Galen De causis pulsuum
EN Lat Orig
Book 3
§1–4.2
§1 Τὰς μὲν ἀπὸ τῶν πρώτων τε καὶ κυριωτάτων αἰτίων ἀλλοιώσεις τῶν σφυγμῶν πρόσθεν λόγος αὐτάρκως ἐξηγήσατο, τὰς δἀπὸ τῶν ἄλλων ἁπάντων, ὅσαι μὴ διἑαυτῶν ἄντικρυς, ἀλλὰ τῷ τὰ πρῶτα τρέπειν αἴτια σφυγμῶν λέγεται, νῦν ἐπέξιμεν. ἐπεὶ δὲ τούτων τὰ μέν ἐστι παρὰ φύσιν, τὰ δὲ κατὰ φύσιν, τὰ δὲ ἐν τῷ μεταξὺ τούτων, δὴ καὶ οὐ φύσει καλοῦσιν, εὔλογον ἀπὸ τῶν κατὰ φύσιν ἄρξασθαι, καὶ τάξιν γε τὴν αὐτὴν ἐπιθεῖναι τῷ λόγῳ ἥν περ κᾀν τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ πεποιήμεθα. τά τε γὰρ ἄλλα καὶ γένοιτἂν ἐξήγησίς θἅμα τῶν ὀρθῶς ἐν αὐτῷ λεγομένων ἔνδειξίς τε τῶν εὐλόγως παραλελειμμένων, παραλέλειπται δὲ τὰ μὲν ὅλως, τὰ δἐν τῷ μὴ διορίσασθαι. πᾶν γὰρ ὅσον ἔμελλεν ἀσαφὲς ἔσεσθαι τοῖς ἀρχομένοις τῆς θεωρίας, ἐδόκει χρῆναι παραλιπεῖν. παραλέλειπται δοὐχ ἥκιστα καὶ τῆς αἰτίας λογισμός. ἄμεινον γὰρ ἦν τοῖς εἰσαγομένοις ἐπαὐτῶν τῶν ἔργων γυμνάσασθαι πρότερον ἐμπειρικῶς, ἔπειθὕστερον ἅπασαν ἐκδιδαχθῆναι τῷ λόγῳ τὴν οὐσίαν τοῦ πράγματος. ὡς τοίνυν γεγυμνασμένοις αὐτοῖς καὶ μανθάνειν τοὺς τελειοτέρους λόγους δυναμένοις ἥδε πραγματεία σύγκειται, διὰ μὲν τῶν προτέρων δυοῖν ὑπομνημάτων εἰς ὅσον αὔταρκες ὑπὲρ τῶν συνεκτικῶν ὀνομαζομένων αἰτίων διαλεχθεῖσα, διὰ δαὖ τῶν λοιπῶν δυοῖν, τούτου τε καὶ τοῦ μεταὐτὸν, περὶ τῶν ἄλλων ἁπάντων ἐκδιδάξουσα. ἀρκτέον δὲ ἤδη τοῦ λόγου προχειριζομένους ἑκάστην ῥῆσιν τῶν ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένων, ἔπειτἐξηγουμένους. εἴη δἂν πρώτη τῶν εἰς τὸν παρόντα λόγον ἐπιτηδείων ἥδε.
§2.1 Ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ καὶ σφοδρότερον ὡσαύτως πολλῷ καὶ βραδύτερον ὀλίγῳ καὶ ἀραιότερον ἱκανῶς τὸν σφυγμὸν ἔχουσιν.
§2.2 μὲν λέξις αὕτη. καὶ διότι πρῶτος οὗτος λόγος ἐπιτηδειότερος ἦν λέγεσθαι διἐκείνου τοῦ γράμματος δεδήλωται. ὥστε, οὐ γὰρ ἔθος ἡμῶν περὶ τῶν αὐτῶν γράφειν πολλάκις, ἐπὶ τὰς αἰτίας ἰτέον ἤδη καὶ δεικτέον τὴν ἀνάγκην τῆς φύσεως τοῦ πράγματος, διἣν οὕτω μὲν ἀνδράσιν, οὕτω δὲ γυναιξὶν ἔχει τὰ κατὰ τοὺς σφυγμούς. ᾧδοὖν. ἐπειδὴ θερμότερόν ἐστι καὶ ξηρότερον τὸ ἄῤῥεν τοῦ θήλεος, ὡς καὶ τοῖς ἀρίστοις τῶν ἔμπροσθεν ἰατρῶν τε καὶ φιλοσόφων εἴρηται, καὶ ἡμῖν δὲ διἑτέρων ἀποδέδεικται, τήν τε χρείαν ἀναγκαῖον ἤδη τῆς τῶν σφυγμῶν γενέσεως καὶ τὴν τῶν ὀργάνων κατασκευὴν ἑτεροίως ἔχειν αὐτοῖς· εἰ δὲ τοῦτο, καὶ αὐτοὺς τοὺς σφυγμούς. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπροσθεν λόγοις ὡς πλήθει θερμασίας οἰκεῖός ἐστιν μέγας σφυγμός. εἴπερ οὖν θερμότερον τὸ ἄῤῥεν τοῦ θήλεος, εὐθὺς ἂν καὶ μείζους ἔχοι τοὺς σφυγμοὺς, καὶ εἰ πολλῷ θερμότερον, πολλῷ μείζους. ἀλλὰ μὴν καὶ θερμότερον καὶ πολλῷ θερμότερόν ἐστιν, ὥστε καὶ μείζους καὶ πολλῷ μείζους ἕξει τοὺς σφυγμούς. ἀλλὅτι μὲν θερμότερον ἔκ τε τῶν περὶ κράσεων ἡμῖν ἤδη γεγραμμένων καὶ τῶν ἔτι πρότερον τοῖς παλαιοῖς εἰρημένων αὐτάρκως ἀποδέδεικται· ὅτι δὲ καὶ πολλῷ, τοῦτοὐκέτι οὔτε ὑμεῖς οὔτε ἄλλος τις ἀπέδειξε. νῦν οὖν ἀποδεικνύσθω, οὐδέπω πιστὸς σύμπας λόγος. πρῶτον μὲν ἀναμνησθῆναι χρὴ τοῦ προκειμένου τῇ λέξει καὶ πᾶσαν αὐτὴν ἀναγνῶναι, καθἕκαστον ὄνομα προσέχοντα τὸν νοῦν. τί γάρ φησιν; ἄνδρες μὲν οὖν γυναικῶν ὡς ἐπίπαν μείζονα πολλῷ τὸν σφυγμὸν ἔχουσι. τί δὴ τοῦτἔστι τὸ ἐπίπαν ἐπιμελῶς χρὴ διασκέψασθαι. οὐ γὰρ δὴ μάτην γε πρόσκειται, ἀλλἔστιν ἐν αὐτῷ τὸ πᾶν κῦρος τοῦ λόγου. τῷ γὰρ μήτε ἐξ ἀρχῆς εὐθὺς ὡσαύτως ἅπαντας ἡμᾶς κεκρᾶσθαι μήτἐπιτηδεύμασι μήτε διαίταις ὁμοίαις κεχρῆσθαι τὸ καθόλου τῆς ἀποφάσεως διαφθείρεται, δυναμένης ποτὲ γυναικὸς εὑρεθῆναι μὴ ὅτι πολλῷ μικρότερον, ἀλλὰ μηδὲ μικρὸν ὅλως, μηδἴσον, ἀλλὰ καὶ σαφῶς μείζονά τινων ἀνδρῶν ἐχούσης τὸν σφυγμόν. ἄνδρα γάρ μοι νόει φλεγματικώτερον φύσει, ψυχρὰ δἂν ἥδε κρᾶσις εἴη καὶ ὑγρὰ παραβαλλομένη γυναικὶ χολωδεστέρᾳ φύσει, τοῦτἔστι θερμοτέρᾳ τε καὶ ξηροτέρᾳ. ἀρκείτω δὲ μὴ τοῦτο μόνον, ἀλλ μὲν τὸν Πόντον, δὲ τὴν Αἴγυπτον ἐποικείτω, καὶ σκιατροφείσθω μὲν καὶ ἀργείτω καὶ διατεθρύφθω κατὰ τὴν δίαιταν ἀνὴρ, θυραυλείτω δ γυνὴ καὶ γυμναζέσθω πολλὰ καὶ μετρίως διαιτάσθω, μείζων τῆς τοιαύτης γυναικὸς τοῦ ἀνδρὸς ἔσται σφυγμός. ἀλλἐὰν ἐν τῇ φύσει διαιτώμενον ἑκάτερον φυλάξῃς καὶ τὴν οἰκείαν κρᾶσιν ἐξ ἀρχῆς κεκραμένον ἑνί τε χωρίῳ καὶ ταὐτῷ χρώμενον, οὐ μείζων μόνον, ἀλλὰ καὶ πολὺ μείζων τοῦ τοιούτου ἀνδρὸς σφυγμὸς γένοιτἄν. ὅσον μὲν γὰρ ἐπὶ τῇ φυσικῇ κράσει μείζων ἁπλῶς, οὐ μὴν πολλῷ μείζων γένοιτἄν. ἐπεὶ δὲ τὸ ἀπὸ τῶν οἰκείων ἐπιτηδευμάτων ἑκατέρῳ προσέρχεται διάφορον, μὲν γὰρ ἀταλαίπωρον, δὲ ἐν πόνοις πλείοσι διαιτᾶται, πολὺ δή τι θερμότερος ἀνὴρ οὕτω γίνεται καὶ διὰ τοῦτο τοὺς σφυγμοὺς πολλῷ μείζους ἴσχει τῆς γυναικός. πρόσκειται δὲ τὸ ἐπίπαν  ἐν τῇ ῥήσει τοῖς εὐφυεστέροις τῶν εἰσαγομένων οἷον κέντρον τι, διεγεῖρόν τε καὶ παρορμῶν ἐπὶ τὴν ἔρευναν ἁπάσης τοῦ πράγματος τῆς φύσεως. εὐθὺς γὰρ καὶ περὶ τῆς κατὰ φύσιν ἐν ἀνδρὶ καὶ γυναικὶ διαφορᾶς ἐννοήσουσί τε καὶ πᾶν ἐπιβλέψουσιν τὸ κατὰ πάντα ζῶα γένος ἄῤῥεν ὡς ἰσχυρότερόν ἐστι τοῦ θήλεος, καὶ ὡς τῷ μὲν θήλει τὸ κύειν τε καὶ θηλάζειν καὶ ὅλως ἐκτρέφειν τὰ γεννηθέντα κατὰ φύσιν, τῷ δἄῤῥενι τό τε τροφὰς ἐκπορίζειν αὐτοῖς καὶ ὑπερμαχεῖν ἐπιβουλευομένοις, ἐξ ὧν εἴσονται τὴν μὲν ὡς ἄῤῥενος ἀεὶ πρὸς θῆλυ διαφορὰν μείζονας ἁπλῶς τοὺς σφυγμοὺς ἐργαζομένην, τὴν δὡς ἀνδρὸς πρὸς γυναῖκα πολλῷ μείζονας. οὕτω δὲ καὶ σφοδροτέρους μὲν ἁπλῶς ὅσον ἐπὶ τῇ φύσει τοὺς τῶν ἀῤῥένων σφυγμοὺς, πολὺ μέντοι σφοδροτέρους τοὺς τῶν ἀνδρῶν παρὰ τὰς γυναῖκας, ὅτι τοῖς μὲν αὐξάνεσθαι τὸν φυσικὸν τόνον ἐν τοῖς πόνοις ἀνάγκη, ταῖς δἀργούσαις ἐκλύεσθαι. εἰ δὲ καὶ μηδὲν τούτων αὐτός τις ἐξεύροι σαφῶς, ἀλλεἰς ὑπόνοιάν γε αὐτῶν ἀφίκοιτἂν ζητῶν, τοὔσχατόν γε οἷον διψῶν ὧν ἐπιθυμεῖ μὲν εὑρεῖν, οὐδέπω δεὕρηκεν, ἐπὶ τὸν διδάξαι δυνάμενον ἀφικόμενος, τάχιστά τε ἂν οὕτω μάθοι καὶ μάλιστα μνημονεύσειεν. ἀλλὰ ταῦτα μὲν οὕτως. δὲ ῥώμη τῆς δυνάμεως τοῖς ἄῤῥεσιν ὑπάρχουσα δοίη ἄν τι καὶ αὐτὴ τοῖς σφυγμοῖς μεγέθους, ὥστοὐ μόνον διὰ τὸ πλῆθος τῆς θερμασίας, ἀλλὰ καὶ διὰ τὴν ῥώμην οἱ τῶν ἀῤῥένων σφυγμοὶ μείζους γενήσονται. δέδεικται γὰρ οὖν καὶ τοῦτἐν τῷ πρώτῳ λόγῳ, τὸ ταῖς εὐρώστοις δυνάμεσι τοὺς μεγάλους σφυγμοὺς οἰκείους ὑπάρχειν. ἆροὖν ταύτῃ μόνον ἄνδρες γυναικῶν εἰς σφυγμῶν αἰτίας διαλλάττουσιν, καὶ τὸ περὶ τῆς ἕξεως τοῦ σώματος τοῖς ἑκατέροις