EN Lat Orig
The Funeral Speech
§1 ἐπειδὴ τοὺς ἐν τῷδε τῷ τάφῳ κειμένους, ἄνδρας ἀγαθοὺς ἐν τῷ πολέμῳ γεγονότας, ἔδοξεν τῇ πόλει δημοσίᾳ θάπτειν καὶ προσέταξεν ἐμοὶ τὸν νομιζόμενον λόγον εἰπεῖν ἐπʼ αὐτοῖς, ἐσκόπουν μὲν εὐθὺς ὅπως τοῦ προσήκοντος ἐπαίνου τεύξονται, ἐξετάζων δὲ καὶ σκοπῶν ἀξίως εἰπεῖν τῶν τετελευτηκότων ἕν τι τῶν ἀδυνάτων ηὕρισκον ὄν. οἳ γὰρ τὴν ὑπάρχουσαν πᾶσιν ἔμφυτον τοῦ ζῆν ὑπερεῖδον ἐπιθυμίαν, καὶ τελευτῆσαι καλῶς μᾶλλον ἠβουλήθησαν ζῶντες τὴν Ἑλλάδʼ ἰδεῖν ἀτυχοῦσαν, πῶς οὐκ ἀνυπέρβλητον παντὶ λόγῳ τὴν αὑτῶν ἀρετὴν καταλελοίπασιν; ὁμοίως μέντοι διαλεχθῆναι τοῖς πρότερόν ποτʼ εἰρηκόσιν ἐνθάδʼ εἶναι μοι δοκεῖ.
§2 ὡς μὲν οὖν πόλις σπουδάζει περὶ τοὺς ἐν τῷ πολέμῳ τελευτῶντας, ἔκ τε τῶν ἄλλων ἔστιν ἰδεῖν καὶ μάλιστʼ ἐκ τοῦδε τοῦ νόμου, καθʼ ὃν αἱρεῖται τὸν ἐροῦντʼ ἐπὶ ταῖς δημοσίαις ταφαῖς· εἰδυῖα γὰρ παρὰ τοῖς ἀγαθοῖς ἀνδράσιν τὰς μὲν τῶν χρημάτων κτήσεις καὶ τῶν κατὰ τὸν βίον ἡδονῶν ἀπολαύσεις ὑπερεωραμένας, τῆς δʼ ἀρετῆς καὶ τῶν ἐπαίνων πᾶσαν τὴν ἐπιθυμίαν οὖσαν, ἐξ ὧν ταῦτʼ ἂν αὐτοῖς μάλιστα γένοιτο λόγων, τούτοις ᾠήθησαν δεῖν αὐτοὺς τιμᾶν, ἵνʼ ἣν ζῶντες ἐκτήσαντʼ εὐδοξίαν, αὕτη καὶ τετελευτηκόσιν αὐτοῖς ἀποδοθείη.
§3 εἰ μὲν οὖν τὴν ἀνδρείαν μόνον αὐτοῖς τῶν εἰς ἀρετὴν ἀνηκόντων ὑπάρχουσαν ἑώρων, ταύτην ἂν ἐπαινέσας ἀπηλλαττόμην τῶν λοιπῶν· ἐπειδὴ δὲ καὶ γεγενῆσθαι καλῶς καὶ πεπαιδεῦσθαι σωφρόνως καὶ βεβιωκέναι φιλοτίμως συμβέβηκεν αὐτοῖς, ἐξ ὧν εἰκότως ἦσαν σπουδαῖοι, αἰσχυνοίμην ἂν εἴ τι τούτων φανείην παραλιπών. ἄρξομαι δʼ ἀπὸ τῆς τοῦ γένους αὐτῶν ἀρχῆς.
§4 γὰρ εὐγένεια τῶνδε τῶν ἀνδρῶν ἐκ πλείστου χρόνου παρὰ πᾶσιν ἀνθρώποις ἀνωμολόγηται. οὐ γὰρ μόνον εἰς πατέρʼ αὐτοῖς καὶ τῶν ἄνω προγόνων κατʼ ἄνδρʼ ἀνενεγκεῖν ἑκάστῳ τὴν φύσιν ἔστιν, ἀλλʼ εἰς ὅλην κοινῇ τὴν ὑπάρχουσαν πατρίδα, ἧς αὐτόχθονες ὁμολογοῦνται εἶναι. μόνοι γὰρ πάντων ἀνθρώπων, ἐξ ἧσπερ ἔφυσαν, ταύτην ᾤκησαν καὶ τοῖς ἐξ αὑτῶν παρέδωκαν, ὥστε δικαίως ἄν τις ὑπολάβοι τοὺς μὲν ἐπήλυδας ἐλθόντας εἰς τὰς πόλεις καὶ τούτων πολίτας προσαγορευομένους ὁμοίους εἶναι τοῖς εἰσποιητοῖς τῶν παίδων, τούτους δὲ γνησίους γόνῳ τῆς πατρίδος πολίτας εἶναι.
