Callimachus Hymn to Delos
EN Lat Orig
Hymn to Delos
τὴν ἱερήν, θυμέ, τίνα χρόνον πότʼ ἀείσεις
δῆλον, Ἀπόλλωνος κουροτρόφον; μὲν ἅπασαι
Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται,
εὔυμνοι· δῆλος δʼ ἐθέλει τὰ πρῶτα φέρεσθαι
5 ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα
λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη.
ὡς Μοῦσαι τὸν ἀοιδὸν μὴ Πίμπλειαν ἀείσηι
ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται.
Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων
10 Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης.
κείνη δʼ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θʼ ἁλιπλήξ
αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις
πόντωι ἐνεστήρικται· δʼ ἀμφί πουλὺς ἑλίσσων
Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην·
15 τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο.
ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι,
ὁππότʼ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν
νῆσοι ἀολλίζονται, ἀεὶ δʼ ἔξαρχος ὁδεύει.
δʼ ὄπιθεν Φοίνισσα μετʼ ἴχνια Κύρνος ὀπηδεῖ
20 οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων
Σαρδώ θʼ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις
ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντʼ ἐπιβάθρων.
κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί,
δῆλος δʼ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος;
25 τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν
Στρυμονίου βορέαο· θεὸς δʼ ἀεὶ ἀστυφέλικτος·
Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν.
εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί,
ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι;
30 ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων
ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν,
νήσους εἰναλίας εἰργάζετο, νέρθε δʼ ἐλάσσας
ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι;
καὶ τὰς μὲν κατὰ βυσσόν, ἵνʼ ἠπείροιο λάθωνται,
35 πρυμνόθεν ἐρρίζωσε· σὲ δʼ οὐκ ἔθλιψεν ἀνάγκη,
ἀλλʼ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δʼ ἦν τοι
Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον
οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση.
τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ,
40 τόφρα δʼ ἔτʼ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος.
πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης
ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου
ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες
οἳ μὲν ἔτʼ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρʼ ὀξύν
45 ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος,
Χαλκιδικῆς δʼ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ
μέσφʼ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον
Χίον νήσοιο διάβροχον ὕδατι μαστόν
παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι
50 γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν.
ἡνίκα δʼ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες,
τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομʼ ἔθεντο,
οὕνεκεν οὐκέτʼ ἄδηλος ἐπέπλεες, ἀλλʼ ἐνὶ πόντου
κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας.
55 οὐδʼ Ἥρην κοτέουσαν ὑπέτρεσας· μὲν ἁπάσαις
δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας
ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη
Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα.
τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω
60 σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ
τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροί
γαῖαν ἐποπτεύοντες, μὲν πέδον ἠπείροιο
ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου
θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω
65 ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο·
δʼ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων
ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι.
ἔνθʼ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ
μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι.
70 φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δʼ ὄρος ἱερὸν Αὔγης
Παρθένιον, φεῦγεν δʼ γέρων μετόπισθε Φενειός.
φεῦγε δʼ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι,
ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας
ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη.
75 φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δʼ ἐφέποντο
Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι
Ἰσμηνοῦ χέρα πατρός, δʼ εἵπετο πολλὸν ὄπισθεν
Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι.
δʼ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη
80 αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν
ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην
σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι,
ʼ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι;
νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει,
85 νύμφαι δʼ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.
ταῖς μὲν ἔτʼ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη,
φθέγξατο δʼ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι·
Θ̔ήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις;
μήπω μή μʼ ἀέκοντα βιάζεο μαντεύεσθαι.
90 οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη,
οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλʼ ἔτι κεῖνο
θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον
Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις·
ἀλλʼ ἔμπης ἐρέω τι τορώτερον ἀπὸ δάφνης.
95 φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων
τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός
ἔλλαχες. οὐ σύ γʼ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών
ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμηνʼ.
ὣς ἄρʼ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει.
100 ἀλλʼ ὅτʼ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες
ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη
Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο,
ἄψ δʼ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δʼ Ἄναυρος
καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι,
105 φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων·
Ήρη σοὶ δʼ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο
οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις
ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα
ʼΝύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί
110 κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείωι
λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι.
Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις;
πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας.
ῥά τοι ὧδʼ αἰεὶ ταχινοὶ πόδες, ἐπʼ ἐμεῖο
115 μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι
σήμερον ἐξαπίνης δʼ ἀνήκοος. ʼ ἐμὸν ἄχθος,
ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες.
Πήλιον Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον,
μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο
120 ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι
τὴν δʼ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων
ʼλητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε
πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας
λουσαμένας ἀπʼ ἐμεῖο λεχωίδαςἀλλά μοι Ἥρη
125 δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος
οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα
βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἀπολέσθαι
ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ·
τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων
130 διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν
καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι.
