Galen Ad Glauconem de methodo medendi
EN Lat Orig
Book 2
§1–3
§1 Περὶ δὲ τῶν καθἕκαστον μέρος τοῦ σώματος παθῶν, Γλαύκων, ἑξῆς ἐροῦμεν ἀπὸ φλεγμονῆς ἀρξάμενοι. καὶ γὰρ πλειστάκις αὕτη γίνεται καὶ πλείστας ἔχει διαφοράς· καὶ πάσαις αὐταῖς πυρετοὶ πεφύκασιν ἕπεσθαι. κοινὸν μὲν οὖν ἁπάσαις ἄμετρός ἐστι θερμασία καὶ οἷον φλόγωσις, ὅθεν περ καὶ τὸ τῆς φλεγμονῆς ὄνομα καταὐτῶν ἐπιφέρειν ἔθος ἦν τοῖς παλαιοῖς. ἰδίαν δὲ καθἑκάστην εὕροις ἄν τινα διαφορὰν, ἐξ ἧς τό τε εἶδος αὐτῆς γνωριεῖς καὶ τῆς προσηκούσης εὐπορήσεις ἰάσεως. ἑτέρως μὲν γὰρ ἕρπητας, ἑτέρως δἐρυσιπέλατα, ἑτέρως δὲ φύγεθλα καὶ τἄλλα τῶν φλεγμονῶν εἴδη θεραπεύσεις. ὥστε πάλιν ἡγεῖται κᾀνταῦθα διαγινώσκειν ὀρθῶς τὰ πάθη δύνασθαι. καί σοι πειράσομαι τοῦτο πρῶτον γράψαι, διελόμενος ἐξ ἀρχῆς περὶ τῶν κατὰ τὰς φλεγμονὰς πάσας διαφορῶν. πρώτη μὲν οὖν διαφορὰ φλεγμονῆς ἐστι, καθἣν τὴν μὲν αὐτῆς ὑγρὰν, τὴν δὲ ξηρὰν εἶναι συμβέβηκεν. ὑγρὰν μὲν ἥτις ἂν ἐκ ῥεύματος θερμοῦ τὸ μόριον καταλαμβάνοντος γίγνηται· ξηρὰν δὅταν μηδενὸς ἐπιῤῥυέντος τὴν σύμφυτον θερμασίαν ἐκπυρωθῆναι συμβῇ. τοῦτο δὲ μέχρι μέν τινος οἷον πυρετός ἐστι τοῦ μορίου· ἐπειδὰν δὲ εἰς ἄμετρον ἤδη θερμότητα καὶ ξηρότητα προήκῃ, φθορὰ καὶ νέκρωσις παντελὴς γίγνεται, ὅθεν οὐδεἰς πλείω τέμνεσθαι πέφυκεν, ὥσπερ ἑτέρα διαφορὰ καθἣν ἐπιῤῥεῖν τινας χυμοὺς ἐλέγομεν τῷ μέρει. πολλὰ γὰρ τὰ ταύτης εἴδη· αἵματος μὲν γὰρ ἐπιῤῥυέντος ἕτερον· χολῆς δὲ ξανθῆς ἕτερον· ἀμφοῖν δἅμα τρίτον ἄλλο. καὶ μὲν δὴ καὶ καθἕκαστον αὐτῶν σεσηπός ἐστιν ἤδη τὸ ἐπιῤῥέον ἐν τῷ μορίῳ σφηνούμενον σήπεται· καὶ ἤτοι παχὺ τὴν σύστασιν λεπτὸν χρηστὸν δριμύ. αἵματος μὲν οὖν χρηστοῦ καὶ συμμέτρου τῷ πάχει ῥυέντος εἴς τι μόριον ἀθρόως καὶ διὰ τὸ πλῆθος σφηνωθέντος, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ἤν γε μὴ παντελῶς δυσαίσθητον τὸ μόριον· καὶ σφυγμὸς ἀνιαρὸς ἐν τῷ βάθει καὶ τείνεσθαι πάντῃ νομίζει καὶ θλᾶσθαι τὸ μόριον καὶ θερμασίας αἰσθάνεσθαι πλείονος, ὡς διακαίεσθαι δοκεῖν καὶ ἀναψύχεσθαι ποθεῖν· καὶ ἔρευθος ἐπανθεῖ τοιοῦτον, οἷον τοῖς λελουμένοις παρὰ τῷ πυρὶ θαλφθεῖσιν πως ἄλλως θερμανθεῖσι. τοῦτο τὸ πάθος τὴν τοῦ γένους ὅλου προσηγορίαν ἀπηνέγκατο καὶ καλεῖται φλεγμονὴ, ἄλλοις παραπλησίως πολλοῖς εἴδεσι λαμβάνουσι τὸ τοῦ γένους ἐπιφερόμενον ὄνομα. καὶ γίνεται συνεχῶς ἐπὶ πάσῃ σχεδὸν προφάσει· καὶ γὰρ καὶ τρώσεσι καὶ σπάσμασι καὶ θλάσμασι καὶ ῥήγμασι καὶ τοῖς ἐκ τῶν γυμνασίων καμάτοις, ἐξαρθρήμασί τε καὶ κατάγμασι καὶ τοῖς αὐτομάτοις ἕλκεσιν ἐπιγίγνεται· καὶ χωρὶς δὲ τούτων ἁπάντων, ὅταν εἰς ἄμετρον χυμῶν πλησμονὴν αἱ φλέβες ἀφίκωνται, τότε τὸ περιττὸν ἀποχέουσιν εἴς τι χωρίον, ἂν ἐπιτηδειότατον τηνικαῦτα δέξασθαι· πάντως δὲ τοῦτο τῶν ἄλλων ἀῤῥωστότερόν ἐστιν μανώτερον ἕλκειν ἑτοιμότερον ἀκινητότερον, ἐξ ἡστινοσοῦν αἰτίας, εἰς ταύτας ἀχθὲν τὰς διαθέσεις. οὐ γὰρ τοῦτό γε νῦν πρόκειται λέγειν. χολὴ δὲ ξανθὴ ἡνίκα μὲν τὴν ἑαυτῆς φύσιν σώζουσα σὺν τῷ αἵματι φέρεται πανταχόσε τοῦ σώματος, ἴκτερος τὸ πάθος καλεῖται. μόνης δἀποκριθείσης καὶ κατά τι μόριον ἱσταμένης, ἕρπης ὀνομάζεται· εἰ μὲν δὴ παχεῖα τὴν σύστασιν εἴη, πᾶν ἑλκοῖ μέχρι τῆς ὑποκειμένης σαρκὸς τὸ δέρμα, καὶ καλεῖ τούτους Ἱπποκράτης ἕρπητας ἐσθιομένους. εἰ δὲ λεπτοτέρα εἴη, τὸ ἐπιπολῆς μόνον ὥσπερ ἐπικαίει καὶ τοῦτο τὸ εἶδος ἀπηνέγκατο τὴν τοῦ γένους προσηγορίαν, ἁπλῶς τε καὶ χωρὶς προσθήκης ἕρπης ὀνομασθέν. τῶν γὰρ ἄλλων δυοῖν εἰδῶν τὸ μὲν ἤδη προειρημένον ἐσθιόμενος ἕρπης ὀνομάζεται, θάτερον δὲ τὸ λοιπὸν κεγχρίας, ὅτι καὶ τούτῳ συμβέβηκε, φλυκταίνας μικρὰς καὶ πολλὰς ἐπιπολῆς τοῦ δέρματος ἐπεγείρειν, κέγχροις ἐοικυίας. γίνεται δ τοιοῦτος ἕρπης ὑπὸ χολῆς μὲν καὶ αὐτὸς, ἀλλἧττον δριμείας καὶ θερμῆς οἱ πρόσθεν. εἰ δἐξ αἵματος καὶ ξανθῆς χολῆς θερμοτέρων τοῦ δέοντος μικτὸν εἴη τὸ ῥεῦμα, ἐξ αἵματος μὲν, ζέοντος δὲ καὶ λεπτοτάτου τὴν σύστασιν, ἐρυσίπελας τὸ πάθος καλεῖται, θερμότερον πολλῷ τῆς φλεγμονῆς τοῦτο καὶ ξανθότερον ἰδέσθαι. καὶ εἰ ἅψαιο, ῥᾳδίως ὑποτρέχει τὸ αἷμα καὶ αὖθις ἐπιῤῥεῖ, λεπτὸν ἀκριβῶς καὶ ἐρυθρὸν φαινόμενον, οὐ μὴν οὐδὀδυνᾶται ὁμοίως τῇ φλεγμονῇ τοῦτο. καὶ κατοὐδὲν δὲ τῶν τῆς φλεγμονῆς εἰδῶν οὔτε σφυγμὸν οὔτε θλῖψιν οὔτε τάσιν ὁμοίαν ἐπιφέρει, ἀλλἔσθὅτε καὶ πάνυ μετρίως ἐνοχλεῖ καὶ μάλισθὅταν κατὰ μόνου τοῦ δέρματος ἐκχυθῇ, μηδὲν ἀδικοῦν τὴν ὑποκειμένην σάρκα· καὶ μὲν δὴ καὶ γίνεται τοιοῦτον ὡς τὰ πολλὰ καὶ τοῦτό ἐστι τὸ ἀκριβὲς ἐρυσίπελας. ὡς τό γε καὶ τῆς ὑποκειμένης ἁπτόμενον σαρκὸς οὔτἐξ ἀκριβῶς λεπτοῦ γίνεται τοῦ ῥεύματος οὔτἐρυσίπελάς ἐστι μόνον, ἀλλἤδη μικτὴ διάθεσις ἐξ ἐρυσιπέλατός τε καὶ φλεγμονῆς, ἐπικρατεῖ δἐν αὐτῇ ποτὲ μὲν τὰ τοῦ ἐρυσιπέλατος ἴδια συμπτώματα, καὶ καλεῖται τὸ τοιοῦτον πάθος ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐρυσίπελας φλεγμονῶδες· ποτὲ δὲ τὰ τῆς φλεγμονῆς, καὶ ὀνομάζουσιν αὐτὸ τηνικαῦτα φλεγμονὴν ἐρυσιπελατώδη. εἰ δὲ τὰ μηδετέρου  ἐπικρατοίη σαφῶς, ἀλλἶσα φαίνοιτο, φλεγμονὴ καὶ ἐρυσίπελας μεμίχθαι λέγεται. τὸ μὲν οὖν ἀκριβὲς ἐρυσίπελας αὐτοῦ τοῦ δέρματος μόνου πάθος ἐστίν. οὐ μὴν γε φλεγμονὴ μόνων τῶν ὑποκειμένων τῷ δέρματι μορίων, ἀλλὰ μάλιστα μὲν τούτων, ἐνίοτε δὲ καὶ τοῦ δέρματος. καὶ ἔστιν αὐτὴ τἄλλα μὲν ὀδυνηρὰ τῆς ἑτέρας οὐδὲν ἧττον, ἄπεστι δαὐτῆς σφυγμός. ὅταν δὲ τὸ ἐπιῤῥέον αἷμα θερμὸν ἱκανῶς καὶ παχὺ, καθὅτι ἂν μόριον ἀθρόον ἐπιῤῥυῇ, τοῦτο καῦσαν ἕλκος ἐσχάραν ἔχον εἰργάσατο. τὸ πέριξ δαὐτοῦ πᾶν εἰς φλεγμονὴν ἐξαίρει, ζέουσάν τε καὶ δεινῶς ἐπώδυνον. ὀνομάζεται δὲ τὸ τοιοῦτον πάθος ἄνθραξ. ὅταν δὲ τὸ ἐπιῤῥέον αἷμα μέλαν καὶ παχὺ καὶ ἰλυῶδες καὶ ζέον, οἷόν περ τὸ προειρημένον, ἅμα δὲ καὶ ἰχῶράς τινας λεπτοὺς μεμιγμένους ἔχῃ, φλυκταίνας ἐπιπολῆς τοῦ δέρματος ἀνίστησιν, ὁμοίας ταῖς ἀπὸ πυρὸς ὧν ἐκρηγνυμένων τὸ ἐσχαρῶδες ὑπαὐταῖς ἕλκος εὑρίσκεται· καὶ ἔστιν ἄνθραξ ἤδη καὶ τοῦτο. τὰ μὲν οὖν τῆς φλεγμονῆς εἴδη τοσαῦτα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πάθους διαιρούμενα. πολλὰ δἂν ἴσως δόξειέ τις παραλελεῖφθαι τῷ πλήθει τῶν ὀνομάτων ἐξαπατώμενος, οἷον βουβῶνάς τε καὶ φύματα καὶ φύγεθλα καὶ ὀφθαλμίας καὶ περιπνευμονίας καὶ πλευρίτιδας καὶ ἄλλα πολλὰ τῶν ὁμοίως ὀνομαζομένων. ἅπαντα γὰρ ταῦτα φλεγμοναὶ μέν τινές εἰσιν, ἐν οἷς πρόσθεν εἶπον εἴδεσι περιεχόμεναι, διαφόρου δαὐτῶν ἕκαστον ἔτυχε προσηγορίας, τῶν πρώτως θεμένων αὐτὰς σύνθετον νόησιν αὐτοῦ τε τοῦ πάθους καὶ τοῦ δεδεγμένου ἅμα μέρους αὐτὸ, διἑνὸς ἑρμηνεῦσαι βουληθέντων ὀνόματος. ἔστι γὰρ μὲν βουβὼν καὶ τὸ φῦμα καὶ τὸ φύγεθλον ἀδένων παθήματα. βουβὼν μὲν φλεγμονή· φῦμα δὲ τὸ ταχέως αὐξόμενον καὶ πρὸς ἐκπύησιν ἐπειγόμενον· φύγεθλον δὲ τὸ λεγόμενον φλεγμονῶδες ἐρυσίπελας ἐρυσιπελατώδης φλεγμονή. οὕτω δὲ καὶ ὀφθαλμία μὲν τοῦ πεφυκότος ὑμένος τῷ κερατοειδεῖ φλεγμονή· πλευρῖτις δ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος· συνάγχη δὲ φάρυγγος· περιπνευμονία δὲ τοῦ πνεύμονος· ἑκάστου τε τῶν ἄλλων ἀνάλογον. τὰς μὲν οὖν ἐν τοῖς φαινομένοις μέρεσι τοῦ σώματος φλεγμονὰς ἕτοιμον γνωρίζειν· τὰς δἐν τοῖς ἀφανέσιν, αἳ καὶ τοὺς πυρετοὺς ἐπιφέρουσι πάντως, οὐκέθὁμοίως· ἀλλἐμοὶ μὲν δοκεῖ γνώμης τε πάνυ λεπτῆς τοιαύτη δεῖσθαι διάγνωσις, ἐμπειρίας τε τῆς φύσεως τῶν μορίων, ἣν ἐξ ἀνατομῆς τε ἅμα καὶ ἀκριβοῦς ἐπιστήμης ἐνεργειῶν τε καὶ χρειῶν ποριζόμεθα· περὶ μὲν δὴ τούτων ἐν ἑτέραις εἴρηται πραγματείαις. νῦν δοὐκέτἐγχωρεῖ, προστιθέναι τὸν περὶ τούτων λόγον, ἐξαίφνης σοι προσπεσούσης ἀναγκαίας ἀποδημίας. ὅπως δἄν τις τὰς ἐν τοῖς φαινομένοις μορίοις συνισταμένας φλεγμονὰς κάλλιστα ἰῷτο, τοῦτό σοι πρῶτον δίειμι τὴν ἀρχὴν ἀπὸ τοῦ πολλάκις τε γιγνομένου πάθους καὶ διαὐτὸ τοῦτο ὅλου τοῦ γένους τὴν προσηγορίαν ἀπενεγκαμένου ποιησάμενος. ἐφοὗ τοῦτο πρῶτον ἁπάντων φημὶ χρῆναι σκοπεῖν, ὅπερ κᾀν τοῖς ἄλλοις ἅπασι μεγίστην ἔχει δύναμιν, ἐξευρεῖν τὴν πρόφασιν τοῦ νοσήματος.