§5 δοκεῖ δέ μοι καὶ τὸ τοὺς καρπούς, οἷς ζῶσιν ἅνθρωποι, παρʼ ἡμῖν πρώτοις φανῆναι, χωρὶς τοῦ μέγιστον εὐεργέτημʼ εἰς πάντας γενέσθαι, ὁμολογούμενον σημεῖον ὑπάρχειν τοῦ μητέρα τὴν χώραν εἶναι τῶν ἡμετέρων προγόνων. πάντα γὰρ τὰ τίκτονθʼ ἅμα καὶ τροφὴν τοῖς γιγνομένοις ἀπʼ αὐτῆς τῆς φύσεως φέρει· ὅπερ ἥδʼ χώρα πεποίηκεν.
§6 τὰ μὲν οὖν εἰς γένος ἀνήκοντα τοιαῦτα διʼ αἰῶνος ὑπάρχει τοῖς τῶνδε τῶν ἀνδρῶν προγόνοις. τὰ δʼ εἰς ἀνδρείαν καὶ τὴν ἄλλην ἀρετὴν πάντα μὲν κατοκνῶ λέγειν, φυλαττόμενος μὴ μῆκος ἄκαιρον ἐπιγένηται τῷ λόγῳ· δὲ καὶ τοῖς εἰδόσιν χρήσιμʼ ἀναμνησθῆναι καὶ τοῖς ἀπείροις κάλλιστʼ ἀκοῦσαι, καὶ ζῆλον ἔχει πολὺν καὶ μῆκος λόγου ἄλυπον, ταῦτʼ ἐπὶ κεφαλαίων εἰπεῖν πειράσομαι.
§7 οἱ γὰρ τῆς κατὰ τὸν παρόντα χρόνον γενεᾶς πρόγονοι, καὶ πατέρες καὶ τούτων ἐπάνω τὰς προσηγορίας ἔχοντες, αἷς ὑπὸ τῶν ἐν γένει γνωρίζονται, ἠδίκησαν μὲν οὐδένα πώποτʼ οὔθʼ Ἕλληνʼ οὔτε βάρβαρον, ἀλλʼ ὑπῆρχεν αὐτοῖς πρὸς ἅπασι τοῖς ἄλλοις καλοῖς κἀγαθοῖς καὶ δικαιοτάτοις εἶναι, ἀμυνόμενοι δὲ πολλὰ καὶ καλὰ διεπράξαντο.
§8 καὶ γὰρ τὸν Ἀμαζόνων στρατὸν ἐλθόντʼ ἐκράτησαν οὕτως ὥστʼ ἔξω Φάσιδος ἐκβαλεῖν, καὶ τὸν Εὐμόλπου καὶ τῶν πολλῶν ἄλλων στόλον οὐ μόνον ἐκ τῆς οἰκείας, ἀλλὰ καὶ ἐκ τῆς τῶν ἄλλων Ἑλλήνων χώρας ἐξήλασαν, οὓς οἱ πρὸ ἡμῶν οἰκοῦντες πρὸς ἑσπέραν πάντες οὔθʼ ὑπέμειναν οὔτʼ ἐδυνήθησαν κωλῦσαι. καὶ μὴν καὶ τῶν Ἡρακλέους παίδων, ὃς τοὺς ἄλλους ἔσῳζεν, σωτῆρες ὠνομάσθησαν, ἡνίκʼ ἦλθον εἰς τήνδε τὴν γῆν ἱκέται, φεύγοντες Εὐρυσθέα. καὶ πρὸς πᾶσι τούτοις καὶ πολλοῖς ἄλλοις καὶ καλοῖς ἔργοις τὰ τῶν κατοιχομένων νόμιμʼ οὐ περιεῖδον ὑβριζόμενα, ὅτε τοὺς ἕπτʼ ἐπὶ Θήβας θάπτειν ἐκώλυεν Κρέων.
§9 τῶν μὲν οὖν εἰς μύθους ἀνενηνεγμένων ἔργων πολλὰ παραλιπὼν τούτων ἐπεμνήσθην, ὧν οὕτως ἕκαστον εὐσχήμονας καὶ πολλοὺς ἔχει λόγους ὥστε καὶ τοὺς ἐν μέτροις καὶ τοὺς τῶν ᾀδομένων ποιητὰς καὶ πολλοὺς τῶν συγγραφέων ὑποθέσεις τἀκείνων ἔργα τῆς αὑτῶν μουσικῆς πεποιῆσθαι· δὲ τῇ μὲν ἀξίᾳ τῶν ἔργων οὐδέν ἐστι τούτων ἐλάττω, τῷ δʼ ὑπογυώτερʼ εἶναι τοῖς χρόνοις οὔπω μεμυθολόγηται, οὐδʼ εἰς τὴν ἡρωϊκὴν ἐπανῆκται τάξιν, ταῦτʼ ἤδη λέξω.