πάμπολυ προσέρχεται; τοῖς μὲν γὰρ ὅλον σῶμα εὔπνουν τε καὶ καθαρὸν καὶ ἀπέριττον καὶ ἄθλιπτον, ταῖς δὲ τἀναντία στεναὶ μὲν αἱ μεταξὺ τῶν ἀγγείων χῶραι, πιμελῆς αὐτὰς καὶ σαρκὸς μαλακῆς καί τινων φλεγματωδῶν περιττωμάτων καταλαμβανόντων, πυκνόν τε καὶ δύσπνουν τὸ σῶμα καί τινες συστάσεις πολλαχόθι τοῦ σώματος ἀργῶν καὶ παχέων καὶ ἀπέπτων ὑγρῶν, ὑφὦν ἁπάντων θλίβεσθαί τε καὶ στενοχωρεῖσθαι τὰς ἀρτηρίας αὐτῶν ἀναγκαῖον, οὔσας καὶ φύσει πολὺ τοῖς ὄγκοις ἐλάττους, ὥστε πάντη πάντοθεν εἰς μικρότητα σφυγμῶν αὐτοῖς παρεσκευάσθαι τὴν ἕξιν. ἓν δὲ μόνον εἰς τὸ μέγεθος ἐπιτήδειον ἔχουσαι τὴν μαλακότητα τῶν ὀργάνων, οὐδὲν οὐδἀπὸ ταύτης ὀνίνανται· πρῶτον μὲν, ὅτι πλείω τε καὶ ἰσχυρότερα τὰ τῆς μικρότητος αἴτια γίνεται, δεύτερον δ’, ὅτι πολλὴ μὲν παρἐκεῖνα διαφορὰ τῶν ἀνδρῶν πρὸς τὰς γυναῖκας, ἐλαχίστη δ διὰ τὴν μαλακότητα τῶν ὀργάνων. οὐ γὰρ οὕτω ξηρότερον λέγεται τὸ τῶν ἀνδρῶν σῶμα τοῖς τῶν γυναικῶν παραβαλλόμενον, ὡς ἂν εἰ τύχοι λίθος τις εἴη πηλοῦ ξηρότερος, οὐδἂν εὕροις ἐν αὐτοῖς τοῖς χιτῶσι τῶν ἀρτηριῶν πολλὴν τὴν ὑπεροχὴν, ἀλλὰ καὶ τὸ τῶν ἀνδρῶν ὄργανον οὕτως ἔχει κατασκευῆς, ὡς εὐπειθὲς εἶναι πρὸς τὴν ἐνέργειαν. εἰ δὲ καὶ μεγάλη τις ἦν ὑπεροχὴ καὶ πολλῷ τὸ τῆς γυναικὸς ὄργανον ὑπῆρχε μαλακώτερον, αὐτὸ δὴ τοῦτο μικροτέρους ἂν εἰργάσατο τοὺς σφυγμούς. ἔνθα μὲν γὰρ οὐδέν ἐστι τὸ βαρῦνον, θλῖβον, στενοχωροῦν, ἐνταῦθα τὸ μαλακώτερον ὄργανον ἐπιτηδειότερον εἰς μέγεθος διαστολῆς, ἔνθα δ’, ὡς ἔμπροσθεν ἐπὶ τῆς γυναικείας ἕξεως ἐῤῥέθη, τὰ θλίβοντα καὶ βαρύνοντα καὶ στενοχωροῦντα πολλὰ, ἐνταῦθα τὸ μαλακώτερον ὄργανον ἀφυέστερον εἰς τὴν διαστολὴν, ὡς ἂν ῥᾷον ὑπὸ πάντων τῶν λυπούντων νικώμενον. ὅτι μέντοι ταῦτα πάντα περὶ τῶν ἄριστα μὲν κατεσκευασμένων σωμάτων, οἰκείως δὲ ταῖς κατασκευαῖς διαιτωμένων λέγεται, δῆλον μὲν κᾀξ ὧν ἤδη προειρήκαμεν· μέντοι σύμπας καὶ τέλειος ὑπὲρ αὐτῶν λόγος μετἀποδείξεως περαινόμενος ἐν τῷ δευτέρῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως γέγραπται. ὥστε κᾀκείνην τὴν πραγματείαν ἀναγνωστέον ἐστὶ τοῖς ὀρθῶς μέλλουσι μετιέναι τὰ περὶ τοῦ σφυγμοῦ. καὶ μέντοι καὶ περὶ τοῦ ταχέος σφυγμοῦ διὰ τοῦ τρίτου τῶν ὑπομνημάτων ἐκείνων ἀποδέδεικται, πηλίκον ἁμαρτάνουσιν οἱ πλεῖστοι τῶν ἰατρῶν εἰς τὴν διάγνωσιν αὐτῶν βραχυχρόνιον εὐθὺς καὶ ταχὺν εἶναι νομίζοντες. ἀμέλει καὶ τὸν τῆς γυναικὸς σφυγμὸν, ἕνεκα γάρ τοι τῶν νῦν προκειμένων ἐμνημόνευσα τῶν ἐν ἐκείνοις ἀποδεδειγμένων, ἱκανῶς ταχὺν εἶναι νομίζουσιν. δἐστὶ μὲν θάττων, οὐ μὴν ἀξιολόγῳ γέ τινι καὶ μεγάλῃ διαφορᾶ τοῦ τῶν ἀῤῥένων ὑπερέχει. τὸ μὲν οὖν ἀληθὲς τοῦτο καὶ γέγραπται καλῶς τοῖς εἰσαγομένοις, βραχεῖ βραδύτερος τῶν ἀνδρῶν εἶναι σφυγμὸς τοῦ τῶν γυναικῶν, οὐ μὴν γαἰτία πρόσκειται, καθάπερ οὐδἄλλῳ τινὶ τῶν ἐκεῖ γεγραμμένων. ἀλλὰ νῦν εἰρήσεται. ὅσον μὲν ἐπὶ τῷ καὶ τὴν δύναμιν ἀῤῥωστοτέραν εἶναι καὶ τὴν θερμασίαν ἐλάττονα τὴν τῶν γυναικῶν, ἐχρῆν καὶ τὸν σφυγμὸν εἶναι βραδύτερον, ἀμφοτέροις γὰρ τοῖς εἰρημένοις αἰτίοις οἰκεῖος τοιοῦτος ἐδείχθη. ἀλλἐπεὶ πολλῷ μικρότερός ἐστι καὶ διὰ τοῦτο καὶ τὸ τῆς χρείας οὐχ ἱκανῶς πληροῦται, προστίθησιν ὅσον δύναται τῷ τάχει. τοῦτο γὰρ πρῶτος λόγος ἔδειξεν ἀναγκαῖον ὑπάρχειν, καὶ ὅστις οὐ μέμνηται τῶν ἐν ἐκείνῳ γεγραμμένων, μάτην καὶ τούτοις ἐντυγχάνει. εἰ μὲν οὖν τὸ προσιὸν τοῦ τάχους τοσοῦτον ἦν ὡς αὐτάρκως ἅπασαν τὴν χρείαν πληροῦν, οὐδὲν ἂν ἔδει πυκνότητος· ἐπεὶ δὲ πολλῷ μὲν ἀπολείπεται τῆς χρείας ἐνέργεια διὰ τὴν μικρότητα τῆς διαστολῆς, βραχὺ δἐπωφελεῖται διὰ τὸ τάχος, ἀναγκαῖον ἤδη πυκνὸν ἀξιολόγως γενέσθαι τὸν σφυγμόν. καὶ γὰρ καὶ τοῦτο διὰ τοῦ πρώτου δέδεικται λόγου. γυναῖκες μὲν οὖν ἀνδρῶν οὕτω διαφέρουσι τοῖς σφυγμοῖς, τὸ δἄῤῥεν βρέφος τοῦ θήλεος ἀνάλογον μὲν, οὐ μὴν πάντῃ γε ὡσαύτως, ἀλλὡς ἔμπροσθεν εἴπομεν.  ῾πλῶς γὰρ μείζονα καὶ σφοδρότερον καὶ ἀραιότερον, οὐκέτι δὲ καὶ πολλῷ τὸν σφυγμὸν ἔχει τὸ ἔῤῥεν τοῦ θήλεος. περὶ μὲν δὴ τούτων ἀρκεῖ καὶ ταῦτα. μεταβῶμεν δἐπὶ τὴν ἑξῆς ῥῆσιν περὶ τῆς κατὰ τὴν κρᾶσιν διαφορᾶς διδάσκουσαν.
§3.1 Οἱ δὲ φύσει θερμοὶ μείζονα μὲν καὶ ὠκύτερον καὶ πυκνότερον πολλῷ, σφοδρότερον δὲ οὐ πολλῷ.
§3.2 Καὶ οὗτος λόγος ἐν ἑαυτῷ περιέχει ζήτημα μέγιστον, μηδἐπιβάλλειν τις δύναται τὴν διάνοιαν τῶν εἰσαγομένων, εἰ μὴ πάνυ συνετὸς ὑπάρχει. τῶν γὰρ φύσει θερμῶν τοὺς μὲν ὑγροὺς εἶναι λέγουσι, τοὺς δὲ ξηρούς. ἐχρῆν οὖν οὐχ ἁπλῶς εἰρῆσθαι τῶν φύσει θερμῶν τοὺς σφυγμοὺς, ἀλλὰ πρότερον μὲν τῶν μεθὑγρότητος, δεύτερον δὲ τῶν μετὰ ξηρότητος. οὐ γὰρ δὴ πάντες οἱ θερμοὶ φύσει τοὺς αὐτοὺς ἔχουσι σφυγμοὺς, ἀλλὰ καὶ τρίτοι τινές εἰσιν, εὔκρατοι μὲν ὅσον ἐφὑγρότητι καὶ ξηρότητι, δύσκρατοι δὅσον ἐπὶ θερμότητι. καὶ ὡς οὐκ ὀρθῶς αὐτοὺς παρεῖδον ὅσοι πρὸ ἡμῶν διείλοντο τὰς κράσεις ἀποδέδεικται διὰ τῶν γραφέντων ἡμῖν περὶ κράσεων ὑπομνημάτων. τούτους δὴ καλεῖν ἔθος ἐστὶ θερμοὺς, τοὺς τῶν τεττάρων δυνάμεων, μίαν μόνην ταύτην ὑπὲρ τὰς ἄλλας ἔχοντας. οὗτοι τοίνυν εἰς ὅσον θερμότεροι τῶν εὐκράτων εἰσὶν εἰς τοσοῦτον καὶ μείζονας καὶ ὠκυτέρους καὶ πυκνοτέρους ἔχουσι τοὺς σφυγμούς. καὶ αἰτία πρόδηλος τοῖς μεμνημένοις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων. ἀλλὰ διὰ τί σφοδροτέρους οὐ πολλῷ τοὺς τοιούτους εἴπομεν σφυγμούς; καίτοι γἐν τῷ πρώτῳ λόγῳ τῆσδε τῆς πραγματείας ἀποροῦντες, εἰ δύναται γενέσθαι σφοδρότερος σφυγμὸς ἄνευ τοῦ τὴν δύναμιν εἰς ῥώμην ὠφεληθῆναι· ὅτι τοῖς εἰσαγομένοις οἱ τοιοῦτοι πάντες σφυγμοὶ σφοδρότεροι φαίνονται. παράκειται γάρ πως ταχὺς ἅμα καὶ μέγας σφυγμὸς κατά γε τὴν ἀδιάρθρωτον φαντασίαν τῷ σφοδρῷ, ὥστε καί τινες καὶ αὐτῶν τὰ συγγράμματα καταλελοιπότων ἡμῖν ἰατρῶν οὐδἄλλον τινὰ σφοδρὸν ἔφασαν εἶναι σφυγμὸν τὸν ἐκ μεγέθους τε καὶ τάχους σύνθετον. οὐκ οὖν ἐχρῆν τοῖς εἰσαγομένοις κινεῖν τηλικαῦτα ζητήματα. συμφέρει γὰρ αὐτοῖς ἐπὶ πολλῶν τὸ ἀδιόριστόν τε καὶ συγκεχυμένον μᾶλλον τοῦ διηρθρωμένου, ὅταν γε βαθείας τοῦτο δέηται θεωρίας καὶ λόγων μακρῶν καὶ χρόνου πολλοῦ. ἀλλἡμεῖς ἐν τῷ πρώτῳ λόγῳ τῆσδε τῆς πραγματείας αὐτάρκως περὶ τούτου διειλεγμένοι, μέλλοντες δὲ κᾀν τοῖς ἑξῆς ὅταν περὶ τῶν ῥυθμῶν ἀφίκηται λόγος, αὖθις ἐρεῖν τι, κατὰ μὲν τὸ παρὸν ἐνταυθοῖ καταπαύσομεν τὴν ἐξήγησιν, ἑτέραν δἤδη λέξιν προχειριούμεθα.
§4.1 Οἱ δἰσχνότεροι μείζονα μὲν καὶ ἀραιότερον πολλῷ, σφοδρότερον δὀλίγῳ. φύσει μὲν οὖν οὕτως διαφέρουσιν.