§2 Ἔστι γοῦν μία τις πρόφασις τῶν φαινομένων φλεγμονῶν, οὐ πάνυ τι λανθάνουσα τὸ καλούμενον ῥεῦμα, πλὴν εἴποτε συνδράμοι ταῖς διἄλλην τινὰ πρόδηλον αἰτίαν δοκούσαις γεγονέναι. ἡνίκα μὲν γὰρ οὐδεμιᾶς ἐκείνων προηγησαμένης ἐξαίφνης ἐφλέγμηνε τὸ μόριον, μὲν ἐργασαμένη τὸ πάθος αἰτία ῥεῦμα καλεῖται, τὸ πάθος δαὐτὸ ῥευματικὴ διάθεσις. καὶ χρὴ μάλιστἐπὶ τῶν τοιούτων φλεγμονῶν τὰς ἀρχὰς τῶν ἰάσεων χρηστὰς εἶναι. τὰ γὰρ ἐν αὐταῖς ἁμαρτήματα δυσιάτους καὶ παντάπασιν ἀνιάτους ἐργάζεται τὰς διαθέσεις. μέγιστα δἁμαρτήματα δύο ταῦτα, τό τε μηδεμίαν ὅλου τοῦ σώματος πρόνοιαν ποιεῖσθαι καὶ τὸ θερμαίνειν μὲν καὶ ὑγραίνειν ἔτι τὸ μέρος. ἄμφω δοἱ πολλοὶ τῶν ἰατρῶν ἁμαρτάνουσι. τινὲς μὲν γὰρ εἰσιν ἐκ τῆς μεθοδικῆς αἱρέσεως ἀναπεπεισμένοι καὶ τὰς φλεγμονὰς ἁπάσας στεγνὰ πάθη νομίζοντες καὶ χαλᾷν αὐτὰς ἡγούμενοι δεῖν. εἰσὶ δοἳ καὶ ἀλόγως τε καὶ ἀσκέπτως ἐκείνοις ἕπονται, μίαν ἀπολογίαν τοῦ κακῶς ποιεῖν ἔχοντες τὸ σὺν πολλοῖς ἁμαρτάνειν. ἀλλοὔτε τῶν δογματικῶν ἰατρῶν τις οὔτε τῶν ἐμπειρικῶν οὕτως ἐγίγνωσκεν. ἀλλὅπερ τε λόγος ὑπαγορεύει καὶ πεῖρα, τὸ μὲν ὅλον σῶμα κενοῦν ταῖς ἐνδεχομέναις κενώσεσι συμβουλεύουσιν, αὐτὸ δὲ τὸ φλεγμαῖνον μέρος ἐπιβρέχειν τε καὶ καταπλάττειν τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιῤῥέον δυναμένοις, κενοῦν δὲ τὸ ἤδη περιεχόμενον ἐν τῷ πεπονθότι τόπῳ· τόνον δὲ καὶ ῥώμην ἐντιθέναι τοῖς ἤδη πεπονηκόσι μορίοις. εἰς δὲ χρὴ βλέποντας κενοῦν, εἴρηται μὲν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἔτι διὀλίγων ὑπομνήσομεν· ὥστε κᾀν τοῖς ἑξῆς ἅπασι μεμνημένον σε μηκέτι δεῖσθαι καθἕκαστον πάθος ἀκούειν τοὺς ἐνδεικνυμένους σκοποὺς τὰς κενώσεις. ἡλικίαν μὲν οὖν καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν καὶ τὴν ῥώμην τοῦ κάμνοντος καὶ τὴν ἕξιν καὶ τὸ ἔθος καὶ αὐτὴν τὴν τοῦ νοσήματος ὑπόθεσιν ἐπιβλέπειν ἐφάσκομεν δεῖν. ἐκ τούτων γὰρ, ὅτε χρὴ κενοῦν μὴ κενοῦν καὶ ὅθεν καὶ ὅπως, εὑρεθήσεται, οἷον ἐπὶ τῆς προκειμένης διαθέσεως· εἰς γόνυ φερέσθω τὸ ῥεῦμα καὶ τοῦτἐπὶ πλεῖστον ἀθρόως ἐξαιρέσθω. φαινέσθω δέ σοι καὶ τὸ σύμπαν σῶμα μεστὸν αἵματος καὶ δύναμις τοῦ νοσοῦντος ἰσχυρὰ καὶ καιρὸς τοῦ ἔτους ἔαρ ἔστω καὶ τὸ χωρίον εὔκρατον καὶ νοσῶν μειράκιον νεανίσκος, οὗτος αἵματος κενώσεως τῆς ἐκ τῶν ἄνω χωρίων δεῖται καὶ χρὴ τεμεῖν αὐτοῦ τῶν ἐν ἀγκῶνι φλεβῶν, ἤτοι τὴν ἐντὸς τὴν μέσην. εἰ δὲ τῶν ἄνωθέν τι  ἐπεπόνθει, κάτωθεν ἀπάγειν τοῦ αἵματος. ἀεὶ γὰρ εἰς τοὐναντίον τὴν τοῦ ῥεύματος ὁρμὴν ἀντισπᾷν ξυμφέρει. καταπλάττειν δὲ τῷ διὰ τοῦ ἀειζώου καὶ λεπισμάτων ῥοιᾶς ἑφθῶν ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτων συγκειμένῳ· κάλλιστον γὰρ τοῦτό γἔν τε τοῖς τοιούτοις καὶ πάνθὅσων δεόμεθα δρᾷν δυνάμενον. ἀποκρούεται γὰρ τὸ ἐπιῤῥέον καὶ ξηραίνει τὸ περιεχόμενον καὶ ῥώννυσι τὰ πέριξ μόρια. καὶ ἄλλα δὲ μυρία φάρμακα κατὰ τὸν αὐτὸν τρόπον ἔνεστί σοι συντιθέναι. ὧν τὴν μέθοδον τῆς συνθέσεως ἐν τοῖς περὶ φαρμάκων μεμάθηκας. ὅθεν κᾀγὼ καθἕκαστον ἕν τί σοι παραγράψω καὶ ὑπόμνημά τε ἅμα καὶ παράδειγμα τῆς τῶν ἄλλων δυνάμεως ἐσόμενον. εἰ μὲν δὴ μὴ σφοδρῶς ὀδυνῷντο, τοῖς τοιούτοις χρῆσθαι· σὺν ὀδύνῃ δὲ μείζονι τοῦ ῥεύματος ἐμπεσόντος οὐ χρὴ μὲν οὐδοὕτως οὐδὕδωρ θερμὸν οὔτἔλαιον οὔτε τὰ διὰ τῶν πυρίνων ἀλεύρων προσφέρειν καταπλάσματα. πολέμια γὰρ ἅπαντα τὰ τοιαῦτα ταῖς ῥευματικαῖς διαθέσεσι, κᾂν εἰ παραχρῆμα δόξειε ῥᾳστώνην τινὰ φέρειν. ἀρκεῖ δὲ τῶν τοιούτων τινὶ παραμυθήσασθαι τὸ σφοδρὸν τῆς ὀδύνης, ὅσα διὰ γλυκέος τε καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐν ἀμφοῖν τετηκότος σύγκειται. χρὴ δὲ καὶ ταῦτἀναλαμβάνειν ἐρίοις. ῥυπαροῖς, οἴσυπον ὡς πλεῖστον ἔχουσι· καὶ θέρους μὲν ψυχρὰ· χειμῶνος δὲ χλιαρὰ προσφέρειν. οὕτω δὲ καὶ τὰ καταπλάσματα διἀρνογλώσσου καὶ φακῆς καὶ ἄρτου καὶ ῥοδίνου. μικρὸν δὑπεράνω τῶν πεπονθότων χωρίων ἐπιτιθέναι σπόγγον οἴνῳ στρυφνῷ βεβρεγμένον ὕδατι ψυχρῷ· κάλλιον δεἰ καὶ ὄξους ὀλίγον ἔχοι. καὶ εἰ μὲν ἐπὶ τοιούτοις ἀξιόλογός τις ὠφέλεια γένοιτο καὶ μηδαμοῦ πῦον ὑποφαίνοιτο, τοῖς πρὸς τὰ ῥεύματα μαλθακοῖς ἐμπλάστροις δεῖ χρῆσθαι· κάλλιστα δαὐτῶν, ὅσα ξηραίνειν τε ἅμα καὶ ἀπωθεῖσθαι δύναται τὸ ἐπιῤῥέον αἷμα χωρὶς ὀδύνης. ὥστε τά γε συντείνοντα σφοδρῶς καὶ διὰ τοῦτο ὀδυνῶντα πλεῖον ἀδικεῖ τοῖς ἀλγήμασιν ὠφελεῖ ξηραίνοντα. τοιοῦτον οὖν εἶναι χρὴ τὸ φάρμακον, οἷόν ἐστι τὸ σύνηθες ἡμῖν τὸ διὰ τῆς χαλκίτεως ἀνιέμενον ῥοδίνῳ. εἰ δὲ καὶ καθαρὸν ἔριον οἴνῳ στρυφνῷ βρέχων ἔξωθεν ἐπιβάλλοις αὐτῷ, πλέον ὀνήσεις. ὑποφαινομένου δὲ κατὰ τὸ μόριον πύου, καταπλάττειν μὲν ἀναγκαῖον ἅπαξ δίς που. καὶ ἄμεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον. παραπλέκειν δὁμοίως τι κᾀν τούτοις ὄξους οἴνου. καὶ διελόντα καὶ κενώσαντα τὸ πῦον φυλάττεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ὕδωρ. καὶ εἰ ἀπονίψαι ποτὲ δέοι τὸ τραῦμα, μελικράτῳ τε ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνομέλιτι χρηστέον. ἐπιτιθέναι δ’, εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασμα. μὴ φλεγμαίνοντος δὲ τῶν τε ἄλλων φαρμάκων τι τῶν ἐμπλαστῶν, οἷς ἐπὶ ταῖς τοιαύταις τομαῖς χρώμεθα καὶ οὐχ ἥκιστά γε τῷ διὰ τῆς χαλκίτεως. ἐπιτιθέναι δὲ καταὐτῶν ἔξωθεν σπόγγον ἔριον οἴνῳ βρέχοντας στρυφνῷ. μὴ παρόντος δὲ τοῦ στρυφνοῦ, τῷ ὕδατι μίξαντας ὄξους τοσοῦτον, ὡς πίνειν δύνασθαι, τούτῳ βρέχειν. ἐπιτήδειοι δεἰς ταῦτα καὶ ὅσοι θαλάττης ἔχουσιν οἶνοι. καὶ αὐτὸς δἂν ἐπὶ τοῦ καιροῦ τεχνήσαιο, μιγνύων ἁλῶν τῷ παρόντι. τῷ δὲ τραύματι μηδὲν τῶν λιπαινόντων φαρμάκων προσφέρειν, οἷον τό τε Μακεδονικόν ἐστι καὶ τὸ τετραφάρμακον καλούμενον· ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι. οὕτω μὲν ἰᾶσθαι δεῖ τὰς ἐπὶ ῥεύματι φλεγμονὰς.
§3 Τὰς δἐπί τινι τῶν ἄλλων αἰτίων ὑγραίνειν τε καὶ θερμαίνειν οὐδὲν κωλύει. καὶ εἰ ἐκπυῆσαι βουληθείης αὐτὰς, καταπλάττειν ἀλεύρῳ πυρίνῳ διἐλαίου τε καὶ ὕδατος ἡψημένῳ. καὶ εἴποτε καὶ ἀποσχάζειν δεήσειεν, οὐδὲ τοῦτο χρὴ δεδιέναι. τὰς δἐπὶ τοῖς ῥεύμασιν εἰ ἀποσχάσαις, μέγα τι κακὸν ἐργάσῃ καὶ μάλιστεἰ κατἀρχάς. ὅσαι γὰρ αὐτῶν χρόνου πλείονος οὖσαι μετά τε τὴν τοῦ παντὸς σώματος κένωσιν καὶ τὴν ἄλλην τὴν προσήκουσαν ἴασιν σκληρότητάς τινας μελανότητας ἐν τοῖς μέρεσιν ὑπολειπομένας ἔχουσι, τούτων ἀπάγειν τοῦ αἵματος οὐδὲν ἄτοπον· οὔτε γὰρ φλεγμονὰς τάς γε τοιαύτας ἔτι νομιστέον· ὥσπερ οὐδὲ ἐρυσίπελας ἔτι τὸ ἤδη πελιδνόν. καὶ γὰρ οὖν καὶ τοῦτο κατὰ τὰς ἀρχὰς μὲν ψύχειν χρὴ καὶ μάλισθὅταν ἄνευ φανερᾶς γένηται προφάσεως. ἡνίκα δἤδη τὸ ζέον ἄπεστιν αὐτοῦ, καὶ σχάσαι συμφέρει καὶ καταπλάσαι θερμῷ τῷ κριθίνῳ καὶ κηρωτὴν καὶ ἄλλο τι φάρμακον ἐντιθέναι τῶν διαφορούντων. οὐ μὴν ἀπό γε φλεβὸς αἷμα τῶν γε τοιούτων κενοῦν ἀναγκαῖον, ἀλλαἱ διὰ τῆς κοιλίας ὑποκαθάρσεις ἀρκοῦσι. διδόναι δὲ φάρμακον, χολὴν ξανθὴν ἄγει. μικροῦ δὄντος τοῦ παθήματος οὐδὲ τοῦτἀναγκαῖον, ἀλλἀρκεῖ κλύσαι δριμεῖ. τὰ δἐφἕλκεσιν ἐρυσιπέλατα καὶ ὅσα οὕτω φανερὰς ἔχει τὰς αἰτίας, οὐδεἰ παραχρῆμα βούλοιο καταπλάττειν ἀλεύρῳ κριθίνῳ καὶ μάλιστα καὶ προαποσχάσας, οὐδὲν βλάψεις. τὰς δὲ φλεγμονὰς τὰς ἐρυσιπελατώδεις καὶ τὰ φλεγμονώδη τῶν ἐρυσιπελάτων ἰᾶσθαι, μικτὴν μὲν ὡς οἷόν τε ποιούμενον τὴν ἐπιμέλειαν, ἐναντιούμενον δἀεὶ τῷ μᾶλλον κρατοῦντι. καὶ βουβώνων δὲ καὶ φυμάτων καὶ φυγέθλων παραπλησίαν ταῖς ἐν τοῖς ἄλλοις μέρεσι γιγνομέναις ὁμοίαις διαθέσεσι τὴν ἐπιμέλειαν ποιεῖσθαι, πλὴν ὅσα δριμυτέρων φαρμάκων ἐπὶ τοῖς αὐτοῖς παθήμασιν ἀνέχεσθαι πεφύκασιν, ὡς ἀδένες. τοὺς δἕρπητας τὰ μὲν περὶ τὴν τοῦ σώματος ὅλου κένωσιν ὁμοίως τοῖς ἐρυσιπέλασιν ἰᾶσθαι προσήκει· τὰ  δὲ περὶ τὴν αὐτοῦ τοῦ πεπονθότος μέρους οὐκ ἔθὁμοίως. ἅπαντες γὰρ οἱ ἀναβιβρωσκόμενοι ψύχεσθαι μὲν ἐθέλουσιν, ὡσαύτως τοῖς ἄλλοις ἕρπησί τε καὶ ἐρυσιπέλασιν· οὐ μὴν ὅσα γε σὺν τῷ ψύχειν καὶ ὑγραίνειν φάρμακα πέφυκε, ταῦτά γἔτι φέρουσιν, ἀλλὰ μόνον τῶν ψυχόντων προσίενται τὰ ξηραίνειν μάλιστα δυνάμενα. μὴ τοίνυν μήτε θριδακίνην αὐτοῖς μήτε πολύγονον μήτε τὸν ἀπὸ τῶν τελμάτων φακὸν τὸν ἕλειον λωτὸν ἀνθύλλιον ψύλλιον ἀνδράχνην σέριν ἀείζωον τι τῶν οὕτως ὑγραίνειν τε καὶ ψύχειν δυναμένων προσφέρειν, τοῖς ἐρυσιπέλασιν ἦν οἰκεῖα. ἀλλὰ μήτε σπόγγῳ ποτὲ θαῤῥήσῃς ὕδατι ψυχρῷ βεβρεγμένῳ μήτε στρύχνῳ, καί τοι καὶ τοῦτο ξηραίνειν τε καὶ ψύχειν πέφυκεν, ἀλλὰ μετρίως. οἳ δἄρα σφοδροτέρας κατὰ τὸν στρύχνον δέονται ξηρότητος. ἐπιπλάττειν οὖν αὐτοῖς χρὴ κατἀρχὰς μὲν ἕλικας ἀμπέλου καὶ βάτου καὶ κυνοσβάτου καὶ ἀρνογλώσσου. μετὰ δὲ ταῦτα τήν τε φακῆν μιγνύειν δεῖ καὶ μέλιτός ποτε καὶ ἀλφίτων καὶ τὸ προγεγραμμένον πρὸς τὰς ἐκ ῥεύματος φλεγμονὰς κατάπλασμα, περιελὼν αὐτοῦ τὸ ἀείζωον. αὐτὰ δὲ τὰ ἡλκωμένα κατάχριε φαρμάκοις τοῖς πρὸς ἕρπητας ἐπιγεγραμμένοις ἐν ταῖς φαρμακίτισι βίβλοις. πολλὰ δἐστὶ ταῦτα παρὰ πᾶσι καὶ εἰς κυκλίσκους ἀναπλάττεται τὰ πλεῖστα καὶ δεῖται χρωμένους ἀνίεσθαι γλυκεῖ. μὴ παρόντος δὲ γλυκέος, οἴνῳ λεπτῷ τε καὶ λευκῷ καὶ ὑποστύφοντι, οἷος τε Φαλερῖνος καὶ ῾Μασσαλιώτης καὶ Σαβῖνος καὶ Ἀδριανὸς καὶ Ἀρσύϊνος, μηδέπω μηδὲν ἐν τῇ γεύσει δριμὺ διὰ παλαιότητα κεκτημένοι. καὶ ὀξυκράτῳ δὑδαρεῖ ποτε χρησάμενος ἀντὶ τούτων οὐδὲν ἧττον ἂν ἔχοις. ἤδη δὲ καὶ χρονιζομένων τῶν ἑλκῶν μήτε γλυκεῖ λύειν τοὺς κυκλίσκους μήτε ὑδαρὲς ἔτι τὸ ὀξύκρατον ἔστω. καὶ τῶν οἴνων δὅσοι στύφουσιν ἱκανῶς ἀγαθοί· μάλιστα μὲν οἱ μέλανες, εἰ δἀποροῦμεν αὐτῶν, λευκοί. φάρμακα δἐν τῷδε τῷ καιρῷ μάλιστα μὲν ἁρμόσει αὐτοῖς, τό τε τοῦ Πολυείδου καὶ Πασίωνος καὶ τὸ Μούσα καὶ τὸ Ἄνδρωνος, ὅσα τἄλλα τούτοις ἔοικε. τοὺς δὲ τὰ ἐπιπολῆς μόνον ἑλκοῦντας ἕρπητας, εἰ μὴ πάνυ τι κεχρονικότες εἶεν, οὐδὲν χρὴ καταχρίειν τούτων, καίει γὰρ ἰσχυρῶς καὶ ξηραίνει σφοδρῶς, ἀλλἀρκεῖ τοῖς τοιούτοις ἕρπησιν, ὅσα κατὰ γλαυκίου δύναμίν ἐστι φάρμακα, λύεσθαι δὲ μάλιστα μὲν ὕδατι. μηδὲν δἀνύοντος αὐτοῦ καὶ ὄξους παραπλέκειν· εἰ δὲ καὶ στρύχνου δεύσειας χυλῷ ἀρνογλώσσου, μειζόνως ὠφελήσεις. ἐν δὲ τῷ καθόλου τοῦτό σε γιγνώσκειν χρὴ ἐπὶ παντὸς ἕλκους εἴταὐτομάτως εἴτἀπὸ συμπτώματος εἴτε καὶ τρωθεῖσιν εἴη γεγενημένον, ὡς ξηραίνεσθαι μὲν ἀεὶ βούλεται, φαρμάκῳ δὡς Ἱπποκράτης φησὶ μὴ περισκελεῖ τουτέστι μὴ δάκνοντι, μηδἐρεθίζοντι σφοδρῶς, πλὴν εἰ μὴ κακόηθές τε καὶ μετὰ σήψεως εἴη. τὰ γὰρ τοιαῦτα δριμυτάτων δεῖται φαρμάκων καὶ πυρὶ τὴν δύναμιν ἐοικότων, οἷόν ἐστι τό τε μίσυ καὶ χαλκίτις καὶ ἀρσενικὸν καὶ τίτανος καὶ σανδαράχη· καὶ γὰρ οὖν καὶ καίει παραπλησίως τῷ πυρὶ τὰ τοιαῦτα φάρμακα· πολλάκις δὲ καὶ τούτων νικωμένων αὐτῷ τῷ πυρὶ χρώμεθα. ταῦτἆρα καὶ τοῖς καλουμένοις ἄνθραξι καταὐτῆς τῆς ἐσχάρας, ἔνθα μάλιστα σήπεται τὸ μορίον, τῶν τοιούτων φαρμάκων ἰδέα πρόσφορος, οὐ μὴν τῷ πέριξ χωρίῳ, λήσεις γὰρ αὐτὸς ἑλκώσας αὐτὰ εἰς μηδὲν δέον, ἀλλὰ τοῖς προειρημένοις κυκλίσκοις χρηστέον, οἷος Ἀνδρώνιος. εἰ δέ ποτε ἔρευθος ἐπικρατοίη καὶ πολλὴ φλόγωσις, ἀνιέναι χρὴ γλυκεῖ τὸ φάρμακον ἀρνογλώσσου χυλῷ. εἰ δὄγκου μέγεθος ὑπάρχει, οἴνῳ μὲν στρυφνῷ τὸ πρῶτον, ἔπειτα δὲ καὶ ὄξει. καταπλάττειν δὲ τῷ τῶν ὀρόβων ἀλεύρῳ διὀξυμέλιτος· καὶ πρὸ τούτων ἁπάντων εὐθὺς κατἀρχὰς ἀφαιρεῖν αἵματος ἱκανὸν, ἤν γε μηδὲν κωλύῃ.
