Book 46
42–40 BC
§arg.0.1–15.2
§arg.0.1 τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἕκτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
§arg.0.2 α. ὡς Καλῆνος ὑπὲρ Ἀντωνίου Κικέρωνι ἀντεῖπεν.
§arg.0.3 β. ὡς Ἀντώνιος ὑπὸ Καίσαρος καὶ τῶν ὑπάτων περὶ Μούτιναν ἡττήθη.
§arg.0.4 γ. ὡς Καῖσαρ ἐς Ῥώμην ἦλθε καὶ ὕπατος ἀπεδείχθη.
§arg.0.5 δ. ὡς Καῖσαρ καὶ Ἀντώνιος καὶ Λέπιδος συνώμοσαν.
§arg.0.6 χρόνου πλῆθος ἔτος ἕν, ἐν ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο
§arg.0.7 γ. Οὐίβιος γ. υἱ. Πάνσας Καπρωνιανός
§arg.0.8 Αὖλ. Ἵρτιος Αὔλ. υἱ. ὕπ.
§1.1 τοιαῦτα τοῦ Κικέρωνος εἰπόντος Καλῆνος Κύιντος Φούφιος ἀνέστη καὶ ἔλεξεν· “ἄλλως μὲν οὐδὲν οὔθʼ ὑπὲρ Ἀντωνίου τι ἀπολογήσασθαι οὔτε Κικέρωνος καθάψασθαι ἐδεόμην. οὐδὲ γὰρ οὐδʼ ἡγοῦμαι δεῖν ἐν ταῖς τοιαύταις σκέψεσιν οἵα παροῦσά ἐστιν οὐδέτερον αὐτῶν ποιεῖν, ἀλλʼ ἁπλῶς τις φρονεῖ ἀποφαίνεσθαι· ἐκεῖνα μὲν γὰρ δικαστηρίου, ταῦτα δὲ συμβουλίας ἔργα ἐστίν.
§1.2 ἐπειδὴ δὲ οὗτος τόν τε Ἀντώνιον κακῶς διὰ τὴν ἔχθραν τὴν ὑπάρχουσάν σφισι λέγειν ἐπεχείρησεν, ὃν ἐχρῆν, εἴπερ τι ἠδικήκει, ἐσηγγελκέναι, καὶ προσέτι καὶ ἐμοῦ διαβόλως ἐμνημόνευσεν, ὡς οὐκ ἂν ἄλλως τὴν ἑαυτοῦ δεινότητα διαδείξας εἰ μή τινας ἀνέδην προπηλακίσειε,
§1.3 προσήκει καὶ ἐμοὶ τὰ μὲν ἀπολύσασθαι τὰ δὲ ἀνταιτιάσασθαι, ἵνα μήτε τοῦτον τε οἰκεία θρασύτης ἀντιλογίας ἁμαρτοῦσα καὶ ἐμὴ σιωπὴ πονηροῦ συνειδότος ὑποψίαν λαβοῦσα ὠφελήσῃ, μήθʼ ὑμεῖς ἀπατηθέντες ὑφʼ ὧν εἶπεν χεῖρον βουλεύσησθε, τὴν ἰδίαν αὐτοῦ πρὸς τὸν Ἀντώνιον ὀργὴν ἀντὶ τῶν κοινῇ συμφερόντων ἀντικαταλλαξάμενοι.
§2.1 οὐδὲ γὰρ ἄλλο γε οὐδὲν διαπρᾶξαι βούλεται ἵνα ἡμεῖς, τὸ τὰ ἀσφαλέστατα τῷ κοινῷ προϊδεῖν ἀφέντες, στασιάσωμεν αὖθις. τοῦτο γὰρ οὐ νῦν πρῶτον ποιεῖ, ἀλλὰ ἀπʼ ἀρχῆς, ἀφʼ οὗπερ πρὸς τὴν πολιτείαν προσῆλθεν, ἄνω
§2.2 καὶ κάτω ταράττων διατετέλεκεν. γὰρ οὐχ οὗτός ἐστιν τόν τε Καίσαρα τῷ Πομπηίῳ συγκρούσας καὶ τὸν Πομπήιον τῷ Καίσαρι καταλλαγῆναι κωλύσας; πείσας μὲν ὑμᾶς ἐκεῖνα κατὰ Ἀντωνίου ψηφίσασθαι διʼ ὧν παρώξυνε τὸν Καίσαρα, πείσας δὲ τὸν Πομπήιον τήν τε Ἰταλίαν
§2.3 ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν μετοικῆσαι; ὅπερ που αἰτιώτατον πάντων τῶν μετὰ ταῦτα συμβάντων ἡμῖν κακῶν ἐγένετο. οὐχ οὗτός ἐστιν τόν τε Κλώδιον διὰ Μίλωνος ἀποκτείνας καὶ τὸν Καίσαρα διὰ Βρούτου φονεύσας; τόν τε Κατιλίναν ἐκπολεμώσας ἡμῖν καὶ τὸν Λέντουλον
§3.1 ἄκριτον ἀπολέσας; ὅθεν ἔγωγε καὶ πάνυ ἂν ὑμῶν θαυμάσαιμι, εἰ τότε ἐπʼ ἐκείνοις μεταγνόντες καὶ δίκην παρʼ αὐτοῦ λαβόντες, εἶτα καὶ νῦν ὅμοια
§3.2 αὐτῷ καὶ λέγοντι καὶ πράττοντι πεισθήσεσθε. οὐχ ὁρᾶτε ὅτι καὶ μετὰ τὸν τοῦ Καίσαρος θάνατον, ὅτε μὲν τὰ πράγμαθʼ ἡμῶν διʼ Ἀντώνιον ὅτι μάλιστα, ὡς οὐδʼ αὐτὸς ἀρνήσασθαι δύναται, κατέστη, ἀπεδήμησε, καὶ ἀλλότριον καὶ ἐπικίνδυνον ἑαυτῷ τὸν τῆς ὁμονοίας ἡμῶν βίον εἶναι νομίζων· ἐπεὶ δὲ τεταραγμένα αὐτὰ αὖθις ᾔσθετο, μακρὰ χαίρειν τῷ τε υἱεῖ καὶ ταῖς Ἀθήναις φράσας
§3.3 ἐπανῆλθε; καὶ τὸν μὲν Ἀντώνιον, ὃν τέως ἀγαπᾶν ἔλεγεν, ὑβρίζει καὶ λοιδορεῖ, τῷ δὲ δὴ Καίσαρι, οὗ καὶ τὸν πατέρα ἀπέκτεινε, συναίρεται κἂν οὕτω τύχῃ, κἀκείνῳ οὐκ ἐς μακρὰν
§3.4 ἐπιθήσεται· ἄπιστός τε γὰρ φύσει καὶ ταραχώδης ἐστί, καὶ οὔτε τι ἕρμα ἐν τῇ ψυχῇ ἔχει καὶ πάντα ἀεὶ κυκᾷ καὶ στρέφει, πλείονας μὲν τροπὰς τρεπόμενος τοῦ πορθμοῦ πρὸς ὃν ἔφυγεν, ἐφʼ ᾧπερ καὶ αὐτόμολος ἐπωνομάσθη, πάντας δὲ ὑμᾶς ἀξιῶν καὶ φίλον καὶ ἐχθρὸν νομίζειν ὃν ἂν αὐτὸς κελεύσῃ.
§4.1 διὰ μὲν δὴ ταῦτα φυλάττεσθε τὸν ἄνθρωπον. γόης γάρ ἐστι καὶ μάγος, καὶ ἐκ μὲν τῶν κακῶν τῶν ἀλλοτρίων καὶ πλουτεῖ καὶ αὔξει, συκοφαντῶν ἕλκων σπαράττων τοὺς μηδὲν ἀδικοῦντας ὥσπερ οἱ κύνες, ἐν δὲ δὴ τῇ κοινῇ ὁμονοίᾳ ἀπορεῖ καὶ φθίνει· οὔτε γὰρ φιλία οὔθʼ εὔνοια ἡμῶν πρὸς ἀλλήλους τοιοῦτον δύνανται τρέφειν ῥήτορα.
§4.2 ἐπεὶ πόθεν ἄλλοθεν πεπλουτηκέναι αὐτὸν οἴεσθε, πόθεν μέγαν γεγονέναι; οὐ γάρ που καὶ πατὴρ αὐτῷ κναφεύς, τάς τε σταφυλὰς καὶ τὰς ἐλαίας ἀεί ποτε ἐργολαβῶν, γένος πλοῦτον κατέλιπεν, ἄνθρωπος ἀγαπητῶς ἔκ τε τούτων
§4.3 καὶ ἐκ τῶν πλυνῶν διατρεφόμενος, καὶ καθʼ ἑκάστην ἡμέραν καὶ νύκτα τῶν αἰσχίστων ἀναπιμπλάμενος. ἐν οἷς αὐτὸς τραφεὶς οὐκ ἀπεικότως τοὺς κρείσσονας αὐτοῦ καὶ πατεῖ καὶ πλύνει, λοιδορίας τισὶν ἐξ ἐργαστηρίων καὶ τριόδων ἐπιτετηδευμέναις χρώμενος.
§5.1 εἶτα τοιοῦτος αὐτὸς ὤν, καὶ γυμνὸς ἐν γυμνοῖς αὐξηθείς, καὶ οἰσπώτας καὶ ὑσπελέθους καὶ σπατίλας συλλέγων, ἐτόλμησας, μιαρώτατε, πρῶτον μὲν τὴν τοῦ Ἀντωνίου ὥραν διαβαλεῖν, ἀνθρώπου καὶ παιδαγωγοῖς καὶ διδασκάλοις κατὰ τὴν τοῦ γένους ἀξίαν κεχρημένου, ἔπειτα δὲ κατηγορῆσαι ὅτι τὰ Λυκαῖα τὴν πάτριον ἑορτὴν ποιῶν
§5.2 γυμνὸς ἐς τὴν ἀγορὰν ἐσῆλθεν; ἀλλὰ τί, πάσαις μὲν ταῖς ἀλλοτρίαις ἐσθῆσι διὰ τὴν πατρῴαν τέχνην ἀεὶ χρησάμενος, ὑφʼ ἁπάντων δὲ τῶν ἀπαντώντων καὶ γνωριζόντων αὐτὰς ἀποδυθείς, ἐχρῆν ποιῆσαι ἄνθρωπον μὴ μόνον ἱερέα ἀλλὰ καὶ ἡγεμόνα τῶν συνιερέων ὄντα; μὴ πέμψ̔??ʼ τὴν πομπήν, μὴ ἑορτάσαι τὴν ἑορτήν, μὴ θῦσαι κατὰ τὰ πάτρια, μὴ γυμνωθῆναι, μὴ ἀλείψασθαι
§5.3 (ἀλλʼ οὐ τοῦτʼ αὐτῷφησίν, (ἐγκαλῶν, ἀλλʼ ὅτι τε γυμνὸς ἐν τῇ ἀγορᾷ καὶ ὅτι τοιαῦτα ἐδημηγόρησεπάνυ γὰρ πάντα τὰ προσήκοντα ἀκριβῶς ἐν τῷ κναφείῳ μεμάθηκεν, ἵνα καὶ ἁμαρτήματός τινος ἀληθινοῦ αἰσθάνηται καὶ ἐπιτιμᾶν αὐτῷ δικαίως δύνηται.
§6.1 ἐγὼ δὲ ὑπὲρ μὲν ἐκείνων μετὰ ταῦτα προσήκει πάντα ἐρῶ, τοῦτον δὲ ἐν τῷ παρόντι ἀνερέσθαι τι βούλομαι. οὐ σὺ μέντοι ἔν τε τοῖς ἀλλοτρίοις κακοῖς ἐντέθραψαι καὶ ἐν ταῖς τῶν πέλας συμφοραῖς
§6.2 ἐκπεπαίδευσαι, καὶ διὰ τοῦτο ἐλευθέριον μὲν μάθημα οὐδὲν ἐπίστασαι, συνέδριον δέ τι κατασκευάσας ἐνταῦθα ὥσπερ αἱ πόρναι τὸν δώσοντά τι ἀεὶ ἀναμένεις, καὶ προσαγωγέας τῶν λημμάτων πολλοὺς ἔχων πολυπραγμονεῖς τίς τίνα ἠδίκηκεν δοκεῖ γε ἠδικηκέναι, τίς τίνα μισεῖ, τίς
§6.3 τίνι ἐπιβουλεύει; καὶ τούτοις συναίρῃ, καὶ διὰ τούτων τρέφῃ, πωλῶν μὲν αὐτοῖς τὰς παρὰ τῆς τύχης ἐλπίδας, ἐργολαβῶν δὲ καὶ τὰς τῶν δικαστῶν ἀποφάσεις, καὶ φίλον μὲν μόνον τὸν τὸ πλέον ἀεὶ διδόντα, ἐχθροὺς δὲ δὴ πάντας τοὺς ἀπράγμονας καὶ ἄλλῳ τινὶ συνηγόρῳ χρωμένους
§6.4 νομίζων, καὶ τοὺς μὲν ἐν χερσὶν ἤδη ὄντας οὐδʼ εἰδέναι δοκῶν, ἀλλὰ καὶ διʼ ὄχλου ποιούμενος, τοὺς δʼ ἄρτι προσιόντας σαίνων καὶ γελῶν ὥσπερ αἱ πανδοκεύτριαι.
§7.1 καὶ πόσῳ κρεῖττον ἦν καὶ σὲ Βαμβαλίωνα γεγονέναι, εἴ γέ τις Βαμβαλίων οὗτός ἐστιν, τοιοῦτον ἐπανῃρῆσθαι βίον ἐν πᾶσα ἀνάγκη ἤτοι τὸν ὑπὲρ τοῦ δικαίου λόγον πωλεῖν καὶ
§7.2 τοὺς ἀδικοῦντας σώζειν; καίτοι σύγε οὐδὲ ταῦτα καλῶς ποιεῖν, καίπερ τρία ἐν Ἀθήναις ἔτη κατατρίψας, δύνασαι. ποῦ; πόθεν; ὅστις ὑποτρέμων ἀεὶ πρὸς τὰ δικαστήρια προσέρχῃ καθάπερ ὁπλομαχεῖν μέλλων, καὶ φθεγξάμενος ταπεινόν τι καὶ τεθνηκὸς ἀπαλλάττῃ, μήθʼ ὧν οἴκοθεν ἐσκεμμένος ἥκεις μνημονεύων, μήτε ἐκ τοῦ παραχρῆμά τι
§7.3 εἰπεῖν εὑρίσκων. ἐς μὲν γὰρ τὸ φῆσαι καὶ ὑποσχέσθαι τι θρασύτητι πάντας ἀνθρώπους ὑπερβάλλεις, ἐν δὲ δὴ τοῖς ἀγῶσιν αὐτοῖς, ἔξω τοῦ λοιδορῆσαί τινα καὶ κακῶς εἰπεῖν, καὶ ἀσθενέστατος καὶ δειλότατος εἶ. οἴει τινὰ ἀγνοεῖν ὅτι μηδένα τῶν θαυμαστῶν σου τούτων λόγων οὓς ἐκδέδωκας εἴρηκας, ἀλλὰ πάντας αὐτοὺς μετὰ ταῦτα συγγέγραφας, ὥσπερ οἱ τούς τε στρατηγοὺς καὶ τοὺς ἱππάρχους τοὺς πηλίνους πλάττοντες;
§7.4.1 εἰ δʼ ἀπιστεῖς, ἀναμνήσθητι πῶς μὲν τοῦ Οὐέρρου κατηγόρησας, καίπερ καὶ ἐκ τῆς τέχνης τι τῆς πατρῴας αὐτῷ παρασχών, ὅτε ἐνούρησας.
§7.4.2 ἀλλὰ γὰρ ὀκνῶ μὴ τὰ προσήκοντά σοι ἀκριβῶς λέγων αὐτὸς οὐ προσήκοντας ἐμαυτῷ
§8.1 λόγους ποιεῖσθαι δόξω. ταῦτα μὲν οὖν ἐάσω, καὶ νὴ Δία καὶ τὸν Γαβίνιον, τοὺς κατηγόρους παρασκευάσας ἔπειτα οὕτω συνεῖπες ὥστʼ αὐτὸν καταδικασθῆναι, τά τε συγγράμματα κατὰ τῶν φίλων συγγράφεις, ἐφʼ οἷς οὕτω σαυτῷ ἀδικοῦντι σύνοισθα ὥστε μηδὲ δημοσιεύειν αὐτὰ τολμᾶν. καίτοι καὶ σχετλιώτατον καὶ ἐλεεινότατόν ἐστι μὴ δύνασθαι ταῦτα ἀρνήσασθαι πάντων αἴσχιστόν
§8.2 ἐστιν ὁμολογῆσαι. ἀλλʼ ἐγὼ ταῦτα μὲν παραλείψω, τὰ δὲ δὴ λοιπὰ ἐπεξάξω. ἡμεῖς μὲν γάρ, καίπερ δισχίλια τῷ διδασκάλῳ πλέθρα τῆς Λεοντίνων γῆς, ὡς φῄς, δεδωκότες, οὐδὲν ἄξιον αὐτῶν ἐμάθομεν· τὰ δὲ δὴ σὰ παιδεύματα
§8.3 τίς οὐκ ἂν θαυμάσειεν; τίνα δʼ ἐστὶ ταῦτα; φθονεῖς ἀεὶ τῷ κρείττονι, βασκαίνεις ἀεὶ τὸν προήκοντα, διαβάλλεις τὸν προτετιμημένον, συκοφαντεῖς τὸν δεδυνημένον, καὶ μισεῖς μὲν τοὺς ἀγαθοὺς ὁμοίως πάντας, προσποιῇ δὲ δὴ φιλεῖν ἐκείνους μόνους διʼ ὧν ἂν κακουργήσειν τι προσδοκήσῃς.
§8.4 καὶ διὰ τοῦτο τούς τε νεωτέρους ἐπὶ τοὺς πρεσβυτέρους ἀεὶ παροξύνεις, καὶ τοὺς πιστεύοντάς σοι καὶ ὁτιοῦν ἐς κινδύνους προαγαγὼν προλείπεις.
§9.1 τεκμήριον δέ, πρᾶξιν μὲν οὐδεμίαν πώποτε ἐλλογίμου ἀνδρὸς ἀξίαν, οὔτʼ ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ, πέπραχας· ποίους μὲν γὰρ πολέμους ἐνικήσαμεν σοῦ στρατηγοῦντος, ποίαν δὲ χώραν ἐκτησάμεθα σοῦ ὑπατεύοντος; ἐξαπατῶν δὲ ἀεί τινας τῶν πρώτων καὶ σφετεριζόμενος ἰδίᾳ μὲν διὰ τούτων πολιτεύῃ καὶ πάνθʼ ὅσα βούλει
§9.2 διοικεῖς, δημοσίᾳ δὲ βοᾷς ἄλλως, κεκραγὼς τοὺς μιαροὺς ἐκείνους λόγους (ἐγὼ μόνος ὑμᾶς φιλῶκαὶ εἰ οὕτω τύχοι, (καὶ δεῖνα, οἱ δʼ ἄλλοι πάντες μισοῦσικαὶ (ἐγὼ μόνος ὑμῖν εὐνοῶ, οἱ δʼ ἄλλοι πάντες ἐπιβουλεύουσικαὶ τὰ ἄλλα τὰ τοιαῦτα, ἐξ ὧν τοὺς μὲν ἐπαίρων καὶ φυσῶν προδίδως, τοὺς δὲ λοιποὺς ἐκπλήττων προστίθεσαι.
§9.3 κἂν μέν τι χρηστὸν ὑφʼ ὁτουδὴ τῶν πάντων γένηται, ἀντιποιῇ τε αὐτοῦ καὶ σεαυτὸν ἐπʼ αὐτὸ ἐπιγράφεις, θρυλῶν (ἐγὼ γὰρ εἶπον, ἐγὼ γὰρ ἔγραψα, καὶ διἐμὲ ταῦτα οὕτω πέπρακται·̓ ἂν δέ τι συμβῇ οἷον οὐκ ἔδει, σαυτὸν μὲν ἐξαιρεῖς, τοὺς δὲ δὴ ἄλλους πάντας αἰτιᾷ, λέγων (μὴ γὰρ ἐστρατήγουν
§9.4 ἐγώ; μὴ γὰρ ἐπρέσβευον; μὴ γὰρ ὑπάτευονκαὶ λοιδορεῖς μὲν ἀεὶ πάντας πανταχοῦ, τὴν ἐκ τοῦ θρασέως παρρησιάζεσθαι δοκεῖν δύναμιν περὶ πλείονος τοῦ τι τῶν δεόντων εἰπεῖν ποιούμενος,
§10.1 ἔργον δε δὴ ῥήτορος οὐδὲν ἄξιον λόγου παρέχῃ. τί μὲν γὰρ τῶν κοινῶν σέσωσται ἐπηνώρθωται διὰ σέ; τίνα δὲ ἀδικοῦντα ὄντως τὴν πόλιν ἐσήγγελκας, τίνα ἐπιβουλεύοντα ἀληθῶς ἡμῖν ἐπιδέδειχας;
§10.2 ἵνα γὰρ τἆλλα ἐάσω, αὐτὰ ταῦθʼ τῷ Ἀντωνίῳ νῦν ἐγκαλεῖς, τοιαῦτα καὶ τοσαῦτά ἐστιν ὥστε μηδένα ἂν δίκην ἀξίαν αὐτῶν ὑποσχεῖν. τί ποτʼ οὖν, ὁρῶν ἡμᾶς ἀπʼ ἀρχῆς ὑπʼ αὐτοῦ, ὥς γε καὶ φῄς, ἀδικουμένους, οὐδέποτε ἐπεξῆλθες
§10.3 αὐτῷ παραχρῆμα οὐδὲ κατηγόρησας, ἀλλὰ νῦν ἡμῖν λέγεις ὅσα δημαρχήσας παρενόμησε καὶ ὅσα ἱππαρχήσας ἐπλημμέλησε καὶ ὅσα ὑπατεύσας ἐκακούργησεν, ἐξόν σοι τότε εὐθὺς καθʼ ἕκαστον αὐτῶν τὴν προσήκουσαν παρʼ αὐτοῦ δίκην εἰληφέναι, ἵνα αὐτός τε φιλόπολις ὡς ἀληθῶς ὢν ἐπεφήνεις καὶ ἡμεῖς καὶ ἀβλαβῆ καὶ ἀσφαλῆ τὴν τιμωρίαν παρʼ αὐτὰ τὰ ἀδικήματα ἐπεποιήμεθα.