§4.2 Πάλιν ἐνταῦθα τοὺς ἰσχνοτέρους ἀκουστέον ἄνευ τινὸς ἄλλης διαθέσεως. εἰ γὰρ ἤτοι τῆς κράσεως ὑπαλλαγείσης, τῆς δυνάμεως, διά τι πάθος ἰσχνότερος γένοιτο, σύνθετος τροπὴ τῶν σφυγμῶν ἔσται, καὶ οὐκ ἔτι διὰ μόνην τὴν ἰσχνότητα. ἰσχνότης οὖν αὐτὴ μόνη κατὰ ἑαυτῆς λόγον εὐρυτέρας μὲν τὰς χώρας τῶν ἀρτηριῶν ἐργαζομένη, κουφότερα δὲ τὰ ἐπικείμενα σώματα, μέγεθος ἱκανὸν προσδίδωσι τοῖς σφυγμοῖς. ἔνθα δἂν ἴσης τῆς χρείας μενούσης αὐξάνηται τὸ μέγεθος, ἀραιοτέρους ἐνταῦθα ἀναγκαῖον γίνεσθαι τοὺς σφυγμοὺς εἰς τοσοῦτον εἰς ὅσον καὶ μείζονας. μείζους δἦσαν πολλῷ, γένοιντἂν οὖν οὕτω καὶ ἀραιότεροι πολλῷ. σφοδρότεροι δὲ τοσοῦτον φανοῦνται ὅσῳ διὰ λεπτοτέρων ὁμιλοῦσι τοῖς ἁπτομένοις σωμάτων. οὐκ οὖν τῷ προσκτᾶσθαί τινα τόνον, ἀλλὰ τῷ μᾶλλον ὃν ἔχουσιν ἐνδείκνυσθαι, τοιοῦτοι φαίνονται. περὶ δὲ τάχους καὶ βραδύτητος, οὐδὲν ὑπὲρ αὐτῶν εἴρηται, οὐδὲν γὰρ εἰς οὐδέτερον τούτων ἐκ τῆς ἰσχνότητος προσλαμβάνουσιν, ἀλλὡσαύτως ἔχουσι τοῖς παχυτέροις, ὅταν καὶ ῥώμης καὶ χρείας αὐτοῖς ὡσαύτως ἔχωσιν. ἑξῆς δὲ περὶ τῶν ἡλικιῶν ᾧδέ πως γέγραπται.
§5–6.2
§5 Τρέπονται δὲ κατὰ μὲν τὰς ἡλικίας ᾧδέ πως. μὲν τοῦ νεογενοῦς παιδίου πυκνότατος, δὲ τοῦ γέροντος ἀραιότατος, οἱ δἐν τῷ μεταξὺ πάντες ἀνάλογον, ἐφὅσον ἂν παιδίου γέροντος ἐγγύτεροι τυγχάνουσιν ὄντες. ὡσαύτως δὲ τάχιστος μὲν τοῦ παιδὸς, βραδύτατος δ τοῦ γέροντος, οἱ δὲ τῶν ἄλλων ἡλικιῶν ἐν τῷ μεταξύ. πολλῷ δὲ μείζων κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ τάχος. ἐν δὲ τῇ κατὰ σφοδρότητα καὶ μέγεθος διαφορᾷ μέγιστος μὲν ὡς ἐν ἡλικίαις τῶν ἀκμαζόντων, μικρότατος δὲ τῶν γερόντων, μέσος δὲ βραχεῖ μείζων τῶν παιδίων, καὶ σφοδρότατος μὲν τῶν ἀκμαζόντων, ἀμυδρότατος δὲ τῶν γερόντων, μέσος δαὐτῶν τῶν παιδίων. Ὅτι πυκνότης καὶ ἀραιότης σφυγμῶν κατὰ διττὸν νοεῖται τρόπον, ἑτέρως μὲν ὑπὸ τῶν καὶ τῆς συστολῆς αἰσθάνεσθαι λεγόντων, ἑτέρως δοἷς ἀναίσθητος αὕτη, σαφέστερον μὲν ἐν τοῖς περὶ τῆς διαφορᾶς τῶν σφυγμῶν εἴρηται λόγοις, οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ τούτῳ τῷ βιβλίῳ τῷ τοῖς εἰσαγομένοις γεγραμμένῳ δεδήλωται, καὶ ἠξιοῦμέν γε αὐτοὺς ὡς ἐπἀναισθήτῳ πρότερον γυμνάσασθαι τῆς συστολῆς. ἔστι μὲν οὖν ἀκριβέστερόν τε ἅμα καὶ μακρῷ χρησιμώτερον ἐν τῷ τῶν ἠρεμιῶν ποσῷ συνίστασθαι νομίζειν τοῦτο τὸ γένος τῶν σφυγμῶν· οὕτω γὰρ ἡμῖν καὶ τὰ κατὰ τοὺς ῥυθμοὺς εἰς ἀκριβῆ διάγνωσιν ἀφίξεται. ἀλλἐπεὶ τοὐπίπαν αἱ διαθέσεις αἱ πυκνὸν ἀραιὸν ἐργαζόμεναι τὸν σφυγμὸν ἑκατέραις αὐτῶν ταῖς αἱρέσεσι τοιοῦτον φαίνεσθαι ποιοῦσιν, εἴη ἂν καὶ τῆς αἰτίας λογισμὸς κοινὸς ἀμφοῖν. ἀλλἄμεινον αὐτὸν ἐπὶ τὸ ἀληθέστερον ἀνάγοντας, κατἐκεῖνο προϊέναι τῷ λύγῳ, τῆς γε νῦν δὴ προκειμένης ἡμῖν πραγματείας μηκέτι τῶν εἰσαγομένων στοχαζομένης, ἀλλἅπαν τὸ ἀληθὲς ἐκδιδασκούσης.  οἱ τοίνυν παῖδες ἔχοντες μὲν καὶ τὸ θερμὸν οὐκ ὀλίγον, οὐδὲ τῆς ἐμψυχούσης αὐτὸ χρῄζουσιν οὐσίας ὀλίγης, καὶ διὰ τοῦτο μεγάλων δέονται τῶν σφυγμῶν. ἔχοντες δὲ καὶ τὴν τῶν χυμῶν δαπάνην πλείστην, ὡς ἂν οὐκ εἰς θρέψιν μόνον, ἀλλὰ καὶ εἰς αὔξησιν ὑπηρετοῦσαν, ἐν ταῖς κατεργασίαις αὐτῶν ἀναγκαίως ἀθροίζουσιν ἐν ὅλῳ τῷ σώματι πλῆθος ἀτμωδῶν τε καὶ ὡς ἂν εἴποι τις λιγνυωδῶν περιττωμάτων, ὥστε καὶ διὰ ταῦτα τῆς συστολῆς τῶν ἀρτηριῶν δέονται μεγίστης, καὶ μέντοι καὶ τὴν τοῦ ψυχικοῦ πνεύματος οὐσίαν οὐ τρέφεσθαι μόνον, ὡς τοῖς τελείοις, ἀλλὰ καὶ συναυξάνεσθαι τοῖς ὀργάνοις ἀναγκαῖον. ὥστε καὶ διὰ ταύτην μειζόνων δεήσονται τῶν διαστολῶν, καὶ σχεδὸν εἰς ἴσον ἥκει τοῖς βρέφεσιν τοῦ συστέλλεσθαι τὰς ἀρτηρίας χρεία τῇ τοῦ διαστέλλεσθαι. πλεῖστα μὲν γὰρ τὰ περιττώματα καὶ διὰ τοῦτο μεγίστης δεόμενα τῆς συστολῆς, τὸ θερμὸν δεἰ καὶ μὴ πλεῖστον ἁπλῶς, ἀλλὰ τοι καὶ διὰ τὴν τοῦ ψυχικοῦ πνεύματος αὔξησιν ἥκει τῇ τοῦ πλείστου χρείᾳ θερμοῦ τῆς διαστολῆς αὐτοῖς. ὅσον γὰρ τῶν νεανίσκων ἀπολείπεται τοῦ πλεονάζοντος ἐν ἐπικτήτῳ θερμότητι, τοῦτο ἐκ τῆς διὰ τὸ πνεῦμα χρείας προσέρχεται. μεγίστων οὖν ἅμα καὶ ταχίστων οἱ παῖδες ἀμφοτέρων χρῄζουσι τῶν κινήσεων καὶ διὰ τοῦτἐλλιπεστέρα τῆς χρείας ἐστὶν ἐπαὐτῶν ἐνέργεια. καὶ γὰρ εἰ ὅτι μάλιστα ταχεῖς εἰσι καὶ μεγάλοι, ἀλλοὐδέπω τῆς χρείας ἀξίως. ἀναγκαῖον οὖν ἐν τούτῳ πυκνὰς γίνεσθαι τὰς κινήσεις, ἐπὶ δὲ τῶν γερόντων ἐναντία πάντα, τὸ μὲν θερμὸν ὀλίγον, ἀνάλογον δὲ τούτῳ καὶ τῶν οἷον αἰθαλωδῶν περιττωμάτων γένεσις καὶ τοῦ πνεύματος τοῦ ψυχικοῦ θρέψις, ὥστε ἐναντίους αὐτοῖς εὔλογον εἶναι καὶ τοὺς σφυγμοὺς, μικροὺς καὶ βραδεῖς καὶ ἀραιούς. ἀναμνησθῆναι δἐνταῦθα χρὴ τῶν ἐν τῷ δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν εἰρημένων, ἵνἴδωμεν ἐκ τίνος ἀπατώμενοι πολλοὶ τῶν ἰατρῶν μικροὺς ὑπέλαβον εἶναι τοὺς τῶν παιδίων σφυγμοὺς, καὶ ὅτι μεγάλοι μέν εἰσιν, εἰ τοῖς ὄγκοις τῶν ἀρτηριῶν αὐτοὺς παραβάλλοις, μικροὶ δὲ, εἰ κατὰ τὴν πρόχειρον ἐξετάζοις φαντασίαν, τοῦτἔστιν, εἰ τὸ ποσὸν τῆς διαστάσεως μόνον ἐν αὐτοῖς σκοποῖο, τοῖς τῶν ἀκμαζόντων παραβάλλων. οὐ μὴν μεγίστους γἔχουσιν οἱ παῖδες τοὺς σφυγμοὺς, οὐδεἰ πρὸς τοὺς ὄγκους τῶν ἀρτηριῶν ἐξετάζοις αὐτούς. τὸ γὰρ μήτε τὴν δύναμιν ἥκειν εἰς ἄκρον ῥώμης αὐτοῖς καὶ τὸ στενοχωρεῖσθαί τε καὶ θλίβεσθαι τοὺς χιτῶνας τῶν ἀρτηριῶν ἔτι μαλακοὺς ὄντας ἀφαιρεῖται πολὺ τῆς μεγίστης διαστολῆς. ὅμως μὴν ἔτι τηλικοῦτός ἐστιν αὐτοῖς σφυγμὸς, ὡς ὑπὲρ τὸν μέσον ὑπάρχειν, τῷ τάχει δὡσαύτως ἔχει κατὰ τε τὴν διαστολὴν καὶ συστολὴν, ὅτι καὶ χρεία τῶν κινήσεων ἀμφοτέρων ἴση, οὐχ ὥσπερ ἐπὶ τῶν γερόντων· εἰς ὅσον γὰρ τοῦ συστέλλεσθαι χρεία λείπεται τῆς τοῦ διαστέλλεσθαι εἰς τοσοῦτον καὶ συστολὴ τῆς διαστολῆς ἐστι βραδυτέρα. λείπεται δεὐλόγως τοῖς πρεσβύταις, ὅτι βραχὺ παντελῶς οὐδὲν ἐκ τῆς τῶν χυμῶν συγκαύσεως γίνεται περίττωμα διὰ τὴν ἀῤῥωστίαν τοῦ θερμοῦ, καὶ ὅτι μήτε ἀξιολόγως τρέφονται μήτε ὅλως αὐξάνονται. μέντοι τοῦ διαστέλλεσθαι χρεία καὶ εἰ μὴ μεγάλη, μέτριος γοῦν ἔτι μένει τοῖς πρεσβύταις, ῥιπίζεσθαι μὲν γὰρ δεῖται τὸ ἔμφυτον θερμὸν καὶ τρέφεσθαι τὸ πνεῦμα τὸ ψυχικόν. πολὺ δὲ πλείων εἰς ἀραιότητα τροπὴ τῶν γερόντων τῆς εἰς βραδύτητα, διὰ τὸ τὴν χρείαν τῶν σφυγμῶν οὐ μόνον πληροῦσθαι τελέως ὑπὸ τῆς ἐνεργείας, ἀλλὰ καὶ κατὰ τὸν ἑαυτῆς λόγον ἐκλελύσθαι παντελῶς. μακροτάτην οὖν εὔλογον ἐν τούτῳ γίνεσθαι τὴν ἡσυχίαν, ὥσπέρ γε καὶ ὅτε οὐκ ἐπληροῦτο μετὰ τοῦ μεγάλως ηὐξῆσθαι, συνεχεῖς ἠνάγκαζεν εἶναι τὰς κινήσεις. ὅτι γὰρ ἐπὶ τῶν βρεφῶν οὐκ ηὔξηται μόνον εἰς ἔσχατον χρεία τῆς γενέσεως τῶν σφυγμῶν, ἀλλὰ καὶ τῆς μεγίστης διαστολῆς, μόνη τάχἂν ἐπλήρωσε τὴν χρείαν, οὐκ ὀλίγον ἀφῄρηται, πρότερον εἴρηται, εἶναι τὸ ἀφαιρούμενον εἰπόντων ἡμῶν ὅσον τε δύναμις ἀπολείπεται τῆς ἄκρας ῥώμης καὶ βαρύνεται καὶ στενοχωρεῖται τὰ ὄργανα, μαλακὰ διὑγρότητα τοῖς τηλικούτοις ὄντα. καὶ γὰρ οὖν καὶ τοῦτἔμπροσθεν εἴπομεν, ὡς αἱ μαλακότητες τῶν ὀργάνων αἱ μὲν χωρὶς τοῦ θλίβεσθαι καὶ βαρύνεσθαι καὶ στενοχωρεῖσθαι μεγέθεσι σφυγμῶν συντελοῦσιν, αἱ δὲ σὺν τούτοις μικρότησι, καὶ μάλισθὅταν δύναμις ἐνδεέστερον ἔχῃ τόνου. εἰς ὅσον δὲ μεταπέπτωκεν τῶν γερόντων σφυγμὸς ἐκ τῆς τῶν παιδίων πυκνότητος εἰς ἀραιότητα, σχεδὸν εἰς τοσοῦτο καὶ τῆς συστολῆς κίνησις ἐκ τοῦ τάχους εἰς τὴν βραδύτητα. καὶ αἰτία πρόδηλος, εἴγε δὴ τελέως ἐκλελύσθαι τὴν χρείαν τῆς συστολῆς ἐν ταῖς