Epistulae
§1.1–11
§1.1 Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς λεγομένης τύχης ἐπηρείας, παρʼ ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι. καὶ γάρ πως ἤδη καὶ κατʼ ἐμαυτὸν ἔστρεφον, μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι· , εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον. καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας, ὑφʼ ὧν εἰς αὐτοὺς προήχθην, μάθῃς.
§1.2 Ἐγὼ κατέλιπον τὰς Ἀθήνας κατὰ φήμην τῆς σῆς φιλοσοφίας, ὑπεριδὼν τῶν ἐκεῖ. παρέδραμον δὲ τὴν ἐφʼ Ἑλλησπόντῳ πόλιν, ὡς οὐδεὶς Ὀδυσσεὺς Σειρήνων μέλη. καὶ τὴν Ἀσίαν ἐθαύμασα μέν, πρὸς δὲ τὴν μητρόπολιν τῶν ἐν αὐτῇ καλῶν ἠπειγόμην. ἐπεὶ δὲ κατέλαβον τὴν πατρίδα, καὶ σὲ ἐν αὐτῇ, τὸ μέγα ὄφελος, ζητήσας οὐχ εὗρον, ἐντεῦθέν μοι λοιπὸν αἱ πολλαὶ καὶ ποικίλαι ἀφορμαὶ τῶν ἀδοκήτων ἐπιγεγόνασι κωλυμάτων. γὰρ ἀσθενεῖν πάντως ἔδει, καὶ διὰ τοῦτο ἀπολείπεσθαι, ἐπὶ τὴν ἑῴαν βαδίζοντι συναπαίρειν μὴ δύνασθαι· ὀψὲ δέ ποτε μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα, οὐκ ἔχειν συνεῖναι τῷ φιλοσόφῳ πρὸς Αἰγυπτίους ἀπάραντι. πάλιν οὖν ἔδει Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε, καὶ οὐδʼ ἐνταῦθα τὸ σπουδαζόμενον ἔχειν. ἀλλʼ οὕτω δυσέρως ἦν ὥστε τὴν ἐπὶ Πέρσας βαδίζειν ἔδει καὶ συμπροϊέναι εἰς ὅτι μήκιστον τῆς βαρβάρων (ἦλθες γὰρ δὴ κἀκεῖσε· τοσαύτη τις ἦν φιλονεικία τοῦ δαίμονος) αὐτοῦ καθῆσθαι ἐπὶ τῆς Ἀλεξάνδρου, ὅπερ οὖν καὶ συνέβη. δοκῶ γάρ μοι, εἰ μὴ ὥσπερ τι θρέμμα θαλλῷ προδεικνυμένῳ ἑπόμενος ἀπηγόρευσα, ἐπέκεινα ἄν σε καὶ Νύσσης τῆς Ἰνδικῆς ἐλθεῖν ἀγόμενον καί, εἴ τι ἔσχατον τῆς καθʼ ἡμᾶς οἰκουμένης χωρίον, καὶ τούτῳ ἐπιπλανηθῆναι.
§1.3 Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; ἀλλὰ τὸ τελευταῖον νῦν ἐπὶ τῆς πατρίδος διάγοντι συγγενέσθαι οὐκ ἐξεγένετο, μακραῖς ἀῤῥωστίαις ἐξειργομένῳ· αἳ εἰ μὴ τοῦ γε λοιποῦ μετριώτεραι γένοιντο, οὐδὲ κατὰ τὸν χειμῶνα τῇ λογιότητί σου συνεσόμεθα. ταῦτα οὐχ εἱμαρμένης ἔργα, ὡς ἂν αὐτὸς εἴποις; ταῦτα οὐκ ἀνάγκης; ταῦτα οὐχί, μικροῦ δεῖν, καὶ τοὺς τῶν ποιητῶν ἐπὶ Ταντάλῳ μύθους ὑπερεβάλετο; ἀλλʼ, ὅπερ ἔφην, ῥᾴων γέγονα τοῖς γράμμασι καὶ οὐκέτι ἐπὶ τῆς αὐτῆς εἰμὶ γνώμης. φημὶ δὲ χρῆναι διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν. καὶ δὴ οὖν καὶ ἡμῖν εἰ μὲν παράσχοιτο συνεῖναί σοι, ταῦτʼ ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα. εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. ἄμεινον γάρ που πάντως, ὡς ἂν ἡμεῖς προελοίμεθα, διοικεῖ τὰ ἡμέτερα.
§2.1 Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσι. τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθʼ ἡμῶν βίον πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθῃς καὶ τῆς διαγωγῆς σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς ἄξιον, τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἡμῖν ἀποκειμένην μακαριότητα. ἐγὼ δὲ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι. κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. ἀλλʼ ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπορουμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται· συμμετέρχεται γὰρ αὐτοῖς ἀηδία καὶ χολή. τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον. τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα τῆς ἐρημίας ἀπωνάμεθα ταύτης. μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου (εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι), ταῦτά ἐστιν.
§2.2 Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει. ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς, καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρωμένῳ, εἰ μέλλοι ἐναργῆ αὐτοῦ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ. ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου συνεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι· τὸν δὲ ἤδη συγκατειλημμένον ὁμοζύγῳ ἕτερος θόρυβος φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία· ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα, γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν. καὶ αἱ νύκτες τὰς μεθημερινὰς φροντίδας παραλαμβάνουσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν.
§2.3 Τούτων δὲ μία φυγή, χωρισμὸς ἀπὸ τοῦ κόσμου παντός. κόσμου δὲ ἀναχώρησις, οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀποῤῥῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις. ἑτοιμασία δὲ καρδίας ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατόν, μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας· οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι, μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα. πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον, οἷόν πέρ ἐστι καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι.
§2.4 Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασι. τί οὖν μακαριώτερον τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσθαι; εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα, ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα; εἶτα ἡλίου καθαρῶς διαλάμψαντος, ἐπʼ ἔργα τρεπόμενον, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ τοῖς ὕμνοις, ὥσπερ ἅλατι, παραρτύειν τὰς ἐργασίας; τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται.
§2.5 Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώττης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων, μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος ἐπάνεισι μὲν πρὸς ἑαυτόν, διἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει· μήτε πρὸς τροφῆς φροντίδα μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ σωφροσύνη καὶ ἀνδρία· πῶς δὲ δικαιοσύνη καὶ φρόνησις, καὶ αἱ λοιπαὶ ἀρεταὶ ὅσαι ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι καθηκόντως ἕκαστα ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ.
§2.6 Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν καὶ μελέτη τῶν θεοπνεύστων Γραφῶν. ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσοιατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀῤῥωστήματι φάρμακον. καὶ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρʼ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον. ἀνδρίαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν αὐτός, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλʼ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινά, παρωξύνθη. πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν ταὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. τοιοῦτος ἦν καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθʼ ἑαυτοῦ διαβολὰς ὑποφέρων. καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.
§2.7 Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινημένην παραλαμβάνουσιν. εὐχὴ δὲ καλή, ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. καὶ τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, μηδὲ τοῖς ἀπροσδοκήτοις πάθεσιν νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ, ἐξελαύνων τὰ προσκαλούμενα αὐτὸν εἰς ἀκρασίαν πάθη, καὶ τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ.
§2.8 Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει, περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλʼ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χοήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδάσκειν ἀνεπιφθόνως· καὶ εἰ παρʼ ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. τόνος δὲ φωνῆς μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως. προεξετάσαντα ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις, οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας· πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρʼ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλʼ ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτήματος· ὥστε αὐτὸν καθʼ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν μηδὲν ἔτι μέμψασθαι τὸν ἐλέγξαντα.
§2.9 Ἕπεται δὲ τῷ ταπεινῷ καὶ κατεβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆς συννενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα· ὥστε ποιοῦσιν οἱ πενθοῦντες κατʼ ἐπιτήδευσιν, ταῦτα ἐκ τοῦ αὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον, ὥστε διαῤῥεῖν τὸν χιτῶνα, βλακικὸν γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν, μηδʼ αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες· μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν· τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν, ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν χιτὼν ὀφείλει ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. ὑπόδημα δὲ τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν.
§2.10 Καὶ ἁπαξαπλῶς, ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασώσασθαι. ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλʼ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. εὐχαὶ πρὸ τῆς τροφῆς ἀξίως γινέσθωσαν τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι, καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο. εὐχαὶ μετὰ τροφὴν εὐχαριστίαν τῶν δεδομένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων. ὥρα μία τροφῆς ἀποτεταγμένη, αὐτὴ κατὰ περίοδον ἀπαντῶσα· ὡς ἐκ τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι μόλις ταύτην τὴν προσαναλισκομένην τῷ σώματι, τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐνεργείᾳ ἀπασχολεῖσθαι τὸν ἀσκητήν.
§2.11 Ὕπνοι δὲ κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦντες τῷ συμμέτρῳ τῆς διαίτης· κατʼ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι, λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀλόγοις φαντασίαις παρέχειν, ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας. ἀλλʼ ὅπερ τοῖς ἄλλοις ὄρθρος ἐστί, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὠτῶν βλαβερὰς ἀκοὰς θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθʼ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος, καὶ διορθουμένου μὲν ἑαυτὸν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος.
§3.1 Ὅτε εἰς χεῖρας ἔλαβον τὴν ἐπιστολήν σου, ἔπαθόν τι ἀκοῆς ἄξιον. εὐλαβήθην αὐτὴν ὥς τι δημόσιον προσαγγέλλουσαν, καὶ παρʼ ὃν ἐξέλυον καιρὸν τὸν κηρόν, ἐφοβούμην προσβλέπων, ὡς οὐδεὶς ἐν αἰτίαις ὢν Σπαρτιάτης Λακωνικὴν σκυτάλην. ἐπεὶ δὲ ἔλυσα, καὶ πάνθʼ ἕκαστα ἐπεξῆλθον, γελάσαι μοι ἐπῆλθε, τοῦτο μὲν ὑφʼ ἡδονῆς, τοῦ μηδὲν ἀκοῦσαι νεώτερον, τοῦτο δὲ πρὸς τὰ Δημοσθένους τὰ σὰ κρίναντι. ὅτι μέν, ἐπειδὴ ὀλίγοις τισὶ χορευταῖς καὶ αὐληταῖς ἐχορήγει, οὐκέτι ἠξίου Δημοσθένης, ἀλλὰ χορηγὸς ὀνομάζεσθαι· σὺ δὲ αὐτὸς εἶ, καὶ χορηγῶν καὶ μή (χορηγῶν μέντοι πλείοσι μυριάσι στρατιωτῶν ὅσοις ἀνδράσιν ἐκεῖνος παρέσχε τὰ ἐπιτήδεια), ὅς γε οὔθʼ ἡμῖν ἀπὸ τοῦ σχήματος ἐπιστέλλεις, ἀλλὰ τὸν εἰωθότα τρόπον· καὶ τῆς περὶ λόγους σπουδῆς οὐδὲν ὑφίεσαι, ἀλλὰ τὸ τοῦ Πλάτωνος, ἐν χειμῶνι καὶ ζάλῃ πραγμάτων, οἷον ὑπὸ τείχει τινὶ καρτερῷ ἀποστάς, οὐδενὸς θορύβου τὴν ψυχὴν ἀναπίμπλασαι· μᾶλλον δὲ οὐδὲ ἑτέρους ἐᾷς, τό γε σαυτοῦ μέρος.
§3.2 Καὶ τὰ μὲν σὰ τοιαῦτα, μεγάλα καὶ θαυμαστὰ τοῖς συνορᾷν δυναμένοις, καὶ πάλιν οὐ θαυμαστὰ τῷ πρὸς τὴν ὅλην προαίρεσιν τοῦ βίου κρίνοντι. ἄκουε δὴ καὶ τὰ ἡμέτερα, παράδοξά τε ὄντα καὶ ἀκολούθως ἡμῖν ἀπαντῶντα.
§3.3 Ἀνήρ τις ἄγροικος τῶν συνοικούντων ἡμῖν ἐν Ἀννήσοις, οἰκέτου μου τελευτήσαντος, οὐ συμβόλαιον τι πρὸς αὐτὸν εἰπὼν ἐσχηκέναι, οὐ προσελθών μοι, οὐκ ἐπαιτιασάμενος, οὐ παρʼ ἑκόντος ἀξιώσας λαβεῖν, οὐκ ἀπειλήσας εἰ μὴ λάβοι βιάσασθαι, ἀθρόον μετά τινων ὁμοίων αὐτῷ τὴν ἀπόνοιαν ἐπιθέμενος ἡμῶν τῇ οἰκίᾳ, τά τε γύναια τὰ φυλάττοντα συνέτριψε τύπτων, καὶ καταῤῥήξας τὰς θύρας ἐξεφόρησεν ἅπαντα, τὰ μὲν αὐτὸς λαβών, τὰ δὲ εἰς διαρπαγὴν τοῖς βουλομένοις προθείς.
§3.4 Ἵνʼ οὖν μὴ ἔσχατος ὅρος ἡμεῖς τῆς ἀσθενείας ὦμεν καὶ παντὶ δόξωμεν ἐπιτήδειοι πρὸς ἐπιχείρησιν, ἣν ἐν πᾶσι τοῖς πράγμασιν ἡμῶν σπουδὴν ἐπιδέδειξαι, καὶ νῦν εἰσενέγκασθαι παρακλήθητι. μόνως γὰρ ἂν ἡμῖν οὕτω τὸ ἄπραγμον σώζοιτο, εἰ τῷ σῷ δραστηρίῳ συντεταγμένοι εἴημεν. γένοιτο δʼ ἂν ἡμῖν ἀρκοῦσα δίκη, εἰ διὰ τοῦ παγάρχου συλληφθεὶς ἐν τῷ δεσμωτηρίῳ βραχὺν κατακλεισθείη χρόνον. καὶ γὰρ οὐχ ὑπὲρ ὧν πεπόνθαμεν ἀγανακτοῦμεν μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ λοιπὸν ἀσφαλείας δεόμεθα.
§4.1 Οἷα ποιεῖς, θαυμάσιε, τὴν φίλην ἡμῖν πενίαν καὶ φιλοσοφίας τροφὸν τῆς ἐσχατιᾶς ἀπελαύνων; οἶμαι γὰρ ἄν σε καὶ ἐξούλης γραφὴν ὑπʼ αὐτῆς φεύγειν, εἴ τις αὐτῇ προσγένοιτο λόγος· ὅτι τούτῳ συνοικεῖν εἱλόμην ἐγὼ νῦν μὲν τὸν Ζήνωνα ἐπαινοῦντι, ὃς ναυαγίῳ πάντα ἀποβαλὼν οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλʼ, εὖγε, εἶπεν, τύχη, συνελαύνεις ἡμᾶς εἰς τὸ τριβώνιον, νῦν δὲ τὸν Κλεάνθην μισθῷ ὕδωρ τοῦ φρέατος ἀπαντλοῦντα, ὅθεν αὐτός τε διέζη καὶ τοῖς διδασκάλοις μισθοὺς ὑπετέλει. τὸν δὲ Διογένην οὐδὲ ἐπαύσατό ποτε θαυμάζων τοῖς παρὰ τῆς φύσεως μόνοις ἀρκεῖσθαι φιλοτιμούμενον, ὡς καὶ τὸ κισσύβιον ἀποῤῥῖψαι, ἐπειδήπερ παρὰ παιδὸς ἐδιδάχθη κοίλαις ταῖς χερσὶν ἐπικύπτων πίνειν. ταῦτα ἄν σοι καὶ τὰ τοιαῦτα σύνοικος ἡμῖν πενία μέμψαιτο, ταῖς μεγαλοδωρεαῖς ἐξοικισθεῖσα νῦν. προσθείη δὲ καὶ ἀπειλήν τινα· ὅτι, εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν Ἰταλιῶτιν τρυφὴν ἀποδείξω τὰ πρότερα· οὕτω σε ἀκριβῶς τοῖς παρʼ ἐμαυτῆς ἀμυνοῦμαι.
§4.2 Καὶ ταῦτα μὲν δὴ τοιαῦτα. ἥσθην δὲ ἀκούσας ἦρχθαί σε τῆς θεραπείας ἤδη, καὶ εὔχομαί σε ὄνασθαι αὐτῆς. πρέποι δʼ ἂν τῇ ἱερᾷ σου ψυχῇ ἄλυπος ὑπηρεσία σώματος.
§5.1 Οὔπω εἶχον τρίτην τετάρτην ἡμέραν πληγεὶς ἐπὶ τῇ ἀκοῇ τοῦ ἀφορήτου πάθους καὶ ἔτι ἀμφίβολος ὢν διὰ τὸ μηδὲ σαφῶς δυνηθῆναι ἡμῖν τῶν ἀνιαρῶν τὸν μηνυτὴν τὸ συμβὰν διηγήσασθαι, καὶ τῷ ἀπεύχεσθαι ἀληθῆ εἶναι δυσπαραδέκτως ἔχων πρὸς τὰ θρυλλούμενα, ἐδεξάμην γράμμα τοῦ ἐπισκόπου ἀκριβῶς σημαῖνον τὴν ἀπευκτὴν ἀγγελίαν. ἐφʼ ὅσον μὲν ἐστέναξα καὶ ὅσον ἀφῆκα δάκρυον, τί χρὴ καὶ λέγειν; καὶ γὰρ τίς οὕτω λίθινος τὴν καρδίαν ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι;
§5.2 Οἴκου λαμπροῦ διαδοχή, ἔρεισμα γένους, πατρίδος ἐλπίς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφέν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὤν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται. ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; ὥστε οὐδὲν μέγα, εἰ καὶ ἡμῶν διὰ βάθους ἥψατο τὸ κακόν, ὁλοκλήρως ἐξ ἀρχῆς προσπεφυκότων ὑμῖν καὶ τάς τε εὐφροσύνας ὑμῶν καὶ τὰς λύπας ἰδίας ἑαυτῶν ποιουμένων. καίτοιγε ἐδόκει, τόν γε μέχρι τοῦ παρόντος χρόνον, ὀλίγα εἶναι τὰ λυποῦντα ὑμᾶς, ἐν τοῖς πλείστοις δὲ κατὰ ῥοῦν ὑμῖν τὰ πράγματα φέρεσθαι· ἀλλʼ ἀθρόως, βασκανίᾳ δαίμονος, πᾶσα ἐκείνη τοῦ οἴκου εὐθηνία καὶ τῶν ψυχῶν φαιδρότης ἠφάνισται, καὶ ἐγενόμεθα τῷ βίῳ διήγημα σκυθρωπόν. ἐὰν μὲν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει ἡμῖν χρόνος τοῦ βίου· πάντες δὲ ἄνθρωποι μεθʼ ἡμῶν στένοντες παρισῶσαι τῷ πάθει τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει.
§5.3 Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ἐναπέθετο ἐν ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν· τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων καὶ ὑποβάλλειν ἡμῖν τε εἴδομεν, τε ἠκούσαμεν, ὅτι γέμει βίος τῶν τοιούτων παθῶν, καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστὶ τὰ ὑποδείγματα, καὶ ἐπὶ πᾶσιν, ὅτι πρόσταγμα Θεοῦ ἐστὶ τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ ἀθλοθέτῃ στέφανοι δόξης ἀπόκεινται· ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν. διὸ παρακαλῶ σε ὡς γενναῖον ἀγωνιστὴν στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν, ἐκεῖνο πεπεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀποδεκτόν ἐστι, κἂν ἐπίπονον . αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκατάληπτος, διἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται.
§5.4 Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν καὶ μὴ δυσχεραίνειν, μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς ἣν μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Κύριος ἔδωκεν, Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο· ἴσος μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. οὐκ ἀπεστερήθημεν τοῦ παιδός, ἀλλʼ ἀπεδώκαμεν τῷ χρήσαντι· οὐδὲ ἠφανίσθη αὐτοῦ ζωή, ἀλλʼ ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. οὐδὲ πολὺς χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν μὲν προκατέλυσεν, δὲ ἐπῆλθεν, δὲ ἐπείγεται, πάντας δὲ ἓν ὑποδέξεται τέλος. εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν προκατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευσόμεθα καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. μόνον γένοιτο ἡμᾶς διἀρετῆς τῇ καθαρότητι ἐκείνου ὁμοιωθῆναι, ἵνα διὰ τὸ ἄδολον τοῦ ἤθους τῆς αὐτῆς τοῖς ἐν Χριστῷ νηπίοις ἀναπαύσεως ἐπιτύχωμεν.
§6.1 Ἔμελλον ἀποσιωπᾷν πρὸς τὴν κοσμιότητά σου, λογιζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ, λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. ἐπεὶ δέ με εἰσῆλθεν ὅτι πρὸς Χριστιανήν μοι λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα. ἐκείνου θάνατος πληγὴ ἐγένετο πατρίδων δύο, τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. γῆ, τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. ἔφριξε τάχα καὶ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει;
§6.2 Ἀλλʼ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ εὐαγγελίῳ ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυτοὺς προσαπόλλυμεν. μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. ἀμαθεῖς ἐσμέν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. νῦν σου λαμβάνει τὴν δοκιμὴν Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον καὶ οὐκ ἐστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον, ἀλλʼ εὐχαριστοῦσα τῷ Θεῷ ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι.
