Callimachus Hymn to Artemis
EN Lat Orig
Hymn to Artemis
Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι)
ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται
καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι,
ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι
5 παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα
ʼδός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν,
καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι.
δὸς δʼ ἰοὺς καὶ τόξαἔα πάτερ, οὔ σε φαρέτρην
οὐδʼ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς
10 αὐτίκα τεχνήσονται, ἐμοὶ δʼ εὐκαμπὲς ἄεμμα·
ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα
ζώννυσθαι λεγνωτόν, ἵνʼ ἄγρια θηρία καίνω.
δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
15 δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας,
αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκας
μήτʼ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν,
δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον
ἥντινα λῆις· σπαρνὸν γὰρ ὅτʼ Ἄρτεμις ἄστυ κάτεισιν·
20 οὔρεσιν οἰκήσω, πόλεσιν δʼ ἐπιμείξομαι ἀνδρῶν
μοῦνον ὅτʼ ὀξείηισιν ὑπʼ ὠδίνεσσι γυναῖκες
τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι
γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν,
ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα
25 μήτηρ, ἀλλʼ ἀμογητὶ φίλων ἀπεθήκατο γυίωνʼ.
ὣς παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς
ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας,
μέχρις ἵνα ψαύσειε. πατὴρ δʼ ἐπένευσε γελάσσας,
φῆ δὲ καταρρέζων ʼὅτε μοι τοιαῦτα θέαιναι
30 τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης
χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσʼ ἐθελημός
αἰτίζεις, καὶ δʼ ἄλλα πατὴρ ἔτι μείζονα δώσει.
τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω,
τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν
35 εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι·
πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι
μεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονται
Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς
ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοποσʼ. ὣς μὲν εἰπὼν
40 μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη
λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι·
ἔνθεν ἐπʼ Ὠκεανόν· πολέας δʼ ἐπελέξατο νύμφας,
πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.
χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς,
45 οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς.
αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε
νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότʼ ἔσκεν
οὔνομά οἱ Μελιγουνίς) ἐπʼ ἄκμοσιν Ἡφαίστοιο
ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον·
50 ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην.
αἱ νύμφαι δʼ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα
πρηόσινὀσσείοισιν ἐοικότα, πᾶσι δʼ ὑπʼ ὀφρύν
φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι
δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν
55 ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τʼ ἄημα
φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη,
αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων
Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει,
εὖθʼ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων
60 χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον
ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν.
τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι
οὔτʼ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι.
οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί
65 οὐδέποτʼ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες.
ἀλλʼ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι,
μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ,
Ἄργην Στερόπην· δὲ δώματος ἐκ μυχάτοιο
ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι·
70 αὐτίκα τὴν κούρην μορμύσσεται, δὲ τεκούσης
δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας.
κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα,
εὖτʼ ἔμολεν Λητώ σε μετʼ ἀγκαλίδεσσι φέρουσα,
Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη,
75 Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι,
στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης,
ὤλοψας δὲ βίηιφι· τὸ δʼ ἄτριχον εἰσέτι καὶ νῦν
μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι
φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματʼ ἀλώπηξ.
80 τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος
ʼΚύκλωπες κἠμοί τι Κυδώνιον εἰ δʼ ἄγε τόξον
ἠδʼ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων
τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων.
αἰ δέ κʼ ἐγὼ τόξοις μονιὸν δάκος τι πέλωρον
85 θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιενʼ.
ἔννεπες· οἳ δʼ ἐτέλεσσαν· ἄφαρ δʼ ὡπλίσσαο δαῖμον.
αἶψα δʼ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δʼ αὖλιν
Ἀρκαδικὴν ἔπι Πανός. δὲ κρέα λυγκὸς ἔταμνε
Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν.
90 τὶν δʼ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς
τρεῖς δὲ παρουαίους ἕνα δʼ αἰόλον, οἵ ῥα λέοντας
αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων,
εἷλκον ἔτι ζώοντας ἐπʼ αὐλίον, ἑπτὰ δʼ ἔδωκε
θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι
95 ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν,
καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί
σημῆναι, καὶ ζορκὸς ἐπʼ ἴχνιον ἡγήσασθαι.
ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο)
εὗρες ἐπὶ προμολῆισʼ ὄρεος τοῦ Παρρασίοιο
100 σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπʼ ὄχθηις
αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου,
μάσσονες ταῦροι, κεράων δʼ ἀπελάμπετο χρυσός·
ἐξαπίνης δʼ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες
ʼτοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴηʼ.
105 πέντʼ ἔσαν αἱ πᾶσαι· πίσυρας δʼ ἕλες ὦκα θέουσα
νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι.
τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν
Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι
ὕστερον ὅφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο.
110 Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι
ἔντεα καὶ ζώνη, χρύσεον δʼ ἐζεύξαο δίφρον,
ἐν δʼ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά.
ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατʼ ἀείρειν;
Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ
115 ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα.
ποῦ δʼ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης;
Μυσῶι ἐν Οὐλύμπωι, φάεος δʼ ἐνέηκας ἀυτμήν
ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί.
ποσσάκι δʼ ἀργυρέοιο θεὴ πειρήσαο τόξου;
120 πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν,
τὸ τρίτον αὖτʼ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτʼ ἐπὶ δρῦν,
ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας
οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον,
σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν·
125 κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη,
κείρονται δὲ γέροντες ἐφʼ υἱάσιν, αἱ δὲ γυναῖκες
βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι
τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη.
οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι,
130 κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη
τετραπόδων, εὖ δʼ ὄλβος ἀέξεται· οὐδʼ ἐπὶ σῆμα
ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν·
οὐδὲ διχοστασίη τρώει γένος, τε καὶ εὖ περ
οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν
135 εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται.
πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής,
εἴην δʼ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή·
τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή,
ἐν δὲ καὶ Ἀπόλλων, ἐν δʼ οἵ σεο πάντες ἄεθλοι,
140 ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα
θηητὴν φορέουσιν, ὅτʼ ἐς Διὸς οἶκον ἐλαύνεις.
ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται
ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων
θηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι
145 καρτερὸν Ἀλκεΐδην· νῦν δʼ οὐκέτι τοῦτον ἄεθλον
Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων
ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα
νεῖαι πῖον ἔδεσμα· θεοὶ δʼ ἐπὶ πάντες ἐκείνωι
ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή,
150 ταῦρον ὅτʼ ἐκ δίφροιο μάλα μέγαν γε χλούνην
κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα·
κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει
βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν
ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς
155 οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί
ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται.
καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλʼ ἐπὶ καὶ τούς.
ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο.
οὐ γὰρ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς
160 παύσατʼ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη,
τῆι ποτʼ ἀροτριόωντι συνήντετο Θειοδάμαντι.
σοὶ δʼ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας
ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι
Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν
165 ὠκύθοον τριπέτηλον, καὶ Διὸς ἵπποι ἔδουσιν·
ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο
ὕδατος, ὄφρʼ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη.
αὐτὴ δʼ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σʼ ἐφʼ ἕδρην
πάντες ὁμῶς καλέουσι· σὺ δʼ Ἀπόλλωνι παρίζεις.
170 ἡνίκα δʼ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται
ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο
Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἐνὶ Λίμναις,
ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα
ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δʼ εἴπαο τέθμια Ταύρων,
175 μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ
τετράγυον τέμνοιεν ὑπʼ ἀλλοτρίωι ἀροτῆρι·
γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι
κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν
εἰναετιζόμεναι κεραελκέες, αἳ μέγʼ ἄρισται
180 τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτʼ ἐκεῖνον
ἦλθε παρʼ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται
δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται.
τίς δέ νύ τοι νήσων, ποῖον δʼ ὄρος εὔαδε πλεῖστον,
τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δʼ ἔξοχα νυμφέων
185 φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας;
εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δʼ ἑτέροισιν ἀείσω.
νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη,
Τηύγετον δʼ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο.
ἔξοχα δʼ ἀλλάων Γορτυνίδα φίλαο νύμφην,
190 ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως
πτοιηθεὶς ὑπʼ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης.
δʼ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη,
ἄλλοτε δʼ εἱαμενῆισιν· δʼ ἐννέα μῆνας ἐφοίτα
παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν,
195 μέσφʼ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον
πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων
δίκτυα, τά σφʼ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες
νύμφην μὲν Δίκτυναν, ὄρος δʼ ὅθεν ἥλατο νύμφη
Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς
200 ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι
πίτυς σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι·
δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος
τῆς κούρης, ὅτʼ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι.
Οὖπι ἄνασσʼ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην
205 Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης.
καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτʼ ἔδωκας
αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη
Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορʼ ἀέθλου.
καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο
210 πότνια σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασί
καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι,
αἳ πρῶται θοὰ τόξα καὶ ἀμφʼ ὤμοισι φαρέτρας
ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι
δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός.
215 ἤινησας δʼ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην,
κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο,
καί κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας.
οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες
μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης
220 Ἀρκαδίην εἰσῆλθεν, ἔχει δʼ ἔτι θηρὸς ὀδόντας·
οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα
οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι
τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται,
τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια.
225 πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη
Μιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς
ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν.
Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δʼ Ἀγαμέμνων
πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι
230 μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας,
Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν
ἔπλεον ἀμφʼ Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι.
μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς,
ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας
235 οὔρεα πλαζομένας Ἀζήνια, τὸν δʼ ἐνὶ Λούσοις
Ἡμέρηι, οὕνεκα θυμὸν ἀπʼ ἄγριον εἵλεο παίδων.
σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι
ἔν ποτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντο
φηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ·
240 αὐταὶ δʼ, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο
πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωι
στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι
λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι
(οὐ γάρ πω νέβρεια διʼ ὀστέα τετρήναντο,
245 ἔργον Ἀθηναίης ἐλάφωι κακόνἔδραμε δʼ ἠχώ
Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἳ δὲ πόδεσσιν
οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι.
κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον
δωμήθη, τοῦ δʼ οὔτι θεώτερον ὄψεται ἠώς
250 οὐδʼ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι.
τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε
Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν
ἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρʼ αὐτόν
κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης.
255 δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν
οὔτʼ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος
ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι
νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται.
πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη.
260 μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ
βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες),
μηδʼ ἐλαφηβολίην μηδʼ εὐστοχίην ἐριδαίνειν
(οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι),
μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος,
265 οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν),
μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ
ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι
χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῆι.
Tap any Greek word to look it up
An open-access project
Wilamowitz-Moellendorff 1897
Wilamowitz-Moellendorff, Weidmann, 1897 · 1897
The Editor

Ulrich von Wilamowitz-Moellendorff (1848–1931) was arguably the greatest classical scholar of the modern era. Professor at Greifswald, Göttingen, and finally Berlin, he dominated classical philology for half a century through sheer range and productivity — publishing critical editions, literary histories, linguistic studies, and interpretive works on virtually every major Greek author. His editions of Euripides and the Greek lyric poets set new standards.

About This Edition

Wilamowitz's editions reflect his unparalleled command of Greek literature and language. Characteristically bold in emendation, he combined rigorous manuscript study with an extraordinary feel for Greek style and metre. His editions are essential for any serious student of Greek literature, even where later editors have reached different conclusions on individual readings.

Tap any Greek word to look it up