§10 ἐκεῖνοι τὸν ἐξ ἁπάσης τῆς Ἀσίας στόλον ἐλθόντα μόνοι δὶς ἠμύναντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, καὶ διὰ τῶν ἰδίων κινδύνων κοινῆς σωτηρίας πᾶσι τοῖς Ἕλλησιν αἴτιοι κατέστησαν. καὶ προείρηται μὲν μέλλω λέγειν ὑπʼ ἄλλων πρότερον, δεῖ δὲ μηδὲ νῦν τοῦ δικαίου καὶ καλῶς ἔχοντος ἐπαίνου τοὺς ἄνδρας ἐκείνους στερηθῆναι· τοσούτῳ γὰρ ἀμείνους τῶν ἐπὶ Τροίαν στρατευσαμένων νομίζοιντʼ ἂν εἰκότως,ὅσον οἱ μὲν ἐξ ἁπάσης τῆς Ἑλλάδος ὄντες ἀριστεῖς δέκʼ ἔτη τῆς Ἀσίας ἓν χωρίον πολιορκοῦντες μόλις εἷλον,
§11 οὗτοι δὲ τὸν ἐκ πάσης τῆς ἠπείρου στόλον ἐλθόντα μόνοι, τἄλλα πάντα κατεστραμμένον, οὐ μόνον ἠμύναντο, ἀλλὰ καὶ τιμωρίαν ὑπὲρ ὧν τοὺς ἄλλους ἠδίκουν ἐπέθηκαν. ἔτι τοίνυν τὰς ἐν αὐτοῖς τοῖς Ἕλλησιν πλεονεξίας κωλύοντες πάντας ὅσους συνέβη γενέσθαι κινδύνους ὑπέμειναν, ὅπου τὸ δίκαιον εἴη τεταγμένον, ἐνταῦθα προσνέμοντες ἑαυτούς, ἕως εἰς τὴν νῦν ζῶσαν ἡλικίαν χρόνος προήγαγεν ἡμᾶς.
§12 μηδεὶς δʼ ἡγείσθω μʼ ἀποροῦντα τί χρὴ περὶ τούτων εἰπεῖν ἑκάστου, ταῦτα τὰ πραχθέντʼ ἀπηριθμηκέναι. εἰ γὰρ ἁπάντων ἀμηχανώτατος ἦν τι χρὴ λέγειν πορίσασθαι, ʼκείνων ἀρετὴ δείκνυσιν αὐτὴ καὶ πρόχειρα καὶ ῥᾴδιʼ ἐπελθεῖν ἐστιν. ἀλλὰ προαιροῦμαι τῆς εὐγενείας καὶ τῶν παρὰ τοῖς προγόνοις μεγίστων μνησθεὶς ὡς τάχιστα συνάψαι τὸν λόγον πρὸς τὰ τοῖσδε πεπραγμένα, ἵνα, ὥσπερ τὰς φύσεις ἦσαν συγγενεῖς, οὕτω τοὺς ἐπαίνους ἐπʼ αὐτῶν κοινοὺς ποιήσωμαι, ὑπολαμβάνων ταῦτʼ ἂν εἶναι κεχαρισμένα κἀκείνοις καὶ μάλιστʼ ἀμφοτέροις, εἰ τῆς ἀλλήλων ἀρετῆς μὴ μόνον τῇ φύσει μετάσχοιεν, ἀλλὰ καὶ τοῖς ἐπαίνοις.
§13 ἀνάγκη δʼ ἐν τῷ μεταξὺ διαλαβεῖν, καὶ πρὸ τοῦ τὰ τοῖσδε πεπραγμένα τοῖς ἀνδράσιν δηλοῦν καὶ τοὺς ἔξω τοῦ γένους πρὸς τὸν τάφον ἠκολουθηκότας πρὸς εὔνοιαν παρακαλέσαι. καὶ γὰρ εἰ μὲν εἰς χρημάτων δαπάνην τινʼ ἄλλην θεωρίαν ἱππικῶν γυμνικῶν ἄθλων ἐτάχθην κοσμῆσαι τὸν τάφον, ὅσῳπερ ἂν προθυμότερον καὶ ἀφειδέστερον ταῦτα παρεσκευάσμην, τοσούτῳ μᾶλλον ἂν προσήκοντʼ ἔδοξα πεποιηκέναι· λόγῳ δʼ ἐπαινέσαι τούτους τοὺς ἄνδρας αἱρεθείς, ἂν μὴ τοὺς ἀκούοντας συμβουλομένους λάβω, φοβοῦμαι μὴ τῇ προθυμίᾳ τοὐναντίον οὗ δεῖ ποιήσω.
§14 μὲν γὰρ πλοῦτος καὶ τὸ τάχος καὶ ἰσχὺς καὶ ὅσʼ ἄλλα τούτοις ὅμοια, αὐτάρκεις ἔχει τὰς ὀνήσεις τοῖς κεκτημένοις, καὶ κρατοῦσιν ἐν αὐτοῖς, οἷς ἂν παρῇ, κἂν μηδεὶς τῶν ἄλλων βούληται· δὲ τῶν λόγων πειθὼ τῆς τῶν ἀκουόντων εὐνοίας προσδεῖται, καὶ μετὰ ταύτης μέν, κἂν μετρίως ῥηθῇ, δόξαν ἤνεγκε καὶ χάριν προσποιεῖ, ἄνευ δὲ ταύτης, κἂν ὑπερβάλῃ τῷ λέγειν καλῶς, προσέστη τοῖς ἀκούουσιν.
