολλώνιον ἐν Ἀλεξανδρείᾳ διατρίψαντα χρόνῳ πολλῷ κεκρικέναι διὰ μακρᾶς ἐμπειρίας τὴν δύναμιν αὐτοῦ· τὸ μέντοι γε γενόμενον ἔλαιον ἐκ τοῦ κίκεως οἶδα σαφῶς θερμότερον ὑπάρχον τῇ δυνάμει τοῦ παρἡμῖν ἐλαίου, διὸ καὶ μὴ παρόντος αὐτοῦ τῷ παλαιῷ χρώμεθα. νομίζω δὲ καὶ ποταμογείτονα καὶ τὸν Νειλῶον στρατιώτην ἔχειν τι ψυκτικὸν, καὶ θαυμάζω πῶς οὐκ ἐμνημόνευσεν αὐτῶν Ἀπολλωνίοις, ἀλλὰ καὶ παρἡμῖν τρίβολος, ὥσπερ καὶ τὸ πολύγονον, ἔχει τι καὶ αὐτὰ ψυκτικὸν, ἁπαλὰ δηλονότι καὶ οὐδέπω σκληρὰ καὶ ξηρὰ γεγονότα. τὴν δὲ κόνυζαν οὐ μόνον ἀδύνατον ψύχειν, ἀλλὰ καὶ θερμαίνειν μετρίως δυναμένην οἶδα, καὶ θαυμάζω πῶς αὐτὴν ἔγραψεν Ἀπολλώνιος ἐν τοῖς ψύχουσιν. εἴπερ δὲ καὶ ἀπὸ δενδρὼν θάμνων ἐπικουρίαν δέοι πορίζεσθαι κεφαλῇ θερμοτέρᾳ τοῦ κατὰ φύσιν, ἄγνος ἐπιτηδειοτέρα πρὸς τοῦτο καὶ ἄμπελος καὶ σχῖνος καὶ πλάτανος, εἴ τις λαβὼν αὐτῶν ἁπαλὰς τὰς βλάστας, εἶτα τρίψας ἐκθλίψειεν αὐτῶν τὸν χυλόν. Ἐρασίστρατος δέ φησι μέγιστον εἶναι προφυλακτικὸν ἐπὶ τῶν θερμαινόντων ἕξεων, ὅταν ἡλιοῦσθαι μέλλωσιν, εἰ σπόγγον πλατὺν καὶ πυκνὸν καὶ κοῖλον βρέξας εἰς ὕδωρ καὶ ἐκπιέσας σφόδρα ἐπιθήσεις τῇ κεφαλῇ. τοῖς ἐπἐγκαύσει κεφαλαλγοῦσιν ὑπεναντίως ἔχει τὰ σημεῖα τῶν ἐπὶ ψύξει· καὶ γὰρ καὶ ἀσύμπτωτον καὶ ἄχρουν ἐστὶν αὐτῶν τὸ πρόσωπον καὶ τοῖς ψυχροῖς οὔτε χαίρουσιν οὔτε πρὸς αὐτῶν ὠφελοῦνται. καθάπερ δ ἔγκαυσις οὐκ ἔστι δύσλυτος διάθεσις, οὕτως οὐδὲ ὅτε ψύξις ἐκ τοῦ περιέχοντος γένηται, δυσκόλως θεραπεύεται πρόσφατος, ἀλλἀρκεῖ πηγάνειον ἔλαιον θερμὸν καταντλήσαντα κατὰ τοῦ βρέγματος, ὡς εἴρηται, τελέως ἀπαλλάξαι τὸν ἄνθρωπον. εἰ δὲ καὶ σφοδροτέρας δεήσοι θερμασίας, ἐπεμβάλλειν εὐφόρβιον τῷ ἐλαίῳ καὶ ὅσα διπεπέρεως σκευάζεται. ἀλείφειν δὲ μύροις τοῖσδε χρὴ τὸ μέτωπον καὶ ῥινῶν τοὺς πόρους, μάλιστα μὲν ἰρίνῳ καὶ ἀμαρακίνῳ καὶ ναρδίνῳ. καὶ κομμωτικὰ δὲ τῶν θερμαινόντων ἐστὶ καὶ ταῦτα δὴ τὰ πολυτελῆ τῶν πλουσίων γυναικῶν ἀλείμματα. καλοῦσι δὲ αὐτὰ κατὰ τὴν τῶν Ῥωμαίων φωνὴν φουλιάτα τε καὶ σπικάτα. τοῦ δὲ ὀποβαλσάμου πολλάκις ἐπειράθημεν οὐδὲν σαφῶς ὀνήσαντος οὐδεμίαν διάθεσιν θερμαίνεσθαι δεομένην. ὥσπερ δὲ τὸ πηγάνειον ἁρμόττειν ἔφην, οὕτω καὶ τὸ σαμψύχινον καὶ τὸ δάφνινον ἐπαινῶ καὶ τὸ ἑρπύλλινον, πολλάκις καὶ ἐπὶ πολλῶν αὐτοῖς χρησάμενος· διδόναι δὲ καὶ οἶνον λεπτομερῆ καὶ κινήσει κεχρῆσθαι κελεύειν καὶ λουτροῖς θερμοῖς καί ποτε ἀπὸ ῥαφανίδων ἐμέτῳ.
§1.4 [Περὶ τῶν χρονιζουσῶν ἐν τῇ κεφαλῇ διαθέσεων θερμῶν τε καὶ ψυχρῶν.] Ἐπὶ τῶν χρονιζουσῶν κεφαλαλγικῶν διαθέσεων ἀναγκαῖον γίνεσθαι ξυρὰν τὴν κεφαλὴν, ἐν χρῷ πάνυ κείραντα φάρμακα προσφέρειν ἐμπλαστρώδη τε καὶ κηρωτοειδῆ καὶ ὑγρά. τὰ μὲν οὖν ἐμπλαστρώδη τε καὶ κηρωτοειδῆ τῇ ξυρηθείσῃ κεφαλῇ, τὰ δὲ ὑγρὰ τῇ βραχυτάτας ἐχούσῃ τρίχας. ἔστι δὲ καὶ τούτων ὕλη πολυειδὴς, τῶν μὲν  μᾶλλον, τῶν δὲ ἧττον ψυχόντων τε καὶ θερμαινόντων. τὰ μὲν οὖν ψύχοντα μεταφέρειν ἀπὸ τῶν θεραπευόντων τὰ ἐρυσιπέλατα, τὰ δὲ θερμαίνοντα διὰ τῶν θερμαινόντων φαρμάκων συνθετέον, ὧν ἁπλούστατον μέν ἐστι τὸ διεὐφορβίου σκευαζόμενον, ἀρκεῖ δὲ μίαν γο ἐμβάλλειν εὐφορβίου τρισὶ κηροῦ τετηκυίαις ἐν ἐλαίου λίτρᾳ μιᾷ. χρῆσθαι δὲ ἐλαίῳ πρὸς πάντα τὰ θερμαίνεσθαι πάθη δεόμενα μήτε ὀμφακίνῳ μήτε τῷ συνήθως ὑπὸ πάντων ὀνομαζομένῳ Ἱσπανῷ μήθὅλως ἐσκευασμένῳ μετὰ θαλλῶν, ἀλλοἷόν ἐστι τὸ ἐκ πεπείρων ἐλαιῶν γινόμενον, ἐν πολλοῖς ἔθνεσιν ἄνευ θαλλῶν ἐμβλήσεως. ἄριστον δὲ ὧν οἶδα τὸ Σαβῖνόν ἐστιν, οὐ πόῤῥω Ῥώμης ἐν τῇ Σαβίνων χώρᾳ γεννώμενον. ὅσα δὲ οἱ νεώτεροι τῶν ἰατρῶν, οἱ καλοῦντες ἑαυτοὺς μεθοδικοὺς, ὀνομάζουσι μετασυγκριτικὰ φάρμακα, ταῦτα πάντα χρήσιμα ταῖς τοιαύταις διαθέσεσίν ἐστιν, ὧν τὰ κάλλιστα ἐν τῷ τῆς πραγματείας τῆς πρὸ ταύτης ἑβδόμῳ εἴρηταί μοι. μεταβαίνειν οὖν ἤδη καιρὸς ἐπἄλλην διάθεσιν κεφαλῆς, παραγράψαντα πρῶτα τὰ ὑπὸ Ἀπολλωνίου γεγραμμένα κατὰ λέξιν οὕτως ἔχοντα.
§1.5–1.7
§1.5 [Τὰ ὑπὸ Ἀπολλωνίου γραφέντα πρὸς κεφαλαλγίαν τὴν διὰ μέθην καὶ ἀκρατοποσίαν.] Χρηστέον δὲ πᾶσι τοῖς ἀναγεγραμμένοις βοηθήμασι πρὸς τὰς γινομένας διἔγκαυσιν κεφαλαλγίας, ἐπιπλεῖστον δὲ τῶν ἀλγημάτων ἰσχυόντων πηγάνου φύλλοις τετριμμένοις μετὰ ὄξους καὶ ῥοδίνου, ὡς γλοιοῦ πάχος τὴν κεφαλὴν ἐγχριστέον. ἄλλο. καρύοις πικροῖς μετὄξους καὶ ῥοδίνου τετριμμένοις, ὡς γλοιοῦ πάχος τὴν κεφαλὴν ἐγχριστέον. ἄλλο. ἴριδι ξηρᾷ καὶ ἄγνῳ ξηρᾷ μετὄξους τετριμμένοις καὶ ῥοδίνου παραπλησίως χρῶ. ἄλλο. δάφνιδι καὶ πηγάνου φύλλοις μετὄξους καὶ ῥοδίνου τετριμμένοις χρῶ. συνοίσει δὲ ὕπνος, ἔνδεια, ἡσυχία, σώματος ἀκινησία, πόμα ὕδωρ θερμὸν, μελίκρατον, κένωσις. ταῦτα μὲν Ἀπολλώνιος ἔγραψε, καὶ τούτου γε αὐτοῦ χάριν ἐπαινεῖν χρὴ τὸν ἄνδρα, τοῦ μετὰ διορισμῶν ὑπὲρ ἑκάστου τῶν βοηθημάτων γράψαι, μηδὲ Ἀρχιγένους αὐτὸ πεποιηκότος, ὃν ἐχρῆν ὕστερον Ἀπολλωνίου γεγονότα προστεθεικέναι τι τῇ τῶν ὁρισμῶν ἀκριβείᾳ. ἀλλὰ τὰ μὲν ὑπἐκείνου κατὰ τὸ πρότερον τῶν φαρμάκων γεγραμμένα μικρὸν ὕστερον εἰρήσεται· τὰ δέ μοι διὰ μακρᾶς πείρας κριθέντα περὶ τῆς ἐξ οἴνου πόσεως κεφαλαλγίας ἤδη διηγήσομαι, τὴν μὲν ἐλπίδα τῆς ἐξ αὐτῶν ὠφελείας ἐκ τῆς διαθέσεως εὑρόντι, τὴν δὲ ἀκριβῆ βάσανον αὐτῶν διὰ πολλῆς πείρας ποιησαμένῳ. τὴν γάρ τοι κεφαλαλγίαν οἱ θερμότεροι τῶν οἴνων ταῖς κράσεσι γεννῶντες ἐνδείκνυνται πληροῦσθαι πάντως μὲν ἀτμῶν τὴν κεφαλὴν, ἔστι δὅτε καὶ χυμῶν, ὅσοι θερμοὶ ταῖς κράσεσιν. καὶ γὰρ καὶ χωρὶς οἴνου πόσεως οἱ τοιοῦτοι πρὸς τὴν κεφαλὴν ἑτοίμως ἀναφέρονται. χρεία τοίνυν ἐστὶν ἰάσεως ἐχούσης σκοπὸν τὸν μὲν καθόλου πρῶτον ἁπάντων κοινὸν τὸν κενώσεως δεόμενον. ἐπεὶ δὲ θερμοὶ τυγχάνουσιν ὄντες οἱ πεπληρωκότες τὴν κεφαλὴν ἀτμοὶ, καὶ τῆς ἐμψυχούσης αὐτοὺς βοηθείας ἐστὶ χρεία. κελεύειν οὖν πρότερον, εἰ ἄπεπτος οἶνος μένει, ἐμεῖν τοὺς κεφαλαλγοῦντας, ὕδωρ πεπωκότας χλιαρόν. εἰ δὲ καὶ μετὰ πέψιν κεφαλαλγοῖεν, τοῖς ἐμψύχουσι κεχρῆσθαι καὶ ἀποκρουστικοῖς, οἷόν ἐστι τὸ ῥόδινον, καθἑαυτό τε καὶ σὺν ὄξει μετὰ χυλοῦ κισσοῦ κράμβης. καὶ αὐτὰ δὲ τὰ φύλλα τῆς κράμβης ἀποβρεχθέντα θερμῷ καὶ περιτεθέντα τῇ κεφαλῇ καὶ δεθέντα φυσικῶς ἀντιπαθεῖ τῇ μέθῃ. φροντιστέον δὲ ὕπνου τε καὶ ἡσυχίας, κᾀπειδὰν ταῦτα πραχθῇ, διὅλης ἡμέρας εἰς ἑσπέραν χρὴ λούσαντα θρέψαι τροφαῖς εὐχύμοις μὲν, οὐ μέντοι θερμαινούσαις. εἰσὶ δὲ τοιαῦται πτισάνης χυλὸς καὶ ῥόφημα ἐκ χόνδρου καὶ ἄρτος μεθὕδατος καὶ τὰ ῥοφούμενα τῶν ὠῶν ἄνευ γάρου. μιγνύσθω δὲ αὐτοῖς μέλιτος ὅσον αὔταρκες ἡδῦναι· εἰ δὲ πρὸς τοῦτο ἀνεπιτηδείως ἔχουσιν οἱ λαμβάνοντες, ἁλῶν τῶν ἡδυσμένων. τῶν δὲ λαχάνων θριδακίνη μὲν, ὡς εὔχυλός τε καὶ ψυκτικὴ, κράμβη δὲ ὡς ἀτμῶν ξηραντική. οὕτω δὲ καὶ ὀσπρίων φακή. ποτῷ δὲ πάντως μὲν ὕδατι χρηστέον. ἀλλἐπεί τινων στόμαχος ἐπὶ ταῖς ὑδροποσίαις ἀνατρέπεται, ῥοιὰν αὐτοῖς ἐπιδοτέον μόνην καθἑαυτὴν μετὰ χόνδρου. τακεροῦ, καλῶς ἑψημένου θερμοῦ. καὶ τὰ κεστιανὰ δὲ καλούμενα μῆλα κατὰ τὴν Ῥωμαίων πόλιν ἄνευ μὲν ἑψήσεώς ἐστιν αὐστηρὰ, μετὰ δὲ τὴν ἕψησιν εὐστόμαχα γίνεται. χρὴ δὲ ἑψεῖν αὐτὰ κατὰ χύτραν καινὴν, ὕδωρ ἐπιχέοντα θερμὸν, εἶτα κρεμάσαντας ἐν τῷ ἀγγείῳ τὸ μῆλον ὑποκαίοντάς τε τὴν χύτραν, ὅπως ἐκ τοῦ ὕδατος ἀναφερόμενος ἀτμὸς θερμὸς τὴν ἕψησιν αὐτοῦ παρασχῇ. καὶ σταφίδες δὲ καὶ ἄπιοι τινὲς μὲν ὠμαὶ, τινὲς δὲ ὡς τὸ μῆλον ἑψημέναι ῥωννύουσι τὸν στόμαχον. ἀπέχεσθαι δὲ βαλάνων φοινίκων, ἔχουσι γὰρ ἰδιότητά τινα κεφαλαλγίας ποιητικήν. εἰ δὲ ἐπὶ τούτοις ὑπνῶσαι καλῶς οὐ δυνηθεῖεν, ἐπὶ λουτρὸν ἄγειν αὐτοὺς κατὰ τὴν ὑστεραίαν ὅτι τάχιστα, καταχέοντας ἐν τῷ βαλανείῳ θερμὸν ὕδωρ πολλάκις, εἶθὑπνώσαντας πάντως ἡσυχάσαντας ἐν τῷ μεταξὺ, πάλιν ἐπὶ τὸ λουτρὸν ἄγειν τὸ δεύτερον, εἶθοὕτως τρέφειν, ὡς κατὰ τὴν προτεραίαν· εἰ δὲ μετρίως ἔχοιεν, ὑδροποτεῖν τε μὴ δύνηνται, συγχωρεῖν ὑδαρὲς πόμα προσφέρεσθαι τῶν ὑδατωδῶν οἴνων, ὁποῖός ἐστι κατὰ μὲν τὴν Ἰταλίαν Σαβῖνος, ἐν Ἀσίᾳ δὲ Τιτακαζηνὸς καὶ Ἀρσυήνιος καὶ Ἀριούσιος. αἱ δὲ τροφαὶ μετρίως ἔχουσιν αὐτοῖς  καὶ ὄρχεις ἀλεκτρυόνων καὶ τὰ πτερὰ καὶ τῶν ἰχθύων οἱ πετραῖοι καὶ ἁπαλόσαρκοι δοθήσονται καὶ περιστερᾶς που νεογνός. ἑψήσθω δὲ πάντα ταῦτα χωρὶς γάρου καὶ οἴνου κατὰ τοὺς λευκοὺς καὶ ἁπλοῦς ζωμοὺς, ἐν οἷς ὕδωρ ἐστὶ μόνον μετἐλαίου καὶ ἀνήθου καὶ βραχέος πράσου, τὴν ἕψησιν παρεσχημένον, ἐπεμβαλλομένων ἁλῶν ὀλίγων, οὐκ εὐθὺς τοῦ ἑψήματος ἐν ἀρχῇ, ἀλλὅταν ἤδη πως γένωνται τακεροί. εὔδηλον δὅτι καὶ αὐτοὺς καὶ πάντας τοὺς τὴν κεφαλὴν ἀλγοῦντας αὐξανομένης μὲν ἔτι καὶ ἀκμαζούσης τῆς ὀδύνης ἡσυχάζειν ἄμεινον, ἐνδιδούσης δὲ καὶ παρακμαζούσης, ἐν ἐπιτηδείοις χωρίοις περιπατεῖν. ἐπιτήδεια δὲ τοῖς μὲν θερμαίνεσθαι δεομένοις τὰ θερμότερα τοῖς δὲ ψύχεσθαι τὰ ψυχρότερα, καὶ πρὸ μὲν τῆς τροφῆς πλείοσι περιπάτοις χρηστέον, ἐπὶ δὲ τῇ τροφῇ βραχέσι τε καὶ νωθροῖς. χρὴ δὲ μήτε ἐδηδοκέναι πολλὰ μήτε εὐθέως περιπατεῖν, ἀλλὰ μετὰ δύο που καὶ τρεῖς ὥρας καὶ πλείονας. ἐὰν δέ ποτε τῶν ἀνελθόντων ἐπὶ τὴν κεφαλὴν ἀτμῶν τε καὶ χυμῶν ὑπολειφθῇ τι λείψανον ἐσφηνωμένον πόροις λεπτοῖς καὶ διὰ τοῦτο παραμένῃ τι τῆς κεφαλαλγίας, ἀφίστασθαι μὲν προσήκει τοῦ ῥοδίνου, χρῆσθαι δὲ πρῶτον μὲν τῷ χαμαιμηλίνῳ συμμέτρως θερμῷ, μετὰ τοῦτο δὲ τῷ ἰρίνῳ, μεγάλως γὰρ ὀνίνησι τὰς τοιαύτας διαθέσεις, ἐν δὲ τῷ βαλανείῳ τὴν κεφαλὴν ὕδατι θερμῷ καταντλητέον, οὐ μόνον ἕνεκα τοῦ διαφορῆσαί τι τῶν καταὐτὴν, ἀλλὰ καὶ τῶν ὕπνων ἕνεκα. διόπερ καὶ τὸ δεύτερον τρίτον λουτρὸν ἑσπέρας ποιητέον, ἐσθίοντας ἐπαὐτῷ θριδακίνας διὄξους, ἐλάχιστον μὲν ἴσχοντος μηδὅλως γάρου, πλεῖον δὕδατος, ὡς ἴσον εἶναι τῷ ὄξει, πλὴν εἰ μὴ παντάπασιν ὑδαρὲς ὑπάρχοι. καὶ γὰρ καὶ δέονται τοιούτου μᾶλλον τοῦ δριμυτάτου, θερμότητος γὰρ ἔχει τι τὸ τοιοῦτον ὄξος. ἐπὶ δὲ τούτοις κατὰ τὴν ὑστεραίαν τὰ μᾶλλον θερμαίνοντα τὴν κεφαλὴν παραληπτέον, μιγνύντα τῷ ἰρίνῳ ποτὲ μὲν ἀμαρακίνου μύρου, ποτὲ δὲ ναρδίνου, ποτὲ δὲ τῶν πολυτελῶν, οἷς αἱ πλούσιαι γυναῖκες, κᾂν μηδὲν ἔχωσι κακὸν, εἰώθασι κεχρῆσθαι. διὰ ταύτης ἐγὼ τῆς ἀγωγῆς τὰς ἐξ οἴνου κεφαλαλγίαις ἰασάμην διὰ παντὸς, οὐδενὶ τῶν γεγραμμένων Ἀπολλωνίῳ χρησάμενος. ὅπου γὰρ διὧν εἶπον ἐτύγχανον τοῦ σκοποῦ καὶ τῶν Ἀπολλωνίῳ γεγραμμένων οὐδὲν ἐπέβαλλεν ἐλπίδα μοι καλῶς εἰρῆσθαι, περιττὸν ἦν εἰς πεῖραν ἄγειν ταῦτα. μετὰ δὲ τὰς προγεγραμμένας τρεῖς διαθέσεις κεφαλαλγικὰς Ἀπολλώνιος ἔγραψε ταύτην τήνδε τετάρτην.