§6.3 Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. τί οὖν παράδοξον, εἰ ἀπέθανεν θνητός; ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο, ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ οὐκ ἐπιστάμεθα. περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν κατοικεῖς καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα. ἀνάβλεψον πρὸς τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ οὗτος διαμενεῖ. οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ γῆ, πάντα φθαρτά, πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. μὴ καθʼ ἑαυτὸ μέτρει τὸ πάθος, ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν τῷ πάθει ἑαυτὴν καταναλίσκουσα. ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παράκλησιν, ἀλλʼ εὐχῆς ἡγοῦμαι χρείαν εἶναι πρὸς τὰ πρὸς τὰ παρόντα. εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνάμει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵνʼ οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.
§7.1 Οὐδὲ τότε ἠγνόουν, ὅτε ἐπέστελλον τῇ λογιότητί σου, ὅτι πᾶσα θεολογικὴ φωνὴ ἐλάττων μέν ἐστι τῆς διανοίας τοῦ λέγοντος, ἐλάττων δὲ τῆς τοῦ ἐπιζητοῦντος ἐπιθυμίας, διότι λόγος ἀσθενέστερόν πως πέφυκε διακονεῖσθαι τοῖς νοουμένοις. εἰ οὖν ἀσθενὴς ἡμῶν διάνοια, ἐλάττων δὲ ταύτης γλῶσσα, τί ἐχρῆν προσδοκᾷν ἡμᾶς ἐπὶ τοῖς εἰρημένοις, καὶ οὐχὶ πενίαν ἐγκληθήσεσθαι λόγων; οὐ μὴν τούτου γε ἕνεκεν δυνατὸν ἦν σιωπῇ παρελθεῖν τὸ ἐπιζητούμενον. κίνδυνος γὰρ προδοσίας ἐν τῷ μὴ προχείρως ἀποδιδόναι τὰς περὶ Θεοῦ ἀποκρίσεις τοῖς ἀγαπῶσι τὸν Κύριον. ἐκεῖνα μὲν οὖν, εἴτε ἀρκούντως ἔχειν δοκεῖ, εἴτε καὶ ἀκριβεστέρας τινὸς προσθήκης δεῖται, καιροῦ ἰδίου πρὸς διόρθωσιν χρῄζει.
§7.2 Τὸ δὲ νῦν ἔχον παρακαλοῦμέν σε, καὶ παρεκαλέσαμεν ἤδη, χρῆσαι σεαυτὸν ὁλοκλήρως τῇ συνηγορίᾳ τῆς ἀληθείας καὶ ταῖς παρὰ τοῦ Θεοῦ ἐγγινομέναις τῇ διανοίᾳ σου ὁρμαῖς πρὸς τὴν τοῦ ἀγαθοῦ σύστασιν, ταύταις ἀρκούμενον καὶ παρʼ ἡμῶν μηδὲν ἐπιζητοῦντα πλέον· οἳ πολλῷ ἐλάττους ὄντες τῆς ὑπονοίας βλάπτομεν μᾶλλον τῇ παρʼ ἑαυτῶν ἀσθενείᾳ τὸν λόγον τινα ἰσχὺν διὰ τῆς συνηγορίας τῇ ἀληθείᾳ προστίθεμεν.
§8.1 καὶ περὶ πίστεως Πολλάκις ἐθαύμασα τί ποτε πρὸς ἡμᾶς πεπόνθατε καὶ πόθεν τοσοῦτον ἡττᾶσθε τῆς ἡμετέρας βραχύτητος, τῆς μικρᾶς καὶ ὀλίγης καὶ οὐδὲν ἴσως ἐχούσης ἐράσμιον, καὶ λόγοις ἡμᾶς προτρέπεσθε φιλίας τε καὶ πατρίδος ὑπομιμνήσκοντες, ὥσπερ φυγάδας τινὰς πατρικοῖς σπλάγχνοις πρὸς ἑαυτοὺς πάλιν ἐπιστρέφειν πειρώμενοι. ἐγὼ δὲ τὸ μὲν φυγὰς γεγονέναι ὁμολογῶ, καὶ οὐκ ἀρνηθείην· τὴν δὲ αἰτίαν μάθοιτʼ ἂν ἤδη ποθοῦντες.
§8.2 Μάλιστα μὲν τῷ ἀδοκήτῳ τότε πληγείς, καθάπερ οἱ τοῖς αἰφνιδίοις ψόφοις ἀθρόως καταπλαγέντες, οὐ κατέσχον τοὺς λογισμούς, ἀλλʼ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην χρόνον ἱκανὸν ἀφʼ ὑμῶν, ἔπειτα δὲ καὶ πόθος τις ὑπεισῄει μου τῶν θείων δογμάτων καὶ τῆς περὶ ἐκεῖνα φιλοσοφίας. Πῶς γὰρ ἂν δυναίμην, ἔφην ἐγώ, κρατῆσαι τῆς συνοικούσης ἡμῖν κακίας; τίς δʼ ἄν μοι γένηται Λάβαν, ἀπαλλάττων με τοῦ Ἡσαῦ καὶ πρὸς τὴν ἀνωτάτω φιλοσοφίαν παιδαγωγῶν; ἀλλʼ ἐπειδή, σὺν Θεῷ, τοῦ σκοποῦ κατὰ δύναμιν τετυχήκαμεν εὑρόντες σκεῦος ἐκλογῆς καὶ φρέαρ βαθύ, λέγω δὲ τὸ τοῦ Χριστοῦ στόμα Γρηγόριον, ὀλίγον ἡμῖν, παρακαλῶ, ὀλίγον συγχωρήσατε χρόνον. αἰτούμεθα, οὐ τὴν ἐν ταῖς πόλεσι διατριβὴν ἀσπαζόμενοι· οὐδὲ γὰρ λέληθεν ἡμᾶς πονηρὸς διὰ τῶν τοιούτων τὴν ἀπάτην τοῖς ἀνθρώποις προσμηχανώμενος· ἀλλὰ τὴν συντυχίαν τὴν πρὸς τοὺς ἁγίους ἐπωφελῆ μάλιστα κρίνοντες. ἐν γὰρ τῷ λέγειν τι περὶ τῶν θείων δογμάτων καὶ ἀκούειν πυκνότερον, ἕξιν δυσαπόβλητον θεωρημάτων λαμβάνομεν. καὶ τὰ μὲν καθʼ ἡμᾶς τοῦτον ἔχει τὸν τρόπον.
§8.3 Ὑμεῖς δέ, θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφαλαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λαθὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ. τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελές, μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέρας ψυχάς, ἀλλʼ ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν. γὰρ ἀγέννητον καὶ γεννητὸν ἐπεισάγων ἡμῶν τῇ πίστει, καὶ τὸν ἀεὶ ὄντα μὴ ὄντα ποτὲ δογματἴζων, καὶ τὸν φύσει καὶ ἀεὶ Πατέρα πατέρα γινόμενον, καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἀΐδιον, οὐκ ἀντικρύς ἐστι Φυλιστεύς; βασκαίνων τοῖς τοῦ πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται, τό Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν, δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ θεῖοι λόγοι καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν.
§8.4 Πρὸς δὲ τοὺς ἐπηρεάζοντας ἡμῖν τὸ τρίθεον, ἐκεῖνο λεγέσθω, ὅτιπερ ἡμεῖς ἕνα Θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει ὁμολογοῦμεν. πᾶν γὰρ ἓν ἀριθμῷ λέγεται, τοῦτο οὐχ ἓν ὄντως οὐδʼ ἁπλοῦν τῇ φύσει ἐστίν· δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται. οὐκ ἄρα εἷς ἀριθμῷ ἐστὶν Θεός. δὲ λέγω τοιοῦτόν ἐστιν. ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει, ἀλλʼ οὐδʼ ἁπλοῦν τινὰ τοῦτον· τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν. πάλιν ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται· ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν. ἀλλʼ οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς. ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλʼ οὐχ ἕνα τῇ φύσει οὐδὲ ἁπλοῦν· οὐσίαν γὰρ μεθʼ ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν. εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὔκ ἐστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὔκ ἐστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν, πῶς ἐπεισάγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευκται· γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως. σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν. διὸ καὶ πᾶς ἀριθμὸς ἐκεῖνα σημαίνει τὰ ἔνυλον καὶ περιγραπτὴν ἔχειν λαχόντα τὴν φύσιν, δὲ μονὰς καὶ ἑνὰς τῆς ἁπλῆς καὶ ἀπεριλήπτου οὐσίας ἐστὶ σημαντική. τοίνυν ἀριθμὸν κτίσμα ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων. περιγραπτὴν δὲ λέγω, οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλʼ ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ἣν καὶ ἐπιστήμῃ περιλαβεῖν δυνατόν ἐστι. πᾶν οὖν ἅγιον, περιγραπτὴν ἔχει τὴν φύσιν καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα, οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον πηγή ἐστιν ἁγιασμοῦ, ὑφʼ ἧς πᾶσα λογικὴ κτίσις κατʼ ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται.
§8.5 Καίτοι ἡμεῖς κατὰ τὸν ἀληθῆ λόγον οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί. ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον. ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιότητας λέγεται· ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον. ταὐτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατʼ οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατʼ οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος· ἐκ γὰρ τούτου τὸ ὁμοούσιον δείκνυται. γὰρ κατʼ οὐσίαν Θεὸς τῷ κατʼ οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν.
§8.6 Ἐπεὶ δὲ λέγεται θεὸς καὶ ἄνθρωπος, ὡς τὸ Εγὼ εἶπα, θεοί ἐστε, καὶ δαίμων θεός, ὡς τὸ Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ἀλλʼ οἱ μὲν κατὰ χάριν ὀνομάζονται, οἱ δὲ κατὰ ψεῦδος. δὲ Θεὸς μόνος κατʼ οὐσίαν ἐστὶ Θεός. μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ, τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου· ἐπί τινος μέν, οἷον, φέρε εἰπεῖν, ἐπὶ Παύλου, ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἤκουσεν ἄῤῥητα ῥήματα οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἐπὶ φύσεως δὲ τῆς καθόλου, ὡς ὅταν λέγῃ Δαβίδ, Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. ἐνταῦθα γὰρ οὐ τόν τινα ἄνθρωπον, ἀλλὰ τὴν καθόλου φύσιν δηλοῖ· πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός. οὕτω κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα· τὸ μόνος ἔχων ἀθανασίαν, καί, Μόνῳ σοφῷ Θεῷ, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς Θεός (τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταὐτὸν δηλοῖ), καὶ τὸ τανύσας τὸν οὐρανὸν μόνος, καὶ πάλιν, Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τὸ Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ. τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ τοῦ ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεούς, ὀνομαζομένους δὲ ψευδῶς· ὡς τὸ Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετʼ αὐτῶν θεὸς ἀλλότριος, καὶ τὸ Περιεῖλον υἱοὶ Ἰσραὴλ τὰ Βααλεὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευον Κυρίῳ μόνῳ, καὶ πάλιν Παῦλος, Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλʼ ἡμῖν εἷς Θεός, Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, διοὗ τὰ πάντα.
§8.7 Ἀλλὰ ζητοῦμεν ἐνταῦθα πῶς Εἷς Θεὸς εἰρηκὼς οὐκ ἠρκέσθη τῇ φωνῇ (ἔφαμεν γὰρ ὅτι μόνος καὶ τὸ εἷς, ἐπὶ Θεοῦ, τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε καὶ τοῦ Χριστοῦ ἐμνημόνευσεν. ὑπονοῶ τοίνυν ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ, καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου τὸν Λόγον τὸν διοὗ τὰ πάντα σημάνῃ· καὶ πάλιν, διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαραλήψεως, τὴν ἐνανθρώπησιν παραγγείλῃ καὶ τὸ πάθος παραστήσῃ καὶ τὴν ἀνάστασιν φανερώσῃ. τὸ γὰρ Ἰησοῦς Χριστὸς τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει. διὸ καὶ πρὸ τοῦ πάθους παραιτεῖται Κύριος, Ἰησοῦς Χριστὸς καταγγέλλεσθαι, καὶ διαστέλλεται τοῖς μαθηταῖς, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν Ἰησοῦς Χριστός. πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν. τοιοῦτόν ἐστι καὶ τὸ Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, καὶ τὸ Πιστεύετε εἰς Θεὸν καὶ εἰς ἐμὲ πιστεύετε· πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ ἁγίου, ἵνα μὴ θατέρῳ προσβαίνοντες θατέρου ἐκπίπτωμεν, καὶ τῇ θεολογίᾳ προσέχοντες τῆς οἰκονομίας καταφρονῶμεν, καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἀσέβεια.
§8.8 Τὰ δὲ ῥήματα τῆς θείας Γραφῆς, ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνείδησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ Μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσωμεν, κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτῶν τὴν διάνοιαν. καὶ πρῶτον ἡμῖν προτιθέσθω τὸ Ἐγὼ ζῶ διὰ τὸν Πατέρα· τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶς αὐτῷ κεχρημένων. ἐνταῦθα δὲ τὸ ῥητὸν οὐ τὴν προαιώνιον, ὡς οἶμαι, ζωὴν ὀνομάζει (πᾶν γὰρ τὸ διἕτερον ζῶν αὐτοζωὴ εἶναι οὐ δύναται, ὡς οὐδὲ τὸ ὑφʼ ἑτέρου θερμανθὲν αὐτοθερμότης εἶναι, δὲ Χριστὸς καὶ Θεὸς ἡμῶν εἴρηκεν, Ἐγώ εἰμι ζωή), ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην, ἣν ἔζησε διὰ τὸν Πατέρα. βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων· καὶ οὐκ εἶπεν, Ἐγὼ ἔζησα διὰ τὸν Πατέρα, ἀλλʼ, Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, σαφῶς τὸν παρόντα προσημαίνων χρόνον. δύναται δὲ καὶ ζωὴν λέγειν ἣν δῇ Χριστός, τὸν λόγον τοῦ Θεοῦ ἔχων ἐν ἑαυτῷ. καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον, ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα. Καὶ τρώγων με, φησί, ζήσεται διἐμέ· τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα καὶ πίνομεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι, διὰ τῆς ἐνανθρωπήσεως καὶ τῆς αἰσθητῆς ζωῆς, τοῦ Λόγου καὶ τῆς σοφίας. σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὠνόμασε, καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε, διἧς τρέφεται ψυχὴ καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευάζεται. καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον.
§8.9 Καὶ πάλιν, Πατήρ μου μείζων μου ἐστί· κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ γεννήματα. ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα. τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας. ἄγγελον γὰρ ἀγγέλου λέγομεν μείζονα, καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον, καὶ πτηνὸν πτηνοῦ ταχύτερον. εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται, μείζων δὲ κατὰ σύγκρισιν εἴρηται Πατὴρ τοῦ Υἱοῦ, ὁμοούσιος τῷ Πατρὶ Υἱός. ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ. τί γὰρ θαυμαστὸν εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε, Λόγος ὢν καὶ σὰρξ γεγονώς, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; Ἠλάττωσας γὰρ αὐτόν, φησί, βραχύ τι παρʼ ἀγγέλους· καὶ πάλιν, Τὸν δὲ βραχύ τι παρʼ ἀγγέλους ἠλαττωμένον, καὶ τὸ Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας τοὺς ἀνθρώπους. τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται καὶ τὸ σωθὲν καταμίξῃ καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ διὰ τοῦτο περιπεσόντα λῃσταῖς, εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα.
§8.10 καὶ τὴν φάτνην αὐτῷ ὀνειδίσει αἱρετικός, διἧς ἄλογος ὢν ἐτράφη ὑπὸ τοῦ Λόγου; καὶ τὴν πενίαν προοίσει, ὅτι κλινιδίου οὐκ ηὐπόρησεν τοῦ τέκτονος υἱός; διὰ τοῦτο Πατρὸς ἐλάττων Υἱός, ὅτι διὰ σὲ γέγονε νεκρός, ἵνα σε τῆς νεκρότητος ἀπαλλάξῃ καὶ ζωῆς μέτοχον ἐπουρανίου ποιήσῃ; ὥσπερ ἄν, εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο, ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύῃ, ἵνα τοὺς πεπονθότας ἰάσηται.
§8.11 Διὰ σὲ καὶ τὴν ὥραν καὶ τὴν ἡμέραν τῆς κρίσεως ἀγνοεῖ· καίτοι οὐδὲν λανθάνει τὴν ὄντως σοφίαν, Πάντα γὰρ διαὐτῆς ἐγένετο, οὐδεὶς δὲ ἀνθρώπων πώποτε πεποίηκεν ἀγνοεῖ. ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτήσαντες τῇ ἀθυμίᾳ καταπέσωσιν, ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας, μηδʼ οὖ πάλιν οἱ πολεμοῦντες μακρὰν τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτήσωσιν. ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ· τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευόμενος. καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμήσας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν· ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, ὡς τελείοις κατʼ ἰδίαν διαλεγόμενος, καθʼ ὑπεξαίρεσιν ἑαυτοῦ φησίν, Οὐχ ὑμῶν ἐστὶ γνῶναι χρόνους καιροὺς οὓς Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ.
§8.12 Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον. ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴ πως δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην, τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτόν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν οὓς ἑστιᾶσαι σπουδάζομεν.
§8.13 Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου, τὸ τέλος ἐπιζητοῦσι καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν Κύριος ἡμῶν ἀπεφήνατο· ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοίων τοῦ Θεοῦ, ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ προσένειμε τῷ Πατρί. ὑπονοῶ τοίνυν ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὔκ ἐστι. δικαιοσύνην μὲν γὰρ καὶ σοφίαν λέγεται εἰδέναι Θεός, αὐτοδικαιοσύνη καὶ σοφία ὑπάρχων, ἀδικίαν δὲ καὶ πονηρίαν ἀγνοεῖν· οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία κτίσας ἡμᾶς Θεός. εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν (οὐκ ἔστι δὲ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτόν), οὐκ ἄρα οἶδεν Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα. ἀλλʼ οὐδὲ οἱ ἄγγελοι, φησίν, ἴσασι· τουτέστιν, οὐδὲ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσὶ τὸ ἔσχατον ὀρεκτόν. παχεῖα γὰρ καὶ τούτων γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσωπον.
§8.14 Μόνος δὲ Πατήρ, φησίν, ἐπίσταται, ἐπεὶ καὶ αὐτός ἐστι τὸ τέλος καὶ ἐσχάτη μακαριότης. ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις μηδὲ διὰ τῶν ἀλλοτρίων ἐπιγινώσκωμεν, ἀλλʼ αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλθωμεν, τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα. Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν· τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον, καὶ ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν. ἔστι δὲ καὶ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος καὶ ἐσχάτη μακαριότης κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν. τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετάβασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπών, μεθʼ ἣν οὐκ ἔστιν ἑτέρα. τηνικαῦτα γὰρ νοῦς ἡμῶν ἐξανίσταται καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου.
§8.15 Ἀλλʼ ἐπειδὴ παχυνθεὶς ἡμῶν νοῦς τῷ χοῒ συνεδέθη καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος, τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵνʼ οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι. κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ Πατήρ μου μείζων μού ἐστι, καὶ τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός. τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί, ἀπαρχὴν ὄντα καὶ οὐ τέλος κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς, καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται. ὅτι δὲ ταῦθʼ οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὸ Πότε ἀποκαθιστάνεὶς τὴν βασιλείαν τῷ Ἰσραήλ; φησίν, Οὐχ ἡμῶν ἐστὶ γνῶναι χρόνους καιροὺς οὓς Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ, τουτέστιν, οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασιλείας γνῶσις.
§8.16 Ταύτην γὰρ τὴν θεωρίαν Πατὴρ ἐναπέθετο τῇ ἰδίᾳ ἐξουσίᾳ· ἐξουσίαν λέγων τοὺς ἐξουσιαζομένους, ἰδίαν δέ, οὓς μὴ κατέχει ἄγνοια τῶν κατωτέρω πραγμάτων. χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς, ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα. δεῖ γὰρ τὴν προσευχὴν ἐκείνην ἐπὶ πέρας ἀχθῆναι τοῦ Δεσπότου ἡμῶν· Ἰησοῦς γάρ ἐστιν προσευξάμενος, Δὸς αὐτοῖς, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι, καθὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, Πάτερ. εἷς γὰρ ὢν Θεός, ἐν ἑκάστῳ γινόμενος, ἑνοῖ τοὺς πάντας· καὶ ἀπόλλυται ἀριθμὸς τῇ τῆς μονάδος ἐπιδημίᾳ.
§8.17 Κἀγὼ μὲν οὕτως ἐπέβαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν ἐπιχείρησιν. εἰ δέ τις βέλτιον λέγοι διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν. οὐδεὶς γὰρ παρʼ ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονεικίας ἕνεκεν κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλʼ ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη, τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ, ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων, τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας.