§4–6
§4 Τοιαῦται μέν τινες αἱ τῶν τοιούτων παθῶν ἰάσεις κατὰ γένος· ἐξαλλάττονται δὲ παρὰ τὰς τῶν πεπονθότων ὀργάνων φύσεις. τέτταρες δὲ ἀπὸ τούτων ἐνδείξεις εἰσὶν, ἐκ τῆς κράσεως αὐτῶν, ἐκ τῆς διαπλάσεως, ἐκ τῆς θέσεως, ἐκ τῆς δυνάμεως. ἐκ μὲν τῆς κράσεως, εἰ τὰ μὲν αὐτῶν ξηρότερα φύσει, τὰ δὑγρότερα, τὰ δὲ ψυχρότερα, τὰ δὲ θερμότερα γέγονε· καὶ κατὰ συζυγίαν ὑγρότερα καὶ θερμότερα ὑγρότερα καὶ ψυχρότερα ξηρότερα καὶ θερμότερα ξηρότερα καὶ ψυχρότερα κατὰ πᾶν εὔκρατα. καὶ χρὴ σκοπὸν εἶναί σοι ἐν ταῖς θεραπείαις τὴν φύσιν τοῦ μορίου. τὸ γὰρ μέχρι πόσου ψυκτέον ξηραντέον αὕτη διδάσκει. τὰ γὰρ σαρκώδη φλεγμαίνοντα βραχέως δεῖται ξηραίνεσθαι· καὶ μὲν δὴ καὶ ὅσα φλεβώδη, κᾂν μᾶλλον τῶν σαρκωδῶν ξηρότερα, ἀλλοὐδαὐτά γε ἱκανῶς. ὅσα δἀρτηριώδη τὴν φύσιν ἐστὶ μόρια, μᾶλλον ἔτι τῶν φλεβωδῶν καὶ τούτων ἔτι μᾶλλον τὰ νευρώδη, καὶ πολὺ δὴ μᾶλλον τούτων ὅσα χονδρώδη καὶ ὀστώδη. πρὶν γὰρ εἰς τὴν οἰκείαν ἐπανέλθοι φύσιν τὸ μέρος, οὐδέπω τέλος ἡγητέον ἔχειν τὴν ἴασιν. ἐπανάγει δεἰς τὴν ξηροτέραν μὲν κρᾶσιν, ὅσα φύσει ξηρότατα· εἰς δὲ τὴν ψυχροτέραν ὅσα ψυχρότατα. καὶ κατὰ τὰς ἄλλας δὲ δύο ποιότητας ὁμοίως· εἰς δὲ τὸ μέτριον ἐν ἑκάστῃ τὰ μέτρια. οὕτω μὲν αἱ κράσεις τῶν μορίων ποικίλλουσι τὰς τῶν παθῶν θεραπείας. αἱ δὲ διαπλάσεις ὡδί· τὰ μὲν γὰρ ἔνδον αὐτῶν εὐρύτητας ἔχει, τὰ δἔξωθεν, τὰ δἑκατέρωθεν, τὰ δοὐδετέρωθεν· οἷον τῶν μὲν ἁπλῶν αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ νεῦρα· αἱ μὲν ἐν τοῖς κώλοις ἔνδον αὐτῶν· αἱ δἐντὸς περιτοναίου καθἑκάτερα· νεῦρα δὲ τὰ μὲν ἐν τοῖς κώλοις, κατοὐδέτερον· ὅσα δἐντὸς περιτοναίου, κατὰ θάτερον. τοῖς δὲ σπλάγχνοις σχεδὸν ἅπασιν ἔνδοθέν τε καὶ ἔξωθέν εἰσιν  εὐρυχωρίαι μεγάλαι. καὶ προσέτι καὶ σὰρξ αὐτὴ μὲν τοῦ πνεύμονος μανή· ἔμπαλιν δ τῶν νεφρῶν πυκνοτάτη· καὶ μετὰ ταύτην τοῦ ἥπατος. δὲ τοῦ σπληνὸς εἰς ὅσον πυκνοτέρα τῆς τοῦ πνεύμονος, εἰς τοσοῦτον μανωτέρα τῆς τοῦ ἥπατος. ἐν ἅπασιν οὖν τούτοις ὅσα μὲν οὐδετέρωθεν ἔχει κοιλότητας ἐκδεχομένας τὸ περιττὸν τοῦ ῥεύματος, ἰσχυρῶς δεῖται ξηραίνεσθαι, κᾂν μὴ πάνυ ξηρὰ τὴν φύσιν , καθάπερ τὰ νεῦρα καὶ μάλιστα τὰ ἐν τοῖς κώλοις. ὅσα δἔξω τε καὶ εἴσω δύναται χαλάσαι τι τῆς φλεγμονῆς, οὐδὲν δεῖται τά γε τοιαῦτα τῶν ἱκανῶς ξηραινόντων καὶ μάλιστεἰ χαύνην ἔχοι τὴν σάρκα, καθάπερ πνεύμων. δἀπὸ τῆς θέσεως ἔνδειξις οὐδαὐτὴ παροπτέα· διὧν τε γὰρ χρὴ κενοῦν καὶ ὅπως καὶ ὅθεν, αὐτὴ μάλιστα διδάσκει. τῶν μὲν οὖν ἔτι ἐπιῤῥεόντων ἀντίσπασις, οὕτω γὰρ Ἱπποκράτης ὀνομάζει, τῶν δἤδη κατειληφότων τὸ μόριον ῥευμάτων, παροχέτευσις ἴαμα. ἄμφω δὲ τὰ εἴδη τῆς κενώσεως διὰ τῶν κοινῶν ποιεῖσθαι κελεύει φλεβῶν. οἷον τὰς ἐπὶ μητρῶν ἀντισπάσεις, εἰ τὴν ἐν ἀγκῶνι τέμνοις φλέβα παρὰ τοὺς τιτθοὺς σικύας προσβάλλοις εἰ τὰς χεῖρας θερμαίνοις τε καὶ ἀνατρίψαις καὶ διαδήσαις. παροχετεύσεις δὲ τὰς ἐν ἰγνύαις σφυροῖς διαιρῶν καὶ σικύας μηροῖς προσβάλλων καὶ θερμαίνων καὶ ἀνατρίβων καὶ διαδῶν τὰ σκέλη. καὶ εἰ μὲν δεξιὰ μήτρα πεπόνθοι, ἐκ δεξιᾶς χειρὸς καὶ σκέλους ἀπάγων τὸ αἷμα. τῆς δἀριστερᾶς πεπονθυίας ἐκ τῶν ἐν ἐκείνῃ κατεὐθὺ κώλων. τὸ γὰρ καθἵξιν ὑπαὐτοῦ λεγόμενον αὐτὸ τοῦτἔστι τὸ κατἰσότητα. τέμνειν δὲ τὰς ἔνδον φλέβας τοῦ Ἱπποκράτους· αὗται γὰρ ἐγγυτέρω τε τῶν πεπονθότων μορίων καὶ μᾶλλον κατεὐθύ. καὶ γὰρ εἰ σπληνὸς φλεγμαίνοντος κενοῦν αἵματος ἐθέλοις, τῆς ἀριστερᾶς χειρὸς τὰς ἔνδον φλέβας τέμνειν, καὶ εἰ ἥπατος, τῆς δεξιᾶς ὡσαύτως. εἰ δέ τι τῶν ἄνωθεν εἴη φλεγμαῖνον, ὡς ἐν συνάγχαις τε καὶ ὀφθαλμίαις καὶ ὅσα περὶ κεφαλὴν, τὰς ἔξωθέν τε καὶ κατεὐθύ· τῶν κώλων δαὐτῶν πεπονθότων ἀπὸ τῶν ὁμοζύγων κένωσις, εἴτε ἀντισπᾷν εἴτε παροχετεύειν ἐθέλοις, πλὴν εἰ μὴ χρόνιον εἴη τὸ πάθημα. τηνικαῦτα γὰρ ἀπαὐτοῦ τοῦ πεπονθότος. οὕτως οὖν κᾀπὶ τῶν συναγχικῶν τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας τέμνομεν, ὅταν ἡμῖν τὸ μὲν ὅλον ἤδη σῶμα κενὸν , χρονίζῃ δὲ τὸ πάθος. οὕτω δὲ καὶ σπληνὶ καὶ ἥπατι σικύας προσβάλλομεν. οὕτω δὲ καὶ ἄλλο τι καὶ ἄλλο μέρος πεπονθὸς ἀποσχάζομεν, οὐκ ἐπιῤῥεόντων ἔτι τῶν χυμῶν· ἐρεθιεῖς γὰρ αὐτοὺς ἐν τῷδε μᾶλλον καὶ διπλάσιον ἐργάσῃ τὸ κακόν· ἀλλὅταν ἤδη τὸ μὲν ὅλον ἀπέριττον σῶμα, μηδὲν δἐπιῤῥέῃ νῦν, ἴσχηται δέ τι τοῦ παλαιοῦ ῥεύματος ἐν τῷ μορίῳ. καὶ μὴν καὶ ὅτι τὰ μὲν ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἐποὖρα χρὴ προτρέπειν, τὰ δἐν τοῖς σιμοῖς ἐπὶ τὴν κάτω διαχώρησιν, θέσις ἐδίδαξε τοῦ σπλάγχνου. καὶ ὅτι θώρακα μὲν καὶ πνεύμονα διὰ βηχῶν ἐκκαθαίρειν· γαστέρα δὲ καὶ στόμαχον διἐμέτων· ἔντερα δὲ ταῖς κάτω διαχωρήσεσιν· ὥσπερ οὖν καὶ σπλῆνα καὶ νεφροὺς μὲν ταῖς διοὔρων· μήτραν δὲ ταῖς διὰ τῶν καταμηνίων· ἐγκέφαλον δὲ καὶ μήνιγγας ταῖς διὑπερώας καὶ γαργαρεῶνος καὶ ῥινῶν καὶ ὤτων. ἀλλὰ καὶ ὅτι τοῖς μὲν ἐπιπολῆς μορίοις τοιοῦτον εἶδος χρὴ φαρμάκων προσφέρειν, οἵου δεῖται τὸ πάθος· τοῖς δἐν τῷ βάθει καὶ διὰ πολλῶν τῶν μεταξὺ μέλλουσιν ὁμιλήσειν ταῖς δυνάμεσειν αὐτῶν, οὐχ οἷον νῦν ἐστιν, ἀλλοἷον ἔσεσθαι μέλλει παρὰ τῆς θέσεως τῶν μορίων ἐμάθομεν. ὥστεἴ τι τῶν ἔξωθεν ἐπιτιθεμένων εἴτε τῶν ἐσθιομένων πινομένων εἴη τὸ φάρμακον, οὐ τὴν παροῦσαν αὐτοῦ δύναμιν ἐπισκεπτέον, ἀλλοἵαν ἕξει πλησιάζον τῷ πεπονθότι μορίῳ. ταῦτἄρα ταῖς τοῦ πνεύμονος φλεγμοναῖς, ὅσα προσφέρουσιν ἔξωθεν ἐπιπλάσματα, τῷ θώρακι περιβάλλοντες ἰσχυρότερα πολὺ καὶ δριμύτερα τὴν φύσιν ἐστὶν εἰ αὐτῷ τῷ σπλάγχνῳ προσεφέρετο. διὰ πολλῶν γὰρ τῶν μεταξὺ σωμάτων τὸ ἐντυγχάνειν μέλλον τῷ πεπονθότι μορίῳ παροδεῦον πάντως ἂν ἐξελύθη τε καὶ ἠμαυρώθη τὴν δύναμιν, εἰ ἐξ ἀρχῆς ἦν ἀσθενές. τοσοῦτον οὖν αὐτοῖς ἐπικτήτου ἰσχύος διδόναι προσῆκεν, ὁπόσον ὁδὸς ἀφαιρεῖται· ὥστε ἶσον καθίστασθαι τὸ λειπόμενον τῷ διὰ τοῦ ψαύειν ὠφε λοῦντι. ταῦτἄρα καὶ αὐτοῦ τοῦ θώρακος τοῖς μὲν ἐπιπολῆς φλεγμαίνουσιν ἱκανὰ, τὰ χαλᾷν μόνον δυνάμενα· τοῖς δἔνδον, ὥσπερ καὶ τῷ ὑμένι τῷ ὑπεζωκότι, δριμυτέρων δεῖ. καὶ περὶ σπληνὸς δὲ καὶ ἥπατος καὶ πάντων τῶν ἔνδον τοῦ περιτοναίου μορίων αὐτὸς λόγος. ἑλκοῦται γὰρ πολλάκις ὑπὸ τῶν ἐπιτιθεμένων φαρμάκων τὸ δέρμα, καί τοι πολὺ σκληρότερόν τε καὶ δυσπαθέστερον ὑπάρχον τῶν σπλάγχνων. καὶ εἰ δυνατὸν ἦν αὐτοῖς τοῖς σπλάγχνοις ἐπιβάλλειν, ὧν ἑκάστοτε δέονται, τοσούτῳ μαλακωτέρων φαρμάκων ἂν ἐδεήθησαν, ὅσῳ καὶ φύσις αὐτῶν ἐστιν εὐπαθεστέρα. καὶ μὲν δὴ καὶ ὅσα κελεύουσί τε ἐσθίειν καὶ πίνειν φάρμακα τοῖς τῶν σπλάγχνων παθήμασιν ἀρωγὰ, καὶ ταῦτα πολὺ δριμύτερά τε καὶ ἰσχυρότερά ἐστι ταῖς δυνάμεσιν οἵων δεῖται τὰ πάσχοντα μόρια, πλὴν τῶν γαστρὶ καὶ στομάχῳ συμφερόντων· ταῦτα γὰρ μόνα τοιαῦτα διδόασιν, οἵων χρῄζει τὰ πάθη· τὰ δἄλλα πάντα δριμύτερα καὶ ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι· καὶ μάλισθὅσα νεφρῶν πνεύμονος ἕνεκα δίδονται. σκοπεῖν οὖν ὅσον ἀριθμὸν μορίων διεξέρχεται, τὸ μέλλον εἰς πνεύμονα φέρεσθαι. πρῶτον μὲν στόμα καὶ φάρυγγα καὶ στόμαχον· ἔπειτα δαὐτὴν τὴν γαστέρα καί τινα τῶν λεπτῶν ἐντέρων· εἶτα τὰς ἐν τῷ μεσεντερίῳ φλέβας· εἶτα τὰς ἐν τοῖς σιμοῖς τοῦ ἥπατος· ἐξ ὧν εἰς τὰς ἐν τοῖς κυρτοῖς μεταληφθὲν, ἐντεῦθεν  εἰς τὴν κοίλην φλέβα ἔρχεται, μεθἣν εἰς καρδίαν· ἔπειθοὕτως εἰς πνεύμονα. καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς οὐ καθἕκαστον τούτων τῶν μορίων, χυμοῖς τέ τισιν ἀναμίγνυται καί τινα μεταβολὴν καὶ ἀλλοίωσιν οἰκείαν τῇ φύσει τοῦ σπλάγχνου δέχεται. ὥστε τὸ καταλειπόμενον αὐτοῦ τῆς δυνάμεως παντελῶς ἐστι μικρὸν καὶ ἀμυδρὸν ὅσον αὔταρκες εἰς τὴν ὠφέλειαν τοῦ πεπονθότος. μὲν οὖν παρὰ τῆς θέσεως τῶν μορίων ἔνδειξις εἰς τοσοῦτον ἄρα τὴν θεραπείαν ὑπαλλάττει· δὲ παρὰ τῆς δυνάμεως εἰς ὅσον νῦν ἐρῶ. ἐπειδὴ τῶν μορίων τοῦ σώματος τὰ μὲν ἐπιῤῥύτοις διοικεῖται δυνάμεσι, τὰ δὲ καὶ συμφύτοις· τούτων δαὐτῶν τὰ μὲν ἑαυτοῖς μόνοις, τὰ δὲ καὶ ἄλλοις ἀρχαὶ δυνάμεών εἰσι· καὶ τῶν μὲν ἴδιον τοὖργόν ἐστι, τῶν δὲ κοινὸν, ἀναγκαῖον ὑπαλλάττεσθαι τὸ τῆς θεραπείας εἶδος ἐν ἑκάστῃ τῶν εἰρημένων διαφορῶν. πολλὰ γὰρ τῶν προειρημένων βοηθημάτων λύει μὲν τὰ πάθη, βλάπτει δὲ τὰς συμφύτους τῶν μορίων δυνάμεις, ὧν δὲ βλάβη παντὶ τῷ σώματι διαφέρει, διττῶς τούτου γιγνομένου, παρὅσον ἤτοι δυνάμεώς ἐστιν ἀρχὴ τὸ σπλάγχνον, ἅπασι τοῖς μέρεσι κοινὴ τοὖργον αὐτοῦ παντὶ τῷ σώματι χρήσιμον. ἧπαρ μὲν γὰρ καὶ καρδία καὶ ἐγκέφαλος καὶ ὄρχεις ἀρχαὶ δυνάμεών εἰσι κοιναὶ ὅλῳ τῷ σώματι. γαστρὶ δὲ καὶ μήτρᾳ ἔμφυτοι μὲν αἱ δυνάμεις καὶ οὐδενὸς ἄλλου κοιναί. τό γε μὴν ἔργον τὸ μὲν τῆς γαστρὸς ἅπαντι τῷ σώματι χρήσιμον· τὸ δὲ τῶν μητρῶν οὐκέτι. βλάπτει δὲ πολλάκις τοῦ πάθους ἴασις τὴν δύναμιν τοῦ μέρους· τά τε γὰρ ἀμέτρως χαλῶντα λύει τὸν τόνον, ὥστε καὶ τὴν δύναμιν τοῦ μέρους· τὰ δὑπερβαλλόντως ψύχοντα σβέννυσι τὸ ἔμφυτον θερμὸν, τάχα μὲν, ὥς τισιν ἔδοξε τῶν ἀρίστων ἰατρῶν τε καὶ φιλοσόφων, οὐσία τῶν δυνάμεών ἐστιν, εἰ δὲ μὴ, ἀλλὰ τό γε πρῶτόν τε καὶ ἀναγκαιότατον αὐτῶν ὄργανον. ἤδη δὲ καὶ ποιότητές τινες ἄτοποι καταλυτικαὶ τῶν δυνάμεών εἰσιν. οὐδὲν οὖν τούτων χρὴ παρέρχεσθαι κατὰ τὰς ἰάσεις, ἵνα μή ποτε λάθωμεν ἡμᾶς αὐτοὺς εἰπόντας τὸ μὲν πάθος ἐθεραπεύθη, δὲ ἄνθρωπος ἀπέθανεν· ὅπερ ὁσημέραι γιγνόμενον ὁρᾷς ὑπὸ τῶν πλείστων, ὅσοι τήν τε ἄλογον τριβὴν πρεσβεύουσι καὶ τὴν ἅπασι τοῖς τῆς τέχνης καλοῖς λυμηναμένην αἵρεσιν μεθοδικὴν, τινας λόγους μεταδιώκει δογματικοὺς μὲν, ἀλλὰ καὶ πολλῶν ἁμαρτημάτων ἀνάπλεως. ἐν τῇ παρὰ τῆς δυνάμεως ἐνδείξει τῶν μορίων εἴη δἂν καὶ τὸ δυσαίσθητον εὐαίσθητον ὑπάρχειν αὐτό. τὰ γὰρ εὐαίσθητα δριμέων οὐκ ἀνέχεται φαρμάκων, ὥσπερ οὐδὲ χυμῶν. ἐν γοῦν τῷ στόματι τῆς κοιλίας δριμέος τινὸς χυμοῦ περιεχομένου συγκόπτονται πολλάκις· εἰ δὲ τὰ μετριώτατα πάσχοιεν, ἀλύουσί τε καὶ ναυτιῶσι, ποτὲ μὲν ἐμοῦντες τὸν λυποῦντα χυμὸν, ἔσθὅτε δὲ μάτην σπαραττόμενοι· καὶ γίνεται τοῦτο κατἐκείνας μάλιστα τὰς διαθέσεις, ἐν αἷς εἰς τὸ στόμα τῆς γαστρὸς μοχθηρὸς ἀναπίνεται χυμός. ὁμοίως δὲ καὶ τοῖς ὀφθαλμοῖς ἐπιῤῥέων τοιοῦτος χυμὸς ὀδυνηρότατός ἐστι καὶ φλυκταίνας ἑλκώδεις τε καὶ δυσιάτους ἐργάζεται. ὡσαύτως οὖν οὐδὲ τῆς τῶν δριμέων φαρμάκων ὁμιλίας ὀφθαλμὸς ἀνέχεται διὰ τὴν εὐαισθησίαν, ὥσπερ οὐδὲ τὸ στόμα τῆς γαστρός. οὐ μὴν οὐδἐπικειμένου τινὸς ἔξωθεν βαρύνοντος, ἀνέχεται ταῦτα τὰ μόρια· καὶ μᾶλλόν γε τῆς γαστρὸς ὀφθαλμός· ὅπου γἐνίοτε καὶ πρὸς τῶν ἐπιχριομένων φαρμάκων βαρύνεται. τὰ δἀναισθητότερα μόρια καὶ καταπλασμάτων ἀνέχεται βαρέων καὶ φαρμάκων δακνόντων. εἰ γοῦν πέμπτην τις ἐθέλοι πρὸς ταῖς εἰρημέναις τέτταρσι τὴν ἀπὸ τῆς εὐαισθησίας ἔνδειξιν ἀριθμεῖν, εἴτοὖν περιλαβεῖν τὴν κατὰ δύναμιν, οὐδὲν ὡς πρὸς τὸ καλῶς ἰᾶσθαι διαφέρει. τούτων οὖν ἀεὶ χρὴ μεμνῆσθαι τῶν ἐνδείξεων ἐπὶ παντὸς μορίου πάσχοντος ὁτιοῦν πάθος. τε γὰρ κρᾶσις αὐτοῦ καὶ διάπλασις τε θέσις καὶ δύναμις ὑπαλλάξει τὰς κατὰ μέρος ἡμῶν ἐνεργείας φυλαττομένου τοῦ κοινοῦ σκοποῦ· τοῦτον γὰρ ἔφαμεν ἐκ τοῦ πάθους ἀεὶ δεῖν λαμβάνεσθαι. τὰ μὲν οὖν κατὰ ψιλὴν καὶ μόνην δυσκρασίαν γιγνόμενα νοσήματα διὰ τῶν ἐναντίων ποιοτήτων θεραπεύεται· θερμὴ μὲν δυσκρασία διὰ τῶν ψυχόντων, εἴτοὖν πρώτως εἴτε καὶ κατὰ συμβεβηκὸς εἴη ταῦτα ψύχοντα· ψυχρὰ δὲ διὰ τῶν θερμαινόντων. οὕτω δὲ καὶ ξηρὰ μὲν διὰ τῶν ὑγραινόντων· ὑγρὰ δὲ διὰ τῶν ξηραινόντων. περὶ δὲ τοῦ πρώτως θερμαίνοντος κατὰ συμβεβηκὸς ἐπὶ πλεῖστον, ὡς οἶσθα, ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπεσκεψάμεθα πραγματείᾳ, ἐπιδεικνύντες ἐνίοτε καὶ τὸ πρώτως ψῦχον θερμαίνειν κατά τι συμβεβηκὸς, ὥσπερ καὶ τὴν τοῦ ψυχροῦ κατάχυσιν ὕδατος, ὅταν ἐπανάκλησιν θέρμης ποιῆται· καὶ τὴν τοῦ θερμοῦ ψύξιν, ὅταν ἀραιῶσαν τὸ σῶμα διαφορήσῃ τὴν ἐν αὐτῷ θερμασίαν. αἱ μὲν οὖν κατὰ μόνας τὰς δραστικὰς ποιότητας ἀλλοιώσεις τῶν σωμάτων ὑπὸ μόνης τῆς διὰ τῶν θερμαινόντων τε καὶ ψυχόντων ὑγραινόντων τε καὶ ξηραινόντων δυνάμεως εἰς τὸ κατὰ φύσιν ἄγονται, μὴ δεόμεναι κενώσεως αἰσθητῆς. αἱ δὲ διἐπιῤῥοὴν ὕλης, εὐκράτου μὲν οὔσης αὐτῆς, κενώσεως χρῄζουσι μόνης, δυσκράτου δὲ, κενώσεώς τε ἅμα καὶ τῆς διὰ τῶν ἐναντίων ποιοτήτων ἀλλοιώσεως· κενώσεως μὲν, ὥσπερ αἱ ῥευματικαὶ καλούμεναι, περὶ ὧν ἓν ἡμῖν, ὡς οἶσθα, γέγραπται βιβλίον· ἐν καὶ τοῦτο εὐθέως κατἀρχὰς ἐδείχθη, τὸ τῆς θρεπτικῆς δυνάμεως ὅλου τοῦ σώματος ἀῤῥωστούσης, γίγνεσθαι τὰς διαθέσεις ταύτας, ῥεούσης τῆς ἀθροιζομένης περιουσίας εἰς τὰ πάντων ἀτονώτατα μόρια. τοῦ μέν τοι ῥέοντος αἵματος εἰς τὰ τοιαῦτα μόρια κατὰ τὰς ῥευματικὰς διαθέσεις ἔχοντός τινα κακοχυμίαν διάθεσις γίνεται μικτὴ· καὶ γίγνοιτ’  ἂν ἴσως τοῦτο σπανιώτατα. διὰ παντὸς γὰρ ὤφθη μοι, χωρὶς φλέγματος ξανθῆς χολῆς μελαίνης αἷμα τῇ συστάσει λεπτὸν ἐπιῤῥέον. ἐξ ἄλλης δέ τινος αἰτίας εἰς ὄγκον ἀρθέντος τοῦ μορίου σκοπεῖν εἴτε φλεγμονὴ τὸ πάθος ἐστὶν εἴτε σκίῤῥος εἴτε οἴδημα, φλεγμονὴν ὀνομαζόντων ἡμῶν ἅπασαν τὴν θερμὴν καὶ οἷον φλογώδη διάθεσιν, ἧς τὰς διαφορὰς ὀλίγον ἔμπροσθεν εἴπομεν. ὥρα τοίνυν ἤδη περὶ τῶν οἰδημάτων ὑποθέσθαι σοι διὰ βραχέων, ἀναμνήσεως ἕνεκεν ὧν κατὰ διέξοδον ἤκουσας ἡμῶν λεγόντων.