§15 πολλὰ τοίνυν ἔχων εἰπεῖν ὧν οἵδε πράξαντες δικαίως ἐπαινεθήσονται, ἐπειδὴ πρὸς αὐτοῖς εἰμι τοῖς ἔργοις, ἀπορῶ τί πρῶτον εἴπω· προσιστάμενα γάρ μοι πάντʼ εἰς ἕνα καιρὸν δύσκριτον καθίστησιν τὴν αἵρεσιν αὐτῶν. οὐ μὴν ἀλλὰ πειράσομαι τὴν αὐτὴν ποιήσασθαι τοῦ λόγου τάξιν ἥπερ ὑπῆρξεν τοῦ βίου τούτοις.
§16 οἵδε γὰρ ἐξ ἀρχῆς ἐν πᾶσιν τοῖς παιδεύμασιν ἦσαν ἐπιφανεῖς, τὰ πρέποντα καθʼ ἡλικίαν ἀσκοῦντες ἑκάστην, καὶ πᾶσιν ἀρέσκοντες οἷς χρή, γονεῦσιν, φίλοις, οἰκείοις. τοιγαροῦν ὥσπερ ἴχνη γνωρίζουσα νῦν τῶν οἰκείων αὐτοῖς καὶ φίλων μνήμη πᾶσαν ὥραν ἐπὶ τούτους φέρεται τῷ πόθῳ,
§17 πόλλʼ ὑπομνήματα λαμβάνουσα, ἐν οἷς συνῄδει τούτοις ἀρίστοις οὖσιν. ἐπειδὴ δʼ εἰς ἄνδρας ἀφίκοντο, οὐ μόνον τοῖς πολίταις γνώριμον τὴν αὑτῶν φύσιν ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις κατέστησαν. ἔστιν γάρ, ἔστιν ἁπάσης ἀρετῆς ἀρχὴ μὲν σύνεσις, πέρας δʼ ἀνδρεία· καὶ τῇ μὲν δοκιμάζεται τί πρακτέον ἐστί, τῇ δὲ σῴζεται. ἐν τούτοις ἀμφοτέροις οἵδε πολὺ διήνεγκαν.
§18 καὶ γὰρ εἴ τις ἐφύετο κοινὸς πᾶσιν κίνδυνος τοῖς Ἕλλησιν, οὗτοι πρῶτοι προείδοντο καὶ πολλάκις εἰς σωτηρίαν ἅπαντας παρεκάλεσαν, ὅπερ γνώμης ἀπόδειξίς ἐστιν εὖ φρονούσης· καὶ τῆς παρὰ τοῖς Ἕλλησιν ἀγνοίας μεμειγμένης κακίᾳ, ὅτʼ ἐνῆν ταῦτα κωλύειν ἀσφαλῶς, τὰ μὲν οὐ προορώσης τὰ δʼ εἰρωνευομένης, ὅμως, ἡνίχʼ ὑπήκουσαν καὶ τὰ δέοντα ποιεῖν ἠθέλησαν, οὐκ ἐμνησικάκησαν, ἀλλὰ προστάντες καὶ παρασχόντες ἅπαντα προθύμως, καὶ σώματα καὶ χρήματα καὶ συμμάχους, εἰς πεῖραν ἦλθον ἀγῶνος, εἰς ὃν οὐδὲ τῆς ψυχῆς ἐφείσαντο.
§19 ἐξ ἀνάγκης δὲ συμβαίνει, ὅταν μάχη γίγνηται, τοῖς μὲν ἡττᾶσθαι, τοῖς δὲ νικᾶν· οὐκ ἂν ὀκνήσαιμι δʼ εἰπεῖν ὅτι μοι δοκοῦσιν οἱ τελευτῶντες ἑκατέρων ἐν τάξει τῆς μὲν ἥττης οὐ μετέχειν, νικᾶν δʼ ὁμοίως ἀμφότεροι. τὸ μὲν γὰρ κρατεῖν ἐν τοῖς ζῶσιν, ὡς ἂν δαίμων παραδῷ, κρίνεται· δʼ εἰς τοῦθʼ ἕκαστον ἔδει παρασχέσθαι, πᾶς μένων ἐν τάξει πεποίηκεν. εἰ δὲ θνητὸς ὢν τὴν εἱμαρμένην ἔσχεν, τῇ τύχῃ πέπονθε τὸ συμβαῖνον, οὐχὶ τὴν ψυχὴν ἥττηται τῶν ἐναντίων.