§8.18 Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κέκτισται, Κύριος γάρ, φησίν, ἔκτισέ με. καὶ ἀρχὴ ὁδῶν εὐαγγελικῶν ὀνομάζεται, ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατʼ οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς. τὸ γὰρ γεγονέναι καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ. ὡς γὰρ ὁδὸς γέγονε, καὶ θύρα, καὶ ποιμήν, καὶ ἄγγελος, καὶ πρόβατον, καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος, ἄλλων κατʼ ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων.
§8.19 Τί ἂν εἴποι πάλιν αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ καὶ τοῦ διἡμᾶς ἁμαρτίαν γεγενημένου; γέγραπται γάρ, Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον; τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται, καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετήν, ἀνυπότακτον ἑαυτὸν ὀνομάζει. οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον, Σαῦλε γάρ, φησί, Σαῦλε, τί με διώκεις; ἡνίκα ἐπὶ Δαμασκὸν ἔτρεχε, τοὺς μαθητὰς τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος. καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει, ἑνός τινος τῶν ἀδελφῶν γυμνητεύοντος, Γυμνὸς γάρ, φησίν, ἤμην, καὶ περιεβάλετέ με. καί, ἄλλου ἐν φυλακῇ ὄντος, ἑαυτὸν ἔφη εἶναι τὸν καθειργμένον. αὐτὸς γὰρ τὰς ἀσθενίας ἡμῶν ἦρε καὶ τὰς νόσους ἐβάστασε. μία δὲ τῶν ἀσθενειῶν ἐστὶ καὶ ἀνυποταξία, καὶ ταύτην ἐβάστασε. διὸ καὶ τὰ συμβαίνοντα ἡμῖν περιστατικὰ ἰδιοποιεῖται Κύριος, ἐκ τῆς πρὸς ἡμᾶς κοινωνίας τὰ ἡμέτερα πάθη ἀναδεχόμενος.
§8.20 Ἀλλὰ καὶ τὸ Οὐ δύναται Υἱὸς ποιεῖν ἀφʼ ἑαυτοῦ οὐδέν, λαμβάνουσιν οἱ θεομάχοι ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγγέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν Υἱὸν τῷ Πατρί. εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, αὐτεξούσιον ἔχον τὴν ἐπὶ τὸ χεῖρόν τε καὶ κρεῖττον ῥοπήν, δὲ Υἱὸς οὐ δύναταί τι ποιεῖν ἀφʼ ἑαυτοῦ, οὐ κτίσμα Υἱός. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ Πατρί. καὶ πάλιν, οὐδὲν τῶν κτισμάτων τὰ ὅσα βούλεται δύναται. δὲ Υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πάντα ὅσα ἠθέλησεν ἐποίησεν. οὐκ ἄρα κτίσμα Υἱός. καὶ πάλιν, πάντα τὰ κτίσματα ἐκ τῶν ἐναντίων συνέστηκεν τῶν ἐναντίων ἐστὶ δεκτικά. δὲ Υἱὸς αὐτοδικαιοσύνη καὶ ἄϋλός ἐστιν. οὐκ ἄρα κτίσμα Υἱός. εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ Πατρί.
§8.21 Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἐξέτασις κατὰ τὴν δύναμιν τὴν ἡμετέραν τῶν τεθέντων ῥητῶν. ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ ἁγίῳ τῷ λόγῳ χωρήσωμεν, καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. κτίσμα λέγεις τὸ Πνεῦμα τὸ ἅγιον. πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος· Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά. εἰ δὲ δοῦλόν ἐστι, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα· πᾶν δὲ ἐπίκτητον ἔχει τὴν ἁγιότητα οὐκ ἀνεπίδεκτόν ἐστι κακίας. τὸ δὲ Πνεῦμα τὸ ἅγιον, κατʼ οὐσίαν ὂν ἅγιον, πηγὴ ἁγιασμοῦ προσηγόρευται. οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον. εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ. πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθεροῦντά σε τῆς δουλείας; γὰρ νόμος, φησί, τοῦ Πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας. ἀλλʼ οὐδὲ τρεπτὴν αὐτοῦ ποτὲ τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως, ἥτις ὡς ἀστραπὴ πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἐξέπεσε τῆς ὄντως ζωῆς διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίωσιν. τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος καὶ τὸ ἀγγελικὸν ἀποῤῥίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος, ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης.
§8.22 Ἔπειτα εἰ κτίσμα λέγει τὸ Πνεῦμα τὸ ἅγιον, πεπερατωμένην τὴν φύσιν αὐτοῦ εἰσάγει. πῶς οὖν σταθήσεται τὸ Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; ἀλλʼ οὐδʼ ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ. ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει. πᾶν δὲ ἓν ἀριθμῷ, τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν. εἰ δὲ μὴ ἁπλοῦν ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε· τὸ δὲ τοιοῦτον σύνθετον. καὶ τίς οὕτως ἀνόητος ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ μὴ ἁπλοῦν καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ;
§8.23 Εἰ δὲ δεῖ προβῆναι τῷ λόγῳ καὶ ἐποπτεῦσαι τὰ μείζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσωμεν. τρεῖς κτίσεις εὑρήκαμεν ὀνομαζομένας ἐν τῇ Γραφῇ· μίαν μὲν καὶ πρώτην, τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν· δευτέραν δέ, τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν· τρίτην δέ, τὴν ἐξανάστασιν τῶν νεκρῶν. ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. οὐρανῶν γὰρ οὐσίωσις. καὶ τί φησιν Δαβίδ; Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα δύναμις αὐτῶν. πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζεται, Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις. καὶ τί φησι τοῖς μαθηταῖς Σωτήρ; Ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα. τί δʼ ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν, καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν; Γῆ γάρ ἐσμεν καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα, καὶ Ἀποστελεῖ τὸ Πνεῦμα τὸ ἅγιον καὶ κτίσει ἡμᾶς, καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς. ἣν γὰρ Παῦλος ἅγιος ἐξανάστασιν εἴρηκε, ταύτην Δαβὶδ ἀνακαινισμὸν προσηγόρευσε.
§8.24 Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ. τί φησιν; ὅτι Ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστε. πᾶς δὲ ναὸς Θεοῦ ναός. εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. λέγεται δὲ καὶ ναὸς Σολομῶντος, ἀλλʼ ὡς κατασκευάσαντος. εἰ δὲ οὕτως ἐσμὲν ναὸς τοῦ ἁγίου Πνεύματος, Θεὸς τὸ ἅγιον Πνεῦμα, γὰρ πάντα κατασκευάσας Θεός. εἰ δὲ ὡς προσκυνουμένου καὶ ἐνοικοῦντος ἐν ἡμῖν, ὁμολογήσωμεν αὐτὸ εἶναι Θεόν. Κυρίῳ γὰρ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. εἰ δὲ τὴν Θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο. παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα θεᾶσθαι τὰ πάντα Θεὸς ὀνομάζεται. εἰ τοίνυν Θεὸς εἴρηται παρὰ τὸ τεθεικέναι θεᾶσθαι τὰ πάντα, τὸ δὲ Πνεῦμα πάντα γινώσκει τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα, Θεὸς οὖν τὸ Πνεῦμα τὸ ἅγιον.
§8.25 Καὶ πάλιν, εἰ μάχαιρα τοῦ Πνεύματος ῥῆμά ἐστι Θεοῦ, Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἐκείνου γάρ ἐστιν μάχαιρα, οὗ καὶ ῥῆμα καλεῖται. καὶ εἰ καὶ δεξιὰ τοῦ Πατρὸς ὀνομάζεται (Δεξιὰ γὰρ Κυρίου ἐποίησε δύναμιν, καὶ δεξιά σου, Κύριε, ἔθραυσεν ἐχθρούς), δάκτυλος δὲ Θεοῦ τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸ ῥητόν, τὸ Εἰ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ὅπερ ἐν ἑτέρῳ Εὐαγγελίῳ γέγραπται, τὸ Εἰ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, τῆς αὐτῆς φύσεως τῷ Πατρὶ καὶ Υἱῷ τὸ πνεῦμα τὸ ἅγιον.
§8.26 Καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω· οὐ γὰρ νῦν δυνατὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον. ὑμεῖς δὲ λαβόντες παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρματα, στάχυν ὥριμον ἑαυτοῖς γεωργήσατε, ἐπεὶ καὶ τόκους, ὡς ἴστε, τῶν τοιούτων προσαπαιτούμεθα. πιστεύω δὲ τῷ Θεῷ ὅτι καρποφορήσετε καὶ τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν. Μακάριοι γάρ, φησίν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. καὶ μηδὲ ἄλλο τι, ἀδελφοί, τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν, ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ Θεῖαι Γραφαί· γὰρ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστί. περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον οὐδὲν ἕτερον θεωρία συνίσταται. θεωρία ἂν εἴη λοιπὸν βασιλεία τῶν οὐρανῶν. ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν, ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον, τούτων τὰ ἀρχέτυπα κατοψόμεθα. ὀψόμεθα δέ, εἴ γε τὸν ἑαυτῶν βίον πρὸς τὸ εὐθὲς κυβερνῴημεν καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Εἰς γὰρ κακότεχνον ψυχήν, φησίν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας. καὶ μηδεὶς ὑποκρουέτω λέγων ὅτι τὰ ἐν ποσὶν ἀγνοῶν, περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀνύλου οὐσίας ἡμῖν φιλοσοφεῖς. καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾷν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργεσθαι τῆς οἰκείας ἐνεργείας. ὡς γὰρ αἴσθησις τῶν αἰσθητῶν, οὕτως νοῦς τῶν νοητῶν ἐπίβολός ἐστιν.
§8.27 Ἅμα δὲ καὶ τοῦτο λεκτέον, ὅτι τὰ φυσικὰ κριτήρια ἀδίδακτα πεποίηκεν κτίσας ἡμᾶς Θεός. οὐδεὶς γὰρ διδάσκει τὰς ὄψεις χρωμάτων σχημάτων ἀντιλαμβάνεσθαι, οὐδʼ ἀκοὴν ψόφων τε καὶ φωνῶν, οὐδʼ ὄσφρησιν ἀτμῶν εὐωδῶν τε καὶ δυσωδῶν, οὐδὲ γεῦσιν χυμῶν καὶ χυλῶν, οὐδʼ ἁφὴν μαλακῶν καὶ σκληρῶν, θερμῶν καὶ ψυχρῶν. οὐδὲ τὸν νοῦν ἐπιβάλλειν τοῖς νοητοῖς διδάξοι τις ἄν. καὶ ὥσπερ εἴ τι πάθοιεν αὗται, ἐπιμελείας μόνον προσδέονται, καὶ τὴν οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν· οὕτως καὶ νοῦς, σαρκὶ συνδεθεὶς καὶ τῶν ἐκ ταύτης φαντασιῶν πληρωθείς, πίστεως δεῖται καὶ πολιτείας ὀρθῆς, αἵτινες καταρτίζουσι τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶσιν αὐτόν. τοῦτό τοι αὐτὸ καὶ σοφὸς παρεγγυᾷ Σολομῶν, καί ποτε μὲν ἡμῖν προφέρει τὸν ἀνεπαίσχυντον ἐργάτην τὸν μύρμηκα καὶ διαὐτοῦ τὴν πρακτικὴν ἡμῖν ὁδὸν ὑπογράφει· ποτὲ δὲ τὸ τῆς σοφῆς μελίττης κηρόπλαστον ὄργανον, καὶ διαὐτῆς φυσικὴν θεωρίαν αἰνίττεται, ἐν καὶ περὶ τῆς ἁγίας Τριάδος ἐγκέκραται λόγος, εἴπερ ἐκ καλλονῆς κτισμάτων ἀναλόγως γενεσιουργὸς θεωρεῖται.
§8.28 Ἀλλʼ εὐχαριστήσαντες Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, πέρας ἐπιθῶμεν τῷ γράμματι, ἐπειδὴ πᾶν μέτρον ἄριστον, ὡς παροιμία φησίν.
§9.1 Εἰκόνες ὄντως τῶν ψυχῶν εἰσὶν οἱ λόγοι. κατεμάθομεν οὖν σε διὰ τοῦ γράμματος, ὅσον φασίν, ἐξ ὀνύχων τὸν λέοντα· καὶ ἥσθημεν εὑρόντες περὶ τὰ πρῶτα καὶ μέγιστα τῶν ἀγαθῶν οὐκ ἀργῶς διακείμενον, τήν τε πρὸς τὸν Θεὸν ἀγάπην καὶ πρὸς τὸν πλησίον. σημεῖον δὲ ποιούμεθα τοῦ μέν, τὴν περὶ ἡμᾶς δεξιότητά σου, τοῦ δέ, τὴν περὶ τὴν γνῶσιν σπουδήν. ὅτι δὲ ἐν δυοῖν τούτοιν ἐστὶ τὰ ὅλα, γνώριμον παντὶ Χριστοῦ μαθητῇ.
§9.2 δὲ ἐπιζητεῖς τῶν Διονυσίου ἦλθε μὲν εἰς ἡμᾶς, καὶ πάνυ πολλά· οὐ πάρεστί γε μὴν τὰ βιβλία, διόπερ οὐκ ἀπεστείλαμεν. ἔχομεν δὲ γνώμης οὕτως. οὐ πάντα θαυμάζομεν τοῦ ἀνδρός· ἔστι δὲ καὶ παντελῶς διαγράφομεν. σχεδὸν γὰρ ταυτησὶ τῆς νῦν περιθρυλλουμένης ἀσεβείας, τῆς κατὰ τὸ Ἀνόμοιον λέγω, οὗτός ἐστιν, ὅσα γε ἡμεῖς ἴσμεν, πρῶτος ἀνθρώποις τὰ σπέρματα παρασχών. αἴτιον δέ, οἶμαι, οὐ πονηρία γνώμης, ἀλλὰ τὸ σφόδρα βούλεσθαι ἀντιτείνειν τῷ Σαβελλίῳ. εἴωθα γοῦν ἀπεικάζειν ἐγὼ φυτοκόμῳ, νεαροῦ φυτοῦ διαστροφὴν ἀπευθύνοντι, εἶτα τῇ ἀμετρίᾳ τῆς ἀνθολκῆς διαμαρτόντι τοῦ μέσου καὶ πρὸς τὸ ἐναντίον ἀπαγαγόντι τὸ βλάστημα. τοιοῦτόν τι καὶ περὶ τὸν ἄνδρα τοῦτον ὅτι γεγενημένον εὕρομεν. ἀντιβαίνων γὰρ σφοδρῶς τῇ ἀσεβείᾳ τοῦ Λίβυος, ἔλαθεν ἑαυτὸν εἰς τὸ ἐναντίον κακὸν ὑπὸ τῆς ἄγαν φιλοτιμίας ὑπενεχθείς. γε τοσοῦτον ἐξαρκοῦν δεῖξαι, ὅτι οὐ ταὐτὸν τῷ ὑποκειμένῳ Πατὴρ καὶ Υἱός, καὶ ταύτῃ ἔχειν κατὰ τοῦ βλασφημοῦντος τὰ νικητήρια, δέ, ἵνα πάνυ ἐναργῶς καὶ ἐκ τοῦ περιόντος κατακρατῇ, οὐχ ἑτερότητα μόνον τῶν ὑποστάσεων τίθεται, ἀλλὰ καὶ οὐσίας διαφορὰν καὶ δυνάμεως ὕφεσιν καὶ δόξης παραλλαγήν. ὥστε ἐκ τούτου συνέβη, κακοῦ μὲν αὐτὸν κακὸν διαμεῖψαι, τῆς δὲ ὀρθότητος τοῦ λόγου διαμαρτεῖν. ταύτῃ τοι καὶ παντοδαπός ἐστιν ἐν τοῖς συγγράμμασιν, νῦν μὲν ἀναιρῶν τὸ ὁμοούσιον, διὰ τὸν ἐπʼ ἀθετήσει τῶν ὑποστάσεων κακῶς αὐτῷ κεχρημένον, νῦν δὲ προσιέμενος ἐν οἷς ἀπολογεῖται πρὸς τὸν ὁμώνυμον. πρὸς δὲ τούτοις καὶ περὶ τοῦ Πνεύματος ἀφῆκε φωνὰς ἥκιστα πρεπούσας τῷ Πνεύματι, τῆς προσκυνουμένης αὐτὸ θεότητος ἐξορίζων καὶ κάτω που τῇ κτιστῇ καὶ λειτουργῷ φύσει συναριθμῶν. μὲν οὖν ἀνὴρ τοιοῦτος.
§9.3 Ἐγὼ δέ, εἰ χρὴ τοὐμὸν ἴδιον εἰπεῖν, τὸ ὅμοιον κατʼ οὐσίαν, εἰ μὲν προσκείμενον ἔχει τὸ ἀπαραλλάκτως, δέχομαι τὴν φωνὴν ὡς εἰς ταὐτὸν τῷ ὁμοουσίῳ φέρουσαν κατὰ τὴν ὑγιῆ δηλονότι τοῦ ὁμοουσίου διάνοιαν. ὅπερ καὶ τοὺς ἐν Νικαίᾳ νοήσαντας, Φῶς ἐκ Φ.ωτὸς καὶ Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντας, ἐπαγαγεῖν ἀκολούθως τὸ ὁμοούσιον. οὔτε οὖν φωτὸς πρὸς φῶς, οὔτε ἀληθείας πρὸς ἀλήθειάν ποτε, οὔτε τῆς τοῦ Μονογενοῦς οὐσία πρὸς τὴν τοῦ Πατρὸς ἐπινοῆσαί τινα παραλλαγὴν δυνατόν. εἴ τις οὖν οὕτως, ὡς εἶπον, ἐκδέχοιτο, προσίεμαι τὴν φωνήν. εἰ δέ τις τοῦ ὁμοίου τὸ ἀπαράλλακτον ἀποτέμνοι, ὅπερ οἱ κατὰ τὴν Κωνσταντινούπολιν πεποιήκασιν, ὑποπτεύω τὸ ῥῆμα ὡς τοῦ Μονογενοῦς τὴν δόξαν κατασμίκρυνον. καὶ γὰρ καὶ ἀμυδραῖς ἐμφερείαις, καὶ πλεῖστον τῶν ἀρχετύπων ἀποδεούσαις, τὸ ὅμοιον πολλάκις ἐπινοεῖν εἰώθαμεν. ἐπεὶ οὖν ἧττον οἶμαι κακουργεῖσθαι τὸ ὁμοούσιον, οὕτω καὶ αὐτὸς τίθεμαι.
§9.4 Ἀλλὰ τί οὐκ ἐπιφοιτᾷς ἡμῖν, ἄριστε, ὥστε παρόντας ἡμᾶς ἀλλήλοις περὶ τῶν τοιούτων διαλεχθῆναι, καὶ μὴ γράμμασιν ἀψύχοις καταπιστεύειν τὰ τηλικαῦτα, ἄλλως τε μήτε πάνυ δημοσιεύειν τὰ ἑαυτῶν ἐγνωκότας; ὅπως οὖν μὴ τὸ τοῦ Διογένους πρὸς τὸν Ἀλέξανδρον καὶ αὐτὸς ἡμῖν εἴπῃς, ὅτι ἴσον ἐστὶ παρʼ ὑμῶν τὸ δεῦρο καὶ πρὸς ὑμᾶς ἐνθένδε. ἡμεῖς μὲν γὰρ ὑπὸ τῆς ἀῤῥωστίας, μικροῦ δεῖν, ὥσπερ τὰ φυτὰ ἐπὶ τῆς αὐτῆς χώρας ἀεὶ κατεχόμεθα· καὶ ἅμα τὸ λαθεῖν βιώσαντες ἐν τοῖς πρώτοις τῶν ἀγαθῶν ἄγομεν. σὺ δὲ ἔῤῥωσαί τε, ὥς φασι, καὶ ἅμα πολίτην σεαυτὸν τῆς οἰκουμένης ποιήσας δίκαιος ἂν εἴης καὶ δεῦρο φοιτᾷν ὡς εἰς μέρος τῆς σεαυτοῦ. εἰ γὰρ καὶ τοῖς πρακτικοῖς ὑμῖν πρέπουσι δῆμοι καὶ πόλεις, αἷς τὰς κατʼ ἀρετὴν πράξεις ἐνεπιδείκνυσθε, ἀλλά γε πρὸς θεωρίαν καὶ τὴν κατὰ νοῦν ἐνέργειαν, διἧς συναπτόμεθα τῷ Θεῷ, ἀγαθὴ συνεργὸς ἡσυχία· ἣν πολλὴν ἐπὶ τῆς ἐσχατιᾶς καὶ ἄφθονον γεωργοῦμεν σὺν αὐτῷ γε εἰπεῖν τῷ παρασχομένῳ ἡμῖν Θεῷ. εἰ δὲ πάντως δεῖ περιέπειν τὰς δυναστείας καὶ περιφρονεῖν τοὺς χαμαὶ κειμένους ἡμᾶς, σὺ δὲ ἀλλὰ γράφε ἡμῖν, καὶ ταύτῃ ποίει ἡδίους.