τοιαύταις ἡλικίαις ὀρθῶς ἐλέγομεν, οὐ μὴν εἴ γε τῆς διαστολῆς χρεία τελέως ἀπόλωλεν, ὡς καὶ τοῦτο ἐδείξαμεν. ὅθεν ἧττόν ἐστιν ἐν ταύτῃ κίνησις βραδεῖα τῆς ἐν τῇ συστολῇ. ταύτης δἦν διαγνωστικὸς εἰσαγόμενος μόνης. ὥστεὐλόγως ἐῤῥήθη πλείων κατὰ τὴν ἀραιότητα διαφορὰ γέροντος πρὸς παιδίον τῆς κατὰ βραδύτητα. ἀλλὰ νῦν γε τὸ λεῖπον πᾶν ἤδη προσδιώρισται περί γε αὐτῆς ταύτης τῆς διαφορᾶς, καὶ προσέτι τῆς κατὰ τοὺς ἐν ταῖς ἡλικίαις ῥυθμοὺς μεταβολῆς, ὑπὲρ ὧν, ἀσαφέστερον εἶναι νομίσαντες κατὰ τοὺς εἰσαγομένους τὸν λόγον, οὐδὲν εἰρήκαμεν. ὡς γὰρ περὶ τῆς πυκνότητος, οὕτω καὶ περὶ τῶν ῥυθμῶν διτταὶ γεγόνασιν αἱρέσεις, τῶν μὲν δὴ μηδόλως αἰσθάνεσθαι λεγόντων τῆς συστολῆς, τὸν τῆς διαστολῆς χρόνον τῷ λοιπῷ παντὶ παραβαλλόντων, ὃς οὐκ ἐκ τῆς συστολῆς μόνον, ἀλλὰ κᾀκ τῶν δυοῖν ἠρεμιῶν σύγκειται, τῶν δὲ καὶ ταύτης αἰσθάνεσθαι φασκόντων ἐν τοῖς τῶν κινήσεων χρόνοις τοὺς ῥυθμοὺς συνιστάντων. ὅσῳ δὲ ἀκριβεστέρα ἥδε αἵρεσις καὶ εἰς τὰς προγνώσεις χρησιμωτέρα, δῆλον ἔσται πολὺ μᾶλλον ἐν τῇ μελλούσῃ γράφεσθαι πραγματείᾳ. οὐκ ἄδηλος  δοὐδὲ νῦν ἐστιν, εἰ μὴ παρέργως τις ἤκουσε τῶν εἰρημένων. ἐκ τῶν αὐτῶν δὲ καὶ τὰς ἐν ταῖς ἡλικίαις διαφορὰς τῶν ῥυθμῶν, παρἥν τινα γίγνονται τὴν αἰτίαν ἐξευρίσκειν οὐδὲν ἔτι χαλεπόν. ἐπειδὴ γὰρ πλείστη μὲν ἑκατέρας τῶν κινήσεων τῆς ἀρτηρίας χρεία τοῖς βρέφεσιν, ἐλαχίστη δὲ τοῖς γέρουσιν, δἐν τῷ μεταξὺ χρόνος πᾶς τῶν ἡλικιῶν ἐκλύει μὲν ἀμφοτέρας τὰς χρείας, ἀλλὰ μᾶλλον τὴν τῆς συστολῆς, εὐλόγως ὅσῳ περ ἂν ἀποχωρῶσι τῶν βρεφῶν, ὡς ἐπὶ τοὺς γέροντας, ἀμφοτέρας μὲν ἕξουσιν ἀεὶ τὰς κινήσεις βραδυτέρας, ἀλλὰ μᾶλλον τῆς συστολῆς. ἐκ τούτων δὲ αἱ κατὰ τὰς ἡλικίας γίνονται τῶν ῥυθμῶν διαφοραὶ, περὶ ὧν ἐπὶ πλέον ἐροῦμεν ἐν τοῖς περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως ὑπομνήμασιν. ἀλλὰ καὶ διὰ τί σφοδρότατος μὲν τῶν ἀκμαζόντων, ἀμυδρότερος δ τῶν γερόντων, εὔδηλον· ἰσχυροτάτη μὲν γὰρ δύναμις ἐν τοῖς ἀκμάζουσιν, ἀσθενεστάτη δἐν τοῖς γέρουσιν. οὕτω δὲ καὶ ἐν ταῖς ἄλλαις ἡλικίαις, ὡς ἂν ἰσχύος ἔχωσιν, ἀσθενείας, οἱ σφυγμοὶ, διοίσουσιν ἀμυδρότητί τε καὶ σφοδρότητι.
§6.1 Κατὰ δὲ τὰς ὥρας, ἦρος μὲν τὰ μέσα μεγίστους καὶ σφοδροτάτους, ὡς ἐν ὥραις, τάχει δὲ καὶ πυκνότητι συμμέτρους, ὡσαύτως δὲ καὶ φθινοπώρου τὰ μέσα. προϊὸν δὲ τὸ μὲν ἔαρ ἀφαιρεῖ τι μεγέθους καὶ σφοδρότητος, προστίθησι δὲ τῷ τάχει καὶ τῇ πυκνότητι. καὶ τέλος ἡνίκα ἂν ἐπιλάβοι τὸ θέρος, ἀμυδροὶ καὶ μικροὶ καὶ ταχεῖς καὶ πυκνοὶ γίνονται. τὸ δὲ φθινόπωρον προϊὸν ἁπάντων ἀφαιρεῖ μεγέθους, σφοδρότητος, τάχους, πυκνότητος. ὥστε τοῦ χειμῶνος ἐπελθόντος εἰς μικρότητα καὶ ἀμυδρότητα καὶ βραδύτητα καὶ ἀραιότητα τετράφθαι. ἔοικε δὲ τὰ μὲν πρῶτα τοῦ ἦρος τοῖς ὑστάτοις τοῦ φθινοπώρου, τὰ δὕστατα τοῖς πρώτοις, καὶ τὰ μὲν πρῶτα τοῦ θέρους τοῖς ὑστάτοις τοῦ θέρους, τὰ δὲ τοῦ χειμῶνος πρῶτα τοῖς ὑστάτοις τοῦ χειμῶνος, ὡς ὅσα θέρους μέσου καὶ μέσου χειμῶνος ἴσον ἐφἑκάτερον ἀφέστηκεν, ὁμοίως τρέπειν. μέσον δὲ θέρος ἐστὶν μὲν ὡσαύτως, δὲ ἐναντίως ἔχει μέσῳ χειμῶνος. μικροὶ μὲν γὰρ καὶ ἀμυδροὶ καθἑκάτερον, ὠκεῖς δὲ καὶ πυκνοὶ θέρους, καὶ βραδεῖς καὶ ἀραιοὶ χειμῶνος, οὐ μὴν οὕτως μικροὶ θέρους, ὡς χειμῶνος, ἀλλἥττων θέρους, οὐδοὕτως ἀμυδροὶ χειμῶνος ὡς θέρους, ἀλλἧττον χειμῶνος.
§6.2 Καὶ τὰ κατὰ τὰς ὥρας εἰς τρεῖς ταύτας αἰτίας ἀνάγεται, τὴν χρείαν, τὴν δύναμιν, τὰ ὄργανα. παρὰ γὰρ τὸ διαφερόντως ἔχειν ἕκαστον τούτων ἐν αὐτοῖς καὶ αἱ τῶν σφυγμῶν ἀλλοιώσεις γίνονται. τοῦ μὲν οὖν ἦρος ἐν τοῖς μέσοις εὐκρατοτάτη κατάστασίς ἐστι τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὅθεν καὶ τὰ σώματα ὑγιεινά. τούτου γὰρ ἀεὶ χρὴ μεμνῆσθαι, μάλιστα ἐφὧν αὐτὸς ζῶν διάκειται, καὶ ταῖς δυνάμεσιν εὐρωστότατα, καὶ ταῖς θερμασίαις εὐκρατότατα, καὶ τοῖς ὀργάνοις ὄντα συμμετρότατα, ὡς ἂν μήθὑγρότητι περιττῇ τεγγόμενα, μήθὑπὸ ξηρότητος αὐχμοῦντα, μήθοἷον πεφρικότα τε καὶ πεπηγότα τῷ κρύει, μήθοἷον ἐκλελυμένα τε καὶ παρειμένα τῷ θάλπει. ταῦτἄρα καὶ οἱ σφυγμοὶ μέγιστοί τε καὶ σφοδρότατοι γίνονται τοῖς ἄριστα κατεσκευασμένοις δηλονότι σώμασιν. ὅτι γὰρ ἐπὶ τῶν τοιούτων αἱ κατὰ τὰς ἡλικίας καὶ ὥρας καὶ χώρας καὶ τὰ ἄλλα τὰ παραπλήσια τροπαὶ τῶν σφυγμῶν ἐγράφησαν τοῖς ἰατροῖς αὐτάρκως, ἐν ἄλλοις τε καὶ τῷ δευτέρῳ περὶ σφυγμῶν διαγνώσεως ἐπιδέδεικται. ἀλλὰ καὶ τοῖς οὕτως ἔχουσιν οἱ σφυγμοὶ μεγάλοι καὶ σφοδροὶ γενήσονται, διὰ τοῦ πρώτου δεδήλωται λόγου. οὗτοι γὰρ οἰκεῖοι δυνάμεως ἐῤῥωμένης καὶ χρείας συμμέτρου καὶ ὀργάνων κατὰ φύσιν ἐχόντων. ὡς εἴ γε τὰ τῆς χρείας ἦν ἀμετρότερα, οὐ μεγάλοι μόνον καὶ σφοδροὶ, ἀλλὰ καὶ ταχεῖς ἂν ἐγίνοντο. καὶ εἰ ἐπὶ πλέον ἄμετρα, ὡς μὴ πληροῦσθαι πρὸς τῆς ἐνεργείας αὐτὴν, εὐθὺς ἄν τις καὶ εἰς πυκνότητα μεταβολὴ προσεγίγνετο. ἀλλἐπεὶ τὰ τῆς χρείας ἔχει συμμέτρως, οὔτεἰς τάχος οὔτεἰς πυκνότητα γίνεται τις τροπή. πρόσκειται δὲ τῷ λόγῳ τὸ, ὡς ἐν ὥραις, δεόντως. οὐ γὰρ ἁπλῶς μέγιστοι καὶ σφοδρότατοι τηνικαῦτα γίνονται, πολλῷ γὰρ αὐτῶν ἐν ταῖς φύσεσιν ἕτεροι σφοδρότεροί τε καὶ μείζους εὑρίσκονται, ἀλλὡς ταῖς ἄλλαις ὥραις παραβαλλόμενοι οἱ σφυγμοὶ τοιοῦτοι γίνονται μεσοῦντος τοῦ ἦρος. θέρους μὲν γὰρ ἐπιτείνεται μὲν τὰ τῆς χρείας, ἐκλύεται δὲ τὰ τῆς δυνάμεως. ὥστε διὰ μὲν ταύτην ἀφαιροῦσί τι τῆς εἰρημένης σφοδρότητος, ὡσαύτως δὲ καὶ τοῦ μεγέθους, ἀλλἔλαττον. γὰρ τῆς χρείας ἔπειξις προστίθησί τι. διὰ τοῦτο δέ τι καὶ τῷ τάχει καὶ τῇ πυκνότητι πρόσεισιν ἀξιόλογον. χειμῶνος δαὖ πάλιν τἀναντία τοῦ θέρους ἐστὶν, ἰσχυροτέρα μὲν δύναμις, πλὴν οὐκ εἰς τοσοῦτον εἰς ὅσον ἦρος, ἐκλέλυται δὲ καὶ χρεία τῆς τῶν σφυγμῶν γενέσεως. ὅθεν ἀμυδροὶ μὲν μᾶλλον τοῦ ἦρος, σφοδροὶ δὲ μᾶλλον τοῦ θέρους οἱ ἐν τῷ χειμῶνι σφυγμοὶ, μέσοι πως ὄντες ἀμφοτέρων τῶν ὡρῶν, ὅτι καὶ δύναμις ἐν τῷ μέσῳ, ἱκανῶς μέντοι μικροὶ διὰ τὸ καὶ τὴν δύναμιν ἀπολείπεσθαί τι τῆς ἄκρας εὐρωστίας καὶ τὴν χρείαν ἀξιολόγως ἐκλελύσθαι. διὰ δὲ τὴν αὐτὴν ταύτην ἔκλυσιν καὶ βραδεῖς καὶ ἀραιοί. μεμνῆσθαι δὲ χρὴ πάλιν κᾀνταῦθα τῶν ὑφἹπποκράτους εἰρημένων, διἑτέρων ἐξηγησάμεθα. χρεία γὰρ αὐτῶν ἐστιν ἐπί τε τῶν κατὰ τὰς ἡλικίας καὶ τὰς ὥρας καὶ τὰς χώρας καὶ τὰς καταστάσεις καὶ πάντα τὰ τοιαῦτα μεταβολῶν, ἵνα μή τις ἐναντίον με λέγειν αὐτῷ νομίσῃ. οὐδὲ γὰρ ἐκεῖνος ἁπλῶς εἶπε, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ θέρμον, ἀλλὰ, τὸ ἔμφυτον, προσέθηκεν, ὡς ἄν ἕτερον εἰδὼς θερμὸν ἐπίκτητον, πλεονεκτοῦσιν οἱ ἀκμάζοντες. εὔκρατον μὲν γὰρ τὸ ἔμφυτον θερμὸν, ἄκρατον δὲ καὶ οἷον πυρῶδες ἤδη τὸ ἐπίκτητον. οὕτω δὲ καὶ αἱ κοιλίαι, φησὶ, χειμῶνος καὶ ἦρος θερμόταται φύσει. οὐχ ἁπλῶς οὖν οὐδὲ αὗται θερμόταται,  ἀλλὰ τῷ ἐμφύτῳ θερμῷ. ἐν δὲ τῷ θέρει τούτου μὲν ἥκιστα μετέχουσι, κρατεῖ δἐν αὐταῖς τὸ ἐπίκτητόν τε καὶ αὐχμῶδες θερμὸν, συντήκει μᾶλλον τρέφει τὸ σῶμα, καὶ τὰς ἐνεργείας μὴ ὅτι κρείττους, ἀλλοὐδὁμοίας ἐργάζεται ταῖς ἐπὶ τοῦ συμμέτρου γινομέναις. ταῦτοὖν μεμνημένοις τοῖς ἀναγινώσκουσιν οὔτἐν τοῖς παροῦσι λόγοις οὔτἐν τοῖς ἔπειτα δόξει τις εἶναι πρὸς Ἱπποκράτους διαφωνία. ἑξῆς δὲ περὶ τῶν χωρῶν τε καὶ καταστάσεων γέγραπται τοῖς εἰσαγομένοις. καὶ ἔστιν λόγος σαφὴς ἐκ τῶν ἤδη προειρημένων καὶ τὴν αἰτίαν ἔχων γνωριμωτάτην. ὥστε αὐτὴν μόνην παραγράψω τὴν ῥῆσιν. ἔστι δὲ ἥδε.