§10.4 καὶ μὴν ἀνάγκη δυοῖν θάτερον, πεπιστευκότα σε τότε ταῦθʼ οὕτως ἔχειν καθυφεικέναι τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας, μὴ δυνηθέντα τινὰ αὐτῶν ἐξελέγξαι μάτην νῦν συκοφαντεῖν.
§11.1 ὅτι γὰρ τοῦθʼ οὕτως ἔχει, καθʼ ἕκαστον ὑμῖν, πατέρες, διεξιὼν ἐπιδείξω. ἔλεγέ τινα ἐν τῇ δημαρχίᾳ Ἀντώνιος ὑπὲρ τοῦ Καίσαρος· καὶ γὰρ Κικέρων καὶ ἄλλοι τινὲς ὑπὲρ τοῦ Πομπηίου. τί ποτʼ οὖν τοῦτον μὲν αἰτιᾶται ὅτι τὴν φιλίαν τὴν ἐκείνου προείλετο, ἑαυτὸν δὲ καὶ τοὺς ἄλλους τοὺς τἀναντία αὐτῷ σπουδάσαντας ἀφίησιν; ἐκώλυσέ τινα ἐκεῖνος ψηφισθῆναι τότε κατὰ τοῦ Καίσαρος·
§11.2 καὶ γὰρ οὗτος πάνθʼ ὡς εἰπεῖν ὅσα ὑπὲρ τοῦ Καίσαρος ἐγιγνώσκετο. (ἀλλʼ ἐμποδώνφησίν, (ἐγίγνετο τῇ κοινῇ τῆς βουλῆς γνώμῃκαὶ πρῶτον μὲν πῶς ἂν εἷς ἀνὴρ τοσοῦτον ἴσχυσεν; ἔπειτα δέ, εἰ καὶ κατεψηφίσθη διὰ τοῦθʼ , ὥσπερ λέγει, πῶς οὐκ ἂν καὶ ἐκολάσθη; (ἔφυγε γάρ,
§11.3 ἔφυγε πρὸς τὸν Καίσαρα ἀπελθώνοὐκοῦν καὶ σύ, Κικέρων, οὐκ ἀπεδήμησας νῦν ἀλλʼ ἔφυγες, ὥσπερ καὶ πρότερον. ἀλλὰ μήτι γε καὶ ἐπὶ πάντας ἡμᾶς τὰ σεαυτοῦ ὀνείδη προπετῶς οὕτως ἄγε· φυγεῖν μὲν γάρ ἐστι τοῦτο σὺ πεποίηκας, τό τε δικαστήριον φοβηθεὶς καὶ τὴν τιμωρίαν
§11.4 αὐτὸς σαυτοῦ προκαταγνούς. ἀμέλει καὶ ἐγράφη σοι κάθοδος· πῶς μὲν καὶ διὰ τίνα, οὐ λέγω, ἐγράφη δʼ οὖν, καὶ οὐ πρίν γε ἐπέβης τῆς Ἰταλίας πρὶν ἐκείνην σοι δοθῆναι. Ἀντώνιος δὲ καὶ ἀπῆλθε πρὸς τὸν Καίσαρα μηνύσων αὐτῷ τὰ πεπραγμένα, καὶ ἐπανῆλθε μηδενὸς ψηφίσματος
§11.5 δεηθείς, καὶ τέλος τήν τε εἰρήνην τήν τε φιλίαν τὴν πρὸς αὐτὸν πᾶσι τοῖς ἐν τῇ Ἰταλίᾳ τότε εὑρεθεῖσιν ἐπρυτάνευσεν· ἧς καὶ οἱ λοιποὶ ἂν μετεσχήκεσαν, εἰ μὴ σοὶ πεισθέντες ἐπεφεύγεσαν.
§12.1 Ἑἶτα τούτων οὕτως ἐχόντων τολμᾷς λεγειν ὅτι τόν τε Καίσαρα ἐπὶ τὴν πατρίδα ἐπήγαγε καὶ τὸν ἐμφύλιον πόλεμον ἐκίνησε καὶ τῶν μετὰ ταῦτα κακῶν αἰτιώτατος ἡμῖν ἐγένετο; οὐ μὲν οὖν, ἀλλὰ σύ, ὅστις Πομπηίῳ μὲν καὶ στρατεύματα ἀλλότρια καὶ ἡγεμονίαν ἔδωκας, Καίσαρα δὲ καὶ τῶν δεδομένων ἀποστερῆσαι ἐπεχείρησας·
§12.2 ὅστις τῷ τε Πομπηίῳ καὶ τοῖς ὑπάτοις συνεβούλευσας τὰ μὲν προτεινόμενα ὑπὸ τοῦ Καίσαρος μὴ προσίεσθαι, τὴν δὲ δὴ πόλιν τήν τε Ἰταλίαν ὅλην ἐκλιπεῖν· ὅστις Καίσαρα μὲν οὐδὲ ἐς τὴν Ῥώμην ἐλθόντα εἶδες, πρὸς δὲ τὸν Πομπήιον καὶ
§12.3 ἐς τὴν Μακεδονίαν ἀπέδρας. καὶ οὐδὲ ἐκείνῳ μέντοι οὐδὲν συνήρω, ἀλλὰ περιιδὼν τὰ γιγνόμενα ἔπειτʼ, ἐπειδὴ ἐδυστύχησεν, ἐγκατέλιπες αὐτόν. οὕτως οὐδὲ ἀπʼ ἀρχῆς ὡς δικαιότερα αὐτῷ πράττοντι ἐβοήθησας, ἀλλὰ τὴν τε στάσιν κινήσας καὶ τὰ πράγματα ταράξας εἶτʼ ἐκ τοῦ ἀσφαλοῦς
§12.4 αὐτοῖς ἐφήδρευσας, καὶ τοῦ μὲν πταίσαντος ὡς καὶ ἀδικοῦντός τι διὰ τοῦτʼ εὐθὺς ἀπέστης, πρὸς δὲ τὸν κρατήσαντα ὡς καὶ δικαιότερον ἀπέκλινας. καὶ οὕτω γε, πρὸς τοῖς ἄλλοις κακοῖς, καὶ ἀχάριστος εἶ ὥστε οὐ μόνον οὐκ ἀγαπᾷς ὅτι ἐσώθης ὑπʼ αὐτοῦ, ἀλλὰ καὶ ἀγανακτεῖς ὅτι μὴ καὶ ἱππάρχησας.
§13.1 Ἑἶτα ταῦτα σαυτῷ συνειδὼς τολμᾷς λέγειν ὅτι οὐκ ἐχρῆν τὸν Ἀντώνιον διʼ ἔτους ἱππαρχῆσαι; οὐδὲ γὰρ τὸν Καίσαρα διʼ ἔτους δικτατορεῦσαι. ἀλλʼ εἴτε καλῶς εἴτε καὶ ἀναγκαίως ταῦτʼ ἐγένετο, ἐψηφίσθη τε ὁμοίως ἀμφότερα καὶ ἤρεσε καὶ
§13.2 ἡμῖν καὶ τῷ δήμῳ. τούτοις οὖν, Κικέρων, ἐγκάλει, εἴ τι παρενόμησαν, μὴ μὰ Δία μὴ τοῖς ὑπʼ αὐτῶν τετιμημένοις ὅτι ἀξίους ἑαυτοὺς καὶ τῶν τηλικούτων τυχεῖν παρέσχον· ὡς εἴγε ὑπὸ τῶν πραγμάτων τῶν τότε ἡμᾶς περιστάντων ἠναγκάσθημεν αὐτὰ οὕτω καὶ παρὰ τὸ προσῆκον ποιῆσαι, τί τοῦτο Ἀντωνίῳ νῦν ἐπιφέρεις, ἀλλʼ οὐ τότε ἀντέλεγες, εἴπερ ἐδύνασο; ὅτι ἐφοβοῦ νὴ
§13.3 Δία. εἶτα σὺ μὲν τότε σιωπήσας συγγνώμης διὰ τὴν δειλίαν τεύξῃ, οὗτος δὲ ὅτι σοῦ προετιμήθη, δίκην διὰ τὴν ἀρετὴν ὑφέξει; καὶ ποῦ ταῦτα τὰ δίκαια ἔμαθες, που ταῦτα τὰ νόμιμα ἀνέγνως;
§14.1 ʽ̓λλʼ οὐκ ὀρθῶς τῇ ἱππαρχίᾳ ἐχρήσατοδιὰ τί; (ὅτι τὰ ὑπάρχονταφησί, (τὰ τοῦ Πομπηίου ἠγόρασεπόσοι δὲ ἄλλοι πόσα ἄλλα ἐπρίαντο, ὧν οὐδεὶς αἰτίαν ἔχει; καὶ γάρ που διὰ τοῦτο καὶ ἐδημεύθη τινὰ καὶ ἐς τὸ πρατήριον ἐξετέθη καὶ τῇ τοῦ κοινοῦ κήρυκος φωνῇ ἀπεκηρύχθη,
§14.2 ἵνα τις αὐτὰ ἀγοράσῃ. (ἀλλʼ οὐκ ἐχρῆν τὰ τοῦ Πομπηίου κτήματα πεπρᾶσθαιοὐκοῦν ἡμεῖς ἡμάρτομεν καὶ κακῶς ἐποιήσαμεν δημεύσαντες αὐτά· , ἵνα σὲ καὶ ἡμᾶς τις ἀπολύσῃ, πάντως που Καῖσαρ ἐπλημμέλησεν τοῦτο γενέσθαι κελεύσας· οὐδὲν ἐπεκάλεσας.
§14.3 ἀλλʼ ἐν μὲν τούτῳ καὶ πάνυ μωραίνων ἐξελέγχεται. δύο γοῦν ἐναντιώτατα τοῦ Ἀντωνίου κατηγορηκεν, ἓν μὲν ὅτι πλεῖστα τῷ Καίσαρι συμπράξας καὶ πάμπολλα διὰ τοῦτο παρʼ αὐτοῦ λαβὼν ἔπειτα
§14.4 τὴν τιμὴν αὐτῶν βιαίως ἀπῃτήθη, ἕτερον δὲ ὅτι μήτε τοῦ πατρὸς κληρονομήσας, καὶ πάνθʼ ὅσα ἐκτήσατο καταναλώσας ὥσπερ Χάρυβδις (ἀεὶ γάρ τι ἡμῖν ἐκ τῆς Σικελίας, καθάπερ ἐπιλελησμένοις ὅτι ἐς αὐτὴν ἔφυγε, παραφέρεἰ, τὴν τιμὴν πάντων ὧν ἐπρίατο ἀπέδωκεν.
§15.1 ἐν μὲν οὖν τούτοις οὕτω τὰ ἐναντιώτατα αὐτὸς ἑαυτῷ λέγων θαυμαστὸς οὗτος ἐξελέγχεται, καὶ νὴ Δία καὶ ἐν ἐκείνοις, ὅτι τοτὲ μὲν πάντα αὐτὸν τὰ τῷ Καίσαρι πραχθέντα συνάρασθαι καὶ πάντων διὰ τοῦτο τῶν ἐμφυλίων κακῶν αἰτιώτατον γεγονέναι λέγει, τοτὲ δὲ ἐγκαλεῖ αὐτῷ, δειλίαν ὀνειδίζων, ὅτι μηδενὸς ἄλλου πλὴν
§15.2 τῶν ἐν τῇ Θεσσαλίᾳ πραχθέντων μετέσχε. καὶ ἔγκλημά τε αὐτοῦ ποιεῖται λέγων ὅτι τῶν φευγόντων τινὰς κατήγαγε, καὶ μέμφεται αὐτὸν ὅτι μὴ καὶ τῷ θείῳ τὴν κάθοδον ἔδωκεν, ὥσπερ τινὸς πιστεύοντος ὅτι οὐκ ἂν ἐκεῖνον πρῶτον, εἴπερ γε καὶ ὁντινοῦν ἠδυνήθη καταγαγεῖν, ἐπανήγαγε, μήτε τι ἐγκαλῶν αὐτῷ μήτε ἐγκαλούμενος,
§15.3–24.3
§15.3 ὡς καὶ αὐτὸς οὗτος οἶδεν· ἀμέλει πολλὰ καὶ σχέτλια αὐτοῦ καταψευσάμενος οὐδὲν τοιοῦτον εἰπεῖν ἐτόλμησεν. οὕτω μὲν οὖν οὐδʼ ὁτιοῦν αὐτῷ διαφέρει πᾶν τι ποτʼ ἂν ἐπὶ τὴν γλῶτταν αὐτοῦ ἐπέλθῃ, καθάπερ τι πλύμα, ἐκχέαι.
§16.1 ἀλλὰ ταῦτα μὲν τί ἄν τις ἐπὶ πλεῖον ἐπεξίοι; ἐπεὶ δὲ τραγῳδεῖ περιιών, καὶ νῦν γε εἶπέ που λέγων ὅτι βαρυτάτην τὴν τῆς ἱππαρχίας ὄψιν παρέσχετο, πανταχοῦ καὶ διὰ πάντων τῷ τε ξίφει ἅμα καὶ τῇ πορφύρᾳ τοῖς τε ῥαβδούχοις καὶ τοῖς στρατιώταις χρώμενος, εἰπάτω μοι σαφῶς, πῶς καὶ τί ἐκ τούτων ἠδικήμεθα. ἀλλʼ οὐδὲν ἂν εἰπεῖν ἔχοι· εἰ γὰρ εἶχεν, οὐδὲν ἂν τούτου πρότερον
§16.2 ἐξελάλησεν. πᾶν γὰρ τοὐναντίον οἱ μὲν στασιάσαντες τότε καὶ πάντα τὰ κακὰ ἐργασάμενοι Τρεβέλλιός τε καὶ Δολοβέλλας ἦσαν, Ἀντώνιος δὲ καὶ οὕτως οὔτε τι ἠδίκησε καὶ πάνθʼ ὑπὲρ ὑμῶν ἔπραττεν ὥστε καὶ τὴν φυλακὴν τῆς πόλεως παρʼ ὑμῶν ἐπʼ αὐτοὺς ἐκείνους, οὐχ ὅπως ἀντιλέγοντος τοῦ θαυμαστοῦ τούτου ῥήτορος (παρῆν γάρʼ ἀλλὰ
§16.3 καὶ συναινοῦντος, ἐπετράπη. δειξάτω, τίνα φωνὴν ἔρρηξεν ὁρῶν τὸν ἀσελγῆ καὶ μιαρόν, ὡς αὐτὸς λοιδορεῖ, πρὸς τῷ μηδὲν αὐτὸν τῶν δεόντων ποιεῖν καὶ ἐξουσίαν τοσαύτην παρʼ ὑμῶν προσλαμβάνοντα. ἀλλʼ οὐκ ἂν ἔχοι δεῖξαι. οὕτω που μέγας οὗτος καὶ φιλόπολις ῥήτωρ, πανταχοῦ
§16.4 καὶ ἀεὶ θρυλῶν καὶ λέγων (ἐγὼ μόνος ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζομαι, ἐγὼ μόνος ὑπὲρ τῆς δημοκρατίας παρρησιάζομαι· ἐμὲ οὔτε χάρις φίλων οὔτε φόβος ἐχθρῶν ἀπείργει τοῦ μὴ οὐ τὰ συμφέροντα ὑμῖν προσκοπεῖν· ἐγώ, κἂν ἀποθανεῖν ἐν τοῖς ὑπὲρ ὑμῶν λόγοις δεήσῃ, καὶ μάλʼ ἡδέως τελευτήσὠ οὐδʼ ὁτιοῦν τούτων ὧν νῦν βοᾷ τότε
§16.5 εἰπεῖν ἐτόλμησεν. καὶ πάνυ εἰκότως· λογίζεσθαι γὰρ αὐτῷ ἐπῄει τοῦτο, ὅτι τοὺς μὲν ῥαβδούχους καὶ τὸ ἔσθημα τὸ περιπόρφυρον κατὰ τὰ πάτρια τὰ περὶ τῶν ἱππάρχων νενομισμένα εἶχε, τῷ δὲ δὴ ξίφει καὶ τοῖς στρατιώταις κατὰ τῶν στασιαζόντων ἀναγκαίως ἐχρῆτο. τί γὰρ οὐκ ἂν τῶν δεινοτάτων ἐποίησαν εἰ μὴ τούτοις ἐκεῖνος ἐπέφρακτο, ὁπότε καὶ οὕτως αὐτοῦ κατεφρόνησάν τινες;
§17.1 ὅτι τοίνυν καὶ ταῦτα καὶ τἆλλα πάντα ὀρθῶς καὶ κατὰ τὴν γνώμην ὅτι μάλιστα τὴν τοῦ Καίσαρος ἐγένετο, δηλοῖ τὰ ἔργα· τε γὰρ στάσις οὐ περαιτέρω προεχώρησε, καὶ Ἀντώνιος οὐχ ὅσον οὐ δίκην ἐπʼ αὐτοῖς ἔδωκεν ἀλλὰ καὶ ὕπατος
§17.2 μετὰ ταῦτα ἀπεδείχθη. καί μοι καὶ ταύτην αὐτοῦ τὴν ἀρχὴν θεάσασθε ὡς διέθετο· εὑρήσετε γὰρ αὐτήν, ἂν τἀκριβὲς σκοπῆτε, πάνυ πολλοῦ ἀξίαν τῇ πόλει γεγενημένην. ὅπερ που καὶ αὐτὸς εἰδὼς οὐκ ἤνεγκε τὸν φθόνον, ἀλλʼ ἐτόλμησεν ἐπὶ τούτοις αὐτὸν διαβαλεῖν καὶ αὐτὸς ἂν
§17.3 πεποιηκέναι εὔξατο. καὶ διὰ τοῦτό γε καὶ τὴν γύμνωσιν αὐτοῦ τήν τε ἀλοιφὴν τούς τε μύθους τοὺς παλαιοὺς ἐκείνους ἐπεσήγαγεν, οὐχ ὅτι τι προσέδει νῦν αὐτῶν, ἀλλʼ ἵνα τήν τε περιτέχνησιν αὐτοῦ καὶ τὴν κατόρθωσιν τοῖς ἔξωθεν
§17.4 ψόφοις συσκιάσῃ. ὅστις, γῆ καὶ θεοί (μεῖζον γὰρ σοῦ βοήσομαι καὶ δικαιότερον αὐτοὺς ἐπικαλέσομαἰ, τυραννουμένην ἤδη τῷ ἔργῳ τὴν πόλιν ἰδὼν τῷ πάντα μὲν τὰ στρατόπεδα ἀκούειν τοῦ Καίσαρος, πάντα δὲ αὐτῷ τὸν δῆμον μετὰ
§17.5 τῆς βουλῆς εἴκειν, οὕτως ὥστε τά τε ἄλλα καὶ δικτάτορα αὐτὸν διὰ βίου εἶναι τῇ τε σκευῇ τῇ τῶν βασιλέων χρῆσθαι ψηφίσασθαι, καὶ ἐξήλεγξε σοφώτατα καὶ ἐπέσχεν ἀσφαλέστατα, ὥστε καὶ αἰδεσθέντα καὶ φοβηθέντα μήτε τὸ ὄνομα τὸ τοῦ βασιλέως μήτε τὸ διάδημα, καὶ ἀκόντων ἡμῶν αὐτὸς ἑαυτῷ δώσειν ἔμελλε,
§17.6 λαβεῖν. ἄλλος μὲν γὰρ ἄν τις ὑπό τε ἐκείνου ταῦτʼ ἔφη ποιῆσαι κεκελεῦσθαι, καὶ τήν τε ἀνάγκην ἂν προυτείνατο καὶ συγγνώμης ἐπʼ αὐτῇ ἔτυχε, πῶς γὰρ οὔ, τοιαῦτά τε ἡμῶν τότε ἐψηφισμένων καὶ τοσοῦτο τῶν στρατιωτῶν δεδυνημένων;
§17.7 Ἀντώνιος δέ, ἅτε καὶ τῆς διανοίας τῆς τοῦ Καίσαρος διαπεφυκὼς καὶ πάντα ἀκριβῶς ὅσα παρεσκευάζετο συννοῶν, φρονιμώτατα αὐτὸν καὶ ἀπέτρεψεν ἀπʼ αὐτῶν καὶ ἀπέσπευσε.