§10.1 Τέχνη τίς ἐστι περιστερῶν θηρευτικὴ τοιαύτη. ὅταν μιᾶς ἐγκρατεῖς γένωνται οἱ τὰ τοιαῦτα σπουδάζοντες, χειροήθη τε ταύτην καὶ ὁμόσιτον ἑαυτοῖς ἀπεργάσωνται· τότε μύρῳ τὰς πτέρυγας αὐτῆς χρίσαντες ἐῶσι συναγελασθῆναι ταῖς ἔξωθεν. δὲ τοῦ μύρου ἐκείνου εὐωδία τὴν αὐτόνομον ἐκείνην ἀγέλην κτῆμα ποιεῖται τῷ κεκτημένῳ τὴν τιθασσόν· πρὸς γὰρ τὰς εὐπνοίας καὶ αἱ λοιπαὶ συνεφέπονταί τε καὶ εἰσοικίζονται.
§10.2 Τί δὲ βουλόμενος ἐντεῦθεν ἄρχομαι τοῦ γράμματος; ὅτι λαβὼν τὸν υἱὸν Διονύσιον, τόν ποτε Διομήδην, καὶ τῷ θείῳ μύρῳ τὰς τῆς ψυχῆς αὐτοῦ πτέρυγας διαχρίσας, ἐξέπεμψα πρὸς τὴν σὴν σεμνοπρέπειαν, ὥστε καὶ σὲ αὐτὴν συναναπτῆναι αὐτῷ καὶ καταλαβεῖν τὴν καλιὰν ἣν παρʼ ἡμῖν ἐπήξατο προειρημένος. ἐὰν οὖν ταῦτα ἴδοιμι ἐπὶ τῆς ἐμῆς ζωῆς καὶ τὴν σὴν σεμνοπρέπειαν πρὸς τὸν ὑψηλὸν βίον μεταθεμένην, πολλῶν προσώπων ἀξίων τοῦ Θεοῦ δεηθήσομαι τὴν κεχρεωστημένην τιμὴν ἀποπληρῶσαι αὐτῷ.
§11 Τῇ τοῦ Θεοῦ χάριτι τὴν ἁγίαν ἡμέραν συνδιαγαγόντες τοῖς τέκνοις ἡμῶν καὶ ὄντως τελείαν ἑορτὴν ἑορτάσαντες τῷ Κυρίῳ διὰ τὴν ὑπερβάλλουσαν αὐτῶν περὶ τὸν Θεὸν ἀγάπην, προεπέμψαμεν μεθʼ ὑγείας πρὸς τὴν σὴν εὐγένειαν, εὐχόμενοι τῷ φιλανθρώπῳ Θεῷ καὶ αὐτοῖς δοθῆναι εἰρηνικὸν ἄγγελον βοηθὸν καὶ σύμπορον καὶ σὲ παρʼ αὐτῶν καταληφθῆναι ἐν ὑγείᾳ καὶ πάσῃ εἰρηνικῇ καταστάσει, ἵνα, ὅπουπερ ἂν ἦτε δουλεύοντες τῷ Κυρίῳ καὶ εὐχαριστοῦντες αὐτῷ, εὐφραίνητε ἡμᾶς, ἕως ἐσμὲν ἐν τῷ κόσμῳ, ἀκούοντας τὰ παρʼ ὑμῶν. ἐὰν δὲ παράσχῃ ἅγιος Θεὸς θᾶττόν σε τῶν φροντίδων τούτων ἀπαλλαγῆναι, παρακαλοῦμέν σε μηδὲν προτιμῆσαι τῆς μεθʼ ἡμῶν διαγωγῆς. οἶμαι γὰρ μὴ εὑρεῖν σε τοὺς οὕτως ἀγαπῶντας καὶ ἀντιποιουμένους τῆς παρʼ ὑμῖν φιλίας. ἕως οὖν ἂν οἰκονομῇ ἅγιος τὸν χωρισμὸν τοῦτον, διὰ πάσης προφάσεως παραμυθεῖσθαι ἡμᾶς γράμμασι καταξίου.
§12–38.9
§12 Ἔγραφες ἡμῖν πρότερον μὲν ὀλίγα, νῦν δὲ οὐδὲ ὀλίγα· καὶ ἔοικεν βραχυλογία προϊοῦσα τῷ χρόνῳ παντελὴς γίνεσθαι ἀφωνία. ἐπάνελθε τοίνυν ἐπὶ τὸ ἔθος, ὡς οὐκ ἔτι σοι μεμψόμεθα λακωνίζοντι πρὸς ἡμᾶς διὰ γραμμάτων· ἀλλὰ καὶ τὰ μικρὰ γράμματα, σύμβολα ὄντα τῆς μεγάλης σου διαθέσεως, πολλοῦ ἄξια ποιησόμεθα. μόνον ἐπίστελλε ἡμῖν.
§13 Ὥσπερ τῶν ἄλλων ὡρίμων ἕκαστον ἐν τῇ οἰκείᾳ ὥρᾳ ἀπαντᾷ, ἐν ἦρι μὲν τὰ ἄνθη, ἐν θέρει δὲ οἱ ἀστάχυες, τῷ δὲ μετοπώρῳ τὸ μῆλον, οὕτω χειμῶνος καρπός εἰσιν οἱ λόγοι.
§14.1 Ἐγὼ τοῦ ἀδελφοῦ μοι ἐπιστείλαντος Γρηγορίου πάλαι βούλεσθαι ἡμῖν συντυχεῖν, προσθέντος δὲ ὅτι καὶ σοὶ αὐτὸ τοῦτο δεδογμένον ἐστί, τὸ μέν τι καὶ διὰ τὸ πολλάκις ἀπατηθῆναι ὀκνηρῶς ἔχων πρὸς τὸ πιστεύειν, τὸ δέ τι καὶ ὑπὸ ἀσχολιῶν περισπώμενος, ἐπιμεῖναι οὐκ ἠδυνήθην. δεῖ γάρ με ἤδη ἀπελαύνειν ἐπὶ τὸν Πόντον, ἐν τάχα ποτέ, τοῦ Θεοῦ βουληθέντος, τῆς πλάνης λήξομεν. μόλις γὰρ ἀπογνοὺς τῶν ματαίων ἐλπίδων, ἃς ἐπὶ σοὶ εἶχόν ποτε, μᾶλλον δὲ τῶν ὀνείρων, εἰ δεῖ ἀληθέστερον εἰπεῖν (ἐπαινῶ γὰρ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούντων ἐνύπνια), κατὰ βίου ζήτησιν ἐπὶ τὸν Πόντον ἀπῆλθον. ἔνθα δή μοι Θεὸς χωρίον ὑπέδειξεν ἀκριβῶς συμβαῖνον τῷ ἐμῷ τρόπῳ, ὥστε, οἷον πολλάκις εἰώθαμεν ἀργοῦντες ἅμα καὶ παίζοντες τῇ διανοίᾳ συμπλάττειν, τοιοῦτον ἐπὶ τῆς ἀληθείας καθορᾷν.
§14.2 Ὄρος γάρ ἐστιν ὑψηλὸν βαθείᾳ ὕλῃ κεκαλυμμένον, ψυχροῖς ὕδασι καὶ διαφανέσιν εἰς τὸ κατʼ ἄρκτον κατάῤῥυτον. τούτου ταῖς ὑπωρείαις πεδίον ὕπτιον ὑπεστόρεσται, ταῖς ἐκ τοῦ ὄρους νοτίσι διηνεκῶς πιαινόμενον. ὕλη δὲ τούτῳ αὐτομάτως περιφυεῖσα ποικίλων καὶ παντοδαπῶν δένδρων, μικροῦ δεῖν ἀντὶ ἕρκους αὐτῷ γίνεται, ὡς μικρὰν εἶναι πρὸς τοῦτο καὶ τὴν Καλυψοῦς νῆσον, ἣν δὴ πασῶν πλέον Ὅμηρος εἰς κάλλος θαυμάσας φαίνεται. καὶ γὰρ οὐδὲ πολὺ ἀποδεῖ τοῦ νῆσος εἶναι, ἕνεκά γε τοῦ πανταχόθεν ἐρύμασι περιείργεσθαι· φάραγγες μὲν γὰρ αὐτῷ βαθεῖαι κατὰ δύο μέρη περιεῤῥώγασι, κατὰ πλευρὰν δὲ ἀπὸ κρημνοῦ ποταμὸς ὑποῤῥέων τεῖχός ἐστι καὶ αὐτὸς διηνεκὲς καὶ δυσέμβατον· ἐκ δὲ τοῦ ἐπὶ θάτερα τεταμένον εἶναι τὸ ὄρος διἀγκώνων μηνοειδῶν ταῖς φάραγξιν ἐπιζευγνύμενον, τὰ βάσιμα τῆς ὑπωρείας ἀποτειχίζει. μία δέ τις εἴσοδος ἐπʼ αὐτῆς, ἧς ἡμεῖς ἐσμὲν κύριοι. τήν γε μὴν οἴκησιν αὐχήν τις ἕτερος ὑποδέχεται, ὑψηλόν τινα ἐπὶ τῆς ἄκρας ἀνέχων τένοντα, ὥστε τὸ πεδίον ἐκ τούτου ὑφηπλῶσθαι ταῖς ὄψεσι καὶ ἐκ τοῦ μετεώρου ἐξεῖναι καὶ τὸν ποταμὸν περιῤῥέοντα καθορᾷν, οὐκ ἐλάττονα τέρψιν, ἔμοιγε δοκεῖν, παρεχόμενον τοῖς ἐκ τῆς Ἀμφιπόλεως τὸν Στρύμονα καταμανθάνουσιν. μὲν γὰρ σχολαιοτέρῳ τῷ ῥεύματι περιλιμνάζων, μικροῦ δεῖν καὶ τὸ ποταμὸς εἶναι ὑπὸ τῆς ἡσυχίας ἀφῄρηται· δὲ ὀξύτατα ὧν ἐγὼ οἶδα ποταμῶν ῥέων βραχύ τι τῇ γείτονι πέτρᾳ παρατραχύνεται· ἀφʼ ἧς ἀναχεόμενος εἰς δίνην βαθεῖαν περιειλεῖται, ὄψιν τε ἡδίστην ἐμοὶ καὶ παντὶ θεατῇ παρεχόμενος, καὶ χρείαν τοῖς ἐπιχωρίοις αὐταρκεστάτην, ἰχθύων γε πλῆθος ἀμύθητον ταῖς δίναις ἐντρέφων.
§14.3 Τί δεῖ λέγειν τὰς ἐκ τῆς γῆς ἀναπνοάς, τὰς ἐκ τοῦ ποταμοῦ αὔρας; τό γε μὴν τῶν ἀνθέων πλῆθος τῶν ᾠδικῶν ὀρνίθων ἄλλος μὲν ἄν τις θαυμάσειεν, ἐμοὶ δὲ οὐ σχολὴ τούτοις προσέχειν τὸν νοῦν. δὲ μέγιστον εἰπεῖν ἔχομεν τοῦ χωρίου, ὅτι πρὸς πᾶσαν ὑπάρχον καρπῶν φορὰν ἐπιτήδειον διεὐκαιρίαν τῆς θέσεως, ἥδιστον ἐμοὶ πάντων καρπῶν τὴν ἡσυχίαν τρέφει, οὐ μόνον καθότι τῶν ἀστικῶν θορύβων ἀπήλλακται, ἀλλʼ ὅτι οὐδὲ ὁδίτην τινὰ παραπέμπει πλὴν τῶν κατὰ θήραν ἐπιμιγνυμένων ἡμῖν. πρὸς γὰρ τοῖς ἄλλοις καὶ θηροτρόφος ἐστίν, οὐχὶ ἄρκτων λύκων τῶν ὑμετέρων (μὴ γένοιτο), ἀλλʼ ἐλάφων ἀγέλας καὶ αἰγῶν ἀγρίων καὶ λαγωοὺς βόσκει, καὶ εἴ τι τούτοις ὅμοιον.
§14.4 Ἆρʼ οὖν οὐκ ἐνθυμῇ παρʼ ὅσον ἦλθον κινδύνου μάταιος ἐγώ, τοιούτου χωρίου τὴν Τιβερίνην, τῆς οἰκουμένης τὸ βάραθρον, φιλονεικῶν ἀνταλλάξασθαι; πρὸς ὅπερ νῦν ἐπειγομένῳ συγγνώσῃ. πάντως γὰρ οὐδὲ Ἀλκμαίων Ἐχινάδας εὑρὼν ἔτι τῆς πλάνης ἠνέσχετο.
§15.1 Ἔδωκαν μείζονα τὴν χάριν ἔλαβον οἱ πολῖται τῆς μητροπόλεως ἡμῶν, παρασχόμενοί μοι ἀφορμὴν τῶν πρὸς τὴν σὴν τιμιότητα γραμμάτων. αὐτοῖς μὲν γὰρ φιλανθρωπία, ἧς ἕνεκεν τὴν ἐπιστολὴν ἔλαβον παρʼ ἡμῶν, καὶ πρὸ τῶν ἡμῶν γραμμάτων ὑπῆρχε, διὰ τὴν συνήθη καὶ τὴν ἐκ φύσεως ἐνυπάρχουσάν σοι πρὸς πάντας ἡμερότητα.
§15.2 Ἡμεῖς δὲ τὴν ἀφορμὴν τοῦ προσφθέγγεσθαί σου τὴν ἀμίμητον καλοκἀγαθίαν μέγιστον κέρδος ἐθέμεθα, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ προκόπτοντί σοι ἐν τῇ πρὸς αὐτὸν εὐαρεστήσει καὶ ἐπὶ μεῖζον τῆς περὶ σὲ περιφανείας αὐξανομένης, αὐτοί τε ἐπευφραίνεσθαι καὶ τοῖς εὐεργετουμένοις ὑπὸ τῆς σῆς ἐπιστασίας συνήδεσθαι· λαβεῖν δέ ποτε καὶ τοὺς ἐγχειρίζοντάς σοι τὰ γράμματα ἡμῶν ἡμέρως ἰδεῖν, καὶ ἀποπέμψασθαι μετὰ πάντων καὶ αὐτούς, ἀνυμνοῦντας τὴν σὴν πραότητα, ἀεὶ μαθόντας ὅτι οὐκ ἄχρηστος αὐτοῖς παρʼ ἡμῶν πρεσβεία πρὸς τὴν ἀνυπέρβλητόν σου καλοκἀγαθίαν γεγένηται.
§16.1 ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν, ὁδῷ τινὶ πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως παρέβαλεν ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰς τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν καταληπτικὴν φαντασίαν.
§16.2 Οὐκοῦν τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος τὸ σμικρότατον τῶν προφαινομένων, ὅπως ἔχει φύσεως, ἑρμηνευσάτω, καὶ τίς τοῦ μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ζωή· εἰ ὀστέοις τὸ σῶμα διείληπται· εἰ νεύροις καὶ συνδέσμοις τὰς ἁρμονίας τετόνωται· εἰ μυῶν περιβολῇ καὶ ἀδένων τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον μυελὸς συμπαρατείνεται· εἰ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος, τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ τὸ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία καὶ ἀρτηρίαι καὶ φλέβες, ὑμένες καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, τετρίχωται· εἰ μονώνυχόν ἐστιν, πολυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον, καὶ τίς αὐτοῖς τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως· ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον· καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλʼ οἱ μὲν τῶν χαμαὶ ἐρχομένων εἰσίν, οἱ δὲ διαέριοι φέρονται.
§16.3 τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπικομπάζων, τέως τὴν τοῦ μύρμηκος φύσιν εἰπάτω· εἶθʼ οὕτω φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάληπτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι;
§17.1 Καὶ ἀκουόμενος εὐφραίνεις, καὶ ἀναγινωσκόμενος διὧν γράφεις ἐνεργεστέρας ἡμῖν παρέχεις εὐφροσύνας. καὶ χάρις πολλὴ τῷ ἀγαθῷ Θεῷ, τῷ μηδὲν ἐλαττωθῆναι ποιήσαντι τὴν ἀλήθειαν ἐν τῇ προδοσίᾳ τῶν δῆθεν ὑπερκρατούντων, ἀλλὰ διὑμῶν τὴν συνηγορίαν τοῦ λόγου τῆς εὐσεβείας ἀναπληρώσαντι. ἐκεῖνοι μὲν οὖν, ὡς τὸ κώνειον τὸ ἀκόνιτον, καὶ εἴ τις ἄλλη ἀνδροφόνος βοτάνη, πρὸς ὀλίγον ἀνθήσαντες ταχὺ ἀποξηρανθήσονται. ὑμῖν δὲ ἀνθηρὸν καὶ ἀεὶ νέον Κύριος τὸν μισθὸν τῶν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ λαληθέντων παρέξει.
§17.2 Ἀνθʼ ὧν καὶ παράσχοι ὑμῖν Κύριος πᾶσαν εὐθηνίαν οἴκου, καὶ εἰς παῖδας παίδων τὴν εὐλογίαν διαβιβάσαι. τὰ δὲ εὐγενέστατα παιδία, τοὺς ἐναργεῖς τῆς σῆς χρηστότητος χαρακτῆρας, εἶδον ἡδέως καὶ περιεπτυξάμην, καὶ εὔχομαι αὐτοῖς ὅσα ἂν αὐτὸς πατὴρ εὔξῃ.
§18.1 Οὔτε γεωργοὺς οἱ κατὰ γεωργίαν ξενίζουσι πόνοι, οὔτε ναύταις κατὰ θάλασσαν χειμὼν ἀπροσδόκητος, οὔτε τοῖς μισθαρνοῦσιν ἱδρὼς παράδοξος, οὔτε μὴν τοῖς εὐσεβῶς ζῇν ἑλομένοις αἱ κατὰ τὸν ἐνεστῶτα κόσμον θλίψεις ἀμελέτητοι. ἀλλʼ ἑκάστῳ τῶν εἰρημένων οἰκεῖος καὶ γνώριμος τοῖς μετιοῦσι συνέζευκται πόνος, οὐ διἑαυτὸν αἱρετός, ἀλλὰ διἀπόλαυσιν ἀγαθῶν προσδοκωμένων. ἐλπίδες γάρ, πάντα τὸν τῶν ἀνθρώπων συνέχουσαι καὶ συγκροτοῦσαι βίον, τὴν ἐφʼ ἑκάστῳ τούτων παραμυθοῦνται δυσκολίαν.
§18.2 Τῶν μὲν οὖν ὑπὲρ γῆς καρπῶν τῶν κατὰ γῆν πονούντων, οἱ μὲν παντάπασιν ἐψεύσθησαν τῶν ἐλπίδων, μέχρι μόνης φαντασίας τῶν προσδοκωμένων τὴν ἀπόλαυσιν ἔχοντες, οἷς δὲ καὶ κατὰ γνώμην ἐκβῆναι συνέβη τὸ τέλος, δευτέρας ἐδέησε πάλιν ἐλπίδος, παραδραμούσης καὶ μαρανθείσης ἐν τάχει τῆς προτέρας. μόνοις δὲ τοῖς ὑπὲρ εὐσεβείας καμοῦσιν οὐ ψεῦδος ἠφάνισε τὰς ἐλπίδας, οὐ τέλος ἐλυμήνατο τοὺς ἄθλους, βεβαίας καὶ μονίμου διαδεχομένης τῆς τῶν οὐρανῶν βασιλείας.
§18.3 Μὴ τοίνυν ὑμᾶς ταραττέτω διαβολὴ ψευδής, μηδὲ φοβείτω τῶν κρατούντων ἀπειλή· μὴ γέλως λυπείτω καὶ ὕβρις τῶν γνωρίμων, μηδὲ κατάγνωσις παρὰ τῶν κήδεσθαι προσποιουμένων, ἰσχυρότατον πρὸς ἀπάτην δέλεαρ προβαλλομένων παραινέσεως προσποίησιν, ἕως ἂν τῆς ἀληθείας ἡμῖν συναγωνίζηται λόγος. ἀντιμαχέσθω δὲ τοῖς πᾶσι λογισμὸς ὀρθός, σύμμαχον παρακαλῶν γενέσθαι καὶ βοηθὸν αὐτῷ τὸν τῆς εὐσεβείας διδάσκαλον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, διὃν καὶ τὸ κακοπαθεῖν ἡδὺ καὶ τὸ ἀποθανεῖν κέρδος.
§19 Γράμμα ἦλθέ μοι πρῴην παρὰ σοῦ, ἀκριβῶς σόν, οὐ τοσοῦτον τῷ χαρακτῆρι τῆς χειρός, ὅσον τῷ τῆς ἐπιστολῆς ἰδιώματι. ὀλίγα γὰρ ἦν τὰ ῥήματα πολλὴν διάνοιαν παριστῶντα. πρὸς εὐθὺς μὲν οὐκ ἀπεκρινάμεθα, διότι αὐτοὶ μὲν ἀπεδημοῦμεν, δὲ γραμματηφόρος ἑνὶ τῶν ἐπιτηδείων ἡμῖν ἐπιδοὺς τὴν ἐπιστολὴν ἀπίων ᾤχετο. ἀλλὰ νῦν διὰ Πέτρου προσφθεγγόμεθά σε, ὁμοῦ μὲν ἀποτίννυντες τῆς προσηγορίας τὸ χρέος, ὁμοῦ δὲ ἀφορμὴν δευτέρων γραμμάτων παρέχοντες. πάντως δὲ οὐδεὶς πόνος Λακωνικῆς ἐπιστολῆς, ὁποῖαί εἰσιν αἱ παρὰ σοῦ ἑκάστοτε πρὸς ἡμᾶς ἀφικνούμεναι.