§5 Ὀνομάζομεν οὖν οἴδημα τὸν ἀνώδυνον μὲν καὶ χαῦνον ὄγκον. ἐπιδέδεικται δ οὗτος ἐκ φλεγματώδους οὐσίας γιγνόμενος πνεύματος ἀτμώδους, ὁποῖόν τι καὶ κατὰ τὰ νεκρὰ γίνεται σώματα καὶ κατὰ τοὺς πόδας τε καὶ σκέλη πολλάκις, ἐν ὑδερικαῖς διαθέσεσι καὶ φθόαις καὶ καχεξίαις ἑτέραις. ἀλλἐπἐκείνων μὲν σύμπτωμά ἐστι τὸ τοιοῦτον οἴδημα διαθέσεων ἐπισφαλῶν, οὐδεμιᾶς ἰδίας ἐξαιρέτου θεραπείας δεόμενον αὐτό. καὶ γὰρ ἀνάτριψις μόνη διὀξυῤῥοδίνου καί ποτε διἁλῶν καὶ ἐλαίου καὶ τῶν ἁλῶν ἐμβληθέντων τῷ ὀξυῤῥοδίνῳ κατέστησεν αὐτὸ καὶ ἄλλα πολλὰ τοιαῦτα. διὰ δὲ τὸν φλεγματικὸν χυμὸν ἐπιῤῥυέντα μορίῳ, ἐπιγενομένου τοῦ πάθους, ἐνίοτε μὲν σπόγγος ὕδατι βεβρεγμένος ὀλίγον ὄξους ἔχων κατέστησε τὸ πάθος· εἰ δὲ μὴ καταστήσειε, βραχὺ πλεῖον ἐπιβλητέον τοῦ ὄξους, ὥστε τὸ μὲν σύμμετρον τοιοῦτον εἶναι κατὰ τὴν κρᾶσιν, ὡς δύνασθαί τινα καὶ πίνειν αὐτοῦ. τούτου δὲ τὸ μὲν ὑδαρέστερον ἐν ἀρχῇ παραληπτέον ἐπὶ μαλακῶν μάλιστα σωμάτων· τὸ δἰσχυρότερον ἐπί τε γενναίων καὶ σκληρὸν ἐχόντων δέρμα καὶ πρὸς τὰς πρώτας ἐπιθέσεις τοῦ σπόγγου μηδὲν ὠφεληθέντων. εἶναι δὲ χρὴ τὸν σπόγγον πάντως καινόν· εἰ δὲ μὴ παρείη τοιοῦτος, ἔστω ἀκριβῶς ἐκπεπλυμένος ἀφρονίτρῳ τε καὶ νίτρῳ καὶ τῇ καλουμένῃ κονίᾳ στακτῇ. μὴ παυσαμένου δὲ μηδἐπὶ τούτοις τοῦ οἰδήματος, ἐπεμβάλλειν χρὴ βραχὺ στυπτηρίας καὶ τὸν σπόγγον πάντως ἐπιτιθέναι καινόν. εἰ δὲ καὶ κατά τι τῶν κώλων τὸ τοιοῦτον οἴδημα γένοιτο, τῆς ἐπιδέσεως ἐκ τῶν κάτω μερῶν ἀρχόμενον ἄνω τελευτᾷν τὴν ἐπιβολὴν καὶ τὴν πίεσιν καὶ τὴν σύμπασαν νομὴν ὡς ἐπὶ καταγμάτων ποιούμενον. γάρ τοι σκοπὸς τῆς θεραπείας ἐπὶ τῶν τοιούτων παθῶν μικτός ἐστι· τὸ μέν τι διαφορεῖν τῆς οὐσίας αὐτῶν, τὸ δέ τι συνάγειν καὶ σφίγγειν. εἰ τοίνυν ἐπὶ τοῖς προειρημένοις μὴ καθίσταιτο, τότε τῶν ἰσχυροτέρων φαρμάκων μικτὴν ἔχει τὴν κρᾶσιν ἐκ τῶν εἰρημένων δυνάμεων ἐπιβάλλειν. ἐγὼ δὲ ἐπὶ κεχρονικότος οἰδηματώδους ὄγκου προϋπαλείψας ἐλαίῳ τὸ μόριον εἶτἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον, οἶδα τελέως ἐκθεραπευθὲν τὸ πάθος, οὐκέτι δηλονότι τῆς τοιαύτης ἀγωγῆς σκοπὸν ἐχούσης, τὸ μικτὸν τῶν δυνάμεων, ἀλλἐπὶ τὸ διαφορητικόν τε καὶ τμητικὸν ἀποκλινάσης, ὅπερ ἐπὶ τῶν χρονιζόντων σχεδὸν ἁπάντων ἴσμεν εὐδοκιμοῦν. ἐπεὶ δὲ καὶ περὶ τῶν οἰδημάτων αὐτάρκως εἴρηται πρός γε σὲ, περὶ τῶν σκιῤῥωδῶν ὄγκων ἐφεξῆς ἂν εἴη ῥητέον.
§6 μὲν οὖν ἀκριβὴς σκίῤῥος ὄγκος ἐστὶ παρὰ φύσιν ἀναίσθητός τε καὶ σκληρός. δοὐκ ἀκριβὴς οὐκ ἀναίσθητος μὲν παντάπασι, δυσαίσθητός γε μήν ἐστι πάντως. μὲν οὖν ἀναίσθητος σκίῤῥος ἀνίατος. δὲ δυσαίσθητος οὐκ ἀνίατος μὲν, οὐ μὴν εὐίατος. γίνεται γὰρ ἐκ γλίσχρου καὶ παχέος χυμοῦ δυσλύτως ἐμπλαττομένου τοῖς σκιῤῥουμένοις μορίοις· ἐνίοτε μὲν οὖν εὐθὺς ἐξ ἀρχῆς κατὰ βραχὺ συνίσταταί τε καὶ αὐξάνεται. τὰ πολλὰ δὑπὸ τῶν ἰατρῶν κατασκευάζεται, στυψάντων καὶ ψυξάντων σφοδρῶς ἐρυσιπέλατά τε καὶ φλεγμονάς. ἐὰν μὲν οὖν τις τὰ ἰσχυρῶς διαφοροῦντα τοῖς σκιῤῥουμένοις σώμασι προσφέρῃ φάρμακα καὶ σαφῆ μείωσιν ἐργασάμενος τοῦ σκίῤῥου, χρόνῳ βραχεῖ θαῤῥήσει περὶ τῆς παντελοῦς θεραπείας οὐκ ἀληθῶς, ἀγνοῶν ὅτι τῷ τοιούτῳ τρόπῳ τῆς θεραπείας τὸ λείψανον τοῦ πάθους ἀνίατον γίνεται. διαφορηθείσης γὰρ ἐξ αὐτοῦ τῆς λεπτομεροῦς ὑγρότητος λοιπὴ ξηρανθεῖσα λιθώδης ἀποτελεῖται. οὔκουν χρὴ σφοδρῶς ξηραίνοντι τὰ σκιῤῥούμενα μόρια θεραπεύειν φαρμάκῳ, ἀλλὰ θερμασίαν μὲν ἔχειν χλιαρὰν, ὑγρότητα δοὔτε πολλὴν οὔτε παντάπασιν ἐλαχίστην. τὸ μὲν γὰρ ὑπερβαλλόντως ὑγρὸν οὐδὅλως διαφορεῖ· τὸ δὀλιγοστὴν ἔχον ἰκμάδα ξηραίνει σφοδρότερον προσήκει. χρὴ τοίνυν ὑπὲρ τοῦ μέλλοντος ὀνήσειν φαρμάκου. τὸ σκιῤῥούμενον σῶμα τοῖς ἐν ἡλίῳ χεομένοις ὅμοιόν τι πάσχειν. ὀνομάζεται δὲ τὰ τοιαῦτα φάρμακα μαλακτικά· καὶ λέλεκται περὶ αὐτῶν ἐπὶ πλέον ἐν τῷ πέμπτῳ τῆς περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείας. καὶ τὰ παραδείγματα αὐτῶν εἴρηται, τά γε ἁπλᾶ μυελοί τε σύμπαντες καὶ στέατα. πρωτεύει δὲ τῶν μὲν μυελῶν πάντων ἐλάφειος· εἶτα μόσχειος. στεάτων δὲ ἐν μὲν τοῖς πτηνοῖς ζώοις τὸ χήνειον· ἐν δὲ τοῖς πεζοῖς τὸ λεόντειον. ἐφεξῆς δὲ χηνείῳ μὲν τὸ τῆς ἀλεκτορίδος· λεοντείῳ δὲ τὸ τῶν παρδάλεων καὶ τὸ τῶν ἄρκτων· εἶτα τὸ τῶν ταύρων. τὸ δὲ τῶν αἰγῶν παχύτερόν τε τούτων ἐστὶ καὶ ξηρότερον· ἔτι δὲ μᾶλλον αὐτοῦ τὸ τῶν τράγων. ὅτι δοὐ δεῖται τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων τὸ πάθος τοῦτο, προείρηται. περὶ δὲ τῆς κατὰ λεπτομέρειάν τε καὶ παχυμέρειαν αὐτῶν διαφορᾶς ἐνδεικτικῶς μὲν εἴρηται, σαφῶς δοὐδέπω. διὸ νῦν ἀναμνῆσαί σε προσήκει τῶν ῥηθέντων ἡμῖν πρὸς ἀλλήλους, ὅτε τὸ τοῦ Κερκυλλίου παιδάριον ἐθεράπευον, ἐξ ἐρυσιπέλατος σφοδρῶς στυφθέντος τε καὶ ψυχθέντος ὄγκον σκιῤῥώδη ἔχοντος ἐν ὅλῳ τῷ μηρῷ. λεπτομερῆ γὰρ ἡμῖν ἐφαίνετο δεῖν εἶναι τὰ μέλλοντα θεραπεύειν αὐτὸ φάρμακα, διὸ κατήντλουν ἐλαίῳ τὸν μηρὸν, ἐν σκάφῃ καθίζον βαθείᾳ  τὸ παιδάριον, ἐχούσῃ πλῆθος ἐλαίου τοῦ Σαβίνου, διότι λεπτομερέστατον ἔλαιον ἴσμεν ἁπάντων αὐτό. λουτροῦ δἀπεῖχον ὅτι μὴ διὰ πλειόνων ἡμερῶν ἕνεκα τῆς τοῦ παντὸς ἐπιμελείας σώματος. μετὰ δὲ τὴν εἰρημένην κατάντλησιν τὰ διὰ τῶν εἰρημένων μυελῶν τε καὶ στεάτων φάρμακα προσέφερον, ἐνίοτε δὲ καὶ βδελλίου τοῦ Σκυθικοῦ μιγνὺς καὶ μαστίχης Αἰγυπτίας καὶ ἀμμωνιακοῦ θυμιάματος, τοῦ λιπαροῦ τε καὶ μὴ παλαιοῦ καὶ χαλβάνης ὡσαύτως. καὶ ἐπειδὴ διὰ τούτων προπαρεσκεύαστο, λύσας ἀμμωνιακὸν τὸ λιπαρώτατον ὄξει δριμυτάτῳ κατέχρισα τὸν μηρὸν ὅλον ἐν κύκλῳ. κᾄπειτα διἡμερῶν αὖθις ὀποπάνακος ἔμιξα τὸ λιπαρώτατον, ὄξει δριμυτάτῳ ἐκλύων καὶ τούτου δηλονότι τὸν πρόσφατον, οὐ γὰρ ἂν ἄλλως ἔτι διαμένοι λιπαρός· ὥσπερ οὐδὲ τὸ βδέλλιον οὐδὲ τὸ ἀμμωνιακὸν οὐδὲ χαλβάνη. καὶ ἀσκωλιάζειν δὲ κατὰ θατέρου σκέλους ἐποίουν τὸ παιδάριον, ὅπως ἐπἐκεῖνο φέροιτο τὸ πλέον τῆς τροφῆς. ὕστερον δὡς ἤδη προσέσταλτο μὲν σκιῤῥώδης ὄγκος, ἐδεδίειν δὲ μήτι λείψανον αὐτῷ μένοι τοὐναντίον ἅπαν εἰργαζόμην, ἐπιχρίων τινὶ τῶν πιττωτῶν φαρμάκων τὸν μηρόν. ἐφαίνετο δὲ σαφῶς ἐπὶ μὲν τοῖς διὄξους ἐπιχρίμασιν ἀξιολόγως καθαιρούμενος σκιῤῥώδης ὄγκος· ἐπὶ δὲ τοῖς χαλαστικοῖς μαλακυνόμενος μὲν, ἐλάττων δοὐ γινόμενος. ἀλλ μετὰ μέτρου τοῦ προσήκοντος ἐναλλὰξ αὐτῶν χρῆσις ἐθεράπευσε τὸ παιδάριον. ὡς εἴγε διὰ θατέρου γένους μόνου τῶν φαρμάκων ἐποιεῖτό τις τὴν θεραπείαν αὐτῶν, οὐκ ἂν ἔλυσε τὸν σκίῤῥον. ἐπὶ δὲ τῶν τενόντων, ὀνομάζω δοὕτω δηλονότι τὰς ἀπονευρώσεις τῶν μυῶν, ἐπὶ τῇ λεγομένῃ χρήσει τῶν φαρμάκων ἐναργεστάτην ὠφέλειάν ἐστιν ἰδεῖν, εἴ τις καλῶς χρήσαιτο τῇ διὰ τοῦ πυρίτου λίθου θεραπείᾳ· χρὴ δὲ διάπυρον αὐτὸν ἐργασάμενον ὄξει δριμυτάτῳ καταῤῥαίνειν, εἶτα διακινεῖν τὸ πεπονθὸς μόριον ὑπὲρ τὸν λίθον, ὡς ἂν ὑπὸ τῆς ἀναφερομένης ἀτμίδος σκίῤῥος λύοιτο. πολλὰ γὰρ ἤδη τελέως ἠγκυλωμένα τε καὶ κεκυλλωμένα διὰ τούτου τοῦ τρόπου τῆς θεραπείας, ἐν αὐτῷ τῷ διακινεῖν ἐθεραπεύθη τελέως, ὡς τὸ πρᾶγμα παραπλήσιον εἶναι μαγείᾳ. χρὴ δὲ προπαρεσκευάσθαι μεμαλαγμένον τὸ σκιῤῥῶδες μόριον ὑφὧν εἴρηκα βοηθημάτων. ἀλλὰ καὶ κατὰ ταύτην τὴν διὰ τοῦ πυρίτου λίθου θεραπείαν προκαταντλεῖσθαι πολλάκις ἐλαίῳ δαψιλῶς θερμῷ Σαβίνῳ ἄλλῳ τινὶ τῶν λεπτομερῶν· οὐ χεῖρον δὲ καὶ ἀνήθου τὴν κόμην ἐναφεψήσασθαι καὶ μᾶλλον, εἰ χλωρὸν εἴη καὶ πρόσφατον. εἰ δὲ μὴ παρείη πυρίτης, τῷ μυλίτῃ χρηστέον· ὀνομάζουσι δοὕτως ἐκεῖνον τὸν λίθον, ἐξ οὗ τὰς μύλας κατασκευάζουσιν, ἐφὧν ἀλήθουσι τὸν σῖτον.