§17.8 τεκμήριον δὲ ὅτι οὐδὲν ἔτι τὸ παράπαν ὡς καὶ δυναστεύων ἔπραξε, καὶ προσέτι καὶ κοινῶς καὶ ἀφυλάκτως πᾶσιν ἡμῖν συνῆν· ἀφʼ οὗπερ καὶ τὰ μάλιστα ἠδυνήθη παθεῖν ἔπαθε.
§18.1 ταῦθʼ οὕτως, Κικέρων Κικέρκουλε Κικεράκιε Κικερίσκε Γραίκουλε, τι ποτὲ καὶ χαίρεις ὀνομαζόμενος, ἔπραξεν ἀπαίδευτος,
§18.2 γυμνός, μεμυρισμένος· ὧν οὐδὲν σὺ ἐποίησας δεινός, σοφός, πολὺ πλείονι τῷ ἐλαίῳ τοῦ οἴνου χρώμενος, καὶ μέχρι τῶν σφυρῶν τὴν ἐσθῆτα σύρων, οὐ μὰ Δία οὐχ ὥσπερ οἱ ὀρχησταὶ οἱ τὰς ποικιλίας τῶν ἐνθυμημάτων διδάσκοντές σε τοῖς σχήμασιν, ἀλλʼ ἵνα τὰ αἴσχη σου τῶν
§18.3 σκελῶν συγκρύπτῃς. οὐ γάρ που καὶ ὑπὸ σωφροσύνης τοῦτο ποιεῖς τὰ πολλὰ ἐκεῖνα περὶ τῆς τοῦ Ἀντωνίου διαίτης εἰρηκώς. τίς μὲν γὰρ οὐχ ὁρᾷ σου τὰ λεπτὰ ταῦτα χλανίδια; τίς δʼ οὐκ ὀσφραίνεται τῶν πολιῶν σου τῶν κατεκτενισμένων; τίς δʼ οὐκ οἶδεν ὅτι τὴν μὲν γυναῖκα τὴν προτέραν τὴν τεκοῦσάν σοι δύο τέκνα ἐξέβαλες, ἑτέραν δὲ ἐπεσηγάγου παρθένον ὑπεργήρως ὤν, ἵνʼ ἐκ τῆς οὐσίας αὐτῆς τὰ δανείσματα ἀποτίσῃς;
§18.4 καὶ οὐδὲ ἐκείνην μέντοι κατέσχες, ἵνα Καιρελλίαν ἐπʼ ἀδείας ἔχῃς, ἣν τοσούτῳ πρεσβυτέραν σαυτοῦ οὖσαν ἐμοίχευσας ὅσῳ νεωτέραν τὴν κόρην ἔγημας, πρὸς ἣν καὶ αὐτὴν τοιαύτας ἐπιστολὰς γράφεις οἵας ἂν γράψειεν ἀνὴρ σκωπτόλης ἀθυρόγλωσσος πρὸς γυναῖκα ἑβδομηκοντοῦτιν
§18.5 πληκτιζόμενος. καὶ ταῦτα μὲν ἄλλως ἐξήχθην, πατέρες, εἰπεῖν, ἵνα μηδὲ ἐν τούτοις ἔλαττον ἔχων ἀπέλθῃ. καίτοι καὶ συμπόσιόν τι ἐτόλμησε τῷ Ἀντωνίῳ προενεγκεῖν, αὐτὸς μὲν ὕδωρ, ὥς φησι, πίνων, ἵνα τοὺς καθʼ ἡμῶν λόγους νυκτερεύων συγγράφῃ, τὸν δὲ υἱὸν ἐν τοσαύτῃ μέθῃ τρέφων ὥστε μήτε νύκτωρ μήτε μεθʼ ἡμέραν σωφρονεῖν.
§18.6 καὶ προσέτι καὶ τὸ στόμα αὐτοῦ διαβάλλειν ἐπεχείρησε, τοσαύτῃ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ παρὰ πάντα τὸν βίον χρώμενος ὥστε μηδὲ τῶν συγγενεστάτων ἀπέχεσθαι, ἀλλὰ τήν τε γυναῖκα προαγωγεύειν καὶ τὴν θυγατέρα μοιχεύειν.
§19.1 ταῦτα μὲν οὖν ἐάσω, ἐπάνειμι δὲ ὅθεν ἐξέβην. γὰρ Ἀντώνιος ἐκεῖνος, ὃν οὗτος καταδεδράμηκεν, ἰδὼν τὸν Καίσαρα ὑπὲρ τὴν πολιτείαν ἡμῶν αἰρόμενον, ἐποίησεν αὐτὸν μηδὲν ὧν ἐνενόει πρᾶξαι, διʼ αὐτῶν ὧν χαρίζεσθαι αὐτῷ ἐδόκει.
§19.2 οὐδὲν γὰρ οὕτως ἀποτρέπει τινὰς ὧν ἂν μὴ ὀρθῶς ἐπιθυμοῦντες τυχεῖν διαπράσσωνται, ὡς τὸ τοὺς φοβουμένους αὐτὰ μὴ πάθωσιν ἐθελοντὰς
§19.3 δὴ δοκεῖν ὑπομένειν. τοῦτο μὲν γάρ, ἐξ ὧν ἀδικοῦσιν ἑαυτοῖς συνίσασιν, οὐ πιστεύουσι, πεφωρᾶσθαι δὲ νομίζοντες καὶ αἰσχύνονται καὶ φοβοῦνται, τὰ μὲν λεγόμενα ἄλλως, ὡς καὶ κολακείαν, μετʼ ἐλέγχου λαμβάνοντες, τὰ δʼ ἐξ αὐτῶν ἀποβησόμενα, ὡς καὶ ἐπιβουλήν, μετʼ αἰσχύνης
§19.4 ὑποπτεύοντες. ἅπερ που καὶ Ἀντώνιος ἀκριβῶς εἰδὼς πρῶτον μὲν τά τε Λυκαῖα καὶ τὴν πομπὴν ἐκείνην ἐπελέξατο, ἵνʼ Καῖσαρ ἔν τε τῷ ἀνειμένῳ τῆς γνώμης καὶ ἐν τῷ παιγνιώδει τῶν γιγνομένων ἀσφαλῶς σωφρονισθῇ, ἔπειτα δὲ καὶ τὴν ἀγορὰν καὶ τὸ βῆμα, ἵνα ἐξ αὐτῶν τῶν
§19.5 χωρίων αἰσχυνθῇ· τάς τε ἐντολὰς τὰς παρὰ τοῦ δήμου συνέπλασεν, ἵνʼ αὐτὰς ἀκούσας λογίσηται οὐχ ὅσα τότε Ἀντώνιος ἔλεγεν, ἀλλʼ ὅσα ἂν δῆμος Ῥωμαίων εἰπεῖν τινι ἐνετείλατο. πόθεν γὰρ ἂν ἐπίστευσε τὸν δῆμον ταῦτʼ ἐπεσταλκέναι τῳ, μήτε ἐψηφισμένον τι τοιοῦτον αὐτὸν εἰδὼς μήτε
§19.6 ἐπιβοῶντα αἰσθόμενος; ἀλλʼ ἔδει γὰρ αὐτὸν καὶ ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ, ἐν πολλὰ πολλάκις ὑπὲρ τῆς ἐλευθερίας ἐβουλευσάμεθα, καὶ παρὰ τῷ βήματι, ἀφʼ οὗ μυρία ἐπὶ μυρίοις ὑπὲρ τῆς δημοκρατίας ἐπολιτευσάμεθα, ἔν τε τῇ ἑορτῇ τῶν Λυκαίων, ἵνα ἀναμνησθῇ τοῦ Ῥωμύλου, καὶ ὑπὸ τοῦ ὑπάτου, ἵνʼ ἐννοήσῃ τὰ τῶν ἀρχαίων ὑπάτων
§19.7 ἔργα, καὶ ἐπὶ τῷ τοῦ δήμου ὀνόματι ταῦτα ἀκοῦσαι, ἵνʼ ἐνθυμηθῇ τοῦθʼ, ὅτι οὐκ Ἄφρων οὐδὲ Γαλατῶν οὐδὲ Αἰγυπτίων ἀλλʼ αὐτῶν Ῥωμαίων τυραννεῖν ἐπεχείρει. ταῦτα αὐτὸν τὰ ῥήματα ἐπέστρεψεν, ταῦτʼ ἐταπείνωσε· καὶ τάχα ἂν τὸ διάδημα, εἴπερ τις ἄλλος αὐτῷ προσήνεγκε, λαβών, ἔπειτα διʼ ἐκεῖνα καὶ ἐκολούσθη καὶ ἔφριξε καὶ κατέδεισε.
§19.8 τὰ μὲν οὖν Ἀντωνίου ἔργα σοι ταῦτά ἐστιν, οὐ σκέλος ἄλλως κατάξαντος ἵνα αὐτὸς φύγῃ, οὐδὲ χεῖρα κατακαύσαντος ἵνα Πορσένναν φοβήσῃ, ἀλλὰ τὴν τυραννίδα τὴν τοῦ Καίσαρος σοφίᾳ καὶ περιτεχνήσει, καὶ ὑπὲρ τὸ δόρυ τὸ Δεκίου καὶ ὑπὲρ τὸ ξίφος τὸ Βρούτου, παύσαντος.
§20.1 σὺ δʼ, Κικέρων, τί ἐν τῇ ὑπατείᾳ σου οὐχ ὅτι σοφὸν ἀγαθόν, ἀλλʼ οὐ καὶ τιμωρίας τῆς μεγίστης ἄξιον ἔπραξας; οὐχ ἡσυχάζουσαν μὲν καὶ ὁμονοοῦσαν τὴν πόλιν ἡμῶν καὶ ἐξετάραξας καὶ ἐστασίασας, τὴν ἀγορὰν καὶ τὸ Καπιτώλιον ἄλλων τέ τινων καὶ δούλων παρακλήτων πληρώσας;
§20.2 οὐ τὸν Κατιλίναν σπουδαρχήσαντα μόνον, ἄλλο δὲ μηδὲν δεινὸν ποιήσαντα κακῶς ἀπώλεσας; οὐ τὸν Λέντουλον καὶ τοὺς μετʼ αὐτοῦ μήτʼ ἀδικήσαντάς τι μήτε κριθέντας μήτε ἐλεγχθέντας οἰκτρῶς διέφθειρας, καίτοι πολλὰ μὲν περὶ τῶν νόμων πολλὰ δὲ καὶ περὶ τῶν δικαστηρίων ἀεὶ καὶ πανταχοῦ θρυλῶν; εἴ τις ἀφέλοιτο
§20.3 τῶν σῶν λόγων, τὸ λοιπὸν οὐδέν ἐστι. Πομπηίῳ μὲν γὰρ ἐνεκάλεις ὅτι τῷ Μίλωνι παρὰ τὰ νενομισμένα τὴν κρίσιν ἐποίησε· σὺ δὲ οὔτε μικρὸν οὔτε μεῖζον οὐδὲν ἐκ τῶν περὶ ταῦτα τεταγμένων Λεντούλῳ παρέσχες, ἀλλὰ ἄνευ λόγου καὶ κρίσεως ἐνέβαλες ἐς τὸ δεσμωτήριον ἄνδρα ἐπιεικῆ γέροντα, πολλὰ μὲν καὶ μεγάλα πρὸς τὴν πατρίδα ἐκ προγόνων ἐνέχυρα φιλίας ἔχοντα, μηδὲν δὲ μήθʼ ὑπὸ τῆς ἡλικίας μήθʼ ὑπὸ τῶν τρόπων νεωτερίσαι
§20.4 δυνάμενον. τί μὲν γὰρ αὐτῷ κακὸν παρῆν, τῇ μεταβολῇ ἂν τῶν πραγμάτων ἐξιάσατο; τί δʼ οὐκ ἀγαθὸν εἶχε, περὶ, περὶ οὗ πάντως ἂν νεοχμώσας τι ἐκινδύνευσε; ποῖα ὅπλα ἠθροίκει, ποίους συμμάχους παρεσκεύαστο, ἵνʼ οὕτως οἰκτρῶς καὶ ἀνοσίως ἀνὴρ ὑπατευκώς, στρατηγῶν, μήτε τι εἰπὼν μήτʼ ἀκούσας ἔς τε τὸ οἴκημα ἐμπέσῃ καὶ ἐκεῖ ὥσπερ οἱ κακουργότατοι φθαρῇ;
§20.5 τοῦτο γάρ ἐστιν μάλιστα καλὸς οὗτος Τούλλιος ἐπεθύμησεν, ἵνʼ ἐν τῷ ὁμωνύμῳ αὐτοῦ χωρίῳ τὸν ἔγγονον τοῦ Λεντούλου ἐκείνου τοῦ προκρίτου ποτὲ τῆς βουλῆς γενομένου ἀποκτείνῃ.
§21.1 καίτοι τί ποτʼ ἂν ἐποίησεν ἐνοπλίου ἐξουσίας λαβόμενος τοιαῦτα καὶ τοσαῦτα ἐκ μόνων τῶν λόγων εἰργασμένος; ταῦτα γάρ σου τὰ λαμπρὰ ἔργα ἐστί, ταῦτα τὰ μεγάλα στρατηγήματα· ἐφʼ οἷς οὕτως οὐχ ὅπως ὑπὸ τῶν ἄλλων κατεγνώσθης, ἀλλὰ καὶ αὐτὸς σαυτοῦ κατεψηφίσω, ὥστε πρὶν
§21.2 καὶ κριθῆναι φυγεῖν. καίτοι τίς ἂν ἑτέρα μείζων ἀπόδειξις τῆς σῆς μιαιφονίας γένοιτο ὅτι καὶ ἐκινδύνευσας ἀπολέσθαι ὑπʼ αὐτῶν ἐκείνων ὑπὲρ ὧν ἐσκήπτου ταῦτα πεποιηκέναι, καὶ ἐφοβήθης αὐτοὺς ἐκείνους οὓς ἔλεγες ἐκ τούτων εὐηργετηκέναι, καὶ οὐχ ὑπέμεινας οὔτʼ ἀκοῦσαί τι αὐτῶν οὔτʼ εἰπεῖν τι αὐτοῖς δεινός, περιττός, καὶ τοῖς ἄλλοις βοηθῶν, ἀλλὰ φυγῇ τὴν σωτηρίαν
§21.3 ὥσπερ ἐκ μάχης ἐπορίσω; καὶ οὕτω γε ἀναίσχυντος εἶ ὥστε καὶ συγγράψαι ταῦτα τοιαῦτα ὄντα ἐπεχείρησας· ὃν ἐχρῆν εὔχεσθαι μηδὲ τῶν ἄλλων τινὰ αὐτὰ συνθεῖναι, ἵνα ἀλλὰ τοῦτό γε κερδάνῃς, τὸ συναπολέσθαι σοι τὰ πεπραγμένα καὶ μηδεμίαν αὐτῶν μνήμην τοῖς ἔπειτα παραδοθῆναι. καὶ ὅπως γε καὶ γελάσητε,
§21.4 ἀκούσατε τὴν σοφίαν αὐτοῦ. προθέμενος γὰρ πάντα τὰ τῇ πόλει πεπραγμένα συγγράψαι (καὶ γὰρ σοφιστὴς καὶ ποιητὴς καὶ φιλόσοφος καὶ ῥήτωρ καὶ συγγραφεὺς εἶναι πλάττεταἰ ἔπειτʼ οὐκ ἀπὸ τῆς κτίσεως αὐτῆς, ὥσπερ οἱ ἄλλοι οἱ τοῦτο ποιοῦντες, ἀλλὰ ἀπὸ τῆς ὑπατείας τῆς ἑαυτοῦ ἤρξατο, ἵνα ἀνάπαλιν προχωρῶν ἀρχὴν μὲν τοῦ λόγου ἐκείνην, τελευτὴν δὲ τὴν τοῦ Ῥωμύλου βασιλείαν ποιήσηται.
§22.1 λέγε τοίνυν, τοιαῦτα γράφων καὶ τοιαῦτα πράττων, οἷα δεῖ τὸν ἀγαθὸν ἄνδρα καὶ λόγῳ δημηγορεῖν καὶ ἔργῳ ποιεῖν· ἀμείνων γὰρ εἶ ἑτέροις τισὶν ὁτιοῦν παραινεῖν αὐτὸς τὰ προσήκοντα πράττειν, καὶ τοῖς ἄλλοις ἐπιτιμᾶν
§22.2 σεαυτὸν ἐπανορθοῦν. καίτοι πόσῳ σε κρεῖττον ἦν, ἀντὶ μὲν τῆς δειλίας ἣν Ἀντωνίῳ ὀνειδίζεις, αὐτὸν τὴν μαλακίαν καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀποθέσθαι, ἀντὶ δὲ τῆς ἀπιστίας ἣν ἐκείνῳ προφέρεις, αὐτὸν μήτʼ ἄπιστόν τι ποιεῖν μήτʼ αὐτομολεῖν, ἀντὶ δὲ τῆς ἀχαριστίας ἧς ἐκείνου
§22.3 κατηγορεῖς, αὐτὸν μὴ ἀδικεῖν τοὺς εὐεργέτας; ἓν γάρ τοι καὶ τοῦτο τῶν κακῶν τῶν ἐμφύτων αὐτῷ ἐστιν, ὅτι μισεῖ μάλιστα πάντων τούς τι αὐτὸν εὖ πεποιηκότας, καὶ τῶν μὲν ἄλλων ἀεί τινας θεραπεύει, τούτοις δὲ ἐπιβουλεύει. ἵνα γοῦν τἆλλα ἐάσω, ἐλεηθεὶς ὑπὸ τοῦ Καίσαρος καὶ σωθεὶς ἔς τε τοὺς εὐπατρίδας ἐγγραφεὶς ἀπέκτεινεν, οὐκ αὐτοχειρίᾳ (πόθεν, δειλός τε οὕτω καὶ γύννις ὤνἀλλʼ ἀναπείσας καὶ παρασκευάσας
§22.4 τοὺς τοῦτο ποιήσαντας. καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, αὐτοὶ ἐκεῖνοι ἐδήλωσαν· ὅτε γοῦν γυμνοῖς τοῖς ξίφεσιν ἐς τὴν ἀγορὰν ἐσέδραμον, ὀνομαστὶ αὐτὸν ἀνεκάλεσαν συνεχῶς εἰπόντες, ( Κικέρων
§22.5 ὥσπερ που πάντες ἠκούσατε. ἐκεῖνόν τε οὖν εὐεργέτην ὄντα ἐφόνευσε, καὶ παρʼ αὐτοῦ τοῦ Ἀντωνίου καὶ τῆς ἱερωσύνης καὶ τῆς σωτηρίας, ὅτʼ ἀπολέσθαι ἐν τῷ Βρεντεσίῳ ὑπὸ τῶν στρατιωτῶν ἐκινδύνευσε, τυχὼν τοιαύτας αὐτῷ χάριτας ἀνταποδίδωσι, κακηγορῶν τε αὐτὸν ἐπὶ τούτοις μήτʼ αὐτὸς μήτʼ ἄλλος τις πώποτε ἐμέμψατο, καὶ
§22.6 κατατρέχων ἐφʼ οἷς ἄλλους ἐπαινεῖ. τὸν γοῦν Καίσαρα τοῦτον, μήθʼ ἡλικίαν ἄρχειν τι τῶν πολιτικῶν πράττειν ἔχοντα μήθʼ ὑφʼ ἡμῶν προκεχειρισμένον, ὁρῶν καὶ δύναμιν πεπορισμένον καὶ πόλεμον μήτε ἐψηφισμένων ἡμῶν μήτε προστεταχότων αὐτῷ ἀνῃρημένον, οὐ μόνον οὐκ
§22.7 αἰτιᾶταί τι ἀλλὰ καὶ ἐγκωμιάζει. οὕτως οὔτε τὰ δίκαια πρὸς τοὺς νόμους οὔτε τὰ συμφέροντα πρὸς τὸ τῷ κοινῷ χρήσιμον ἐξετάζει, ἀλλὰ πάντα ἁπλῶς πρὸς τὴν ἑαυτοῦ βούλησιν διάγει, καὶ ἐφʼ οἷς ἄλλους ἀποσεμνύνει, ταῦθʼ ἑτέροις ἐγκαλεῖ, καὶ καταψευδόμενος ὑμῶν καὶ προσδιαβάλλων
§23.1 ὑμᾶς. σύμπαντα γὰρ τὰ μετὰ τὴν τοῦ Καίσαρος τελευτὴν ὑπʼ Ἀντωνίου πεπραγμένα εὑρήσετε ὑφʼ ὑμῶν κεκελευσμένα. καὶ τὸ μὲν περί τε τῆς τῶν χρημάτων διοικήσεως καὶ περὶ τῆς τῶν γραμμάτων ἐξετάσεως λέγειν περιττὸν εἶναι νομίζω.