§20 νομίζω τοίνυν καὶ τοῦ τῆς χώρας ἡμῶν μὴ ἐπιβῆναι τοὺς πολεμίους πρὸς τῇ τῶν ἐναντίων ἀγνωμοσύνῃ τὴν τούτων ἀρετὴν αἰτίαν γεγενῆσθαι· κατʼ ἄνδρα γὰρ πεῖραν εἰληφότες οἱ τότε συμμείξαντες ἐκεῖ, οὐκ ἐβούλοντʼ αὖθις εἰς ἀγῶνα καθίστασθαι τοῖς ἐκείνων οἰκείοις, ὑπολαμβάνοντες ταῖς μὲν φύσεσιν ταῖς ὁμοίαις ἀπαντήσεσθαι, τύχην δʼ οὐκ εὔπορον εἶναι τὴν ὁμοίαν λαβεῖν. δηλοῖ δʼ οὐχ ἥκισθʼ ὅτι ταῦθʼ οὕτως ἔχει καὶ τὰ τῆς γεγονυίας εἰρήνης· οὐ γὰρ ἔνεστʼ εἰπεῖν οὔτʼ ἀληθεστέραν οὔτε καλλίω πρόφασιν τοῦ τῆς τῶν τετελευτηκότων ἀγασθέντʼ ἀρετῆς τὸν τῶν ἐναντίων κύριον φίλον γενέσθαι τοῖς ἐκείνων οἰκείοις βούλεσθαι μᾶλλον πάλιν τὸν ὑπὲρ τῶν ὅλων κίνδυνον ἄρασθαι.
§21 οἶμαι δʼ ἄν, εἴ τις αὐτοὺς τοὺς παραταξαμένους ἐρωτήσειεν πότερʼ ἡγοῦνται ταῖς αὑτῶν ἀρεταῖς τῇ παραδόξῳ καὶ χαλεπῇ τύχῃ κατωρθωκέναι καὶ τῇ τοῦ προεστηκότος αὑτῶν ἐμπειρίᾳ καὶ τόλμῃ, οὐδένʼ οὔτʼ ἀναίσχυντον οὔτε τολμηρὸν οὕτως εἶναι, ὅντινʼ ἀντιποιήσεσθαι τῶν πεπραγμένων. ἀλλὰ μὴν ὑπὲρ ὧν πάντων κύριος δαίμων, ὡς ἐβούλετο, ἔνειμε τὸ τέλος, ἅπαντας ἀφεῖσθαι κακίας ἀνάγκη τοὺς λοιπούς, ἀνθρώπους γʼ ὄντας· περὶ ὧν δʼ τῶν ἐναντίων ἡγεμὼν ὑπερῆρε τοὺς ἐπὶ τούτῳ ταχθέντας, οὐχὶ τοὺς πολλοὺς οὔτʼ ἐκείνων οὔθʼ ἡμῶν
§22 αἰτιάσαιτʼ ἄν τις εἰκότως εἰ δʼ ἄρʼ ἔστι τις ἀνθρώπων ὅτῳ περὶ τούτων ἐγκαλέσαι προσήκει, τοῖς ἐπὶ τούτῳ ταχθεῖσιν Θηβαίων, οὐχὶ τοῖς πολλοῖς οὔτʼ ἐκείνων οὔθʼ ἡμῶν ἐγκαλέσειεν ἄν τις εἰκότως· οἳ δύναμιν λαβόντες ἔχουσαν θυμὸν ἀήττητον καὶ ἀπροφάσιστον καὶ φιλοτιμίαν ἐφάμιλλον οὐδενὶ τούτων ὀρθῶς ἐχρήσαντο.
§23 καὶ τὰ μὲν ἄλλʼ ἔστιν τούτων ὡς ἕκαστος ἔχει γνώμης, οὕτως ὑπολαμβάνειν· δʼ ἅπασιν ὁμοίως τοῖς οὖσιν ἀνθρώποις γεγένηται φανερόν, ὅτι πάσης τῆς Ἑλλάδος ἄρʼ ἐλευθερία ἐν ταῖς τῶνδε τῶν ἀνδρῶν ψυχαῖς διεσῴζετο· ἐπειδὴ γοῦν πεπρωμένη τούτους ἀνεῖλεν, οὐδεὶς ἀντέστη τῶν λοιπῶν. καὶ φθόνος μὲν ἀπείη τοῦ λόγου, δοκεῖ δέ μοί τις ἂν εἰπὼν ὡς τῶνδε τῶν ἀνδρῶν ἀρετὴ τῆς Ἑλλάδος ἦν ψυχὴ τἀληθὲς εἰπεῖν·
§24 ἅμα γὰρ τά τε τούτων πνεύματʼ ἀπηλλάγη τῶν οἰκείων σωμάτων, καὶ τὸ τῆς Ἑλλάδος ἀξίωμʼ ἀνῄρηται. μεγάλην μὲν οὖν ἴσως ὑπερβολὴν δόξομεν λέγειν, ῥητέον δʼ ὅμως· ὥσπερ γάρ, εἴ τις ἐκ τοῦ καθεστηκότος κόσμου τὸ φῶς ἐξέλοι, δυσχερὴς καὶ χαλεπὸς ἅπας λειπόμενος ἂν ἡμῖν βίος γένοιτο, οὕτω τῶνδε τῶν ἀνδρῶν ἀναιρεθέντων ἐν σκότει καὶ πολλῇ δυσκλείᾳ πᾶς πρὸ τοῦ ζῆλος τῶν Ἑλλήνων γέγονεν.