§7–9
§7 Σπλῆνα μέντοι σκιῤῥούμενον οὐ μόνον ἔξωθεν ἰσχυροῖς φαρμάκοις θεραπεύειν προσήκει, ἀλλὰ καὶ διὰ πομάτων ἰσχυροτάτων. ἀνέχεται γὰρ καὶ τούτων ἀλύπως. ἄριστα δἐξ αὐτῶν καππαρέως ῥίζης φλοιὸς καὶ σκολοπενδρίου καὶ μυρίκης αἵ τε ῥίζαι καὶ οἱ ἀκρέμονες. ἕψειν δὲ τὰ τοιαῦτα πάντα προσήκει ἐν ὄξει τε καὶ ὀξυμέλιτι. πολλάκις δἁπτομένῳ φαίνεται μὲν ἀντίτυπος σπλὴν, οὐ μὴν σκιῤῥώδης ἐστὶν ὄγκος, ἀλλὰ πνευματώδης μᾶλλον. ἐφοὗ προαποβρέξαντα διἀψινθίου φάρμακον ἔμπλαστρον ἐπιτιθέναι χρὴ μικτῆς δυνάμεως, ὁποῖόν ἐστι τὸ διὰ θείου τε καὶ στυπτηρίας. ἔστι δἀμέλει τὰ πλεῖστα τῶν ἐν ταῖς φαρμακίτισι βιβλίοις γεγραμμένων φαρμάκων τοιαῦτα. πρόσεχε δὲ οὐχ ἁπλῶς τῇ δυνάμει τῶν μεμιγμένων φαρμάκων, ἀλλὰ καὶ τῷ πόσῳ τῆς μίξεως. ἐπὶ γὰρ τῶν πνευματώδη τὸν ὄγκον ἐχόντων σπληνῶν καὶ μᾶλλον ἐπὶ τῶν οἰδημάτων, κᾂν πολὺ τῶν στυπτηριῶν ἐμβάλλῃς, οὐδὲν βλάψεις. ἐπὶ δὲ τῶν σκιῤῥωδῶν προσήκει ἐπικρατεῖν τὴν διαφορητικὴν δύναμιν, ὀλίγον δαὐτῇ μεμίχθαι τῆς στυφούσης. ἓν γοῦν τῶν ἁπλῶν τε καὶ αὐτοφυῶν φαρμάκων τοιοῦτον ὑπάρχον ἁλὸς ἄνθος ἰᾶται σκιῤῥουμένους σπλῆνας, ἐπιτεθὲν ἔξωθεν αὐτοῖς ἐν κύστει. ἥπατος δὲ σκίῤῥον ἀρχόμενον μὲν ἰασάμεθα πολλάκις· ἐκταθέντα δεἰς πλείους ἡμέρας οὔταὐτὸς ἠδυνήθην ἰάσασθαι, οὔτἄλλον τινὰ εἶδον ἰάσασθαι δυνηθέντα. πᾶσι μὲν οὖν τοῖς οὕτω παθοῦσιν ἐξ ἅπαντος ὕδερος ἕπεται. διαφθείρονται δοἱ πλεῖστοι ἐν χρόνῳ μακροτέρῳ. τινὰς δἱστόρησα καὶ διὰ ταχέων ἀπολομένους, οἷς γαστὴρ διεχώρει πολλά. πρόδηλον οὖν ὅτι τούτοις ἱκανῶς ἐστέγνωτο τὰ στόματα τῶν μεταλαμβανόντων τὴν τροφὴν ἀγγείων, ἐκ τῶν σιμῶν τοῦ ἥπατος εἰς τὰ κυρτά. τοὺς δοὖν θεραπευθέντας ἐξ αὐτῶν προειρημένη τῶν ἐν τοῖς μυώδεσι σκίῤῥων ἀγωγὴ διέσωσεν. οὐ γὰρ φέρει τὸ σπλάγχνον τοῦτο τὰ σφοδρὰ φάρμακα, καθάπερ σπλήν. ἐπιτείνειν οὖν χρὴ τὰ διὰ φλεγμονὴν αὐτῷ προσαγόμενα τῇ μίξει τῶν μαλακτικῶν. ἦν δἐκεῖνα τὰ διἀψινθίου κόμης καὶ μυροβαλάνου πιέσματος καὶ νάρδων ἀμφοτέρων Ἰνδικῆς τε καὶ Κελτικῆς, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ μαστίχης Χίας καὶ μύρων τῶν διὰ ναρδοστάχυος σκευαζομένων, ἔτι δὲ μαστιχίνου καὶ σχινίνου καὶ μηλίνου καὶ οἰνανθίνου. τούτοις οὖν ἀμμωνιακόν τε θυμίαμα καὶ βδέλλιον, οἵ τεἰρημένοι μυελοὶ καὶ τὰ στέατα μιγνύμενα καὶ τὰ τέμνειν δυνάμενα, τὸν γεννώμενον ἐν ἥπατι σκίῤῥον ἰάσαιντο μετὰ τῆς προσηκούσης δηλονότι διαίτης καὶ τῶν ἅμα αὐτῇ πινομένων φαρμάκων, σκοπὸν ἐχόντων ἐκφράξαι τε καὶ διαῤῥύψαι τὸν χυμὸν τὸν ἐν τῷ σπλάγχνῳ. ἔστι δὲ ταῦτα πάντα καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικά· καὶ γέγραπται πολλοῖς ἰατροῖς περὶ τῆς ὕλης αὐτῶν. ἐπιμιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν τι· παμπόλλη δἐστὶ καὶ τούτων ὕλη, γεγραμμένη μὲν ὑπὸ πολλῶν, εἰρημένη δὲ καὶ πρὸς ἡμῶν ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις. διὸ καὶ νῦν ἀρκείτω καὶ πρὸς σὲ τὰ εἰρημένα.
§8 Μεταβῆναι γὰρ ἤδη καιρὸς ἐφἕτερον ὄγκου γένος, τῆς γενέσεως ὕλη πνεῦμα φυσῶδές ἐστι. ὀνομάζεται δοὐ μόνον φυσῶδες, ἀλλὰ καὶ φῦσα τὸ τοιοῦτον πνεῦμα, παχὺ καὶ ἀτμῶδες ὑπάρχον, οὐκ αἰθερῶδες τὴν οὐσίαν οὐδὲ λεπτόν· ἐννόησον δαὐτοῦ τὴν φύσιν ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀναμνησθεὶς, ὁποῖος μὲν ἐν νοτίοις καταστάσεσιν, ὁποῖος δἐν βορείοις γίνεται. τῷ μὲν γὰρ ἐν νοτίοις καταστάσεσιν ἔοικε τὸ φυσῶδες· τῷ δἐν βορείοις τὸ κατὰ φύσιν ἐν ἡμῖν πνεῦμα· συμβάλλεται δεἰς τὸ μὴ διαπνεῖσθαι τὸ τοιοῦτον πνεῦμα καὶ τῶν σωμάτων πύκνωσις. ὥστε καὶ ἴασις τοῦ πάθους τούτου τὸν σκοπὸν ἔνα καὶ κοινὸν ἀμφοῖν ἕξει τὴν τῶν πεπυκνωμένων σωμάτων ἀραίωσιν καὶ τὴν τῶν πεπαχυσμένων πνευμάτων λέπτυνσιν. θερμαίνων γὰρ ἱκανῶς ἄμφω διοὐσίας λεπτομεροῦς ἀραιώσεις μὲν τὸ πεπυκνωμένον, λεπτυνεῖς δὲ τὸ πεπαχυσμένον. δὲ τῶν πασχόντων μορίων φύσις συνενδείξεταί σοι τήν τἐπιτήδειον ὕλην τῶν βοηθημάτων καὶ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῇ. τὸ γάρ τοι πνεῦμα τοῦτο τὸ παχὺ καὶ ἀτμῶδες ἔσθὅτε μὲν ὑπὸ τοῖς περιοστείοις ὑμέσιν ἀθροιζόμενον ἴσχεται· ποτὲ δὑπὸ τῷ περιτοναίῳ· ποτὲ δἐντὸς τῶν ἐντέρων τῆς γαστρός. ἴσχεται δέ ποτε καὶ ὑπὸ τῶν τοὺς μῦς περιεχόντων ὑμένων ἔνδον, ὥσπερ γε καὶ ὑπὸ τῶν ὑμενωδῶν τενόντων. ἴσχεται δὲ καὶ κατὰ τὰς λόγῳ θεωρητὰς χώρας ἔν τε τοῖς μυσὶ καὶ τοῖς ἄλλοις σώμασιν· ὧν χωρίων τὴν φύσιν ἐν ταῖς ἀνατομικαῖς ἔμαθες ἐγχειρήσεσιν. οὕτω γοῦν καὶ αὐτὸς μὺς ἐμφυσᾶται. καὶ κατὰ τὸ τῆς γαστρὸς τὸ τῶν ἐντέρων σῶμα κατακλείεται πνεῦμα φυσῶδες· ὅταν δὲ καὶ ψυχρὸν ἱκανῶς τοῦτο, μεγίστην ὀδύνην παρέχει. θεραπεία δὲ κοινὴ μὲν ἁπάντων, ὡς εἴρηται, διὰ λεπτομεροῦς οὐσίας· καὶ ὅταν γε μετὀδύνης τὸ πάθημα, τοιαύτης τὴν φύσιν ὡς πρᾳΰνειν τὰ ἀλγήματα δύνασθαι. κατὰ δὲ τὴν τῶν πασχόντων μορίων διαφορὰν θὕλη τῆς θεραπείας ὑπαλλάττεται καὶ δύναμις ἐπιτείνεται καὶ ἀμβλύνεται. διὰ τοιοῦτον οὖν πνεῦμα τῆς ὀδύνης γιγνομένης ἐν τῇ κάτω γαστρὶ, τὸ λεπτομερὲς ἔλαιον ἐνιεὶς ἅμα τοῖς ἐναφηψημένοις αὐτῷ φαρμάκοις, αὐτίκα παύσεις αὐτήν. τὰ δἐναφηψημένα τῷ ἐλαίῳ φάρμακα θερμαίνοντα μετὰ λεπτομερείας ἔστω κύμινόν τε τὸ παρἡμῖν καὶ μᾶλλον αὐτοῦ τὸ καλούμενον Αἰθιοπικὸν καὶ σελίνου καὶ πετροσελίνου σπέρμα καὶ μαράθρου καὶ σίνωνος καὶ ἀνίσου τε καὶ λιβυστικοῦ καὶ σεσέλεως καὶ δαύκου καὶ σπονδυλίου. καὶ εἰ τεκμαίροιο ψυχρὰν εἶναι τὴν διάθεσιν τῶν ὀδυνωμένων μορίων, καὶ πήγανον καὶ μάραθρον καὶ δαφνίδας ἐναφεψήσεις καὶ μίξεις ἄσφαλτόν τε καὶ αὐτὸ τὸ δάφνινον, ὅσα τἄλλα τῶν οὕτω θερμαινόντων ἐστίν. εἰ δὲ καὶ φλεγμονὴν μεμίχθαι ταῖς τοιαύταις ὀδύναις ὑπολάβοις, ἀφαιρήσεις μὲν τὰ δριμέα πάνυ καὶ θερμαίνοντα σφοδρῶς. ἐπὶ δὲ τὰ μετρίως τοιαῦτα μεταβήσῃ χαλαστικὴν ἔχοντα δύναμιν. ἐναφεψήσεις οὖν τῷ ἐλαίῳ τὸ ἄνηθον, οὐ τὸ πήγανον, καὶ μίξεις στέαρ χήνειον ἀλεκτορίδος. ἀλλὰ ταῦτα μὲν ἐπὶ μεγάλοις ἀλγήμασι. τὰ δὲ μέτρια καὶ ἔξωθεν ὤνησε πυρία, μάλιστα μὲν διὰ κέγχρων, γὰρ κουφότης αὐτῶν ἀλυποτάτη τοῖς ὀδυνωμένοις ἐστί. τούτων δὲ μὴ παρουσῶν διἁλῶν θερμανθέντων διὠμόλινον ὁπωσοῦν ἄλλως. καὶ σικύα δὲ μεγάλη μετὰ φλογὸς δαψιλοῦς ἄνευ τοῦ σχάσαι τὸ δέρμα πολλάκις ἀνωδύνους διὰ ταχέων εἰργάσατο. χρὴ δὲ περιλαμβάνειν αὐτὴν τὸν ὀμφαλόν. εἰ δἐπὶ τούτοις ἐπιμένοιεν αἱ ὀδύναι, τολμήσεις χρήσασθαι τοῖς διὀπίου φαρμάκοις, ὁποῖόν ἐστι καὶ τὸ τοῦ Ταρσέως Φίλωνος ἅπασι τοῖς ἰατροῖς γινωσκόμενον, εἰδὼς μὲν ἐξ ἀνάγκης τινὰ βλάβην τοῖς πεπονθόσι μορίοις ἐκ τῶν τοιούτων φαρμάκων ἐσομένην, ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἐνιστάμενος αἱρήσῃ μετὰ μικρᾶς βλάβης σῶσαι τὸν ἄνθρωπον ὑπὸ τοῦ τῆς ὀδύνης μεγέθους συγκοπτόμενον. ἐξέσται γάρ σοι ταῖς ἑξῆς ἡμέραις ἐπανορθώσασθαι τὴν γεγενημένην βλάβην ὑπὸ τοῦ φαρμάκου. καλεῖται μὲν οὖν ἀνώδυνα φάρμακα τὰ τοιαῦτα τῷ παύειν τὰς ὀδύνας. ἐργάζεται δὲ τὴν ἀνάπαυλαν αὐτῶν οὐ τὰς διαθέσεις θεραπεύοντα τελέως, ἀλλὰ τὴν αἰσθητικὴν δύναμιν ναρκοῦντα. χρῆσθαι δὲ προσήκει τῷ Φιλωνείῳ φαρμάκῳ καὶ πᾶσι τοῖς διὀπίου σκευαζομένοις οὐκ εὐθέως, ἀλλὰ μετὰ χρόνον τῆς συνθέσεως ἐνιαύσιον πάντως γε μῆνας ἕξ. μάλιστα μὲν οὖν καὶ τάχιστα διὰ τῶν πινομένων φαρμάκων οἱ κάμνοντες ἀνώδυνοι γίγνονται, πεπονθότων αὐτοῖς τῶν λεπτῶν ἐντέρων, ὥσπερ γε καὶ διὰ τῶν ἐντιθεμένων τῇ ἕδρᾳ ταχέως ὠφελοῦνται τὰ τῶν παχέων ἐντέρων παθήματα. γίνεται δὲ οὐ σμικρὰ τῆς δυνάμεως διάδοσις κᾀκ τῶν πινομένων τοῖς κάτω πεπονθόσι, κᾀκ τῶν ἐντιθεμένων τῇ ἕδρᾳ τοῖς τὰ ἄνω πάσχουσιν. γε μὴν ἐν τοῖς σαρκώδεσι μέρεσι τοῦ φυσώδους πνεύματος ἄθροισις ἔστιν ὅτε παντάπασιν ἀνώδυνος γίνεται καὶ χρόνῳ παραμένει πλείονι καὶ μάλισθὅταν ἐγγὺς διαρθρώσεως. ἐνταῦθα γάρ τοι καὶ οἱ μύες αὐτοὶ νευρωδέστεροί τε καὶ πυκνότεροι καὶ σαρκωδέστεροί τε καὶ ἀραιότεροι κατὰ τὰ μέσα σφῶν αὐτῶν. ἐθεράπευσα δὲ, ὡς οἶσθα, τὰς τοιαύτας διαθέσεις τοῖς διὰ πίττης καὶ ῥητίνης καὶ τερεβινθίνης καὶ στέατος λεοντείου καὶ ταυρείου φαρμάκοις. ἁρμόζει δἐπαὐτῶν καὶ τὸ διὰ γλοιοῦ καὶ τιτάνου καὶ τὸ διὰ τοῦ συκομόρου, καὶ συνελόντι φάναι τὰ λεπτομερῆ γενναίως, ἐπιμιγνυμένων αὐτοῖς τῶν μαλακτικῶν.