§23.2 διὰ τί; ὅτι τὸ μὲν τῷ κληρονομοῦντι αὐτοῦ τῆς οὐσίας προσῆκον ἂν εἴη πολυπραγμονεῖν, τὸ δέ, εἴπερ τινὰ ἀλήθειαν κακουργίας εἶχε, τότε ἐχρῆν παραχρῆμα κεκωλῦσθαι. οὔτε γὰρ ὑπὸ μάλης τι αὐτῶν, Κικέρων, ἐπράχθη, ἀλλʼ ἐς στήλας,
§23.3 ὡς καὶ αὐτὸς φῄς, πάντα ἀνεγράφη· εἰ δὲ ἐκεῖνος φανερῶς οὕτω καὶ ἀναισχύντως τά τε ἄλλα ἐκακούργησεν ὡς λέγεις, καὶ τὴν Κρήτην ὅλην ἥρπασεν ὡς καὶ ἐκ τῶν τοῦ Καίσαρος γραμμάτων ἐλευθέραν μετὰ τὴν τοῦ Βρούτου ἀρχὴν ἀφειμένην, ἣν ὕστερον ἐκεῖνος παρʼ ἡμῶν ἐπετράπη, πῶς μὲν ἂν σὺ ἐσιώπησας, πῶς δʼ ἂν τῶν ἄλλων τις
§23.4 ἠνέσχετο; ἀλλὰ ταῦτα μέν, ὥσπερ εἶπον, παραλείψω· οὔτε γὰρ ὀνομαστὶ τὰ πολλὰ αὐτῶν εἴρηται, οὔτʼ Ἀντώνιος δυνάμενος ὑμᾶς ἀκριβῶς καθʼ ἕκαστον ὧν πεποίηκε διδάξαι πάρεστι· περὶ δὲ δὴ τῆς Μακεδονίας τῆς τε Γαλατίας καὶ τῶν ἄλλων ἐθνῶν τῶν τε στρατοπέδων ὑμέτερα ἔστιν, πατέρες, ψηφίσματα, καθʼ τοῖς τε ἄλλοις ὡς ἕκαστα προσετάξατε καὶ ἐκείνῳ τὴν Γαλατίαν μετὰ τῶν στρατιωτῶν ἐνεχειρίσατε. καὶ τοῦτο καὶ Κικέρων οἶδεν· παρῆν γάρ, καὶ πάντα γε
§23.5 αὐτὰ ὁμοίως ὑμῖν ἐψηφίζετο. καίτοι πόσῳ κρεῖττον ἦν τότε αὐτὸν ἀντειπεῖν, εἴπερ τι αὐτῶν μὴ δεόντως ἐγίγνετο, καὶ διδάξαι ὑμᾶς ταῦτα νῦν προΐσχεται, παραχρῆμα μὲν σιωπῆσαι καὶ περιϊδεῖν ὑμᾶς ἁμαρτάνοντας, νῦν δὲ λόγῳ μὲν Ἀντωνίῳ ἐγκαλεῖν ἔργῳ δὲ τῆς βουλῆς κατηγορεῖν;
§24.1 οὐδὲ γὰρ οὐδὲ τοῦτο δύναιτʼ ἄν τις σωφρονῶν εἰπεῖν, ὅτι ἐκεῖνος ταῦθʼ ὑμᾶς ψηφίσασθαι ἐβιάσατο. οὔτε γὰρ αὐτὸς ἰσχύν τινα στρατιωτῶν εἶχεν ὥστε παρὰ γνώμην ὑμᾶς ποιῆσαί τι καταναγκάσαι, καὶ τὸ πρᾶγμα ὑπὲρ τῆς πόλεως πέπρακται.
§24.2 ἐπειδὴ γὰρ προυπέπεμπτο μὲν τὰ στρατεύματα καὶ συνειστήκει, δέος δὲ ἦν μὴ πυθόμενα τῆς τοῦ Καίσαρος σφαγῆς στασιάσῃ καί τινα φλαῦρον προστησάμενα αὖθις πολεμήσῃ, ἔδοξεν ὑμῖν, ὀρθῶς καὶ καλῶς ποιοῦσι, τὸν Ἀντώνιον ἐπʼ αὐτὰ ἐπιστῆσαι, τὸν ὕπατον, τὸν τὴν ὁμόνοιαν πρυτανεύσαντα, τὸν τὴν δικτατορίαν
§24.3 παντελῶς ἐκ τῆς πολιτείας ἐκκόψαντα. καὶ διὰ τοῦτό γε καὶ τὴν Γαλατίαν αὐτῷ ἀντὶ τῆς Μακεδονίας ἀντεδώκατε, ἵνʼ ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ ὢν μήτε τι κακουργήσῃ καὶ τὸ προσταχθὲν εὐθὺς ὑφʼ ὑμῶν ποιήσῃ.
§25.1–35.5
§25.1 ταῦτα μὲν οὖν πρὸς ὑμᾶς εἶπον, ἵνʼ εἰδῆτε ὀρθῶς βεβουλευμένοι· πρὸς δὲ δὴ Κικέρωνα καὶ ἐκεῖνός μοι λόγος ἐξήρκει, ὅτι καὶ παρῆν πᾶσι τούτοις ὅτε ἐγίγνετο, καὶ μεθʼ ἡμῶν αὐτὰ ἐψηφίσατο, μήτε στρατιώτην τινὰ Ἀντωνίου ἔχοντος, μήθʼ ὅλως ἐνδείξασθαί τι φοβερὸν ἡμῖν δυναμένου, δι καὶ τῶν συμφερόντων ἄν τι παρείδομεν.
§25.2 ἀλλʼ εἰ καὶ τότε ἐσιώπησας, νῦν γε εἰπέ, τί ἐχρῆν ἡμᾶς ποιῆσαι τούτων οὕτως ἐχόντων; ἀφεῖναι τὰ στρατεύματα ἄναρχα; καὶ πῶς οὐκ ἂν μυρίων κακῶν καὶ τὴν Μακεδονίαν καὶ τὴν Ἰταλίαν
§25.3 ἐνέπλησεν; ἀλλʼ ἑτέρῳ τινὶ προστάξαι; καὶ τίνα ἂν ἀναγκαιότερον καὶ ἐπιτηδειότερον τοῦ Ἀντωνίου εὕρομεν, τοῦ ὑπάτου, τοῦ πάντα τὰ τῆς πόλεως διοικοῦντος, τοῦ τοσαύτην φυλακὴν τῆς ὁμονοίας ἡμῶν πεποιημένου, τοῦ μυρία ἐπιδείγματα τῆς πρὸς τὸ κοινὸν εὐνοίας παρεσχημένου;
§25.4 τινὰ τῶν σφαγέων; οἷς οὐδʼ ἄλλως ἐν τῇ πόλει διατρίβειν ἀσφαλὲς ἐγίγνετο. τινὰ τῶν τἀναντία αὐτοῖς φρονούντων; οὓς πάντες ὑπώπτευον. τίς ἀξιώσει προέχων, τίς ἐμπειρίᾳ
§25.5 προφέρων παρὰ τοῦτον ἄλλος ἦν; ἀλλʼ ἀγανακτεῖς ὅτι μὴ σὲ προειλόμεθα. καὶ τίνα μὲν ἀρχὴν εἶχες, τί δʼ οὐκ ἂν ἔδρασας ὅπλα καὶ στρατιώτας λαβὼν τοσαῦτα καὶ τηλικαῦτα ἐν τῇ ὑπατείᾳ ταράξας ἐκ τῶν ἐπιτετηδευμένων
§26.1 σοι τούτων ἀντιθέτων, ὧν μόνων ἦς κύριος; ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι καὶ παρῆς τούτοις ὅτε ἐψηφίζετο, καὶ οὐδὲν ἀντεῖπες, ἀλλὰ καὶ συγκατέθου πᾶσιν αὐτοῖς ὡς καὶ ἀρίστοις καὶ ἀναγκαίοις δῆλον ὅτι οὖσιν. οὐ γάρ που καὶ παρρησίας ἐνδεὴς ἦσθα· πολλὰ γοῦν καὶ μάτην ὑλάκτεις.
§26.2 οὐ μὴν οὐδὲ ἐφοβήθης τινά· πῶς γὰρ ἂν ἔδεισας τὸν γυμνὸν μὴ φοβούμενος τὸν ὡπλισμένον; πῶς τὸν μόνον μὴ τὸν τοσούτους στρατιώτας ἔχοντα; καίτοι σύγε καὶ ἐπὶ τούτῳ σεμνύνῃ, ὅτι πάνυ τοῦ θανάτου, ὥς γε καὶ φῄς, καταφρονεῖς.
§26.3 οὕτω δὴ τούτων ἐχόντων πότερος ὑμῖν ἀδικεῖν δοκεῖ, Ἀντώνιος τὰς δυνάμεις τὰς δοθείσας αὐτῷ παρʼ ἡμῶν διοικῶν, Καῖσαρ τοσαύτην ἰσχὺν ἰδίαν περιβεβλημένος; Ἀντώνιος πρὸς τὴν ἐπιτραπεῖσαν αὐτῷ παρʼ ἡμῶν ἀρχὴν ἀπεληλυθώς, Βροῦτος κωλύων αὐτὸν τῆς χώρας
§26.4 ἐπιβῆναι; Ἀντώνιος τοὺς συμμάχους ἡμῶν ἀναγκάσαι ἐθέλων τοῖς ψηφίσμασιν ἡμῶν πεισθῆναι, ἐκεῖνοι οἱ τὸν μὲν πεμφθέντα ὑφʼ ἡμῶν ἄρχοντα μὴ προσδεδεγμένοι, τῷ δὲ ἀπεψηφισμένῳ
§26.5 προστεθειμένοι; Ἀντώνιος τοὺς στρατιώτας τοὺς ἡμετέρους συνέχων, οἱ στρατιῶται οἱ τὸν ἄρχοντα αὑτῶν ἐγκαταλελοιπότες; Ἀντώνιος μηδένα τούτων τῶν στρατιωτῶν τῶν ὑφʼ ἡμῶν αὐτῷ δοθέντων ἐς τὴν πόλιν ἐσαγαγών, Καῖσαρ τοὺς πάλαι ἐστρατευμένους ἀναπείσας χρήμασι
§26.6 δεῦρο ἐλθεῖν; ἐγὼ μὲν γὰρ οὐδὲ λόγου τινὸς ἔτι δεῖν ἡγοῦμαι πρὸς τὸ μὴ οὐκ ἐκεῖνον μὲν πάντα τὰ προσταχθέντα αὐτῷ ὑφʼ ἡμῶν ὀρθῶς δοκεῖν διοικεῖν, τούτους δὲ καὶ δίκην ὧν αὐτοὶ καθʼ
§26.7 αὑτοὺς ἐτόλμησαν ὑποσχεῖν ὀφείλειν. διὰ γὰρ τοῦτο καὶ τὴν παρὰ τῶν στρατιωτῶν φυλακὴν ἐλάβετε, ἵνʼ ἀσφαλῶς ὑπὲρ τῶν παρόντων, οὐκ Ἀντωνίου ἕνεκα τοῦ μήτε ἰδίᾳ τι πεποιηκότος μήτʼ ἔν τινι ὑμᾶς πεφοβηκότος, ἀλλʼ ἐκείνου τοῦ καὶ δύναμιν ἐπʼ αὐτὸν συνειλοχότος καὶ πολλοὺς στρατιώτας καὶ ἐν αὐτῇ πόλει πολλάκις ἐσχηκότος, βουλεύσησθε.
§27.1 ταῦτα μὲν οὖν διὰ Κικέρωνα εἶπον, ἐπειδήπερ ἀδίκων ἐς ἡμᾶς λόγων ὑπῆρξεν· οὔτε γὰρ ἄλλως φιλαπεχθήμων εἰμὶ ὥσπερ οὗτος, οὔτʼ ἐμοὶ μέλει τὰ ἀλλότρια κακὰ πολυπραγμονεῖν, ὅπερ οὗτος ἀεὶ ποιῶν σεμνύνεται. δʼ ὑμῖν παραινῶ μήτʼ Ἀντωνίῳ τι χαριζόμενος μήτε Καίσαρα Βροῦτον διαβάλλων, ἀλλʼ ὑπὲρ τῶν κοινῇ συμφερόντων, ὥσπερ που προσήκει, βουλεύων, νῦν ἤδη φράσω.
§27.2 φημὶ γὰρ δεῖν μήτε ἐχθρόν πω μηδένα τούτων τῶν τὰ ὅπλα ἐχόντων ποιήσασθαι, μήτʼ ἀκριβῶς ἐξετάζειν τί καὶ πῶς ὑπʼ αὐτῶν πέπρακται. οὔτε γὰρ παρὼν καιρὸς ἐπιτήδειός ἐστι πρὸς τοῦτο, καὶ πολιτῶν αὐτῶν ἡμετέρων πάντων ὁμοίως ὄντων, ἄν τέ τις πταίσῃ σφῶν, ἡμῖν ἀπολεῖται, ἄν
§27.3 τε καὶ κατορθώσῃ, ἐφʼ ἡμᾶς αὐξηθήσεται. διʼ οὖν ταῦτα καὶ πολιτικῶς καὶ φιλικῶς αὐτοὺς ἡγοῦμαι χρῆναι μεταχειρίσασθαι, καὶ πέμψαι μὲν πρὸς πάντας ὁμοίως κελεύοντας αὐτοῖς ἔκ τε τῶν ὅπλων ἀπαλλαγῆναι καὶ ἐφʼ ἡμῖν καὶ ἑαυτοὺς καὶ τὰ στρατόπεδα ποιήσασθαι, πόλεμον δὲ μηδέπω πρὸς μηδένα αὐτῶν ἐξενεγκεῖν, ἀλλʼ ἐκ τῶν ἀπαγγελθησομένων τοὺς μὲν ἐθελήσαντας ἡμῖν πειθαρχῆσαι ἐπαινέσαι, τοῖς δʼ ἀπειθήσασι
§27.4 πολεμῆσαι. τοῦτο γὰρ καὶ δίκαιον καὶ συμφέρον ἡμῖν ἐστι, μήτε ἐπειχθῆναι μήτε προπετῶς τι πρᾶξαι, ἀλλʼ ἐπισχεῖν, καὶ καιρόν τινα καὶ αὐτοῖς ἐκείνοις καὶ τοῖς στρατιώταις ἐς τὸ μετανοῆσαι δόντας ἔπειθʼ οὕτως, ἂν τοῦ πολέμου δεήσῃ, τοῖς ὑπάτοις αὐτὸν προστάξαι.
§28.1 καὶ σοὶ δέ, Κικέρων, παραινῶ μήτε γυναικείως θρασύνεσθαι μήτε τὸν Βαμβαλίωνα μιμεῖσθαι, μηδὲ πολεμοποιεῖν, μήτε διὰ τὴν ἰδίαν πρὸς τὸν Ἀντώνιον ἔχθραν δημοσίᾳ πᾶσαν τὴν πόλιν
§28.2 ἐς κίνδυνον αὖθις καθιστάναι. καλῶς μὲν γὰρ ποιήσεις, ἂν καὶ ἐκείνῳ συναλλαγῇς μεθʼ οὗ πολλὰ δὴ πολλάκις φιλικὰ ἔπραξας· εἰ δʼ οὖν ἀκαταλλάκτως αὐτῷ ἔχεις, ἀλλʼ ἡμῶν γε φεῖσαι, μηδὲ ἐσηγητὴς ἡμῖν τῆς πρὸς ἀλλήλους φιλίας
§28.3 γεγονὼς νῦν αὐτὴν καταλύσῃς, ἀλλὰ ἀναμνησθεὶς τῆς τε ἡμέρας ἐκείνης καὶ τῶν λόγων ὧν ἐν τῷ τῆς Γῆς τεμένει ἐποιήσω, χάρισαί τι καὶ τῇ Ὁμονοίᾳ ταύτῃ παρʼ νῦν βουλευόμεθα, ἵνα μὴ καὶ ἐκεῖνα διαβάλῃς ὡς οὐκ ἀπʼ ὀρθῆς διανοίας
§28.4 ἀλλʼ ἀπό τινος ἄλλου τότε λεχθέντα· τοῦτο γὰρ καὶ τῇ πόλει συμφέρει καὶ σοὶ πλείστην δόξαν οἴσει. μὴ γάρ τοι νομίσῃς ὅτι τὸ θρασύνεσθαι εὐκλεές ἐστιν ἀσφαλές, μηδʼ ἂν εἴπῃς ὅτι τοῦ θανάτου καταφρονεῖς, καὶ ἐπαινεῖσθαι ἐπὶ τούτῳ
§28.5 πιστεύσῃς. τοὺς μὲν γὰρ τοιούτους ὡς καὶ κακὸν ἄν τι ὑπʼ ἀπονοίας τολμήσαντας καὶ ὑποπτεύουσι πάντες καὶ μισοῦσιν· οὓς δʼ ἂν ἴδωσι περὶ πλείστου τὴν ἑαυτῶν σωτηρίαν ποιουμένους, καὶ ἐπαινοῦσι καὶ ἐγκωμιάζουσιν ὡς μηδὲν ἂν
§28.6 ἑκόντας ἄξιον θανάτου ποιήσαντας. καὶ σὺ οὖν, εἴπερ ὄντως σώζεσθαι τὴν πατρίδα ἐθέλεις, τοιαῦτα καὶ λέγε καὶ πρᾶττε ἐξ ὧν καὶ αὐτὸς σωθήσῃ, μὴ μὰ Δίʼ ἐξ ὧν καὶ ἡμᾶς συναπολεῖς.”
§29.1 τοιαῦτα τοῦ Καλήνου εἰπόντος Κικέρων οὐκ ἤνεγκεν· αὐτὸς μὲν γὰρ καὶ ἀκράτῳ καὶ κατακορεῖ τῇ παρρησίᾳ ἀεὶ πρὸς πάντας ὁμοίως ἐχρῆτο, παρὰ δὲ δὴ τῶν ἄλλων οὐκ ἠξίου τὴν ὁμοίαν ἀντιλαμβάνειν. καὶ τότε οὖν ἀφεὶς τὸ τὰ δημόσια διασκοπεῖν ἐς λοιδορίας αὐτῷ κατέστη, ὥστε τὴν ἡμέραν ἐκείνην καὶ διὰ τοῦτο οὐχ ἥκιστα
§29.2 μάτην κατατριβῆναι. τῇ δʼ οὖν ὑστεραίᾳ καὶ τῇ τρίτῃ πολλῶν καὶ ἄλλων ἐφʼ ἑκάτερα λεχθέντων ἐκράτησαν οἱ τὰ τοῦ Καίσαρος πράττοντες, καὶ τοῦτο μὲν αὐτῷ ἐκείνῳ καὶ εἰκόνα καὶ τὸ βουλεύειν ἐν τοῖς τεταμιευκόσι, τό τε τὰς ἄλλας ἀρχὰς δέκα ἔτεσι θᾶσσον παρὰ τὸ νενομισμένον
§29.3 αἰτῆσαι, καὶ τὸ τὰ χρήματα τοῖς στρατιώταις ἀναλώκει, παρὰ τῆς πόλεως, ὅτι δὴ καὶ καθʼ ἑαυτὸν ὑπὲρ αὐτῆς δὴ παρεσκεύασέ σφας, λαβεῖν, τοῦτο δὲ καὶ τοῖς στρατιώταις, καὶ ἐκείνοις καὶ τοῖς τὸν Ἀντώνιον ἐγκαταλιποῦσι, τὸ μήτʼ ἄλλον τινὰ πόλεμον πολεμῆσαι καὶ χώραν εὐθὺς δοθῆναι
§29.4 ἐψηφίσαντο. πρός τε τὸν Ἀντώνιον πρεσβείαν ἔπεμψαν κελεύσουσάν οἱ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν ἀφεῖναι καὶ ἐς τὴν Μακεδονίαν ἀπελθεῖν. καὶ τοῖς συστρατευομένοις αὐτῷ προεῖπον οἴκαδε ἐντὸς ῥητῆς ἡμέρας ἀναχωρῆσαι, εἰδέναι ὅτι ἐν πολεμίου μοίρᾳ γενήσονται. καὶ προσέτι καὶ τοὺς βουλευτὰς τοὺς ἀρχὰς τῶν ἐθνῶν παρʼ αὐτοῦ λαβόντας καταλύσαντες ἑτέρους
§29.5 ἀντʼ αὐτῶν ἀντιπεμφθῆναι ἔγνωσαν. τότε μὲν ταῦτʼ ἐκυρώθη· ὕστερον δὲ οὐ πολλῷ, πρὶν καὶ τὴν γνώμην αὐτοῦ μαθεῖν, ταραχήν τε εἶναι ἐψηφίσαντο καὶ τὴν ἐσθῆτα τὴν βουλευτικὴν ἀπεδύσαντο, τόν τε πόλεμον τὸν πρὸς αὐτὸν καὶ τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, στρατηγοῦ τινα ἀρχὴν
§29.6 δόντες, προσέταξαν, καί σφισι καὶ τὸν Λέπιδον Λούκιόν τε Μουνάτιον Πλάγκον ἐν μέρει τῆς ὑπὲρ τὰς Ἄλπεις Γαλατίας ἄρχοντα βοηθῆσαι ἐκέλευσαν.