§1.6 [Πρὸς κεφαλαλγίαν διὰ πληγὴν πτῶμα Ἀπολλωνίου.] Ῥοδίνῳ καὶ ὄξει κεχλιασμένοις τὴν κεφαλὴν κατάβρεχε. ἄλλο. ῥόδοις ξηροῖς μάλιστα μὲν ἑφθοῖς, εἰ δὲ καὶ βεβρεγμένοις ἐν γλυκεῖ μελικράτῳ, λείοις κατάπλασσε. ἄλλο. μελιλώτῳ παραπλησίως ἐσκευασμένῳ χρῶ. ἄλλο. μυρσίνης λευκῆς φύλλοις ἁπαλοῖς μετοἴνου καὶ σμύρνης τετριμμένοις κατάπλασσε. ἄλλο. ἰρίνῳ μύρῳ καὶ ὄξει κατάχριε. ἄλλο. ἀψινθίῳ λείῳ μετοἴνου καὶ σμύρνης τετριμμένης κατάπλασσε. ἄλλο. γλήχωνι λείᾳ μετοἴνου παραπλησίως χρῶ. ἄλλο. γλήχωνι καὶ σμύρνῃ τετριμμένοις ὁμοίως χρῶ. ἄλλο. σελίνου κόμαις ἑφθαῖς μετοἴνου λείαις κατάπλασσε. ἄλλο. μήλοις κυδωνίοις ἑφθοῖς διοἴνου κατάπλασσε. ἁρμόσει δὲ καὶ πυρία διὰ σπόγγων εἰς ὕδωρ θερμὸν ἀποβεβρεγμένων καὶ πιλήματα μαλακῶν ἐρίων, ὄξει καὶ ῥοδίνῳ καταρερασμένα, πρὸς δὲ τούτοις ἡσυχία, σώματος ἀνάπαυσις, ὑποστολὴ τροφῆς, κένωσις, ἀποχὴ τῶν λυπούντων. ταῦτα δέ ἐστιν ἥλιος, λουτρὸν, οἰνοποσία, κραυγὴ, διάτασις καὶ τῶν ἐν τροφῇ προσφερομένων τά τε ὀξέα καὶ δριμέα καὶ ἁλυκά. ταῦτα μὲν Ἀπολλώνιος ἔγραψε περὶ τῶν ἐπὶ πληγαῖς προφανέσι κεφαλαλγιῶν. εἰδέναι δὲ καὶ ἡμᾶς χρὴ τὴν τοιαύτην διάθεσιν οὐκ ἄλλην οὖσαν φλεγμονὴν, ἥτις οὐ μόνον ἐκ πληγῆς καταπτώσεως, ἀλλὰ καὶ χωρὶς φανερᾶς αἰτίας εἴωθε γίνεσθαι κατὰ πάντα τοῦ σώματος τὰ μόρια διἐπιῤῥοὴν χυμῶν. ἐὰν μὲν οὖν πληγὴ τραύματος θλάσματος αἰτία γένηται, σκοποὶ πλείονες ἔσονται τῆς τῶν ἰαμάτων εὑρέσεως, εἷς μὲν ἐπὶ τραύματι, ἐφ δεῖ χρῆσθαι τοῖς κολλητικοῖς καὶ ἀφλεγμάντοις φαρμάκοις, προαγκτηριάσαντας τὰ χείλη τοῦ ἕλκους, δεύτερος δὲ ἐπὶ τῷ θλάσματι, καὶ τρίτος ἐπὶ τοῖς ἀλγήμασιν, ἐνίοτε μὲν ἐν αὐτοῖς μόνοις τοῖς πληγεῖσι μορίοις γινομένοις, ὡς τὸ πολὺ δὲ καὶ τοῖς συνεχέσιν ἐπεκτεινομένοις. τε γὰρ περικράνιος ὑμὴν καὶ τὸ τούτῳ περιτεταμένον ἔξωθεν δέρμα συνεχῆ τὴν οἰκείαν οὐσίαν ἑκάτερον ἔχον, ἐπὶ πᾶσαν ἐκτέταται τὴν κεφαλὴν καὶ κατὰ τοῦτο συμβαίνει πολλάκις αὐτὴν ὀδυνᾶσθαι, μάλιστα εἰ μέχρι τοῦ περιοστίου συγκαταβαίνοι πληγὴ, ἣν χρὴ ἐπιδιελόντας τὸν περικράνιον ὑμένα καὶ ξύσαντας θεραπεύειν κατὰ συσσάρκωσιν. εἰ δὲ καὶ διὰ τῆς κατὰ τὰς ῥαφὰς κοινωνίας τοῦ περικρανίου πρὸς τὴν σκληρὰν μήνιγγα διαδοθείη τι καὶ εἴσω τοῦ κρανίου τῆς φλεγμονῆς, οὐκ ἀκίνδυνος τοιαύτη κεφαλαλγία ἐστί. συμβαίνει δὲ οὐκ ὀλιγάκις ἐν ταῖς ἐξ ὑψηλοῦ καταπτώσεσιν ἀποῤῥήγνυσθαί τι τῶν κατὰ τὸν ἐγκέφαλον τὰς μήνιγγας μορίων, οὗ συμβάντος ἔτι μᾶλλον κεφαλαλγία σφοδροτέρα γίνεται καὶ διάθεσις ὅλη δυσιατοτέρα καὶ κίνδυνος ὀξύτερός τε καὶ σφοδρότερος. ἄριστον οὖν ἐπὶ τούτων, εἰ μή τι τὰ τῆς ἡλικίας κωλύει, μήτε ζωτικὴ δύναμις ἄῤῥωστος φαίνοιτο, τὴν ἀρχὴν τῆς ἰάσεως  ἀπὸ φλεβοτομίας ποιεῖσθαι καὶ ταῖς καταλλήλαις ἐμβροχαῖς ἐπὶ τῆς κεφαλῆς χρῆσθαι, ἐλαίῳ γλυκεῖ διαβρέχοντας ἔρια καὶ περισκέποντας αὐτήν. κωλυόμενοι δὲ διά τι τούτων, ἡλικίαν ἀδυναμίαν καὶ διἄμφω τὴν τοῦ αἵματος ἀφαίρεσιν ποιήσασθαι, διὰ κλυστῆρος ἐκκενώσομεν τὴν γαστέρα, καὶ αὐτοῦ μὲν ἕνεκα τοῦ κενωθῆναι τὰ κατὰ ταύτην, ἔτι δὲ μᾶλλον ἀντισπάσεως χάριν τῶν εἰωθότων ἐπὶ τὰ πεπονθότα μέρη φέρεσθαι χυμῶν. ἔπειτα τοῖς πρὸς τὰς φλεγμονὰς χρησόμεθα βοηθήμασιν. εἰ δὲ μῆνιγξ εἴη τετρωμένη, καλῶς ταύτην κολλᾷ, ὥς φησιν Ἀρχιγένης, καλαμίνθης χύλισμα ἐγχεόμενον καὶ ἄλευρον κέγχρινον ξηρὸν ἐπιπασσόμενον, εἶτα βούτυρον καὶ ῥόδινον καὶ στέαρ ὕειον ἄναλον παλαιὸν μιγνύμενα καὶ κεχλιασμένα ἐπιχεόμενα. ἀπέχεσθαι δὲ χρὴ τοὺς τοιούτους οἴνου καὶ σιτίων ἁδροτέρων, καὶ μάλιστα εἰ πυρέττοιεν. τὴν μέντοι εἰρημένην κένωσιν συμβουλεύει μὲν καὶ Ἀπολλώνιος, ὁποίαν δέ τινα χρὴ γίνεσθαι ταύτην, οὐκ ἐδήλωσεν. ὄξος γε μὴν μιγνύναι τῷ ῥοδίνῳ κελεύει, καθάπερ ἐπὶ τῶν φρενιτικῶν καὶ ληθαργικῶν, ἐν ταῖς ἀρχαῖς τῶν παθῶν εἰώθασιν οἱ πλεῖστοι τῶν ἰατρῶν χρῆσθαι. παρέλιπε δὲ οὐκ ὀρθῶς καὶ τὸ μέτρον ἑκατέρου δηλῶσαι, τῇ τῶν ἐμπειρικῶν ὁμοίᾳ μεταβάσει χρησάμενος, οὐ τῇ τῶν δογματικῶν ἐνδείξει. μὲν γὰρ διάθεσις ἡμῖν ὑπαγορεύει τὰ βοηθήματα, τὸ δὲ ποσὸν ἑκάστου καὶ τὴν κατὰ μέρος ἐν ταῖς ὕλαις διαφορὰν συνενδείκνυται τὸ πεπονθὸς μόριον τε κρᾶσις τοῦ κάμνοντος ἀνθρώπου, καὶ πρὸς τούτοις ζωτικὴ δύναμις, εἶθ ἡλικία καὶ τοῦ περιέχοντος ἀέρος κρᾶσις, ἄλλοτε ἄλλη γινομένη παρά τε τὰς χώρας καὶ τὰς ὥρας τοῦ ἔτους, τήν τε κρατοῦσαν τοῦ ἔτους κατάστασιν. ἐπὶ μὲν οὖν τῶν φρενιτικῶν, ἀπαθῶν ὑπαρχόντων ἁπάντων τῶν ἐκτὸς τοῦ κρανίου, κατά τε τὸ δέρμα καὶ τὸν περικράνιον ὑμένα, προσηκόντως ἔμιξαν ὄξος οἱ πρώτως μίξαντες, ἐκείνῳ τῷ λογισμῷ πεισθέντες, ὃν ἐν τοῖς περὶ συνθέσεως φαρμάκων ὑπομνήμασιν ἐπιπλέον διῆλθον, ἡνίκα ταῖς ἐν τῷ βάθει τοῦ σώματος γινομέναις διαθέσεσιν ἔφασκον χρῆναι προσφέρεσθαι φάρμακα τῶν ἐπιπολῆς γινομένων διαθέσεων διαφέροντα. ἐκλύεται γὰρ ἁπάντων αὐτῶν δύναμις ἐν τῇ πρὸς τὸ βάθος ὁδῷ καὶ διὰ τοῦτο ἐνίοτε τοῖς οἰκείοις τοῦ πάθους βοηθήμασιν μίγνυμεν ἐναντίας τε καὶ βλαβερᾶς δυνάμεως φάρμακα. φλεγμονῆς γὰρ ὀδυνώσης ἐναντιώτατόν ἐστι τοῖς ὠφελοῦσιν ὄξος μιγνύειν, ὡς ἂν μήτε παρηγορικὸν ἔχοντι μήτε χαλαστικόν. ἀλλὅταν διὰ τοῦ βρέγματος διἄλλου τινὸς μέρους τῆς κεφαλῆς εἴσω διϊκνεῖσθαι τὴν τοῦ φαρμάκου δύναμιν ἐθελήσωμεν, ἐπιμιγνύναι τι τῶν διὰ τὴν ἑαυτῶν φύσιν βοηθούντων τε καὶ ποδηγησόντων ἐς τὸ βάθος τοῦτο παραγινόμεθα, λεπτομερῆ τινα οὐσίαν εὑρίσκοντες, ἐνίοτε μὲν ψυχρὰν ὡς ὄξος, ἔστι δὅτε μὲν θερμὴν ὡς εὐφόρβιον, ἐπισκοπούμενοι τὴν θεραπευομένην διάθεσιν, εἴτε τῶν θερμαινόντων δεῖται εἴτε τῶν ψυχόντων. κατὰ τοῦτον οὖν τὸν λογισμὸν, ἐὰν μὲν αὐτῇ παχείᾳ μήνιγγι γυμνῇ προσφέρηται τὸ ῥόδινον, ὡς ἐπὶ τῶν ἐκκοπτομένων τι τοῦ τῆς κεφαλῆς ὀστοῦ γίνεται, μόνον αὐτὸ προσφέρομεν ἀτρέμα χλιαίνοντες. ὅταν δὲ χωρὶς τοῦ γεγυμνῶσθαι διὰ τοῦ κατὰ τὸ βρέγμα τῆς κεφαλῆς μέρους, ὑγιοῦς ὑπάρχοντος τοῦ κρανίου, βουλώμεθα τὸ ῥόδινον ὁδοιπορῆσαι πρὸς τὴν μήνιγγα, μίγνυμεν ὄξος αὐτῷ τὸ ποδηγῆσον, οὗ πάλιν αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ἐκλύεται, κατά τε τὴν ὁδοιπορίαν καὶ τὴν τοῦ ῥοδίνου μίξιν. ἀδιορίστως οὖν Ἀπολλώνιος ὄξος μιγνύναι τῷ ῥοδίνῳ κελεύσας ἥμαρτε· αἱ γὰρ τοῦ δέρματος τῆς κεφαλῆς τοῦ μεταὐτὸ περικρανίου φλεγμοναὶ χωρὶς μὲν ὀδύνης ἰσχυρᾶς γινόμεναι δύναιντο ἂν ὠφελεῖσθαι μιχθέντος ὄξους ὀλίγου τῷ ῥοδίνῳ, βλαβήσονται δὲ, ὅταν αὗται μεγάλαι τύχωσιν οὖσαι, τό τε ἄλγημα σφοδρὸν ἐπιφέρωσιν. ἥμαρτε δὲ Ἀπολλώνιος κᾀν τῷ μὴ προσθεῖναι τὸν καιρὸν τῆς χρήσεως, ἑκάστῳ τῶν ὑφἑαυτοῦ γεγραμμένων βοηθημάτων. ἔνια μὲν γὰρ ἀρχομένων τε καὶ γεννωμένων ἔτι τῶν φλεγμονῶν ἐστι βοηθήματα, τινὰ δὲ καὶ ἀκμαζουσῶν παρακμαζουσῶν σκιῤῥουμένων. ῥόδινον μὲν οὖν σὺν ὄξει τῶν ἀρχομένων, ἀκμαζουσῶν δὲ μόνον τὸ ῥόδινον, ὥσπερ γε τῶν σκιῤῥουμένων, ἐν οἷς ἀψίνθιόν τε καὶ γλήχωνα μίγνυμεν, ὡς αἵ γε χωρὶς τοῦ σκιῤῥοῦσθαι παρακμάζουσαι τῶν καλουμένων χαλαστικῶν δέονται φαρμάκων. εἴρηται δὲ αὐτῶν τε ὕλη καὶ σύνθεσις ἐν τοῖς ἔμπροσθεν ὑπομνήμασιν, πρὶν ἐπὶ ταύτην ἀφικέσθαι, διἣν οἱ πεπονθότες τόποι πολὺ τοῖς πάθεσιν συνενδείκνυνται τῆς τῶν βοηθημάτων εὑρέσεως. τέτταρας οὖν διαθέσεις γράψαντος τοῦ Ἀπολλωνίου ποιητικὰς ἀλγημάτων κεφαλῆς, ἐπὶ προδήλοις αἰτίοις γινομένας, εἶθἑξῆς μεταβάντος ἐπὶ τὰς ὑπὸ τῶν ἀδήλων ἀποτελουμένας, μέμψαιτἄν τις εὐλόγως αὐτῷ μὴ ὅτι δογματικῆς ἀποστάντι διδασκαλίας, ἀλλοὐδὲ ἐμπειρικῇ χρησαμένῳ. διορίζονται γὰρ κᾀκεῖνοι τὰ πάθη ταῖς καλουμέναις ὑπαὐτῶν συνδρομαῖς, αἵτινες ἀθροίσματα συμπτωμάτων εἰσὶν φαινομένων ἐναργῶς ἅπασιν, ἐν αἷς συνδρομαῖς καὶ τὰ προκαταρκτικὰ τῶν αἰτίων αὐτοὶ περιλαμβάνουσιν, ὡς μόρια τῆς ὅλης συνδρομῆς. ἀλλοὐδὲν τοιοῦτον ἄθρισμα συμπτωμάτων τε καὶ σημείων Ἀπολλώνιος  ἔγραψεν, ὡς μαθησόμεθα προσέχοντες οὐχ ἥκιστα καὶ τῇδε τῇ ῥήσει τοῦ ἀνδρός.
§1.7 [ συνεχὴς ῥῆσις Ἀπολλωνίου τῇ προγεγραμμένῃ, πρὸς τὰς τῶν κροτάφων ἀλγηδόνας καὶ τὰς ὅλης τῆς κεφαλῆς τὰς χωρὶς φανερᾶς αἰτίας γεγενημένας.] Μενδησίῳ μύρῳ τὴν κεφαλὴν κατάχριε. ἄλλο. στέαρ χήνειον διεὶς Μενδησίῳ μύρῳ κατάχριε. ἄλλο. σμύρναν τρίψας οἴνῳ ὡς βελτίστῳ, πάχος ποιῶν χυλοῦ πτισάνης κατάχριε. ἄλλο. σμύρναν τρίψας μύρῳ πολυτελεστάτῳ παραπλησίως χρῶ. ἐπὶ δὲ τῶν παιδίων τῶν τὰ βρέγματα πονούντων σμύρνῃ μετἐλαίου τετριμμένῃ χρῶ. ἄλλο. ἄγνου σπέρμα τρίψας, καὶ ἐν ὕδατι διεὶς κατάπλασσε εἰς ὀθόνιον ἀναλείψας ἐπιτίθει. ἄλλο. αἰρῶν ἄλευρον, μετὰ στέατος χηνείου συνεκλειώσας κατάπλασσε, προτήξας τὸ στέαρ. ἄλλο. ἀνδράχνην καθἑαυτὴν καὶ μετὰ λινοσπέρματος τρίψας ἐπιτίθει. ἄλλο. ἐλαίας φύλλα τὰ ἁπαλώτατα τρίψας παράχει ἐλαίου καὶ οἴνου μέλανος καὶ κατάπλασσε. ἄλλο. τέφραν ἣν ἔχεις ὄξει διεὶς ὕδατι, κατάβρεχε τὴν κεφαλήν. ἄλλο. στρύχνον καὶ γῆν κεραμικὴν τρίψας λείαν κατάπλασσε. ἄλλο. ἁλικακάβου καρπὸν τρίψας μετὰ στέατος χηνείου μύρου βαλανίνου χρῶ. ἄλλο. φύλλα σχίνου τρίψας ἐν ὕδατι κατάπλασσε. ἄλλο. βλίτον τρίψας σὺν ἐλαίῳ διεὶς χρῶ. ἄλλο. κίκεως καρπὸν τρίψας ἐν ὕδατι κατάπλασσε. ἄλλο. κορίου σπέρμα καὶ ἀνήθου λεάνας καὶ μέλιτι μίξας κατάπλασσε. ἄλλο. μελάνθιον τρίψας καὶ ἐλαίῳ διεὶς κατάπλασσε. ἄλλο. κύμινον καὶ στέαρ χήνειον λεάνας ἐπιτίθει. ἄλλο. μηκωνείου ὅσον κύαμον Αἰγύπτιον καὶ ἁλὸς μέρη δύο καὶ γλήχωνος μέρος α΄. τρίψας μετὄξους καὶ μύρου ὡς βελτίστου κατάχριε. ἐπιτήδειον δἂν καὶ τροφῆς ἀφαιρεῖν καὶ τὴν κοιλίαν κενοῦν καὶ τὴν κεφαλὴν σκεπάζειν, ἔτι δἡσυχίαν ἄγειν καὶ πᾶσαν κίνησιν φυλάττεσθαι. ὅτι μὲν οὖν ἀδιορίστως, ὡς ἔφην, γράψας Ἀπολλώνιος ἐπὶ τῶν χωρὶς αἰτίας φανερᾶς γενομένων κεφαλαλγιῶν ἔγραψε τὰ βοηθήματα διττῶς ἥμαρτε, μήτε ὡς δογματικὸς ἀνὴρ τὰς διαθέσεις εἰπὼν μήτε ὡς ἐμπειρικὸς τὰς συνδρομὰς, ἐξ αὐτῆς αὐτοῦ τῆς ῥήσεως ἐμάθομεν. ὅτι δὲ καὶ τῶν φαρμάκων αἱ δυνάμεις ἀλλήλων διαφέρουσιν οὐκ ὀλίγον ἔστι μαθεῖν ἀναγνόντας τὰς ὅλας δυνάμεις αὐτῶν. τὸ μὲν γὰρ πρῶτον ὑπαὐτοῦ γεγραμμένων ἁπλῆς ἐστι δυνάμεως χαλαστικῆς. τοιαύτη γὰρ τοῦ Μενδησίου μύρου δύναμις. ἔχεται δὲ τῆς δυνάμεως ἐπιτεταμένης τὸ δεύτερον, ἐν μίγνυται τῷ Μενδησίῳ μύρῳ τὸ τοῦ χηνὸς στέαρ. τὸ δὲ τρίτον διὰ μὲν τὴν σμύρνην ξηραντικόν ἐστι μετὰ τοῦ θερμαίνειν, διὰ δὲ τὸν οἶνον στυπτικόν ἐστιν, ἐφὧν ὑγρότητα πλεονάζουσαν ἀποκρούεσθαί τε ἅμα καὶ διαφορεῖν ἡμῖν πρόκειται χρήσιμον ὑπάρχον. ἴσμεν δὲ δή που τὴν ὀσμὴν τῆς σμύρνης τοὺς πλείστους τῶν ὑγιαινόντων κεφαλαλγεῖς ἐργαζομένην, ὥστε τοὺς αὐτοὺς τούτους ὀδυνωμένους τὴν κεφαλὴν οὐ σμικρὰ βλάψει. τῆς δαὐτῆς δυνάμεως τούτῳ τῷ βοηθήματι καὶ τὸ τρίτον ἐστὶ καὶ τὸ τέταρτον. τὸ δὲ πέμπτον οὐκ ἐγγὺς ἥκει τῇ τούτων δυνάμει κατάπλασμα, συντιθέντος αὐτοῦ διὕδατός τε καὶ ἄγνου σπέρματος, οὐ μόνον ἀπολειπόμενον πολὺ τῶν διὰ τῆς σμύρνης συντιθεμένων κατἀμφοτέρας τὰς δυνάμεις, τήν τε τοῦ θερμαίνειν καὶ τὴν τοῦ ξηραίνειν, ἀλλὰ καὶ τοὐναντίον ἐργάζεσθαι δυνάμενον ἐπὶ τῶν διὰ ψύξιν ἀλγούντων τὴν κεφαλήν. τὸ δἐπὶ τῷδε γεγραμμένον, διὰ τοῦ τῶν αἰρῶν ἀλεύρου καὶ ἐπὶ τοῦ χηνείου στέατος συντίθησιν, ἐφὧν ξηρᾶναι βουλόμεθα χρήσιμόν ἐστιν, οὐκ ἐπὶ μόνης κεφαλῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων μορίων εὐλόγως παραληφθησόμενον. εἴη δἂν τοῦτο διὰ τὸ τοῦ χηνὸς στέαρ ἀλύπως ξηραῖνον. ἔστι γὰρ περιττῶς ἀνώδυνόν τε καὶ παρηγορικὸν τὸ φάρμακον τοῦτο. ἀλλὰ τό γἐφεξῆς αὐτῷ, περὶ οὗ κατὰ λέξιν οὕτως ἔγραψεν· ἀνδράχνην καθἑαυτὴν καὶ μετὰ λινοσπέρματος τρίψας ἐπιτίθει. ψυκτικόν ἐστι φάρμακον, οὐκ ἀγεννῶς ἁρμόζον διαθέσεσι θερμαῖς. τὸ δὲ μετὰ τοῦτο γεγραμμένον ὡδί πως· ἐλαίας φύλλα τὰ ἁπαλώτατα τρίψας παράχει ἐλαίου καὶ οἴνου μέλανος καὶ κατάπλασσε, παρηγορικὸν μὲν ὀδύνης οὐκ ἔστι, κενωτικὸν δὲ ὑγρότητος χυμῶν ὑπάρχει. ἰσχυρὸν δὲ τῇ δυνάμει τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον ἐστὶν, ἐν κελεύει τέφραν ὄξει διέντας ὕδατι καταβρέχειν τὴν κεφαλήν. ἐὰν μὲν διὄξους σκευασθῇ, χρονίας διαθέσεις σκιῤῥουμένας ἰᾶσθαι δυνάμενον, οὐ μὴν ὀδύνης γε παρηγορικὸν ὑπάρχον. εἰ δὲ διὕδατος τέφρα διηθῇ, τῇ μὲν ἰσχύϊ πάμπολυ τοῦ διὄξους ἀπολειφθήσεται, πραϋντικὸν δὀδύνης οὐδοὕτως ἔσται, καθάπερ οὐδὲ τὸ μεταὐτὸ γεγραμμένον, διὰ τῆς κεραμικῆς γῆς καὶ στρύχνου συντίθησι. περίεργον δὲ ἐπιδείκνυται τὴν σκευασίαν Ἀπολλώνιος ἐν τῷ διὰ ἁλικακάβου καρποῦ συντιθεμένῳ μηδὲν ἔχοντι μήτε τῶν προειρημένων μήτε τῶν ἐφεξῆς μελλόντων λεχθήσεσθαι πλέον, ὥσπερ γε καὶ τῶν ἐφεξῆς ἕκαστον, ἄλλης δἄλλο δυνάμεως ὑπάρχον, οὐκ ὀρθῶς δὲ ἐποίησεν ἀδιορίστως γράψας. τί γὰρ ὅμοιον ἔχει τὸ διὰ βλίτου σύν ἐλαίῳ λελειωμένου κατάπλασμα τῷ διὰ κίκεως σπέρματος κορίου μελανθίου συγκειμένῳ; θερμαίνει μὲν γὰρ ταῦτα καὶ ξηραίνει, τὸ δὲ βλίτον ἀσθενῶς ὑγραίνει τε καὶ ψύχει. τὸ δἐπὶ τῇ τελευτῇ τοῦ λόγου γεγραμμένον τὴν ἀρχὴν οὐδἐφἑνὸς χρήσασθαί ποτε πείρας ἕνεκα συμβουλεύσω, μήτοι γε πολλάκις· ὀλιγάκις μὲν ἀναγκαζόμεθα χρήσασθαι τοῖς διὀπίου φαρμάκοις,  ὅταν ὑπὸ σφοδρότητος ὀδύνης ἄνθρωπος ἀποθανεῖν κινδυνεύῃ. βλάβη δέ τις καὶ τότε τοῖς στερεοῖς μορίοις γίνεται, δεομένη τῆς μετὰ ταῦτα γενησομένης ἐπανορθώσεως. οὕτω καὶ τὰ διὀπίου κολλύρια πολλοὺς ἔβλαψεν, ὡς ἀσθενῆ τε τὸν ὀφθαλμὸν ἀποδεῖξαι καὶ τὴν καλουμένην ἀμβλυωπίαν ἐργάσασθαι, καθάπερ γε καὶ βαρυηκοΐαν, ὅσα πρὸς ὠταλγίαν σφοδρὰν συντίθεται διὀποῦ μήκωνος. ἀλλὰ διὰ κεφαλαλγίαν σφοδρὰν οὔτε τις συγκοπεὶς ἀπέθανεν οὔθἑαυτὸν ἀπέκτεινεν, ὡς ἔνιοι τῶν κωλικῶν. ὅπως ἂν γὰρ ἀλγῶσιν, ἀπολείπονται τῶν τὸ κῶλον ἀλγούντων οὖς ὀφθαλμὸν ὀδόντα. παρηγοροῦνται δὲ διὰ καταντλημάτων καὶ καταπλασμάτων.