§9 Ἐπειδὴ δὲ καὶ περὶ τούτων ἱκανῶς εἴρηται, μεταβαίνειν καιρὸς ἐπὶ τὸν περὶ τῶν ἀποστημάτων λόγον. ὀνομάζουσι δοὕτω τὰς διαθέσεις ἐκείνας, ἐν αἷς ἀλλήλων  ἀφίσταται τὰ πρότερον ἀλλήλων ψαύοντα σώματα. χώραν οὖν ἀναγκαῖον ἐν τῷ μεταξὺ γενέσθαι κενὴν, ἥτις ἤτοι πνευματώδη τινὰ οὐσίαν ὑγρὰν ἐξ ἀμφοῖν σύνθετον περιέξει. μεθίστανται δεἰς τοῦτο καὶ τῶν φλεγμονῶν ἔνιαι, καὶ τῶν ἐρυσιπελατωδῶν δὲ καὶ φλεγμονωδῶν οὐκ ὀλίγαι. συνίσταται δὲ καὶ χωρὶς τούτων τῶν ἀποστημάτων διάθεσις ἐκ περιουσίας μέν τινων ὑγρῶν πνευμάτων ἀτμωδῶν, ἤτοι δἐν αὐτοῖς τοῖς πάσχουσι σώμασιν ἐν μέσῳ γεννωμένων ἐξ ἑτέρων ἐπιῤῥεόντων, λόγῳ τῶν καλουμένων ἀποσκημμάτων. ὀνομάζουσι δοὕτω τὰς διαθέσεις ἐκείνας, ὅταν χυμοί τινες ἐνοχλοῦντες πρότερον ἑτέρῳ μορίῳ καταλιπόντες ἐκεῖνο εἰς ἕτερον μεταστῶσιν. ὅτῳ δἂν τρόπῳ γένηται διάθεσις ἀποστήματος, μεταξὺ χώρα τῶν ἀφισταμένων σωμάτων πληροῦται τῶν ἐργαζομένων αὐτὴν ὑγρῶν. ἅπερ ἐνίοτε χρονίζοντα πολυειδῶς ἀλλοιώσεις ἴσχει. καὶ γὰρ λίθοις καὶ ψάμμοις καὶ ὀστράκοις τε καὶ ξύλοις, ἄνθραξί τε καὶ πηλῷ καὶ γλοιῷ καὶ ἀμοργῇ καὶ τρυγὶ καὶ πολλοῖς ἄλλοις τοιούτοις εὕρηται πολλάκις, ἐν ἀποστήμασιν ὅμοια περιεχόμενα σώματα. τῶν μὲν οὖν ἐπιπολῆς ὑπὸ τῷ δέρματι συνισταμένων τε διάγνωσις ῥᾴστη καὶ ἴασις οὐ χαλεπή. διαγιγνώσκεται μὲν γὰρ ἑτοίμως τῇ τῆς ἁφῆς ἰδιότητι. θεραπεύεται δὲ διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων, διὸ οὐ δεόμεθα τῶν πινομένων, ὥσπερ ὅσα διὰ βάθους καὶ μάλιστα κατὰ σπλάγχνα συνίσταται. κατὰ μὲν οὖν τὰς διαγνώσεις εἴκει τοῖς ἐπερειδομένοις δακτύλοις τὰ ἐκπυΐσκοντα, τὴν ἀντιτυπίαν οὐκ ἔχοντα τῶν φλεγμαινόντων μορίων. τὴν διάγνωσιν οὖν παρέχει σαφῆ. ἰδιότης δὲ τῆς ἕξεως ἑτέρα μέν ἐστιν ἐπὶ λεπτοῖς ὑγροῖς, ἑτέρα δἐπὶ παχέσι, καθάπερ γε καὶ ἐπὶ γλίσχρῳ καὶ μυξώδει χυμῷ. πολλάκις δἡμῖν ὑποπίπτει μετὰ τάσεως πνευματώδους ἀφεστός τι μόριον, οὗ διαιρεθέντος εὑρέθη θρόμβος αἵματος, ὥστε καὶ ὅστις ἐθεάσατο δὶς τρίς που τοιαύτην διάθεσιν, ἐὰν φιλόπονος καὶ μνήμων, ἱκανὸς ἔσται διαγινώσκειν ἐν τοῖς τοιούτοις ὄγκοις περιεχόμενον θρόμβον ἐκ τοῦ παραθέσθαι τῇ μνήμῃ τὴν ἰδιότητα τῆς τάσεως καὶ τῆς εἴξεως. ἴσως δἄμεινόν ἐστιν οὐκ ἰδιότητα λέγειν, ἀλλὰ ποσότητα τάσεώς τε καὶ εἴξεως. θεραπεία δὲ τῶν ἐπιπολῆς φλεγμονῶν ἀφισταμένων ἀρχομένης μὲν ἔτι τῆς ἀποστάσεως διὰ τῆς ἀνωδύνου τε καὶ χαλαστικῆς ἀγωγῆς, ἤδη δὲ προηκούσης ἐπὶ τὴν πεπτικήν τε καὶ διαπυητικὴν ἰδίως ὀνομαζομένην μεταβαινόντων γίνεται· λέλεκται δὲ περὶ αὐτῆς, ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων τοιούτων, ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως συντάγματι. ὕδατί τε οὖν ἐπὶ πλεῖον καταντλεῖν προσήκει, καταχέοντας ἔλαιον θερμὸν τοῦ φλεγμαίνοντος μορίου καὶ καταπλάττειν τῷ τῶν πυρῶν ἀλεύρῳ διὕδατος καὶ ἐλαίου συμμέτρως ἕψοντας· θᾶττον γὰρ ἄγει πρὸς διαπύησιν τοῦτο τοῦ διἄρτου καταπλάσματος. ἐκεῖνο μὲν γὰρ διαφορητικώτατόν ἐστιν, ὡς ἂν ἁλῶν τε καὶ ζύμης ἔχον, ὠπτημένον τε καλῶς. οὐδὲν δὑπάρχει τούτων τῷ διἀλεύρου πυρίνου. καὶ ὅταν γε τὴν ἀρχομένην ἐκπυΐσκεσθαι φλεγμονὴν θεραπεύων ἐλπίσῃς κωλῦσαι τὴν ἐκπύησιν, ἐπὶ πλεῖστον ἕψε τὸν ἄρτον, ἐλαίῳ δηλονότι καὶ ὕδατι φυράσας· πολλαπλάσιον δἔστω τὸ ὕδωρ τοῦ ἐλαίου. μᾶλλον δἔτι τούτου κωλύει τὴν ἐκπύησιν τὸ τῶν κριθῶν ἄλευρον ὁμοίως σκευαζόμενον. τὸ δἐν τῇ θεραπείᾳ ταύτῃ καταντλούμενον ὕδωρ ἡψημένην ἐχέτω μεταὐτοῦ ῥίζαν ἀλθαίας. εἰ δὲ τάσις εἴη τοῦ περὶ τὸ φλεγμαῖνον μόριον δέρματος ἰσχυρὰ, σχάζειν αὐτοῦ δεῖ πολλάκις ἐπιπολαίαις ἀμυχαῖς· καὶ μετὰ ταῦτα τὸ κρίθινον ἄλευρον ἕψοντας, ὡς εἴρηται, καταπλάττειν. ἐπειράθην δὲ πολλάκις ἐπιπολῆς τε καὶ πάνυ λεπτῶν ἀμυχῶν· ἔμπαλιν δὲ ταύταις διὰ βάθους ἑτέρων μεγάλων· καὶ τρίτων ἄλλων μεταξὺ τῶν εἰρημένων ἐν μήκει τε καὶ βάθει. αἱ μὲν οὖν ἐπιπολῆς ἀσθενῆ τὴν βοήθειαν εἶχον. αἱ δὲ βαθεῖαί τε καὶ μακραὶ πλεῖστον μὲν ἐκένουν τοῦ αἵματος, ὡς ἐγγὺς ἀφικνεῖσθαι λειποθυμίας· αὗται δὲ πάλιν ἰδίας ἐδέοντο θεραπείας, ὥσπερ τραύματα. τὰς διὰ μέσου δαὐτῶν ἀμφοτέρων ἔξω τῶν εἰρημένων ἀτόπων καθεστηκυίας εὗρον ἀεί· καὶ διὰ τοῦτο χρῆσθαι μᾶλλον εἱλόμην αὐταῖς πρὸ τῶν ἄλλων. ἐφὧν μέν τοι δυσεκπύητός τε καὶ δυσδιαφόρητος ὄγκος ἐστὶ, τοὺς ἐσφηνωμένους χωμοὺς ἡγητέον εἶναι παχυτέρους τε καὶ γλισχροτέρους. ἐν δὲ ταῖς τοιαύταις διαθέσεσι μόναις ἐπιτήδειός ἐστιν διὰ τῶν βαθέων ἀμυχῶν ἴασις, ἐπιτήδειον δὲ καὶ τὸ διὰ τῶν ἡψημένων ἰσχάδων κατάπλασμα. χρὴ δοὐκ αὐτὰς ἰσχάδας λαμβάνειν, ἀλλὰ τὸ ὕδωρ ἐν διετάκησαν ἡψημέναι. προσήκει δὲ δηλονότι γλυκείας τε καὶ λιπαρὰς τὰς ἰσχάδας εἶναι, ὡς ἐν αὐταῖς ἔχειν ὑγρότητα παραπλησίαν μέλιτι· καὶ εἰ τοιαύτας λαβὼν ἑψήσειας ἄχρι πλείστου, τὸ ἀφέψημα μέλιτι λεπτῷ κατὰ τὴν σύστασιν ἔσται παραπλήσιον. τούτῳ τοιγαροῦν τῷ ὕδατι ποτὲ μὲν κρίθινον ἄλευρον ἀναδεύειν προσήκει, ποτὲ δἄρτον συγκόμιστον· ὀνομάζουσι δοὕτω τὸν μέσον τοῦ τε ἀκριβῶς καθαροῦ καὶ τοῦ πιτυρίτου καλουμένου. προσαγορεύουσι δἔνιοι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον· ἐπειδὴ τοῦ μὲν καθαροῦ τὸ ἄλευρον, οὐχ οἷόν πέρ ἐστι τῇ φύσει, τοιοῦτον εἰς τὴν ἀρτοποιΐαν λαμβάνουσιν, ἀλλὰ προδιαττῶντες ἀποκρίνουσι τὸ πίτυρον. ἔμπαλιν δὲ τοῦ πιτυρίτου προαφαιροῦσι τὸ καθαρώτατον. δαὐτόπυρος ἄρτος, οἷον περιέχει τὸ ἄλευρον, πυρὸς αὐτοφυῶς τοιοῦτον φυλάττει. χρὴ δὲ καὶ τὸν πυρὸν αὐτὸν, ἐξ οὗπερ τὸ ἄλευρον λαμβάνεται, τῶν εὐγενῶν ὀνομαζομένων εἶναι. τινὲς μὲν γὰρ πυροὶ πλεῖστον ἐν ἑαυτοῖς ἔχουσι τὸ πίτυρον, οὓς δὴ καὶ ἀγενεῖς ὀνομάζουσιν· ἔνιοι δὲ τὴν σεμίδαλιν, οὓς, ὡς ἔφην, εὐγενεῖς προσαγορεύουσιν. οὔκουν χρὴ  πιτυρίαν εἶναι τὸν πυρὸν, ἐξ οὗπερ χρήσιμον εἰς τὸ κατάπλασμα λαμβάνομεν ἄλευρον, ἀλλὡς εἴρηται τῶν πολλὴν ἐχόντων σεμίδαλιν. εἰ δἐξ ἀγενοῦς σίτου λαμβάνοις τὸ ἄλευρον, ἀποκρίνειν αὐτοῦ χρὴ μέρος τι τοῦ πιτύρου καὶ οὕτω τὸν μέσον ἄρτον ἐργάζεσθαι· τοῦ τοιούτου τοίνυν ἄρτου τὸ μέσον καὶ ἁπαλὸν εἰς τὰ καταπλάσματα μιγνύναι, ὅταν ὡς ἔφην ἐν τῷ μέσῳ κατὰ δύναμιν ἀλεύρου κριθίνου τε καὶ πυρίνου βουληθῇς ποιῆσαι τὸ κατάπλασμα. τὸ μὲν γὰρ πύρινον ἄλευρον ἐκπυητικώτατόν ἐστι καὶ πεπτικώτατον· τὸ δὲ κρίθινον διαφορητικώτατον. δεἰρημένος ἄρτος ἐν τῷ μεταξὺ τούτων, ὥσπερ γε καὶ τὸ ἄλευρον αὐτοῦ τῶν εἰρημένων ἀλεύρων πυρίνων μεταξύ. πρὸς ταῦτοὖν ἀποβλέπων καὶ τῷ τῶν ἰσχάδων ἀφεψήματι μίγνυε, τι περ ἂν ἁρμόττειν σοι δοκῇ τῶν ἀλεύρων τῶν ἄρτων. εἰ δὲ διαφοροῖτο μὲν ὄγκος, ἐλλιπέστερον δ προσῆκε, συνέψειν χρὴ ταῖς ἰσχάσιν ὕσσωπον ὀρίγανον. εἰ δὲ ἰσχυρότερόν ποτε ξηρᾶναι βουληθείης τὸν ὄγκον, ἅλας ἐπιβάλλειν τῷ ἀφεψήματι· κᾄπειθοὕτως ἀναδεύσαντας αὐτῷ τὸ τῶν κριθῶν ἄλευρον, ἀφαιρήσαντας δὲ καὶ τούτων τὸ πιτυρῶδες πᾶν, οὕτω καταπλάττειν ἐπὶ πλέον ἕψοντας. ἐπί γε μὴν τῶν δυσδιαφορήτων ὄγκων εὐλαβητέον ἐστὶ τὸ λείψανον αὐτῶν γενέσθαι σκιῤῥῶδες. ὥστε καὶ προσέχειν χρὴ τὸν νοῦν ἀκριβῶς ἐφἑκάστης λύσεως, ἐφ τι μεθίσταται τῶν θεραπευομένων ὄγκων ἕκαστος· γὰρ διὰ τῶν ξηραινόντων ἰσχυρῶς ἀγωγὴ σκιῤῥῶδες αὐτῶν τὸ κατάλοιπον ἐργάζεται· γνώσῃ δὲ τοῦτο καθἑκάστην λύσιν, ἁπτόμενος τοῦ πεπονθότος μορίου καὶ παραβάλλων τῷ πρόσθεν ὄντι τὸ νῦν φαινόμενον. ἐὰν οὖν ποτε τοιαύτην ὑποψίαν ἔχῃς, ἐναφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν βρυωνίας ἀσάρου, πολλάκις μὲν καὶ αὐτῶν μόνων, ἐνίοτε δὲ καὶ τῶν λιπαρῶν ἰσχάδων ἐπεμβάλλων· εἶτα τῷ ὕδατι μιγνύειν τὸ ἄλευρον, ἀναμιγνύντα τι καὶ στέατος αὐτῷ χηνὸς μάλιστα ἀλεκτορίδος· εἰ δοὐκ ἔχεις ταῦτα, τοῦ γε τῶν συῶν. καὶ αὗται δαἱ ῥίζαι τῶν προειρημένων βοτανῶν καὶ πρὸς αὐταῖς τῆς ἀλθαίας μετὰ τὴν σύμμετρον ἀφέψησιν λειούμεναι σὺν ἄρτῳ τε καὶ στέατι τοὺς τοιούτους ὄγκους διαφοροῦσιν. ἰσχυροτέρα δὲ τούτων ἐστὶν τοῦ δρακοντίου· καὶ εἴποτε βουληθείης χρῆσθαι αὐτῇ λεπτομερεστέρᾳ τε πολὺ τῶν εἰρημένων οὔσῃ καὶ διαφορητικωτέρᾳ, μίγνυε πάντως τὸ στέαρ· εἰ μὴ γὰρ ὑγραίνοις τε καὶ μαλάττοις τοὺς σκιῤῥουμένους ὄγκους, ἀλλὰ διαφοροίης μόνον ἰσχυροτέροις φαρμάκοις, ἐν μὲν ταῖς πρώταις ἡμέραις ἀξιολόγως αὐτοὺς καθαιρήσεις, ἅμα τῷ σκληρύνειν τὸ καταλειπόμενον· αὐτὸ δὲ τοῦτο σκληρυνθὲν ἔσται δύσλυτον. ἄμεινον οὖν, ὡς ἔφην, τοῖς διαφοροῦσιν ἰσχυρῶς φαρμάκοις ἀναμιγνύναι τὰ μαλάττοντα, τὴν εἰς σκίῤῥον μετάπτωσιν αὐτῶν εὐλαβούμενον· καὶ αὐτῶν δὲ τῶν σκιῤῥουμένων ἤδη τῆς θεραπείας τὸν τρόπον ἔμπροσθεν ἤκουσας. αὖθις οὖν ἐπὶ τοὺς ἐκπυϊσκομένους ὄγκους ἴωμεν· οὓς ὅταν ἀπογνῷς διαφορῆσαι, τοῖς διὰ τοῦ πυρίνου ἀλεύρου καταπλάσμασι χρῶ. συλλαμβάνουσι γὰρ ἱκανῶς τῷ τάχει τῆς ἐκπυήσεως. ἔπειτα στομώσας ἐὰν μὲν ἀκριβῶς τὰ πέριξ τῆς τομῆς ἀφλέγμαντα, τοῖς ἐμπλάστοις φαρμάκοις θεράπευε. ξηραντικὴ δαὐτῶν δυνάμις καὶ ἄδηκτος ἔστω, μὴ διὰ τῶν στυφόντων συγκειμένη φαρμάκων, ἀλλἤτοι τῶν ἀλύπως διαφορούντων μόνον καί τι βραχὺ στύψεως ἐχόντων. ἐχρησάμην δἐγὼ πολλάκις ἐπὶ τῶν τοιούτων τῷ διὰ τῆς ζύμης καὶ τῶν κεκαυμένων ὀστρέων. εἰ δέ τι τῶν πέριξ τῆς τομῆς φλεγμαίνοι, τῷ διὰ τῆς χαλκίτεως ἐλαίῳ τήξας, ὅταν ἀτρέμα ψυχθῇ, κατακεράσας εἰς θυείαν, μαλάττων τε ταῖς χερσὶ καὶ οἶνον παραχέων, ὡς οἶσθα. πολυχρηστότατον δἐστὶ τοῦτό μοι τὸ φάρμακον, ὡς ἐν τοῖς περὶ συνθέσεως φαρμάκων ὑπομνήμασι λέλεκται. γενήσεται δἂν θεὸς ἐθέλῃ καὶ περὶ τῶν κατὰ τὰ μόρια παθῶν πραγματεία· καθἣν τάς τε δυνάμεις ἁπάντων τῶν συνηθῶν μοι φαρμάκων ἀκριβῶς ἐξηγήσασθαι πειράσομαι καὶ τὴν ἐπιτήδειον ὑφηγήσασθαι χρῆσιν. ἀλλὰ σύ γε τούτων ἤδη τῶν φαρμάκων, ὧν ἐμνημόνευσα κατὰ τὸ βιβλίον τοῦτο, τὰς συμμετρίας τε καὶ σκευασίας ἔχεις παρἡμῶν λαβών. ὅταν γε μὴν ἐπὶ πλέον ἐκτακῇ τὸ δέρμα κατὰ τὰς ἐκπυήσεις, ὡς ῥακῶδες γενέσθαι, δυσκόλλητον ἀποτελεῖται τοῖς ὑποκειμένοις σώμασιν· ὥστἀναγκαῖον εἶναι, τῇ καλουμένῃ κατὰ πλάτος ἀγωγῇ θεραπεύεσθαι τὸ ἕλκος.