§20.1 Χρόνια μέν σοι καὶ τὰ παρʼ ἡμῶν γράμματα, οὐ μὴν χρονιώτερα τῶν αὐτόθεν, καὶ ταῦτα πολλῶν καὶ συνεχῶν ἐπιδημησάντων ἡμῖν ἀπὸ τῆς ὑμετέρας· οἷς εἰ πᾶσιν ἐφεξῆς γράμματα ἐπετίθης, οὐδὲν ἦν τὸ κώλυον αὐτῷ σοι δοκεῖν συνεῖναι ἡμᾶς καὶ οἱονεὶ παρόντας καὶ συνόντας ἀπολαύειν· οὕτω συνεχὲς ἦν τὸ πλῆθος τῶν πρὸς ἡμᾶς ἀφικνουμένων.
§20.2 Ἀλλὰ τί οὐκ ἐπιστέλλεις; καίτοιγε οὐδὲν ἔργον σοφιστῇ, τὸ γράφειν· μᾶλλον δὲ εἰ καὶ τῆς χειρὸς ἔχεις ἀργῶς, οὐδὲ γράφειν δεήσει, ἄλλος γάρ σοι διακονήσει. γλώττης δὲ χρεία μόνης· κἂν ἡμῖν μὴ διαλέγηται, ἀλλʼ ἑνί γε πάντως τῶν συνόντων λαλήσει, κἂν μηδεὶς παρῇ, ἐφʼ ἑαυτῆς διαλέξεται· σιωπήσει δὲ οὐδαμῶς, σοφιστική τε οὖσα καὶ Ἀττική, οὐ μᾶλλόν γε αἱ ἀηδόνες, ὅταν τὸ ἔαρ αὐτὰς πρὸς ᾠδὴν ἀναστήσῃ.
§20.3 Ἡμῖν μὲν γὰρ τὸ πυκνὸν τῆς ἀσχολίας τοῦτο ἐν νῦν ἐσμὲν κἂν παραίτησιν ἐνέγκοι τυχὸν πρὸς τὴν ἔνδειαν τῶν γραμμάτων· καὶ τὸ οἱονεὶ ἐῤῥυπῶσθαι λοιπὸν τῇ κατακορεῖ συνηθείᾳ πρὸς ἰδιωτισμὸν ὄκνον εἰκότως ἐμποιεῖ προσφθέγγεσθαι ὑμᾶς τοὺς σοφιστάς, οἵ, εἰ μή τι ἄξιον τῆς ὑμετέρας αὐτῶν σοφίας ἀκούσεσθε, δυσχερανεῖτε καὶ οὐκ ἀνέξεσθε. σὲ δέ που τὸ ἐναντίον εἰκὸς ἐπὶ πάσης προφάσεως δημοσιεύειν σαυτοῦ τὴν φωνήν, ἐπιτήδειον ὄντα εἰπεῖν ὧν αὐτὸς οἶδα Ἑλλήνων. οἶδα γάρ, ὡς οἶμαι, τοὺς ὀνομαστοτάτους τῶν ἐν ὑμῖν. ὥστε οὐδεμία παραίτησις σιωπῶντι. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
§20.4 Ἀπέστειλα δὲ καὶ τὰ πρὸς Εὐνόμιον· εἴτε παιδιὰν χρὴ καλεῖν, εἴτε μικρῷ παιδιᾶς σπουδαιότερα, αὐτῷ σοι κρίνειν παρίημι· ὃς πρὸς μὲν τὰ οἰκεῖα σαυτοῦ οὐκέτι, οἶμαι, χρῄζεις, πρὸς δὲ τῶν ἐνδιαστρόφων τοὺς ἐντυγχάνοντας οὐκ ἀγεννές σοι ὅπλον ἔσεσθαι προσδοκῶ· οὐ τῇ δυνάμει τοῦ συντάγματος καταπιστεύοντες τοσοῦτον, ἀλλʼ ἀκριβῶς γνωρίζοντες ἀπὸ ὀλίγων ἀφορμῶν ἐπὶ πολλά σε ὄντα εὑρετικόν. ἐὰν δέ τι σοὶ καὶ ἀσθενέστερον ἔχειν τῆς χρείας καταφανῇ, μὴ κατοκνήσῃς ἐλέγξαι. τούτῳ γὰρ μάλιστα φίλος κόλακος διενήνοχε, τῷ τὸν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὸν δὲ μηδὲ τῶν λυπούντων ἀπέχεσθαι.
§21 Ἔοικέ τι τῆς κοινῆς καταστάσεως καὶ εἰς τὰ ἑαυτοῦ πράγματα χρηστὸς Ἰουλιανὸς ἀπολαύειν. ἀπαιτεῖται γὰρ καὶ αὐτὸς καὶ ἐγκαλεῖται σφοδρῶς, ἐπειδὴ πάντα νῦν ἀπαιτουμένων καὶ ἐγκαλουμένων γέμει. πλὴν ὅσον οὐχὶ εἰσφορῶν ἐλλείμματα, ἀλλʼ ἐπιστολῶν. καίτοι πόθεν αὐτῷ ἐλλέλειπται ἀγνοῶ· ἔδωκε γὰρ ἀεὶ ἐπιστολήν, τὴν δὲ ἐκομίσατο. εἰ μή τί που καὶ παρὰ σοὶ πολυθρύλλητος αὐτὴ τετραπλῆ προτετίμηται. οὐδὲ γὰρ οἱ Πυθαγόριοι τοσοῦτον προετίμησαν τὴν τετρακτύν, ὅσον οἱ νῦν ἐκλέγοντες τὰ δημόσια τὴν τετραπλῆν. καίτοιγε ἴσως τὸ ἐναντίον εἰκὸς ἦν, σοφιστὴν ὄντα καὶ εὐποροῦντα λόγων τοσούτων, αὐτὸν ἡμῖν εἰς τὴν τῶν τετραπλασίων ἔκτισιν ὑποκεῖσθαι. καὶ μὴ οἴου ταῦτα δυσχεραίνοντας ἡμᾶς γράφειν. χαίρω γάρ σου καὶ ταῖς μέμψεσιν, ἐπειδὴ τοῖς καλοῖς φασὶ πάντα μετὰ τῆς τοῦ καλοῦ προσθήκης γίνεσθαι· ὥστε καὶ λύπας αὐτοῖς καὶ ὀργὰς ἐπιπρέπειν. ἥδιον γοῦν ἄν τις ἴδοι ὀργιζόμενον τὸν ἀγαπώμενον, θεραπεύοντα ἕτερον. μήποτε οὖν ἀνῇς ἐγκαλῶν τοιαῦτα. γράμματα γάρ που ἔσται αὐτὰ τὰ ἐγκλήματα, ὧν ἐμοὶ οὐδὲν ἄκουσμα τιμιώτερον, οὐδὲ πλείονα φέρον τὴν ἡδονήν.
§22.1 Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ, περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρʼ ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖν ἀναγκαίως προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν.
§22.2 Ὅτι δεῖ τὸν Χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεως φρονεῖν, καὶ ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι. ὅτι οὐ δεῖ τὸν Χριστιανὸν μετεωρίζεσθαι, οὐδὲ ἀφέλκεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων. ὅτι δεῖ τὸν Χριστιανόν, κρείττονα τῶν κατὰ τὸν νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύδεσθαι. ὅτι οὐ δεῖ βλασφημεῖν· ὅτι οὐ δεῖ ὑβρίζειν. ὅτι οὐ δεῖ μάχεσθαι· ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν· ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι· ὅτι οὐ δεῖ ὀργίζεσθαι. ὅτι δεῖ μακροθυμεῖν πᾶν ὁτιοῦν πάσχοντα, καὶ ἐλέγχειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς ἑαυτοῦ ἐκδικήσεως, ἀλλʼ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλία, κἂν ἀληθῆ τὰ λεγόμενα. ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι.
§22.3 Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι. ὅτι οὐ δεῖ γελᾷν οὐδὲ γελοιαστῶν ἀνέχεσθαι. ὅτι οὐ δεῖ ἀργολογεῖν, λαλοῦντά τι μήτε πρὸς ὠφέλειαν τῶν ἀκουόντων ἐστὶ μήτε πρὸς τὴν ἀναγκαίαν καὶ συγκεχωρημένην ἡμῖν ὑπὸ τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν καθʼ ὅσον δυνατὸν μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ. ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπʼ ἐξουσίας ἐγγίζειν λαλεῖν τινὶ τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγμένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον. ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι, οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα πόμα φιλήδονον εἶναι· γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται. ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ταμιεύεσθαι· ἐν μέντοι τῇ φροντίδι πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραῤῥιπτομένων ἀμελουμένων, ἂν οὕτω τύχῃ, παρορᾷν. ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλʼ ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς, οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι.
§22.4 Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν. ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα κίνημα ἐν χαρακτηρίζεται θυμός, μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι. τὸν Θεόν. ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. ὅτι οὐ δεῖ θρασέως καταφρονητικῶς τινὶ ἀποκρίνεσθαι ποιεῖν τι, ἀλλʼ ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἄλλῳ τινὶ σχήματι κινήματι μέλους κεχρῆσθαι, λυπεῖ τὸν ἀδελφὸν καταφρόνησιν ἐμφαίνει.
§22.5 Ὅτι οὐ δεῖ καλλωπίζεσθαι ἐν ἱματίοις ὑποδήμασιν, ὅπερ ἐστὶ περπερεία. ὅτι δεῖ εὐτελέσι κεχρῆσθαι τοῖς πρὸς τὴν χρείαν τοῦ σώματος. ὅτι οὐ δεῖ ὑπὲρ τὴν χρείαν καὶ πρὸς δαψίλειαν ἀναλίσκειν οὐδέν, ὅπερ ἐστὶ παράχρησις. ὅτι οὐ δεῖ τιμὴν ἐπιζητεῖν, πρωτείων ἀντιποιεῖσθαι. ὅτι δεῖ ἕκαστον προτιμᾷν ἑαυτοῦ πάντας. ὅτι οὐ δεῖ ἀνυπότακτον εἶναι. ὅτι οὐ δεῖ ἀργὸν ἐσθίειν τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀσχολούμενον περί τι τῶν κατορθουμένων εἰς δόξαν Χριστοῦ ἐκβιάζεσθαι ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου. ὅτι δεῖ ἕκαστον δοκιμασίᾳ τῶν προεστώτων, μετὰ λόγου καὶ πληροφορίας, οὕτω ποιεῖν πάντα, ἄχρι καὶ αὐτοῦ τοῦ φαγεῖν καὶ πιεῖν, ὡς εἰς δόξαν Θεοῦ γινόμενα. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου εἰς ἕτερον ἔργον μεταβαίνειν ἄνευ τῆς δοκιμασίας τῶν εἰς τὸ διατυποῦν τὰ τοιαῦτα ἐπιτεταγμένων, ἐκτὸς εἰ μή πού τινα ἀπαραίτητος ἀνάγκη εἰς βοήθειαν τοῦ ἀδυνατήσαντος καλοίη αἰφνίδιον. ὅτι δεῖ ἕκαστον μένειν ἐν ἐτάχθη, καὶ μὴ ὑπερβαίνοντα τὸ ἴδιον μέτρον ἐπιβαίνειν τοῖς μὴ ἐπιτεταγμένοις, εἰ μή τι ἂν οἱ ταῦτα πεπιστευμένοι δοκιμάσωσί τινα χρῄζοντα βοηθείας. ὅτι οὐ δεῖ ἀφʼ ἑτέρου ἐργαστηρίου εἰς ἕτερον εὑρίσκεσθαί τινα. ὅτι οὐ δεῖ κατὰ φιλονεικίαν ἔριν τὴν πρός τινα ποιεῖν τι.
§22.6 Ὅτι οὐ δεῖ φθονεῖν τῇ ἑτέρου εὐδοκιμήσει, οὔτε ἐπιχαίρειν ἐλαττώμασί τινος. ὅτι δεῖ ἐν ἀγάπῃ Χριστοῦ λυπεῖσθαι μὲν καὶ συντρίβεσθαι ἐπὶ τοῖς τοῦ ἀδελφοῦ ἐλαττώμασιν, εὐφραίνεσθαι δὲ ἐπὶ τοῖς κατορθώμασιν. ὅτι οὐ δεῖ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσιν ἐφησυχάζειν αὐτοῖς. ὅτι δεῖ τὸν ἐλέγχοντα μετὰ πάσης εὐσπλαγχνίας, φόβῳ Θεοῦ καὶ σκοπῷ τοῦ ἐπιστρέψαι τὸν ἁμαρτάνοντα, ἐλέγχειν. ὅτι δεῖ τὸν ἐλεγχόμενον ἐπιτιμώμενον καταδέχεσθαι προθύμως, γνωρίζοντα τὸ ἑαυτοῦ ὄφελος ἐν τῇ διορθώσει. ὅτι οὐ δεῖ, ἐγκαλουμένου τινὸς ἄλλον, ἐνώπιον ἐκείνου ἄλλων τινῶν ἀντιλέγειν τῷ ἐγκαλοῦντι. ἐὰν δὲ ἄρα ποτὲ ἄλογον φανῇ τὸ ἔγκλημά τινι, κατʼ ἰδίαν κινεῖν λόγον πρὸς τὸν ἐγκαλοῦντα, καὶ πληροφορεῖν πληροφορεῖσθαι.
§22.7 Ὅτι δεῖ ἕκαστον, ὅση δύναμις, θεραπεύειν τὸν ἔχοντά τι κατʼ αὐτοῦ. ὅτι οὐ δεῖ μνησικακεῖν τῷ ἁμαρτήσαντι καὶ μετανοοῦντι, ἀλλʼ ἐκ καρδίας ἀφεῖναι. ὅτι δεῖ τὸν λέγοντα μετανοεῖν ἐφʼ ἁμαρτήματι μὴ μόνον κατανυγῆναι ἐφʼ ἥμαρτεν, ἀλλὰ καὶ καρποὺς ἀξίους ποιῆσαι τῆς μετανοίας. ὅτι ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς καὶ τῆς ἀφέσεως ἀξιωθείς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρίμα τῆς ὀργῆς. ὅτι δεῖ τὸν μετὰ τὴν πρώτην καὶ δευτέραν νουθεσίαν ἐπιμένοντα τῷ ἐλαττώματι ἑαυτοῦ φανεροῦσθαι τῷ προεστῶτι, ἐὰν ἄρα ὑπὸ πλειόνων ἐπιτιμηθεὶς ἐντραπῇ. ἐὰν δὲ μηδὲ οὕτω διορθώσηται, ὡς σκάνδαλον ἐκκόπτεσθαι τοῦ λοιποῦ, καὶ ὡς ἐθνικὸν καὶ τελώνην ὁρᾶσθαι πρὸς τὴν ἀσφάλειαν τῶν τὴν σπουδὴν τῆς ὑπακοῆς ἐργαζομένων, κατὰ τὸ εἰρημένον, Ἀσεβῶν καταπιπτόντων, δίκαιοι ἔμφοβοι γίνονται. δεῖ δὲ καὶ πενθεῖν ἐπʼ αὐτῷ, ὡς μέλους ἐκκοπέντος ἐκ τοῦ σώματος.
§22.8 Ὅτι οὐ δεῖ ἐν παροργισμῷ ἀδελφοῦ ἐπιδῦναι τὸν ἥλιον, μή ποτε νὺξ διαστῇ μεταξὺ ἀμφοτέρων καὶ καταλίπῃ ἐν ἡμέρᾳ κρίσεως ἀπαραίτητον ἔγκλημα. ὅτι οὐ δεῖ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει, διὰ τὸ μὴ ἀσφαλὲς ἔχειν περὶ τῆς αὔριον, ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι τὴν αὔριον οὐ κατέλαβον. ὅτι οὐ δεῖ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, διἧς γίνονται φαντασίαι νυκτεριναί. ὅτι οὐ δεῖ περισπᾶσθαι εἰς ἄμετρον ἐργασίαν καὶ ὑπερβαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, κατὰ τὸν ἀπόστολον εἰπόντα· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· ὅτι περισσεία ὑπὲρ τὴν χρείαν εἰκόνα πλεονεξίας ἐμφαίνει, δὲ πλεονεξία ἀπόφασιν ἔχει εἰδωλολατρείας. ὅτι οὐ δεῖ φιλάργυρον εἶναι, οὐδὲ θησαυρίζειν εἰς ἀνωφελῆ μὴ δεῖ. ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ ἀκτημοσύνην ἀσπάζεσθαι κατὰ πάντα, καὶ καθηλωμένον εἶναι τῷ φόβῳ τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα· Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
§22.9 Δῴη δὲ Κύριος μετὰ πάσης πληροφορίας ὑμᾶς ἀναδεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι, Θεοῦ εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
§23.1 δεῖνα, ὡς λέγει, καταγνοὺς τῆς τοῦ βίου τούτου ματαιότητος καὶ καταμαθὼν ὅτι τῆς ζωῆς ταύτης τὰ τερπνὰ ἐνταῦθα τὴν καταστροφὴν ἔχει, ὕλας μόνον κατασκευάζοντα τῷ αἰωνίῳ πυρὶ ταχεῖαν δὲ ἔχοντα τὴν πάροδον, κατέλαβέ με, βουλόμενος ἀποστῆναι μὲν τῆς μοχθηρᾶς καὶ πολυστενάκτου ζωῆς, καταλιπεῖν δὲ τὰς τῆς σαρκὸς ἡδονάς, ἐπελθεῖν δὲ λοιπὸν τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ τὰς μονὰς τοῦ Κυρίου. ἐπειδὴ οὖν ἀναγκαῖόν ἐστιν, εἰ φύσει ἐν ἐπιθυμίᾳ καθέστηκε τῆς μακαρίας ὄντως διαγωγῆς, καὶ τὸν καλὸν καὶ ἐπαινούμενον ἔρωτα ἔσχεν ἐν τῇ ἑαυτοῦ ψυχῇ, ἀγαπήσας Κύριον τὸν Θεὸν ἡμῶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ἰσχύος, καὶ ἐξ ὅλης διανοίας, ὑποδειχθῆναι αὐτῷ ὑπὸ τῆς ὑμετέρας θεοσεβείας τὰ δυσχερῆ καὶ δυσάντητα τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἐν ἐλπίδι δὲ αὐτὸν καταστῆσαι τῶν νῦν τέως μὴ βλεπομένων, ἐν ἐπαγγελίαις δὲ ἀποκειμένων ἀγαθῶν τοῖς ἀξίοις τοῦ Κυρίου.
§23.2 Διὸ γράφων παρακαλῶ τὴν ἀσύγκριτον ὑμῶν ἐν Χριστῷ τελειότητα τυπῶσαι, εἰ οἷόν τε εἴη, καὶ δίχα μου ποιῆσαι τήν τε ἀποταγὴν αὐτοῦ κατὰ τὸ ἄρεσκον Θεῷ, καὶ στοιχειωθῆναι αὐτὸν κατὰ τὰ δόξαντα τοῖς ἁγίοις πατράσι καὶ ἐγγράφως ὑπʼ αὐτῶν ἐκτεθέντα· ἤδη δὲ αὐτῷ προταθῆναι ἅπαντα ὅσα τῇ ἀκριβείᾳ δοκεῖ τῇ ἀσκητικῇ, καὶ οὕτως αὐτὸν προσαχθῆναι τῷ βίῳ, αὐθαιρέτως ἀναδεξάμενον τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, καὶ ὑπαγαγόντα ἑαυτὸν τῷ χρηστῷ τοῦ Κυρίου ζυγῷ, καὶ κατὰ μίμησιν τοῦ διἡμᾶς πτωχεύσαντος καὶ σάρκα φορέσαντος πολιτευσάμενον, καὶ κατὰ σκοπὸν δραμόντα πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, τυχεῖν τῆς παρὰ τοῦ Κυρίου ἀποδοχῆς. ἐγὼ γὰρ σπουδάζοντα αὐτὸν ἐνταῦθα δέξασθαι τὸν τῆς κατὰ Θεὸν ἀγάπης στέφανον ὑπερεθέμην, βουλόμενος μετὰ τῆς ὑμετέρας θεοσεβείας ἀλεῖψαι αὐτὸν πρὸς τοὺς τοιούτους ἄθλους, καὶ ἕνα ὃν ἂν ὑμῶν αὐτὸς ἐπιζητήσῃ ἐπιστῆσαι αὐτῷ ἀλείπτην, καλῶς παιδοτριβοῦντα καὶ παλαιστὴν δόκιμον ἀπεργαζόμενον διὰ τῆς συντόνου καὶ μακαρίας ἐπιμελείας, τιτρώσκοντα καὶ καταβάλλοντα τὸν κοσμοκράτορα τοῦ σκότους τοῦ αἰῶνος τούτου καὶ τὰ πνευματικὰ δὲ τῆς πονηρίας, πρὸς ἡμῖν ἐστὶ κατὰ τὸν μακάριον ἀπόστολον πάλη. τοίνυν ἐγὼ μεθʼ ὑμῶν ἠβουλήθην ποιῆσαι, ἐν Χριστῷ ὑμῶν ἀγάπη καὶ δίχα μου ποιησάτω.