§1.8–1.10
§1.8 [Περὶ τῶν ὑπἈρχιγένους γεγραμμένων βοηθημάτων πρὸς κεφαλαλγίαν.] Καταλιπόντες οὖν ἤδη τὸν Ἀπολλώνιον ἐπὶ τὸν Ἀρχιγένη μεταβῶμεν, ἐν τῷ προτέρῳ τῶν ἐπιγραφομένων αὐτῷ περὶ τῶν κατὰ γένος φαρμάκων, ᾧδέ πως γράψαντα. Ἀρχιγένους πρὸς τὰς γινομένας κεφαλαλγίας χωρὶς πυρετοῦ. κοινῶς ἐν ἀρχῇ ποιεῖ ὑδροποσία, ὀλιγοσιτία, κοιλίας ἔκλυσις. ταῦτα προειπὼν ἐφεξῆς γράφει φάρμακα πολυειδῆ. βέλτιον οὖν μοι δοκεῖ κατὰ μόνας ἑκάστην τῶν ῥήσεων αὐτοῦ προχειριζομένῳ σκοπῆσαι, καὶ πρῶτόν γε τὴν ἀρχὴν ἐπαινέσαι, σαφῶς εἰπόντος αὐτοῦ τὸν ἀπὸ τοῦ πυρέττειν διορισμόν. ἐγένετο μὲν οὖν καὶ Ἀρχιγένης οὐ τῶν τυχόντων ἰατρῶν, ὥσπερ γε καὶ Μαντίας καὶ Ἡρακλείδης ἐμπειρικὸς, ἀλλὰ τῇ περὶ τὴν τέχνην Ἀρχιγένους ἐπιμελείᾳ πρόσκειται καὶ τὸ μετἐκείνου γεγονέναι. μέγιστον δὲ τοῦτό ἐστι τοῖς ἐκμαθεῖν ἀληθῶς βουλομένοις ἡντιναοῦν τέχνην λογικὴν, ὅταν γε καὶ πεφυκότες ὦσιν ἀγχίνοοί τε καὶ γεγυμνασμένοι κατὰ τὴν τῶν παίδων ἡλικίαν ἐν τοῖς πρώτοις μαθήμασιν. οἱ πολλοὶ δὲ τῶν τὰς τοιαύτας τέχνας μεταχειριζομένων οὐ γενέσθαι σοφοὶ καταὐτὰς, ἀλλὰ τοῖς πολλοῖς φαίνεσθαι τοιοῦτοι σπουδάζουσιν. ἀλλ γε Ἀρχιγένης εἴπερ τις καὶ ἄλλος ἐκμαθεῖν οὕτω τὰ κατὰ τὴν ἰατρικὴν θεωρίαν σπουδάσας εἰκότως ἀξιόλογα συγγράμματα πάμπολλα κατέλιπεν, οὐ μὴν ἐν ἅπασί γε οἷς εἶπεν ἄμεμπτος εἶναί μοι φαίνεται, ἀλλὥσπερ αὐτὸς ὑφὧν ἀνδρῶν ὠφεληθεὶς ἄριστος ἐγένετο, τούτων ἐλέγχει πολλὰ, οὕτω καὶ αὐτὸν εἰκός ἐστιν ἁμαρτάνοντα πρὸς ἡμῶν τῶν μεταὐτὸν γεγονότων ἐξελέγχεσθαι. χαλεπὸν γὰρ ἄνθρωπον ὄντα μὴ διαμαρτάνειν ἐν πολλοῖς, τὰ μὲν ὅλως ἀγνοήσαντα, τὰ δὲ κακῶς κρίναντα, τὰ δὲ ἀμελέστερον γράψαντα, καθάπερ καὶ νῦν μοι δοκεῖ σφαλῆναι τῷ τῶν ἀπυρέτων ἀπὸ τῶν πυρεττόντων διορισμῷ μὴ προσθεὶς τοὺς τῶν ἀπυρέτων ἅπαντας διορισμούς.
§1.9 [Περὶ τῶν ἀπὸ στομάχου κεφαλαλγούντων.] Εὐθέως οὖν πρῶτος ἐν αὐτοῖς ἐστιν τῆς ἀπὸ στομάχου κεφαλαλγίας. ἔνιοι γὰρ εἰ καὶ βραχύς τίς ἐστιν ἐν τῇ κοιλίᾳ καὶ μάλιστα κατὰ τὸ στόμα χυμὸς αὐτοῖς ἀθροισθείη δριμὺς, αὐτίκα κεφαλαλγοῦσιν καὶ διὰ τοῦτο βλάπτονται μέχρι πλείονος ἀσιτοῦντες. αὐξάνεται γὰρ αὐτοῖς ἐπὶ ταῖς ἀσιτίαις τῶν τοιούτων χυμῶν μοχθηρία. χρὴ τοίνυν τοὺς οὕτως ἐνοχλουμένους ἰᾶσθαι μηδὲν μὲν τῇ κεφαλῇ προσφέροντας, εἴ γε οὐδὲ πέπονθεν οὐδὲν ἴδιον πάθος, ἀλλὑπὸ τῆς ἀνόδου τῶν ἐν τῇ γαστρὶ χυμῶν ἀτμοὺς ἐγειρόντων μοχθηροὺς λυπεῖται, καθάπερ ἄλλοι τοῖς τῶν ὑποχεομένων συμπτώμασι περιπίπτουσιν ἐπὶ τοῖς τοιούτοις χυμοῖς. τίς οὖν θεραπεία; κενῶσαι τῆς γαστρὸς ὅτι τάχιστα τοὺς λυποῦντας χυμούς. ἐκκενοῦνται δὲ εὐεμέσι ῥᾳδίως ὕδωρ πίνουσι, τοῖς δυσεμέσι δυσχερέστερον. ὡς ἔνιοί γε, κᾂν διὰ τῆς τῶν δακτύλων πτερῶν καθέσεως εἰς ἔμετον παροξύνωσι τὴν γαστέρα, πλέον αὐτοῖς οὐδὲν γίνεται. τοὺς τοιούτους οὖν ὅτι τάχιστα πειρᾶσθαι τροφὴν εὔχυμόν τε καὶ εὐστόμαχον προσφέρεσθαι, εἰ μὲν ἐγχωροίη, λουσαμένους, εἰ δὲ μὴ, πρὸ τοῦ λουτροῦ τοσοῦτον προσαραμένους τροφῆς ὡς μὴ βλαβῆναι λουομένους. δειπνήσαντες δὲ ὀλίγου πιεῖν ἀψινθίου κατὰ τὴν ὑστεραίαν, οὕτω τε πειρᾶσθαι διαιτᾶσθαι τὸ λοιπὸν, ὡς ἄγαν αὐτοὺς εὐπεπτήσαντας ἄρτου προσφέρεσθαι βραχὺ κατὰ τρίτην ὥραν τετάρτην βραχὺ πρωϊαίτερον ὀψιαίτερον, ὡς διάστημα σχεῖν ἱκανὸν ἐπὶ τὴν εἰθισμένην ὥραν τοῦ λουτροῦ. ὅσοι δὲ οὐ δύνανται τὸν ἄρτον ἐσθίειν χωρὶς ὄψου, τούτοις ἐλαιῶν φοινίκων σταφυλῆς τινος τοιούτου διδόναι, τῆ πείρᾳ τὸ βέλτιστον αὐτῶν εὑρίσκοντας. ἄλλο γὰρ ἄλλῳ βέλτιόν ἐστιν, κατὰ τὴν ἰδιότητα τῆς φύσεως. εἰς δὲ τὴν τῶν μοχθηρῶν χυμῶν ἐν τῇ γαστρὶ πλεονεξίαν τε τῆς πεττικῆς δυνάμεως ἀσθένεια καὶ τοῦ στόματος τῆς κοιλίας ἀτονία τὰ μέγιστα συντελεῖ, καθάπερ γε καὶ εὐαισθησία καὶ πρὸς τούτοις κεφαλὴ δέχεσθαι τοὺς ἀτμοὺς τῶν τοιούτων χυμῶν ἐπιτηδείως ἔχουσα, καθάπερ ἐνίοις οἱ ὀφθαλμοί. ἐγὼ μὲν οὖν πολλάκις ἐπὶ πολλῶν ἐπειράθην ἧς διῆλθον ἀγωγῆς, ὠνησάσης τὴν ἀπὸ τῆς κοιλίας γενομένην κεφαλαλγίαν. δὲ Ἀρχιγένης, ἁπλῶς γράψας ἁπάσης κεφαλαλγίας τῆς ἄνευ πυρετοῦ βοήθημα τὴν ὀλιγοσιτίαν, εὔδηλός ἐστιν οὐδὲν εἰδὼς περὶ τῆς ἐπὶ χολώδει χυμῷ γενομένης. ἔτι δὲ μᾶλλον ἄν τις τούτῳ πεισθείη, τὴν τελευταίαν αὐτοῦ λέξιν ἀναγνοὺς, ἔχουσαν οὕτω· Ἀρχιγένης. ἐπὶ δὲ τῶν ἀπὸ στομάχου κεφαλαλγούντων πνευματικῶς τε καὶ διατεινομένων,  ὄξει κωδείας ἀναφεψημένας ἔχοντι κατάντλει τοὺς σπόγγους βρέχων ἐπιτίθει, εἶτα κατάπλασσε τὸ μέτωπον ἀλφίτῳ μετὰ ἡδυόσμου καὶ ὄξους γλήχωνα μετὰ τῶν αὐτῶν στρύχνου χυλῷ μετὰ ῥοδίνου χρῖε. στόμαχον μὲν γὰρ ὀνομάζει, δηλονότι τῆς κοιλίας τὸ στόμα εἰθικότων οὕτω τῶν ἰατρῶν καλεῖν τὸ μόριον τοῦτο, οἵ γε καὶ στομαχικὰς συγκοπὰς ὀνομάζουσι καὶ στομαχικούς τινας εἶναί φασιν ἀπό τινος τῶν ἐν τῷ τόπῳ τούτῳ γιγνομένων πάθους οὕτως ὀνομάζοντες, ὡς ἡπατικοὺς τοὺς ἀφἥπατος καὶ κωλικοὺς τοὺς ἀπὸ κώλου καὶ νεφριτικοὺς τοὺς ἀπὸ νεφρῶν καὶ σπληνικοὺς τοὺς ἀπὸ σπληνὸς πάσχοντας. ἓν δὲ ἀπὸ τοῦ στομάχου τούτου πάθος ὀδυνηρὸν ἔγραψε, καταλαμβάνον τὴν κεφαλὴν τῶν, ὡς αὐτὸς ὠνόμασεν, πνευματικῶς διατεινομένων, ὅπερ ἐξ οἴνου πόσεως πολλῆς οἶδα μᾶλλον γινόμενον. οἱ δὲ διὰ χυμοὺς ἀλγοῦντες τὴν κεφαλὴν δακνώδους ἀλγήματος οὐ διατείνοντος αἰσθάνονται. ἔνδεια μὲν οὖν τροφῆς χρήσιμος ἐπὶ τῶν διατάσεων, οὐ μὴν τοῖς γε δακνώδεις χυμοὺς ἔχουσιν ἐν τῷ στόματι τῆς κοιλίας. ὅταν μὲν οὖν δακνώδης χυμὸς οὕτως πικρὸς, ὠχρά τε καὶ ξανθὴ καλεῖται χολὴ, φύσιν ἔχουσα διὰ κουφότητα πρὸς τὸ στόμα τῆς γαστρὸς ἀναφέρεσθαι. ὅταν δὲ φλεγματώδης ὀξὺς ἁλμυρὸς , ἐν τῷ κύτει μᾶλλον ὅλης τῆς γαστρὸς ἤπερ ἐν τῷ στόματι στηρίξεται. κάλλιστον δὲ ὡς ἐν τοιούτοις ἐστὶν ἐν τῷ πυθμένι τῆς κοιλίας αὐτὸν περιέχεσθαι. ῥᾳδίως γὰρ εἰς τὸ ἔντερον ἀφικνεῖται καταλιπὼν τὴν γαστέρα. χειρίστη δὲ γίνεται διάθεσις ἐπὶ μοχθηροῖς χυμοῖς ἀναποθεῖσι δυσεκνίπτως εἰς τοὺς χιτῶνας τῆς γαστρὸς, ὧν ἄριστον βοήθημα τὸ διἀλόης ἐστὶ φάρμακον, καλοῦσιν ἔνιοι μὲν πικρὰν, ἔνιοι δὲ αὐτὸ τὴν διὰ τῆς ἀλόης ἱεράν. καὶ βάλλουσιν ἑκατὸν μὲν τῆς ἀλόης δραχμὰς, ἓξ δὲ τῶν ἄλλων ἑκάστου, ὄντων καὶ αὐτῶν τῷ ἀριθμῷ ἓξ, κινναμώμου, ναρδοστάχυος, ξυλοβαλσάμου, μαστίχης Χίας, ἀσάρου, κρόκου. κάλλιον δὲ γίνεται τὸ φάρμακον, ἀλόης ἔλαττον λαβών. ἔδοξε γάρ μοι πολὺ τὸ πλῆθος αὐτῆς ἑκατὸν εἶναι δραχμὰς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν παραβαλλόμενον, καὶ διὰ τοῦτο καὶ διἐνενήκοντα δραχμῶν αὐτὸ συνέθηκα, καὶ διὀγδοήκοντα, καὶ μέντοι καὶ διἐλάττονος ἐνίοτε τοῦ κρόκου, διὰ τό τινας τῶν προσφερομένων αὐτὸ πλήττεσθαι τὴν κεφαλὴν, ὅπερ καὶ διὰ τῆς ὀσμῆς μόνης τοῦ κρόκου πάσχομεν πολλάκις, ὥστε ἀρίστην αὐτοῦ σύνθεσιν κρίνας τὴν διὰ τῶν ἐνενήκοντα δραχμῶν τῆς ἀλόης καὶ τοῦ κρόκου πέντε ταύτῃ χρῶμαι. τοῖς δὲ μηδὲν τὴν ὀσμὴν ἀλύπως τοῦ κρόκου φέρουσιν, ἀλλεὐθέως πληρουμένοις τὴν κεφαλὴν, συντίθημι τὸ φάρμακον, τέτταρας ἐμβαλὼν τοῦ κρόκου δραχμάς. συνεχῶς δὲ ἀναγκάζομεν σκευάζειν αὐτὸ, διὰ τὸ μὴ μόνοις οἷς διῆλθον, ἀλλὰ καὶ τοῖς πάσχουσι τὰ τῶν ὑποχεομένων φαντάσματα συμπτώματα διὰ πάθος στομάχου διδόναι. καὶ πρὸς τούτοις γε τοῖς ἐπεχομένοις τὴν γαστέρα καὶ γυναιξὶ μὴ καθαιρομέναις καλῶς ἐφὧν ἐνεργεῖ κάλλιον, ὅταν ὀγδοήκοντα μὲν ἀλόης δραχμὰς, ἓξ δὲ τοῦ κρόκου λάβῃ. καὶ κάλλιον δέ ἐστι τοῦ καρπησίου λαβεῖν ἀντὶ τοῦ ἀσάρου, συνέθηκα δέ αὐτό ποτε καὶ ἀμφοῖν ἐμβαλών. ἔστι δὲ μὲν τελεία δόσις τοῦ φαρμάκου δραχμὴν μίαν, μεθὕδατος κυάθων οὐ πλέονος τριῶν, δὲ ἐλλιπεστάτη κατὰ τὸ ἥμισυ. μεταξὺ δὲ ἀμφοῖν αἱ ἄλλαι, καθἡλικίαν καὶ μέγεθος σώματος καὶ ἔθος ὑπαλλαττομένης τῆς ποσότητος.