§10–12
§10 Ὅταν δἐπὶ πλέον ἀκόλλητον τὸ δέρμα τοῖς ὑποκειμένοις σώμασι, κόλπον ὀνομάζουσι τὸ τοιοῦτον πάθος· ἐφεξῆς δἀναμνήσω σε καὶ τῆς τούτου θεραπείας, ἣν ἐθεάσω με πολλάκις ἐπὶ πολλῶν ποιησάμενον. οὔσης οὖν τοιαύτης διαθέσεως, βέλτιον μὲν αὐλίσκον εὐθύτρητον ἐκ χαλκοῦ πεποιημένον ἐκ κέρατος ἡτοιμάσθαι σοι· μὴ παρόντος δἐκείνου, τῶν καλουμένων πυουλκῶν ὅστις ἂν εὐρύτατον ἔχοι τρῆμα· καὶ τό γε διὰ χάρτου κεκαυμένου συντιθέμενον ἡμέτερον φάρμακον, οἶδάς με πολλάκις ὀλίγον πολλῷ ῥοδίνῳ μιγνύντα, καὶ διὰ τοῦ τοιούτου πυουλκοῦ τοῖς κόλποις ἐνιέντα· κᾄπειτα μοτῷ τιλτῷ μύοντα τὸ στόμιον. ὅσα δἐμπλαστὰ φάρμακα τήκοντες ῥοδίνῳ τοῖς τοιούτοις ἐνίεμεν, οὐ διεξέρχεται τὸν πυουλκόν· ἀλλἐπὶ τούτων κύστιν προσήκει λαβόντα χοιρείαν, προστιθέναι τὸν εὐθύτρητον αὐλίσκον. εἶναι δὲ χρὴ τὰ τηκόμενα φάρμακα δριμύτερα τῶν ἐμμότων ὀνομαζομένων· ὁποῖα ταῦτἐστὶ τὰ συνήθη πᾶσι, χλωρὰ τῇ χροιᾷ. προσήκει μὲν γὰρ αὐτὰ τοῦ ῥοδίνου κατὰ τὴν τῆξιν οὐκ ὀλίγον ἔχειν, ὥστἐνίεσθαι τῷ κόλπῳ δύνασθαι. καταλύεται δὲ τῶν ἐμμότων δύναμις ἐν ταῖς τοιαύταις  μίξεσιν. ὅσα τοίνυν ἐμπλαστὰ φάρμακα τελέως ὄντα, καθάπερ τό τε τοῦ Μαχαιρίωνος καὶ τὸ τοῦ Ἐπιγόνου καὶ τὸ προσαγορευόμενον Ἴσις εἰς τὴν τῶν ἐμμότων χρῆσιν ἀγόμενα κηρωτῆς μιγνυμένης δεῖται, ταῦτα γὰρ ἐπιτήδεια τοῖς κόλποις ἐστί. δι γὰρ αὐτοῖς κηρωτὴ μίγνυται, διὰ τοῦτο καὶ νῦν ἐστιν ἐπιτηδεία. μίγνυται δὲ διότι δακνώδη ταῖς δυνάμεσίν ἐστιν, εἰ τακείη μόνα αὐτὰ καθαὑτὰ μὴ μιχθείσης αὐτοῖς τῆς κηρωτῆς. ἀλλὅταν γε τὸ μὲν ἔλαιον ῥόδινον πολὺ, τὸ δἐν αὐτῷ τηκόμενον φάρμακον ὀλίγον οὐκ ἔτι μένει δριμέα. συμμέτρως δὑποσαρκωθέντος τοῦ κόλπου, τῶν κολλητικῶν τι φαρμάκων ἐπιθήσεις, ὡς εἰ καὶ πρόσφατον ἔναιμον ἐθεράπευες τραῦμα. πολλὰ δὲ τοιαῦτά ἐστι· τὰ μὲν διἀσφάλτου σκευαζόμενα, καὶ καλοῦσιν οὐκ οἶδὅπως αὐτὰ βαρβάρους ἐμπλάστρους· ἕτερα δὲ φάρμακα κιῤῥὰ φαιὰ τὰ διὰ λιθαργύρου τε καὶ ἰοῦ μέχρι πλείονος ἑψηθέντα. γίνεται γὰρ οὗτος ἰὸς κίῤῥος, δἐπὀλίγον ἑψηθεὶς τὰς μηλίνας ὀνομαζομένας ἐμπλάστρους ἐργάζεται. γιγνώσκεις δὅτι πάντα τὰ μεταλλικὰ φάρμακα λεπτομερέστερά τε καὶ ξηραντικώτερα γίνεται μέχρι πλείονος ἑψόμενα. τοῖς γε μὴν ἐν τῷ παραυτίκα κιῤῥοῖς φαρμάκοις ἀποτεθεῖσιν ἐπίπαγός τις ἔξωθεν ἐπιπήγνυται φαιὸς, ὑφ τὸ βάθος τοῦ φαρμάκου κιῤῥότερον ἐξ ἀρχῆς φαίνεται. καὶ διὰ τοῦτο τινὲς μὲν διχρώμους ὀνομάζουσι τὰς τοιαύτας ἐμπλάστρους, τινὲς δὲ διπροσώπους. ὅσῳ δἂν ὦσι λεπτομερέστεραί τε καὶ ξηραντικώτεραι, τοσούτῳ μᾶλλον ἐνεργήσουσιν ἐπὶ τὸν κόλπον. εἰς βάθος γὰρ αὐτῶν χρὴ διϊκνεῖσθαι τὴν δύναμιν, εἰ τοῦ προκειμένου σκοποῦ τυγχάνειν μέλλοιεν. αἱ δὲ τὰ πρόσφατα καὶ ἔναιμα τραύματα κολλῶσαι, κᾂν ἧττον τούτων ξηραίνωσι, κολλῶσι τὰ χείλη τῶν τραυμάτων. ἐὰν μὲν γὰρ εἴη βραχέα τε καὶ ἀβαθῆ, διαὐτὸ τοῦτο ῥᾷόν τε καὶ θᾶττον ἀνύουσι τὸ δέον, ἐὰν δὲ εἰς βάθος διήκῃ τὸ τραῦμα τὸ πρόσφατον, καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν εἰώθαμεν αὐτὰ συνάγειν. οἱ μὲν οὖν κόλποι πάντες οὐχ ἁπλαῖ διαιρέσεις εἰσὶν, ἀλλἀναδέδαρται συχνὸν ἐν αὐτοῖς ἄλλοτε κατἄλλο μέρος, ὅπερ οὐδαὐτὸ χρὴ λανθάνειν σε. πρὸς μὲν γὰρ τὴν ἄνω χώραν ἀνατεταμένου τοῦ κόλπου, ῥᾳδίως ἐκρεῖ διὰ τοῦ στόματος ἰχώρ. κατάντους δὄντος αὐτοῦ, μένων ἔνδον ἀναβιβρώσκει τι τῶν συνεχῶν. ἐπὶ μὲν δὴ τῶν τοιούτων κόλπων, εἰ μὴ πρότερον εἰς ὑπόῤῥυσίν τινα ποιήσῃς τομὴν, οὐδὲν ἀνύσεις οὔτἐν τῷ σαρκοῦν αὐτοὺς οὔτἐν τῷ κολλᾷν. ἐπὶ δὲ τῶν ἄλλων οὐ δεήσει διαιρέσεως, ἐάν γε μόνον φυλάττῃς τὸ προσῆκον σχῆμα τῷ πεπονθότι μορίῳ, δι σχῆμα δυνήσῃ ποτὲ καὶ τὸν ἀνάῤῥοπον κόλπον ἐργάσασθαι κατάῤῥοπον καὶ τὸν κατάῤῥοπον ἀνάῤῥοπον. εἶδες γοῦν ἐμέ ποτε τὸν ἐν τῶ πήχει κόλπον, οὗ τὸ στόμιον ἦν ἐγγὺς τοῦ ἀγκῶνος, ἀναῤῥόπῳ σχήματι θεραπεύσαντα, χωρὶς ἀντιδιαιρέσεως. καὶ κατὰ μηρὸν δὲ ὁμοίως τοῦ καταῤῥόπου κόλπου, πρὸς μὲν τῷ γόνατι τὸ πέρας ἔχοντος, ὑψηλὸν δὲ τὸ στόμα τῆς μέσης κατὰ τὸν μηρὸν χώρας ἀνωτέρω, χωρὶς ἀντιδιαιρέσεως ἐθεάσω τὴν θεραπείαν γενομένην, ὑποτιθέντος μου κατὰ τὴν ἰγνύαν ὑπαυχένιον μαλακὸν ὡς ταπεινοτέραν ἔχειν τὴν θέσιν τὸν βουβῶνα τοῦ γόνατος. ἤρκεσε δὲ καὶ ἐπὶ τούτου τοῦ κόλπου καὶ ἑτέρων μειζόνων μελίκρατον μόνον ἐνεθὲν, ἐπιτήδειον εἰς κόλλησιν παρασχεῖν ἅπαν τὸ βάθος αὐτοῦ. τινὲς μὲν δὴ κονίαν στακτὴν προσενίασιν, ἐξελέγχοντες ἑαυτοὺς ἐφοἷς ἐνίεσαν ἔμπροσθεν φαρμάκοις ὑποσαρκοῦντες τὸν κόλπον. οὐ γὰρ οἷόν τε σάρκα νεωτέραν ἐπιτραφῆναι τῇ πρότερον οὔσῃ ῥύπου περικειμένου. πῶς οὖν αὐτάρκως σεσαρκωμένου τοῦ κόλπου τὸ κολλητικὸν ἐπιφέρουσι φάρμακον, εἴπερ ὡς ἱκανῶς ὄντα ῥυπαρὸν ἐπιχειροῦσι διαῤῥύπτειν τῇ κονίᾳ τῆς καθαρᾶς σαρκὸς, οὐδὲ τὸ δριμὺ μελίκρατον φερούσης; ἐπὶ ταύτης μὲν οὖν ἀρκεῖ τὸ τοιοῦτον ἐνιέμενον, ὡς ἂν καὶ πίνοι τις ἡδέως αὐτό. καὶ μετά γε τὸ μελίκρατον ἐφεξῆς εἴωθα, πρὶν ἐπιθεῖναι τὸ κολλητικὸν φάρμακον, ἐκκλύζειν τὸν κόλπον ποτὲ μὲν οἴνῳ μόνῳ, ποτὲ δὲ οἰνομέλιτι. πρὸς μὲν γὰρ τὸ περιῤῥῦψαί τε καὶ ἀποκαθῆραι τοὺς περὶ αὐτὸν ἰχῶρας ἄμεινον τὸ μελίκρατον· εἰς δὲ τὴν μέλλουσαν κόλλησιν οἶνος. ἔστω δὲ μέσος γλυκύτητός τε καὶ στύψεως. καὶ μέντοι καὶ μετὰ τὴν ἐπίθεσιν τοῦ κολλήσοντος φαρμάκου σπόγγος καινὸς ἐξ οἰνομέλιτος μόνος περιβαλλέσθω μαλακὸς ὡς ἔνι μάλιστα· καὶ ἐπίδεσις ἀπὸ μὲν τοῦ πυθμένος ἀρχέσθω τοῦ κόλπου, τελευτάτω δὲ ἐπὶ τὸ στόμιον. αἱ δὲ περιβολαὶ τῶν ὀθονίων σφιγγέτωσαν μὲν ἀνωδύνως τὸν πυθμένα τοῦ κόλπου, κατὰ βραχὺ δἐκλυέσθω ἄχρι τοῦ στομίου· καὶ τοῦτο δαὐτὸ χαλαρὰν ἐπίδεσιν ἐχέτω τοῦ φαρμάκου, τῆς περιβαλλομένης ἔξωθεν ἐμπλάστρου τῷ κόλπῳ διεψαλισμένης κατὰ τὸ τοῦ κόλπου στόμιον, ὡς ἐκρεῖν δύνασθαι εἴ τις ἰχώρ. ἐκκρίνοιτο δὲ διὰ τοῦ κόλπου, μικροῦ τινος ἄλλου καταὐτοῦ ἐπιτιθεμένου ἐμπλάστρου μέχρι τῆς ἐπιλύσεως, ἣν διὰ τρίτης ποιησάμενος ἀφαιρήσεις αὐτὸ τοῦτο τὸ οἷον ἐπίθεμα περικείμενον, ἐάσας τὸ καθόλου τοῦ κόλπου περιβεβλημένον φάρμακον. ἔστω δέ σοι διάγνωσις, εἰ κεκόλληται τὸ βάθος τοῦ κόλπου καλῶς, ἐκ τοῦ ῥέοντος ἰχῶρος, εἰ πολὺς ὀλίγος ἐστὶν πεπεμμένος ἄπεπτος· ἔτι δὲ καὶ καταὐτὸν τὸν κόλπον, εἰ μήτὀδύνη τις αἰσθητικὴ μήτὄγκος· ἀλλὰ προσέσταλται τὸ χωρίον ἅπαν καὶ ξηρὸν καὶ ἀνώδυνόν ἐστιν. ἐὰν δὲ καὶ πῦον εὔπεπτον ἐπὶ τοῦ στόματος ἴδῃς ὀλίγον, ἔτι μᾶλλον τὰς ἐλπίδας ἀγαθὰς ἕξεις περὶ τοῦ κεκολλῆσθαι τὸν κόλπον. ἐπιθείς τε τὸν σπόγγον αὖθις, ἐπιδήσας τε πάλιν, ὡς εἴρηται, λῦε κατὰ τὴν ὑστεραίαν διὰ τρίτης ὑπαλλάττων ἀεὶ τὸ κατὰ τοῦ κόλπου στομίου ἐπικείμενον  ὀθόνιον ἐκ τῆς αὐτῆς ἐμπλάστρου κεχρισμένον, περιλήψεται σύμπαν ἐν κύκλῳ τὸ στόμιον· εἶναι δαὐτὸ χρὴ μὴ πάνυ προστετυπωμένον, ἀλλὥστε δύνασθαι τὸν ἰχῶρα τοῦ κόλπου πάντα κενοῦσθαι διαὐτοῦ. κατὰ μὲν οὖν τὴν πρώτην τε καὶ δευτέραν ἡμέραν ἐὰν ἐκκρίνῃ ταύτης ἰχὼρ λεπτὸς ἐκ τοῦ κόλπου, μὴ πάνυ τῆς κολλήσεως ἀπέλπιζε. πολλάκις γὰρ τοῦ περιβαλλομένου φαρμάκου τῷ πεπονθότι μορίῳ δύναμις ἐκθλίβει σφοδρῶς ἔκ τε τοῦ δέρματος αὐτοῦ καὶ τῆς ὑποκειμένης σαρκὸς αὐτῷ ὑγρότητα λεπτὴν, ὅταν γε οὕτως ἔχῃ διαθέσεως τὸ τοῦ θεραπευομένου σῶμα διὰ φυσικὴν κρᾶσιν μοχθηρὰν δίαιταν. ἧς ἐκθλιβείσης συμμέτρως ξηρὰ γενόμενα τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡμέραν τετάρτην ἀπὸ τῆς ἀρχῆς, ἐὰν ἄπεπτος ἰχὼρ φαίνηται διὰ τοῦ στόματος, γίνωσκε μὴ κεκολλῆσθαι τὸν κόλπον. ἔστω δὲ πρὸ πάντων καὶ τὸ περιβαλλόμενον τῷ πεπονθότι μορίῳ φάρμακον ἰσχυρῶς μὲν ξηραῖνον, οὔτε δὲ δάκνον οὔτε συντεῖνον· οἷόν ἐστι τὸ ἡμέτερον κιῤῥὸν, χωρὶς κηροῦ σκευάζεται διὰ μεταλλικῶν φαρμάκων ἡψημένων καὶ ἐλαίου κικίνου καὶ ὄξους. ἐναίμων τε τραυμάτων κολλητικὸν ἀλύπως καὶ ξηραντικὸν κόλπων. εἶδες δαὐτῷ καὶ σύριγγα θεραπευθεῖσαν, ἐφἧς στενῆς τοὔσης ὀπῆς καὶ μακρᾶς καὶ μηδέπω μοι φαινομένης ἔχειν ἔνδον ἐν αὐτῇ τύλον, ἀλλὰ μόνον ῥύπον, ἐν καὶ πρότερον ἔκλυσα τὴν κονίαν, εἶτἐπισχὼν ἐν τῇ σύριγγι μεῖναι τοσοῦτον χρόνον, ἐν ὅσῳ τὸν ῥύπον ἤλπισα τελέως ἐκπεσεῖν ἅπαντα, μετὰ ταῦτἐπέθηκα τὸ φάρμακον. οὕτω δὲ καὶ τοὺς ὑπαὐτῷ τῷ δέρματι μόνῳ κόλπους σαρκώσεως μὲν οὐ δεομένους, ἀμαθῶς δὲ θεραπευομένους ὑπό τινων, ἅμα τῷ παραλαβεῖν ἐκόλλησα τῷ φαρμάκῳ τῷδε προεκκλύσας τῇ κονίᾳ, διὰ τὸ μηδενὶ τῶν καθαιρόντων ἕλκους φαρμάκων χρῆσθαι τοὺς θεραπεύοντας. ὅταν γε μὴν τῶν εἰς ἀπόστασιν ἀφικνουμένων ὄγκων τομὴ γένηται βραδέως διἀμαθίαν τῶν θεραπευόντων διὰ δειλίαν τῶν θεραπευομένων, οὐκ ἐπιτρεπόντων τεμεῖν, ἀλλὰ περιμεινάντων ἐν χρόνῳ πλείονι διαβρωθῆναι τὸ δέρμα πρὸς τοῦ πύου, συμβαίνει πολλάκις ἅπαν τὸ περὶ τῷ κατὰ τὴν ἀπόστασιν ἀθροισθέντι πύῳ δέρμα λεπτὸν ἱκανῶς γενέσθαι, καθάπερ τι ῥάκος· ὅθεν ἡγοῦμαι καὶ τοὔνομα αὐτῷ πρὸς τῶν ἰατρῶν τεθεῖσθαι τὸ ῥακῶδες. ἔστιν οὖν τὰ τοιαῦτα δέρματα δυσκόλλητα, καὶ μάλισθὅταν τις αὐτοῖς ἐπιβάλῃ ξηρὸν κατὰ τὴν σύστασιν φάρμακον· ὑπὸ τούτων γὰρ ἔτι μᾶλλον γίνεται ῥακῶδές τε καὶ ξηρὸν τὸ δέρμα, παραπλήσιον ταῖς τριβακαῖς διφθέραις. ἔδοξεν οὖν μοι προσηκόντως ἄν τις χρήσασθαι πρὸς τὴν κόλλησιν αὐτοῦ τῇ συστάσει μὲν ὑγρῷ φαρμάκῳ, τῇ δυνάμει δὲ ξηρῷ. λέλεκται δἐν τοῖς περὶ φαρμάκων ὅτι δυνάμει ξηρὰ φάρμακα καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὅσα ξηραίνειν πέφυκε. κάλλιστον δὲ πάντων τῶν ὑγρῶν μὲν τῇ συστάσει, ξηρῶν δὲ τῇ δυνάμει τὸ συντεθὲν ὑπἐμοῦ φάρμακόν ἐστι, τὸ διὰ λιθαργύρου καὶ στέατος χοιρείου παλαιοῦ καὶ χαλκίτεως, ἐχόντων ἔλαιον παλαιότατον. ἄμεινον δἐνεργοῦντος ἐπειράθην αὐτοῦ κατὰ τὰς τοιαύτας διαθέσεις, ὅταν μὴ πάνυ τι σκληρὸν μηδἀκριβῶς ἀμόλυντον. ἀλλὰ κᾂν τοιοῦτον σκευασθῇ καὶ τῶν ἐναίμων μέν ἐστι τραυμάτων κολλητικὸν καὶ πάντων δὲ τῶν ἑλκῶν ἐπουλωτικὸν, ἀνιέμενόν τἐλαίῳ, κᾄπειτα μετοἴνου μετρίως παλαιοῦ φυρώμενον, εἶτἐπιτιθέμενον ἐν κύκλῳ ταῖς τοιαύταις διαθέσεσιν, ἀλύπως αὐτὰς ἐκόλλησε πολλάκις. ἁρμόττει δ’, ὡς εἴρηται, ἐπὶ τῶν ῥακωδῶν δερμάτων οὐχ ἥκιστα καὶ τὸ μέλι μέχρι συστάσεως ἐμπλαστρώδους ἑψηθέν. ἔστι δ συμμετρία τῆς ἑψήσεως αὐτοῦ δυσκατόρθωτος τῷ μὴ τεθεαμένῳ. χρὴ γὰρ αὐτὸ μήθοὕτω γενέσθαι σκληρὸν, ὡς δυσπρόπτωτον εἶναι, μήθοὕτως ὑγρὸν, ὡς περιῤῥεῖν. τὸ μὲν γὰρ σκληρὸν εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖται ταῖς σκληραῖς ἐμπλάστροις, τὸ δὑγρὸν, ὡσανεὶ ἐπικείμενον θερμῷ σώματι, περιῤῥεῖ κύκλῳ καὶ ξηρὰν ἀπολείπει τὴν ὀθόνην, ἥτις οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ πρὸς κακοῦ γίνεται τῷ κολληθησομένῳ δέρματι. συμμέτρως γε μὴν ἑψηθὲν τὸ μέλι κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν τοιούτων κόλπων. ἐπεὶ δ συμμετρία τῆς ἑψήσεως αὐτοῦ δυστέκμαρτός ἐστιν, ἄμεινον ἔδοξέ μοι καταπάττειν αὐτῷ χνοώδη σμύρναν ἀλόην λιβανωτὸν τινα τούτων πάντα ὁμοῦ· καὶ μάλισθὅταν ἐπὶ τῆς ὀθόνης ἐγχρισθὲν ὑγρότερον φαίνηται. καταπάττειν δὲ αὐτὰ διὰ κοσκίνου, μετεώρου κρατουμένου κατὰ τοῦ μέλιτος. ἀρκεῖ δἅπαξ δὶς κροῦσαι αὐτὸ πρὸς τὴν συμμετρίαν τῆς διεκπτώσεως. ἐνίοτε δὲ καὶ καταὐτὴν τὴν ἕψησιν ἐμπάττω τι τῷ μέλιτι τῶν εἰρημένων φαρμάκων, καὶ μάλισθὅταν κόλπος μείζων τε καὶ βαθύτερος. ἐπειράθην δὲ καὶ τοῦ λεπτοῦ κενταυρίου, θαυμαστοῦ φαρμάκου πρὸς τὴν τοιαύτην χρείαν· ἐφεξῆς δαὐτῷ σύμφυτον ἐπιτήδειόν ἐστι καὶ μεταὐτὸ τῆς Ἰλλυρίδος ἴρεως ῥίζα, μεθἣν καὶ τὸ τῶν ὀρόβων ἄλευρον. εὔδηλον ὅτι κεκόφθαι τε καὶ διηθῆσθαι λεπτῷ κοσκίνῳ καὶ μετὰ ταῦτά γε λελειῶσθαι τὰ τοιαῦτα πάντα προσήκει. μιγνύσθω δὲ τῷ μέλιτι κατἐκεῖνον τὸν καιρὸν, ἡνίκἂν ἀπὸ τοῦ πυρὸς ἐξαίρεσθαι μέλλῃ, τοσοῦτον ἡμῶν ἐπιδιατριψάντων, ὡς ἑνωθῆναι καλῶς αὐτὰ τῷ προηψημένῳ μέλιτι. κάλλιον δὲ καὶ καθαιροῦντα τὴν κακάβην ἀπὸ τοῦ πυρὸς, ἐμπάττειν ἅπαντα τὰ τοιαῦτα, κᾄπειτα κινεῖν ἐπιμελῶς ἄχρις ἂν οὕτω γένηται τὸ μέλι χλιαρὸν, ὡς ἐπιτιθέναι δύνασθαι τῷ θεραπευσομένῳ σώματι.