§24.1 Ἀγκύρας Ὅτι μὲν κρείττονα εἶναι διαβολῶν ἀνθρώπου βίον τῶν χαλεπωτάτων ἐστίν, ἵνα μὴ τῶν ἀδυνάτων εἴπω, αὐτός τε πέπεισμαι καὶ τὴν σὴν χρηστότητα νομίζω μὴ ἀμφιβάλλειν. τὸ μέντοι μηδεμίαν παρέχειν ἐξ ἑαυτῶν λαβὴν μήτε τοῖς ἀκριβῶς ἐπιτηροῦσι τὰ πράγματα μήτε τοῖς κατʼ ἐπήρειαν ἐφεδρεύουσιν ἡμῶν τοῖς ὀλισθήμασι, τοῦτο καὶ δυνατὸν καὶ ἴδιον τῶν συνετῶς καὶ κατὰ τὸν τῆς εὐσεβείας σκοπὸν τὸν ἑαυτῶν βίον διεξαγόντων. ἡμᾶς δὲ μὴ οὕτως εὐκόλους οἴου μηδὲ εὐπαραγώγους εἶναι, ὥστε ἀνεξετάστως τὰς παρὰ τῶν τυχόντων προσίεσθαι καταῤῥήσεις. μεμνήμεθα γὰρ τοῦ πνευματικοῦ παραγγέλματος μὴ χρῆναι προσδέχεσθαι ἀκοὴν ματαίαν παρεγγυῶντος.
§24.2 xΠλὴν ἀλλʼ ἐπειδὴ ὑμεῖς αὐτοί φατε, οἱ περὶ τοὺς λόγους ἐσπουδακότες, τὰ φαινόμενα τῶν ἀφανῶν εἶναι σημεῖα, τοῦτο ἀξιοῦμεν (καὶ μὴ βαρέως δέξῃ, εἴ τι ἐν διδασκαλίας εἴδει λεχθήσεται παρʼ ἡμῶν· τὰ γὰρ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο Θεός, καὶ διαὐτῶν πολλάκις οἰκονομεῖ τὴν σωτηρίαν τῶν σωζομένων γε μὴν λέγω καὶ παραγγέλλω ἐκεῖνό ἐστι· πάντα μὲν λόγον, πᾶσαν δὲ πρᾶξιν καθήκουσαν περιεσκεμμένως ἐπιτελεῖσθαι· καὶ κατὰ τὸ ἀποστολικὸν παράγγελμα, μηδεμίαν ἐν μηδενὶ διδόναι προσκοπήν. πρέπον γὰρ εἶναι τίθεμαι, ἀνδρὸς πολλὰ μὲν ἐπὶ μαθήσει λόγων ἱδρώσαντος, ἐθνῶν δὲ καὶ πόλεων ἀρχὰς διευθύναντος, καὶ πρὸς μεγάλην προγόνων ἀρετὴν τὸν ζῆλον ἔχοντος, τὸν βίον προκεῖσθαι εἰς ὑπόδειγμα ἀρετῆς.
§24.3 Τὴν μέντοι περὶ τὰ τέκνα διάθεσιν οὐχὶ λόγῳ νῦν ὀφείλεις δεικνύναι, ὅς γε πάλαι ἔδειξας ἀφʼ οὗ πατὴρ ἐγένου, οὐ μόνον τῇ φυσικῇ στοργῇ κεχρημένος, ἣν καὶ τὰ ἄλογα παρέχεται τοῖς ἐκγόνοις, ὡς αὐτός τε εἶπας καὶ πεῖρα δείκνυσιν· ἀλλὰ καὶ ἐπιτείνειν τὴν ἀγάπην, δηλονότι ἐκ προαιρέσεως, ὅσῳ ὁρᾷς τοιαῦτα ὄντα οἷα ἄξια εἶναι πατρικῶν προσευχῶν. ὥστε οὐχ ἡμᾶς δεῖ περὶ τούτων πείθεσθαι, ἀρκοῦσα γὰρ ἐξ αὐτῶν τῶν γινομένων ἐστὶ μαρτυρία.
§24.4 Ἐκεῖνό γε μὴν οὐκ ἄκαιρον προσθεῖναι τῆς ἀληθείας ἕνεκεν, ὅτι οὐχ ἀδελφὸς Τιμόθεός ἐστιν χωρεπίσκοπος ἀνενεγκὼν ἡμῖν τὰ θρυλγηθέντα. οὔτε γὰρ ἐν συντυχίᾳ οὔτε διὰ γράμματος φαίνεται μικρόν τι μεῖζον διαβολῆς ἐχόμενον περὶ σοῦ φθεγξάμενος. ὥστε ἀκηκοέναι μέν τι οὐκ ἀρνούμεθα, οὐ μὴν Τιμόθεον εἶναι τὸν τὰς διαβολάς σοι κατασκευάζοντα. ἀκούοντες δὲ πάντως, εἰ μή τι ἄλλο, τὸ γοῦν τοῦ Ἀλεξάνδρου ποιήσομεν, τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν ταμιευσόμεθα τῷ διαβαλλομένῳ.
§25.1 Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων, πολλοὶ δὲ οὗτοι καὶ οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι); οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν, οὐδὲ κατὰ τὸν σεαυτοῦ τρόπον. ἐμὲ δὲ οὐδὲν ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσδόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναντία καταμαθόντα. ὅθεν οὔτʼ εἴ τι τῶν ἡμετέρων μεταπέπτωκε, καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται, μέγα τοῦτο ποιοῦμαι. ἀλλʼ ἐκεῖνό μοι παράδοξον ὡς ἀληθῶς καὶ ὑπερφυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα, ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς τῶν ἀκουσάντων λόγος.
§25.2 Τῶν μὲν οὖν ἀπειλῶν καὶ πάνυ (εἰρήσεται γὰρ τἀληθές) κατεγέλασα. κομιδῇ γἂν παῖς εἴην, τὰ τοιαῦτα μορμολύκεια δεδοικώς. ἐκεῖνο δέ μοι καὶ φοβερὸν καὶ πολλῆς φροντίδος ἄξιον ἔδοξε, τὸ τὴν σὴν ἀκρίβειαν, ἣν ἐν ὀλίγοις ἔρεισμά τε ὀρθότητος, καὶ τῆς ἀρχαίας καὶ ἀληθινῆς ἀγάπης σπέρμα εἰς παραμυθίαν ταῖς ἐκκλησίαις σώζεσθαι πεπιστεύκαμεν, ἐπὶ τοσοῦτον τῆς παρούσης καταστάσεως μετασχεῖν, ὥστε τὰς παρὰ τῶν τυχόντων βλασφημίας κυριωτέρας ποιήσασθαι τῆς μακρᾶς ἡμῶν πείρας, καὶ πρὸς τὴν τῶν ἀτόπων ὑπόνοιαν χωρὶς ἀποδείξεων ὑπαχθῆναι. καίτοι τί λέγω ὑπόνοιαν; γὰρ ἀγανακτήσας καὶ διαπειληθείς, ὥς φασιν, οὐχ ὑπονοοῦντος, ἀλλὰ τοῦ ἤδη σαφῶς καὶ ἀναντιῤῥήτως πεισθέντος δοκεῖ πως ὀργὴν ἐνδεδεῖχθαι.
§25.3 Ἀλλʼ, ὅπερ ἔφην, ἐπὶ τὸν καιρὸν τοῦτον ἀναφέρομεν τὴν αἰτίαν, ἐπεὶ πόσου πόνου ἦν, θαυμάσιε, ἐν ἐπιστολῇ βραχείᾳ περὶ ὧν ἐβούλου οἱονεὶ μόνον μόνῳ διαλεχθῆναι· , εἰ μὴ ἐπίστευες γραφῇ τὰ τοιαῦτα, πρὸς ἑαυτὸν μεταπέμψασθαι; εἰ δὲ πάντως ἐξειπεῖν ἔδει, καὶ ἀναβολῇ καιρὸν οὐκ ἐδίδου τὸ δυσκάθεκτον τῆς ὀργῆς, ἀλλʼ ἑνί γέ τινι τῶν ἐπιτηδείων καὶ στέγειν ἀπόῤῥητα πεφυκότων, ἐξῆν δή που τῶν πρὸς ἡμᾶς λόγων χρήσασθαι διακόνῳ. νυνὶ δὲ τίνος οὐχὶ περιτεθρύλληται τὰ ὦτα τῶν καθʼ ὁποιανδήποτε χρείαν ὑμῖν ἐπιφοιτώντων, ὡς ἡμῶν ἄτας τινὰς γραφόντων καὶ συγγραφόντων; τούτῳ γάρ σε κεχρῆσθαί φασι τῷ ῥήματι, οἱ ἐπὶ λέξεως τὰ σὰ διηγούμενοι. ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀγαγόντα τὴν ἐμαυτοῦ, οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν.
§25.4 Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε· μή τις τῶν αἱρετικῶν κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας, ἐλύπησέ σου τὴν ὀρθότητα καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προηγάγετο. οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφʼ ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατʼ οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθοδοξίας διενεγκών. λύσαις δʼ ἂν ἡμῖν τὴν ἀμηχανίαν αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθʼ ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.
§26.1 Χάρις τῷ Θεῷ, τῷ τὰ ἑαυτοῦ θαυμάσια καὶ ἐν σοὶ ἐπιδειξαμένῳ, καὶ ἐκ τοσούτου θανάτου διασώσαντί σε, τῇ τε πατρίδι καὶ ἡμῖν τοῖς προσήκουσι. λείπεται δὴ οὖν μὴ ἀχαρίστους ἡμᾶς ὀφθῆναι μηδʼ ἀναξίους τῆς τοσαύτης εὐεργεσίας. ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν διαγγέλλειν τοῦ Θεοῦ τὰ παράδοξα, καὶ ἧς ἔργῳ πεπειράμεθα φιλανθρωπίας, ταύτην ἀνυμνεῖν, καὶ μὴ λόγῳ μόνον ἀποδιδόναι τὴν χάριν, ἀλλὰ καὶ ἔργῳ τοιοῦτον γενέσθαι, οἷον καὶ νῦν εἶναι πειθόμεθα, τεκμαιρόμενοι τοῖς περί σε θαύμασι.
§26.2 Καὶ ἔτι μειζόνως τῷ Θεῷ δουλεύειν παρακαλοῦμεν, προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειον προκόπτοντα, ἵνα φρόνιμοι οἰκονόμοι τῆς ζωῆς ἡμῶν ἀποδειχθῶμεν, εἰς ἣν ἡμᾶς ἀγαθότης τοῦ Θεοῦ ἐταμιεύσατο. εἰ γὰρ καὶ πᾶσιν ἡμῖν πρόσταγμά ἐστι παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, πῶς οὐχὶ μᾶλλον τοῖς ὑψωθεῖσιν ἐκ τῶν πυλῶν τοῦ θανάτου; τοῦτο δʼ ἂν μάλιστα, ὡς ἐμαυτὸν πείθω, κατορθωθείη, εἰ βουληθείημεν ἀεὶ τὴν αὐτὴν ἔχειν διάνοιαν, ἣν εἴχομεν ἐπὶ τοῦ καιροῦ τῶν κινδύνων. πάντως γάρ που εἰσῄει ἡμᾶς τοῦ βίου τὸ μάταιον, καὶ ὡς οὐδὲν πιστὸν τῶν ἀνθρωπίνων, οὔτε πάγιον, οὕτω ῥᾳδίως ἐχόντων τὰς μεταπτώσεις. καί πού τις μεταμέλεια μὲν ἔκ τε τῶν εἰκότων ἐνεγίνετο ἡμῖν, ἐπὶ τοῖς φθάσασιν ὑπόσχεσις δὲ περὶ τῶν ἐφεξῆς, εἰ περισωθείημεν, Θεῷ δουλεύειν καὶ ἑαυτῶν ἐπιμέλεσθαι κατὰ πᾶσαν ἀκρίβειαν. εἰ γάρ τινα ἡμῖν ἔννοιαν τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ταῦτα ἐγγύτατα τούτων ἀναλογίζεσθαι τηνικαῦτα.
§26.3 Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. ταῦτα ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φροντίδα ἔχων περὶ τῶν μελλόντων, ἀπεθάρσησα ὑπομνῆσαι τὴν τελειότητά σου. σὸν δέ ἐστιν εὐμενῶς καὶ ἡμέρως προσέσθαι ἡμῶν τοὺς λόγους, ὡς καὶ ἐν ταῖς κατʼ ὀφθαλμοὺς ὁμιλίαις σοὶ ἦν σύνηθες.
§27.1 Ὅτε τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν μικρὸν ἀναφέρειν ἐκ τῆς ἀῤῥωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε χειμὼν ἐπεγένετο, οἴκοι καθείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συναναγκάζων. εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλʼ οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον, οὐχ ὅπως ὁδοιπορεῖν διαὐτοῦ, ἀλλʼ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι.
§27.2 Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου, καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. εἰ δὲ καὶ καιρὸς ἐνδοίη, καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος, καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν· καὶ ἐπὶ τῆς ἑστίας σε καταλαβόντες κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.
§28.1 Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπʼ αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι. ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων.
§28.2 Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφʼ οἷς καὶ μάλιστα τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογιζόμεθα, οὔτʼ ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν, οὕτω συμπεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. τί γὰρ τῶν ἐκείνου τοιοῦτον, οἷον τῆς μνήμης ἡμῶν ἐκπεσεῖν σιωπᾶσθαι ἄξιον νομισθῆναι; πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον, τὸ δὲ ἐκ μέρους λέγειν, δέδοικα μὴ προδοςίαν ἔχῃ τῆς ἀληθείας. οἴχεται ἀνὴρ διαφανέστατα δὴ τῶν καθʼ ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοις ὑπερενεγκὼν ἀγαθοῖς, ἔρεισμα πατρίδος, ἐκκλησίων κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτεροποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλησίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως, τὸ εἶδος τῆς ὑπʼ αὐτὸν ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν.
§28.3 Οὕτως οὐδὲν οἴκοθεν οὐδὲ νεωτέρας φρενὸς εὕρημα προέφερεν ἀνήρ, ἀλλά, κατὰ τὴν Μωϋσέως εὐλογίαν, ᾔδει προκομίζειν ἐκ τῶν ἀδύτων τῆς καρδίας αὐτοῦ ἀγαθῶν θησαυρῶν παλαιὰ παλαιῶν καὶ παλαιὰ ἀπὸ προσώπου νέων. ταύτῃ τοι καὶ τῆς προτιμήσεως οὐ κατὰ τὴν ἡλικίαν ἐν τοῖς συλλόγοις τῶν ὁμοτίμων ἠξιοῦτο, ἀλλʼ ὑπὲρ πάντας ἦν τῷ τῆς σοφίας ἀρχαίῳ, ἐκ κοινῆς συγχωρήσεως τὸ πρωτεῖον καρπούμενος. ὅσον δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ κέρδος οὐδεὶς ἂν ἐπιζητήσειε, πρὸς ὑμᾶς ἀποβλέπων. μόνοι γὰρ ὧν ἴσμεν, κομιδῇ γε ἐν ὀλίγοις, ἐν χειμῶνι τοσούτῳ καὶ λαίλαπι πραγμάτων ἀκύμαντον τῇ ἐκείνου κυβερνήσει τὴν ζωὴν διηγάγετε. οὐ γὰρ ἥψατο ὑμῶν αἱρετικῶν πνευμάτων ζάλη, καταποντισμοὺς ἐπάγουσα καὶ ναυάγια ταῖς εὐπεριτρέπτοις ψυχαῖς. μήτε δὲ ἅψαιτό ποτε, Δέσποτα τῶν ἁπάντων, ὃς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τῆς ἐπὶ μήκιστον ἀταραξίας τὴν χάριν ἔδωκας.
§28.4 Ἣν μὴ προδῶτε ὑμεῖς ἐν τῷ παρόντι καιρῷ· μηδὲ θρήνων ἀμετρίᾳ, καὶ τῷ ἐκδότους ἑαυτοὺς τοῖς λυπηροῖς ποιῆσαι, τοὺς τῶν ἀναγκαίων καιροὺς τοῖς ἐφεδρεύουσι πρόησθε. ἀλλʼ εἰ δεῖ πάντως θρηνεῖν (ὥσπερ οὖν οὔ φημι, ἵνα μὴ ὁμοιωθῶμεν ἐν τούτῳ τοῖς μὴ ἔχουσιν ἐλπίδα), ὑμεῖς δέ, εἰ δοκεῖ, οἷόν τις χορὸς πενθήρης τὸν κορυφαῖον ἑαυτῶν προστησάμενοι, ἐμμελέστερον μετʼ ἐκείνου τὸ συμβὰν ἀποκλαύσατε.
§28.5 Καίτοιγε εἰ καὶ μὴ ἐπʼ ἐσχάτου γήρως ἤλαυνεν ἀνήρ, ἀλλʼ οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας οὐκ ἐνδεῶς εἶχε τοῦ βίου. τοῦ τε σώματος τοσοῦτον μετεῖχεν, ὅσον τῆς ψυχῆς τὸ καρτερὸν ἐπὶ ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. τυχὸν δὲ ἄν τις ὑμῶν ὑπολάβοι ὅτι καὶ χρόνος αὔξησις συμπαθείας καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν ἐγγίνεται, ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθε· σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας· οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι, ἀλλʼ ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν· ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν οὐδὲ ἐμὲ αὐτὸν διαφεύγει.
§28.6 Σιωπᾷ μὲν γλῶττα ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπικλύζουσα· καρδίας δὲ βάθος οὐδενὶ τέως καταληπτόν, ὀνείρων ἀσθενέστερον ὅσα γε πρὸς ἀνθρώπους, διιπτάμενον οἴχεται. τίς ὀξύτερος ἐκείνου προϊδέσθαι τὸ μέλλον; τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει, ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπʼ οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα. νῦν ἀπήνθηκέ σοι κόσμος κάλλιστος· ἐκκλησία δὲ μέμυκε, καὶ σκυθρωπάζουσι πανηγύρεις, καὶ τὸ ἱερὸν συνέδριον τὸν κορυφαῖον ἐπιποθεῖ· λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, δῆμος τὸν προστάτην, οἱ βίου δεόμενοι τὸν τροφέα· πάντες αὐτὸν ἐκ τῶν οἰκειοτάτων ὀνομάτων ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει, οἰκεῖον ἑαυτῷ καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν.
§28.7 Ἀλλὰ ποῦ μοι λόγος ὑφʼ ἡδονῆς τῶν δακρύων ἐκφέρεται; οὐκ ἀνανήψομεν; οὐχ ἡμῶν αὐτῶν γενησόμεθα; οὐκ ἀποβλέψομεν πρὸς τὸν κοινὸν Δεσπότην, ὃς ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; νῦν ἐν καιρῷ τῶν ἐκείνου φωνῶν ὑπομνήσθητε, ὃς ἐκκλησιάζων ὑμῖν ἀεὶ διεστέλλετο, Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. πολλοὶ οἱ κύνες. τί λέγω κύνες; λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑποκρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. οὓς φυλακτέον ὑμῖν, ἐγρηγορικοῦ τινὸς ποιμένος ἐπιστασίᾳ. ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι, ὃς ἀπὸ τοῦ μεγάλου προστάτου τῆς ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπʼ ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεί, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον κάλλος τῆς ἐκκλησίας ὑμῶν ἐχαρίσατο. ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀγάγοι ἂν εἰς τὸ μέσον τοὺς παρʼ ἡμῶν τυχὸν οὐ προσδοκωμένους.
§28.8 Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι, ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει. ἀλλʼ ἐπισκήπτω ὑμῖν πρὸς τῶν πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα, καὶ τῆς ἐφʼ ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον· μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτοῦ διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους.
§28.9 Ταῦτα εἴτε ὡς γειτόνων συμπάθεια, εἴτε ὡς ὁμοδοξούντων κοινωνία, εἴτε καί, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένων νόμῳ καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε, πεπεισμένοι ὅτι καύχημα ἡμῶν ἐστέ, καθάπερ καὶ ἡμεῖς ὑμῶν, εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι, ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν, ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, πρὸς παντελῆ διάστασιν· μὴ γένοιτο, μηδὲ ἔσται τῇ τοῦ Θεοῦ χάριτι, οὐδʼ ἂν αὐτὸς εἴποιμι νῦν βλάσφημον οὐδέν. τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν ἐκκλησίων συντρέχοντα ἡμῖν οὐκ ἔσχομεν τὸν μακάριον, διά τινας, ὡς αὐτὸς ἡμῖν διεβεβαιοῦτο, προλήψεις, ἀλλʼ οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ Θεῷ καὶ ἀνθρώποις τοῖς πεπειραμένοις ἡμῶν, οὐδένα καιρὸν ἀπελείφθημεν.
§29.1 Πολὺν ἡμῖν χρόνον σιωπὴν ἐνεποίησεν ἔκπληξις τῆς βαρυτάτης ἀγγελίας τοῦ συμβάντος κακοῦ. ἐπεὶ δὲ μικρόν πως τῆς ἀφασίας ἀνηνέγκαμεν, ἥν, ὡς οἱ βροντῇ μεγάλῃ τὰς ἀκοὰς καταπλαγέντες, πεπόνθαμεν, ἀναγκαίως νῦν ἐπεστενάξαμεν τῷ συμβάντι, καὶ μεταξὺ ὀδυρόμενοι τὴν ἐπιστολὴν ὑμῖν ἐξεπέμψαμεν· οὐ παρακλήσεως ἕνεκεν (τίς γὰρ ἂν καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας ἡμῶν, καθʼ ὅσον δυνατόν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνοντες. νῦν ἐδεόμην τῶν Ἱερεμίου θρήνων, καὶ εἰ δή τις ἄλλος τῶν μακαρίων ἀνδρῶν συμφορᾶς μέγεθος ἐμπαθῶς ἀπωδύρατο.