§7–11.2
§7 Παρὰ δὲ τὰς χώρας ὡσαύτως ταῖς ὥραις ἐν μὲν ταῖς ἄγαν θερμαῖς οἷον μέσου θέρους, ἐν δὲ ταῖς ἄγαν ψυχραῖς οἷον χειμῶνος, ἐν δὲ ταῖς εὐκράτοις ἦρος, ἀνάλογον δὲ καὶ ταῖς μεταξύ. καὶ τῶν ἄλλων δὲ καταστάσεων τοῦ περιέχοντος ἡμᾶς ἀέρος αἱ μὲν θερμαὶ ταῖς θερμαῖς ὥραις, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς, αἱ δὲ μέσαι ταῖς μέσαις τοῦ ἦρος ἐοίκασιν.
§8.1 Ἐν δὲ τῷ κύειν οἱ σφυγμοὶ μείζονες καὶ πυκνότεροι καὶ ὠκύτεροι γίνονται, τὰ δἄλλα φυλάττουσιν.
§8.2 Ἐπὶ τῶν κυουσῶν οὐδὲν παρήλλακται τῶν πρόσθεν τὰ τῆς χρείας. τις δἂν ἥδε , πάντως ἐπιτείνεταί τε καὶ προσαύξεται μηκέτι τῆς γυναικὸς ἑαυτῇ μόνον ἀναπνεῖν τε καὶ σφύζειν, ἀλλὰ καὶ τῷ κυουμένῳ δεομένης. ὥστεὐλόγως ὠκύτεροι μὲν καὶ μείζονες ἔσονται καὶ πυκνότεροι, οὐ μὴν σφοδρότεροί γε, ἀμυδρότεροι, σκληρότεροι, μαλακώτεροι, καταὐτόν γε τὸν τοῦ κύειν λόγον. οὐδὲ γὰρ ὅσον ἐπὶ τούτῳ τὰ τῆς δυνάμεως τῶν ὀργάνων ταῖς κυούσαις ὑπαλλάττεται.
§9.1 Εἶεν δἂν, εἴπερ τι ἄλλο, καὶ ὕπνοι κατὰ φύσιν. τρέπουσι δὲ καὶ οὗτοι τοὺς σφυγμοὺς, ἀρχόμενοι μὲν μικροτέρους καὶ ἀμυδροτέρους καὶ βραδυτέρους καὶ ἀραιοτέρους ἐργαζόμενοι, προϊόντες δὲ βραδύτητα ἐπιτείνουσι καὶ ἀραιότητα καὶ μάλιστα μετὰ τροφήν. μείζους δὲ γίνονται καὶ σφοδρότεροι, χρονίσαντες δὲ πάλιν τρέπονται εἰς ἀμυδρότητα, φυλάττουσι δὲ βραδύτητα καὶ ἀραιότητα.
§9.2 Τίς μὲν αἰτία διἣν ἐν τοῖς ὕπνοις αἱ πέψεις ἀμείνους οὐ τῶν κατὰ γαστέρα μόνον, ἀλλὰ καὶ τῶν κατὰ τὰς φλέβας τε καὶ ἀρτηρίας καὶ πᾶσαν τοῦ ζώου τὴν ἕξιν, οὐ τοῦ παρόντος καιροῦ διελθεῖν. οὐδὲ γὰρ ὡμολόγηται πᾶσι τοῖς ἰατροῖς περὶ τῆς αἰτίας, τις δἂν . τοῦτο δοὖν ἤδη καθόλου περὶ αὐτῆς ἀποφαινόμεθα, ὡς δύναμις τὰς πέψεις ἐργαζομένη εἴσω μᾶλλον ἑαυτὴν καὶ πρὸς τὸ βάθος ἐπιστρέφει κατὰ τοὺς ὕπνους. διά γοὖν τὴν ἔσω κίνησιν καὶ ὅτι περὶ τὴν ὕλην ἐνεργεῖ, τὸ μὲν πρῶτον οἷον ἀῤῥωστοτέρα καὶ βεβαρημένη γίνεται, μικρὸν δὲ ὕστερον ἀπολαύουσα τῆς τροφῆς, ἣν κατεργάζεται, ῥώννυταί τε αὕτη καὶ τὸ θερμὸν αὐξάνει τὸ ἐν τῷ ζώῳ, ὥσπέρ γε καὶ οἱ τὰ ψυχρὰ σιτία προσενεγκάμενοι παραχρῆμα μὲν ψυχροτέρων ἑαυτῶν αἰσθάνονται, καὶ πολλοί γε αὐτῶν καὶ φρίττουσι καὶ ῥιγοῦσι φανερῶς, μικρὸν δὲ ὕστερον θερμότεροι γίνονται. εἰ μὲν δὴ τὸ ἔμφυτον θερμόν ἐστι τὸ πέττον τὰς τροφὰς, καὶ τούτου κρατοῦσαι κινήσεις, ὡς Ἱπποκράτης ὑπελάμβανεν, αἱ μὲν ἔξω τὴν ἐγρήγορσιν, αἱ δὲ ἔσω τὸν ὕπνον ἐργάζονται, ῥᾷστἂν ἡμῖν ἐφυσιολογεῖτο τὰ κατὰ τὰς ἐν τοῖς ὕπνοις τῶν σφυγμῶν ἀλλοιώσεις. εἰ δἄλλη τις δύναμίς ἐστιν ταύτης δημιουργὸς, ἀλλὰ τῷ γε δεδιδάχθαι συμπάσχειν ἀλλήλοις ἁπάσας τὰς διοικούσας τὸ ζῶον δυνάμεις οὐδὲν θαυμαστὸν οὐδὲ τὴν φυσικὴν ταύτην δύναμιν συνδιατίθεσθαί πως ἐκείνῃ. ἀλλεἰ τοῦθἅπαξ συγχωρηθείη, τὸ ῥώννυσθαι καὶ αὖθις χείρω γίνεσθαι τὴν σφυγμοὺς ἐργαζομένην δύναμιν, εὔπορος τῆς αἰτίας λογισμός. ἐν μὲν γὰρ ταῖς ἀρχαῖς τῶν ὕπνων βαρυνομένης τε καὶ χείρονος γινομένης αὐτῆς μικροτέρους καὶ ἀμυδροτέρους εὔλογον γίνεσθαι τοὺς σφυγμοὺς, μετὀλίγον μέντοι ῥωσθείσης τἀναντία μείζονάς τε καὶ σφοδροτέρους. τί δήποτοὖν καὶ βραδύτεροι καὶ ἀραιότεροι γίνονται; Ἐρασίστρατος μέν φησι διὰ τὴν ἠρεμίαν τῶν κατὰ προαίρεσιν κινήσεων; ἣν καὶ τοῦτο πέττειν καλῶς, οὐκ αὐτοὺς τοὺς ὕπνους αἰτιᾶται. Ἱπποκράτης δὲ καὶ ὅσοι τὸ θερμὸν ἔσω συννεύειν ἐν τοῖς ὕπνοις φασὶ, σχεδὸν δεἰσὶν ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων οἱ δοκιμώτατοι, ταῖς τούτου μειώσεσί τε καὶ αὐξήσεσι καὶ διαφερούσαις κινήσεσιν ἀνοίσουσι τὰς αἰτίας. ἔλαττον μὲν γὰρ ἑαυτοῦ γίνεσθαι καὶ οἷον καταπνίγεσθαι φήσουσιν ἐμπεσὸν ἀθρόως εἰς τὸ πλῆθος τῆς ἐντὸς ὕλης, ὥσπέρ γε καὶ τὸ πῦρ, ὅταν εἴς τι πλῆθος ξύλων σεσωρευμένων ἐμπέσῃ. ὥσπερ δὲ αὐτὸ τοῦτο τὸ πῦρ, ὅταν ἐγκρατὲς τῆς ὕλης γένηται, ῥώννυταί τε καὶ εἰς μέγεθος αἴρεται, οὕτω καὶ τὸ ἔμφυτον θερμὸν, ὅταν ἀπολαύσῃ τῆς τροφῆς, κατεργασάμενον τοὺς χυμοὺς οἷς ἐνέπεσεν ἑαυτοῦ τε πλέον ἤδη καὶ ῥωμαλεώτερον γίνεται. ἀλλοὐδέπω βραδύτητος, οὐδἀραιότητος αἰτίας εἰρήκαμεν. ἄλλως δἔχει τὸ ἀληθὲς, ἐμοὶ γοῦν κριτῇ. ἐπειδὴ τοῖς κοιμωμένοις μὲν ἔξω κίνησις τοῦ θερμοῦ μεμείωται, κρατεῖ δ ἔσω, τὴν μὲν συστολὴν εὔλογον γίνεσθαι θάττονα, τὴν δὲ διαστολὴν βραδυτέραν. ἀτὰρ οὖν καὶ φαίνεται γινόμενον ᾧδε, καὶ ὅσοι μὴ παρακολουθοῦσι τῇ συστολῇ τῶν ἀρτηριῶν, ἀλλἐκ μόνης τῆς διαστολῆς τὰς διαγνώσεις ποιοῦνται, βραδὺν ἁπλῶς ἀποφαίνονται τῶν κοιμωμένων τὸν σφυγμόν. δἐστὶν οὐ βραδὺς ἁπλῶς, ἀλλὰ κατὰ θάτερον μέρος τῶν κινήσεων βραδὺς, ὅλος δὲ οὐδὲ μᾶλλον βραδὺς ταχύς. οὗ γὰρ μὲν διαστολὴ βραδεῖα, ταχεῖα δ συστολὴ, τούτων οὐδέτερον ἁπλῶς χρὴ λαλεῖν, οὔτε ταχὺν οὔτε βραδὺν,  ἀλλὰ διοριζόμενον τοῖς μορίοις, ὥσπερ Ἱπποκράτης ἐπὶ τῆς ἀναπνοῆς ἐποίει. καὶ μὲν δὴ καὶ μικρὸς κατὰ θάτερόν ἐστι τῶν ἑαυτοῦ μορίων τοῖς κοιμωμένοις σφυγμός. ἐπιπλεῖστον μὲν γὰρ συστέλλεται, διαστέλλεται δοὐκ ἐπὶ πλεῖστον, ἀλλὅσον ἀνάγκη τὴν ἐναντίαν ἀποδοῦναι κίνησιν τῇ συστολῇ. κινεῖται μὲν οὖν κατἴσου διαστήματος ἀρτηρία διὰ παντὸς ἔν τε τῷ συστέλλεσθαι καὶ τῷ διαστέλλεσθαι, πλὴν εἰ μεταβάλλοι ποτὲ ἐξαίφνης τὸν ῥυθμόν· ἀλλὰ τοῖς ὅροις ὅθεν τε ἄρχεται καὶ οἷς τελευτᾷ διαλλάττει. πλεονεκτούσης μὲν γὰρ τῆς ἔσω κινήσεως, εἰς ἐσχάτην δἐρχομένης σύμπτωσιν, ἐντεῦθέν τε πάλιν ἀρχομένης τῆς ἔξω, τὴν διαστολὴν οὐκέτἐπιπλεῖστον ποιεῖται, κρατούσης δαὖ πάλιν τῆς ἐκτὸς κινήσεως, ἀσθενοῦς δοὔσης τῆς ἐναντίας, οὐκ ἔτι μὲν ἀπὸ τῆς ἐσχάτης ἄρχεται συμπτώσεως ἐν τῷ διαστέλλεσθαι, τελευτᾷ δεἰς ἔσχατον μέγεθος. ἐντεῦθεν δὲ πάλιν ὑπαρξαμένης τῆς ἔσω κινήσεως, τὴν τελευτὴν τῆς συστολῆς, ὅθενπερ ἤρξατο διαστέλλεσθαι, ποιεῖται. καὶ οὕτως οἷον δίαυλόν τινα τῶν κινήσεων ἀεὶ ποιουμένη ποτὲ μὲν ἔσω μᾶλλον, ποτὲ δὲ ἔξω φέρεται. τοῖς οὖν μόνοις αἰσθανομένοις τῆς διαστολῆς ἀναγκαῖον ἐν τοῖς ὕπνοις τὸν σφυγμὸν φαίνεσθαι καὶ μικρὸν καὶ βραδύν. ἀναγκαῖον δὲ τοῖς αὐτοῖς τούτοις, ὡς ἂν καὶ ἀγυμναστοτέροις οὖσι περὶ τὰς διαγνώσεις, ὀλίγον μέν τι φαίνεσθαι τῆς κατὰ τὴν διαστολὴν κινήσεως, λανθάνειν δὲ τὸ πλεῖστον. ἐπὶ γὰρ τῆς οὕτως κινουμένης ἀρτηρίας οὐδοἱ σφόδρα γεγυμνασμένοι τοῖς ἔσω πέρασι τῶν κινήσεων ἀκολουθοῦσιν, ἀλλὰ καὶ τῆς συστολῆς καὶ αὐτοὺς τελευτὴ λανθάνει καὶ τῆς διαστολῆς ἀρχή. ὥστε τούς γε ἀγυμνάστους ἀμήχανον ὅσον εἰκὸς ἐκφεύγειν τῆς κινήσεως, τὴν