§25 διὰ πολλὰ δʼ εἰκότως ὄντες τοιοῦτοι, διὰ τὴν πολιτείαν οὐχ ἥκιστʼ ἦσαν σπουδαῖοι. αἱ μὲν γὰρ διὰ τῶν ὀλίγων δυναστεῖαι δέος μὲν ἐνεργάζονται τοῖς πολίταις, αἰσχύνην δʼ οὐ παριστᾶσιν· ἡνίκʼ ἂν οὖν ἀγὼν ἔλθῃ τοῦ πολέμου, πᾶς τις εὐχερῶς ἑαυτὸν σῴζει, συνειδὼς ὅτι, ἐὰν τοὺς κυρίους δώροις διʼ ἄλλης ἡστινοσοῦν ὁμιλίας ἐξαρέσηται, κἂν τὰ δεινότατʼ ἀσχημονήσῃ, μικρὸν ὄνειδος τὸ λοιπὸν αὐτῷ καταστήσεται·
§26 αἱ δὲ δημοκρατίαι πολλά τʼ ἄλλα καὶ καλὰ καὶ δίκαιʼ ἔχουσιν, ὧν τὸν εὖ φρονοῦντʼ ἀντέχεσθαι δεῖ, καὶ τὴν παρρησίαν ἐκ τῆς ἀληθείας ἠρτημένην οὐκ ἔστι τἀληθὲς δηλοῦν ἀποτρέψαι. οὔτε γὰρ πάντας ἐξαρέσασθαι τοῖς αἰσχρόν τι ποιήσασιν δυνατόν, οὔτε μόνος τἀληθὲς ὄνειδος λέγων λυπεῖ· καὶ γὰρ οἱ μηδὲν ἂν εἰπόντες αὐτοὶ βλάσφημον ἄλλου γε λέγοντος χαίρουσιν ἀκούοντες. φοβούμενοι πάντες εἰκότως τῇ τῶν μετὰ ταῦτʼ ὀνειδῶν αἰσχύνῃ τόν τε προσιόντʼ ἀπὸ τῶν ἐναντίων κίνδυνον εὐρώστως ὑπέμειναν, καὶ θάνατον καλὸν εἵλοντο μᾶλλον βίον αἰσχρόν.
§27 μὲν οὖν κοινῇ πᾶσιν ὑπῆρχεν τοῖσδε τοῖς ἀνδράσιν εἰς τὸ καλῶς ἐθέλειν ἀποθνῄσκειν, εἴρηται, γένος, παιδεία, χρηστῶν ἐπιτηδευμάτων συνήθεια, τῆς ὅλης πολιτείας ὑπόθεσις· δὲ κατὰ φυλὰς παρεκάλεσεν ἑκάστους εὐρώστους εἶναι, ταῦτʼ ἤδη λέξω. ᾔδεσαν πάντες Ἐρεχθεῖδαι τὸν ἐπώνυμον τὸν αὑτῶν Ἐρεχθέα, ἕνεκα τοῦ σῷσαι τὴν χώραν τὰς αὑτοῦ παῖδας, ἃς Ὑακινθίδας καλοῦσιν, εἰς προῦπτον θάνατον δόντʼ ἀναλῶσαι. αἰσχρὸν οὖν ἡγοῦντο τὸν μὲν ἀπʼ ἀθανάτων πεφυκότα πάντα ποιεῖν ἕνεκα τοῦ τὴν πατρίδʼ ἐλευθερῶσαι, αὐτοὶ δὲ φανῆναι θνητὸν σῶμα ποιούμενοι περὶ πλείονος δόξαν ἀθάνατον.
§28 οὐκ ἠγνόουν Αἰγεῖδαι Θησέα τὸν Αἰγέως πρῶτον ἰσηγορίαν καταστησάμενον τῇ πόλει. δεινὸν οὖν ἡγοῦντο τὴν ἐκείνου προδοῦναι προαίρεσιν, καὶ τεθνάναι μᾶλλον ᾑροῦνθʼ καταλυομένης ταύτης παρὰ τοῖς Ἕλλησιν ζῆν φιλοψυχήσαντες. παρειλήφεσαν Πανδιονίδαι Πρόκνην καὶ Φιλομήλαν τὰς Πανδίονος θυγατέρας, ὡς ἐτιμωρήσαντο Τηρέα διὰ τὴν εἰς αὑτὰς ὕβριν. οὐ βιωτὸν οὖν ἐνόμιζον αὑτοῖς, εἰ μὴ συγγενῆ φανήσονται τὸν θυμὸν ἔχοντες ἐκείναις, ἐφʼ οἷς τὴν Ἑλλάδʼ ἑώρων ὑβριζομένην.