§29.2 Πέπτωκεν ἀνήρ, στῦλος τῷ ὄντι καὶ ἑδραίωμα τῆς Ἐκκλησίας· μᾶλλον δὲ αὐτὸς μὲν πρὸς τὴν μακαρίαν ζωὴν ἀρθεὶς ἀφʼ ἡμῶν οἴχεται· κίνδυνος δὲ οὐ μικρός, μὴ πολλοὶ τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι, καὶ τὰ σαθρά τινων φανερὰ γένηται. κέκλεισται στόμα παῤῥησίας τε δικαίας καὶ λόγους χάριτος ἐπʼ οἰκοδομῇ τῆς ἀδελφότητος βρύον. οἴχεται δὲ φρενὸς βουλεύματα, τῆς ὄντως ἐν Θεῷ κινουμένης. ποσάκις μοι (κατηγορήσω γὰρ ἐμαυτοῦ) ἐπῆλθεν ἀγανακτῆσαι κατὰ τοῦ ἀνδρός, ὅτι ὅλος γενόμενος τῆς ἐπιθυμίας τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ ἐπιμεῖναι ἐν τῇ σαρκὶ οὐ προετίμησε διἡμᾶς. πρὸς τίνα λοιπὸν τὰς φροντίδας τῶν ἐκκλησίων ὑπερθώμεθα; τίνα κοινωνὸν τῶν λυπηρῶν λάβωμεν; τίνα μεριστὴν τῆς εὐφροσύνης; τῆς δεινῆς ὄντως καὶ σκυθρωπῆς ἐρημίας. πῶς ἀκριβῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ;
§29.3 Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινός, τῆς ἐκείνου προστασίας, εἰς μίαν συμπάθειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως, καὶ φυλαχθήσεται εἰς ἀεί, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. πλὴν ἀλλʼ ἀγὼν οὐ μικρός, μή τινες πάλιν ἔριδες καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ προστατοῦντος ἀναφθεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν.
§30.1 Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφʼ ὧν μέχρι τοῦ παρόντος κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώσαιμι. νόσους μὲν ἐπαλλήλους, καὶ χειμῶνος ἐπάχθειαν, καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην ὑπὸ τῶν ἁμαρτίων μου. καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ἀποδυρομένου· ἀλλὰ σύγγνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοις ὁρῶ. πάλιν οὖν μοι ὑπέστρεψε τὰ ἀῤῥωστήματα, καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι, ἐπὶ μικρᾶς παντελῶς τῆς δυνάμεως σαλεύων, καὶ μόνον οὐκ ἐφʼ ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος.
§30.2 Αἱ δὲ ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται· ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς ὑποφαινομένης, ἀεὶ δὲ πρὸ τὸ χεῖρον τῶν πραγμάτων ὑποῤῥεόντων. τέως δὲ Νεοκαισάρεια καὶ Ἀγκύρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. ἀλλʼ οὐδὲ ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν. καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν. ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν ἐκκλησιῶν καὶ δυσωπῶν τὸν Θεόν. τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.
§31.1 Οὔπω ἡμᾶς λιμὸς ἀνῆκε, διόπερ ἀναγκαία ἡμῖν ἐστὶν ἐπὶτῆς πόλεως διαγωγή, οἰκονομίας ἕνεκεν, συμπαθείας τῶν θλιβομένων. ὅθεν οὐδὲ νῦν ἠδυνήθην κοινωνῆσαι τῆς ὁδοῦ τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ὑπατίῳ, ὃν οὐκ αὐτὸ δὴ τοῦτο εὐφημίας ἕνεκεν ἀδελφὸν ἔχω προσαγορεύειν, ἀλλὰ διὰ τὴν προσοῦσαν ἡμῖν ἐκ φύσεως οἰκειότητα· αἵματος γάρ ἐσμεν τοῦ αὐτοῦ.
§31.2 Ὃς ὁποῖα μὲν κάμνει, οὐδὲ τὴν σὴν ἔλαθε τιμιότητα. λυπεῖ δὲ ἡμᾶς ὅτι πᾶσα παραμυθίας ἐλπὶς ἐπʼ αὐτῷ περικέκοπται, τῶν ἐχόντων τὰ τῆς ἰάσεως χαρίσματα οὐδὲν ἐπʼ αὐτοῦ τῶν συνήθων ἐνεργῆσαι συγχωρηθέντων. διὸ πάλιν τῶν σῶν προσευχῶν τὴν βοήθειαν ἐπικαλεῖται. σὺ δὲ τὰ συνήθη προστῆναι, καὶ διὰ τὴν σεαυτοῦ περὶ τοὺς κάμνοντας εὐσπλαγχνίαν, καὶ διἡμᾶς τοὺς ὑπὲρ αὐτοῦ πρεσβεύοντας, παρακλήθητι, καί, εἰ μὲν οἷόν τε, πρὸς ἑαυτὸν μεταστεῖλαι τοὺς εὐλαβεστάτους τῶν ἀδελφῶν, ὥστε ὑπὸ ταῖς σαῖς ὄψεσι προσαχθῆναι αὐτῷ τὴν ἐπιμέλειαν· εἰ δὲ τοῦτο ἀδύνατον, μετὰ γραμμάτων αὐτὸν προπέμψαι καὶ συστῆσαι τοῖς ἔμπροσθεν καταξίωσον.
§32.1 Ἀπολαύει τοῦ καιροῦ καὶ θεοφιλέστατος ἀδελφὸς ἡμῶν Γρηγόριος ἐπίσκοπος· ὀδυνᾶται γὰρ μετὰ πάντων καὶ αὐτὸς ἐπηρείαις ἀλλεπαλλήλοις, ὥσπερ τισὶ πληγαῖς ἀπροσδοκήτοις, τυπτόμενος. ἄνθρωποι γὰρ μὴ φοβούμενοι τὸν Θεόν, τάχα που καὶ ὑπὸ τοῦ μεγέθους τῶν κακῶν βιαζόμενοι, ἐπηρεάζουσιν αὐτῷ ὡς χρήματα Καισαρίου παρʼ αὐτῶν εἰληφότος.
§32.2 Καὶ οὐ τὸ τῆς ζημίας βαρύ, πάλαι γὰρ ἔμαθε χρημάτων ὑπερορᾷν· ἀλλʼ ὅτι μικρὰ παντελῶς δεξάμενοι τῶν ἐκείνου, διὰ τὸ ἐπὶ οἰκέταις αὐτοῦ γενέσθαι τὸν βίον καὶ ἀνθρώποις οὐδὲν οἰκετῶν αἱρετωτέροις τὸν τρόπον, οἱ κατὰ πολλὴν ἄδειαν τὰ πλείστου ἄξια διανειμάμενοι ἐλάχιστα παντελῶς ἀπέσωσαν τούτοις· νομίζοντες μηδενὶ ὑποκεῖσθαι, εὐθὺς ἀνάλωσαν εἰς τοὺς δεομένους, καὶ διὰ τὴν ἑαυτῶν προαίρεσιν καὶ διὰ τὴν φωνὴν τοῦ κατοιχομένου. λέγεται γὰρ τοῦτο εἰπεῖν ἀποθνήσκων, ὅτι τὰ ἐμὰ πάντα βούλομαι γενέσθαι τῶν πτωχῶν. ὡς οὖν διάκονοι τῆς ἐντολῆς τοῦ Καισαρίου, εὐθὺς αὐτὰ ᾠκονόμησαν συμφερόντως. καὶ νῦν περιέστηκε πενία μὲν Χριστιανοῦ, πολυπραγμοσύνη δὲ τῶν ἀγοραίων ἑνός. διὸ ἐπῆλθε τῇ πάντα ἐπαινετῇ σου καλοκἀγαθίᾳ δηλῶσαι, ἵνα καὶ τὸν ἄνδρα τιμῶν, ὃν ἐκ παλαιοῦ γνωρίζεις, καὶ τὸν κύριον δοξάζων τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰ τοῖς δούλοις αὐτοῦ γινόμενα, καὶ ἡμᾶς τιμῶν τοὺς ἐξαιρέτους σεαυτοῦ, καὶ διαλεχθῇς τῷ Κόμητι τῶν θησαυρῶν περὶ αὐτοῦ τὰ εἰκότα, καὶ τρόπον ἐπινοήσῃς, τῇ μεγάλῃ σαυτοῦ συνέσει, ἀπαλλαγῆς τῶν ἐφυβρίστων τούτων καὶ ἀφορήτων ὀχλήσεων.
§32.3 Πάντως δὲ οὐδεὶς οὕτως ἀγνοεῖ τὸν ἄνδρα, ὥστε περὶ αὐτοῦ τι τῶν ἀπρεπῶν ὑπολαβεῖν, ὡς ἄρα τῶν χρημάτων περιεχόμενος σχηματίζεται τὰ τοιαῦτα. ἐγγύθεν γὰρ τῆς ἐλευθεριότητος αὐτοῦ ἀπόδειξις· ἡδέως ἐξίσταται τῶν λειψάνων τῆς οὐσίας αὐτοῦ τῷ ταμιείῳ· ὥστε ὑποδεχθῆναι μὲν αὐτοῦ τὴν οὐσίαν, τὸν δὲ συνήγορον τοῦ ταμιείου λέγοντα πρὸς τοὺς ἐπιφυομένους καὶ ἀπαιτεῖν τὰς ἀποδείξεις, διὰ τὸ ἡμέτερον πρὸς τὰ τοιαῦτα ἀνεπιτήδειον. ἔξεστι γὰρ μαθεῖν τῇ τελειότητί σου, ὅτι ἕως ἐξῆν, οὐδεὶς ἀπῆλθεν ἀποτυχὼν ὧν ἐβούλετο, ἀλλὰ τὸ ἐπιζητούμενον ἀπονητὶ ἕκαστος ἐκομίσατο, ὥστε καὶ μεταμέλειν τοῖς πολλοῖς διότι μὴ πλέον ᾔτησαν ἀπʼ ἀρχῆς. καὶ μάλιστα πολλοὺς ἐποίησε τοὺς ἐπηρεαστάς· πρὸς γὰρ τὸ τῶν προλαβόντων ὑπόδειγμα ἀφορῶντες, ἄλλος ἄλλον διαδέχεται συκοφαντῶν.
§32.4 Πρὸς οὖν ταῦτα πάντα τὴν σὴν σεμνότητα παρακαλοῦμεν στῆναι, καὶ ὥσπερ τι ῥεῦμα ἐπισχεῖν καὶ διακόψαι τῶν κακῶν τὴν συνέχειαν. οἶδας δὲ ὅπως βοηθήσεις τῷ πράγματι, ὥστε μὴ ἀναμένειν παρʼ ἡμῶν διδαχθῆναι τὸν τρόπον, οἳ διἀπειρίαν τῶν τοῦ βίου πραγμάτων, καὶ αὐτὸ τοῦτο ἀγνοοῦμεν, πῶς ἂν γένοιτο ἡμῖν τῆς ἀπαλλαγῆς τυχεῖν. καὶ σύμβουλος οὖν καὶ προστάτης αὐτὸς γενοῦ, τὸ εἶδος τῆς βοηθείας διὰ τῆς μεγάλης σεαυτοῦ φρονήσεως ἐξευρών.
§33 Καὶ τίς οὕτω παλαιὰν ἑταιρείαν οἶδε τιμᾷν, καὶ ἀρετὴν αἰδεῖσθαι, καὶ κάμνουσι συναλγεῖν, ὡς αὐτὸς σύ; ἐπεὶ οὖν τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν Γρηγόριον τὸν ἐπίσκοπον κατέλαβε πράγματα, οὔτε ἄλλως φορητὰ καὶ μάλιστα τῷ ἤθει αὐτοῦ ὑπεναντία, ἔδοξεν ἡμῖν κράτιστον εἶναι ἐπὶ τὴν σὴν καταφυγεῖν προστασίαν καὶ παρὰ σοῦ τινὰ πειραθῆναι εὑρέσθαι λύσιν τῶν συμφορῶν. συμφορὰ γάρ ἐστιν ἀφόρητος πράγματα ἀναγκάζεσθαι λέγειν τὸν μὴ πεφυκότα μηδὲ βουλόμενον, καὶ χρήματα ἀπαιτεῖσθαι τὸν πένητα, καὶ ἕλκεσθαι εἰς τὸ μέσον καὶ δημοκοπεῖσθαι τὸν πάλαι διἡσυχίας τὸν βίον παρελθεῖν κρίναντα. εἴτε οὖν τῷ Κόμητι τῶν θησαυρῶν διαλεχθῆναι χρήσιμον εἶναι κρίνεις εἴτε τισὶν ἑτέροις, τῆς σῆς ἂν εἴη συνέσεως.
§34 Πῶς ἂν σιωπήσαιμεν ἐπὶ τοῖς παροῦσιν; , τοῦτο καρτερεῖν μὴ δυνάμενοι, ἄξιόν τινα λόγον τῶν γινομένων εὕροιμεν, ὥστε μὴ στεναγμῷ προσεοικέναι τὴν φωνὴν ἡμῶν, ἀλλὰ θρήνῳ τοῦ κακοῦ τὸ βάρος ἀρκούντως διασημαίνοντι; οἴχεται ἡμῖν καὶ Ταρσός. καὶ οὐ τοῦτο μόνον δεινόν, καίπερ ἀφόρητον ὄν· ἔστι γὰρ τούτου χαλεπώτερον πόλιν τοσαύτην, οὕτως ἔχουσαν εὐκαιρίας, ὥστε Ἰσαύρους καὶ Κίλικας, Καππαδόκας τε καὶ Σύρους διἑαυτῆς συνάπτειν, ἑνὸς δυοῖν ἀπονοίας ἀνθρώπων ὀλέθρου γενέσθαι πάρεργον, μελλόντων ὑμῶν καὶ βουλευομένων καὶ πρὸς ἀλλήλους ἀποσκοπούντων. κράτιστον οὖν, κατὰ τὴν τῶν ἰατρῶν ἐπίνοιαν (πάντως δέ μοι πολλὴ ἀφθονία, διὰ τὴν σύνοικον ἀῤῥωστίαν, τῶν τοιούτων παραδειγμάτων), οἳ ἐπειδὰν τὸ τῆς ὀδύνης μέγεθος ὑπερβάλῃ, ἀναισθησίαν τῶν πόνων ἐπιτεχνῶνται τῷ κάμνοντι, καὶ ταῖς ἡμετέραις αὐτῶν ψυχαῖς, ὡς μὴ ταῖς φορήτοις ὀδύναις συνέχεσθαι, ἀναλγησίαν τῶν κακῶν συνεύξασθαι. οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀθλίως ἔχοντες, μιᾷ παραμυθίᾳ κεχρήμεθα, πρὸς τὴν σὴν ἀπιδεῖν ἡμερότητα, καὶ ἐκ τῆς σῆς ἐννοίας καὶ μνήμης πραῧναι τῆς ψυχῆς τὸ λυπούμενον. ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς, ἐπειδάν ποτε συντόνως τὰ λαμπρὰ καταβλέψωσι, φέρει τινὰ ῥᾳστώνην πρὸς τὰ κυανὰ καὶ χλοάζοντα τῶν χρωμάτων ἐπανελθεῖν, οὕτω καὶ ταῖς ἡμετέραις ψυχαῖς, οἷον πραεῖά τις ἐπαφὴ τὸ ὀδυνηρὸν ἐξαιροῦσα, μνήμη τῆς σῆς πραότητος καὶ ἐμμελείας ἐστί· καὶ μάλιστα ὅταν ἐνθυμηθῶμεν ὅτι τὸ κατὰ σεαυτὸν ἅπαν ἐπλήρωσας. ἐξ ὧν ἱκανῶς καὶ ἡμῖν τοῖς ἀνθρώποις, ἐὰν εὐγνωμόνως τὰ πράγματα κρίνωμεν, ὡς οὐδὲν ἐκ τῆς σῆς αἰτίας ἀπόλωλεν ἐνεδείξω, καὶ παρὰ Θεῷ τῆς τῶν καλῶν προθυμίας μέγαν σεαυτῷ τὸν μισθὸν κατεκτήσω. χαρίσαιτο δέ σε ἡμῖν καὶ ταῖς ἑαυτοῦ ἐκκλησίαις Κύριος, ἐπʼ ὠφελείᾳ τοῦ βίου καὶ διορθώσει τῶν ψυχῶν ἡμῶν, καὶ καταξιώσειε πάλιν τῆς ἐπωφελοῦς συντυχίας σου.
§35 Περὶ πολλῶν μὲν ὡς διαφερόντων μοι ἐπέστειλά σοι, περὶ πλειόνων δὲ καὶ ἐπιστελῶ. οὔτε γὰρ τοὺς δεομένους ἐπιλιπεῖν δυνατόν, οὔτε ἡμᾶς ἀρνεῖσθαι τὴν χάριν οἷόν τε. οὐ μήν ἐστί τις οἰκειότερός μοι, οὔτε μᾶλλον ἀναπαῦσαί με ἐφʼ οἷς ἂν εὖ τι πάθοι δυνάμενος, τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Λεοντίου. οὗ τὴν οἰκίαν οὕτω διάθες, ὡς ἂν εἰ αὐτὸν ἐμὲ καταλάβοις, μὴ ἐν τῇ πενίᾳ ταύτῃ, ἐν νῦν εἰμὶ σὺν Θεῷ, ἀλλʼ εὐπορίας τινὸς ἐπειλημμένον καὶ ἀγροὺς κεκτημένον. δῆλον γὰρ ὅτι οὐκ ἂν ἐποίησάς με πένητα, ἀλλʼ ἐφύλαξας ἂν τὰ παρόντα, ἐπέτεινας τὴν εὐπορίαν. τοῦτο οὖν ποιῆσαί σε καὶ ἐν τῇ προειρημένῃ μοι οἰκίᾳ τοῦ ἀνδρὸς παρακαλοῦμεν. μισθὸς δέ σοι ὑπὲρ πάντων συνήθης παρʼ ἐμοῦ, εὐχὴ πρὸς τὸν ἅγιον Θεὸν ὑπὲρ ὧν κάμνεις, καλός τε καὶ ἀγαθὸς ὢν καὶ προλαμβάνων τὰς αἰτήσεις τῶν δεομένων.
§36 πρεσβύτερος τοῦ χωρίου τοῦδε, οἶμαι, ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ σου, ὅτι ἐστὶν ἐμοὶ σύντροφος. τί οὖν ἄλλο δεῖ με εἰπεῖν πρὸς τὸ δυσωπῆσαί σου τὴν χρηστότητα, οἰκείως αὐτὸν ἰδεῖν καὶ βοηθῆσαι αὐτῷ εἰς τὰ πράγματα; εἰ μὲν γὰρ ἐμὲ ἀγαπᾷς, ὥσπερ οὖν ἀγαπᾷς, δηλονότι καὶ οὓς ἀντʼ ἐμαυτοῦ ἔχω ἀναπαῦσαι πάσῃ δυνάμει προαιρῇ. τί οὖν ἐστὶν παρακαλῶ; φυλαχθῆναι αὐτῷ τὴν παλαιὰν ἀπογραφήν. καὶ γὰρ καὶ κάμνει οὐ μετρίως ἡμῖν ὑπηρετῶν πρὸς τὸν βίον διὰ τὸ ἡμᾶς, ὡς αὐτὸς ἐπίστασαι, μηδὲν κεκτῆσθαι ἴδιον, ἀλλὰ τοῖς τῶν φίλων καὶ συγγενῶν ἀρκεῖσθαι. ὡς οὖν ἐμὸν οἶκον, μᾶλλον δὲ ὡς ἑαυτοῦ, οὕτω θέασαι τὸν τοῦ ἀδελφοῦ τοῦδε· καὶ ἀντὶ τῆς εἰς αὐτὸν εὐποιίας παρέξει Θεὸς καὶ σοί, καὶ οἴκῳ, καὶ γένει παντί σου τὴν συνήθη βοήθειαν. γίνωσκε δέ μοι πάνυ ἐπιμελὲς εἶναι μηδὲν ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον.
§37.1 Ὑφορῶμαι λοιπὸν τῶν ἐπιστολῶν τὸ πλῆθος. βιαίως μέν, καὶ μὴ φέρων τὴν ἐπάχθειαν τῶν ἀπαιτούντων ἡμᾶς, ἐκφωνεῖν ἀναγκάζομαι· γράφω δʼ οὖν ὅμως, ἄλλον ἀπαλλαγῆς τρόπον ἐπινοεῖν οὐκ ἔχων, διδοὺς αὐτοῖς τὰς ἐπιστολὰς αἰτοῦσιν ἑκάστοτε παρʼ ἡμῶν. φοβοῦμαι τοίνυν μή, ἐπειδὴ πολλοὶ προσκομίζουσι γράμματα, εἶς τῶν πολλῶν νομισθῇ καὶ ἀδελφὸς δεῖνα. ἐγὼ γὰρ πολλοὺς φίλους καὶ συγγενεῖς ἔχειν ἐπὶ τῆς πατρίδος ὁμολογῶ, καὶ αὐτὸς εἰς τὴν πατρικὴν τάξιν τετάχθαι, διὰ τὸ σχῆμα τοῦτο εἰς ἔταξεν ἡμᾶς Κύριος. σύντροφον δὲ τῆς θρεψαμένης με υἱὸν τοῦτον ἔχω ἕνα, καὶ εὔχομαι τὸν οἶκον ἐν ἀνετράφην ἐπὶ τῆς ὁμοίας καταστάσεως διαμεῖναι, ἵνα μή τι πάντας εὐεργετοῦσα ἐπιδημία τῆς σῆς κοσμιότητος ἀφορμὴ πρὸς λύπην τῷ ἀνδρὶ γένηται. ἀλλʼ ἐπειδὴ ἔτι καὶ νῦν ἐκ τοῦ αὐτοῦ διατρέφομαι οἴκου, οὐδὲν ἔχων τῶν ἐμαυτοῦ, ἀρκούμενος δὲ τοῖς τῶν ἀγαπητῶν, παρακαλῶ οὕτω φείσασθαι τῆς οἰκίας ἐνετράφην, ὡς ἐμοὶ τῆς τροφῆς τὴν χορηγίαν διασώζοντα. καί σε Θεὸς ἀντὶ τούτων τῆς αἰωνίου ἀναπαύσεως ἀξιώσειεν.