μὲν συστολὴν σχεδὸν ἅπασαν, μέρος δοὐκ ἐλάχιστον οὐδὲ τῆς διαστολῆς. ὅσον δἂν ἐκφύγῃ τῆς κινήσεως, ἀναίσθητον τοῖς ἁπτομένοις γενόμενον, τῷ χρόνῳ τῆς ἡσυχίας προσγενόμενον, ἀραιὸν ποιεῖ φαίνεσθαι τὸν σφυγμὸν, ἐπεὶ, πρός γε τὴν ἀλήθειαν αὐτὴν, οὐδαμῶς ἀραιότερος τῶν κοιμωμένων ἐστὶ σφυγμὸς, ὥσπερ οὐδ ἀναπνοή. ἀλλὰ σαφῶς μὲν κᾀπὶ ταύτης ἐκπνοὴ πλεονεκτεῖ, μετἐκφυσήσεως γινομένη, τῆς δἡσυχίας χρόνος οὐδὲν προσαυξάνεται. εἴρηταί μοι σχεδὸν ἤδη τὸ σύμπαν ὕπνων πέρι, σαφηνείας δἕνεκα προσκείσεται τὸ ὑπόλοιπον. σφυγμὸς τῶν κοιμωμένων κατὰ μὲν τὴν ἐκτὸς ἠρεμίαν ὅμοιός ἐστι τοῖς τῶν ἐγρηγορότων, κατὰ δὲ τὴν ἐντὸς ἱκανὸν φαίνεται διαλλάττειν, οὐκέτἀκολουθούσης ἡμῶν τῆς αἰσθήσεως τοῖς ἔσω πέρασι τῶν κινήσεων. ἀλλὰ καὶ μικρότερός ἐστι καὶ ἀμυδρότερος τῶν ἐγρηγορότων, καὶ μάλιστα κατἀρχὰς εὐθὺς, ὕστερον γὰρ αὐτῷ προσέρχεταί τι μεγέθους τε καὶ σφοδρότητος. ἀλλὰ καὶ βραδὺς μὲν ἐν ταῖς διαστολαῖς, ταχὺς δὲ ἐν ταῖς συστολαῖς ἐστι, καὶ ὅλως εἴσω μᾶλλον κινεῖται. ὥστε καὶ σφοδρὸν αὐτὸν ἐν ταῖς συστολαῖς εἰπὼν οὐκ ἂν ἁμάρτοις. καὶ γὰρ οὖν καὶ τὸ περίττωμα τῆς τῶν χυμῶν ἐργασίας τὸ οἷον αἰθαλῶδες ἐκκρίνειν ἐφίεται σφοδρότερον ἀρτηρία κατὰ τοὺς ὕπνους, ὡς ἂν πλέον τότε γινόμενον, ὥστε καὶ διὰ τοῦτο τὰ τῆς ἔσω κινήσεως πλεονεκτεῖ. ὅταν μέντοι καταπαύσηται μὲν ἐργασία τῶν χυμῶν, μένῃ δὑπνώττων ἄνθρωπος, ἄμετρος ἂν δήπουθεν τοιοῦτος ὕπνος εἴη, μικρότεραι δαἱ κινήσεις ἑκάτεραι καὶ βραδεῖαι καὶ ἄῤῥωστοι καὶ ἀραιαὶ γίνονται κατὰ λόγον. ὕπνος γὰρ, ὡς καὶ τῶν ποιητῶν ἔστιν ἀκοῦσαι λεγόντων, ἀδελφός ἐστι θανάτου, καὶ ἓν αὐτῷ κοινὸν ὑπάρχει μόνον πρὸς τοὺς ζῶντας, περὶ τὴν τροφὴν ἐργασία, τὰ δἀλλὰ πάντα τοῖς ἀποθνήσκουσιν ὅμοια, μὴ βλέπειν, μὴ ἀκούειν, μὴ φρονεῖν, μὴ νοεῖν, μὴ λαλεῖν, ἀναίσθητον, ἀκίνητον, ἀλόγιστον ἐῤῥίφθαι. ἂν τοῦτο τοίνυν, κοινὸν ἔτι μόνον ἔχει πρὸς τοὺς ζῶντας, ἀπόλλυται, τί ἄλλο ὀρθῶς ἐπὶ θάνατον ὁδὸς ἂν λέγοιτο; καὶ γὰρ οὖν καὶ ὅτι πρώτη μέν ἐστι καὶ κατὰ φύσιν ἔξω τε καὶ ἀφἑαυτοῦ κίνησις τῷ θερμῷ, δευτέρα δ εἴσω τε καὶ εἰς ἑαυτὸ, διὰ τὴν τροφὴν γινομένη, πολλάκις ἤδη φθάνομεν εἰρηκέναι. ὅταν οὖν μήτε περὶ τὴν τροφὴν ἔτι πραγματεύηται μηδὲν μήτε τῆς ἔξω οἰκείας ἀναμιμνήσκηται κινήσεως, ἀλλἀργὸν ἑκατέρωθεν , θανάτῳ δηλονότι πελάσει. καὶ λύεται μὲν τόνος αὐτοῦ καὶ διὰ τοῦτο ἀμυδρὸς σφυγμὸς γίνεται, καταλύεται δ κίνησις καὶ διὰ τοῦτο μικρὸς καὶ βραδὺς καὶ ἀραιός. κᾂν ἐπὶ πλέον γε προέλθῃ μικρότητός τε καὶ βραδύτητος καὶ ἀραιότητος, ἐγγὺς ἂν ἥκοι τοῦ μηδόλως κινεῖσθαι. τοῦτο δἦν θάνατος. οὕτω μὲν ἔχει πάντα τὰ κατὰ τοὺς ὕπνους. εἰ δἈρχιγένης μὲν πρὸς τοῖς εἰρημένοις καὶ πληρεστάτους φησὶ φαίνεσθαι τοὺς σφυγμοὺς, Ἀπολλωνίδης δὲ κενωτάτους, οὔ μοι δοκεῖ μηκύνειν ἔτι δεῖν ἡμᾶς περί γε τῶν τοιούτων, ἱκανῶς ἀποδεδειχότας ἐν ταῖς ἔμπροσθεν πραγματείαις ὡς μάτην τοῦτο τὸ γένος τῶν σφυγμῶν οἱ μεθἩρόφιλον ἐπεισήγαγον, ὥσπερ καὶ ἄλλα πολλά. καὶ θαυμαστὸν οὐδὲν ἐν πράγματι μηδόλως διαγινωσκομένῳ τἀναντία λέγειν Ἀρχιγένην τε καὶ Ἀπολλωνίδην, οὐ γὰρ αἰσθήσεως κοινῆς τὸ πάθος, ἀλλὰ φαντασμάτων ἰδίων ἑκάτερος ἔγραψεν.
§10.1 Τῶν δἐξ ὕπνου μεταπεπτωκότων εἰς ἐγρήγορσιν ἐν μὲν τῷ παραχρῆμα μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς καὶ πυκνοὶ καί τινα κλόνον ἔχοντες, μετὀλίγον δεἰς συμμετρίαν ἔρχονται.
§10.2 Οὐχ ὡσαύτως εἰς ὕπνον ἐξ ἐγρηγόρσεως κᾀξ ὕπνου πάλιν εἰς ἐγρήγορσιν μεταπίπτομεν, ἀλλὰ τὸ μὲν κατὰ βραχὺ πάντως, τὸ δἀθρόως ὡς τὸ πολὺ γίνεται. καὶ γὰρ ἐνύπνια ταραχώδη καὶ φωνήσας τις καὶ ψοφήσας καὶ ἁψάμενος τοῦ κοιμωμένου ταχεῖάν τε κᾀξαίφνης εἰργάσατο τὴν μετάπτωσιν. τοιγάρτοι καὶ οἱ προγεγραμμένοι σφυγμοὶ τοῖς μὲν οὕτω μεταπίπτουσιν ἐναργέστατα φαίνονται,  οὐ μὴν οὐδἐπὶ τῶν ἄλλων, ἐφὅσων αὐτῇ πρὸς τοὐκτὸς κινήσει τῆς ἐμφύτου θερμασίας ἐγρήγορσις ἐγένετο, λανθάνουσι τοὺς γεγυμνασμένους. μὲν γὰρ ὕπνος γίνεται τῆς ἐμφύτου θερμασίας ἤτοι διὰ κάματόν τινα καὶ ξηρότητα πλέονα πρὸς τὴν τροφὴν ἐπιστραφείσης διἀμετρίαν ὑγρότητος ἀδυνατούσης ἐκτὸς ἀποτείνεσθαι. ἔστι δ μὲν πρότερος ὑγιεινός τε καὶ κατὰ φύσιν, δὲ δεύτερος ῥηθεὶς οἷος ἐν κώμασί τε καὶ ληθάργοις, πάλιν ἀντίκειται ἐν φρενίτισί τε καὶ ταῖς παρὰ φύσιν ἀγρυπνίαις ἁπάσαις ἐγρήγορσις, ὑπερξηρανθείσης τε τῆς ἐμφύτου θερμασίας τηνικαῦτα καὶ οἷον ἐκπυρωθείσης καὶ διὰ τοῦτο καὶ ἐκτὸς ἀμέτρως κινουμένης. ἀλλὰ τὰς μὲν παρὰ φύσιν διαθέσεις, ἃς οὐδἐγρήγορσιν, οὐδὕπνον, ἀλλἀγρυπνίαν καὶ κῶμα κάλλιον ὀνομάζειν ἐστὶν, ἐατέον ἔν γε τῷ παρόντι. τῶν δὕπνων τῶν κατὰ φύσιν ὥσπερ οὖν καὶ τῶν ἐγρηγόρσεων γένεσις οἵα πρόσθεν εἴρηται, δεομένου μὲν ἅμα καὶ ἀποροῦντος ὑγρότητος δαψιλοῦς τοῦ κατὰ φύσιν ἐν τοῖς ζώοις θερμοῦ καὶ διὰ τοῦτο συνιόντος εἰς τὰ σπλάγχνα καὶ τὴν γαστέρα τῶν ὕπνων γινομένων, αὐτάρκως δἀπολαύσαντος ταύτης, ὡς ἤδη τὴν κατὰ φύσιν ἔχειν ποιότητα, τῆς ἐγρηγόρσεως ἀποτελουμένης· ἐν δὴ καιρῷ τὰς μεταπτώσεις γινομένας ἀναγκαῖόν ἐστιν ἔχειν τι βίαιον. ἐν γὰρ τῇ κατεργασίᾳ τῆς τροφῆς ὑγρότητος ἀτμώδους πολλῆς ὑποτρεφομένης κατά τε τὸ θερμὸν αὐτὸ καὶ τοὺς πόρους καὶ πάντα τὰ μεταξὺ σώματα μέχρι τῆς ἐκτὸς ἐπιφανείας, οὐκέτεὐπετὴς ὁμοίως ἐπὶ τὰ ἐκτὸς κίνησίς ἐστι τῷ θερμῷ. δεῖται τοίνυν, ἵνα ταύτην ἀποσείσηταί τε καὶ διώσηται καὶ τοὺς πόρους ἐκκαθάρῃ καὶ πάντῃ πόριμον ἑαυτῷ τὸ σῶμα παράσχῃ, σφοδρῶν καὶ βιαίων τῶν πρώτων κινήσεων. ὅταν δὲ εὔπνουν ἤδη τοῦτο καὶ καθαρὸν ἔχῃ, τῆς κατὰ φύσιν ἀναμιμνήσκεται συμμετρίας. διὰ ταῦτα τοίνυν ἐν μὲν τῷ παραχρῆμα τοῖς ἐπεγερθεῖσιν ἐκ τῶν ὕπνων οἱ σφυγμοὶ μεγάλοι καὶ σφοδροὶ καὶ ταχεῖς γίνονται καὶ προσέτι βραχύ τι κλόνου προσλαβόντες διὰ τὸ βίαιον τῆς κινήσεως, ὀλίγῳ δὕστερον εἰς τὴν κατὰ φύσιν ἐπανέρχονται συμμετρίαν. ἑξῆς δὲ τούτων περὶ τῶν ἐπικτήτων σχέσεων τοῦ σώματος γέγραπται τοῖς εἰσαγομένοις, σχέσεις μὲν αὐτὰς ὀνομασάντων ἡμῶν, ὥσπερ καὶ Ἱπποκράτης ἐν τῷ περὶ τῶν ἄρθρων εἰπὼν, διαφέρει μέντοι τι καὶ σχέσις σώματος. σφυγμοὺς δἐφἑκατέρας αὐτῶν γραψάντων ἡμῶν, τοὺς ἐναργῶς φαινομένους, ὧν τὰς αἰτίας οὐ χαλεπὸν ἂν εἴη νῦν προσθεῖναι, τοῖς εἰρημένοις ἑπομένῳ. γὰρ ἐπὶ τῶν φυσικῶν διαφορῶν τοῦ σώματος, ταῦτα κᾀπὶ τῶν ἐπικτήτων ῥηθήσεται. ὥστοὐ χρὴ μηκύνειν, ἀλλὰ μόνον αὐτὴν γράψαι τὴν ἐκεῖθεν ῥῆσιν, ὑπομνήσεως ἕνεκεν τῶν πραγμάτων, ἔχουσαν ᾧδε.