ἠνίδʼ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν
εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης
Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας
135 ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα·
ὑψόθε δʼ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι
δούρατος· δʼ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δʼ Ὄσσης
οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς
ἐσχατιαὶ Πίνδοιο, φόβωι δʼ ὠρχήσατο πᾶσα
140 Θεσσαλίη· τοῖος γὰρ ἀπʼ ἀσπίδος ἔβραμεν ἦχος.
ὡς δʼ ὁπότʼ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο
σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος
εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο,
θερμάστραι τε βρέμουσιν ὑφʼ Ἡφαίστοιο πυράγρης
145 ἔργα θʼ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες
καὶ τρίποδες πίπτοντες ἐπʼ ἀλλήλοις ἰαχεῦσι·
τῆμος ἔγεντʼ ἄραβος σάκεος τόσος εὐκύκλοιο·
Πηνειὸς δʼ οὐκ αὖτις ἐχάζετο, μίμνε δʼ ὁμοίως
καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δʼ ἐστήσατο δίνας,
150 εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ʼσώιζεο χαίρων,
σώιζεο· μὴ σύ γʼ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε
ἀντʼ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετʼ ἀμοιβήʼ.
καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους
εἰναλίας· αἳ δʼ οὔ μιν ἐπερχομένην ἐδέχοντο,
155 οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι,
οὐδʼ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων,
Ἶρις ἐπεὶ πάσηισιν ἐφʼ ὑψηλοῖο Μίμαντος
σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δʼ ὑπʼ ὀμοκλῆς
πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι.
160 ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον,
ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης.
ἀλλά παιδὸς ἔρυκεν ἔπος τόδε ʼμὴ σύ γε μῆτερ
τῆι με τέκοις. οὔτʼ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω
νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη·
165 ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος
ἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρην
ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι
ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται,
μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι
170 ἠέλιον φορέουσιν· δʼ εἴσεται ἤθεα πατρός.
καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος
ὕστερον, ὁππότʼ ἂν οἳ μὲν ἐφʼ Ἑλλήνεσσι μάχαιραν
βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα
ὀψίγονοι Τιτῆνες ἀφʼ ἑσπέρου ἐσχατόωντος
175 ῥώσωνται νιφάδεσσιν ἐοικότες ἰσάριθμοι
τείρεσιν, ἡνίκα πλεῖστα κατʼ ἠέρα βουκολέονται,
φρούρια καὶ
καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι
ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν
180 γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι,
ἀλλʼ ἤδη παρὰ νηὸν ἀπαυγάζωνταιφάλαγγες
δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο
φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε
ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι
185 στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δʼ ἐπὶ Νείλωι
ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι
κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος.
ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω.
αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν
190 ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ·
ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή,
πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι,
ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς,
ἔνθα νότος, ἔνθʼ εὖρος, ὅπη φορέηισι θάλασσα.
195 τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν
αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι·
Ἀστερίη φιλόμολπε, σὺ δʼ Εὐβοίηθε κατήιεις,
Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν,
ἀλλʼ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος·
φλεξας ἐπεὶ περικαίεο πυρί,
τλήμονʼ ὑπʼ ὠδίνεσσι βαρυνομένην ὁρόωσα·
ʼἭρη τοῦτό με ῥέξον τοι φίλον· οὐ γάρ ἀπειλὰς
ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖʼ.
205 ἔννεπες· δʼ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς,
ἕζετο δʼ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον
γαῖα τότʼ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι
Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος·
λύσατο δὲ ζώνην, ἀπὸ δʼ ἐκλίθη ἔμπαλιν ὤμοις
210 φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς
τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς.
εἶπε δʼ ἀλυσθμαίνουσα ʼτί μητέρα κοῦρε βαρύνεις;
αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι.
γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπουʼ.
215 νύμφα Διὸς βαρύθυμε, σὺ δʼ οὐκ ἄρʼ ἔμελλες ἄπυστος
δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις,
εἶπε δʼ ἔτʼ ἀσθμαίνουσα, φόβωι δʼ ἀνεμίσγετο μῦθος,
ʼἭρη τιμηέσσα, πολὺ προὔχουσα θεάων
σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι
220 γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην
θηλυτέρην, σὺ δʼ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς.
Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου.
ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδʼ ἐδέχοντο·
Ἀστερίη δʼ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν,
225 Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή.
ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις
ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆιʼ.
καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς,
Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης,
230 ἵζει θηρήτειρα παρʼ ἴχνεσιν, οὔατα δʼ αὐτῆς
ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν·
τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη.