§30.1 οὕτω μὲν τῷ Ἀντωνίῳ καὶ ἄλλως πολεμησείοντι αὐτοὶ τὴν πρόφασιν τῆς ἔχθρας παρέσχον. ἄσμενος γὰρ τῶν ἐψηφισμένων λαβόμενος αὐτίκα τε τοῖς πρέσβεσιν ἐξωνείδισεν ὡς οὔτʼ ὀρθῶς οὔτʼ ἴσως οἱ πρὸς τὸ μειράκιον, τὸν Καίσαρα λέγων, ἐχρήσαντο,
§30.2 καὶ ἀντιπέμψας ἑτέρους, ὅπως ἐς ἐκείνους τὴν αἰτίαν τοῦ πολέμου περιστήσῃ, ἀντιπροετείνατό τινα, αὐτῷ μὲν εὐπρέπειαν ἔφερεν, ἀδύνατα δʼ ἦν καὶ ὑπὸ τοῦ Καίσαρος καὶ ὑπὸ τῶν ἄλλων
§30.3 τῶν συναιρομένων οἱ πραχθῆναι. ἔμελλε μὲν γὰρ οὐδὲν τῶν προσταχθέντων ποιήσειν, εὖ δὲ ἐπιστάμενος ὅτι οὐδὲ ἐκεῖνοί τι τῶν προβληθέντων ὑπʼ αὐτοῦ πράξουσιν, ὑπισχνεῖτο δῆθεν πάντ̔??ʼ τὰ δεδογμένα σφίσι ποιήσειν, ὅπως αὐτός τε ἀναφυγὴν ὡς κἂν πράξας αὐτὰ ἔχῃ, καὶ τὰ τῶν ἐναντίων, ἀρνησαμένων ἐπήγγελλεν, αἴτια τοῦ
§30.4 πολέμου φθάσῃ γενόμενα. τήν τε γὰρ Γαλατίαν ἐκλείψειν καὶ τὰ στρατόπεδα ἀφήσειν ἔλεγεν, ἂν τούτοις τε τὰ αὐτὰ ἅπερ τοῖς τοῦ Καίσαρος ἐψηφίσαντο δῶσιν, καὶ τὸν Κάσσιον τόν τε Βροῦτον τὸν Μᾶρκον ὑπάτους ἕλωνται. καὶ γὰρ τοῦτʼ ᾔτησε προσποιούμενος τοὺς ἄνδρας, ἵνα μηδεμίαν αὐτῷ ὀργὴν τῶν πρὸς τὸν Δέκιμον τὸν συνωμότην σφῶν πραττομένων ἔχοιεν.
§31.1 Ἀντώνιος μὲν ταῦτα προΐσχετο, σαφῶς εἰδὼς μηδέτερον αὐτῶν ἐσόμενον· γὰρ Καῖσαρ οὐκ ἄν ποτε ὑπέμεινεν οὔτε τοὺς σφαγέας τοὺς τοῦ πατρὸς ὑπατεῦσαι, οὔτε τοὺς στρατιώτας τοὺς τοῦ Ἀντωνίου τὰ αὐτὰ τοῖς ἑαυτοῦ λαβόντας
§31.2 προσφιλεστέρους αὐτῷ μᾶλλον γενέσθαι. οὔκουν οὐδὲ ἐκυρώθη τι αὐτῶν, ἀλλὰ τῷ τε Ἀντωνίῳ τὸν πόλεμον πάλιν ἐπήγγειλαν, καὶ τοῖς συνοῦσίν οἱ προηγόρευσαν αὖθις ἐγκαταλιπεῖν αὐτόν, ἑτέραν τινὰ ἡμέραν τάξαντες. τάς τε χλαμύδας τὰς στρατιωτικὰς πάντες, καὶ οἱ μὴ ἐκστρατεύσοντες, ἠμπέσχοντο, καὶ τοῖς ὑπάτοις τὴν φυλακὴν τῆς πόλεως ἐπέτρεψαν, ἐκεῖνο δὴ τὸ εἰθισμένον τῷ δόγματι προσγράψαντες, τὸ μηδὲν ἀπʼ αὐτῆς
§31.3 ἀποτριβῆναι. ἐπειδή τε πολλῶν χρημάτων ἐς τὸν πόλεμον ἐδέοντο, πάντες μὲν τὸ πέμπτον καὶ εἰκοστὸν τῆς ὑπαρχούσης σφίσιν οὐσίας ἐπέδωκαν, οἱ δὲ δὴ βουλευταὶ καὶ τέσσαρας ὀβολοὺς καθʼ ἑκάστην κεραμίδα τῶν ἐν τῇ πόλει οἰκιῶν, ὅσας αὐτοὶ ἐκέκτηντο ἄλλων οὔσας ᾤκουν.
§31.4 καὶ χωρὶς ἕτερα οὐκ ὀλίγα οἱ πάνυ πλούσιοι συνετέλεσαν, τά τε ὅπλα καὶ τὰ ἄλλα τὰ πρὸς τὴν στρατείαν ἀναγκαῖα συχναὶ μὲν πόλεις συχνοὶ δὲ καὶ ἰδιῶται προῖκα ἐξεποίησαν· τοσαύτη γὰρ ἀχρηματία τὸ δημόσιον τότε ἔσχεν ὥστε μηδὲ τὰς πανηγύρεις τὰς ἐν τῷ καιρῷ ἐκείνῳ γενέσθαι ὀφειλούσας ἐπιτελεσθῆναι, ἔξω βραχέων
§32.1 τινῶν ὁσίας ἕνεκα. ταῦτα δὲ ὅσοι μὲν τῷ τε Καίσαρι ἐχαρίζοντο καὶ τὸν Ἀντώνιον ἐμίσουν προθύμως ἔπραττον· οἱ δὲ δὴ πλείους, ἅτε καὶ ταῖς στρατείαις ἅμα καὶ ταῖς ἐσφοραῖς βαρούμενοι, ἐδυσχέραινον, καὶ μάλισθʼ ὅτι ἄδηλον μὲν ἦν ὁπότερος αὐτῶν κρατήσει, πρόδηλον δὲ ὅτι τῷ
§32.2 νικήσαντι δουλεύσουσι. συχνοὶ δʼ οὖν καὶ τὰ τοῦ Ἀντωνίου βουλόμενοι, οἱ μὲν ἄντικρυς πρὸς αὐτόν, ἄλλοι τε καὶ δήμαρχοι στρατηγοί τέ τινες, ἀπῆλθον, οἱ δὲ καὶ κατὰ χώραν μείναντες, ὧν καὶ Καλῆνος ἦν, ἔπραττον ὑπὲρ αὐτοῦ πάνθʼ ὅσα ἐδύναντο, τὰ μὲν ἐπικρυπτόμενοι, τὰ δὲ καὶ ἐκ
§32.3 τοῦ φανεροῦ διαδικαιοῦντες. οὔκουν οὐδὲ τὴν ἐσθῆτα εὐθὺς ἠλλάξαντο, ἀλλὰ καὶ ἔπεισαν αὖθις τὴν γερουσίαν πρέσβεις πρὸς τὸν Ἀντώνιον ἄλλους τε καὶ τὸν Κικέρωνα πέμψαι, πρόφασιν μὲν ὡς καὶ πείσοντα αὐτὸν ὁμολογῆσαι, ἔργῳ δὲ ἵνʼ
§32.4 ὑπεξαιρεθῇ σφισι. συννοήσας οὖν τοῦτʼ ἐκεῖνος ἐφοβήθη καὶ οὐκ ἐτόλμησεν ἑαυτὸν ἐς τὰ τοῦ Ἀντωνίου ὅπλα ἐκδοῦναι. κἀκ τούτου οὐδʼ ἄλλος τις τῶν πρεσβευτῶν ἀπῆρεν.
§33.1 ἐν ὅσῳ δὲ ταῦτʼ ἐπράττετο, τέρατα αὖθις οὐ σμικρὰ καὶ τῇ πόλει καὶ αὐτῷ τῷ ὑπάτῳ τῷ Οὐιβίῳ ἐγένετο. ἐν γὰρ τῇ ἐσχάτῃ ἐκκλησίᾳ, μεθʼ ἣν ἐς τὸν πόλεμον ἐξώρμησεν, ἄνθρωπός τις τὴν νόσον που τὴν ἱερὰν καλουμένην ἔχων δημηγοροῦντός
§33.2 τι αὐτοῦ κατέπεσεν· καὶ ἀνδριὰς αὐτοῦ χαλκοῦς ἐν τῷ τῆς οἰκίας προθύρῳ ἑστὼς ἀνετράπη αὐτόματος τῇ ἡμέρᾳ τῇ τε ὥρᾳ ἐξεστράτευσεν. τά τε ἱερὰ τὰ προπολέμια οἱ μάντεις οὐκ ἠδυνήθησαν ὑπὸ τοῦ πλήθους τοῦ αἵματος διαγνῶναι· καί τις ἐν τούτῳ φοίνικα αὐτῷ προσφέρων ἔν τε τῷ αἵματι τῷ προκεχυμένῳ ὤλισθε καὶ πεσὼν τὸν φοίνικα ἐμίανεν. ἐκείνῳ μὲν δὴ
§33.3 ταῦτʼ ἐγένετο. ἀλλʼ εἰ μὲν ἰδιωτεύοντί οἱ συνενήνεκτο, ἐς μόνον ἂν αὐτὸν ἔτεινεν, ἐπεὶ δʼ ὑπάτευε, καὶ ἐς πάντας ὁμοίως ἤνεγκεν, ὥσπερ τό τε τῆς Μητρὸς τῶν θεῶν ἄγαλμα τὸ ἐν τῷ παλατίῳ ὄν (πρὸς γάρ τοι τὰς τοῦ ἡλίου ἀνατολὰς πρότερον βλέπον πρὸς δυσμὰς ἀπὸ ταὐτομάτου μετεστράφἠ
§33.4 καὶ τὸ τῆς Ἀθηνᾶς τὸ πρὸς τῇ Μουτίνῃ, παρʼ καὶ τὰ μάλιστα ἐμαχέσαντο, τιμώμενον (αἷμά τε γὰρ πολὺ καὶ μετὰ τοῦτο καὶ γάλα ἀνῆκἐ, καὶ προσέτι καὶ τὸ τοὺς ὑπάτους τὴν ἔξοδον πρὸ τῶν Λατίνων ἀνοχῶν ποιήσασθαι· οὐ γὰρ ἔστιν ὁπότε τούτου γενομένου καλῶς ἀπήλλαξαν.
§33.5 ἀμέλει καὶ τότε οἱ ὕπατοι ἀμφότεροι καὶ ἐκ τοῦ ὁμίλου πάμπολυ πλῆθος, τὸ μὲν ἐν τῷ παρόντι τὸ δὲ καὶ μετὰ ταῦτα, τῶν τε ἱππέων καὶ τῶν βουλευτῶν πολλοί, καὶ οἱ μάλιστα ἀνὰ
§33.6 πρώτους ὄντες, ἀπώλοντο. τοῦτο μὲν γὰρ αἱ μάχαι, τοῦτο δὲ καὶ οἱ οἴκοι σφαγαὶ τὸν Σύλλειον τρόπον αὖθις γενόμεναι πᾶν τι περ ἦν ἄνθος αὐτῶν, ἔξω τῶν δρώντων σφᾶς, ἔφθειραν.
§34.1 αἴτιοι δὲ τῶν κακῶν τούτων αὐτοὶ ἑαυτοῖς οἱ βουλευταὶ ἐγένοντο. δέον γὰρ αὐτοὺς ἕνα τινὰ τὸν τὰ ἀμείνω φρονοῦντα προστήσασθαι καὶ ἐκείνῳ διὰ παντὸς συνάρασθαι, τοῦτο μὲν οὐκ ἐποίησαν, ὑπολαβόντες δὲ δή τινας καὶ ἐπὶ τοὺς ἑτέρους ἐπαυξήσαντες ἔπειτα καὶ ἐκείνους ἀντικαθελεῖν ἐπεχείρησαν, κἀκ τούτου φίλον μὲν
§34.2 οὐδένα, ἐχθροὺς δὲ πάντας ἔσχον. οὐ γὰρ τὸν αὐτὸν τρόπον πρός τε τοὺς λυπήσαντάς τινες καὶ πρὸς τοὺς εὐεργετήσαντας διατίθενται, ἀλλὰ τῆς μὲν ὀργῆς καὶ ἄκοντες μνημονεύουσι, τῆς δὲ δὴ χάριτος καὶ ἑκόντες ἐπιλανθάνονται, τὸ μέν τι ἀπαξιοῦντες εὖ πεπονθέναι δοκεῖν ὑπό τινων, ὡς καὶ ἀσθενέστεροί σφων δόξοντες εἶναι, τὸ δὲ ἀγανακτοῦντες εἴπερ ἀνατὶ κεκακῶσθαι νομισθήσονται πρός τινος, ὡς καὶ ἀνανδρίαν ὀφλήσοντες.
§34.3 καὶ ἐκεῖνοι οὖν ἕνα μὲν μηδένα προσδεξάμενοι, ἄλλῳ δὲ καὶ ἄλλῳ ἐν μέρει προσθέμενοι, καὶ τὰ μὲν ὑπὲρ αὐτῶν τὰ δὲ καὶ κατʼ αὐτῶν καὶ ψηφισάμενοι καὶ πράξαντες, πολλὰ μὲν διʼ
§34.4 αὐτοὺς πολλὰ δὲ καὶ ὑπʼ αὐτῶν ἔπαθον. μὲν γὰρ ὑπόθεσις τοῦ πολέμου μία πᾶσί σφισιν ἦν, τόν τε δῆμον καταλυθῆναι καὶ δυναστείαν τινὰ γενέσθαι· μαχόμενοι δὲ οἱ μὲν ὅτῳ δουλεύσουσιν, οἱ δὲ ὅστις αὐτῶν δεσπόσει, τὰ μὲν πράγματα ἀμφότεροι ὁμοίως ἔφθειρον, πρὸς δὲ δὴ τὴν τύχην
§34.5 διάφορον ἑκάτεροι δόξαν ἐκτήσαντο. οἱ μὲν γὰρ εὖ πράξαντες καὶ εὔβουλοι καὶ φιλοπόλιδες ἐνομίσθησαν, οἱ δὲ δὴ πταίσαντες καὶ πολέμιοι τῆς πατρίδος καὶ ἀλιτήριοι ὠνομάσθησαν. ἐς τοῦτο μὲν δὴ τότε τὰ τῶν Ῥωμαίων πράγματα προήχθη, λέξω δὲ καὶ καθʼ ἕκαστον
§35.1 τῶν γενομένων· καὶ γὰρ καὶ παίδευσις ἐν τούτῳ τὰ μάλιστα εἶναί μοι δοκεῖ, ὅταν τις τὰ ἔργα τοῖς λογισμοῖς ὑπολέγων τήν τε ἐκείνων φύσιν ἐκ τούτων ἐλέγχῃ καὶ τούτους ἐκ τῆς ἐκείνων ὁμολογίας τεκμηριοῖ.
§35.2 ἐπολιόρκει μὲν Ἀντώνιος τὸν Δέκιμον ἐν τῇ Μουτίνῃ ὄντα, ὡς μὲν τἀκριβὲς εἰπεῖν, ὅτι οὐ παρῆκεν αὐτῷ τὴν Γαλατίαν, ὡς δʼ αὐτὸς ἐπλάττετο, ὅτι τῶν τοῦ Καίσαρος σφαγέων ἐγεγόνει. ἐπειδὴ γὰρ οὔτε κόσμον οἱ ἀληθὴς τοῦ πολέμου αἰτία ἔφερε, καὶ ἅμα καὶ τὰ τοῦ δήμου πρὸς τὸν Καίσαρα ἐπὶ τῇ τοῦ πατρὸς αὐτοῦ τιμωρίᾳ ἀποβλέποντα ἑώρα, τοῦτο τὸ πρόσχημα τοῦ πολέμου
§35.3 προεβάλετο. ὅτι γὰρ ἐσκήπτετο αὐτὸ ἵνα τὴν Γαλατίαν κατάσχῃ, καὶ αὐτὸς ἐδήλωσε τόν τε Κάσσιον καὶ τὸν Βροῦτον τὸν Μᾶρκον ὑπάτους ἀποδειχθῆναι αἰτήσας· πρὸς γάρ τοι τὰ ἑαυτοῦ συμφέροντα ἑκάτερον ἐκ τοῦ ἐναντιωτάτου προσεποιεῖτο.
§35.4 Καῖσαρ δὲ ἐστράτευτο μὲν ἐπʼ αὐτὸν πρὶν καὶ ψηφισθῆναί οἱ τὸν πόλεμον, οὐ μὴν καὶ ἐπεποιήκει λόγου ἄξιον οὐδέν. μαθὼν δὲ δὴ τὰ δεδογμένα τὰς μὲν τιμὰς ἀπεδέχετο καὶ ἔχαιρεν, ἄλλως τε καὶ ὅτι θύοντι αὐτῷ, ὅτε τὸν κόσμον καὶ τὴν ἐξουσίαν τοῦ στρατηγοῦ ἀνέλαβε, διττὰ τὰ ἥπατα ἐν πᾶσι τοῖς ἱερείοις δώδεκα οὖσιν
§35.5 εὑρέθη· τῷ δὲ δὴ καὶ πρὸς τὸν Ἀντώνιον καὶ πρέσβεις καὶ λόγους πεμφθῆναι, ἀλλὰ μὴ οὐκ ἀκήρυκτον εὐθὺς αὐτῷ τὸν πόλεμον ἐπαγγελθῆναι,
§35.6–46.2
§35.6 ἤσχαλλε, καὶ μάλισθʼ ὅτι καὶ τοὺς ὑπάτους ἐκείνῳ τε ἰδίᾳ τι περὶ τῆς ὁμονοίας ἐπεσταλκότας, καὶ γράμματα παρʼ αὐτοῦ πρός τινας τῶν βουλευτῶν πεμφθέντα καὶ ἁλόντα τούτοις τε ἀποδόντας καὶ ἑαυτὸν ἀποκρυψαμένους, τόν τε πόλεμον μήτε σπουδῇ μήτε παραχρῆμα τῇ τοῦ
§35.7 χειμῶνος προφάσει ποιουμένους ᾔσθετο. οὐ μέντοι ἔχων ὅπως ἐκφήνειεν αὐτά (οὔτε γὰρ ἀλλοτριῶσαί σφας ἤθελεν οὔτʼ αὖ πεῖσαί τι καὶ βιάσασθαι ἐδύνατὀ ἡσυχίαν καὶ αὐτὸς ἐν τῇ Κορνηλίου ἀγορᾷ χειμάζων ἦγε, μέχρις οὗ περὶ τῷ Δεκίμῳ ἐφοβήθη.
§36.1 ἐκεῖνος γὰρ πρότερον μὲν ἰσχυρῶς τὸν Ἀντώνιον ἠμύνετο, καί ποτε ὑποτοπήσας τινὰς ἐς τὴν πόλιν ὑπʼ αὐτοῦ ἐπὶ διαφθορᾷ τῶν στρατιωτῶν ἐσπεπέμφθαι συνεκάλεσε πάντας τοὺς παρόντας, καὶ βραχέα ἄττα ὑπειπὼν ἐκήρυξε, δείξας τι χωρίον, τοὺς μὲν ἐν τοῖς ὅπλοις ἐπὶ τάδε τοὺς δὲ ἰδιώτας ἐπὶ θάτερα αὐτοῦ ἀπελθεῖν, καὶ οὕτως ἀπορήσαντας τοὺς τοῦ Ἀντωνίου ὅπῃ τράπωνται καὶ μονωθέντας κατεφώρασε καὶ συνέλαβεν·
§36.2 ἔπειτα παντελῶς ἀπετειχίσθη. δείσας οὖν Καῖσαρ μὴ βίᾳ ἁλῷ καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ὁμολογήσῃ, ἠνάγκασε τὸν Ἵρτιον συνεπιστρατεῦσαι· γὰρ Οὐίβιος ἐν τῇ Ῥώμῃ ἔτι τούς τε καταλόγους ἐποιεῖτο καὶ τοὺς νόμους τῶν
§36.3 Ἀντωνίων κατέλυεν. ὁρμήσαντες οὖν Βονωνίαν μὲν ἐκλειφθεῖσαν ὑπὸ τῶν φρουρῶν ἀμαχεὶ παρέλαβον, καὶ τοὺς ἱππέας τοὺς μετὰ τοῦτο ἀπαντήσαντάς σφισιν ἐτρέψαντο, ὑπὸ δὲ τοῦ πρὸς τῇ Μουτίνῃ ποταμοῦ τῆς τε ἐπʼ αὐτῷ φυλακῆς οὐχ
§36.4 οἷοί τε ἐγένοντο περαιτέρω προχωρῆσαι. βουλόμενοι οὖν καὶ ὣς τήν γε παρουσίαν σφῶν τῷ Δεκίμῳ, μὴ καὶ φθάσῃ τι συμβάς, δηλῶσαι, τὸ μὲν πρῶτον ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν, ἐπεὶ δὲ οὐ συνίει, ἐς ἐλασμὸν μολύβδου λεπτὸν ἐγγράψαντές τινα συνείλιξαν αὐτὸν ὥσπερ τι χαρτίον, καὶ κολυμβητῇ νυκτὸς
§36.5 ὑφύδρῳ διενεγκεῖν ἔδωκαν. καὶ οὕτως Δέκιμος τήν τε παρουσίαν ἅμα αὐτῶν καὶ τὴν ὑπόσχεσιν τῆς ἐπικουρίας μαθὼν ἀντεπέστειλέ σφισι τὸν αὐτὸν τρόπον, κἀκ τούτου συνεχῶς ἤδη πάντα ἀλλήλοις διεδήλουν.