§11.1 Αἱ δἐπίκτητοι σχέσεις τοῦ σώματος ὁμοίως ταῖς φυσικαῖς τρέπουσι τοὺς σφυγμούς. μὲν γὰρ ἰσχνὸς γενόμενος εὔσαρκος ἀνάλογον τῷ τοιούτῳ φύσει τὸν σφυγμὸν ἴσχει· δεὔσαρκος ἰσχνὸς γενόμενος τοῖς ἰσχνοῖς φύσει παραπλήσιον. δῆλον δὅτι χωρὶς τοῦ τὴν δύναμιν ὑπαλλάττεσθαι τὴν κατἰσχνότητα καὶ εὐσαρκίαν διαφορὰν ἐξετάζειν χρὴ, καὶ ἐπὶ τῶν ἄλλων δὲ ἁπάντων ὡσαύτως, ὥστε καθἓν μόνον ὑπὲρ οὗ τὸν λόγον ἑκάστοτε ποιούμεθα τὴν τροπὴν γεγονέναι. ἅπερ δἐπὶ τῶν εὐσάρκων εἴρηται, ταῦτα καὶ ἐπὶ τῶν παχέων εἰρῆσθαι χρὴ δοκεῖν ἐπιτεταμένα μᾶλλον.
§11.2 Οὕτω μὲν ἐν ἐκείνοις περὶ τῶν σχέσεων τοῦ σώματος διώρισται. πρόσκειται δὲ καὶ περὶ τῶν κράσεων ὡσαύτως. καὶ μόνον ἀρκέσει κᾀπὶ τούτων παραγράψαι τὴν ῥῆσιν ὑπομνήσεως ἕνεκα, τόνδε τὸν τρόπον ἔχουσαν.
§12–17.2
§12 Καὶ αἱ κράσεις δὲ τοῦ σώματος αἱ ἐπίκτητοι ταῖς φυσικαῖς κράσεσιν ἀνάλογον τρέπουσι τοὺς σφυγμούς. Καὶ δηλονότι κᾀνταῦθα, καθὰ καὶ περὶ τῶν ὡρῶν εἴπομεν, ὡς αἱ μὲν θερμαὶ ταῖς θερμαῖς, αἱ δὲ ψυχραὶ ταῖς ψυχραῖς ἐοικότας ἐργάζονται σφυγμούς. γὰρ καθὑγρότητα καὶ ξηρότητα διαφορὰ τῶν κράσεων ἐν ταῖς σχέσεσι τοῦ σώματος περιείχετο. ταῖς μὲν γὰρ ξηραῖς αἱ ἰσχνότητες, ταῖς δὑγραῖς αἱ παχύτητες οἰκεῖαι. δέδεικται δὲ ταῦτα ἐν τοῖς περὶ κράσεων, ὥσπέρ γε καὶ ὅτι σκληρότης μὲν τοῦ σώματος ταῖς ξηραῖς κράσεσιν, μαλακότης δὲ ταῖς ὑγραῖς ἕπεται. καὶ διὰ τοῦτο καὶ σφυγμὸς ταῖς μὲν σκληρὸς, ταῖς δὲ μαλακός.
§13.1 Ἑξῆς δἂν εἴη λέγειν τὰς ἄλλας τροπὰς τὰς ἐπὶ τοῖς οὐ φύσει γινομένας αἰτίοις. γυμνάσια κατἀρχὰς μὲν καὶ μέχρι τοῦ μετρίου σφοδροὺς καὶ μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς τοὺς σφυγμοὺς ἐργάζεται, πολλὰ δὲ καὶ ὑπὲρ τὴν δύναμιν τοῦ πονοῦντος μικροὺς καὶ ἀμυδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς ἐσχάτως, ὑπερβαλλόντως δἄμετρα καὶ ὥστε μόγις ἔτι κινεῖσθαι δύνασθαι, καὶ διὰ μακρῶν ἀναπαύσεων μηδόλως, ἀλλἱκανῶς ἐκλελύσθαι, πάνυ μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, εἰ δὲ εἰς διάλυσιν τῆς δυνάμεως καταστρέφοι, τοὺς ἐκείνης ἰδίους. εἰρήσεται δὲ μικρὸν ὕστερον ὁποίους διαλυομένη δύναμις ἐργάσεται σφυγμούς.
§13.2 Αὕτη μὲν ῥῆσις ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένη. προσκείσεται δὲ νῦν καὶ αἰτία. ἐν τοῖς γυμνασίοις μὲν δύναμις ἅπαντι χρῆται τῷ τόνῳ καὶ διὰ τοῦτο οἱ σφυγμοὶ σφοδροὶ γίνονται· τὰ δὲ τῆς χρείας αὐξάνεται καὶ διὰ τοῦτο καὶ μεγάλοι καὶ ταχεῖς. καὶ ἐπειδὴ διχῶς αὐξάνεται, τῇ τε τοῦ πνεύματος δαπάνῃ καὶ τῇ τῆς θερμασίας αὐξήσει, διὰ τοῦτο καὶ πυκνοὶ γίνονται, μὴ πληρουμένης αὐτάρκως τῆς  χρείας πρὸς τοῦ μεγέθους τε καὶ τοῦ τάχους αὐτῶν. τὰ δὑπὲρ τὴν δύναμιν τοῦ γυμναζομένου μικροὺς μὲν καὶ ἀμυδροὺς διὰ τὴν ταύτης ἀῤῥωστίαν, πυκνοὺς μὲν ἔτι διὰ τὴν τῆς χρείας ἔπειξιν, οὐ μὴν ταχίστους διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως, ἀλλἀντὶ τούτων πυκνοτάτους, καὶ παρὅσον ἐνέργεια πάμπολυ τῆς χρείας ἀπολείπεται. ὅταν δἐπὶ τοσοῦτόν τις ἀναγκάζηται πονεῖν ὥστε μὴ μόνον ὑπὲρ τὴν δύναμιν εἶναι τοὺς πόνους, ἀλλὰ καὶ συνεχῶν τῶν μεταξὺ διαναπαύσεων δεῖσθαι, καταψύχεται μὲν ἐν τῷ τοιούτῳ τὸ σύμπαν σῶμα, οἱ σφυγμοὶ δὲ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ἀμυδροὶ καὶ μικροὶ, διὰ δὲ τὴν ψύξιν οὔτὠκεῖς οὔτε πυκνοί. πρόδηλος γὰρ λογισμὸς τῷ μεμνημένῳ τῶν πρώτων.
§14.1 Λουτρὰ θερμὰ μὲν μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδροὺς, ἔστἂν σύμμετρα· τὰ δἄμετρα μικρούς τε καὶ ἀμυδροὺς, ὠκεῖς δἔτι καὶ πυκνούς. εἰ δἐν τούτῳ παύσαιτο, μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιούς.
§14.2 Ἐνετοῖς βαλανείοις, ὅταν γε κατὰ καιρὸν παραλαμβάνηται, πάντως τις ὠφέλεια γίνεται τῷ σώματι. ἤτοι γὰρ κεκμηκότες, τεθερμασμένοι, ἐψυγμένοι, ἐξηρασμένοι, ἄσης τινὸς ἀνωμάλου κράσεως αἰσθανόμενοι, κενώσεως χρῄζοντες, εἰς ταῦτα παραγινόμεθα. ἀλλἐν τοῖς εἰρημένοις ἅπασι καιροῖς εἰς εὐκρασίαν μὲν ἐπανέρχεται τὸ σῶμα, βελτίων δ δύναμις γίνεται, πρόσκαιρος δέ τις αὐξάνεται θερμασία, καί τι διαφορεῖται πνεύματος ἅμα τοῖς ἱδρῶσι. ὥστεὐλόγως τά γε σύμμετρα λουτρὰ τὰ θερμὰ τοιαύτην τροπὴν ἐργάζεται σφυγμῶν, οἵαν ἀπεδείξαμεν γίνεσθαι τῆς τε δυνάμεως ὠφελουμένης καὶ τῆς χρείας αὐξανομένης. τὰ δἄμετρα πρόδηλον ὡς τὴν μὲν δύναμιν ἐκλύει, τὴν χρείαν δἀμέτρως ἐπαύξει, καὶ διὰ τοῦτο πυκνοτάτους ἐργάζεται, ταχεῖς δὁμοίως τοῖς πρόσθεν, ὅταν γε μὴ εἰς ἔσχατον ἥκῃ καταπτώσεως δύναμις. οὕτω γὰρ ἂν οἱ μυρμηκίζοντες καλούμενοι γένοιντο. εἰ δἀμέτροις βαλανείοις χρησάμενοι παύσαιντο καὶ μηκέτι λούοιντο, δῆλον ὅτι καὶ ἕξις κατέψυκται καὶ δύναμις καταλέλυται. ὥστε καὶ τροπὴ τῶν σφυγμῶν τοιαύτη γένοιτἂν οἵαν ἐδείξαμεν ἐν τῷ πρώτῳ λόγῳ δυνάμεως ἀῤῥωστίᾳ καὶ χρείας ἀκολουθεῖν ἐκλύσει. τοῦτο γὰρ ἐν τῷ παρόντι μόνον ἀρκέσει, τὸ δεικνύναι, πῶς ἐξ ἑκάστου τῶν προηγουμένων τε καὶ προκαταρχόντων αἰτίων εἰς τὰ πρῶτα καὶ κυριώτατα καὶ συνεκτικὰ κληθέντα διικνεῖται τροπή. τὸ δὅπως ἐπἐκείνοις ἀνάγκη τοὺς σφυγμοὺς ἀλλοιωθῆναι διὰ τοῦ πρώτου δεδήλωται λόγου.
§15.1 Ψυχρὰ δὲ λουτρὰ παραχρῆμα μὲν μικροὺς καὶ ἀμυδροτέρους καὶ βραδεῖς καὶ ἀραιοὺς, εἰς ὕστερον δὲ οἷον ἄν τι καὶ τύχῃ ἐργασάμενα. πάντως γὰρ ναρκώσει, ῥώσει. ναρκώσαντα μὲν οὖν καὶ καταψύξαντα μικροὺς καὶ ἀμυδροὺς καὶ βραδεῖς καὶ ἀραιοὺς, ἐκθερμήναντα δὲ καὶ ῥώσαντα μεγάλους μὲν καὶ σφοδροὺς, τάχει δὲ καὶ πυκνότητι συμμέτρους.
§15.2 Τὰ ψυχρὰ λουτρὰ παραυτίκα μὲν ἐμψύχει πάντως, εἰς ὕστερον δὲ ἤτοι ῥώννυσιν καταλύει τὴν δύναμιν μετὰ καταψύξεως. τοῦτο γάρ ἐστι τὸ ναρκᾷν. ὥστε καὶ αἱ τροπαὶ τῶν σφυγμῶν ἀνάλογον ταῖς εἰρημέναις αἰτίαις. ὅπερ δοὐχ οἷόν τἦν προσδιορίσαι τοῖς εἰσαγομένοις, νῦν εἰρήσεται. ἔσω κίνησις τῶν ἀρτηριῶν ἐπὶ ταῖς ψυχρολουσίαις πλεονεκτεῖ τῆς ἔξω, ὡς ἂν καὶ τοῦ θερμοῦ ταύτῃ μᾶλλον ἐν τῷ παραυτίκα κινουμένου. καὶ εἰ δυνατὸν ἦν ἔσωθεν ἅψασθαι τῶν ἀρτηριῶν, πάντα τὰ τέως ἐν ταῖς διαστολαῖς φαινόμενα νῦν ἀνεφάνη κατὰ τὰς συστολὰς, τὸ μέγεθος, τὸ τάχος, σφοδρότης. ἐπεὶ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῶν ἐν ταῖς διαστολαῖς φαινομένων τοὺς σφυγμοὺς ὅλους οὕτως ὀνομάζομεν· μικροὺς μὲν, ὅτι πολὺ μείων ἐν τοῖς τοιούτοις καιροῖς διαστολὴ τῆς ἔμπροσθεν· οὕτω δὲ καὶ βραδεῖς, ὅτι καὶ κίνησις ἐκλέλυται σαφῶς. ἀλλὰ καὶ ἀραιοὺς, ὅτι καὶ οἱ ἄλλοι πάντες, ἐφὧν ἔσω πλεονεκτεῖ κίνησις, ἐφαίνοντο τοιοῦτοι τοῖς τῆς συστολῆς οὐκ αἰσθανομένοις. καὶ αἰτία πρόσθεν εἴρηται. ἀμυδροὺς δὲ οὐχ ἁπλῶς εἴπομεν, ἀλλἀμυδροτέρους ἐγράψαμεν, ἐνδεικνύμενοι διὰ τῆς λέξεως τὴν βραχύτητα τῆς εἰς τοῦτο μεταβολῆς.