§11 Ἐφεξῆς δἂν εἴη τοῖς εἰρημένοις εἰπεῖν σοί τι καὶ περὶ τῶν γαγγραινουμένων φλεγμονῶν. ὀνομάζουσι δ’, ὡς οἶσθα, γαγγραίνας τὰς διὰ μέγεθος φλεγμονῆς νεκρώσεις οὐκ ἤδη γεγενημένας, ἀλλὰ γινομένας ἔτι. τελέως μὲν γὰρ  νεκρωθὲν μόριον ὡς νυττόμενον τεμνόμενον καιόμενον ἀναίσθητον ὑπάρχειν ὧν πάσχει, τάχιστα χρὴ περικόπτειν καθ ψαύει τοῦ πλησιάζοντος ὑγιοῦς. ἀλλὰ τὸ μὲν οὕτω διατεθὲν μέλαν γίνεται, τὸ δἐν τῷ μεταξὺ καθεστηκὸς, ὡς ὁδοιπορεῖν ἐπὶ τὴν νέκρωσιν, γάγγραινα ὀνομάζεται. θεραπεία δαὐτῆς γίνεται κενωσάντων ἡμῶν ὅσον οἷόν τε πλεῖστον τοῦ κατὰ τὸ πάσχον μόριον αἵματος ἐσφηνωμένου, δι καὶ νέκρωσις γίνεται, μὴ δυναμένων τῶν ἀρτηριῶν ὑπὸ στενοχωρίας διαστέλλεσθαι, τῷ δὑπολοίπῳ διαπνοὰς παρασχόντων. τοίνυν ὅλον τὸ δέρμα πολλαῖς βαθείαις τομαῖς διαιρεῖν χρὴ, τέμνοντας ἅμα αὐτῷ τὴν ὑποκειμένην οὐσίαν πολλαῖς ἀμυχαῖς βαθείαις ἀποσχάζειν, ἐάσαντα δἀποῤῥυῆναι τὸ αἷμα τῶν φαρμάκων ἐπιτιθέναι τι τῶν πρὸς τὰ σηπόμενα χρησίμων. ἔστι δὲ τοιαῦτα διὀξυμέλιτος καὶ ἀλεύρου ὀρόβων αἰρῶν, εἰ μὴ ταῦτα παρείη, τὸ τῶν κυάμων· αὐτό τε μόνον τὸ ὀξύμελι. σφοδροτέρῳ δὲ αὐτῷ χρῆσθαι βουλόμενος, ἁλῶν ἐπεμβάλλειν τῶν κυκλίσκων τινὰ λειοῦν ἀκριβῶς, οἷος Ἀνδρώνιός ἐστι καὶ Πολυείδου καὶ Πασίωνος. ἀλλὰ καὶ τὸ τοῦ Μούσα φάρμακον ἐπιτηδειότατόν ἐστιν εἰς ταῦτα, κατὰ τὸν Ἥρα γέγραπται τόμον. χρῶ δὲ τούτοις καὶ οἷς προείρηκα, προσέχων τὸν νοῦν τῷ σώματι τοῦ κάμνοντος. ἀγροίκου μὲν γὰρ ὄντος αὐτοῦ καὶ σκληροῦ φύσει, τῶν ἰσχυροτάτων δεῖται φαρμάκων τὸ σῶμα· γυναίου δὲ ἁπαλοσάρκου, τῶν ἀσθενεστέρων. οὕτω δὲ καὶ τῶν ἀνδρῶν ὅσοι λευκοί τε καὶ ἁπαλόσαρκοι καὶ φιλόλουτροι καὶ ἀγύμναστοι μαλακῶν δέονται φαρμάκων. δῆλον δὅτι καὶ τὰ παιδία. κᾂν ἐκτέμοις δέ ποτε τὸ σεσηπὸς καὶ νενεκρωμένον μέρος ἀσφαλείας ἕνεκα, τοῖς εἰρημένοις ἄρτι χρῶ φαρμάκοις, ἀποβλέπων εἰς τὰς τῶν νοσημάτων φύσεις, ἅμα τῷ καὶ τὴν αὐτοῦ τοῦ πεπονθότος μορίου φύσιν ἐπισκοπεῖν· τινὰ γὰρ τάχιστα σήπεται καὶ βέλτιον ἀσφαλείας ἕνεκα, ὅταν ἐκτέμῃς περιτέμῃς τὸ σεσηπὸς, τὴν οἷον ῥίζαν αὐτοῦ συνημμένην τοῖς ἀπαθέσι καίειν, ὡς ἐπὶ τῶν αἰδοίων εἰώθαμεν ἐργάζεσθαι πολλάκις, ἐνίοτε μὲν αὐτοῖς τοῖς πεπονθόσι μορίοις τὰ καυτήρια προσφέροντες, ἐνίοτε δὲ καὶ προϋποβάλλοντες μότον. μετά γε μὴν τὴν καῦσιν εἰώθαμεν, ὡς οἶσθα, χυλῷ πράσου χρῆσθαι, μὴ παρόντος δὲ τούτου, τοῖς προειρημένοις ὀλίγον ἔμπροσθεν. ὅταν δὲ φαίνηταί σοι τούτων γιγνομένων πεπαῦσθαι τὸ σηπόμενον, ὅπως ἀποπέσῃ θᾶττον ἐσχάρα, τῷ κεφαλικῷ καλουμένῳ φαρμάκῳ μετὰ μέλιτος χρῶ. κάλλιον καὶ καταπλάττειν ἔξωθεν διὑδρελαίου τὸν ἄρτον ἕψοντας κρίθινον ἄλευρον οὕτω σκευάζοντας, μετὰ αὐτοῦ μῖξαι πύρινον. καὶ μὴν καὶ τὸ τετραφάρμακον ὀνομαζόμενον, ἔτι τε τὸ μακεδονικὸν, ἐπιτήδεια πρὸς τὰς διαπυήσεις τε καὶ ἀποπτώσεις τῶν ἐσχαρῶν, ὁμοίως δὲ καὶ πάντα ὅσα διαπυΐσκει. καὶ ἄρτος δὲ μετὰ σελίνου λειωθεὶς ὠκίμου περιῤῥήσσει καὶ χωρίζει τὰς ἐσχάρας ἀπὸ τῶν ὑγιεινῶν. τῶν δἁπλῶν φαρμάκων μετὰ μέλιτος ἴρις ῥίζα πάνακος ἀριστολοχίας ἀκόρου. ἐπὶ δὲ τῶν μαλακῶν σωμάτων ἀρκεῖ καὶ τὸ τῶν ὀρόβων ἄλευρον μετὰ μέλιτος λιβανωτοῦ. ὁμοίως δὲ ἀφαιρεῖ τὰς ἐσχάρας καὶ τὸ τοῦ Μαχαιρίωνος φάρμακον καὶ Ἴσις ἔμμοτα μετὰ μέλιτος. ὅταν δὲ ἐκπέσωσιν αἱ ἐσχάραι, καὶ διὰ τῶν ἐπιτυχόντων φαρμάκων σαρκοῦνται τὰ τοιαῦτα τῶν ἑλκῶν.
§12 Ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται μετρίως, περὶ τῶν καρκινωδῶν ἑξῆς ἂν εἴη ὄγκων εἰπεῖν, γινομένων ἐν ἅπασι τοῖς μορίοις, μάλιστα δὲ τοῖς τιτθοῖς τῶν γυναικῶν, ὅσαι μηκέτι καθαίρονται τὴν κατὰ φύσιν κάθαρσιν· ἥτις ὅταν ὡς χρὴ γένηται, τελέως ἄνοσος γυνὴ διατελεῖ. πάντες οὖν οἱ τοιοῦτοι παρὰ φύσιν ὄγκοι τὴν γένεσιν ἐκ μελαγχολικοῦ περιττώματος ἴσχουσι, ὑπὲρ οὗ λέλεκται καὶ ἐν τοῖς κατὰ φυσικῶν δυνάμεων ὑπομνήμασι, γεννᾶσθαι μὲν ἡμῶν δειξάντων ἐν ἥπατι κατὰ τὴν ἐξαιμάτωσιν ἀνάλογον τῇ κατὰ τὸν οἶνον τρυγὶ, καθαίρεσθαι δὲ διὰ τοῦ σπληνός. ἐκ γὰρ τοῦ τοιούτου χυμοῦ τρέφεσθαι πέφυκεν. ὅταν οὖν φυσικὴ κρᾶσις τοῦ ζώου τὸν χυμὸν τοῦτον ὀλίγον γεννῶσα καὶ δίαιτα συντελῇ καὶ σπλὴν ἀξιολόγως ἕλκῃ τὸ γεννώμενον εἰς ἑαυτὸν, οὐδὲν ἀθροίζεται κατὰ τὰς φλέβας τοιούτων περίττωμα. ὅταν δὲ τἀναντία , ἀθροίζεται πολὺ κατὰ τὰς φλέβας καὶ ἐργάζεται τὰ λεχθησόμενα νοσήματα. λέγω δἐναντία τοῖς εἰρημένοις τὸ μὲν ἧπαρ εἰς γένεσιν ἐπιτήδειον τοῦ τοιούτου περιττώματος, τὴν δίαιταν δὲ διὰ τῶν τοιούτων ἐδεσμάτων γινομένην, πέφυκε γεννᾷν αἷμα παχὺ καὶ ἰλυῶδες· ἀσθενέστερον δὲ τὸν σπλῆνα φύσει και ἀδυνατώτερον ἕλκειν ἐφἑαυτὸν ἅπαν τὸ γεννώμενον. ἐν δὲ τῷ τοιούτῳ σώματι θολοῦται καὶ παχύνεται τὸ κατὰ τὰς φλέβας αἷμα. καὶ ποτὲ μὲν ὑπαὐτῶν τῶν φλεβῶν, ἐχουσῶν γε καὶ αὐτῶν ἀποκριτικὴν τῶν ἀλλοτρίων δύναμιν, ὥσπερ καὶ τἄλλα πάντα διαἱμοῤῥοΐδος ἐκκρίνεται· πολλάκις δὲ εἰς κιρσοὺς κατασκήπτει, καὶ ποτὲ εἰς τὸ δέρμα πᾶν ὠθεῖται. καὶ τοῦτό ἐστι γένεσις τοῦ πάθους, καλοῦσιν ἐλέφαντα. γίνεταί γε μὴν ἐνίοτε καὶ εἰς ἄλλα μόρια τοῦ σώματος, ἅπερ ἂν πάντων ἀσθενέστατα, φορὰ τοῦ τοιούτου χυμοῦ, καὶ φαίνονταί γε σαφῶς αἱ κατὰ τὸ μόριον ἐκεῖνο φλέβες μεσταὶ αἵματος μέλανός τε καὶ παχέος. καὶ ὅσον δἂν παχύτερόν τε καὶ μελάντερον, τοσοῦτον χεῖρόν ἐστι τὸ πάθος. ἐπὶ δὲ τῶν τιτθῶν εἴδομεν πολλάκις ἀκριβῶς ὄγκον ὅμοιον  καρκίνῳ ζώῳ. καθάπερ γὰρ ἐπἐκείνου πόδες ἑκατέρωθέν εἰσι τοῦ σώματος, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ πάθους αἱ φλεβὲς ἀποτεταμέναι τοῦ παρὰ φύσιν ὄγκου τὸ σχῆμα καρκίνῳ παραπλήσιον ἐργάζονται. τοῦτο τὸ πάθος ἀρχόμενον μὲν ἰασάμεθα πολλάκις, εἰς μέγεθος δὲ ἀξιόλογον ἀρθὲν ἄνευ χειρουργίας οὐδεὶς ἰάσατο. πάσης μὲν οὖν χειρουργίας ἐκκοπτούσης ὄγκον παρὰ φύσιν σκοπός ἐστιν ἐν κύκλῳ πάντα τὸν ὄγκον περικόψαι, καθ τῷ κατὰ φύσιν ἔχοντι πλησιάζει. διὰ δὲ τὸ μέγεθος τῶν ἀγγείων, καὶ μάλισθὅταν ἀρτηρίαι τύχωσιν οὖσαι, παραχρῆμά τε κίνδυνος αἱμοῤῥαγίας γίνεται βρόχοις τε διαλαμβανόντων αὐτὰς συμπάθειαι ἕπονται. ἐὰν δὲ καὶ καῦσαι τὰς ῥίζας αὐτοῦ πάθους προελώμεθα, καὶ κατὰ τοῦτο κίνδυνος οὐ μικρὸς, ὅταν ἐγγὺς καιρίων μορίων καῦσις γένηται. ἀλλἀρχόμενον γεννᾶσθαι, καθάπερ ἔφην, ἰασάμεθα πολλάκις τὸ πάθος τοῦτο, καὶ μάλισθὅταν μελαγχολικὸς χυμὸς φαίνηται μὴ πάνυ παχὺς ὑπάρχων. ὑπακούει γὰρ οὗτος τοῖς καθαίρουσι φαρμάκοις ἑτοίμως, διὧν θεραπεία γίνεται. πρόδηλον δὅτι μελάνων εἶναι χρὴ κενωτικὰ τὰ διδόμενα φάρμακα, καὶ τοῦτο συνεχῶς ποιητέον, ἄχρις ἂν εἰς τὸ κατὰ φύσιν ἀκριβῶς ἐπανέλθοι τὸ μόριον, οὔσης καὶ τῆς διαίτης εὐχύμου. κατὰ γοῦν τὴν Ἀλεξάνδρειαν ἐλεφαντιῶσι πάμπολλοι διά τε τὴν δίαιταν καὶ τὴν θερμότητα τοῦ χωρίου. κατὰ δὲ τὰς Γερμανίας τε καὶ Μυσίας σπανιώτατα τοῦτο τὸ πάθος ὦπται γινόμενον. καὶ παρά γε τοῖς γαλακτοπόταις Σκύθαις σχεδὸν οὐδέποτε φαίνεται γινόμενον. ἀλλἐν Ἀλεξανδρείᾳ παμπόλλη γένεσις αὐτοῦ διὰ τὴν δίαιτάν ἐστιν· ἀθάραν γὰρ ἐσθίουσι καὶ φακὴν καὶ κοχλίας καὶ ταρίχη πολλά· τινὲς δὲ καὶ ὄνεια κρέα καὶ ἄλλα τοιαῦτα παχὺν καὶ μελαγχολικὸν γεννῶντα χυμόν. ἅτε δὲ θερμοῦ τοῦ περιέχοντος ὄντος καὶ ῥοπὴ τῆς φορᾶς αὐτῶν πρὸς τὸ δέρμα γίνεται. τούτῳ μὲν οὖν τῷ πάθει συμφέρουσιν αἱ εἰρημέναι καθάρσεις. ἐὰν δὲ τὰ τῆς ἡλικίας καὶ τὰ τῆς δυνάμεως ἐπιτρέπῃ, φλεβοτομεῖν πρότερον. ἐπὶ δὲ τῶν καρκίνων οὐκ ἀνάρμοστον μὲν οὐδἐπὶ τούτων, ἢν μηδὲν κωλύῃ, φλεβοτομεῖν· ἐφεξῆς δὲ καθαίρειν· καὶ εἰ μὲν γυναῖκες εἶεν, ἔμμηνα κινεῖν αὐταῖς, ἐάν γε δηλονότι μηδέπω πεντηκοστὸν ἔτος ἄγωσι. κατὰ δὲ τοῦ πεπονθότος μορίου χυλὸς ἐπικείσθω στρύχνου, κάλλιστον γὰρ τοῦτο φάρμακον εἰς τὰ τοιαῦτα. μὴ βουλομένου δὲ τοῦ θεραπευομένου φάρμακον οὕτως ὑγρὸν ἐπιβαλέσθαι, καὶ μάλισθὅταν προέρχεσθαί τε τῆς οἰκίας καὶ τὰ συνήθη πράττειν ἀναγκάζηται, τὸ διὰ πομφόλυγος ἐπιβλητέον, καὶ πρὸς τοὺς ἡλκωμένους καρκίνους οἶσθα χρώμενόν με· καὶ τούτου μὴ παρόντος τῷ διὰ χαλκίτεως ἡμετέρῳ φαρμάκῳ. κατὰ δὲ τὴν δίαιταν ἐν χυλῷ πτισάνης πλεοναστέον καὶ γάλακτος ὀῤῥῷ καὶ λαχάνοις, μαλάχῃ καὶ ἀτραφάξει καὶ βλίτῳ, καὶ κατὰ καιρὸν ἐν εἰσιν αἵ κολοκύνθαι, ταύταις χρηστέον. ἰχθύων δὲ τοῖς πετραίοις καὶ ὄρνισι πᾶσι, πλὴν ἑλείων. ἐπὶ δὲ τῶν ἐλεφαντιώντων τῶν ἐχιδνῶν ἐδωδὴ θαυμάσιόν ἐστι φάρμακον. χρὴ δὲ ἐσθίειν αὐτὰς οὕτω σκευάζοντας ὡς τοὺς θηριοτρόφους καὶ ἀσπιδοτρόφους Μάρσους ἐθεάσω, πρῶτον μὲν ἀποκοπτομένης τῆς οὐρᾶς καὶ τῆς κεφαλῆς ἄχρι δακτύλων τεττάρων, εἶτα τῶν ἔνδον ἁπάντων ἀφαιρεθέντων θέντων καὶ τοῦ δέρματος δηλονότι, εἶθὕδατι τοῦ σώματος αὐτῶν περιπλυθέντος. ἀλλὰ μέχρι μὲν τοῦδε, κᾀπειδὰν τὴν θηριακὴν ἀντίδοτον καλουμένην σκευάζωμεν, οὕτω πράττομεν· ἐφεξῆς δὲ διαφερόντως ἕψομεν, ἐπὶ μὲν τῆς θηριακῆς ἐν ὕδατι προσεπεμβάλλοντες ἀνήθου καὶ βραχέων ἁλῶν, ἐπὶ δὲ τῶν ἐλεφαντιώντων ἐν λοπάσι παραπλησίως ταῖς ἐγχέλυσι σκευάζοντες διὰ λευκοῦ ζωμοῦ. γίνεται δὲ οὕτως. ὕδατος μὲν δαψιλοῦς ἐμβληθέντος καὶ ἐλαίου βραχέος καὶ σὺν αὐτῷ πράσου καὶ ἀνήθου. πρόδηλον δὅτι μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχιδνῶν ἀφεψεῖν προσήκει, μέχρις ἂν ἀκριβῶς γενηθῶσι μαλακαί. καὶ αὐτὸ δὲ τὸ διαὐτῶν σκευαζόμενον φάρμακον, καλοῦσι θηριακὴν ἀντίδοτον, ἐπιτήδειόν ἐστι πίνεσθαι τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό τις αὐτοῦ καὶ τὸ δέρμα χρίεσθαι. ταῦτα γὰρ ἅπαντα ποιούντων ἔσθὅτε λεπὶς ἀφίσταται τοῦ δέρματος, ὁποῖον ἐπὶ τῶν ὄφεων τὸ καλούμενον γῆρας.
§13
§13 Τῶν δἄλλων ὄγκων τῶν παρὰ φύσιν οὐδενὸς μὲν ἠξίωσά σοι γραφῆναι χειρουργίαν· ἔλαβες γὰρ δοκιμώτατα τῶν παρἡμῖν φαρμάκων. ἐπὶ μὲν χοιράδων τά τε προστέλλειν καὶ ξηραίνειν δυνάμενα καὶ διαπυΐσκειν. ἐπὶ δὲ μελικηρίδων ὅσα καὶ ταύτας διαφορεῖ καὶ πύου διαφορητικὰ φάρμακα καὶ ὕδατος ἐν ὀσχέῳ τε καὶ κατἐπιγάστριον ἔλαβες, ὡς κᾀπὶ τῶν ὑδερικῶν κεχρῆσθαι. διττὸς γὰρ καὶ τούτων σκοπὸς, ἰᾶσθαί τε τοῦ σπλάγχνου τὸν σκίῤῥον καὶ διαφορῆσαι τὸ συνειλεγμένον ὑγρόν. εἴρηται δἔμπροσθεν τῶν σκιῤῥουμένων σπλάγχνων θεραπεία. ὥστε καὶ τῶν ὑδέρων ἴασις εἰς τρεῖς τούτους ἀνάγεται σκοποὺς, ἰᾶσθαι τοῦ σκιῤῥουμένου σπλάγχνου τὸν σκίῤῥον, ἐπιθέμασί τε καὶ διαφοροῦσι τὴν ὑγρότητα χρῆσθαι· φάρμακά τε πίνειν διουρητικά. ταῦτα μὲν οὖν εἰς ἀποδημίαν σοι μακρὰν στελλομένῳ νομίζω συμμέτρως ἔχειν. ἐὰν δὲ, ὡς προείρηται, καὶ τὴν ἐπὶ τῶν κατὰ γένος καὶ τόπους πεπονθότας φαρμάκων πραγματείαν ποιήσωμαι, κᾀκείνην ἕξεις ἐπανελθὼν ἐκ τῆς ἀποδημίας. ἔστι δὲ καὶ ἄλλη μεγάλη πραγματεία τῶν ἑταίρων ἀξιωσάντων ἁπάσης τῆς θεραπευτικῆς μεθόδου. κατεχομένῳ δἐπὶ πλέον ἔξω σοὶ πέμπειν οὐκ ὀκνήσω τῶν γραφομένων ἡμῖν ὑπομνημάτων ἕκαστον.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up