§37.1 οὖν Ἀντώνιος ἰδὼν ὅτι Δέκιμος οὐκ ἐνδωσείει, ἐκείνῳ μὲν Λούκιον τὸν ἀδελφὸν παρακατέλιπεν, αὐτὸς δὲ ἐπί τε τὸν Καίσαρα καὶ ἐπὶ τὸν Ἵρτιον ἐχώρησε. καὶ αὐτῶν ἀντιστρατοπεδευομένων ἐπὶ πολλὰς ἡμέρας ἱππομαχίαι
§37.2 τινὲς βραχεῖαι καὶ ἰσοπαλεῖς ἐγίγνοντο, μέχρις οὗ οἱ Κελτοὶ ἱππῆς, οὓς μετὰ τῶν ἐλεφάντων Καῖσαρ προσεπεποίητο, πρός τε τὸν Ἀντώνιον αὖθις ἀπέκλιναν, κἀκ τοῦ στρατοπέδου μετὰ τῶν ἄλλων ἐξελθόντες προεξώρμησαν μὲν ὡς καὶ καθʼ ἑαυτοὺς τοῖς ἀντιπροσελάσουσι προσμίξοντες, ὑπέστρεψαν δὲ διʼ ὀλίγου, καὶ παρὰ δόξαν μὴ προσδεχομένοις τοῖς ἐφεπομένοις σφίσι προσπεσόντες
§37.3 συχνοὺς αὐτῶν ἀπέκτειναν. καὶ μετὰ ταῦτα προνομεύοντές τινες ἀπʼ ἀμφοτέρων ἐς χεῖρας ἦλθον, κἀκ τούτου καὶ τῶν λοιπῶν ἐπιβοηθησάντων ἑκατέροις μάχη τέ σφων ὀξεῖα ἐγένετο καὶ ἐκράτησεν Ἀντώνιος. τούτοις τε οὖν ἐπαιρόμενος, καὶ τὸν Οὐίβιον πλησιάζοντα αἰσθόμενος, προσέβαλε πρὸς τὸ ἔρυμα τῶν ἀντικαθεστηκότων, εἴ πως προεξελὼν αὐτὸ ῥᾷον τοῦ
§37.4 λοιποῦ πολεμήσειεν. καὶ ἐπειδὴ τά τε ἄλλα πρός τε τὰς συμφορὰς καὶ πρὸς τὴν ἐλπίδα τὴν παρὰ τοῦ Οὐιβίου διὰ φυλακῆς ἐποιοῦντο καὶ οὐκ ἀντεπεξῆγον, κατέλιπε καὶ ἐκεῖ μέρος τι τοῦ στρατοῦ, προσμιγνύναι τέ σφισι κελεύσας, ὅπως καὶ αὐτὸς ὅτι μάλιστα παρεῖναι δοκοίη, καὶ ἐπιφυλάττειν ἅμα μή τινες κατὰ νώτου οἱ προσπέσωσι.
§37.5 διατάξας τε ταῦτα ἀπῆρε νυκτὸς λαθὼν ἐπὶ τὸν Οὐίβιον ἀπὸ Βονωνίας προσιόντα, καὶ αὐτόν τε ἐνεδρεύσας κατέτρωσε καὶ τοὺς πλείους τῶν στρατιωτῶν ἀπέκτεινε, τούς τε λοιποὺς ἐς τὰ ταφρεύματα κατέκλεισεν. κἂν ἐξεῖλεν αὐτούς,
§37.6 εἰ καὶ ἐφʼ ὁποσονοῦν προσηδρεύκει σφίσι. νῦν δʼ ἐπειδὴ τῇ πρώτῃ προσβολῇ οὐδὲν ἐπέρανεν, ἐφοβήθη μὴ καὶ χρονίσῃ καί τι ἐν τούτῳ πρὸς τοῦ Καίσαρος καὶ πρὸς τῶν ἄλλων πλεονεκτηθῇ,
§37.7 καὶ ἐπʼ ἐκείνους αὖθις ἐτράπετο. καὶ αὐτῷ Ἵρτιος ἔκ τε τῆς πορείας ἑκατέρας καὶ ἐκ τῆς μάχης πεπονηκότι, καὶ προσέτι καὶ ἐν ἀνελπίστῳ ὄντι μή ποτʼ ἂν πολέμιόν τινα νενικηκότι οἱ προσμῖξαι, ἀπαντήσας πολὺ ἐκράτησεν· ὡς γὰρ ἔγνωσαν τὸ γιγνόμενον, Καῖσαρ μὲν ἐπὶ τῇ τοῦ στρατοπέδου φυλακῇ κατέμεινεν, ἐκεῖνος δὲ ἐπὶ
§38.1 τὸν Ἀντώνιον ὥρμησεν. ἡττηθέντος δὲ αὐτοῦ αὐτοκράτορες οὐ μόνον Ἵρτιος ἀλλὰ καὶ Οὐίβιος, καίπερ κακῶς ἀπαλλάξας, τε Καῖσαρ, καίτοι μηδὲ μαχεσάμενος, καὶ ὑπὸ τῶν στρατιωτῶν
§38.2 καὶ ὑπὸ τῆς βουλῆς ὠνομάσθησαν. τοῖς τε συναγωνισαμένοις σφίσι καὶ τελευτήσασι ταφή τε δημοσία καὶ τὸ τοῖς παισὶ τοῖς τε πατράσιν αὐτῶν πάντα τὰ γέρα, ὅσα ἂν αὐτοὶ ἐκεῖνοι ζήσαντες ἔλαβον, ἀποδοθῆναι ἐψηφίσθη.
§38.3 ὡς οὖν ταῦτα ἐγένετο, καὶ Πόντιος Ἀκύλας, ἔκ τε τῶν σφαγέων ὢν καὶ τῷ Δεκίμῳ ὑποστρατηγῶν, Τίτον Μουνάτιον Πλάγκον ἀντιπολεμοῦντα αὐτῷ μάχαις ἐνίκησεν, τε Δέκιμος βουλευτοῦ τινος αὐτομολήσαντος πρὸς τὸν Ἀντώνιον
§38.4 οὐχ ὅσον οὐκ ὀργὴν αὐτῷ ἔσχεν, ἀλλὰ καὶ τὰ σκεύη τά τε ἄλλα ὅσα ἐν τῇ Μουτίνῃ ὑπελέλειπτο πάντα ἀπέπεμψε, κἀκ τούτου οἵ τε στρατιῶται οἱ Ἀντωνίου ἠλλοιοῦντο καὶ τῶν δήμων τινὲς τῶν ὁμοφρονούντων οἱ πρότερον ἐστασίαζον,
§38.5 μὲν Καῖσαρ τε Ἵρτιος ἐπῄροντό τε ἐπὶ τούτοις, καὶ πρὸς τὸ ἔρυμα τὸ τοῦ Ἀντωνίου προσιόντες προεκαλοῦντο αὐτὸν ἐς χεῖρας, ἐκεῖνος δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ἔπειτʼ ἐπειδὴ δύναμίς τις αὐτῷ παρὰ τοῦ Λεπίδου
§38.6 πεμφθεῖσα ἦλθεν, ἀνεθάρσησεν. αὐτὸς μὲν γὰρ Λέπιδος οὐκ ἀπεσάφησεν ὁποτέροις τὸ στράτευμα πέμψειε· τόν τε γὰρ Ἀντώνιον συγγενῆ ὄντα ἠγάπα, καὶ ὑπὸ τῆς βουλῆς ἐπʼ αὐτὸν ἐκέκλητο, καὶ διά τε ταῦτα, καὶ ἅμα καὶ ἀναχώρησιν ἑαυτῷ πρὸς ἀμφοτέρους σφᾶς προπαρασκευάζων, οὐδὲν σαφὲς Μάρκῳ Σιλανῷ τῷ στρατιάρχῳ
§38.7 ἐνετείλατο· ἐκεῖνος δὲ ἀκριβῶς που τὴν γνώμην αὐτοῦ εἰδὼς πρὸς τὸν Ἀντώνιον αὐτοκέλευστος ἀφίκετο. τούτου οὖν ἐπικουρήσαντος αὐτῷ θαρσήσας ἐπεκδρομὴν αἰφνιδίαν ἐποιήσατο, καὶ φόνου παρʼ ἀμφοτέρων πολλοῦ γενομένου τραπεὶς ἔφυγε.
§39.1 μέχρι μὲν οὖν τούτων Καῖσαρ καὶ πρὸς τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς ηὔξετο, κἀκ τούτου τά τε ἄλλα τιμηθήσεσθαι καὶ ὕπατος εὐθὺς ἀποδειχθήσεσθαι προσεδόκα· συνέβη γὰρ τόν τε Ἵρτιον ἐν τῇ τοῦ Ἀντωνιείου στρατοπέδου καταλήψει καὶ τὸν Οὐίβιον ἐκ τῶν τραυμάτων μὴ πολλῷ ὕστερον φθαρῆναι, ὅθεν αἰτίαν τοῦ θανάτου αὐτῶν πρὸς τὴν τῆς ἀρχῆς διαδοχὴν ἔσχεν.
§39.2 δὲ γερουσία πρότερον μέν, ἕως ἔτι ἄδηλον ἦν ὁπότερός σφων κρατήσει, πάνθʼ ὅσα ἐν τῷ πρὶν δυναστείας τισὶν ἔξω τῶν πατρίων δοθέντα παρεσκευάκει προκατέλυσαν, ἐπʼ ἀμφοτέροις μέν που ταῦτα ψηφισάμενοι ὡς καὶ προκαταληψόμενοι διʼ αὐτῶν τὸν νικήσοντα, τὴν δὲ αἰτίαν ἐς τὸν ἕτερον
§39.3 τὸν ἡττηθησόμενον μέλλοντες ἀναφέρειν. τοῦτο μὲν γὰρ ἀπεῖπον μηδένα ἐπὶ πλείω χρόνον ἐνιαυτοῦ ἄρχειν, τοῦτο δὲ ἀπηγόρευσαν μήτε τινὰ σίτου ἐπιμελητὴν μήτε τροφῶν ἐπιστάτην ἕνα αἱρεῖσθαι. ἐπειδὴ δὲ τὰ πραχθέντα ἔμαθον, τῇ μὲν τοῦ Ἀντωνίου ἥττῃ ἔχαιρον, καὶ τάς τε στολὰς μετενέδυσαν καὶ ἱερομηνίας ἐπὶ ἑξήκοντα ἡμέρας ἤγαγον, τούς τε συνεξετασθέντας αὐτῷ πάντας ἔν τε πολεμίων μοίρᾳ ἐνόμισαν καὶ τὰς οὐσίας, ὥσπερ που καὶ τὴν αὐτοῦ ἐκείνου, ἀφειλοντο·
§40.1 τὸν δὲ δὴ Καίσαρα οὐχ ὅτι μεγάλου τινὸς ἔτʼ ἠξίωσαν, ἀλλὰ καὶ καταλύειν ἐπεχείρησαν, πάνθʼ ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. οὐ γὰρ ὅτι βουθυσίας, ἀλλὰ καὶ ἐπινίκια αὐτῷ ἐψηφίσαντο, τά τε λοιπὰ τοῦ πολέμου καὶ στρατόπεδα ἄλλα τε καὶ τὰ τοῦ Οὐιβίου προσέταξαν·
§40.2 τοῖς τε στρατιώταις τοῖς συμπολιορκηθεῖσίν οἱ καὶ ἐπαίνους καὶ τἆλλα ὅσα τοῖς τοῦ Καίσαρος πρότερον προεπήγγελτο, καίπερ μηδὲν ἐς τὴν νίκην συμβαλομένοις ἀλλὰ ἀπὸ τῶν τειχῶν αὐτὴν ἰδοῦσι, δοθῆναι ἔγνωσαν. καὶ τὸν Ἀκύλαν ἀποθανόντα ἐν τῇ μάχῃ εἰκόνι ἐτίμησαν· τά τε χρήματα ἐς τὴν παρασκευὴν τῶν τοῦ Δεκίμου στρατιωτῶν οἴκοθεν ἀναλώκει, τοῖς κληρονόμοις
§40.3 αὐτοῦ ἀπέδωκαν. τό τε σύμπαν ὡς εἰπεῖν, ὅσα τῷ Καίσαρι ἐπὶ τὸν Ἀντώνιον ἐγεγόνει, ταῦτα ἐπʼ αὐτὸν ἐκεῖνον ἄλλοις ἐψηφίσθη. καὶ ὅπως γε ἂν μηδʼ ἂν τὰ μάλιστα βουληθῇ τι κακὸν δρᾶσαι καὶ δυνηθῇ, πάντας αὐτῷ τοὺς ἐχθροὺς ἐπήσκησαν· τῷ τε γὰρ Πομπηίῳ τῷ Σέξτῳ τὸ ναυτικὸν καὶ τῷ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν τῷ τε Κασσίῳ τήν τε Συρίαν καὶ τὸν πόλεμον τὸν πρὸς τὸν Δολοβέλλαν ἐνεχείρισαν.
§40.4 πάντως δʼ ἂν καὶ τὰς δυνάμεις ἃς εἶχε προσπαρείλοντο, εἰ μήπερ ἐφοβήθησαν φανερῶς αὐτὸ ψηφίσασθαι διὰ τὸ εὔνους οἱ τοὺς στρατιώτας ἐπίστασθαι ὄντας. στασιάσαι δʼ οὖν σφας καὶ ὣς καὶ πρὸς ἀλλήλους καὶ πρὸς ἐκεῖνον ἐπεχείρησαν.
§40.5 οὔτε γὰρ ἐπαινέσαι τε καὶ τιμῆσαι πάντας αὐτοὺς ἠθέλησαν, μὴ καὶ τὸ φρόνημα αὐτῶν ἐπὶ μεῖζον ἄρωσιν, οὔτʼ ἀτιμάσαι καὶ παριδεῖν πάντας, μὴ καὶ μᾶλλον αὐτοὺς ἀλλοτριώσωσι καὶ κατὰ τοῦτο καὶ συμφρονεῖν
§40.6 ἀναγκάσωσι. διὰ μέσου οὖν ἐποίησαν, καὶ τοὺς μὲν ἐπαινέσαντες αὐτῶν τοὺς δʼ οὔ, καὶ τοῖς μὲν στέφανον ἐλαίας ἐν ταῖς πανηγύρεσι φορεῖν δόντες τοῖς δʼ οὔ, καὶ προσέτι καὶ χρήματα τοῖς μὲν δισχιλίας καὶ πεντακοσίας δραχμὰς τοῖς δὲ οὐδὲ χαλκοῦν ψηφισάμενοι, συγκρούσειν τε αὐτοὺς ἀλλήλοις κἀκ τούτου καὶ ἀσθενώσειν ἤλπισαν.
§41.1 καὶ τούς γε διαγγελοῦντάς σφισι ταῦτα οὐ πρὸς τὸν Καίσαρα ἀλλὰ πρὸς ἐκείνους ἔπεμψαν. περιοργὴς οὖν καὶ ἐπὶ τούτοις γενόμενος ἐπέτρεψε μὲν τῷ λόγῳ τοῖς πρεσβευταῖς ἄνευ ἑαυτοῦ τῷ στρατεύματι συμμῖξαι, προπαραγγείλας μήτʼ ἀπόκρισίν τινα αὐτοῖς δοθῆναι καὶ ἑαυτὸν παραχρῆμα μεταπεμφθῆναι· ἐλθὼν δὲ ἐς τὸ στρατόπεδον καὶ συνακούσας σφίσι τὰ ἐπεσταλμένα, πολὺ μᾶλλον αὐτοὺς ἐξ αὐτῶν ἐκείνων
§41.2 ᾠκειώσατο. οἵ τε γὰρ προτετιμημένοι οὐ τοσοῦτον τῇ πλεονεξίᾳ ἔχαιρον ὅσον ὑπώπτευον τὸ γιγνόμενον, τοῦ Καίσαρός σφας ὅτι μάλιστα ἐνάγοντος· καὶ οἱ ἠτιμασμένοι ἐκείνοις μὲν οὐδὲν ὠργίζοντο, προσδιαβάλλοντες δὲ τὴν διάνοιαν τῶν ἐψηφισμένων τήν τε ἀτιμίαν σφῶν ἐπὶ πάντας
§41.3 ἦγον καὶ τὴν ὀργὴν αὐτοῖς ἐκοινοῦντο. μαθόντες οὖν ταῦθʼ οἱ ἐν τῇ πόλει, καὶ φοβηθέντες, ὕπατον μὲν οὐδʼ ὣς αὐτὸν ἀπέδειξαν, οὗπερ που τὰ μάλιστα ἐγλίχετο, ταῖς δὲ δὴ τιμαῖς ταῖς ὑπατικαῖς ἐκόσμησαν, ὥστε καὶ γνώμην ἐν τοῖς ὑπατευκόσιν ἤδη τίθεσθαι. ἐπειδή τε ἐν οὐδενὶ λόγῳ τοῦτʼ ἔσχε, στρατηγόν τε αὐτὸν ἐν τοῖς πρῶτον καὶ μετὰ τοῦτο καὶ ὕπατον αἱρεθῆναι
§41.4 ἐψηφίσαντο. καὶ οἱ μὲν οὕτω τὸν Καίσαρα, ὥσπερ ὡς ἀληθῶς μειράκιόν τέ τι καὶ παῖδα, ἅπερ που διεθρύλουν, ὄντα, σοφῶς μετακεχειρίσθαι ἔδοξαν· ἐκεῖνος δὲ ἐπί τε τοῖς ἄλλοις καὶ ἐπʼ αὐτῷ τούτῳ, ὅτι παῖς ἤκουε, δεινῶς ἀγανακτῶν οὐκέτʼ ἐς ἀναβολὰς ἐποιήσατο, ἀλλʼ ἐπί τε τὰ
§41.5 ὅπλα καὶ ἐπὶ τὴν ἰσχὺν αὐτῶν ἐτράπετο. καὶ πρός τε τὸν Ἀντώνιον κρύφα διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, οὓς αὐτός τʼ ἐνενικήκει καὶ βουλὴ πολεμίους ἐψήφιστο, συνήθροιζε, καὶ κατηγορίας παρʼ αὐτοῖς καὶ κατὰ τῆς γερουσίας καὶ κατὰ τοῦ δήμου πολλὰς ἐποιεῖτο.
§42.1 ἀκούοντες δὲ ταῦτα οἱ ἐν τῷ ἄστει τέως μὲν ἐν ὀλιγωρίᾳ αὐτὸν ἦγον, ἐπεὶ δὲ τόν τε Ἀντώνιον καὶ τὸν Λέπιδον συμπεφρονηκότας ᾔσθοντο, θεραπεύειν τε αὖθις ἤρξαντο, ἀγνοοῦντες τοὺς λόγους οὓς πρὸς τὸν Ἀντώνιον ἐπεποίητο, καὶ τῷ πολέμῳ
§42.2 τῷ πρὸς ἐκείνους προσέταξαν. οὖν Καῖσαρ καὶ τοῦτον μέν, εἴ πως ὕπατος διʼ αὐτὸν ἀποδειχθείη, ὑπεδέξατο· πάνυ γάρ τι ἔπρασσεν διά τε ἄλλων καὶ διὰ τοῦ Κικέρωνος ὅπως χειροτονηθείη, οὕτως ὥστε καὶ συνύπατον αὐτὸν ὑποσχέσθαι οἱ ποιήσειν.
§42.3 ἐπεὶ δʼ οὐδʼ ὣς ᾑρέθη, ἡτοιμάζετο μὲν ὡς καὶ πολεμήσων καθάπερ ἐδέδοκτο, παρασκευάσας δὲ ἐν τούτῳ τοὺς στρατιώτας αὑτοῦ, ἐφʼ ἑαυτῶν δῆθεν, ὀμόσαι αἰφνιδίως πρὸς μηδὲν τῶν στρατοπέδων τῶν τοῦ Καίσαρος γενομένων πολεμήσειν (ὅπερ που πρὸς τὸν Λέπιδον καὶ πρὸς τὸν Ἀντώνιον
§42.4 ἔφερεν· τὸ γὰρ πλεῖστον τῶν συστρατευομένων σφίσιν ἐξ ἐκείνων ἦνʼ, ἀνέσχε, καὶ πρέσβεις ἐπὶ τούτῳ πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἔπεμψε.