§16.1 Σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. Ἀρχιγένης δέ φησιν, ὠκυτέρους πλέον πυκνοτέρους. τὰ δὲ σύμμετρα μεγάλους καὶ ταχεῖς καὶ πυκνοὺς καὶ σφοδρούς. τὰ δἐλάττω ὡς τρέφειν αὐτάρκως οὐχ ὁμοίως τοῖς συμμέτροις, ἀλλἐλάττονά τε τὴν τροπὴν ἐργάζεται καὶ μέχρι χρόνου βραχέος.
§16.2 Καθἕκαστον κεφάλαιον τῶν ἐν τῷδε τῷ γράμματι προβαλλομένων ἐνὸν ἡμῖν πρῶτον μὲν τὰ τοῖς ἄλλοις ὑπὲρ αὐτῶν δόξαντα λέγειν, ἔπειθὡς οὐκ ὀρθῶς ὑπέλαβον ἀντιλέγειν, οὐ ποιοῦμεν οὕτως, ἀλλεὐθὺς ἐπαὐτὸ τὸ δόκιμόν τε καὶ ἀληθὲς ἐρχόμεθα, τὸ μέγεθος τῆς πραγματείας ὡς ἔνι μάλιστα ἐπιτέμνειν σπεύδοντες. ὅπου γὰρ καὶ νῦν αὕτη καθἑαυτήν ἐστι μακρὰ, τί χρὴ νομίζειν, εἰ καὶ τὰς τῶν ἔμπροσθεν δόξας προσέλαβεν μετὰ τῆς δεούσης ἀντιλογίας; ἆροὐκ εἰς ἀπέραντόν τι μῆκος ἐκταθήσεται; ὅτῳ μέντοι καὶ σχολῆς τῆς πρὸς τὰ μαθήματα καιρὸς καὶ προθυμία τὰς δόξας τῶν ἰατρῶν ἁπάσας ἀναλέγεσθαι, τούτῳ σαφῶς οἶδα τήνδε τὴν πραγματείαν ἐπιβάθραν τινὰ ἐσομένην εἰς τὸ καὶ καθἑαυτὸν ἐξευρεῖν ὅπῃ μὲν ἀληθεύουσιν, ὅπῃ δὲ καὶ σφάλλονται.  καὶ μέντοι καὶ ἡμῖν αὐτοῖς ἑτέρωθι γέγραπται πολλὰ τοῖς οὕτω προειρημένοις συντελέσοντα. περί γέ τοι τοῦ νῦν προκειμένου σκέμματος, ἐν οἷς ὑπὲρ τῆς Ἐρασιστράτου περὶ τοὺς σφυγμοὺς τέχνης ἐσκοπούμεθα, σαφῶς οἶμαι δεδεῖχθαι τὸ μοχθηρὸν τῆς δόξης. ἀλλὰ καὶ ὅσα διαφερόμεθα πρὸς τοὺς ἄριστα δοκοῦντας ἐγνωκέναι τὰ κατὰ τοὺς σφυγμοὺς, καὶ ταῦτά μοι δοκεῖ συνετὸς ἀνὴρ ἐκ τῶν ἐνθάδε γεγραμμένων ὁρμώμενος οὐ χαλεπῶς διαιτήσειν. εὑρήσει γὰρ αὐτῶν τὰ πλεῖστα τὰ μὲν ἐν τῇ λέξει μόνῃ, τὰ δἐν τῷ τῶν διορισμῶν ἀκριβεῖ συνιστάμενα, καθάπερ καὶ ταυτὶ τὰ νῦν προκείμενα· γράφοντος γὰρ Ἀρχιγένους οὕτω περὶ τῆς βαρυνούσης τὴν δύναμιν τροφῆς· δὲ τῷ θλίβειν ἀμυδροτέρους καὶ μικροτέρους, ταχυτέρους τε πλέον πυκνοτέρους. ἡμεῖς οὐχ οὕτως, ἀλλὰ πῶς ἐγράψαμεν; σιτία πολλὰ μὲν, ὥστε βαρῦναι τὴν δύναμιν, ἀνωμάλους τε καὶ ἀτάκτους τοὺς σφυγμοὺς ἐργάζεται. καὶ ὅτῳ μέλει τῶν ἔργων τῆς τέχνης, οὐκ ἐπὶ τῶν σιτίων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἁπασῶν διαθέσεων ἐν αἷς δύναμις βαρύνεται τοὺς σφυγμοὺς ἀνωμάλους εὑρήσει. καὶ τοῦτό γἐστὶν αὐτὸ τὸ διορίζον τὴν ἄῤῥωστον δύναμιν τῆς βαρυνομένης. εὐθὺς δαὐτῷ συνεμφαίνεται καὶ τὸ ποσὸν τῆς βλάβης. εἰ μὲν γὰρ ἐν πολλοῖς τοῖς μεγάλοις τε καὶ σφοδροῖς ὀλίγοι τινὲς εὑρίσκοιντο μικροὶ καὶ ἀμυδροὶ, βραχεῖα βλάβη τῆς δυνάμεως· εἰ δἔμπαλιν ὀλίγοι μὲν οἱ μεγάλοι καὶ σφοδροὶ, πολλοὶ δοἱ μικροὶ καὶ ἀμυδροὶ γίνοιντο, μεγάλως ἐπὶ τῶν τοιούτων διαθέσεων δύναμις κάμνει βαρυνομένη. μικροὶ δὲ καὶ ἀμυδροὶ σφυγμοὶ διαπαντὸς γίνονται μηδενὸς αὐτοῖς τῶν ἐναντίων παρεμπίπτοντος, οὐκ ἐν ταῖς βαρυνομέναις, ἀλλἐν ταῖς διαλυομέναις δυνάμεσιν. ἔστἂν δὲ κατὰ μὲν τὴν ἰδίαν οὐσίαν εὐρωστῶσι, βαρύνωνται δὑπό του καὶ θλίβωνται, πάντως παρεμπίπτουσιν οἱ σφοδροὶ καὶ ἀμυδροὶ σφυγμοὶ, κᾂν ἐν ἐσχάτῳ βλάβης ὑπάρχωσιν. ὀλιγώρως οὖν Ἀρχιγένης ἀμυδροτέρους τε καὶ μικροτέρους γράφει γίνεσθαι τοὺς ἐπὶ ταῖς βαρυνομέναις ὑπὸ τῶν σιτίων δυνάμεσι σφυγμούς. καταλυομένης γὰρ οὔτοι καὶ οὐ θλιβομένης δυνάμεώς εἰσι γνωρίσματα. ὥσπερ δἐν ταῖς κατὰ μέγεθός τε καὶ σφοδρότητα διαφοραῖς ἀνώμαλοι τυγχάνουσιν ὄντες, οὕτω κᾀν ταῖς κατὰ πυκνότητα καὶ τάχος. οὐκ οὖν οὐδὲ τοῦτἔχω συμβαλεῖν ὅπως ἔγραψεν Ἀρχιγένης, θάττονας αὐτοὺς πλέον πυκνοτέρους ὑπάρχειν, εἰ μὴ ἄρα τοῦτο βούλεται δηλοῦν, ὡς ἀνωμάλων ὄντων αὐτῶν ὅμως πλείους εἰσὶν οἱ ταχεῖς τῶν βραδέων οἱ πυκνοὶ τῶν ἀραιῶν. καίτοι οὐδὲ τοῦτο ἀληθές ἐστιν ἁπλῶς οὕτω καὶ ἀδιορίστως λεγόμενον. ἀλλαἱ μὲν ἐλάττους βλάβαι ταχεῖς μᾶλλον πυκνοὺς, αἱ δὲ μείζους ἔμπαλιν ἐπὶ πλέον πυκνοὺς ταχεῖς ἀπεργάζονται τοὺς σφυγμούς. δαἰτία πρόδηλος ἐκ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ δεδειγμένων, εἴ γε τάχος μὲν οἰκεῖον εὐρώστου δυνάμεως, πυκνότης δἀῤῥώστου. καὶ τῶν ἄλλων δὲ τῶν ἐφεξῆς εἰρημένων τῆς αἰτίας λογισμὸς πρόδηλος, εἴ τις τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων εἴη μεμνημένος.
§17.1 Οἶνος τὰ μὲν ἄλλα παραπλησίως σιτίοις τρέπει τοὺς σφυγμοὺς, διαφέρει δὲ τῷ τε παραχρῆμα τὴν τροπὴν ἐργάζεσθαι καὶ τῷ πρότερον παύεσθαι τὴν ἀποἴνου τῆς ἀπὸ σιτίων, καὶ τῷ τὸ τάχος πλέον αὔξειν καὶ τὸ μέγεθος ἤπερ τὴν σφοδρότητα καὶ πυκνότητα. σχεδὸν γὰρ ὅσῳ σφοδροτέραν τε καὶ διαρκεστέραν ἰσχὺν σύμμετρος τροφὴ παρέχει, τοσούτῳ καὶ τὸ μέγεθος οἶνος ἐξαίρει.
§17.2 Καὶ οὗτος λόγος αὐτὸς αὑτὸν ἐξηγεῖται, τὰ πρὸς ἁπάντων εἰρημένα τῶν ἰατρῶν ὑπὲρ οἴνου δυνάμεως ἀναμιμνήσκων ἡμᾶς. ἔστι γὰρ ἀπαὐτοῦ πρόσθεσις ταχεῖα, διότι καὶ ὑγρὸς καὶ θερμός. ὅσοι γὰρ ταχείης, φησὶ, προσθέσιος δέονται, ὑγρὸν ἴημα. ὅταν οὖν καὶ ποδηγῆται πρὸς τῆς θερμότητος ὑγρότης, ἔτι δὴ καὶ μᾶλλον. ἀλλὰ καὶ τῶν ἀθρόως καὶ ταχέως τρεφόντων ταχεῖα καὶ διαχώρησις γίνεται. διὰ τοῦτο οὖν ὥσπερ ταχεῖα, οὕτω καὶ βραχυχρόνιος ἀπὸ τοῦ οἴνου προσθήκη τοῖς σώμασιν. εὐδιάπνευστος γάρ. ὅτι δὲ διὰ μὲν τὸ τρέφειν ὁμοίως τοῖς σιτίοις ἀλλοιώσει τοὺς σφυγμοὺς, διὰ δὲ τὸ θερμαίνειν μᾶλλον ἐκεῖνα μέγεθός τε καὶ τάχος ἐπιφανέστερον αὐτοῖς προσθήσει, τοῖς μεμνημένοις τῶν ἐν τοῖς πρώτοις ὑποδείγμασι λελεγμένων ἄντικρυς δῆλον. τῶν δἑξῆς λεγομένων διὰ τῆς εἰσαγωγῆς οὐδενὸς ἄδηλος αἰτία τῷ μεμνημένῳ τῶν ἐν τῷ πρώτῳ βιβλίῳ γεγραμμένων. ὑπερβάντες οὖν αὐτῶν τὰ πολλὰ, μόνον τῶν ἀσαφεστέρας ἐχόντων αἰτίας μνημονεύσωμεν, ὧν ἓν καὶ τόδε ἐστίν. τί δή ποτε χολέραις μὲν καὶ ῥεύμασιν ἰσχυροῖς κοιλίας καὶ τῷ καλουμένῳ γυναικείῳ ῥῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ κενοῦν τὸ σῶμα καταλύουσι τὴν δύναμιν οἱ σκωληκίζοντες ἕπονται σφυγμοὶ, ταῖς δὑπὸ κακοήθους πυρετοῦ καταλυομέναις δυνάμεσιν οἱ μυρμηκίζοντες ἕπονται; ὅτι βραδὺν εἶναι δεῖ καὶ ἀραιὸν τὸν σφυγμὸν πάντως, ἵν σκωληκίζων, οὔτε γὰρ οἷόν τε τὸ πρότερον τῆς ἀρτηρίας μόριον πρότερον φαίνεσθαι κινούμενον οὔθοἷον περιγραφάς τινας γίνεσθαι πολλὰς ἐν μιᾷ διαστολῇ, μὴ οὐ βραδείας τε ἅμα καὶ ἀραιᾶς οὔσης τῆς κινήσεως. ἐν δὲ τοῖς ὀξέσι πυρετοῖς, ἐξ ἀνάγκης γὰρ οἱ κακοήθεις ὀξεῖς, οὐκ ἀνέχεται τὸ πλῆθος τῆς θερμασίας οὔτε βραδὺν ἐσχάτως οὔθὅλως ἀραιὸν γίνεσθαι τὸν σφυγμόν. ἀλλὰ βραδὺς μέν ἐστιν, πάντως γε οὐ ταχὺς ἐν ταῖς καταλυομέναις δυνάμεσι, κᾄν τινες ἁμαρτάνωσιν περὶ τὴν διάγνωσιν αὐτοῦ, οὐ μὴν ἐσχάτως γε βραδὺς, ἀραιὸς δοὐδὅλως, ἀλλἀεὶ πυκνὸς, καὶ ὅταν τὰ τῆς θερμασίας ἐπείγῃ, πάνυ σφόδρα πυκνός. καιρὸς εἶναί μοι δοκεῖ καὶ τουτονὶ τὸν τρίτον λόγον ἐνταυθοῖ καταπαύσειν. ἐν δὲ τῷ τετάρτῳ τὰ λείποντα προσθήσομεν, ἀπὸ τῶν ψυχικῶν παθῶν ἀρξάμενοι.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up