Όσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι,
ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν
τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν·
σοῦσθέ νυν, ὦ ξανθαί σοῦσθε Πελασγιάδες.
5
οὔποκʼ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις
πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων,
οὐδʼ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα
τεύχεα τῶν ἀδίκων ἦνθʼ ἀπὸ γηγενέων,
ἀλλὰ πολὺ πράτιστον ὑφʼ ἅρματος αὐχένας ἵππων
10
λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ
ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα
πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων.
ὦ ἴτʼ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδʼ ἀλαβάστρως
(συρίγγων ἀίω φθόγγον ὑπαξονίων),
15
μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδʼ ἀλαβάστρως
(οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ)
οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας
οὐδʼ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν,
οὔτʼ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος
20
ἔβλεψεν δίναν ἐς διαφαινομέναν·
οὐδʼ Ήρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα
πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν·
ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως,
οἷα παρʼ Εὐρώται τοὶ Λακεδαιμόνιοι
25
ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα
χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς·
ὦ κῶραι, τὸ δʼ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν
ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν.
τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον,
30
ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης·
οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν
πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον.
ἔξιθʼ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα,
παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν·
35
ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς,
ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον·
Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς·
ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον
δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα
40
ὤιχετʼ ἔχων, Κρεῖον δʼ εἰς ὄρος ὠικίσατο·
κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν
ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες.
ἔξιθʼ Ἀθαναία περσέπτολι χρυσεοπήληξ,
ἵππων καὶ σακέων ἁδομένα πατάγωι.
45
σάμερον ὑδροφόροι μὴ βάπτετε — σάμερον Ἄργος
πίνετʼ ἀπὸ κρανᾶν μηδʼ ἀπὸ τῶ ποταμῶ,
σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ʼς Φυσάδειαν
ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ.
καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας
50
ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων
τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ
φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις.
ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον,
τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον.
55
πότνιʼ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δʼ ἐγώ τι
ταῖσδʼ ἐρέω. μῦθος δʼ οὐκ ἐμός, ἀλλʼ ἑτέρων.
παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις
πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν,
ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο·
60
ἀλλὰ καὶ ἀρχαίων εὖτʼ ἐπὶ Θεσπιέων
¯˘˘¯˘˘¯˘; ἢ εἰς Ἁλίαρτον ἐλαύνοι
ἵππως, Βοιωτῶν ἔργα διερχομένα,
ἢ ʼπὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος
καὶ βωμοὶ ποταμῶι κεῖντʼ ἐπὶ Κουραλίωι·
65
πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω,
οὐδʼ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι
ἁδεῖαι τελέθεσκον, ὅκʼ οὐχ ἁγεῖτο Χαρικλώ·
ἀλλʼ ἔτι καὶ τήναν δάκρυα πόλλʼ ἔμενεν,
καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν.
70
δή ποκα γὰρ πέπλων λυσομένα περόνας
ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι
λῶντο· μεσαμβρινὰ δʼ εἶχʼ ὄρος ἁσυχία.
ἀμφότεραι λώοντο, μεσαμβριναὶ δʼ ἔσαν ὧραι,
πολλὰ δʼ ἁσυχία τῆνο κατεῖχεν ὄρος.
75
Τειρεσίας δʼ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια
περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο·
διψάσας δʼ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας,
σχέτλιος· οὐκ ἐθέλων δʼ εἶδε τὰ μὴ θεμιτά·
τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα
80
τίς σε, τὸν ὀφθαλμὼς οὐκέτʼ ἀποισόμενον,
ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;
ἃ μὲν ἔφα, παιδὸς δʼ ὄμματα νὺξ ἔλαβεν.
ἑστάκη δʼ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι
γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία.
85
ἁ νύμφα δʼ ἐβόασε τί μοι τὸν κῶρον ἔρεξας
πότνια; τοιαῦται δαίμονες ἐστἐ φίλαι;
ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε
εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας,
ἀλλʼ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν,
90
ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ,
ἦ μεγάλʼ ἀντʼ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας
καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.
† ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα
† μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων
95
ἆγε βαρὺ κλαίοισα, θεὰ δʼ ἐλέησεν ἑταίραν
καί νιν Ἀθαναία πρὸς τόδʼ ἔλεξεν ἔπος
δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα διʼ ὀργάν
εἶπας· ἐγὼ δʼ οὔ τοι τέκνον ἔθηκʼ ἀλαόν.
οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων
100
ἁρπάζειν· Κρόνιοι δʼ ὧδε λέγοντι νόμοι·
ὅς κε τινʼ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται,
ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω.
δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο
ἔργον· ἐπεὶ μοιρᾶν ὧδʼ ἐπένησε λίνα,
105
ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ,
ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον.
πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ,
πόσσα δʼ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι
παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι.
110
καὶ τῆνος μεγάλας σύνδρομος Ἀτέμιδος
ἐσσεῖτʼ· ἀλλʼ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τʼ ἐν ὄρεσσι
ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι,
ὁπ πόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά
δαίμονος· ἀλλʼ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες
115
τουτάκι δειπνησεῦντι· τὰ δʼ υἱέος ὀστέα μάτηρ
λεξεῖται δρυμὼς πάντας ἐπερχομένα·
ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι,
ἐξ ὀρέων ἀλαὸν παῖδʼ ἀποδεξαμέναν.
ὦ ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλα
120
τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα.
μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν,
ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον,
γνωσεῖται δʼ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται
ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες.
125
πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωι
χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις.
δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ,
δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον.
καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι
130
φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.
ὣς φαμένα κατένευσε· τὸ δʼ ἐντελές ὧι κʼ ἔπι νεύσηι
Παλλάς, ἐπεὶ μώναι Ζεὺς τό γε θυγατέρων
δῶκεν Ἀθαναίαι, πατρώια πάντα φέρεσθαι,
λωτροχόοι, μάτηρ δʼ οὔτις ἔτικτε θεάν,
135
ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει
ψεύδεα αι θυγάτηρ.
ἔρχετʼ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε
τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται,
σύν τʼ εὐαγορίαι σύν τʼ εὔγμασι σύν τʼ ὀλολυγαῖς.
140
χαῖρε θεά, κάδευ δʼ Ἄργεος Ἰναχίω.
χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις
ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω.
Tap any Greek word to look it up