§43.1 τοῦτο μὲν δὴ πρόσχημα τῆς πρεσβείας αὐτοῖς ἦν, τὸ δʼ ὅλον τά τε χρήματα τὰ ἐψηφισμένα σφίσιν ἀπῄτουν καὶ ὕπατον τὸν Καίσαρα ἀποδειχθῆναι
§43.2 ἐκέλευον. ἀναβαλλομένων οὖν αὐτῶν τὴν ἀπόκρισιν ὡς καὶ σκέψεως δεομένην, ἄδειάν τινι τῶν τὰ τοῦ Ἀντωνίου πραξάντων ἐκ τῆς τοῦ Καίσαρος, ὥσπερ εἰκὸς ἦν, ἐντολῆς ᾔτησαν, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς τυχεῖν, ἀλλʼ ἵνα ἀποπειραθῶσί τε αὐτῶν εἰ ταύτην γε δώσουσί σφισιν, καὶ ἀφορμὴν ὀργῆς λάβωσι τὸ καὶ διʼ ἐκείνην
§43.3 δοκεῖν χαλεπαίνειν. ἀποτυχόντες γοῦν αὐτῆς (ἀντεῖπε μὲν γὰρ οὐδείς, πολλῶν δὲ τὸ αὐτὸ τοῦτο ὑπὲρ ἑτέρων ἅμα ἀξιωσάντων, καὶ τὸ κατʼ ἐκείνους, ὡς πολὺ ἐγίγνετο, εὐπρεπῶς πως διεκρούσθἠ
§43.4 οἵ τε ἄλλοι φανερῶς ὠργίζοντο, καὶ εἷς τις αὐτῶν ἐξῆλθέ τε ἐκ τοῦ βουλευτηρίου, καὶ τὸ ξίφος λαβών (ἄοπλοι γὰρ ἐσεληλύθεσανʼ ἥψατό τε αὐτοῦ καὶ εἶπεν ὅτι, “ἂν ὑμεῖς τὴν ὑπατείαν μὴ δῶτε τῷ Καίσαρι, τοῦτο δώσει.” καὶ αὐτῷ Κικέρων ὑπολαβὼνἂν οὕτως,” ἔφη, “παρακαλῆτε,
§43.5 λήψεται αὐτήν.” ἐκείνῳ μὲν καὶ τοῦτο τὸν ὄλεθρον παρεσκεύασεν· δὲ δὴ Καῖσαρ τὸ μὲν ὑπὸ τοῦ στρατιώτου πραχθὲν οὐκ ἐμέμψατο, ὅτι δὲ τά τε ὅπλα ἐς τὸ συνέδριον ἐσιόντες ἀποθέσθαι ἠναγκάσθησαν, καί τις αὐτῶν ἐπύθετο πότερον παρὰ τῶν στρατοπέδων παρὰ τοῦ Καίσαρος
§43.6 ἐπέμφθησαν, ἔγκλημα ἐποιεῖτο, καὶ τόν τε Ἀντώνιον καὶ τὸν Λέπιδον (καὶ γὰρ ἐκεῖνον κατὰ τὴν φιλίαν αὐτοῦ τὴν πρὸς τὸν Ἀντώνιον προσετέθειτὀ σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην, ἐκβιασθεὶς δῆθεν ὑπὸ τῶν στρατιωτῶν, μετὰ πάντων αὐτῶν ὥρμησε.
§44.1 καὶ τῶν τε ἱππέων τινὰ καὶ ἄλλους ὑποτοπήσαντες ἐπὶ κατασκοπῇ σφων παρεῖναι ἔσφαξαν, καὶ τὰ χωρία τῶν ἀντιγνωμονούντων σφίσιν ἐλυμαίνοντο, ἐπί τε τῇ προφάσει ταύτῃ καὶ ἄλλα
§44.2 πολλὰ ἐκακούργουν. πυθόμενοι οὖν οἱ βουλευταὶ τὴν ἔφοδον αὐτῶν, τά τε χρήματα αὐτοῖς πρὶν πλησιάσαι σφᾶς ἔπεμψαν, εἴ πως λαβόντες αὐτὰ ἀναχωρήσειαν, καὶ ἐπειδὴ καὶ ὣς ἠπείγοντο,
§44.3 ὕπατον τὸν Καίσαρα ἀπέδειξαν. οὐδὲν μέντοι οὐδὲ ἐκ τούτου ἀπώνηντο· ὧν γὰρ οὐχ ἑκόντες ἀλλʼ ἀναγκασθέντες ἔπραξαν, οὐδεμίαν σφίσι χάριν οἱ στρατιῶται ἔσχον, ἀλλὰ καὶ ἐπὶ πλεῖον, ἅτε καὶ ἐκπεφοβηκότες αὐτούς, ἐθρασύνοντο.
§44.4 μαθοῦσα οὖν ταῦθʼ γερουσία μετεβάλετο, καὶ ἐκείνοις τε ἀπηγόρευσε μὴ πελάσαι τῇ πόλει, ἀλλʼ ὑπὲρ πεντήκοντα καὶ ἑπτακοσίους σταδίους ἀπʼ αὐτῆς ἀποσχεῖν, καὶ αὐτοὶ τήν τε ἐσθῆτα αὖθις ἠλλάξαντο καὶ τοῖς στρατηγοῖς τὴν φυλακὴν
§44.5 τῆς πόλεως ἐνεχείρισαν, ὥσπερ εἴθιστο. καὶ τά τε ἄλλα ἐν φρουρᾷ ἐποιήσαντο, καὶ τὸ Ἰανίκουλον μετά τε τῶν αὐτόθι στρατιωτῶν καὶ μεθʼ ἑτέρων ἐκ τῆς Ἀφρικῆς ἐπελθόντων προκατέλαβον.
§45.1 ἕως μὲν δὴ ἐν ὁδῷ ἔθʼ Καῖσαρ ἦν, ταῦτά τε οὕτως ἐγίγνετο, καὶ ὁμοθυμαδὸν αὐτῶν πάντες οἱ ἐν τῇ Ῥώμῃ τότε ὄντες ἀντελαμβάνοντο, ὥσπερ που φιλοῦσιν οἱ πολλοί, πρὶν ἔς τε τὴν ὄψιν καὶ ἐς τὴν πεῖραν τῶν δεινῶν ἀφικέσθαι, θρασύνεσθαι.
§45.2 ἐπεὶ δὲ ἐν τῷ προαστείῳ ἐγένετο, ἐφοβήθησαν, καὶ πρῶτον μὲν τῶν βουλευτῶν τινες, ἔπειτα δὲ καὶ τοῦ δήμου συχνοὶ πρὸς αὐτὸν μετέστησαν. κἀκ τούτου καὶ οἱ στρατηγοὶ ἔκ τε τοῦ Ἰανικούλου κατέβησαν καὶ τούς τε στρατιώτας καὶ ἑαυτοὺς
§45.3 αὐτῷ παρέδωκαν. τήν τε οὖν πόλιν οὕτως Καῖσαρ ἀμαχεὶ κατέσχε, καὶ ὕπατος καὶ πρὸς τοῦ δήμου ἀπεδείχθη, δύο τινῶν ἀντὶ ὑπάτων πρὸς τὰς ἀρχαιρεσίας αἱρεθέντων, ἐπειδὴ ἀδύνατον ἦν μεσοβασιλέα διʼ ὀλίγου οὕτως ἐπʼ αὐτὰς κατὰ τὰ πάτρια γενέσθαι, πολλῶν ἀνδρῶν τῶν τὰς εὐπάτριδας
§45.4 ἀρχὰς ἐχόντων ἀποδημούντων. τοῦτο γὰρ τὸ δύο ἄνδρας διὰ τοῦ στρατηγοῦ τοῦ ἀστυνόμου ψηφισθῆναι μᾶλλον τὸ τοὺς ὑπάτους διαὐτοῦ χειροτονηθῆναι ὑπέμειναν, ὅτι μηδὲν πλέον τῶν ἀρχαιρεσιῶν ποιήσειν ἔμελλον, καὶ κατὰ τοῦτο μηδʼ ἀρχήν τινα ἰσχυροτέραν αὐτοῦ
§45.5 ἐσχηκέναι δόξειν. καὶ ἐγίγνετο μέν που ταῦθʼ ὑπὸ τῶν ὅπλων· δὲ δὴ Καῖσαρ, ἵνα δὴ μὴ βεβιάσθαι τι αὐτοὺς δόξῃ, οὐκ ἀπήντησεν ἐς τὴν ἐκκλησίαν, ὥσπερ τινῶν τὴν παρουσίαν ἀλλʼ οὐ τὴν δύναμιν αὐτοῦ φοβουμένων.
§46.1 οὕτω μὲν οὖν ὕπατος ᾑρέθη, καὶ αὐτῷ καὶ συνάρχων, εἴγε τοῦτο δεῖ, ἀλλὰ μὴ ὕπαρχον,
§46.2 αὐτὸν εἰπεῖν, Πέδιος Κύιντος ἐδόθη. καὶ ἐπί τε τούτῳ μέγιστον ἐφρόνει, ὅτι ἐν ἐκείνῃ τῇ ἡλικίᾳ, μηπώποτέ τινι ἐγεγόνει, ὑπατεύσειν ἔμελλε, καὶ ὅτι τῇ πρώτῃ τῶν ἀρχαιρεσιῶν ἐς τὸ πεδίον τὸ Ἄρειον ἐσελθὼν γῦπας ἓξ καὶ μετὰ ταῦτα δημηγορῶν τι πρὸς τοὺς στρατιώτας
§46.3–56.4
§46.3 ἄλλους δώδεκα εἶδε· πρός τε γὰρ τὸν Ῥωμύλον καὶ πρὸς τὸ οἰώνισμα τὸ ἐκείνῳ γενόμενον ἀναφέρων καὶ τὴν μοναρχίαν αὐτοῦ λήψεσθαι προσεδόκησεν. οὐ μέντοι ὡς καὶ δεύτερον ὑπατεύων, ὅτι ταῖς τιμαῖς ταῖς ὑπατικαῖς ἐκεκόσμητο, ἐσεμνύνατο. καὶ τοῦτο καὶ ἔπειτα ἐπὶ πάντων τῶν
§46.4 ὁμοίων μέχρις ἡμῶν ἐτηρήθη· Σεουῆρος γὰρ αὐτοκράτωρ πρῶτος Πλαυτιανὸν ὑπατικαῖς τιμαῖς τιμήσας, καὶ μετὰ τοῦτο ἔς τε τὸ βουλευτικὸν ἐσαγαγὼν καὶ ὕπατον ἀποδείξας, ὡς καὶ δεύτερον ὑπατεύσοντα ἀνεκήρυξεν, καὶ ἀπʼ
§46.5 ἐκείνου καὶ ἐφʼ ἑτέρων τὸ αὐτὸ ἐγένετο. δʼ οὖν Καῖσαρ τά τε ἄλλα τὰ ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὑτῷ κατεστήσατο, καὶ χρήματα τοῖς στρατιώταις, τοῖς μὲν ὅσα τε καὶ ὅθεν ἐψήφιστο, τοῖς δὲ λοιποῖς ὡς ἑκάστοις, λόγῳ μὲν οἴκοθεν ἔργῳ δὲ ἐκ τῶν κοινῶν ἔδωκε.
§46.6 τότε μὲν οὕτω τε καὶ ἐκ τοιαύτης αἰτίας οἱ στρατιῶται τὸ ἀργύριον ἔλαβον· παρακούσαντες δέ τινες τοῦτο ἔδοξαν ἀεὶ πᾶσιν ἁπλῶς τοῖς πολιτικοῖς στρατοπέδοις, ὅσα ἂν ἐς τὴν Ῥώμην μεθʼ ὅπλων ἀφίκηται, τὰς δισχιλίας καὶ πεντακοσίας
§46.7 δραχμὰς ἀναγκαῖον εἶναι δίδοσθαι. καὶ διὰ ταῦτα καὶ οἱ μετὰ τοῦ Σεουήρου ἐπὶ τῇ τοῦ Ἰουλιανοῦ καθαιρέσει ἐς τὸ ἄστυ ἐλθόντες φοβερώτατοι αὐτῷ τε ἐκείνῳ καὶ ἡμῖν ἐγένοντο ἀπαιτοῦντες αὐτάς· καί σφας, οὐδʼ εἰδότων τῶν ἄλλων τι ποτὲ ἠξίουν, ἐθεράπευσεν Σεουῆρος πεντήκοντα καὶ διακοσίαις δραχμαῖς.
§47.1 δʼ οὖν Καῖσαρ τοῖς μὲν στρατιώταις τά τε χρήματα ἔδωκε καὶ χάριν καὶ πλείστην καὶ ἀληθεστάτην ἔγνω· ἄνευ γὰρ τῆς παρʼ αὐτῶν φρουρᾶς οὐδὲ ἐς τὸ βουλευτήριον ἐσφοιτᾶν ἐτόλμα· τῇ δὲ δὴ γερουσίᾳ χάριν μέν που, πλαστῶς δὲ δὴ καὶ προσποιητῶς, ἔσχεν· γὰρ βιασάμενός σφας εὕρητο, ταῦθʼ ὡς καὶ παρʼ ἑκόντων αὐτῶν εἰληφὼς ἐν εὐεργεσίας μέρει δῆθεν
§47.2 ἐτίθετο. καὶ ἐκεῖνοι οὖν ἐπί τε τούτοις, ὡς καὶ ἐθελονταὶ αὐτὰ δεδωκότες, ἐσεμνύνοντο, καὶ προσέτι ὃν οὐδʼ ὕπατον ἑλέσθαι πρότερον ἠθελήκεσαν, τούτῳ καὶ μετὰ τὴν ἀρχὴν πάντων τῶν ἀεὶ ὑπατευόντων, ὁσάκις ἂν ἐν στρατοπέδῳ , προτιμᾶσθαι
§47.3 ἔδοσαν· τε δίκας ἐπάξειν ὅτι δυνάμεις καθʼ ἑαυτὸν μηδενὸς ψηφισαμένου συνέστησεν ἠπειλήκεσαν, τούτῳ καὶ ἑτέρας προσκαταλέξαι προσέταξαν· καὶ ἐφʼ οὗ τῇ τε ἀτιμίᾳ καὶ τῇ καταλύσει τῷ Δεκίμῳ πρὸς τὸν Ἀντώνιον πολεμῆσαι ἐκεκελεύκεσαν, τούτῳ καὶ τὰ ἐκείνου στρατόπεδα
§47.4 προσέθεσαν. καὶ τέλος τήν τε φυλακὴν τῆς πόλεως, ὥστε πάνθʼ ὅσα βούλοιτο καὶ ἐκ τῶν νόμων ποιεῖν ἔχειν, παρέλαβε, καὶ ἐς τὸ τοῦ Καίσαρος γένος κατὰ τὰ νομιζόμενα ἐσεποιήθη, καὶ
§47.5 διὰ τοῦτο καὶ τὴν ἐπίκλησιν μετέθετο. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτόν, ὥς γέ τισι δοκεῖ, Καίσαρα, ἐξ οὗ τὸ ὄνομα αὐτῷ τοῦτο μετὰ τοῦ κλήρου κατελείφθη· οὐ μέντοι οὔτʼ ἀκριβῆ τὴν προσηγορίαν οὔτε ἐπὶ πάντας εἶχε, πρὶν δὴ καὶ ἐκ τῶν πατρίων αὐτὴν τότε ἐβεβαιώσατο, καὶ οὕτως ἐξ ἐκείνου Γάιος Ἰούλιος Καῖσαρ Ὀκταουιανὸς
§47.6 ἐπεκλήθη· νενόμισται γάρ, ἄν τις ἐσποιηθῇ, τὴν μὲν ἄλλην αὐτὸν πρόσρησιν ἀπὸ τοῦ ποιησαμένου λαμβάνειν, ἓν δέ τι τῶν προτέρων ὀνομάτων σχηματισθέν
§47.7 πως τηρεῖν. τοῦτο μὲν οὖν οὕτως ἔχει· ἐγὼ δὲ οὐκ Ὀκταουιανὸν ἀλλὰ Καίσαρα αὐτόν, ὅτι πᾶσι τοῖς τὸ τῶν Ῥωμαίων κράτος λαμβάνουσιν προσηγορία αὕτη ἐκνενίκηκεν, ὀνομάσω.
§47.8 προσεκτήσατο μὲν γὰρ καὶ ἑτέραν τὴν τοῦ Αὐγούστου, καὶ αὐτὴν διὰ τοῦτο καὶ οἱ ἔπειτα αὐτοκράτορες τίθενται· ἀλλʼ ἐκείνη μὲν ὅταν ἐς τὴν συγγραφὴν ἔλθῃ λελέξεται, μέχρι δὲ δὴ τότε ἀρκούντως τοῦ Καίσαρος ἐπίκλησις τὴν τοῦ Ὀκταουιανοῦ δήλωσιν ἀποπληρώσει.
§48.1 οὗτος οὖν Καῖσαρ ἐπειδὴ τάχιστα τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν βουλὴν ἐδουλώσατο, πρός τε τὴν τοῦ πατρὸς τιμωρίαν ἐτράπετο, καὶ φοβηθεὶς μή πῃ τὸν ὅμιλον διὰ τοῦτʼ ἐκταράξῃ, οὐ πρότερον τὴν ἑαυτοῦ γνώμην ἐξέφηνε πρὶν τὴν ἀπόδοσιν τῶν καταλειφθέντων σφίσι
§48.2 ποιήσασθαι. ὡς δὲ καὶ ἐκεῖνοι τοῖς χρήμασι, καίπερ ἔκ τε τῶν κοινῶν οὖσι καὶ ἐπὶ τῇ τοῦ πολέμου προφάσει συναχθεῖσι, κατελήφθησαν, οὕτω δὴ τοὺς σφαγέας μετῆλθε. καὶ ἵνα γε μὴ βιαίως ἀλλʼ ἐν δίκῃ τινὶ ποιεῖν αὐτὸ δόξῃ, νόμον τέ τινα περὶ τῆς κρίσεως αὐτῶν ἐσήνεγκε καὶ
§48.3 δικαστήρια καὶ ἀποῦσί σφισιν ἐκάθισεν. οἵ τε γὰρ πλείους αὐτῶν ἀπεδήμουν, καί τινες καὶ ἡγεμονίας ἐθνῶν εἶχον· καὶ οἱ παρόντες οὔτʼ ἀπήντησαν ὑπὸ τοῦ δέους, καὶ προσέτι καὶ διαλαθόντες ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ ὅπως οἵ τε αὐτόχειρες τοῦ Καίσαρος γενόμενοι καὶ οἱ συνομόσαντές σφισιν, ἀλλὰ καὶ ἄλλοι πολλοί, οὐχ ὅτι μὴ ἐπιβουλεύσαντες τῷ Καίσαρι ἀλλʼ
§48.4 οὐδὲ ἐν τῇ πόλει τότε γε ὄντες, ἥλωσαν. τοῦτο δὲ ἐπὶ τὸν Πομπήιον τὸν Σέξτον μάλιστα κατεσκευάσθη· καὶ γὰρ ἐκεῖνος ἥκιστα τῆς ἐπιθέσεως μετασχὼν ὅμως κατὰ τὸ πολέμιον αὐτοῦ κατεψηφίσθη. καὶ αὐτοί τε πυρὸς καὶ ὕδατος εἴρχθησαν, καὶ αἱ οὐσίαι αὐτῶν ἐδημεύθησαν· τά τε ἔθνη, οὐκ ἐκεῖνα μόνον ὧν τινες αὐτῶν ἦρχον, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα τοῖς τοῦ Καίσαρος φίλοις ἐπετράπη.
§49.1 ἐν τούτοις δὲ τοῖς ὑπαιτίοις καὶ Κάσκας Πούπλιος Σερουίλιος δήμαρχος ἐγένετο· καὶ ἐπειδὴ προϋποτοπήσας τὸν Καίσαρα ὑπεξῆλθε πρὶν καὶ ἐς τὴν πόλιν αὐτὸν ἐσελθεῖν, τῆς τε ἀρχῆς ὡς καὶ παρὰ τὰ πάτρια ἀποδημήσας ἐπαύθη, τοῦ πλήθους ὑπὸ Πουπλίου Τιτίου συνάρχοντος αὐτῷ
§49.2 ἀθροισθέντος, καὶ οὕτως ἑάλω. ἐπειδή τε Τίτιος οὐκ ἐς μακρὰν ἐτελεύτησεν, ἐβεβαιώθη τὸ ἀπὸ τοῦ ἀρχαίου τετηρημένον· οὐδεὶς γὰρ ἐς ἐκεῖνο τοῦ χρόνου συνάρχοντά τινα καταλύσας ἀπηνιαύτισεν, ἀλλὰ τοῦτο μὲν Βροῦτος ἐπὶ τῇ τοῦ Κολλατίνου καταπαύσει ἐπαπέθανε, τοῦτο δὲ Γράκχος ἐπὶ τῇ τοῦ Ὀκταουίου καταλύσει ἀπεσφάγη, τε Κίννας τόν τε Μάρυλλον καὶ τὸν Φλάουιον ἀπαλλάξας οὐκ ἐς μακρὰν ἀπεφθάρη.
