§1 Ξενοφῶν δὲ καὶ Φίλιστος οἱ τούτοις ἐπακμάσαντες οὔτε φύσεις ὁμοίας εἶχον οὔτε προαιρέσεις. Ξενοφῶν μὲν γὰρ Ἡροδότου ζηλωτὴς ἐγένετο κατʼ ἀμφοτέρους τοὺς χαρακτῆρας, τόν τε πραγματικὸν καὶ τὸν λεκτικόν. πρῶτον μὲν γὰρ τὰς ὑποθέσεις τῶν ἱστοριῶν ἐξελέξατο καλὰς καὶ μεγαλοπρεπεῖς καὶ ἀνδρὶ φιλοσόφῳ προσηκούσας· τήν τε Κύρου παιδείαν, εἰκόνα βασιλέως ἀγαθοῦ καὶ εὐδαίμονος· καὶ τὴν ἀνάβασιν τοῦ νεωτέρου Κύρου, καὶ αὐτὸς συνανέβη, μέγιστον ἐγκώμιον ἔχουσαν τῶν συστρατευσαμένων Ἑλλήνων· καὶ τρίτην ἔτι τὴν Ἑλληνικὴν καὶ ἣν κατέλιπεν ἀτελῆ Θουκυδίδης, ἐν καταλύονταί τε οἱ τριάκοντα καὶ τὰ τείχη τῶν Ἀθηναίων, Λακεδαιμόνιοι καθεῖλον, αὖθις ἀνίσταται.
§2 οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι ζηλωτὴς Ἡροδότου γενόμενος, ἀλλὰ καὶ τῆς οἰκονομίας· ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε, μεμέρικέν τε καλῶς καὶ τέταχεν καὶ πεποίκιλκε τὴν γραφήν. ἦθός τε ἐπιδείκνυται θεοσεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς· καὶ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος.
§3 δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ ἐνδεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς καὶ σαφὴς καὶ ἐναργὴς καθάπερ ἐκεῖνος· ἐκλέγει δὲ ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν Ἡρόδοτος ἔχει·
§4 οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρʼ αὐτοῦ λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν, ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς, ἀλλʼ ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.
Tap any Greek word to look it up
An open-access project
Usener 1904
Teubner
Usener & Radermacher, Teubner, 1904 · 1904
The Editor

Hermann Usener (1834–1905) was one of the most influential German classical scholars of the late 19th century. Professor at the University of Bonn, he combined textual criticism with broad interests in ancient religion, philosophy, and cultural history. His editions of Epicurus and Dionysius of Halicarnassus were landmarks, and his Religionsgeschichtliche Untersuchungen shaped the study of ancient religion for generations. Among his students were Wilamowitz-Moellendorff and Eduard Norden.

About This Edition

Usener's editions combine meticulous textual criticism with wide-ranging scholarly commentary. His approach was characterised by attention not only to the manuscript tradition but to the broader intellectual and cultural context of the texts he edited. The Teubner editions bearing his name represent some of the finest products of the German philological tradition.

Tap any Greek word to look it up