§1.10 [Ἀρχιγένους τὰ ἐφεξῆς τῇ πρώτῃ ῥήσει γραφέντα, ἐν οἷς καὶ Γαληνοῦ διορισμός.] Περὶ μὲν οὖν τῶν ἀπὸ στομάχου κεφαλαλγούντων ἱκανὰ ταῦτα. καιρὸς δὲ μεταβαίνειν ἤδη πρὸς τὰς ὑπὸ τοῦ Ἀρχιγένους γεγραμμένας ῥήσεις ἐφεξῆς τῇ πρώτῃ. ποιήσομαι δὲ καθἑκάστην αὐτῶν ὁμοίαν ἐξέτασιν κατὰ τὴν πρώτην ἔπραξα, συνάψας αὐτῇ διὰ τῶν πραγμάτων ἀκολουθίαν καὶ τὴν ὑστάτην. ἀλλὰ νῦν γε ἀπὸ τῆς δευτέρας ἄρξομαι. ἐμβρέγματα δὲ ἐὰν μὲν ἀπὸ χειμῶνος ἀπὸ περιψύξεως πάσχωσιν, ἔλαιον χλιαρὸν καὶ διάχρισμα ῥινῶν, δαφνίδων ἐκπίεσμα δάφνινον ἔλαιον συριακὸν μύρον κίκινον στυράκινον γλεύκινον, ἄλλο τι τοιοῦτον θερμαντικόν. ἵνα δἀπὸ τοῦ τελευταίου τὴν ἀρχὴν ποιήσωμαι, λέγειν αὐτὸν ἡγοῦμαι τήν τε καλουμένην αὐτόῤῥυτον ῥητίνην, ἐν Λακεδαίμονι πλείστην γιγνομένην καὶ τὸ καπνέλαιον ἐν Κιλικίᾳ, τό τε ἀμαράκινον καὶ τὸ στυράκινον ἐν Κυζίκῳ, τό τε ἐν Πέργῃ σκευαζόμενον ἴρινον, ἀξιοῖ διαχρίειν τοῖς τοιούτοις μύροις τὰς ῥῖνας, ὡς διὰ τῆς ὀσμῆς αὐτῶν θερμαινομένης τῆς κεφαλῆς. καὶ γὰρ καὶ φαίνεται σαφῶς τοῦτο γινόμενον, ὡς καὶ τοὺς ἰδιώτας αὐτοῖς χρῆσθαι, καὶ μάλιστα τοῖς εὐπορίστοις. εὐπόριστα δέ ἐστιν ἄλλοις ἄλλα τὰ παρἑκάστοις πλεονάζοντα, καὶ παρἡμῖν γε κατὰ τὴν Ἀσίαν ἔθος ἐστὶ τοῖς ἀγροίκοις τῷ καλουμένῳ κεδρίνῳ χρῆσθαι, κᾂν ἀπορῶσι δέ ποτε αὐτοῦ, πισσελαίῳ. καλοῦσι δὲ οὕτω τὸ συγκείμενον ἐξ ἐλαίου τε καὶ πίττης ὑγρᾶς. μιγνύουσι δὲ καὶ τούτῳ καὶ τῷ κεδρίνῳ τὸ ἔλαιον οἱ μὲν πλέον, οἱ δὲ ἔλαττον, εἰς ὅσον ἂν ἐκλῦσαι τὸ σφοδρὸν τῆς δυνάμεως αὐτῶν βουληθῶσιν. ἅπασι δοἷς εἶπον εἰώθασι καὶ τὰ τῆς κεφαλῆς χρῆσθαι καὶ μάλιστα, ὡς εἴρηται, κατὰ τὸ βρέγμα. διαχρίουσι δὲ καὶ τὸ μέτωπον αὐτοῖς καὶ τῶν ὤτων τοὺς πόρους, ἔνιοι δὲ καὶ τὰ τῶν ποδῶν ἴχνη καὶ τὴν ἕδραν. ὅταν δὲ Ἀρχιγένης εἴπῃ δαφνίδων ἐκπίεσμα τὸ καλούμενον ἁπλῶς δάφνινον, ἡγητέον οὕτως ὀνομάζειν αὐτὸν, ὡς τό τε προσλαβὸν ἐλαίου δάφνινον ἔλαιον  ὀνομάζεται. Συριακὸν δὲ μύρον ἡγοῦμαι λέγειν αὐτὸν τὸν Κομμαγηνὸν, ἐπειδὴ κομίζουσιν ἐκ Συρίας ἡμῖν αὐτό. Ἀρχιγένους. θέρους δὲ καυσωδῶς διατεινομένων διὄξους καὶ ἐλαίου ὕδατος καὶ ῥοδίνου, ἔτι δὲ χυλοῦ πολυγόνου ἀνδράχνης στρύχνου, τινος τῶν ψυχόντων, σπόγγους τε ἐξ ὀξυκράτου τίθει τῇ κεφαλῇ. ἐν τούτῳ τῷ λόγῳ δόξει μὲν ἴσως τισὶν ἀμελέστερον ἀναγινώσκουσιν μίαν ἁπλῆν θεραπεύειν θιάθεσιν Ἀρχιγένης. ἔχει δὲ οὐχ οὕτως. ἐκ μὲν τοῦ φάναι καυσωδῶς τὴν θερμὴν ἐνδείκνυται διάθεσιν, ἐκ δὲ τοῦ διατεινομένων τὴν ὑπὸ πνεύματος φυσώδους τοῦτο πάσχουσαν, ὡς μὴ μόνον ἠλλοιῶσθαι κατὰ τὴν δυσκρασίαν, ἀλλὰ πλεονεξίαν ὑπάρχειν ἀτμώδους πνεύματος. ἐν ἀρχῇ μὲν οὖν ἐπὶ τῶν τοιούτων διαθέσεων ἀμφοτέρων τῶν ψυχόντων βοηθημάτων δύναμίς ἐστιν ἐπιτήδειος, ἐμψύχουσα μὲν τὴν κατὰ θερμότητα δυσκρασίαν, ἀνακρουομένη δὲ καὶ ἀναστέλλουσα τὴν ἀναφορὰν τοῦ φυσώδους πνεύματος. ἄμεινον δἂν εἴη κατὰ τὴν ἐμὴν δόξαν ἀκριβέστερον ἐκζητῆσαι πότε μὲν ἐκ τοῦ σώματος ἀναφέρεται τὸ φυσῶδες πνεῦμα, καθάπερ ἐπὶ τῶν ἀπὸ τοῦ στομάχου κεφαλαλγικῶν ἐλέχθη, πότε δὲ ἐν τῇ κεφαλῇ γεννᾶται· καὶ γὰρ γαστὴρ ἐκφυσᾶται ἐνίοτε δυσλύτως. ἐνίοτε δὲ καὶ τῶν μεταὐτὴν ἐντέρων ποτὲ μὲν νῆστις τὸ λεπτὸν ἔντερον, ἔστι δὅτε τὸ κῶλον. οὐδὲν οὖν θαυμαστὸν οὐδὲ ἀδύνατόν ἐστι τὴν αὐτὴν διάθεσιν ἔν τισι τῶν κατὰ τὴν κεφαλὴν μορίων γινομένην τὸ φυσῶδες πνεῦμα γεννᾷν, οὗ τῆς γενέσεως ἐν τοῖς κατὰ τὴν γαστέρα τόποις τὴν αἰτίαν εὕρομεν, ἔνδειαν θερμασίας τοσαύτης ὡς γεννᾷν ἐκ τῶν σιτίων τε καὶ ποτῶν ἀτμῶδές τε καὶ φυσῶδες πνεῦμα. διἀῤῥωστίαν δὲ τῆς περισταλτικῆς δυνάμεως ἐκφυσᾶσθαί τε καὶ πληροῦσθαι τὴν ἐντὸς εὐρυχωρίαν τῶν οὕτω παθόντων μορίων, ὥστε διατείνεσθαι μὲν διὰ τὴν πλήρωσιν, ὀδυνᾶσθαι δὲ διὰ τὴν τάσιν. εὑρέθη γὰρ οὖν καὶ τοῦθἡμῖν, ἐν οἷς περὶ τῶν ἀλγημάτων τὰς κοινὰς καὶ γενικὰς ἐσκοποῦμεν, ὡς ἐν τῷ διαλύεσθαι τὸ συνεχὲς τῶν ὁμοιομερῶν σωμάτων ὀδύνη γίνοιτο. διαλύει δαὐτὴν τὰ διαβιβρώσκοντα καὶ τὰ τέμνοντα καὶ τὰ διατείνοντα καὶ τὰ σφοδρῶς θερμαίνοντα καὶ ψύχοντα. διὸ κᾀπὶ τῶν κατὰ τὴν κεφαλὴν ἀλγημάτων εἴωθα πυνθάνεσθαι τῶν πασχόντων, ὁποία τίς ἐστιν ποιότης αὐτῶν. ἔνιοι μὲν γὰρ ὡς διαβιβρωσκομένων τῶν σωμάτων αἰσθάνεσθαί φασι τῆς ὀδύνης, ἔνιοι δὲ ὡς διατεινομένων βαρυνομένων θλωμένων μόνης ἐπικρατούσης σφοδρᾶς θερμότητος ψύξεως. εἰ μὲν γὰρ ὡς διαβιβρωσκομένων καὶ κεντουμένων, ἤτοι διὰ δριμύτητα χυμῶν τοιούτου πνεύματος αἰτιατέον· εἰ δὲ διατείνοιντο χωρὶς τοῦ δάκνεσθαι, πλήρωσιν τῶν διατεινομένων μορίων, ἤτοι διὰ πνεῦμα φυσῶδες χυμὸν ἐπιῤῥυέντα πολὺν, ἐν γένει καὶ φλεγμονὴ καὶ τὸ ἐρυσίπελάς ἐστιν· μὲν φλεγμονὴ θερμὸν αἷμα πολὺ τοῦ φλεγμαίνοντος σώματος ἐν αὑτῷ περιέχοντος, τὸ δὲ ἐρυσίπελας χολώδη χυμόν, εἰ δὲ ἐξ ἀμφοῖν πλεονεκτούντων πληρωθείη τι μόριον, ἤτοι τὴν ἐρυσιπελατώδη φλεγμονὴν τὸ φλεγμονῶδες ἐρυσίπελας γίνεσθαι. καὶ μή τις δοκείτω μακρὸν ἡμᾶς λόγον ἐφἑνὶ μορίῳ καθἓν σύμπτωμα πάσχοντι ποιεῖσθαι. κοινὸς γὰρ ἁπάντων τῶν ὀδυνωμένων λόγος ἐστὶν καὶ διαρθρώσας τις αὐτὸν ἀκριβῶς, εὐπορώτερος εἰς τὴν τῶν ἰαμάτων εὕρεσιν ἐπὶ παντὸς μορίου πάσχοντος ἔσται. τὸ γάρ τοι τῆς τέχνης στοχαστικὸν ἐν τῷ τῶν διαθέσεων διαγνωστικῷ μάλιστά ἐστιν. εὑρισκόμεναι γὰρ αὗται τὴν θεραπείαν οὐ στοχαστικῶς, ἀλλἐπιστημονικῶς ἐνδείκνυνται μετὰ τοῦ καὶ γινώσκεσθαι τὸ δύσλυτον ἐνίων διαθέσεων, ἐφὧν εὔλογον χρῆσθαι τοῖς κατὰ τὴν ἔνδειξιν, εἰ καὶ μηδὲν ἀνύειν φαίνοιτο κατὰ τὰς ἀρχάς. καὶ τοῦτἔστι τὸ κατὰ τὸν ἀφορισμὸν εἰρημένον, ἐν φησι, πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων δὲ τῶν κατὰ λόγον μὴ μεταβαίνειν ἐφἕτερα, μένοντος τοῦ δόξαντος ἐξ ἀρχῆς. ἔσθὅτε γὰρ οὕτω σφοδρῶς ἐν τοῖς στενοῖς πόροις σφηνοῦται τὸ ἀτμῶδες πνεῦμα, καὶ πολὺ μᾶλλον αὐτοῦ γλίσχρος χυμὸς παχὺς, ὡς χρόνου δεῖσθαι πλείονος εἰς τὴν ἴασιν. λεπτῦναί τε γὰρ τὰ οὕτως ἐσφηνωμένα καὶ τοὺς πόρους εὐρῦναι χρὴ, διὧν ἐκκριθήσεται μετὰ τοῦ προνοεῖσθαι μηκέτι ἐπιῤῥεῖν ἕτερον, ἤτοι χυμὸν πνεῦμα τοιοῦτον, καὶ πρὸς τούτοις τονῶσαι τὸ πεπονθὸς, ὡς μηδὲ αὐτὸ τὴν τοῦ φυσώδους πνεύματος ἐργάσασθαι γένεσιν. οἱ μὲν οὖν πρῶτοι συνθέντες οἰκεῖα ταῖς τοιαύταις διαθέσεσι φάρμακα ποικίλης ἐδεήθησαν ὕλης εἰκότως· εἴ γε ἀποκρούεσθαι τὴν ἐπιῤῥέουσαν οὐσίαν, εἴτε ἐν χυμοῖς εἴτε ἐν ἀτμοῖς εἴη, τῶν ἀναγκαίων ἐστὶ πέττειν τε καὶ λεπτύνειν τὴν ἐσφηνωμένην, διαφορεῖν τε ταύτην αὐτὴν καὶ τούτων ἁπάντων οὐδενὸς ἧττον, ἀλλἔτι καὶ μᾶλλον εὐτονίαν ἐργάζεσθαι περὶ τὸ πεπονθὸς μόριον, ὡς μὴ παραδέχοιτο μὲν τὸ ἐπιῤῥέον, ἀποκρίνοι δὲ τὸ λεπτυνθὲν, πέττοι δὲ καὶ λεπτύνοι τὸ ἐσφηνωμένον. ἀλλἐν τῇ μίξει τῶν τοῦτο δυναμένων ἐργάζεσθαι φαρμάκων ἄλλος ἄλλου στοχαστικώτερος γενόμενος μὲν ἧττον ὠφελοῦσαν, δὲ μᾶλλον εἰργάσατο τὴν σύνθεσιν. ὅθεν, ὡς ἴστε, πρὸς γὰρ ὑμᾶς ἐρῶ τοὺς ἑταίρους, οἷς μάλιστα γράφεται ταῦτα, δύο πάντως ὁρᾶτέ μοι παρεσκευασμένα φάρμακα τῶν τὴν αὐτὴν ἐπαγγελίαν ἐχόντων, ἔσθὅτε καὶ τρία καὶ τέτταρα, κᾀκ τῆς τούτων μίξεως πολλάκις ἐργαζομένῳ τὸ δέον ἐπὶ τῶν δυσιάτων διαθέσεων.  ἐπισκοποῦμαι γὰρ αὐτῶν ἐν τίνι μὲν πλέον ἐστὶ τὸ θερμαῖνον ἁπλοῦν φάρμακον, ἐν τίνι δὲ τὸ ψῦχον, ὥσπερ καὶ τὸ ξηραῖνον ὑγραῖνον λεπτομερὲς παχυμερὲς, εἶθὁρῶν ὅπως ἐνήργησε τὸ προσενεχθὲν τῷ πάσχοντι τὴν δευτέραν χρῆσιν ἤτοι διἄλλου τινὸς διαὐτοῦ τούτου ποιοῦμαι, πολλάκις μὲν ἐφἕτερόν τι τῶν τὴν αὐτὴν ἐπαγγελίαν ἐχόντων ἀφικνούμενος, ἐνίοτε δὲ μιγνὺς ἀμφότερα, κᾀξ αὐτῶν ἐργαζόμενός τι μέσον. εἴρηται δὲ ἐπὶ πλέον οὐ καθόλου μόνον, ἀλλὰ καὶ κατὰ μέρος, ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἅπαντα τὰ τοιαῦτα. καὶ χρὴ γινώσκειν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, ἐκείνῃ ταύτην ἑπομένην. ὅμως δὲ ἀναγκάζομαι καὶ νῦν ἀναμιμνήσκειν αὐτῆς, ἕνεκα τοῦ μᾶλλον ἡμᾶς ἀκολουθῆσαι τοῖς ἐνταῦθα λεγομένοις. ἐπὶ γοῦν τῆς προκειμένης διαθέσεως, ὀδυνώδους ἐπικρατούσης θερμότητος, ἅμα φυσώδει πνεύματι κατἀρχὰς μὲν ἀποκρουστικῇ θεραπείᾳ χρηστέον, ἐκ τῆς τῶν ψυχόντων δυνάμεως γινομένῃ. συμμέτρως δὲ τούτου πραχθέντος ἐκ τῶν παρηγορικῶν τε καὶ πεττικῶν μιγνύναι χρὴ τοῖς ἀποκρουστικοῖς, εἶτα καὶ τῶν διαφορητικῶν τι προσθετέον ἀφαιροῦντα κατὰ βραχὺ τῶν ἀποκρουστικῶν φαρμάκων, ἄχρις ἂν εἰς τὴν ἐναντίαν μίξιν ἀφίκηται τὸ φάρμακον ἣν ἐξ ἀρχῆς ἔσχε, τουτέστιν ἵνα πλεῖστον μὲν τὸ λεπτυντικόν τε καὶ διαφορητικὸν, ἔλαττον δὲ τὸ πεττικόν τε καὶ παρηγορικὸν, ἐλάχιστον δὲ τὸ ἀποκρουστικόν. ἀνδράχνην μὲν οὖν ἐμάθετε ψυκτικῆς καὶ ὑδατώδους οὖσαν οὐσίας, ἧττον δὲ αὐτῆς τὸ πολύγονον. ἐπὶ δὲ τοῦ στρύχνου τοσοῦτον μεμίχθαι παχυμεροῦς τε καὶ γεώδους, ὅσον καὶ τῆς στύψεως. τὸ δὲ ὄξος ἀποκρουστικήν τε ἅμα καὶ λεπτυντικὴν, ἀλλὰ καὶ διαφορητικὴν ἔχει δύναμιν, ὡς ἂν ἐπικρατούμενον ἐν τῇ κράσει λεπτομερεῖ ψυχρότητι, καθάπερ ἀκριβῶς αἴθριος ἀὴρ βόρειος. ἐμάθετε δὲ καὶ τὴν τοῦ ῥοδίνου δύναμιν, ὡς ἔχει μέν τι καὶ ἀποκρουστικὸν, ἔχει δὲ καὶ πεττικὸν καὶ παρηγορικὸν, ἔτι δὲ πρὸς τούτοις καὶ διαφορητικόν. εἰκότως οὖν Ἀρχιγένης ἐν ἀρχῇ τῆς εἰρημένης διαθέσεως τοῖς τοιούτοις χρῆται φαρμάκοις, αὐτὸ μὲν καθἑαυτὸ μόνον ὄξος οὔτἄλλοθι προσφέρων οὔτε ἐνταῦθα διὰ τὸ σφοδρὸν τῆς δυνάμεως, μιγνὺς δὲ ἤτοι ῥόδινον ὕδωρ αὐτῷ. μεταβῶμεν οὖν ἤδη πρὸς τὰς ἐφεξῆς τοῦ Ἀρχιγένους ῥήσεις. ἐὰν δὲ ἐπιτείνοιτο, τελεία τροφῆς ἀποχὴ ἁρμόδιος, εἶτα φλεβοτομία ἀπἀγκῶνος κένωσίς τε τῆς κοιλίας διὰ κλυστῆρος εὐτόνου. περὶ τούτων τῶν βοηθημάτων εἴρηταί μοι πρότερον, ἡνίκα τὰς Ἀπολλωνίου ῥήσεις ἐσκοπούμην, ἀσιτίαν μὲν ἐπὶ τοῖς χολώδεσιν αἰτίοις ἀπαγορεύοντός μου, φλεβοτομίαν δὲ ἐπὶ παίδων καὶ γερόντων καὶ δυνάμεως ἀσθενοῦς, ἐπαινοῦντος δὲ τὴν διὰ κλυστῆρος κένωσιν, οὐ μόνον τῆς κενώσεως ἕνεκα τῶν περιεχομένων ἐν τοῖς ἐντέροις, ἀλλὰ καὶ τῆς ἀντισπάσεως τῶν ἐπὶ τὴν κεφαλὴν ἀναφερομένων. καὶ διὰ τοῦτο καλῶς ἐν οἷς ἔγραψε περὶ αὐτῆς Ἀρχιγένης, οὐχ ἁπλῶς εἶπεν κένωσίς τε κοιλίας διὰ κλυστῆρος, ἀλλὰ προσέθηκεν εὐτόνου. πολὺ γὰρ ἐν τῷ τοιούτῳ κλυστῆρι τὸ τῆς ἀντισπάσεώς ἐστι, πρὸς τῷ μὴ μόνα τὰ κατὰ τὴν γαστέρα καὶ τὸ μεσάραιον ἐκκενοῦν, ἀλλὰ καὶ τὰ σιμὰ τοῦ ἥπατος. Ἀρχιγένους. ἐμβρέγματα δὲ πήγανον μετὄξους καὶ ἐλαίου λεαινόμενον. ἀναμνησθέντες ἧς ὑπέθετο διαθέσεως βοηθήματα γράφειν, οὕτω κρίνομεν ἕκαστον ὧν καταλέγειν ἤρξατο. τὴν μὲν οὖν διάθεσιν αὐτὸς οὕτως ἔγραψεν, θέρους δὲ καυσωδῶς διατεινομένων. ἐφεξῆς δὲ ψυκτικῆς, δυνάμεως ὑπέταξε βοηθήματα καὶ μετὰ ταῦτα ἔφη. ἐὰν δὲ ἐπιτείνηται, τελεία τροφῆς ἀποχὴ καὶ φλεβοτομία καὶ κλυστὴρ εὔτονος προσφερέσθω. καὶ τούτων ἐφεξῆς τὰ κατὰ τὴν προκειμένην ἐγράφη ῥῆσιν, ἐν μετὄξους καὶ ἐλαίου λεανθὲν τὸ πήγανον προσφέρειν ἐκέλευσεν, οὐ προσθεὶς πότερον χλωρὸν ξηρόν. ἔστι γὰρ οὐ μικρὰ διαφορὰ, παμπόλλῳ δριμυτέρου τε καὶ θερμοτέρου τοῦ ξηροῦ παρὰ τὸ χλωρὸν ὑπάρχοντος. ἐμοὶ μὲν δὴ δοκεῖ τὸ χλωρὸν συμβουλεύειν· οὐ γὰρ ἂν ἀθρόως ἀπὸ τῶν ψυχόντων ἐπὶ τἀναντία μετέβη. τὸ δὄξος ὅτι πρὸς τῷ ψύχειν καὶ ἀποκρούεσθαι διαφορητικὸν ἔχει τι πρόσθεν εἴρηται, παρηγορικῆς δὲ καὶ χαλαστικῆς δυνάμεως ὑπάρχον τὸ ἔλαιον εἰκότως ἔμιξεν αὐτοῖς. ἄλλο. δαφνίδων ἐκπίεσμα μετὄξους καὶ πηγάνου. πολὺ τοῦτο τοῦ πρόσθεν ὑπάρχει δραστικώτερον. ἰσχυρῶς γὰρ θερμαίνοντι τῷ τῶν δαφνίδων ἐκπιέσματι τὸ πήγανον ἔμιξε μετὄξους, ἐλαίου χωρίς. ἄλλο. χύλισμα τῶν τῆς ἴρεως ῥιζῶν μετὄξους. τοῦτο βοήθημα θερμαντικὸν οὐδὲν ἔχει. βέλτιον οὖν ἦν ἐν τῇ πρὸς τὰ γενναιότερα βοηθήματα μεταβάσει πρῶτον αὐτὸ τετάχθαι, εἶτἰτέας φύλλα λεῖα μεθὕδατος. τοῦτο τοῦ προγεγραμμένου τοῦ διὰ τῆς ἴρεως ἀσθενέστερόν ἐστι καὶ τοῖς ἁπάντων πρώτοις γεγραμμένοις ὅμοιον, ὥστε οὐκ ἐν καιρῷ νῦν εἴρηται. ἕρπυλλος τετριμμένος μετὄξους καὶ ἐλαίου. περὶ μὲν ἐλαίου καὶ ὄξους ἔμπροσθεν εἴρηται· προσέθηκε δαὐτοῖς νῦν ἕρπυλλον, δριμείας ποιότητος φάρμακον, διὰ τοῦτο καὶ θερμαινούσης δυνάμεως. ἀμελῶς δὲ κᾀνταῦθα παρέλιπε μὴ δηλώσας πότερον χλωρὸν ξηρὸν αὐτὸν εἶναι βούλεται. βέλτιον δἴσως τὸν χλωρὸν ἀκούειν. ἄλλο. πολύγονον μετὰ πηγάνου διειμένον ἐλαίῳ καὶ ὄξει. τῷ τοῦ πολυγόνου χυλῷ κατὰ τὸν πρῶτον λόγον ὡς ψύχοντι κέχρηται, καὶ γὰρ καὶ ἔστιν ὄντως τοιοῦτος, ὥστε καὶ ἐπὶ τῶν χρονιζόντων ἀλγημάτων, κατὰ τὴν πρώτην μετάβασιν, εὐλόγως ἄν τις αὐτῷ χρήσεται μίξας τὸ πήγανον. ἐπινοεῖν δἡμᾶς χρὴ καθἑκάστην τῶν ἐναντίων ταῖς δυνάμεσι  φαρμάκων μίξιν, ἐν ἀρχῇ μὲν ὀλίγον μιγνύναι τοῦ γενναίου, κατὰ δὲ τὴν δευτέραν καὶ τρίτην χρῆσιν αὐξάνειν αὐτοῦ τὸν ὄγκον. ἄλλο. ἀμύγδαλα πικρὰ λεπιζόμενα, λεῖα μετὄξους καὶ ἐλαίου ἐμβρεχόμενα εἰς κηρωτῆς πάχος διὀθονίου μετώπῳ ἐπιτιθέμενα. καὶ τοῦτο τῆς πρώτης μεταβάσεώς ἐστιν οἰκεῖον. ἐμάθομεν γὰρ διαφορητικὴν ἀδήκτως δύναμιν ἔχειν τὰ πικρὰ ἀμύγδαλα. ἄλλο. πήγανον ἄγριον μετἐλαίας καὶ ὄξους ὁμοίως· ἀτάκτως καὶ πάλιν τοῦτο παρενέθηκεν, ἰσχυρὸν πάνυ φάρμακον, ἐπὶ τῶν ἱκανῶς χρονιζόντων ἀλγημάτων εἰκότως παραληφθησόμενον. ἄλλο. λεύκης καρπὸς μετὄξους τριβόμενος. διαφορητικῆς ἐστι δυνάμεως καὶ τῆς λεύκης καρπός. ἔν τισι δὲ τῶν ἀντιγράφων οὐ μετὄξους, ἀλλὰ μετὀξυκράτου γέγραπται. ἄλλο. ὠκίμου σπέρμα σὺν ὕδατι. τὸ μὲν τοῦ ὠκίμου σπέρμα θερμαντικῆς τε καὶ λεπτυντικῆς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε, διὕδατος δὲ μόνου, χρονιζούσης τῆς διαθέσεως, οὐκ ἄν τις εὐλόγως αὐτῷ χρῷτο, βέλτιον γὰρ ἦν ἔλαιόν τε καὶ ὄξος ὡς καὶ ἐπὶ τῶν ἄλλων εἶπε, μιγνύναι καὶ τούτῳ. ἄλλο. ποιεῖ καὶ βάλσαμον, πευκέδανον, καστόριον καὶ ὁμοῦ καὶ ἰδίᾳ ἕκαστον σὺν ἐλαίῳ καὶ ὄξει. τοῦτο πάλιν τὸ φάρμακον ἰσχυρόν ἐστι, καὶ μάλιστα ὅταν αὐτὸ μόνον τὸ πευκέδανον προσφέρηται, χωρὶς τοῦ μιχθῆναι τῷ καστορίῳ. βάλσαμον δὲ τί καλεῖ νῦν οὐκ ἔχω φάναι, πότερον τοῦ φυτοῦ τὸν καρπὸν τὸν ὀπὸν, ὃν ὀποβάλσαμον ὀνομάζουσιν, τοὺς κλῶνας αὐτοῦ, τοὺς καλουμένους ξυλοβάλσαμον. ἄμεινον δέ μοι δοκεῖ τὸ ὀποβάλσαμον ἀκούειν, λεπτομεροῦς τε καὶ διαφορητικῆς οὐσίας ὑπάρχον, οὐ μὴν ἐπιφανῶς γε θερμῆς. ἄλλο. φύλλα δάφνης καὶ λεύκης καὶ ἄγνου μετἐλαίου καὶ ὄξους. μικτὸν καὶ τοῦτο τὸ φάρμακον ἐκ διαφερόντων ταῖς δυνάμεσι τῶν ἁπλῶν συνέθηκε, τὰ μὲν φύλλα τῆς δάφνης θερμότατα, τὰ δὲ τῆς ἄγνου μετρίως ψύχοντα. μέσα δὲ ἀμφοῖν ἐστι τὰ τῆς λεύκης. ἄλλο. πάνακα μετὰ ἐλαίου ἄλειφε. οὐδὲν ἐνταῦθα τῶν ψυχόντων μέμικται καὶ διὰ τοῦτο ταῖς πάνυ κεχρονισμέναις διαθέσεσι καὶ μηδὲν ἔτι θερμότητος ἐχούσαις χρήσιμον ὑπάρχει. διὸ καὶ μέμψαιτο ἄν τις αὐτῷ χωρὶς διορισμῶν τὰ βοηθήματα γράψαντι. πάνακα δὲ ἡγοῦμαι νῦν λέγειν αὐτὸν ἀμελῶς ἀντὶ τοῦ φάναι πάνακος ῥίζαν. οὐ γὰρ δὴ τὸν ὀποπάνακα νομιστέον ὑπαὐτοῦ λελέχθαι πάνακα. διαφέρει δὲ τῆς ῥίζης οὗτος οὐ μικράν τινα θερμότητος ὑπεροχήν. ἄλλο. ἄγνον ἡδύοσμον, ἀμύγδαλα πικρὰ, ἴριν, ἴσα μίξας σὺν ὄξει καὶ ῥοδίνῳ ἔμβρεχε. τῶν μὲν ἄλλων δύναμις εἴρηται πρόσθεν. ἡδυόσμου δὲ νῦν πρῶτον ἐμνημόνευσε θερμαντικῆς δυνάμεως φαρμάκου. ἄλλο. συκαμίνου χυλῷ προσμίξας ὄξος κατάβρεχε. προφανῶς τοῦτο τοῦ γένους ἐστὶ τῶν ὑπαὐτοῦ γεγραμμένων ἀρχομένης τῆς διαθέσεως ἐμψυκτικῶν ἰαμάτων, οὐκ ὀρθῶς νῦν ἀναμεμιγμένον τοῖς πρὸς τὰς αὐξομένας διαθέσεις ἁρμόττουσι φαρμάκοις. χρονιζόντων δὲ ψιλώσας καταχρίσμασι μὲν τοῖς εἰρημένοις ἐμβρέγμασί τε παχύτερα ποιῶν αὐτὰ χρῶ. ἄλλο. ῥητίνην μετὰ μέλιτος κατάχριε κροτάφους καὶ μέτωπον. μυόχοδα μετὄξους καὶ ῥοδίνου. τρίτος οὗτος αὐτῷ καιρὸς καὶ χρόνος ἐστὶν ἐπὶ τῶν τῆς κεφαλῆς βοηθημάτων. μὲν γὰρ πρῶτος ἦν ἀρχομένου τοῦ πάθους, δὲ δεύτερος, ὡς αὐτὸς ἔγραψεν, ἐπιτεινομένου. τρίτος δὲ οὗτος, ἐν φησιν χρονιζόντων ὅστις δεῖται σφοδροτέρων βοηθημάτων, ὧν ἔνια τοῖς πρόσθεν ἀνέμιξεν οὐκ ὀρθῶς.