§49.3 ταῦτα μὲν οὕτω τετήρηται, τῶν δὲ δὴ τοῦ Καίσαρος φονέων συχνοὶ μὲν ἐς τὴν τοῦ παιδὸς αὐτοῦ χάριν, συχνοὶ δὲ καὶ ὑπὸ τῶν ἄθλων προσαναπειθόμενοι κατηγόρουν· χρήματά τε γὰρ ἐκ τῆς τοῦ ἁλόντος οὐσίας καὶ τὴν τιμὴν τήν τε ἀρχὴν τὴν ἐκείνου, εἴ τινα ἄρα ἔχων ἦν, τό τε μηκέτι μήτʼ αὐτὸν μήτε τοὺς υἱεῖς τούς τε ἐγγόνους
§49.4 αὐτοῦ στρατεύεσθαι ἐλάμβανον. τῶν γε μὴν δικασάντων σφίσιν οἱ μὲν πλείους τῇ τε χάριτι καὶ τῷ δέει τῷ τοῦ Καίσαρος κατεψηφίζοντο αὐτῶν, ἐνδεικνύμενοί πῃ ὡς καὶ δικαίως αὐτὸ ποιοῦντες· εἰσὶ δὲ οἳ τὴν ψῆφον οἱ μὲν τῷ νόμῳ τῷ περὶ τῆς τιμωρίας σφῶν γεγραμμένῳ, οἱ δὲ καὶ τοῖς ὅπλοις τοῖς τοῦ Καίσαρος ἔδοσαν.
§49.5 καί τις Σιλίκιος Κορωνᾶς βουλευτὴς ἄντικρυς τὸν Βροῦτον τὸν Μᾶρκον ἀπέλυσε. καὶ τότε μὲν αὐτός τε ἐπὶ τούτῳ μέγα ηὔχει καὶ παρὰ τῶν ἄλλων ἐπαίνους κρύφα ἐλάμβανε, τῷ τε Καίσαρι, ὅτι μὴ εὐθὺς ἀπέθανε, δόξαν ἐπιεικείας παρέσχεν, ὕστερον δὲ ἐκ προγραφῆς ἐθανατώθη.
§50.1 Ταῦτʼ οὖν πράξας Καῖσαρ ἐπί τε τὸν Λέπιδον καὶ ἐπὶ τὸν Ἀντώνιον δῆθεν ἐστράτευσεν. γὰρ Ἀντώνιος, ὡς τότε ἐκ τῆς μάχης ἔφυγε καὶ αὐτὸν οὔθʼ Καῖσαρ, διὰ τὸ τῷ Δεκίμῳ τὸν πόλεμον ἐγχειρισθῆναι, οὔτε ἐκεῖνος, διὰ τὸ μὴ βούλεσθαι τὸν ἀντίπαλον τῷ Καίσαρι ὑπεξαιρεθῆναι, ἐπεδίωξε,
§50.2 συνελέξατο ὅσους ἠδυνήθη τῶν ἐκ τῆς μάχης περισωθέντων, καὶ πρὸς τὸν Λέπιδον ἀφίκετο παρασκευασάμενον μὲν ὡς καὶ αὐτὸν ἐς τὴν Ἰταλίαν κατὰ τὸ δόγμα στρατεύσοντα, προσταχθέντα
§50.3 δὲ αὖθις κατὰ χώραν μεῖναι. οἱ γὰρ βουλευταὶ ἐπειδὴ ἐπύθοντο τὸν Σιλανὸν τὰ τοῦ Ἀντωνίου πράξαντα, ἐφοβήθησαν τόν τε Λέπιδον καὶ τὸν Πλάγκον τὸν Λούκιον, μὴ καὶ ἐκεῖνοι αὐτῷ συνάρωνται, καὶ πέμψαντες πρὸς αὐτοὺς
§50.4 οὐδὲν ἔτι δεῖσθαί σφων ἔφασαν. ἵνα τε μηδὲν ὑποτοπήσωσι κἀκ τούτου τι κακουργήσωσιν, ἐκέλευσαν αὐτοῖς τοὺς ἐκ Οὐιέννης τῆς Ναρβωνησίας ὑπὸ τῶν Ἀλλοβρίγων ποτὲ ἐκπεσόντας καὶ ἐς τὸ μεταξὺ τοῦ τε Ῥοδανοῦ καὶ τοῦ Ἀράριδος, συμμίγνυνται ἀλλήλοις, ἱδρυθέντας συνοικίσαι.
§50.5 καὶ οὕτως ἐκεῖνοι ὑπομείναντες τὸ Λουγούδουνον μὲν ὀνομασθὲν νῦν δὲ Λούγδουνον καλούμενον ἔκτισαν, οὐχ ὅτι οὐ καὶ ἐς τὴν Ἰταλίαν σὺν τοῖς ὅπλοις ἠδυνήθησαν ἂν ἐλθεῖν, εἴπερ ἠθελήκεσαν (ἀσθενέστατα γὰρ ἤδη τὰ ψηφίσματα πρὸς τοὺς τὰς δυνάμεις ἔχοντας
§50.6 ἤγετὀ, ἀλλʼ ὅτι τὴν ἔκβασιν τοῦ Ἀντωνιείου πολέμου περισκοποῦντες τῇ τε βουλῇ πεπειθαρχηκέναι δόξαι καὶ τὰ σφέτερα ἅμα κρατύνασθαι
§51.1 ἐβούλοντο. ἀμέλει τόν τε Σιλανὸν Λέπιδος ἐπὶ τῇ τοῦ Ἀντωνίου συμμαχίᾳ διεμέμψατο, καὶ αὐτῷ ἐκείνῳ ἐλθόντι οὐκ εὐθὺς ἐς λόγους ἀφίκετο, ἀλλὰ καὶ τῇ γερουσίᾳ προσκατηγορῶν αὐτοῦ ἐπέστειλεν, ὥστε καὶ ἐπαίνους ἐκ τούτου καὶ τὴν ἡγεμονίαν τοῦ πρὸς αὐτὸν πολέμου λαβεῖν.
§51.2 τὸν μὲν δὴ ἄλλον χρόνον διὰ ταῦτα οὔτε προσίετο τὸν Ἀντώνιον οὔτε ἀπεωθεῖτο, ἀλλὰ περιεώρα μὲν ἐγγὺς ὄντα καὶ τοῖς συστρατευομένοις οἱ προσομιλοῦντα, οὐ μέντοι καὶ ἐς λόγους αὐτῷ ᾔει· ἐπειδὴ δὲ τὴν ὁμολογίαν αὐτοῦ τὴν πρὸς τὸν Καίσαρα ἐπύθετο, τότε καὶ αὐτὸς ἀμφοτέροις
§51.3 σφίσι συνηνέχθη. μαθὼν δὲ τὸ γιγνόμενον Μᾶρκος Ἰουουέντιος ὑποστράτηγος αὐτοῦ τὰ μὲν πρῶτα ἀποτρέπειν αὐτὸν ἐπειρᾶτο, ὡς δʼ οὐκ ἔπεισεν, αὐτὸς ἑαυτὸν τῶν στρατιωτῶν ὁρώντων
§51.4 κατεχρήσατο. καὶ ἐκείνῳ μὲν ἐπαίνους τε ἐπὶ τούτῳ βουλὴ καὶ ἀνδριάντα τήν τε ταφὴν τὴν δημοσίαν ἐψηφίσατο, τὸν δὲ δὴ Λέπιδον τήν τε εἰκόνα τὴν ἐν τῷ βήματι ἱδρυμένην ἀφείλοντο καὶ πολέμιον ἐποιήσαντο· καί τινα καὶ ἡμέραν τοῖς συνοῦσιν αὐτῷ προέθεντο, πόλεμόν σφισιν ἀπειλήσαντες ἂν μὴ ἐντὸς ἐκείνης ἐγκαταλείπωσιν
§51.5 αὐτόν. πρὸς δʼ ἔτι τήν τε ἐσθῆτα αὖθις μετέβαλον (ἐπὶ γὰρ τῇ τοῦ Καίσαρος ὑπατείᾳ τὴν ἀστικὴν ἀνειλήφεσανʼ καὶ τὸν Βροῦτον τὸν Μᾶρκον τόν τε Κάσσιον καὶ τὸν Σέξτον ἐπʼ αὐτοὺς μετεπέμψαντο· ἐπειδή τε ἐκεῖνοι χρονιεῖν ἐδόκουν, τῷ Καίσαρι, ἀγνοίᾳ τῆς συνωμοσίας
§52.1 αὐτῶν, τὸν πόλεμον ἐπέτρεψαν. καὶ ὃς τῷ μὲν λόγῳ ὑπεδέξατο αὐτόν, καίτοι τοὺς στρατιώτας συμβοῆσαι ποιήσας ἅπερ εἴρηται, ἔργον δʼ οὐδὲν ἐχόμενον αὐτοῦ ἔπραξεν, οὐχ ὅτι καὶ ἐκεκοινολόγητο τῶ τε Ἀντωνίῳ καὶ διʼ ἐκείνου καὶ τῷ
§52.2 Λεπίδῳ (βραχὺ γάρ τι τούτου ἐφρόντιζενʼ, ἀλλʼ ὅτι ἰσχυρούς τε αὐτοὺς ἑώρα ὄντας καὶ συμφρονοῦντας ὑπὸ τῆς συγγενείας ᾐσθάνετο, καὶ οὔτε βιάσασθαί σφας ἐδύνατο, καὶ ἐπήλπισε τόν τε Κάσσιον καὶ τὸν Βροῦτον μέγα ἤδη δυναμένους διαὐτῶν κατεργάσεσθαι, καὶ μετὰ τοῦτο καὶ
§52.3 ἐκείνους διʼ ἀλλήλων χειρώσεσθαι. διὰ μὲν δὴ ταῦτα καὶ ἄκων τὰς συνθήκας πρὸς αὐτοὺς ἐφύλαξε, καί σφισι καὶ καταλλαγὰς πρός τε τὴν βουλὴν καὶ πρὸς τὸν δῆμον ἐπρυτάνευσεν, οὐκ αὐτὸς ἐσηγησάμενος, ἵνα μὴ καὶ ὑποπτευθείη τι τῶν γεγονότων, ἀλλʼ μὲν ἐξεστράτευσεν ὡς καὶ πολεμήσων αὐτοῖς, δὲ δὴ Κύιντος τήν τε ἄδειαν καὶ τὴν κάθοδόν σφισιν, ὡς καὶ ἀφʼ ἑαυτοῦ
§52.4 γνώμης, δοθῆναι συνεβούλευσεν. οὐ μέντοι καὶ ἔλαβον αὐτὴν πρὶν τῷ τε Καίσαρι τὴν γερουσίαν ὡς καὶ ἀγνοοῦντι τὸ γιγνόμενον κοινώσασθαι, καὶ ἐκεῖνον ἄκοντα δῆθεν ὑπὸ τῶν στρατιωτῶν ἀναγκασθῆναι συγκαταθέσθαι.
§53.1 ἐν δὲ ταῦτʼ ἐπράττετο, Δέκιμος τὸ μὲν πρῶτον ὡς καὶ πολεμήσων αὐτοῖς ὥρμησεν, καὶ τόν γε Πλάγκον τὸν Λούκιον, ἐπειδὴ καὶ συνύπατός οἱ ἐς τὸ ἐπιὸν ἔτος προαπεδέδεικτο, προσηταιρίσατο·
§53.2 μαθὼν δὲ δὴ τήν τε ἑαυτοῦ καταψήφισιν καὶ τὴν ἐκείνων συναλλαγὴν ἠθέλησε μὲν ἐπὶ τὸν Καίσαρα ἐπιστρατεῦσαι, ἐγκαταλειφθεὶς δὲ ὑπὸ τοῦ Πλάγκου τά τε τοῦ Λεπίδου καὶ τὰ τοῦ Ἀντωνίου φρονήσαντος, τήν τε Γαλατίαν ἐκλιπεῖν καὶ ἐς τὴν Μακεδονίαν πρὸς τὸν Βροῦτον πεζῇ διʼ Ἰλλυριῶν ἐπειχθῆναι ἔγνω, καί τινας στρατιώτας, ἐν δὴ τὰ ἐν χερσὶ καθίστατο,
§53.3 προέπεμψεν. ὡς δὲ ἐκεῖνοί τε τὰ τοῦ Καίσαρος ἀνθείλοντο, καὶ τοὺς λοιποὺς τε Λέπιδος καὶ Ἀντώνιος ἐπιδιώξαντες διʼ ἑτέρων προσέθεντο, συνελήφθη τε μονωθεὶς ὑπʼ ἐχθροῦ τινος, καὶ μέλλων σφαγήσεσθαι ἐδεινοπάθει καὶ ὠδύρετο, μέχρις οὗ Ἕλουιός τις Βλασίων, εὐνοΐκῶς οἱ ἐκ συστρατείας ἔχων, ἑαυτὸν ἑκὼν ὁρῶντος αὐτοῦ προαπέκτεινε.
§54.1 καὶ μὲν οὕτως ἐπαπέθανεν, δὲ δὴ Ἀντώνιος τε Λέπιδος ἐν μὲν τῇ Γαλατίᾳ ὑποστρατήγους κατέλιπον, αὐτοὶ δὲ ἐς τὴν Ἰταλίαν πρὸς τὸν Καίσαρα ὥρμησαν, τό τε πλεῖστον καὶ τὸ
§54.2 κράτιστον τοῦ στρατοῦ ἐπαγόμενοι. οὔτε γὰρ ἀκριβῶς πω ἐπίστευον αὐτῷ, οὔτε εὐεργεσίαν τινὰ ὀφείλειν ἤθελον, ὡς καὶ διʼ ἑαυτοὺς τήν τε σφετέραν ἰσχύν, ἀλλʼ οὐ διʼ ἐκεῖνον καὶ τῆς ἀδείας καὶ τῆς καθόδου τετυχηκότες· καὶ προσέτι καὶ ἤλπιζον πάνθʼ ὅσα ἐβούλοντο καὶ τὸν Καίσαρα καὶ τοὺς ἄλλους τοὺς ἐν τῷ ἄστει τῇ τῶν στρατοπέδων
§54.3 σφῶν περιουσίᾳ ἐξεργάσεσθαι. τοιαύτῃ μὲν οὖν γνώμῃ ὡς καὶ διὰ φιλίας τῆς χώρας ᾔεσαν· ἐκακουργεῖτο δὲ ὑπὸ τοῦ πλήθους τῆς τε θρασύτητος αὐτῶν οὐδενὸς πολέμου βραχύτερα. καὶ αὐτοῖς καὶ Καῖσαρ μετὰ πολλῶν στρατιωτῶν ἀπήντησε περὶ Βονωνίαν, μάλα εὖ παρεσκευασμένος ἀμύνασθαί σφας ἄν τι βίαιον πάσχῃ.
§54.4 οὐ μέντοι καὶ ἐδεήθη τότε τῶν ὅπλων ἐπʼ αὐτοὺς οὐδέν· ἐμίσουν μὲν γὰρ δεινῶς ἀλλήλους, τῷ δὲ δὴ τάς τε δυνάμεις ἀντιπάλους πως ἔχειν, καὶ τοὺς ἄλλους ἐχθροὺς προτιμωρήσασθαι διʼ ἀλλήλων βούλεσθαι, προσποιητὸν ὁμολογίαν ἐποιήσαντο.
§55.1 συνῆλθον δὲ ἐς τοὺς λόγους οὐ μόνοι, ἀλλὰ στρατιώτας ἰσαρίθμους ἔχοντες, ἐν νησιδίῳ τινὶ τοῦ ποταμοῦ τοῦ παρὰ τὴν Βονωνίαν παραρρέοντος, ὥστε μηδένα ἄλλον μηδετέροις προσγενέσθαι·
§55.2 καὶ οὕτω πολὺ ἀπὸ τῶν παρόντων σφίσιν ἀποστάντες ἀλλήλους τε διηρεύνησαν, μὴ καὶ ξιφίδιόν τις ὑπὸ μάλης ἔχοι, καὶ διαλεξάμενοί τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ τῶν ἐχθρῶν συνώμοσαν, ἵνα δὲ δὴ μὴ καὶ τῆς ὀλιγαρχίας ἄντικρυς ἐφίεσθαι δόξωσι, καί τις αὐτοῖς φθόνος κἀκ τούτου καὶ ἐναντίωσις παρὰ τῶν
§55.3 ἄλλων γένηται, τάδε διωμολογήσαντο· κοινῇ μὲν τοὺς τρεῖς πρός τε διοίκησιν καὶ πρὸς κατάστασιν τῶν πραγμάτων ἐπιμελητάς τέ τινας καὶ διορθωτάς, καὶ τοῦτο οὐκ ἐς ἀεὶ δῆθεν ἀλλʼ ἐς ἔτη πέντε, αἱρεθῆναι, ὥστε τά τε ἄλλα πάντα, κἂν μηδὲν ὑπὲρ αὐτῶν μήτε τῷ δήμῳ μήτε τῇ βουλῇ κοινώσωσι, διοικεῖν, καὶ τὰς ἀρχὰς τάς τε ἄλλας τιμὰς
§55.4 οἷς ἂν ἐθελήσωσι διδόναι, ἰδίᾳ δὲ δή, ὅπως μὴ καὶ πᾶσαν τὴν ἀρχὴν σφετερίζεσθαι νομισθῶσι, Καίσαρι μὲν τήν τε Λιβύην ἑκατέραν καὶ Σαρδὼ καὶ Σικελίαν, Λεπίδῳ δὲ τήν τε Ἰβηρίαν πᾶσαν καὶ τὴν Γαλατίαν τὴν Ναρβωνησίαν, Ἀντωνίῳ δὲ τὴν λοιπὴν Γαλατίαν, τήν τε ἐντὸς τῶν Ἄλπεων καὶ τὴν ὑπὲρ αὐτὰς οὖσαν, ἄρχειν
§55.5 δοθῆναι. ἐκαλεῖτο δὲ ἐκείνη μὲν τογᾶτα, ὥσπερ εἶπον, ὅτι τε εἰρηνικωτέρα παρὰ τὰς ἄλλας ἐδόκει εἶναι καὶ ὅτι καὶ τῇ ἐσθῆτι τῇ Ῥωμαϊκῇ τῇ ἀστικῇ ἐχρῶντο ἤδη, αὕτη δὲ δὴ κομᾶτα, ὅτι οἱ Γαλάται οἱ ταύτῃ ἐς κόμην τὸ πλεῖστον τὰς τρίχας ἀνιέντες ἐπίσημοι κατὰ τοῦτο παρὰ τοὺς
§56.1 ἄλλους ἦσαν. ταῦτά τε οὖν οὕτω διέλαχον, ἵνα αὐτοί τε τὰ ἰσχυρότατα λάβωσι καὶ τοῖς ἄλλοις δόξαν τοῦ μὴ καὶ τῶν πάντων ὀριγνᾶσθαι παράσχωσι, καὶ προσσυνέθεντο τῶν τε ἐχθρῶν σφῶν σφαγὰς ποιήσασθαι, καὶ Λέπιδον μὲν ἐς τὴν τοῦ Δεκίμου χώραν ὕπατον ἀποδειχθέντα τήν τε Ῥώμην καὶ τὴν λοιπὴν Ἰταλίαν διὰ φυλακῆς ἔχειν, ἐκείνους δὲ ἐπί τε τὸν Βροῦτον καὶ ἐπὶ
§56.2 τὸν Κάσσιον στρατεύσασθαι. καὶ αὐτὰ καὶ ὅρκοις ἐπιστώσαντο. καὶ μετὰ τοῦτο τοὺς στρατιώτας, ὅπως καὶ ἐπήκοοι δῆθεν καὶ μάρτυρες τῶν ὡμολογημένων σφίσι γένωνται, συγκαλέσαντες ἐδημηγόρησαν ὅσα καὶ εὐπρεπὲς καὶ
§56.3 ἀσφαλὲς ἦν αὐτοῖς εἰπεῖν. κἀν τούτῳ οἱ τοῦ Ἀντωνίου στρατιῶται τὴν θυγατέρα τὴν τῆς Φουλουίας τῆς γυναικὸς αὐτοῦ, ἣν ἐκ τοῦ Κλωδίου εἶχε, τῷ Καίσαρι καίτοι ἑτέραν ἠγγυημένῳ προεξένησαν, τοῦ Ἀντωνίου δῆλον ὅτι τοῦτο κατασκευάσαντος.
§56.4 καὶ ὃς οὐκ ἀπηρνήσατο· οὐδὲ γὰρ ἐμποδισθήσεσθαί τι ἐκ τῆς ἐπιγαμίας πρὸς κατὰ τοῦ Ἀντωνίου πράξειν ἤμελλεν ἐνόμισε· τά τε γὰρ ἄλλα καὶ τὸν πατέρα τὸν Καίσαρα οὐδέν τι ἧττον ἐκ τῆς πρὸς τὸν Πομπήιον συγγενείας πάνθʼ ὅσα ἠθέλησε κατʼ αὐτοῦ πράξαντα ἠπίστατο.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up