§29 ἠκηκόεσαν Λεωντίδαι μυθολογουμένας τὰς Λεὼ κόρας, ὡς ἑαυτὰς ἔδοσαν σφάγιον τοῖς πολίταις ὑπὲρ τῆς χώρας. ὅτε δὴ γυναῖκες ἐκεῖναι τοιαύτην ἔσχον ἀνδρείαν, οὐ θεμιτὸν αὑτοῖς ὑπελάμβανον χείροσιν ἀνδράσιν οὖσιν ἐκείνων φανῆναι. ἐμέμνηντʼ Ἀκαμαντίδαι τῶν ἐπῶν ἐν οἷς Ὅμηρος ἕνεκα τῆς μητρός φησιν Αἴθρας Ἀκάμαντʼ εἰς Τροίαν στεῖλαι. μὲν οὖν παντὸς ἐπειρᾶτο κινδύνου τοῦ σῷσαι τὴν ἑαυτοῦ μητέρʼ ἕνεκα· οἱ δὲ τοὺς οἴκοι σύμπαντας γονέας πῶς οὐκ ἤμελλον ὑπὲρ τοῦ σῷσαι πάντα κίνδυνον ὑπομένειν;
§30 οὐκ ἐλάνθανεν Οἰνείδας ὅτι Κάδμου μὲν Σεμέλη, τῆς δʼ ὃν οὐ πρέπον ἐστὶν ὀνομάζειν ἐπὶ τοῦδε τοῦ τάφου, τοῦ δʼ Οἰνεὺς γέγονεν, ὃς ἀρχηγὸς αὐτῶν ἐκαλεῖτο. κοινοῦ δʼ ὄντος ἀμφοτέραις ταῖς πόλεσιν τοῦ παρόντος κινδύνου, ὑπὲρ ἀμφοτέρων ἅπασαν ᾤοντο δεῖν ἀγωνίαν ἐκτεῖναι. ᾔδεσαν Κεκροπίδαι τὸν ἑαυτῶν ἀρχηγὸν τὰ μὲν ὡς ἔστιν δράκων, τὰ δʼ ὡς ἔστιν ἄνθρωπος λεγόμενον, οὐκ ἄλλοθέν ποθεν τῷ τὴν σύνεσιν αὐτοῦ προσομοιοῦν ἀνθρώπῳ, τὴν ἀλκὴν δὲ δράκοντι. ἄξια δὴ τούτων πράττειν ὑπελάμβανον αὑτοῖς προσήκειν.
§31 ἐμέμνηνθʼ Ἱπποθωντίδαι τῶν Ἀλόπης γάμων, ἐξ ὧν Ἱπποθῶν ἔφυ, καὶ τὸν ἀρχηγὸν ᾔδεσαν· ὧν, τὸ πρέπον φυλάττων ἐγὼ τῷδε τῷ καιρῷ, τὸ σαφὲς εἰπεῖν ὑπερβαίνω. ἄξια δὴ τούτων ᾤοντο δεῖν ποιοῦντες ὀφθῆναι. οὐκ ἐλάνθανεν Αἰαντίδας ὅτι τῶν ἀριστείων στερηθεὶς Αἴας ἀβίωτον ἑαυτῷ ἡγήσατο τὸν βίον. ἡνίκʼ οὖν δαίμων ἄλλῳ τἀριστεῖʼ ἐδίδου, τότε τοὺς ἐχθροὺς ἀμυνόμενοι τεθνάναι δεῖν ᾤοντο, ὥστε μηδὲν ἀνάξιον αὑτῶν παθεῖν. οὐκ ἠμνημόνουν Ἀντιοχίδαι Ἡρακλέους ὄντʼ Ἀντίοχον. δεῖν οὖν ἡγήσαντʼ ζῆν ἀξίως τῶν ὑπαρχόντων τεθνάναι καλῶς.
§32 οἱ μὲν οὖν ζῶντες οἰκεῖοι τούτων ἐλεινοί, τοιούτων ἀνδρῶν ἐστερημένοι καὶ συνηθείας πολλῆς καὶ φιλανθρώπου διεζευγμένοι, καὶ τὰ τῆς πατρίδος πράγματʼ ἔρημα καὶ δακρύων καὶ πένθους πλήρη· οἱ δʼ εὐδαίμονες τῷ δικαίῳ λογισμῷ. πρῶτον μὲν ἀντὶ μικροῦ χρόνου πολὺν καὶ τὸν ἅπαντʼ εὔκλειαν ἀγήρω καταλείπουσιν, ἐν καὶ παῖδες οἱ τούτων ὀνομαστοὶ τραφήσονται καὶ γονεῖς οἱ τούτων περίβλεπτοι γηροτροφήσονται, παραψυχὴν τῷ πένθει τὴν τούτων εὔκλειαν ἔχοντες.