§1.11–2.3
§1.11 [Τὰ ὑπὸ Ἀσκληπιάδου γραφέντα ἐν τῷ πρώτῳ τῶν ἐκτὸς πρὸς τὰς προσφάτους κεφαλαλγίας.] Ἐμβροχὴ ἐχρήσατο Νικομήδης. Πηγάνου φύλλα δραχ. β΄. ἡδυόσμου δραχ. β΄. πευκεδάνου δραχ. β΄. ἴρεως δραχ. β΄. ὠκίμου σπέρματος δραχ. η΄. μήκωνος μελαίνης σπέρματος δραχ. δ΄. ὀξυκράτου ξεστ. α΄. ἕψε εἰς τὸ ἥμισυ, καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀνάκοπτε ῥοδίνῳ καὶ συνεχῶς ἔμβρεχε τὴν κεφαλήν.
§1.12 [Ἄλλο ἐχρήσατο Χαρικλῆς.] Ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. β΄. λύγου ἄνθους δραχ. β΄. πευκεδάνου ῥίζης δραχ. β΄. ἡδυόσμου χλωροῦ ξηροῦ δραχ. β΄. πηγάνου ἀκρεμόνων δραχ. β΄. δαφνίδων κεκαθαρμένων δραχ. β΄. σπονδύλου δραχ. β΄. ἑρπύλλου δραχ. β΄. καστορίου δραχ. β΄. ῥόδων χλωρῶν ξηρῶν δραχ. δ΄. ὄξει διαλύσας ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου, ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας, καὶ ξυρήσας τὰς τρίχας, ἐπιτίθει καθὅλης τῆς κεφαλῆς, καὶ ταινιδίῳ καταδήσας φύλαττε μέχρι τῆς ἐπιούσης ἡμέρας, καὶ πάλιν λύσας, καὶ ἀνανεώσας ἐπιτίθει.
§1.13 [Τροχίσκος πρὸς κεφαλαλγίαν Ἀντωνίου ῥιζοτόμου.] Ὀποῦ πευκεδάνου δραχ. ιστ΄. ὀποῦ μήκωνος δραχ. α΄. ἀνίσου δραχ. δ΄. ὑοσκυάμου σπέρματος δραχ. δ΄. κρόκου, σμύρνης ἀνὰ δραχμὰς δ΄. σκαμμωνίας δραχ. δ΄. πάντα λεάνας μετὄξους, ἀνάπλασσε τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ, ἐν δὲ τῇ χρήσει ἀνιεὶς μετὄξους, ἐπίχριε τὸ μέτωπον, ἀπὸ κροτάφου ἀρξάμενος, καὶ ἐπὶ τὸν ἕτερον κρόταφον καταλήγων. ἐπὶ δὲ τῶν πυρεσσόντων ὕδατι χρώμενος κατάχριε.
§1.14 [Ὡς δὲ Ἀλέξανδρος ἔχει οὕτως.] Πευκεδάνου ῥίζης δραχ. δ΄. τοῦ ὀποῦ δραχ. β΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. ὀπίου δραχ. α΄. ὄξει ἀναλάμβανε καὶ ποίει τροχίσκους. ἐν δὲ τῇ χρήσει ὄξει διαλύων κατάχριε τοὺς ἐν αἰσθήσει τόπους, τοῦτο παραχρῆμα λύει τοὺς πόνους.
§1.15 [Ἄλλο Ἀντιγόνου ἐν στρατοπέδῳ ἐπισήμως ἰατρεύσαντος.] Δαφνίδων ξηρῶν, λείων, κεκαθαρμένων δραχ. δ΄. σκαμμωνίας  δραχ. δ΄. σελίνου σπέρματος δραχ. η΄. ὀποῦ μήκωνος δραχ. δ΄. κρόκου δραχ. η΄. σμύρνης δραχ. δ΄. ὀμφάκου δραχ. δ΄. ἑρπύλλου δραχ. η΄. ὄξους τὸ αὔταρκες σκεύαζε καθὰ προείρηται.
§1.16 [Χρονίως κεφαλαλγούντων ἐπιθήματα ὡς ἐχρήσατο Χαρικλῆς.] Ἰρίνου μύρου πιέσματα, πευκεδάνου, καστορίου, ἀνὰ μέρος α΄. δαφνιδίων μέρη δύο, ἄγνου σπέρματος μέρη δύο, ῥόδων ξηρῶν μέρη δύο, ὄξει διαλύσας, ἀναλάμβανε κηρωτῇ σκευασθέισῃ διὰ ῥοδίνου, ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει καθὅλης τῆς κεφαλῆς, προξυρήσας τὰς τρίχας καὶ ταινιδίῳ καταδήσας φύλαττε μέχρι τῆς ἐπιούσης, καὶ πάλιν ἐπιτίθει.
§1.17 [Περὶ τῶν ἐπὶ χολώδει χυμῷ κεφαλαλγούντων.] Τὰ μὲν σημεῖα παραπλήσια τοῖς ἐπἐγκαύσει, προσέρχεται δὲ αὐτοῖς δῆξίς τε πλείων καὶ ὠχρότης προσώπου, καί ποτε καὶ τοῦ στόματος ἐκπίκρωσις. ἡλικίαις δὲ μᾶλλον ἀκμαστικαῖς καὶ κράσεσι θερμοτέραις καὶ βίῳ φροντιστικῷ καὶ τοῖς χολὴν συνάγουσι ξανθὴν, τοῦτο τὸ πάθος εἴωθε συμβαίνειν. λουτροῖς τε οὖν εὐκράτοις ἐπὶ τούτων καὶ ἀλείμμασι καὶ ὑδαρεῖ πόματι χρηστέον καὶ σύμπασα δίαιτα ὑγροτέρα τε καὶ εὔχυμος παραλαμβανέσθω. κενωτέον δὲ τὸν χολώδη χυμὸν ἀψινθίου ἀποβρέγματι διὰ τῆς ἀλόης καὶ αὐτῆς τῆς πικρᾶς ἀντιδότου καθἑαυτὴν καὶ σὺν ὀλίγῃ σκαμμωνίᾳ, διὰ τῶν τῆς ἀλόης καταποτίων. ἐπιχριστέον δὲ τὸ μέτωπον τῷ κροκώδει τροχίσκῳ τῷ τριγώνῳ τινι τῶν παραπλησίων.
§1.18 [Περὶ τῆς κατὰ τὴν συμπάθειαν κεφαλαλγίας.] Εἰ μὲν ὅλῳ τῷ σώματι συμπάσχει κεφαλὴ, τούτου προνοητέον πρός τε τὴν δυσκρασίαν καὶ πρὸς τὴν κρατοῦσαν ὕλην ἐπισταμένως. καὶ εἰ μὲν εἴη πλῆθος καὶ μάλιστα κατὰ τὰς φλέβας, φλεβοτομήσομεν· εἰ δὲ μᾶλλον ποιότης, καθαρτικῷ χρησόμεθα φαρμάκῳ. εἰ δὲ μορίῳ συμπάσχει, οἷον ἥπατι γαστρὶ στομάχω, τούτοις βοηθητέον, θερμῆς μὲν ἐν αὐτοῖς ὑποκειμένης δυσκρασίας, ἄρτον ἐξ ὑδαροῦς οἴνου παρασχόντας καὶ τὰ διὰ χόνδρου ῥοφήματα καὶ τὰς ἔξωθεν μετρίως ἐμψυχούσας τε καὶ τονούσας ἐπιβροχὰς, ὡς ἔμπροσθεν εἴρηται. εἰ δὲ διὰ γλίσχρους τε καὶ παχεῖς χυμοὺς ἐν τῷ στομάχῳ περιεχομένους κεφαλαλγοῖεν, καὶ τούτους ἐκμοχλεύσομεν, ὀξύμελι πίνειν παρέχοντες τό τε ἁπλοῦν καὶ τὸ Ἰουλιάνειον καὶ τοῖς διὑσσώπου τε καὶ ὀριγάνου. καὶ τοῖς τούτων ἔτι θερμοτέροις τε καὶ τμητικωτέροις καὶ τῷ ἀπὸ ῥαφανίδων ἐμέτῳ χρηστέον, ἐπιβροχαῖς τε θερμοτέραις καὶ καταπλάσμασι.
§1.19 [Περὶ τῆς ἐν πυρετοῖς κεφαλαλγίας.] Ἐπὶ δὲ τῶν ἐν πυρετοῖς συνεισβαλλουσῶν ἐξ ἀρχῆς κεφαλαλγιῶν, φλεβοτομεῖν τῇ πρώτῃ τῇ δευτέρᾳ ἀνέσει, εἰ μή τι κωλύει, καὶ μάλιστα ἐπὶ τῶν εὐεκτῶν καὶ πολυαίμων. προσέχειν δὲ μὴ διὰ τὰς ἀπὸ τῆς γαστρὸς ἀναθυμιάσεις γινομένας διἐποχὴν κοιλίας συμβαίνει τὰ τῆς κεφαλαλγίας. εἰ δὲ ὕστερον μετὰ τὴν ἑβδόμην εἰσβάλλοι, προκενώσαντες τὴν κοιλίαν διὰ κλυστῆρος ἀξιολόγως, σικυαστέον ἀπὸ ἰνίου αὐχένος καὶ παρηγορητέον τὴν κεφαλὴν ταῖς διἐλαίου ἐμβροχαῖς, ῥοδίνῳ μὲν ἐπὶ τῶν θερμοτέρων καὶ ὥρᾳ θερινῇ καὶ μετὰ βραχέος ὄξους, χαμαιμηλίνῳ δὲ ἐπὶ τῶν ψυχροτέρων ἕξεων καὶ ἐν χειμῶνι πέμπτον μέρος ὄξους προσειληφότι. ἐπιχρίειν δὲ τὸ μέτωπον κύφει μὲν ἐπὶ τῶν ψυχροτέρων, κροκομάγματι δὲ ἐπὶ τῶν θερμοτέρων. ἐπὶ μεγέθει δὲ πυρετοῦ γενομένης κεφαλαλγίας ἰάματα προγέγραπται ἐν τῷ περὶ πυρετῶν λόγῳ. δεῖ δὲ παραφυλάττεσθαι ταῦτα, οὐ μόνον ἐπὶ τῶν κατὰ συμπάθειαν τοῦ στομάχου κεφαλαλγούντων, ἀλλὰ καὶ κατὰ πάντων τῶν περὶ κεφαλὴν γενομένων παθῶν. ἔστι δὲ ταῦτα ἄγνου σπέρμα, ἀψινθίου χυλὸς, γάλα πινόμενον, βάλανοι δρύϊνοι ἐσθιόμενα, ἐλαῖαι μέλαιναι μεμαίκυλα, ὄροβοι. οὗτοι δὲ καὶ τὰ ἄρθρα παραλύουσιν, ἐπιπλέον δὲ ἅπτεται σμύρνα, λίβανος, κισσοῦ κόρυμβοι, καὶ ταράττουσι τὴν διάνοιαν σχοίνου καρπὸς, κρόκος, πευκέδανον, κυκλάμινος ξηρὰ σὺν οἴνῳ ποθεῖσα. στύραξ ὀλίγος μὲν ποθεὶς λύει σκυθρωπότητα, πολὺς δὲ κατασκευάζει ταραχώδεις ὕπνους.
§2.1 [Περὶ κεφαλαίας.] λεγομένη κεφαλαία χρόνιός τε καὶ δύσλυτός ἐστι κεφαλαλγία, ἐπὶ μικραῖς προφάσεσι μεγίστους ἔχουσα παροξυσμοὺς, ὥστε μήτε ψόφων ἀνέχεσθαι μήτε φωνῆς σφοδροτέρας μήτε λαμπροῦ φωτὸς μήτε οἰνοποσίας μήτε τῶν τὴν κεφαλὴν πληρούντων ὀσφραντῶν μήτε κινήσεως, ἀλλἐν ἡσυχίᾳ καὶ σκότῳ κατακεῖσθαι βούλεσθαι διὰ τὸ μέγεθος τῶν ἀλγημάτων· ὡς ὑπὸ σφυρᾶς γὰρ πλήττεσθαι δοκοῦσιν. ἔνιοι γὰρ ὡς θλωμένων διατεινομένων αἰσθάνονται τῶν κατὰ τὴν κεφαλὴν, οὐκ ὀλίγοις δὲ εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν διήκει τὸ ἄλγημα. φέρει δὲ τὸ πάθος ποτὲ μὲν διηνεκῆ ἀλγήματα, ποτὲ δὲ παροξυσμοὺς καὶ διαλείμματα ἤτοι τεταγμένα ἄτακτα. διαλείπουσι γὰρ ἐνίοτε οἱ τοιοῦτοι παροξυσμοὶ, καθάπερ τοῖς ἐπιληπτικοῖς, καί τις χρόνος ἐπιγίνεται μεταξὺ τελέως ἄμεμπτος. εὔδηλον οὖν ὅτι τὸ πάθος τοῦτο τὴν εὐπάθειαν μὲν ἔχει τῆς κεφαλῆς ὁμογενῆ τοῖς κεφαλαλγικοῖς, ἐπὶ δὲ μᾶλλον ἐκείνων ἀσθενείας ἥκει τὰ κατὰ τὴν κεφαλὴν πάσχοντα μόρια, καί τινες αὐτῶν τὰς περὶ τὸν ἐγκέφαλον ὀδυνῶνται μήνιγγας, ἔνιοι δὲ καὶ τὸν περικράνιον ὑμένα μόνον. τὰ μὲν οὖν μετὰ βάρους ἀλγήματα πλῆθος δηλοῖ, τὰ δὲ μετὰ δήξεως χυμῶν  ἀτμῶν δριμύτητα, τὰ δὲ μετὰ σφυγμοῦ φλεγμονὴν, τὰ δὲ μετὰ τάσεων, εἰ μὲν ἄνευ βάρους καὶ σφυγμοῦ γένοιτο, πνεύματος λεπτοῦ καὶ φυσώδους πλῆθος δηλοῖ, εἰ δὲ μετὰ σφυγμοῦ, φλεγμονὴν ὑμενώδους σώματος. εἰ δὲ μετὰ βάρους γένοιτο διάτασις, πλῆθος ἐντὸς τῶν ὑμένων ἰσχόμενον καὶ τὰ μὲν ἐπιπολῆς ἀλγήματα τοῦ περιοστίου ὑμένος τὸ πάθος δηλοῖ, τὰ δὲ ἐν βάθει τῶν μηνίγγων. οἷς γὰρ διάθεσις ἔνδον τοῦ κρανίου ἐστὶν, τούτοις εἰς τὰς ῥίζας τῶν ὀφθαλμῶν ἀφικνοῦνται οἱ πόνοι, διὰ τὸ τοὺς χιτῶνας τῶν ὀφθαλμῶν ἀπὸ τῶν μηνίγγων ἔχειν τὴν γένεσιν. εἰ δὲ καὶ σαπεὶς χυμὸς θερμότερος γένηται, σὺν πυρετῷ κεφαλαλγοῦσι. πυρέττουσι δὲ τοὐπίπαν καὶ οἱ διὰ φλεγμονὴν ὀδυνώμενοι. εἰ μὲν οὖν πλῆθος χυμῶν ἀτμῶν εὕροις αἴτιον, εἰ μὲν διὰ τὴν τοῦ παντὸς σώματος πλησμονὴν ἐγένετο, τὸ πᾶν σῶμα κενώσας ἰάσῃ τὴν κεφαλαλγίαν. εἰ δὡς ἀσθενὴς ὑπάρχουσα κεφαλὴ δέχεται τὰ ἀναφερόμενα, ἀντισπᾷν δεῖ τὴν ὕλην εἰς ὅλον τὸ σῶμα καὶ οὕτως ἰᾶσθαι τὸ μόριον. κλυστῆρσι μὲν οὖν ἀντίσπασις γίνεται καὶ διαδέσεσι τῶν ἄκρων καὶ τρίψεσι πλείοσι τῶν κάτω μερῶν, ἐνίοτε δὲ καὶ αἵματος κενώσει ἀπἀγκῶνος. εἰ δὲ πλεονάζον ἔτι τὸ αἷμα φαίνοιτο, καὶ διὰ ῥινῶν ἀναστομώσαντας φλέβα καὶ κενοῦντας ὅσον αὔταρκες εἶναι δόξει, εἶτα τὴν ἱερὰν ὀξύναντας, δοτέον, κᾄπειτα τοῖς ἀποφλεγματισμοῖς χρηστέον καὶ τοῖς ἐῤῥίνοις, οἷά ἐστι τὰ διὰ τοῦ ἐλατηρίου καὶ τῆς κυκλαμίνου μετὰ γάλακτος καὶ πράσου σκευαζόμενα. τὴν δὲ κεφαλὴν θεραπεύσεις, ἡνίκα μὲν δεῖ κεχρῆσθαι ἀντισπαστικοῖς, διὰ τῶν ἀποκρουστικῶν ἐμβροχῶν, μετὰ δὲ τὴν τοῦ παντὸς σώματος κένωσιν ἤδη τοῖς κενοῦσι τὴν κεφαλὴν κεχρῆσθαι, εἶτα τοῖς ῥωννύναι δυναμένοις. ἀποκρούεται μὲν οὖν τὸ ὀμφάκινον ἔλαιον καὶ τὸ ῥόδινον καθἑαυτὸ καὶ σὺν ὄξει καὶ τὸ διὰ τῶν κωδειῶν καὶ θαλλῶν ἁπαλῶν ἐλαίας καὶ κισσοῦ κορύμβων, καὶ ἡδυόσμου χλωροῦ σκευαζόμενον. προσάγει δὲ καὶ τὰ βοηθήματα, χλιαρὰ μὲν ψυχροτέρου καὶ ὠμοτέρου τοῦ πλήθους ὄντος, ψυχρὰ δὲ θερμοτέρου καὶ χολωδεστέρου. διαφορεῖ δὲ τὸ γλυκύτατον ἔλαιον θερμὸν καὶ μᾶλλον παλαιούμενον τοῦτο καὶ τὸ σικυώνιον. εἰ δὲ παχύτερον εἴη τὸ πλῆθος τῶν χυμῶν, σπονδύλιον ἕρπυλλον ἐνεψῶν τῷ ἐλαίῳ γλήχωνος κόμην καλαμίνθην ἡδύοσμον κενώσεις τὸ πλῆθος. αὐτὰ δὲ ταῦτα καὶ τόνον ἐντίθησι τῷ μορίῳ, διὸ καὶ μέχρι παντελοῦς ἰάσεως χρῆσθαι αὐτοῖς προσήκει. πλέον δὲ πάντων διαφορεῖ καὶ ῥωννύουσι παντελῶς περιστερεὼν ὀρθὸς, μάλιστα μὲν χλωρὸς, ἤδη δὲ καὶ ξηρὸς, σὺν ταῖς ῥίζαις ἅμα ἑρπύλλῳ ἑψόμενα τῷ ἐλαίῳ. συνεμβλητέον δὲ αὐτοῖς καὶ ῥίζαν τῆς παρὰ τὰ ὕδατα φυομένης κροκοδειλιάδος τῆς μεγίστης. καὶ αὐτὸν δὲ τὸν περιστερεῶνα καθἑαυτὸν, εἰ ἀφεψήσας τῷ ἐλαίῳ ἐμβρέχοις τὴν κεφαλὴν, ἰάσῃ πᾶσαν κεφαλαλγίαν χρονίαν ἐπὶ ψύξει γινομένην ὑπὸ παχέων χυμῶν. τὰ μέγιστα δὲ ὠφελοῦσι καὶ οἱ ὑπὸ τὰς ὑδρίας ὄνοι σὺν τῷ ἐλαίῳ ἑψόμενοι.