κείνη δʼ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης,
οὐδʼ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει,
235 ἀλλʼ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο
τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει.
οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας
ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι
δεσπότις. δʼ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα
240 ʼοὕτω νῦν, Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε
λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδʼ ὅθι δειλαί
δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλʼ ὅθι φῶκαι
εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις.
Ἀστερίηι δʼ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε
245 ἀμπλακίης, οὐδʼ ἔστιν ὅπως ἀποθύμια ῥέξω·
τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ·
ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκʼ ἐμεῖο
δέμνιον οὐκ ἐπάτησε, Διὸς δʼ ἀνθείλετο πόντονʼ.
μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι
250 Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες
ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι
Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν·
ἔνθεν παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς
ὕστερον, ὁσσάκι κύκνοι ἐπʼ ὠδίνεσσιν ἄεισαν.
255 ὄγδοον οὐκέτʼ ἄεισαν, δʼ ἔκθορεν, αἳ δʼ ἐπὶ μακρὸν
νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο,
εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δʼ αἰθήρ
χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν,
οὐδʼ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς.
260 χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε,
χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη,
χρύσειον δʼ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης,
χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς.
αὐτὴ δὲ χρυσέοιο ἀπʼ οὔδεος εἵλεο παῖδα,
265 ἐν δʼ ἐβάλευ κόλποισιν, ἔπος δʼ ἐφθέγξαο τοῖον
μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα,
πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι·
αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλʼ ἀπʼ ἐμεῖο
Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη
270 γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι,
οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου,
οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη,
ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.
ὧδε σὺ μὲν κατέλεξας· δὲ γλυκὺν ἔσπασε μαζόν.
275 τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνου
κλήζηι, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σʼ Ἐνυώ
οὐδʼ Ἀίδης οὐδʼ ἵπποι ἐπιστείβουσιν Ἄρηος·
ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαί
πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες,
280 αἵ τε πρὸς ἠοίην αἵ θʼ ἕσπερον αἵ τʼ ἀνὰ μέσσην
κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης
οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα.
οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι
ἀσταχύων φορέουσιν· Δωδώνηθι Πελασγοί
285 τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται,
γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος·
δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης
ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων
εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδʼ ἔτι μακρός
290 πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι.
πρῶταί τοι τάδʼ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν
Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη,
θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότʼ ἄριστοι
ἠιθέων· οὐδʼ οἵ γε παλιμπετὲς οἴκαδʼ ἵκοντο,
295 εὔμοιροι δʼ ἐγένοντο, καὶ ἀκλέες οὔποτʼ ἐκεῖνοι.
τοι Δηλιάδες μέν, ὅτʼ εὐήχης ὑμέναιος
ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην
παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων
ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν.
300 Ἀστερίη θυόεσσα, σὲ μὲν περί τʼ ἀμφί τε νῆσοι
κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο·
οὔτε σιωπηλὴν οὔτʼ ἄψοφον οὖλος ἐθείραις
ἕσπερος, ἀλλʼ αἰεί σε καταβλέπει ἀμφιβόητον.
οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος,
305 ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν·
αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας.
δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα
Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς
εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει.
310 οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες
Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου
πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ
κύκλιον ὠρχήσαντο, χοροῦ δʼ ἡγήσατο Θησεύς.
ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι
315 Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης.
Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης
ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι;
οὐχ ούτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται,
χρειὼ δʼ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη
320 ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν,
πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι
ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης
χεῖρας ἀποστρέψαντας· Δηλιὰς εὕρετο νύμφη
παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν.
325 ἱστίη νήσων εὐέστιε χαῖρε μὲν αὐτή,
χαίροι δʼ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσαο Λητώ.
Tap any Greek word to look it up
An open-access project
Wilamowitz-Moellendorff 1897
Wilamowitz-Moellendorff, Weidmann, 1897 · 1897
The Editor

Ulrich von Wilamowitz-Moellendorff (1848–1931) was arguably the greatest classical scholar of the modern era. Professor at Greifswald, Göttingen, and finally Berlin, he dominated classical philology for half a century through sheer range and productivity — publishing critical editions, literary histories, linguistic studies, and interpretive works on virtually every major Greek author. His editions of Euripides and the Greek lyric poets set new standards.

About This Edition

Wilamowitz's editions reflect his unparalleled command of Greek literature and language. Characteristically bold in emendation, he combined rigorous manuscript study with an extraordinary feel for Greek style and metre. His editions are essential for any serious student of Greek literature, even where later editors have reached different conclusions on individual readings.

Tap any Greek word to look it up