§33 ἔπειτα νόσων ἀπαθεῖς τὰ σώματα καὶ λυπῶν ἄπειροι τὰς ψυχάς, ἃς ἐπὶ τοῖς συμβεβηκόσιν οἱ ζῶντες ἔχουσιν, ἐν μεγάλῃ τιμῇ καὶ πολλῷ ζήλῳ τῶν νομιζομένων τυγχάνουσιν. οὓς γὰρ ἅπασα μὲν πατρὶς θάπτει δημοσίᾳ, κοινῶν δʼ ἐπαίνων μόνοι τυγχάνουσιν, ποθοῦσι δʼ οὐ μόνοι συγγενεῖς καὶ πολῖται, ἀλλὰ πᾶσαν ὅσην Ἑλλάδα χρὴ προσειπεῖν, συμπεπένθηκεν δὲ καὶ τῆς οἰκουμένης τὸ πλεῖστον μέρος, πῶς οὐ χρὴ τούτους εὐδαίμονας νομίζεσθαι;
§34 οὓς παρέδρους εἰκότως ἄν τις φήσαι τοῖς κάτω θεοῖς εἶναι, τὴν αὐτὴν τάξιν ἔχοντας τοῖς προτέροις ἀγαθοῖς ἀνδράσιν ἐν μακάρων νήσοις. οὐ γὰρ ἰδών τις οὐδὲ περὶ ἐκείνων ταῦτʼ ἀπήγγελκεν, ἀλλʼ οὓς οἱ ζῶντες ἀξίους ὑπειλήφαμεν τῶν ἄνω τιμῶν, τούτους τῇ δόξῃ καταμαντευόμενοι κἀκεῖ τῶν αὐτῶν τιμῶν ἡγούμεθʼ αὐτοὺς τυγχάνειν.
§35 ἔστι μὲν οὖν ἴσως χαλεπὸν τὰς παρούσας συμφορὰς λόγῳ κουφίσαι· δεῖ δʼ ὅμως πειρᾶσθαι καὶ πρὸς τὰ παρηγοροῦντα τρέπειν τὴν ψυχήν, ὡς τοὺς τοιούτους ἄνδρας γεγεννηκότας καὶ πεφυκότας αὐτοὺς ἐκ τοιούτων ἑτέρων καλόν ἐστιν τὰ δείνʼ εὐσχημονέστερον τῶν ἄλλων φέροντας ὁρᾶσθαι καὶ πάσῃ τύχῃ χρωμένους ὁμοίους εἶναι.
§36 καὶ γὰρ ἐκείνοις ταῦτʼ ἂν εἴη μάλιστʼ ἐν κόσμῳ καὶ τιμῇ, καὶ πάσῃ τῇ πόλει καὶ τοῖς ζῶσιν ταῦτʼ ἂν ἐνέγκοι πλείστην εὐδοξίαν. χαλεπὸν πατρὶ καὶ μητρὶ παίδων στερηθῆναι καὶ ἐρήμοις εἶναι τῶν οἰκειοτάτων γηροτρόφων· σεμνὸν δέ γʼ ἀγήρως τιμὰς καὶ μνήμην ἀρετῆς δημοσίᾳ κτησαμένους ἐπιδεῖν, καὶ θυσιῶν καὶ ἀγώνων ἠξιωμένους ἀθανάτων.
§37.1 λυπηρὸν παισὶν ὀρφανοῖς γεγενῆσθαι πατρός· καλὸν δέ γε κληρονομεῖν πατρῴας εὐδοξίας. καὶ τοῦ μὲν λυπηροῦ τούτου τὸν δαίμονʼ αἴτιον εὑρήσομεν ὄντα, φύντας ἀνθρώπους εἴκειν ἀνάγκη, τοῦ δὲ τιμίου καὶ καλοῦ τὴν τῶν ἐθελησάντων καλῶς ἀποθνῄσκειν αἵρεσιν.
§37.2 ἐγὼ μὲν οὖν οὐχ ὅπως πολλὰ λέξω, τοῦτʼ ἐσκεψάμην, ἀλλʼ ὅπως τἀληθῆ. ὑμεῖς δʼ ἀποδυράμενοι καὶ τὰ προσήκονθʼ ὡς χρὴ καὶ νόμιμα ποιήσαντες ἄπιτε.
Tap any Greek word to look it up
An open-access project
Rennie 1931
OCT
Rennie, OCT, 1931 · 1931
The Editor

William Rennie (1884–1952) was a Scottish classical scholar who produced the Oxford Classical Text of Demosthenes in three volumes (1921–1931). His edition replaced the 19th-century OCT and provided a more rigorous treatment of the manuscript tradition. Rennie was known for his careful, methodical approach to textual criticism and his thorough collation of the principal Demosthenes manuscripts.

About This Edition

Rennie's OCT of Demosthenes (3 vols., 1921–1931) was the standard critical text for much of the 20th century. Like all OCT editions, it provides a clean text with a selective apparatus criticus at the foot of each page, recording the most important manuscript variants and conjectures. Rennie's approach is moderately conservative, preferring the transmitted text where defensible. For the most studied speeches (notably the Crown speech), Rennie's text has been supplemented or supplanted by more recent commentaries with their own textual discussions, but for the Demosthenic corpus as a whole his OCT remains the most convenient critical edition.

Tap any Greek word to look it up