§2.2 [Ἀρχιγένους περὶ ἀποφλεγματισμῶν.] Μετὰ ταῦτα δὲ ἀποφλεγματισμοὶ διὰ νάπυος ὑσσώπου μετὰ γλυκέος καθεψημένου σταφίδος ἀγρίας μετὰ πεπέρεως τετριμμένης καὶ μετὰ μέλιτος ἐλαίου μεμιγμένου μέλιτι σταφίδος ἀγρίας καὶ κατἰδίαν καὶ μετὰ μέλιτος τριβομένης. τὴν μὲν τῶν ὀνομαζομένων συνήθως τοῖς ἰατροῖς ἀποφλεγματιζόντων φαρμάκων ὕλην ὕστερον ἐρῶ, νυνὶ δὲ τοσοῦτον ἐπισημήνασθαι χρήσιμον, ὡς τὸ βοήθημα τοῦτο φλέγματος ἐνοχλοῦντός ἐστιν ἴαμα, καθάπερ δὴ καὶ αὐτὸ τοὔνομα αὐτοῦ δηλοῖ. δὲ Ἀρχιγένης θερμὴν καὶ πνευματώδη διάθεσιν ὑπέσχετο θεραπεύειν, οὐ ψυχρὰν καὶ φλεγματώδη. ὠφελοῦνται δὲ ἱκανῶς καταντλούμενοι δάφνης ἀφεψήματι πηγάνου πάνακος κωδειῶν δαφνίδων. ἰσχυρῶς θερμαίνουσι φαρμάκοις οὐκ οἶδα πῶς κατέλεξε κωδείας ψυχούσας οὐκ ἀγεννῶς, ἐνδειξάμενος ἐν τῇ τοῦ λόγου λέξει τῶν εἰρημένων ἑκάστῳ δύνασθαί τινα χρῆσθαι καθἑαυτὸ, τάχα δἄν ποτε καὶ μιχθεῖσιν, οὐ μὴν δηλώσας, εἴπερ ἐμβαλεῖν αὐτοῖς τι κελεύει κωδειῶν, ἕνεκα τοῦ μειῶσαί τε καὶ πραῧναι τὴν σφοδρότητα τῶν φαρμάκων καὶ μόναις ποτὲ χρῆσθαι, ὅπερ ἀρχομένης τε καὶ αὐξανομένης διαθέσεως εὐκαιρότερον ἂν ἐγένετο. χρονιζούσης δὲ οὐ μόνον οὐδὲν ὄφελος, ἀλλὰ καὶ βλαβερώτεραι αἱ κώδιαι τυγχάνουσιν οὖσαι. ἀγαθὴ δὲ καὶ διὰ τῶν ἁλῶν πυρία. συνέχεεν ἐνταῦθα πάντα τὸν λόγον Ἀρχιγένης πυρίας μνημονεύσας διὰ φαρμάκου ξηραίνοντος μὲν οὐ γενναίως, ἔχοντος δέ τι καὶ θερμαντικόν. ἐχρῆν γὰρ αὐτὸν ἐπιστάμενον ὅτι διάθεσιν θερμὴν ὑπετίθετο θεραπεύειν, ἤτοι φυλάττειν ἀεὶ τὴν ἀπαὐτῆς ἔνδειξιν περὶ τῆς μεταπτώσεως εἰρηκέναι τι καθἣν ἐν τῷ χρόνῳ τῆς θερμότητος παυσαμένης ἔμφραξις ἔντασις τι τοιοῦτον ἐγένετο, τῆς ἐναντίας θεραπείας δεόμενον τῆς καταρχὰς ὁρισθείσης. μετὰ δὲ τὰς καταντλήσεις πυρίας ὠφελοῦνται, ἐὰν λίνου σπέρμα ῥοδίνῳ ἐπιπάσας ἔρια ῥυπαρὰ ἐξ ὀξυροδίνου θερμὰ περιθεὶς ἐπιδήσῃς. τοῦτο παρηγορικόν ἐστι τὸ βοήθημα, σφοδρῶς ἐνοχλούσης τῆς ὀδύνης μετὰ τοῦ καὶ τὴν ὑποκειμένην διάθεσιν ὠφελεῖν, ὥσθὅπου βοηθήματα τῆς ἐπιτεταμένης κεφαλαλγίας ἔγραψεν, ἐκεῖ βέλτιον ἦν αὐτῷ καὶ περὶ τῆς πυρίας εἰρῆσθαι. κατὰ δὲ τὸν  καιρὸν τοῦτον, ὑπὲρ οὗ νῦν λόγος ἐνέστηκεν, εἰ πυρίαις καταπλάσμασι χρῆσθαι δόξειεν ἂν, αἱ μὲν πυρίαι διὰ τῶν κέγχρων ἀμείνους· ὡς γὰρ Ἱπποκράτης ἔφη, καὶ κοῦφος καὶ προσηνὴς κέγχρος ἐστίν· οἱ δἅλες ἀνιαροὶ διὰ τὸ βάρος εἰσὶ καὶ μάλιστα ἐπὶ τῆς κεφαλῆς.
§2.3 [Περὶ καταπλασμάτων ἐν κεφαλαλγίᾳ.] Καταπλάσμασι δὲ χρῶ κριθίνῃ ὠμηλύσει, ἐχούσῃ ἴριν κεκομμένην, πηγάνου σπέρματι ὁμοίως, μαράθρου ῥίζῃ ὁμοίως, τῇ ὠμηλύσει διὀξυμέλιτος γενομένῃ, μιγέντος ἀλφίτου καὶ γλήχωνος. καὶ ταῦτα τὰ καταπλάσματα τοῦ δευτέρου καιροῦ τῶν ὑπαὐτοῦ διωρισμένων ἐστὶν, ὃν ἐπιτεινομένης τῆς κεφαλαίας ἔθετο. παρηγορήσει τε γὰρ ἐκείνην καὶ τὴν διάθεσιν ὠφελήσει. τῷ Νειλέως προσμίξας, καστορίου καὶ ἴριδος δέκατον, σὺν ὄξει καὶ ῥοδίνῳ ἐπιτίθει. τὸ μὲν οὖν τοῦ Νειλέως φάρμακον ἐμπλαστῶδες ἔνδοξον ἱκανῶς ἐστιν ἐκ παλαιοῦ, καὶ διὰ τοῦτο πᾶσι γνώριμον. ἐπαγγέλλεται δὲ τὰ χρονίζοντα λείψανα τῶν ἐν ὑποχονδρίοις φλεγμονῶν ἐκθεραπεύειν. ἀσαφῶς δὲ τὴν πρὸς αὐτῷ μίξιν Ἀρχιγένης ἔγραψε, τοῦ τε καστορίου καὶ τῆς ἴρεως. ἄδηλον γὰρ εἴτε καθἕτερον αὐτῶν δέκατον μέρος εἶναι βούλεται τοῦ Νειλιακοῦ μαλάγματος εἴτε συναμφοτέρων. ἄμεινον δέ μοι δοκεῖ μιγνύνειν ἑκατέρου τὸ δέκατον. εἶναι δὲ χρὴ δηλονότι τὸ μὲν καστόριον καὶ τὴν ἴριν ἀκριβῶς λεῖα, μαλαχθέντι δὲ ἐπιμελῶς τοῦ Νειλέως φαρμάκῳ κατὰ βραχὺ μίγνυσθαι διὰ τῶν χειρῶν ταῦτα, μετὰ καὶ τοῦ βρέχειν ἐν μέρει τῷ ῥοδίνῳ καὶ τῷ ὄξει τὰς χεῖρας. κάρυα πικρὰ λελεπισμένα καὶ πήγανον, ἴριδός τε ὀλίγον μίξας σὺν ὄξει καὶ ῥοδίνῳ μαλαγματῶδες ἐπιτίθει. τὰ τοιαῦτα φάρμακα πολλὰ κατὰ τὸν δεύτερον καιρὸν τῆς προκειμένης διαθέσεως γεγραφότος αὐτοῦ τὴν τῆς δυνάμεως ἐξήγησιν ἐπἐκείνων ἐποιησάμην. ἄγνου σπέρμα, Περσαίας χλωρὰ φύλλα καὶ σμύρνης ἴσα σὺν μύρῳ Αἰγυπτίῳ κατάπλασσε τὸ μέτωπον. ἐν Ἀλεξανδρείᾳ μόνῃ τὸ τῆς Περσαίας δένδρον εἶδον, οὐ μὴν ἐν ἄλλῳ γέ τινι τῶν ὑπὸ Ῥωμαίοις ἐθνῶν. ἔνιοι δὲ Πέρσιον ὀνομάζουσιν αὐτὸ καί φασιν ἐν Πέρσαις ὀλέθριον εἶναι τὸν καρπὸν τοῦ δένδρου τούτου. κατὰ δὲ τὴν τῶν Αἰγυπτίων χώραν ἀβλαβὲς ὑπάρχον. τὸ δὲ Αἰγύπτιον μύρον οὐχ οὕτω μόνον, ἀλλὰ καὶ Μενδήσιον ὀνομάζεται. τινὲς δὲ αὐτὸ καὶ μεγαλεῖον καλεῖσθαί φασιν, ἀπὸ τοῦ συντεθέντος αὐτὸ Μεγάλου τὴν ἐπωνυμίαν ἑκατέραν λαβὸν, ἀπὸ μὲν αὐτοῦ τοῦ κατἐκεῖνον ὀνόματος ἐν τῇ τῶν καλουμένων παρωνύμων ἰδέᾳ, ἀπὸ δὲ τῆς πατρίδος αὐτοῦ Μενδήσιον. ἔστι δὲ χαλαστικόν τε καὶ ἀνώδυνον. θεῖον, καστόριον, δάφνιδος ἴσα, μετὰ κηρωτῆς ῥοδίνης ἐμπλάσας ἐπιτίθει κροτάφοις καὶ μετώπῳ. θερμαντικὸν ἱκανῶς ἐστι τὸ φάρμακον τοῦτο ψυχρὰς διαθέσεις ἀνῆναι δυνάμενον. καστόριον καὶ πευκέδανον ἴσα. παραπλήσιός ἐστι καὶ τοῦδε τοῦ φαρμάκου δύναμις τῇ προγεγραμμένῃ. ἐπιμενόντων δὲ φλεβοτομίᾳ ἀπὸ ῥινὸς μετώπου σικύαις κατὰ τοῦ ἰνίου χρῶ. αἱ μὲν ἀπὸ τῶν πεπονθότων μορίων ἀφαιρέσεις τοῦ αἵματος ἐπὶ τῶν χρονιζόντων παθῶν ἁρμόττειν ὡμολόγηνται σχεδὸν ἅπασι τοῖς ἰατροῖς. αἱ δὲ κατἰνίου σικύαι τῶν ἀντισπαστικῶν εἰσι βοηθημάτων, ἐφὧν ἀποτρέψαι τοὺς ἐπὀφθαλμοὺς ἐπὶ τὰ πρόσω τῆς κεφαλῆς εἰθισμένους χυμοὺς φέρεσθαι ἐγχειροῦμεν. πταρμικῷ τινι διάσεισον, στραγγάλην περιθεὶς καὶ τὸ πνεῦμα κελεύσας κατασχεῖν. τὴν ἐκ τοῦδε τοῦ βοηθήματος ὠφέλειαν ἐδήλωσε προσθεὶς τῷ λόγῳ τὸ διάσεισον. ἐκ δὲ τοῦ βρόχον περιθεῖναι τῷ τραχήλῳ νομίζει σφοδροτέραν ἔσεσθαι τὴν διάθεσιν. διὰ ῥινὸς κάθηρον. τοῦτο προειπὼν ἐφεξῆς καταλέγει τὰ διὰ ῥινῶν καθαίροντα, περὶ ὧν ἐγὼ ποιήσομαι τὸν λόγον, ὥσπερ καὶ περὶ τῶν ἀποφλεγματιζόντων, ὅταν τῶν τῇ κεφαλῇ προσφερομένων φαρμάκων λόγος συμπληρωθῇ. σφόδρα δὲ χρονισάντων σινάπιζε τὴν κεφαλὴν, ὡς ἔθος, καὶ διάκαιε πάντων τῶν ἐπιπλεῖστον χρονιζόντων παθῶν, ὅταν μηδὲν ἀνύῃ τὰ βοηθήματα, τὴν μετασυγκριτικὴν ὑπὸ τῶν μεθοδικῶν ὀνομαζομένην θεραπείαν ἅπαντες σχεδὸν εἰώθασι ποιεῖσθαι, τῶν μὲν πρώτων ἐπαὐτὴν ἀφικομένων ἰατρῶν οὐκ οἶδα τίνι λογισμῷ χρησαμένων. ἐγὼ δὲ ἐφὧν ἤτοι δυσκρασία τις ὑγρὰ καὶ ψυχρὰ τοῖς πάσχουσι μορίοις ἐστὶν αὐτὴ καθἑαυτὴν διὰ ψυχρότητα χυμῶν τοιούτων γεγενημένη, τὰ διὰ νάπυος καὶ θαψίας καὶ τῶν ὁμοίων αὐτοῖς προσφέρω φάρμακα. ταῖς δὲ θερμαῖς καὶ ξηραῖς οὐ προσφέρω. τοῖς μέντοι μὴ δυναμένοις γνωρίζειν τὰς διαθέσεις καταφυγὴ, καθάπερ ἐπὶ τὴν καλουμένην ἱερὰν ἄγκυραν, εἰς τὰ τοιαῦτα γίνεται φάρμακα καὶ διὰ τοῦτο πολλάκις ἀνύουσι τὸ δέον, ὅτι τοῖς πλείστοις τῶν ἀνθρώπων αἱ τοιαῦται διαθέσεις ἐνοχλοῦσι μοχθηρῶς διαιτωμένοις.
§2.4–2.10
§2.4 [Ἀρχιγένους περὶ τῶν διὰ μέθην κεφαλαλγούντων.] Ἐπὶ δὲ τῶν διὰ μέθην κεφαλαλγούντων ἴριδι ξηρᾷ καὶ ἄγνου φύλλοις, ἐν ὄξει καὶ ῥοδίνῳ χρῶ. σελίνου κόμαις ἑφθαῖς ἐν οἴνῳ κατάπλασσε· γλήχωνι μετοἴνου ὁμοίως· Μενδησίῳ μύρῳ κατάβρεχε ἰδίᾳ μετὰ χηνείου στέατος· σμύρνῃ μετὰ οἴνου Μενδησίου ἔμπλασσε· πηγάνου φύλλα, δαφνίδας, ἄγνον, λεύκης καρπὸν, ἴσα λεῖα μετὀξελαίου χλιάνας ἔμβρεχε. τὰ δὲ ἀμέθυστα τοιαῦτα ἂν εἴη, ἀψίνθιον πρωῒ νῆστιν πότιζε. μυρσίνης ἄνθος καὶ σμύρναν καὶ πήγανον λεῖα μεθὕδατος. ἐπὶ δὲ τῶν διὰ μέθην κεφαλαλγούντων  αὐτάρκως εἴρηταί μοι τὰ ὑπὸ Ἀπολλωνίου γεγραμμένα σκοπουμένῳ. μετὰ δὲ τὴν προγεγραμμένην ῥῆσιν ἄλλη ῥῆσίς ἐστι τῶν ἀπὸ στομάχου κεφαλαλγούντων, ὑπὲρ ἧς ἤδη λέλεκται.
§2.5 [Τοῦ αὐτοῦ Ἀρχιγένους περίαπτα πρὸς κεφαλαλγίαν. Ἐπειδὴ δὲ καὶ περίαπτα τοῖς κεφαλαλγοῦσιν ἔγραψεν Ἀρχιγένης, ὅσα μὲν οὐδένα λόγον ἰατρικὸν ἔχει τοῖς πείρᾳ κεκρικόσι, ταῦτα παραλείπω, κατά τινα θαυμαστὴν ἀντιπάθειαν ἄγνωστον ἀνθρώπῳ φάσκουσιν ἐνεργεῖν, ὅσα δὲ λόγον ἰατρικὸν ἔχει τῶν ὑπἈρχιγένους γεγραμμένων ἐκλέξας ἐρῶ μόνα, κατὰ τὴν ἐκείνου λέξιν αὐτοῦ, καθάπερ ἄχρι δεῦρο περὶ τῶν φαρμάκων ἔπραξα. πολυγόνου πλέξας δύο κλωνία στεφάνωσον. ὅτι τὸ πολύγονον ἁρμόττει ταῖς θερμαῖς καὶ πνευματώδεσι κεφαλαλγίαις αὐτὸς ἔμπροσθεν εἶπεν. οὐδὲν οὖν θαυμαστὸν ἐπὶ τοιούτων αὐτὸ πολλάκις ὠφεληκέναι. καὶ γὰρ συνεχῶς αὗται συμβαίνουσι διἔγκαυσίν τε καὶ μέθην. τὸ δὲ δύο δεῖν εἶναι πάντως τὰ κλωνία προσέῤῥιπται τοῖς βουλομένοις τὴν ὠφέλειαν ἀπὸ τοῦ πολυγόνου κατὰ ἀντιπάθειαν ἄγνωστον, οὐ κατὰ τὴν κρᾶσιν αὐτοῦ γίνεσθαι. κιχώριον, τὸ Ῥωμαϊστὶ καλούμενον ἴντυβον λάχανον, ἐπιτίθει τῇ τοῦ πάσχοντος κεφαλῇ, καὶ μάλιστα ἐὰν ἀπὸ ἐγκαύσεως ἀλγῇ. ἐγὼ δὲ καὶ προσθήσω, κᾄν ἀπὸ μέθης. οὕτω γὰρ ὠφελοῦσι καὶ οἱ ῥόδινοι στέφανοι καὶ τούτους οὖν ἔξεστι γράφειν τῷ βουληθέντι καὶ προστιθέντι τὸν ἀριθμὸν οὗ ἂν βουληθῇ καὶ φάσκοντι τὸν ἐκ τοσῶνδε ῥόδων πεπλεγμένον στέφανον ἰᾶσθαι τὴν κεφαλήν. ἐφεξῆς καλλιτρίχῳ στέφειν ἀξιοῖ τὴν κεφαλὴν, τινες ὀνομάζουσι, φησὶ, τριχομανές. ἐγὼ δὲ οἶδα τοὺς περὶ βοτανῶν γράψαντας ἀδίαντον μᾶλλον ὀνομάζοντας τὸ καλλίτριχον τοῦ τριχομανοῦς. εἶτα μετὀλίγον τῇ φιλανθρωπείῳ βοτάνῃ στέφεσθαι κελεύει καὶ φοίνικος ἄῤῥενος σεβενίῳ. καὶ μετὰ ταῦτα κατὰ λέξιν οὕτω γράφει· ἀντικρὺς τοῦ ἡλίου στήσας τὸν κεφαλαλγοῦντα ἔα μέχρι παύσεται τοῦ πόνου. ἐν τῷ τῶν περιάπτων καταλόγῳ καὶ τοῦτο ὑπαὐτοῦ γέγραπται, τὴν μὲν ἐκ καταψύξεως ἀλγοῦσαν κεφαλὴν ὠφελῆσαι δυνάμενον, ἐὰν μήτε πληθωρικὸς εἴη ἄνθρωπος μήτε ἠπεπτηκὼς τινα χυμὸν μοχθηρὸν ἐν τῇ γαστρὶ καὶ μάλιστα κατὰ τὸ κύτος αὐτῆς ἔχοι. τὰς δὲ θερμὰς κεφαλαλγίας, ὧν εἰσι καὶ αἱ διἔγκαυσιν καὶ μέθην, οὐ μικρὰ βλάψει. παραπλήσια τούτοις ἐφεξῆς γράψας ἐπὶ χαμαίμηλον ἧκεν, οὗ πεῖραν ἔχομεν ὠφελοῦντος κεφαλαλγίαν, ἐὰν αὐτῷ τις, ὡς ἔμπροσθεν ἐῤῥέθη, δύναιτο χρῆσθαι. καλεῖ δὲ Ἀρχιγένης ἀνθεμίδα τὴν πόαν, ὥσπερ καὶ ἄλλοι πολλοὶ, καί φησι τὸ μὲν ἄνθος αὐτῆς τριβόμενον καὶ ὀσφραινόμενον ὠφελεῖν, τὰ δὲ φύλλα βλάπτειν ἄκρως. ἀπαλλάσσει κεφαλαλγίαν περιστερεὼν βοτάνη, ἥν τινες ἱερὰν καλοῦσι, καὶ στεφομένη καὶ καταχριομένη μετὄξους καὶ ῥοδίνου. τοῦτο ἐχρῆν αὐτὸν βοήθημα μὴ νῦν ἐν τοῖς περιάπτοις, ἀλλἔμπροσθεν ἐν τοῖς φαρμακευτικοῖς, εἴπερ οὕτως αὐτὸ θαῤῥεῖ διὰ μακρᾶς πείρας ἐξητακὼς γεγραφέναι. χελώνης λιμναίας, ἥν τινες ἀμύδα καλοῦσιν, αἷμα ἐπίσταζε ἐπὶ τὸ βρέγμα. καὶ τοῦτο εἴπερ ἀληθές ἐστιν, ἐχρῆν ἐν τοῖς φαρμάκοις αὐτὸ μετὰ διορισμοῦ γεγράφθαι, πλὴν εἰ μὴ τοῦτό φησιν, ὡς ἅπασαν ὀνίνησι κεφαλαλγίαν κατὰ πάντα καιρόν. οὕτω γὰρ αὐτῷ καὶ ἡμεῖς ἀντιπάθειαν αὐτῷ μαρτυρήσομεν, οὐκ ἐνέργειαν ἧς ἔχει κράσεως. ὁπότε οὖν ἐπλήρωσε τὸν περὶ τῶν περιάπτων λόγον, ἐφεξῆς ἔγραψε ταῦτα.
§2.6 [Ἀρχιγένους περὶ τῶν ἐν τῇ κεφαλῇ γινομένων διαιρέσεων καὶ θλάσεων.] Περὶ δὲ τῶν ἐπὶ τῇ κεφαλῇ γινομένων τραυμάτων ἐφεξῆς ῥηθήσεται. μικρᾶς δὲ διαιρέσεως γινομένης, ἔνιοι σμύρναν ὄξει τρίψαντες ἀλόην μετὰ μοτῶν ἐπιτιθέασι, καὶ κολλᾷ καὶ ἀφλέγμαντα τηρεῖ θαυμαστῶς. ἐπὶ δὲ τῶν δίχα διαιρέσεως γινομένων περὶ τὴν κεφαλὴν θλασμάτων, ποιεῖ καὶ ἄλφιτα ἐπιτιθέμενα. ἔτι δὲ οἴσυπος καὶ τὰ οἰσυπηρὰ ἔρια ὁμοίως. ἄλλο. ἰδιαίτερον δὲ σεμίδαλιν μεθὕδατος κατάπλασσε. ἄλλο. ὀρίγανον μετὰ ἀλφίτου. ταῦτα δὲ ὅτι μέν ἐστι χρήσιμα ἐγνῶσθαι τί δεῖ καὶ λέγειν. ἑτέρας δὲ πραγματείας ἐστὶν οἰκεῖα, πλὴν τοῖς διὰ τοιαύτην αἰτίαν κεφαλαλγοῦσιν ἐπιτήδεια νομίζων ὑπάρχειν αὐτὰ γέγραφεν, ὡς θεραπεῦσαι τὰς ἐπιγινομένας φλεγμονὰς ὡς κωλῦσαι δυνάμενα. καὶ μέντοι καὶ κατὰ ἔνια τῶν ἀντιγράφων οὐδὅλως φέρεται ταῦτα, καθάπερ ἐν ἄλλοις, ἔτι καὶ πλείω τούτων ὡδί πως ἔχοντα. ἐπὶ δὲ τῶν γενομένων περὶ τὴν κεφαλὴν τραυμάτων ἐπί τε τῶν συμμέτρων μὴ πάντως ἰατροῦ νομίμου δεομένων, ἐφὧν μὲν οὐκ ἔστι ψίλωσις αὐτόθεν, ξυρήσαντες καὶ ἀγκτηριάσαντες, κολλητικαῖς ταῖς διὰ πείρας χρησόμεθα. καλῶς κολλᾷ μήνιγγα τετρωμένην καλαμίνθης χύλισμα ἐγχεόμενον καὶ ἄλευρον κέγχρινον ξηρὸν ἐπιπασσόμενον. ἔπειτα βούτυρον καὶ ῥόδινον καὶ στέαρ ὕειον παλαιὸν μίξαντα καὶ χλιάναντα ἐπιχεῖν αὐτό. ἐφὧν δὲ γύμνωσίς ἐστιν ὀστέου, ἐπιδιελόντες τὸ περικράνιον ξύσομεν τὸ ὀστέον καὶ κατὰ θῆξιν, ὡς εἰ μηδὲ ἐψίλωτο θεραπεύσομεν. εἰ δὲ μὴ κρατήσαιεν αἱ ῥαφαὶ τό τε κατὰ συσσάρκωσιν, ὥσπερ καὶ τῶν λοιπῶν τραυμάτων ἐπιμελησόμεθα. τεθήσεται δὲ ἀγωγὴ ἐν ἰδίῳ τόπῳ. ἐφὧν δὲ τραυμάτων διὰ μικρότητα ἄλλως οὐκ ἔνεστι ῥαφαῖς  χρῆσθαι, τιλμάτιον μετὀξελαίου ἐπιτίθει μετὰ χυλοῦ μυρσίνης σχίνου βάτου κονύζης τῆς λεπτοφύλλου, μίσγων τινὶ αὐτῶν μέλιτος ὀλίγον, βρέχων τὸ τίλμα ἐπιτίθει. κατάπλασσε δὲ τῶν εἰρημένων τινὰ φύλλοις, σπόγγον καινὸν ἐν ὀξελαίῳ δεύσας ἐπίθες, ῥυπαρὸν ἔριον ὁμοίως. προστίθει δὲ ἐπαὐτὸ τὸ τραῦμα κράμβης φύλλα. ἄλφιτα ὄξει πεφυρημένα ἰδίᾳ κατάπλασσε μετὰ κράμβης φύλλων τετριμμένων. ταῦτα μὲν Ἀρχιγένης ἔγραψε περὶ κεφαλαλγίας ἅμα διορισμοῖς τισιν, ὡς καὶ Ἀπολλώνιος. Ἀσκληπιάδης δὲ ποικίλα μὲν ἔγραψε φάρμακα, διορισμοὺς δὲ αὐτοῖς οὐ πάνυ τι προσέθηκεν ἀπὸ τῶν διαθέσεων ἀλλ μόνον ἐπὶ τῶν ἀρχομένων τε καὶ χρονίων καὶ τοῦτἐποίησεν, οὐκ ἐπὶ πολλῶν, ἀλλἐπί τε τοῦ πρώτου καὶ τῶν τελευταίων δυοῖν. τὰ μὲν οὖν τελευταῖα πιστεύσειεν ἄν τις ἐπὶ τῶν χρονίων ἐνεργεῖν, ἐξ ἰσχυρῶν τῶν ἁπλῶν φαρμάκων συγκείμενα. τὸ δὲ πρῶτον ἴσως διὰ τοῦτο μόνον ἄν τις εἰς χρείαν ἀγάγοι τοιαύτην, ὅτι τὸν τῆς μήκωνος ὀπὸν οὐκ ὀλίγον ἔχει. τὰ δὲ τοιαῦτα μεμαθήκαμεν οὐ τῷ τὰς διαθέσεις ὠφελεῖν, ἀλλὰ τῷ τὴν αἰσθητικὴν δύναμιν ναρκοῦν, τὰς ὀδύνας εἰωθότα πραΰνειν. ἐφεξῆς οὖν καὶ ταῦτα πάντα γραφήσεται.
§2.7 [Τὰ ὑπἈσκληπιάδου γραφέντα πρὸς κεφαλαλγίαν ἐν τῷ πρώτῳ τῶν ἐκτός.] Πρὸς τὰς προσφάτους κεφαλαλγίας ἐμβροχὴ, ἐχρήσατο Νικομήδης. ♃ πηγάνου τῶν φύλλων δραχ. β΄. ἡδυόσμου δραχ. β΄. πευκεδάνου δραχ. δ΄. ἴρεως δραχ. β΄. ὠκίμου σπέρματος δραχ. η΄. μήκωνος μελαίνης σπέρματος δραχ. α΄, οἱ δὲ δραχ. η΄. ὀξυκράτου κοτ. β΄. ἕψε εἰς τὸ ἥμισυ καὶ τὸ ὑγρὸν ἐκθλίψας ἀνάκοπτε ῥοδίνῳ καὶ συνεχῶς ἔμβρεχε τὴν κεφαλήν. ἄλλο ἐχρήσατο Χαρικλῆς. ♃ ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. β΄. λύγου ἄνθους δραχ. β΄. πευκεδάνου ῥίζης δραχ. β΄. ἡδυόσμου χλωρᾶς ξηρᾶς δραχ. β΄. πηγάνου ἀκρεμόνων δραχ. β΄. δαφνίδων κεκαθαρμένων δραχ. β΄. ἑρπύλλου δραχ. β΄. σφονδυλίου δραχ. β΄. καστορίου δραχμὰς β΄. ῥόδων χλωρῶν ξηρῶν δραχμὰς δ΄. ὄξους κοτ. β΄. ῥοδίνου τὸ ἀρκοῦν, σκεύαζε καὶ χρῶ καθὰ προείρηται.
§2.8 [Τροχίσκος πρὸς κεφαλαλγίαν, ἐχρήσατο Ἀντώνιος ῥιζοτόμος, πολλὴν ἔχων ἐμπειρίαν φαρμακείας.] ♃ Ὀποῦ πευκεδάνου δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. δ΄. κρόκου δραχ. δ΄. σμύρνης δραχ. δ΄. σκαμμωνίας δραχ. δ΄. ἅπαντα λεάνας μετὄξους ἀνάπλαττε τροχίσκους καὶ ξήρανον ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει ἀνιὼν μετὄξους ἐπίχριε τὸ μέτωπον, ἀπὸ κροτάφου ἀρξάμενος καὶ ἐπὶ τὸν ἕτερον καταλήγων. ἐπὶ δὲ τῶν πυρεσσόντων ὕδατι χρώμενος κατάχριε. ὡς δὲ Ἀλέξανδρος ἐχρήσατο, ἔχει οὕτως. ♃ πευκεδάνου ῥίζης τοῦ ὀποῦ δραχ. α΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. ὀπίου δραχ. α΄. ὄξει ἀναλάμβανε καὶ ποίει τροχίσκους, ἐν δὲ τῇ χρήσει ὄξει διαλύων κατάχριε τοὺς ἐν αἰσθήσει τόπους. ἄλλο. Ἀντιγόνου ἐν στρατοπέδῳ ἐπισήμως ἰατρεύσαντος. ♃ δαφνίδων ξηρῶν, λείων, κεκαθαρμένων δραχ. δ΄. σκαμμωνίας δραχ. δ΄. ὀποῦ μήκωνος δραχ. δ΄. σελίνου σπέρματος δραχ. η΄. κρόκου δραχ. η΄. σμύρνης δραχ. δ΄. ὀμφακίνου δραχ. δ΄. ἑρπύλλου δραχ. η΄. ὄξους τὸ αὔταρκες. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.
§2.9 [Χρονίως κεφαλαλγούντων ἐπίθεμα ἐχρήσατο Χαρικλῆς.] ♃ Ἰρίνου μύρου πιέσματος, πευκεδάνου, καστορίου ἀνὰ μέρος α΄. δαφνίδων μέρη β΄. ἄγνου σπέρματος μέρη β΄. ῥόδων ξηρῶν μέρη β΄. πηγάνου ἀκρεμόνων μέρη δ΄. ὄξει ἀναλύσας, ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου. ἔπειτα εἰς ὀθόνιον ἐμπλάσας καὶ ξυρήσας τὰς τρίχας ἐπιτίθει καθὅλης τῆς κεφαλῆς, καὶ ταινιδίῳ καταδήσας φύλαττε μέχρι τῆς ἐπιούσης ἡμέρας καὶ πάλιν ἐπιτίθει. ἄλλο σφόδρα καλόν. ♃ ἀμυγδάλων πικρῶν, λύγου ἄνθους, πευκεδάνου ῥίζης, ἡδυόσμου χλωροῦ, πηγάνου ἀκρεμόνων, δαφνίδων, ἑρπύλλου, σφονδυλίου, καστορίου, ἀνὰ μέρος α΄. ῥόδων μέρη δύο, σκεύαζε καὶ χρῶ, καθάπερ εἴρηται. ἐφεξῆς τῶν προγεγραμμένων ἔγραψεν Ἀρχιγένης καὶ Ἀπολλώνιος καὶ Ἀσκληπιάδης φάρμακα τὰ μὲν διὰ στόματος, τὰ δὲ διὰ ῥινὸς καθαίροντα τὴν κεφαλήν. ἔστι δὲ τὰ μὲν ὑπἈρχιγένους γεγραμμένα καταὐτὴν τὴν ἐκείνου λέξιν τάδε.
§2.10 [Ἀρχιγένους περὶ ἀποφλεγματισμῶν καὶ ῥινεγχύτων.] Μετὰ ταῦτα δὲ ἀποφλεγματισμοὶ διὰ νάπυος ὑσσώπου, μετὰ γλυκέος καθεψημένου, σταφίδος μετὰ πεπέρεως τετριμμένης, μέλιτος ἐλαίῳ μεμιγμένου, σταφίδος ἀγρίας κατἰδίαν μετὰ μέλιτος τετριμμένης. ταῦτα μὲν Ἀρχιγένης ἔγραψεν ἐν τοῖς τῶν κεφαλαλγικῶν ἰάμασιν· δὲ Ἀπολλώνιος ἐν τοῖς πρὸς τὰ τῶν ὀδόντων ἀλγήματα κατὰ τὸ πρῶτον τῶν εὐπορίστων ὡδί πως ἔγραψεν αὐτῇ λέξει. πρὸς ὀδονταλγίαν ἔγχυτα εἰς τὴν ῥῖνα. τεύτλου ῥίζης τὸν χυλὸν αὐτὸν καθἑαυτὸν ἐγχυμάτιζε εἰς τὴν ῥῖνα καὶ λύει τοὺς πόνους τῶν ὀδόντων. ἄλλο. ♃ κυμίνου ὅσον τοῖς τρισὶ δακτύλοις καὶ σμύρνης ὅσον κύαμον καὶ σικύου ἀγρίου τὸ ἐντὸς ὅσον διπλάσιον τρίψας καὶ γάλακτι γυναικείῳ μίξας ἀνάπλασον κολλύρια καὶ ἔνθες εἰς ἑκάτερον τῶν μυκτήρων, εἶθοὕτω κέλευσον ἀνασπᾷν, ἐφὅσον ἄν τις διέλθοι στάδια ε΄. εἶτα ἐκμύξασθαι. τὸ φάρμακον τοῦτο καὶ πρὸς ὠταλγίαν ποιεῖ. δἈσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐκτὸς οὕτως ἔγραψε κατὰ λέξιν· Ἀσκληπιάδης περὶ ἐῤῥίνων  καὶ πταρμικῶν καὶ ἀποφλεγματισμῶν. κεφαλῆς καθαρτικὰ ἔῤῥινα. ποιεῖ δὲ καὶ τοῖς ὑπὸ χρονίου ὀφθαλμίας ἐνοχλουμένοις, ποιεῖ καὶ τοῖς ἐπιληπτικοῖς καὶ ἄγει πολλὴν ὑγρασίαν. ♃ μελανθίου δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. α΄. ἐλατηρίου δραχ. α΄. τρίψας καὶ λειότατα ποιήσας ἀναλάμβανε σικυωνίῳ ἐλαίῳ μύρῳ ἰρίνῳ κυπρίνῳ, ὥστε κηρωτῆς ὑγρᾶς ἔχειν τὸ πάχος καὶ ἀνελόμενος εἰς πυξίδα κερατίνην χρῶ, ὑποχρίων τοὺς μυκτῆρας καὶ κέλευε ἀνασπᾷν. ἄλλο ὥστε ἀλύπως καθαίρειν ἄπονον ποιεῖ παραχρῆμα. ♃ κυκλαμίνου ξηρᾶς δραχμὰς η΄. ἴρεως ξηρᾶς δραχ. β΄. νίτρου ἐρυθροῦ δραχμὴν μίαν, αὐτὸς ἐλατηρίῳ ἐχρησάμην, τρίψας ἐπιμελῶς, ἐμφύσας διὰ καλαμίδος παραινῶν ἄνω ἀνασπᾷν, ἔπειτα δὲ κάτω νεύειν, ὥστε τὸ συναγόμενον ὑγρὸν ἀποῤῥεῖν. τούτων ἐφεξῆς Ἀσκληπιάδης ἔγραψεν αὐτοῖς ὀνόμασι τάδε. περὶ πταρμικῶν. πταρμικὰ κεφαλὴν καθαίροντα Ἡρακλείδου Ταραντίνου. ♃ κυμίνου Αἰθιοπικοῦ, πεπέρεως λευκοῦ, στρουθίου, καστορίου, ἑκάστου τὸ ἴσον κόψας καὶ σήσας ἀπόθου εἰς πυξίδα χαλκῆν, ἐν δὲ τῇ χρήσει σαλεύων τὴν πυξίδα, ἀναπωμάσας πρόσφερε τῇ ῥινὶ καὶ τῷ δακτύλῳ παράπτου διὰ καλαμίδος ἐμφύσα. ἄλλο. ♃ ζιγγιβέρεως δραχμὰς β΄. στρουθίου δραχ. β΄. πεπέρεως λευκοῦ δραχμὴν μίαν, κασσίας δραχμὴν μίαν, χρῶ καθὰ προείρηται. χρονικῆς κεφαλαλγίας πταρμικὰ Πτολεμαίου ποιεῖ σκοτωματικοῖς, ἐπιληπτικοῖς. ♃ ἐλλεβόρου λευκοῦ δραχμὰς δ΄. ἐν ἄλλῳ α΄. σικύου ἀγρίου ῥίζης δραχμὴν μίαν, στρουθίου δραχ. α΄. νίτρου ἐρυθροῦ δραχμὴν μίαν, καστορίου δραχ. α΄. πεπέρεως λευκοῦ δραχ. α΄. χρῶ καθὰ προείρηται. ἄλλο. ♃ ἐλλεβόρου λευκοῦ, σικύου ἀγρίου ῥίζης, στρουθίου ἀνὰ μέρη β΄. καστορίου, ἀκόρου, νίτρου ἐρυθροῦ, κυμίνου Αἰθιοπικοῦ, ἀνὰ μέρος α΄. εὐφορβίου μέρος α΄. λείοις χρῶ καθὰ προείρηται. μετὰ τὴν τῶν πταρμικῶν γραφὴν προγεγραμμένων Ἀσκληπιάδης ἔγραψεν ὡδί πως. διαμασήματα κεφαλῆς καθαρτικὰ ἄγει πολλὴν ὑγρασίαν. ♃ πεπέρεως λευκοῦ δραχμὰς β΄. σταφίδος ἀγρίας δραχμὰς β΄. κασσίας δραχ. β΄. ἀναλάμβανε σταφίδι χωρὶς τῶν γιγάρτων σύκων λιπαρῶν τῇ σαρκὶ καὶ δίδου διαμασᾶσθαι. δεῖ δὲ διαμασώμενον κάτω νεύειν καὶ κεχηνέναι ἐκ διαλειμμάτων, ὥστε τὸ συλλεγόμενον ὑγρὸν ἀποῤῥεῖν. δεῖ δὲ μετὰ ταῦτα ἐν τῷ στόματι ὕδωρ θερμὸν διακρατεῖν. δήξεως δὲ πολλῆς γενομένης δοτέον διακατέχειν. ἄλλο. ♃ σταφίδος ἀγρίας, πυρέθρου, πεπέρεως λευκοῦ, ὑσσώπου, καρδαμώμου, ἑκάστου τὸ ἴσον, ἀλφίτων τὸ διπλοῦν, ὕδατι φυράσας, χρῶ καθὰ προείρηται. τῶν ἐφεξῆς γεγραμμένων φαρμάκων ἐνίοις μὲν εἶδον τοὺς διδασκάλους χρωμένους, ἐνίοις δὲ φίλους, ἔνια δὲ καὶ αὐτὸς εἰς χρῆσιν ἤγαγον, ὡς διὰ πείρας πολλῆς βασανίσαι τὴν ἐπαγγελίαν αὐτῶν. ἔστι δὲ τὰ ὑπογεγραμμένα. σικύων ἀγρίων φύλλων χυλὸς ἐγχεῖται ταῖς ῥισὶν, αὐτός τε καθἑαυτὸν καὶ μετὰ τεύτλων ἀφεψήματος χυλοῦ. ἄλλο. σμύρναν μέλιτι ἑψήσας ἔγχει ταῖς ῥισίν. ἄλλο. ♃ ἀλόης, νίτρου, μελανθίου ἴσα μετἐλαίου παλαιοῦ, ὥστε γενέσθαι γλοιῶδες. ἄλλο διαμασώμενον. ♃ νίτρου γο στ΄. ἀνίσου γο δ΄. σταφίδος ἀγρίας γο γ΄. δάφνης φύλλα χλωρὰ καὶ σταφίδος ἡμέρου ἐκγιγαρτισμένης ἴσα ἀναλάμβανε, ἐκ τούτου τοῦ μίγματος ποίει τροχίσκους ἐκ τριῶν δραχμῶν, ὡς ἕκαστον αὐτῶν μασᾶσθαι τῆς χρείας καλούσης. ἄλλο ἔῤῥινον. ♃ εὐφορβίου δραχ. S". θαψίας δραχ. α΄. ἴρεως δραχ. α΄. μέλιτος ἑφθοῦ δραχ. α΄ S". τεύτλου ῥίζης χυλοῦ τὸ ἀρκοῦν. ἐκ τούτου λαμβάνων κέγχρου μέγεθος ἀνιεὶς ὕδατι, μήλῃ ἀναλαμβάνων ἔγχει τοῖς μυκτῆρσιν. ἄλλο ἔῤῥινον. κυκλαμίνου χυλοῦ κύαθοι β΄. κισσοῦ φύλλων χυλοῦ κύαθος εἷς, πευκεδάνου ὀβολὸς α΄. ἐλατηρίου ὀβολὸς α΄. ἐν ὑελίνῳ ἀγγείῳ ἀποτίθενται, ἀναλυομένων ἐπὶ τῆς χρείας γάλακτι γυναικείῳ, ἔγχει ταῖς ῥισίν. ἄλλο. ♃ σμύρνης γο δ΄. εὐφορβίου γο δ΄. πεπέρεως λευκοῦ κόκκους κε΄. προδιαλύσας ὕδατι τὴν σμύρναν καὶ τὸ εὐφόρβιον μῖξον λεῖον τὸ πέπερι καὶ πρόσβαλλε ἐλαίῳ γλευκίνῳ γο στ΄. καὶ οὕτω χρῶ. ἄλλο ἔῤῥινον ἀποφλεγματίζον διὰ στόματος ἱκανῶς. ♃ ἐλαίου κοινοῦ ξε β΄. σάπωνος λίτραν α΄. φρυκτῆς λίτραν α΄ S". ὀποπάνακος γο α΄. ἀγχούσῃ χρῶσον, καὶ χρῶ προπληρώσας ὕδατι τὸ στόμα. ἄλλο διάχριστον στόματος. σάπωνα διεὶς τεύτλου χυλῷ, χρῖσον τὰ κατὰ τὸν οὐρανίσκον καὶ τὸν κίονα τοῦ στόματος. τὸ δαὐτὸ τοῦτο καὶ ἔῤῥινόν ἐστι.
§2.11–3.2
§2.11 [Τὰ ὑπὸ Κρίτωνος γραφέντα ἐν τῇ πρώτῃ βίβλῳ περὶ φαρμάκων αὐτοῖς ὀνόμασιν οὕτως.] ἀποφλεγματισμοί. Σταφὶς ἀγρία διαμασωμένη καὶ ἰδίᾳ καὶ μετὰ γλήχωνος. ἄλλο. ♃ σταφίδος ἀγρίας καὶ ὀριγάνου ἀνὰ ὀξύβαφον, νίτρου δραχ. β΄. λεῖα δίδου κοχλιαρίου πλῆθος διαμασᾶσθαι ἕως ἂν πληρωθῇ τὸ στόμα, εἶτα χανὼν ἐάτω ῥεῖν. ἄλλο. ♃ ὀριγάνου γο δ΄. ὑσσώπου δραχ. δ΄. σταφίδος ἀγρίας δραχ. δ΄. ἀφρονίτρου δραχ. β΄. σινήπεως δραχ. β΄. πυρέθρου δραχ. γ΄. λεάνας χρῶ. ἄλλο. ♃ σινήπεως μέρος α΄. σταφίδος ἀγρίας μέρος α΄. κόψας χρῶ. τούτῳ οἱ φαρμακοπῶλαι χρῶνται. ἄλλο. ♃ ὑσσώπου, θύμου, ὀριγάνου καὶ ἰδίᾳ καὶ ὁμοῦ χρῶ. ἄλλο. κολοκυνθίδος τὸ ἐντὸς ἐν ὄξει ἑψημένον πλείονα χρόνον ἐν τῷ στόματι κρατουμένου τοῦ ὑγροῦ ἐν οἴνῳ ἀποβραχείσης κολοκυνθίδος πλείονα χρόνον. ἄλλο. σκόροδα μετεὐζώμου σπέρματος καὶ νίτρου. ἄλλο. ♃ σταφίδος ἀγρίας δραχ. ζ΄. πυρέθρου  δραχ. δ΄. ὑσσώπου δραχ. α΄. κόψας, ἀνάπλασσε κυκλίσκους ἀνὰ δραχ. α΄. καὶ δίδου διαμασᾶσθαι.
§2.12 [Τὰ ὑπὸ Κρίτωνος ἐπὶ τῶν ἰκτεριώντων ἔῤῥινα φάρμακα γεγραμμένα.] Ἔῤῥινον ἐκκρίνει διὰ ῥινῶν καὶ στόματος. μὴ ξενισθῇς δὲ ἐὰν ἀναθερμάνῃ τραχύνῃ τὴν ὑπερώαν· μετασυγκρίνει γάρ. ♃ σταφίδος ἀγρίας δραχ. α΄. μελανθίου δραχ. γ΄. λεάνας μετὄξους, ὡς γλοιοῦ ὑγρότερον εἶναι, ἐγχυμάτιζε τὰς ῥῖνας ἐπὶ ἡμέρας ε΄, ἕως ἐκκαθαρθῇ. ποίει δὲ παρἡμέραν. ἄλλο. ♃ κισσοῦ φύλλα δέκα, δάφνης φύλλα δέκα, τρῖβε μετἐλαίου ἕως γλοιῶδες γένηται καὶ παράσταζε ταῖς ῥισὶν ὁμοίως. ἄλλο. ἄκρως δὲ ποιεῖ ἐπαὐτῶν καὶ τὸ ἐλατήριον ἐμφυσώμενον εἰς τὰς ῥῖνας. δεῖ μέντοι ἀβλαβῶς αὐτὸ βουλόμενον ποιεῖν ἐμβιβάζειν εἰς ἔμβασιν θερμοῦ καὶ οὕτως ὅλου βαπτιζομένου τοῦ σώματος, πλὴν τοῦ προσώπου, ἐμφυσᾷν τὸ ἐλατήριον. ἄγει γὰρ χολὴν δαψιλῆ διὰ μυξωτήρων. ἄλλο. ἐλατηρίου ἡλίκον ὄροβον διεὶς γυναικείῳ γάλακτι, ἔγχεον εἰς τοὺς μυκτῆρας, καὶ ἐπὰν· γένηται κάθαρσις, κάθιζε εἰς μακρὰν καὶ ἀπόνιπτε καὶ διαίτῃ ἀναλάμβανε.
§2.13 [Τὰ ὑπΑἰνείου παραδοθέντα ἐκ πείρας πρὸς ἀποφλεγματισμόν.] Ὧν πεῖραν ἔχον Αἰνείου χρωμένου, παροὗ καὶ τὰς γραφὰς ἔλαβον. ἔῤῥινον ἀποφλεγματίζον. ♃ σάπωνος λίτρας στ΄. στέατος αἰγείου λίτραν α΄. κηροῦ λίτρας γ΄. πίσσης ξηρᾶς γο δ΄. οἱ δὲ γο γ΄. νίτρου τὸ ἴσον. κονίας στακτῆς δριμείας κύαθοι δύο, ἄνιε ὕδατι καὶ χρῶ μήλῃ ἐγχέων καὶ κέλευε ἀνασπᾷν. προσέμβρεχε τὴν κεφαλὴν ἰρίνῳ καὶ μετὰ τὴν χρῆσιν μελικράτῳ πολλάκις ἀνακογχυλιζέσθω. ἄλλο. ♃ εὐφορβίου δραχ. στ΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. ἀναλάμβανε τεύτλου χυλῷ καὶ μέλιτι καὶ ἄνιε ὕδατι γάλακτι. ἄλλο. κυκλαμίνου χυλοῦ κύαθοι δύο, κισσοῦ κορύμβων χυλοῦ κύαθος εἷς, πευκεδάνου ὀποῦ ὀβολὸς εἷς, ἐλατηρίου ὀβολὸς εἷς, χρῶ ἐν βαλανείῳ μετὰ γάλακτος γυναικείου. ἄλλο. ♃ πυρέθρου, πεπέρεως, ὑσσώπου, σταφίδος ἀγρίας ἴσον ποίει τροχίσκους δραχμιαίους, ὧν ἕνεκα διαμασάσθω καὶ μετὰ τὴν ὑπαὐτοῦ κάθαρσιν ἁλσὶ καὶ μέλιτι ἀποθεραπευέσθω. πταρμικά. ♃ πεπέρεως λευκοῦ, ἐλλεβόρου λευκοῦ, καστορίου, εὐφορβίου, στρουθίου, κυκλαμίνου χυλοῦ ξηροῦ ἴσα προερεθίσας πτερῷ ἐμφύσα.
§2.14 [Περὶ τῆς χρήσεως ἁπάντων τῶν ἰσχυρῶν φαρμάκων.] Ὃν ἂν περὶ τῶν προειρημένων φαρμάκων εἴπω λόγον τῆς χρήσεως, τοῦτον ἐπὶ πάντα τὰ ἄλλα ὅσα δύναμιν ἰσχυρὰν ἔχει μεταλαβεῖν χρή. προσήκει γὰρ οὐκ εὐθέως ἐξ ἀρχῆς τὰ δραστικώτατα προσφέρειν, ἀλλἀπὸ τῶν ἀσθενεστέρων ἄρχεσθαι, καὶ μέντοι καὶ αὐτὰ τὰ ἰσχυρὰ φάρμακα πραϋνόμενα τῇ μίξει τῶν παρηγορικῶν γίνεται μέτρια. καὶ διὰ τοῦτο ἐγὼ γάλακτι γυναικείῳ προσφάτῳ λειῶν αὐτῶν ἔνια καὶ ὕδατι καὶ μετὰ ταῦτα ἐλαίῳ γλυκεῖ, κᾄπειτα χυλοῦ τεύτλου καὶ ἀναγαλλίδος τῆς τὸ κυανοῦν ἄνθος ἐχούσης, οὕτως ἐκ προσαγωγῆς χρῶμαι, καὶ τὸ τελευταῖόν γε καὶ διὀποβαλσάμου λειῶν ταῦτα προσφέρω τὴν μὲν πρώτην γάλα μιγνὺς, ἐπειδὰν δὲ ῥᾳδίως φέρῃ τοῦτο καὶ χωρὶς τοῦ γάλακτος. εὐπορίστῳ δὲ πολλάκις ἐχρησάμην φαρμάκῳ ἐγχεομένῳ τῇ ῥινὶ μελανθίῳ, ποτὲ μὲν ὄξει δριμεῖ διαβρέχων πρὸ μιᾶς ἡμέρας, εἶτα τῇ ὑστεραίᾳ σὺν ὄξει πάλιν λειῶν καὶ ἐγχέων εἰς τὴν ῥῖνα διὰ τῶν μυκτήρων τὸν κάμνοντα κελεύων ἀναῤῥοφεῖν αὐτό. ἐνίοτε δὲ ἐλαίῳ παλαιῷ τὸ αὐτὸ μελάνθιον λειῶν καὶ ὁμοίως χρώμενος. οὕτω μὲν οὖν αὐτῷ χρῆται καὶ Ἀρχιγένης ἐπὶ ἐμφράξεως μυκτήρων. τῷ δὲ πρώτῳ μετὰ ὄξους Κρίτων ἐπὶ τῶν ἰκτεριώντων.
§3.1 [Περὶ ἡμικρανίας.] Πάθος ὀδυνηρὸν γίνεται κατὰ τὸ ἥμισυ μέρος τῆς κεφαλῆς ἐνίοτε μὲν τὸ δεξιὸν, ἔστι δὅτε καὶ κατὰ θάτερον, ὁριζόμενον τῇ κατὰ τὸ μῆκος αὐτῆς ἐκτεταμένῃ ῥαφῇ. καὶ τὰ πολλά γε κατὰ περίοδον παροξύνεται τῆς ὀδύνης αἰτίαν ἐχούσης, ἐπιῤῥοὴν ἀτμῶν χυμῶν ἤτοι πολλῶν θερμῶν ψυχρῶν. ἔνιοι μὲν οὖν αὐτῶν κατὰ τοὺς κροταφίτας μῦς ἀλγοῦσι σφοδρῶς καὶ πλείους γέ εἰσιν οἱ οὕτως ἀλγοῦντες. ἔνιοι δὲ καὶ μέχρι πλείστου τὴν ὀδύνην ἐπαναβαίνουσαν ἔχουσι, καί τινές γε οὕτω σφοδρῶς ἀλγοῦσιν, ὡς μηδὲ τὰς ἐπιβολὰς τῶν χειρῶν εὐκόλως φέρειν. ἐφὧν εὔδηλός ἐστιν περικράνιος ὑμὴν πάσχων, οὐκ ἀπαθοῦς τὸ πάμπαν οὐδὲ τοῦ δέρματος ὑπάρχοντος. εὔδηλον οὖν ἐστι τὴν ἐπιῤῥοὴν τῶν λυπούντων ἀτμῶν χυμῶν ἀμφοτέρων ἤτοι διὰ τῶν φλεβῶν ἀρτηριῶν διἀμφοῖν γίνεσθαι, ποτὲ μὲν αὐτῶν μόνων τῶν ἔνδον τοῦ κρανίου, τουτέστιν ἐγκεφάλου τε καὶ μηνίγγων τὸ περιττεῦον ἐν αὐτοῖς ἀπωθουμένων ἐκτὸς, ποτὲ δὲ τοῦ κάτω τῆς κεφαλῆς σώματος ἀναπέμποντος ἀτμοὺς χυμοὺς μοχθηρούς. διὸ καὶ θεραπεύειν τις ἐγχειρῶν ἡμικρανίαν ἐπισκεψάσθω πρότερον ὁποίας δεῖται καθάρσεως φλεβοτομίας κάμνων, εἶθοὕτως ἐπὶ τὰ τῆς κεφαλῆς αὐτῆς ἀφικνούμενος βοηθήματα διά τε τῶν δακτύλων τῆς ἑαυτοῦ χειρὸς καὶ διὰ σινδόνος ἀνατρίβων τὸ ἥμισυ μέρος τοῦ μετώπου, καὶ μάλιστα τὸ κατὰ τὸν κροταφίτην μῦν, ἐκθερμαινέτω, πρὸ τῶν παροξυντικῶν ὡρῶν πράττων τοῦτο. μετὰ δὲ τὸν παροξυσμὸν τοῖς καλουμένοις ὑπὸ τῶν ἰατρῶν ἡμικρανικοῖς φαρμάκοις χρήσθω. θερμασίας μὲν πολλῆς ἐν ταῖς ὀδύναις αἰσθανομένης τοῖς ἔχουσί τι ψυκτικὸν, ἄνευ δὲ ταύτης τοῖς ἱκανῶς  θερμαίνουσι. μεμίχθω δὲ ἑκατέροις τῶν τονούντων τι στυπτικὴν ἔχον τὴν δύναμιν δηλονότι. θαυμάζω δὲ ὅπως οὔθ Ἀπολλώνιος οὔθ Ἀρχιγένης οὔτἈσκληπιάδης ἐφεξῆς τοῖς πρὸς τὰς κεφαλαλγίας φαρμάκοις ἔγραψάν τι καὶ περὶ τῶν ἡμικρανικῶν ὀνομαζομένων. ἐχρῆν γὰρ αὐτοὺς, εἰ καὶ μηδὲν ἴδιον ἐπαὐτῶν ἐστι, διὰ τὸ περιέχεσθαι κατὰ τὸ τῆς κεφαλαλγίας, αὐτό τε τοῦτο ἐπισημαίνεσθαι. παραπλησίως δὲ καὶ τῷ Ἥρᾳ καὶ τῷ Κρίτωνι τὸ περὶ τοῦ πάθους τούτου διελθεῖν ἐπὶ πλέον ἠμέλουν. διὧν δὲ τοῖς κεχρονισμένοις ἀλγοῦσι τὴν κεφαλὴν βοηθοῦσι φαρμάκων, ἐνδείκνυται καὶ τοῖς ἡμικρανικοῖς τὴν αὐτὴν εἶναι βοήθειαν. μὲν οὖν Ἥρας ἐν τῇ φαρμακίτιδι βίβλῳ κατἀρχὴν εὐθέως ὡδί πως ἔγραψε πρὸς κεφαλαλγίαν.
§3.2 [Ἐκ τῶν τοῦ Ἥρα πρὸς κεφαλαλγίαν.] ♃ Κροκομάγματος μέρος α΄. κηκίδος μέρος α΄. λεάνας μετοἴνου κατάχριε τὸ μέτωπον καὶ τοὺς κροτάφους. τροχίσκος πρὸς κεφαλαλγίαν ἄκρως ποιῶν, δὶς τρὶς ἐπιχριόμενος ἀπὸ κροτάφου ἕως κροτάφου. ♃ κρόκου δραχ. ιε΄. χαλκάνθου δραχ. ι΄. στυπτηρίας σχιστῆς δραχ. ιγ΄. σμύρνης δραχ. γ΄. ὀπίου δραχ. γ΄. ὀμφακίου δραχ. γ΄. χαλκίτεως δραχ. γ΄. κόμμεως δραχμὰς ιε΄. λεάνας ταῦτα πρόσβαλλε οἴνου αὐστηροῦ φαλερίνου τὸ αὔταρκες καὶ τρῖβε ὡς κολλύριον, εἶτα ποιήσας τροχίσκους, ἐπὶ τῆς χρείας ἀνιεὶς ὀξυκράτῳ ὄξει χρῶ. μάλαγμα πρὸς κεφαλαλγίαν. ♃ ἰοῦ ξυστοῦ δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. λεπίδος στομώματος δραχμὰς β΄. κιμωλίας δραχμὰς δ΄. χαλκίτεως δραχμὰς δ΄. κισσήρεως ὠμῆς δραχμὰς δ΄. τερμινθίνης γο α΄. κηροῦ δραχ. λζ΄ S". ἐλαίου παλαιοῦ κυάθους β΄. τοῖς ξηροῖς λειοτάτοις τὰ τηκτὰ ἐπικαταχέων μάλασσε καὶ χρῶ. ἐὰν δὲ σκληρότερον δοκῇ εἶναι τὸ φάρμακον, ἐλαίῳ ἀμυγδαλίνῳ ἀναμάλασσε. ταῦτα μὲν Ἥρας πρὸς κεφαλαλγίαν ἔγραψε. χρῶνται δὲ αὐτοῖς ἔνιοι καὶ κατὰ τῶν ἡμικρανικῶν ἀλγημάτων, ὥσπερ καὶ τοῖς ἄλλοις φαρμάκοις, ὅσα γέγραπται τοῖς προγεγραμμένοις ἀνδράσι πρὸς τὰς χρονιζούσας κεφαλαλγίας. οὐ μέντοι κατὰ παντὸς ἐκτείνουσι τοῦ μετώπου τὸ φάρμακον, ἀλλὰ κατὰ τοῦ πεπονθότος μορίου μόνον. ἑνὶ δὲ τῶν ἡμετέρων διδασκάλων ἔθος ἦν χρήσασθαι πρὸς τὰς κεχρονισμένας ἡμικρανίας τῷδε τῷ φαρμάκῳ. ♃ πεπέρεως λευκοῦ δραχμὰς β΄. κροκομάγματος δραχμὰς β΄. εὐφορβίου δραχ. S". χρῶ. λέλεκται δὲ περὶ τῆς εὐφορβίου δυνάμεως ἤδη μοι, διότι ταχέως ἐκλύεται. χρὴ τοίνυν ἐμβάλλειν εἰς τὰ τοιαῦτα φάρμακα τοῦ μὴ παλαιοῦ. λέλεκται δὲ καὶ ὡς τὸ μὲν πρόσφατον λευκότερόν ἐστιν, ἐπὶ δὲ τὸ ξανθότερον ὠχρότερον χρῶμα τρέπεται παλαιούμενον. ἐὰν δὲ μὴ πάνυ παλαιὸν τὸ εὐφόρβιον, ἀλλὰ δυοῖν τριῶν ἐτῶν, διπλάσιον αὐτοῦ βάλλοις, τουτέστιν δραχμὴν μίαν. ὥσπερ δὲ τὸ εὐφόρβιον πρόσφατον χρὴ βάλλειν, οὕτω καὶ κόπρου περιστερᾶς δραχ. S" τῶν ὀρεινῶν περιστερῶν, ἃς ἐν πύργοις τρέφουσιν ἑαυταῖς τὴν τροφὴν ποριζούσας, οὐχ ὡς ἐν ταῖς πόλεσιν αἱ κατὰ τὴν οἰκίαν τρεφόμεναι. καὶ μέντοι καὶ τοῦ μέλανος τοῦ γραφικοῦ τὸ ἴσον ἐμβάλλεται τῇ τῶν περιστερῶν κόπρῳ, τουτέστιν δραχ. S" τοῦ μέλανος΄, κᾀνταῦθα τοῦ ἡμετέρου τοῦ Περγαμηνοῦ βαλλομένου, τούτῳ γὰρ ἐχρήσατο διὰ παντὸς διδάσκαλος. οὖν αὐτὸ ἐκεῖνο χρὴ βάλλειν τὸ ἐκ Περγάμου μέλαν, τι τῶν ἄριστα κατεσκευασμένων, καὶ μίξαντας ταῦτα πάντα φυρᾷν καὶ ἀναδεύειν ὄξει δριμυτάτῳ καὶ λειώσαντας ἐπαλείφειν τὸν κροταφίτην μῦν καὶ ὅλον τὸ ἥμισυ τοῦ μετώπου καὶ τὸ πεπονθὸς μέρος τῆς κεφαλῆς. ἕτερον φάρμακον οὐ μόνον ἡμικρανίας, ἀλλὰ καὶ πάσης κεφαλαλγίας κεχρονισμένης ἐπιχριόμενον, ἐν μὲν ταῖς κεφαλαλγίαις κατὰ τοῦ μετώπου παντὸς, ἐν δὲ ταῖς ἡμικρανίαις κατὰ τοῦ ἡμίσεως μέρους τῆς κεφαλῆς τοῦ πεπονθότος. ♃ κρόκου δραχμὰς ε΄. χαλκάνθους δραχ. ι΄. στυπτηρίας σχιστῆς δραχμὰς γ΄. σμύρνης δραχμὰς γ΄. ὀπίου δραχμὰς γ΄. ὀμφακίου δραχμὰς γ΄. κόμμεως δραχμὰς ιε΄. λειώσας πάντα πρόσβαλλε οἴνου φαλερίνου καὶ λείου πάλιν ὡς κολλύριον, εἶτα ἀναπλάσας τροχίσκους ἐπὶ τῆς χρείας ἀνιεὶς ὀξυκράτῳ ὄξει κατάχριε. ἕτερον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σκαμμωνίας δραχ. στ΄. κρόκου δραχμὰς β΄. κισσοῦ κόμης δραχμὰς στ΄. θείου ἀπύρου δραχμὰς δ΄. ἀνίσου σπέρματος δραχμὰς η΄. σελίνου σπέρματος δραχμὰς η΄. λειώσας ἐπιμελῶς ὠκίμου χυλῷ ἀνάπλασον. τοῦτο πλείονι ῥοδίνῳ λυθὲν ἐπιβροχὴ τῆς κεφαλῆς γίνεται τοὺς ληθαργικοὺς ὠφελοῦσα. ἕτερον φάρμακον οὐ μόνον ἐπὶ τῶν αὐτῶν ἁρμόττον, ἀλλὰ καὶ τοὺς σκοτωματικοὺς ὠφελοῦν. ♃ πευκεδάνου ῥίζης δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς δραχ. β΄. ἰοῦ δραχ. α΄. ἀκόρου δραχ. α΄. σφονδυλίου δραχμὰς δ΄. πεπέρεως μέλανος δραχ. β΄ S". καστορίου δραχ. β΄ S". ἑρπύλλου δραχ. δ΄ S". σμύρνης δραχμὰς β΄. δαφνίδων ἀριθμὸν λε΄. πηγάνου χλωροῦ δραχ. η΄. ἡδυόσμου χλωροῦ δραχμὰς δ΄. ὀπίου δραχ. α΄. ὄξει ἀναλαβὼν ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρείας ὄξει καὶ ῥοδίνῳ διεὶς κατάχριε, ἀναληφθὲν δὲ κηρωτῇ διὰ ῥοδίνου ὡς μάλαγμα ἐπιτίθεται. τροχίσκος οὐ μόνον τοὺς ἡμικρανίᾳ κάμνοντας ὠφελῶν, ἀλλὰ καὶ τοὺς ἰσχιαδικούς. ♃ θαψίας δραχ. γ΄. εὐφορβίου δραχ. δ΄. ὀποῦ Μηδικοῦ δραχ. γ΄. σμύρνης δραχ. α΄. ὀποπάνακος δραχ. α΄. ὁμοῦ κόψας ἐπίπλασον, εἶτα ἐπὶ τῆς χρείας ὄξει ἀποτρίβων κατάχριε. ταῦτα μὲν σύνθετα φάρμακα. πολλάκις δὲ ἐχρησάμην αὐτοῖς, σχεδιάσας ἁπλῶς διεὐφορβίου χρίσμα τι προσλαβὸν ὀλίγου κηροῦ, συστάσεως ἕνεκα. ἀρκεῖ δὲ εἰς λίτραν ἐλαίου ἤτοι Σαβίνου τινος αὐτῷ παραπλησίου γο γ΄. ἐμβάλλειν κηροῦ καὶ μίαν τοῦ εὐφορβίου καὶ τούτῳ καταχρίειν τὸ ἥμισυ μέρος τοῦ μετώπου, μετὰ τοῦ κροταφίτου δηλονότι μυός. ἐφὧν δἂν ὑπονοήσης ὑπὸ θερμῶν ἀτμῶν χυμῶν γίνεσθαι τὸ κατὰ τὴν ἡμικρανίαν ἄλγημα, μὴ πρόσφερε τὸ φάρμακον τοῦτο. τοῖς δὲ ὑπὸ ψυχρῶν αἰτίων ἐνοχλουμένοις ὠφελιμώτατόν ἐστιν, ὥσπερ πολλάκις ἅπαξ καταχρισθὲν πρὸ τοῦ βαλανείου ταχέως ἐξιᾶσθαι τὸ πάθος, ὡς μετὰ λουτρὸν ὑγιεῖς γίνεσθαι παντελῶς τοὺς κάμνοντας. ὀνίνησι δὲ τούτους καὶ εἰς τὸ οὖς ἐγχεόμενον ἔλαιον χλιαρὸν, ἐμβεβλημένου βραχέος εὐφορβίου εἰς λίτραν μίαν. τὸ βραχὺ τοῦτο ἥμισύ ἐστι γο, ὅταν εὔτονον τὸ εὐφόρβιον . εἰ δὲ μὴ καὶ πλέον ἐμβάλλειν προσήκει. ἐπὶ δὲ τῶν εὐαισθήτων σωμάτων, κᾂν ἔλασσον ἡμίσεως γο. βάλῃς ἄμεινον ποιήσεις.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up