§37.2 Ἐκεῖνό γε μὴν πάντων ἀληθέστατον γινώσκειν σου τὴν κοσμιότητα βούλομαι, ὅτι τῶν ἀνδραπόδων τὰ πλεῖστα παρʼ ἡμῶν ὑπῆρξεν αὐτῷ μισθὸς τῆς τροφῆς ἡμῶν, τῶν γονέων ἡμῶν παρασχομένων. δὲ μισθὸς οὐ παντελής ἐστι δωρεά, ἀλλὰ χρῆσις διὰ βίου. ὥστε ἐάν τι βαρὺ περὶ αὐτὰ γένηται, ἔξεστιν αὐτῷ πρὸς ἡμᾶς ἀποπέμψαι, καὶ ἐσόμεθα ἡμεῖς διἑτέρας ὁδοῦ ὑπεύθυνοι τελέσμασι καὶ ἀπαιτηταῖς πάλιν γινόμενοι.
§38.1 Ἐπειδὴ πολλοί, τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συνεμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν οὐσίαν ὑπόστασιν λέγειν (ὅθεν καὶ ἤρεσέ τισι τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι καὶ τὴν τῶν οὐσίων διαίρεσιν, κατὰ τὸν ἴσον ἀριθμόν, ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖνδιὰ τοῦτο ὡς ἂν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ παραστῆσαι, τοιαύτη τῶν λεγομένων ἔννοια.
§38.2 Πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος. γὰρ τοῦτο εἰπών, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τόν τινα ἄνθρωπον, τὸν ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον. οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπός ἐστιν, καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὑπὸ τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς ὑποδιαστολῆς, διἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον τὸν Ἰωάννην ἐπιγνωσόμεθα.
§38.3 Τὰ δὲ τῶν ὀνομάτων ἰδικωτέραν ἔχει τὴν ἔνδειξιν, διἧς οὐχ κοινότης τῆς φύσεως ἐνθεωρεῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματός τινος περιγραφή, μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενές, κατὰ τὸ ἰδίαζον, τὴν κοινωνίαν, οἷον Παῦλος, Τιμόθεος. οὐκέτι γὰρ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν. ὅταν οὖν δύο καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητῆται λόγος, οὐκ ἄλλον τις ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦ Τιμοθέου· ἀλλὰ διὧν ἂν λόγων οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι· καί εἰσιν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. ἐπειδὰν δέ τις, τὸ κοινὸν μαθών, ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, διὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ἑκάστου γνωριστικὸς λόγος τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων.
§38.4 Τοῦτο τοίνυν φαμέν· τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. γὰρ ἄνθρωπον εἰπὼν ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῇ ἀκοῇ ἐνεποίησεν, ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὼς καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι. δὲ Παῦλον εἰπὼν ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν.
§38.5 Τοῦτο οὖν ἐστὶν ὑπόστασις, οὐχ ἀόριστος τῆς οὐσίας ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλʼ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα· ὡς καὶ τῇ Γραφῇ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τε πολλοῖς, καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ ἔμελλε τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ μνημονεύσασα, καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷ ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τις. ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφήν, ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπόν, ἐσιώπησε· τὸν δέ τινα διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραληφθέντα χωρίζειν αὐτὸν καὶ ἀφιστᾷν ἔμελλε τῆς κοινῆς σημασίας· ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφήν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων, ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδίδου λόγον, οὐδεμία ἂν ἐγένετο τῶν εἰρημένων ἐν τῇ τῆς φύσεως ἑρμηνείᾳ μνήμη· γὰρ αὐτὸς ἂν ἦν λόγος, ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου καὶ Σοφὰρ τοῦ Μινναίου καὶ ἐφʼ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων.
§38.6 Ὃν τοίνυν ἐν τοῖς καθʼ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσεις. πῶς τὸ εἶναι τοῦ Πατρός, τί ποτε ὑποτίθεταί σου ἔννοια (πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένον νόημα τὴν ψυχὴν ἐπερείδειν, διὰ τὸ πεπεῖσθαι αὐτὸ ὑπὲρ πᾶν εἶναι νόημα), τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. γὰρ τοῦ ἀκτίστου καὶ τοῦ ἀκαταλήπτου λόγος, εἷς καὶ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός ἐστιν. οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπεὶ δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς Τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινῶς ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, τὸ ὑπὲρ πᾶσαν κατάληψιν, εἴ τι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν, ἐπιζητήσομεν δὲ μόνον, διὧν περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τῆς συνθεωρουμένης ἀφορισθήσεται.
§38.7 Καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον. πᾶν ὅπερ ἂν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσῃ, τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν· καθώς φησιν ἀπόστολος, ὅτι Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. ζητοῦντες δὲ εἰ ἐκ μόνου τοῦ ἁγίου Πνεύματος τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀξίοις, πάλιν ὑπὸ τῆς Γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν τῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων ἀρχηγὸν καὶ αἴτιον τὸν μονογενῆ Θεὸν εἶναι πιστεύειν. πάντα γὰρ διαὐτοῦ γεγενῆσθαι, καὶ ἐν αὐτῷ συνεστάναι, παρὰ τῆς ἁγίας Γραφῆς ἐδιδάχθημεν. ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα, ὅτι διἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται· οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως· ἀλλά τίς ἐστι δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα, ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. ἐκ γὰρ τοῦ Πατρὸς Υἱός, διοὗ τὰ πάντα, πάντοτε τὸ Πνεῦμα τὸ ἅγιον ἀχωρίστως συνεπινοεῖται. οὐ γὰρ ἔστιν ἐν περινοίᾳ τοῦ Υἱοῦ γενέσθαι, μὴ προκαταυγασθέντα τῷ Πνεύματι. ἐπειδὴ τοίνυν τὸ ἅγιον Πνεῦμα, ἀφʼ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται, ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται· τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι.
§38.8 δὲ Υἱός, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα διἑαυτοῦ καὶ μεθʼ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν, κατὰ τὸ ἰδίαζον τῶν γνωρισμάτων, τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. δὲ ἐπὶ πάντων Θεός, ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως, τὸ Πατὴρ εἶναι, καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι, μόνος ἔχει· καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινώσκεται. τούτου ἕνεκεν ἐν τῇ τῆς οὐσίας κοινότητι ἀσύμβατά φαμεν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ Τριάδι γνωρίσματα, διὧν ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων προσώπων, ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου· ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξευρεθῆναι· κατὰ δὲ τὸ ἄπειρον, καὶ ἀκατάληπτον, καὶ τὸ ἀκτίστως εἶναι, καὶ μηδενὶ τόπῳ περιειλῆφθαι, καὶ πᾶσι τοῖς τοιούτοις, μηδεμίαν εἶναι παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει, ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι. καὶ διὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων κατανοήσειε, διὰ τῶν αὐτῶν προσελεύσεται, ἀπαραλλάκτως, ἐπὶ Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τῆς διανοίας κενεμβατούσης. διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον, οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης, ἥτις κεχηνέναι ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα. ἀλλʼ τὸν Πατέρα νοήσας, αὐτόν τε ἐφʼ ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο· δὲ τοῦτον λαβὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἀπεμέρισεν, ἀλλʼ ἀκολούθως μέν, κατὰ τὴν τάξιν, συνημμένως δέ, κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμένην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο. καὶ τὸ Πνεῦμα μόνον εἰπὼν συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστὶ τὸ Πνεῦμα. καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστὶ τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησιν Παῦλος, ὥσπερ ἐξ ἁλύσεως τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο, οὕτως τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν προφήτης, διαὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα συνεφειλκύσατο. καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τις λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν, πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον. οὔτε γὰρ τοῦ Πατρὸς ἀεὶ ἐν τῷ Πατρὶ ὢν ἀποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματός ποτε διαζευχθήσεται τοῦ ἰδίου πάντα ἐν αὐτῷ ἐνεργῶν. ὡσαύτως δὲ καὶ τὸν Πατέρα δεξάμενος καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει. οὐ γὰρ ἔστιν ἐπινοῆσαι τομὴν διαίρεσιν κατʼ οὐδένα τρόπον, ὡς Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι, τὸ Πνεῦμα τοῦ Υἱοῦ διαζευχθῆναι· ἀλλά τις ἄῤῥητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ κοινωνία καὶ διάκρισις, οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδίαζον τῶν γνωρισμάτων ἀναχεούσης. μὴ θαυμάσῃς δὲ εἰ τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμένον εἶναί φαμεν, καί τινα ἐπινοοῦμεν, ὥσπερ ἐν αἰνίγματι, καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν.
§38.9 Καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν· οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναι τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον τοῖς πρὸς τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται. πόθεν οὖν φαμὲν τὸ διακεκριμένον ἅμα καὶ συναφὲς ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι; ἤδη ποτὲ τοῦ ἐν τῇ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι, ἐκεῖνο λέγω τὸ τόξον, ὅπερ κοινὸς λόγος ἴριν εἴωθεν ἐπονομάζειν· φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμένη τις πρὸς τὸν ἀέρα νοτίς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καὶ παχύ, νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν τοῦ ἡλίου ἀκτίς, κατὰ τὸ πλάγιον ὑποδραμοῦσα τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς νεφώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερείσηται, οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τὸ ἔμπαλιν ἀπὸ τοῦ ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι, κυκλοτερὲς δὲ τοῦ ἡλίου τὸ σχῆμα, τὸ διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον, ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου καὶ παρακείμενος τῷ νέφει ἀὴρ διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν αὐγὴ καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν καὶ διῄρηται. πολύχροος γάρ τις οὖσα καὶ πολυειδής, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα· ὡς μὴ ἂν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον τὸν μιγνύοντα διἑαυτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτερότητα, τοῦ πυραυγοῦς πρὸς τὸ πορφύρεον, ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατὰ ταὐτὸν ὁρώμεναι καὶ τηλαυγεῖς εἰσί, καὶ τῆς πρὸς ἀλλήλας συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν, ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες τὸ σμαράγδιζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται.
§38.10–51.4
§38.10 Ὥσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, οὕτω μοι λόγισαι δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας, ὥσπερ τι ἄνθος τῶν κατὰ τὴν ἴριν φαινομένων, ἐπαστράπτειν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδεμίαν ἑτέρου πρὸς τὸ ἕτερον ἐπινοεῖσθαι διαφοράν, ἀλλʼ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωριστικὰς ἰδιότητας ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κἀκεῖ ἐν τῷ ὑποδείγματι ἀπαυγάζουσα τὴν πολύχροον ἐκείνην αὐγὴν μία οὐσία ἦν, διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη· τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ ξενοπαθεῖν τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μέν τι κοινὸν ἐν τῇ ἁγίᾳ Τριάδι τὸ δὲ ἰδίαζον λόγος ἐνεθεώρησεν, μὲν τῆς κοινότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγεται, δὲ ὑπόστασις τὸ ἰδίαζον ἑκάστου σημεῖόν ἐστιν.
§38.11 Ἀλλʼ ἴσως οἴεταί τις μὴ συμβαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ ἀποστόλου γραφῆς, ἐν οἷς φησὶ περὶ τοῦ Κυρίου, ὅτι Ἀπαύγασμα τῆς δόξης αὐτοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δέ, ὥσπερ ἐπὶ τοῦ Πατρός, εἶναί τι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, διοὗ μόνος ἐπιγινώσκεται, κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ Μονογενοῦς τὸ ἴσον πιστεύεται· πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ Γραφή, τὸν δὲ Υἱὸν μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλʼ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ὑπόστασις τὸ ἰδίαζον τῆς ἑκάστου ὑπάρξεως σημεῖόν ἐστι, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως εἶναι ὁμολογεῖται, μεμόρφωται δὲ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκέτι διαμένει τῷ Πατρὶ κατʼ ἐξαίρετον ἐπʼ αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς τοῦ Μονογενοῦς χαρακτηρίζεται ὕπαρξις.
§38.12 Ἀλλʼ ἡμεῖς τοῦτό φαμεν, ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ ἀποστόλῳ λόγος, πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς· δόξης ἀπαύγασμα λέγων, καὶ χαρακτῆρα τῆς ὑποστάσεως· ὅνπερ ἀκριβῶς νοήσας οὐδὲν εὑρήσει τοῖς παρʼ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλʼ ἐπί τινος ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. οὐ γὰρ ὅπως διακριθεῖεν ἀπʼ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλʼ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη. καὶ γὰρ οὐκ εἶπεν, Ὃς ὢν δόξα τοῦ Πατρός, καίτοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ Μονογενοῦς διορίζεται δόξαν, τὸ ἀδιαστάτως συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος. ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν αὐγή, οὐ μὴν ὑστέρα μετὰ τὴν φλόγα ἐστὶν αὐγή, ἀλλʼ ὁμοῦ τε φλὸξ ἀνέλαμψε, καὶ συναπηυγάσθη τὸ φῶς· οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν Μονογενῆ διορίζεσθαι, ἀλλʼ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συνυπολαμβάνειν.
§38.13 Κατὰ τὸν αὐτὸν οὖν τρόπον, ὥσπερ ἐφερμηνεύων τὸν προαποδοθέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρά φησι, τοῖς σωματικοῖς ἡμᾶς ὑποδείγμασι πρὸς τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν. ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλʼ ἕτερος μὲν τοῦ σχήματος, ἕτερος δὲ τοῦ σώματος λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου· πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃς τὸ σχῆμα τοῦ σώματος, φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον· οὕτως οἴεται δεῖν ἀπόστολος, κἂν τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διῃρημένην τὴν τῶν ὑποστάσεων διδάσκῃ διαφοράν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμφυὲς τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παριστάναι, οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ Μονογενοῦς, ἀλλʼ ὡς οὐ παραδεχομένου μεσότητά τινα τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ Μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενίσαντα καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι, οὐκ ἐπαλλασσομένης οὐδὲ συναναμιγνυμένης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος, ὡς τῷ Πατρὶ τὴν γέννησιν, τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν, ἀλλʼ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντας, ἐφʼ ἑαυτοῦ μόνου καταλαβεῖν τὸ λειπόμενον. οὐδὲ γάρ ἐστι δυνατόν, Υἱὸν ὀνομάσαντα, μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι, σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συνεμφαινούσης.
§38.14 Ἐπειδὴ τοίνυν ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, καθώς φησιν ἐν εὐαγγελίοις Κύριος, διὰ τοῦτο χαρακτῆρά φησιν εἶναι τὸν Μονογενῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως. καὶ ὡς ἂν μᾶλλον ἐπιγνωσθείη τὸ νόημα, καὶ ἄλλας συμπαραληψόμεθα τοῦ ἀποστόλου φωνάς, ἐν αἷς εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τῆς ἀγαθότητος αὐτοῦ πάλιν εἰκόνα φησίν, οὐχὶ τῷ διαφέρειν τοῦ ἀρχετύπου τὴν εἰκόνα κατὰ τὸν τῆς ἀορασίας καὶ τῆς ἀγαθότητος λόγον, ἀλλʼ ἵνα δειχθῇ ὅτι ταὐτὸν τῷ πρωτοτύπῳ ἐστί, κἂν ἕτερον . οὐ γὰρ ἂν τῆς εἰκόνος διασωθείη λόγος, εἰ μὴ διὰ πάντων τὸ ἐναργὲς ἔχοι καὶ ἀπαράλλακτον. οὐκοῦν τὸ τῆς εἰκόνος κατανοήσας κάλλος ἐν περινοίᾳ τοῦ ἀρχετύπου γίνεται. καὶ τοῦ Υἱοῦ τὴν οἱονεὶ μορφὴν τῇ διανοίᾳ λαβὼν τῆς πατρικῆς ὑποστάσεως τὸν χαρακτῆρα ἀνετυπώσατο, βλέπων διὰ τούτου ἐκεῖνον, οὐ τὴν ἀγεννησίαν τοῦ Πατρὸς ἐν τῷ ἀπεικονίσματι βλέπων ( γὰρ ἂν διὅλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον), ἀλλὰ τὸ ἀγέννητον κάλλος ἐν τῷ γεννητῷ κατοπτεύσας. ὥσπερ γὰρ ἐν τῷ καθαρῷ κατόπτρῳ τὴν γενομένην τῆς μορφῆς ἔμφασιν κατανοήσας, ἐναργῆ τοῦ ἀπεικονισθέντος προσώπου τὴν γνῶσιν ἔσχεν, οὕτως τὸν Υἱὸν ἐπιγνοὺς τὸν χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως, διὰ τῆς τοῦ Υἱοῦ γνώσεως, ἐν τῇ καρδίᾳ ἐδέξατο. πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ καθορᾶται, καὶ πάντα τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστιν, ἐπειδὴ καὶ ὅλος Υἱὸς ἐν τῷ Πατρὶ μένει καὶ ὅλον ἔχει πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα. ὥστε τοῦ Υἱοῦ ὑπόστασις οἱονεὶ μορφὴ καὶ πρόσωπον γίνεται τῆς τοῦ Πατρὸς ἐπιγνώσεως· καὶ τοῦ Πατρὸς ὑπόστασις ἐν τῇ τοῦ Υἱοῦ μορφῇ ἐπιγινώσκεται, μενούσης αὐτοῖς τῆς ἐπιθεωρουμένης ἰδιότητος εἰς διάκρισιν ἐναργῆ τῶν ὑποστάσεων.
§39.1 μὲν παροιμία φησίν, Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας, χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν, ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρʼ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον.
§39.2 δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς πάρεργον αὐτὸ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοί, καὶ πάντως ἱκανοὶ πρὸς πάντα. δίδωμι οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως μόνης, ἧς οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθʼ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος, ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλους ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων. ἔνθεν ἔξεστιν ἡμῖν (ἀπείη δὲ φθόνος) ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα.
§39.3 Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες (ἐπῄνεσα γὰρ ἐμαυτόν, ὥσπερ Ἀστυδάμας), ἀλλʼ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησόμενος δρόμῳ. συνδιατρίψας δὲ ἡμῖν ἐφʼ ὅσου σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφʼ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιῇ.
§40.1 Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομίσαμεν τοὺς οἰκοῦντας τὴν ὑφʼ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων Ὠκεανοῦ δῶρά μοι κόμιζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς. ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες, οἱ εὐμορφοποικιλοκανθαρόμορφοι , οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνται ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοί μοι ποιεῖν ἐκεῖνα ἅπερ τῇ ἐμῇ πρέπειβασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνῳ ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι Σάπωριν ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐν ταὐτῷ δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴν Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗτοι πάντες ἐν δευτέρᾳ τάξει τῆς ἐμῆς γένωνται ὑπόφοροι καὶ ὑποτελεῖς.
§40.2 Ἀλλʼ αὐτὸς ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας, εὐλάβειαν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προβαλλόμενος· καὶ πανταχοῦ διαφημίζων ἀνάξιόν με τῆς τῶν Ῥωμαίων βασιλείας γεγονέναι. οὐκ οἶσθα αὐτὸς ὡς Κωνσταντίου τοῦ κρατίστου ἀπόγονος γέγονα; καὶ τούτων οὕτω γνωσθέντων ἡμῖν σοῦ εἵνεκα, οὐδὲ τῆς προτέρας ἐξέστημεν διαθέσεως, ἧς ἔτι νέοι ὄντες τῇ ἡλικίᾳ ἐγώ τε καὶ σὺ μετεσχήκαμεν. ἀλλὰ γαληνῷ τῷ φρονήματι θεσπίζω δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐν τῇ παρόδῳ μου τῇ κατὰ τὴν Καίσαρος, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος, σὺν πολλῷ τῷ τάχει ἀφικνουμένου μου ἐπὶ τὸν Περσικὸν πόλεμον· ἑτοίμου ὄντος μου, εἰ μὴ τοῦτο ποιήσεις, πάντα τόπον ἀνασκευάσαι τῆςΚαίσαρος, καὶ τὰ πάλαι αὐτῆς ἐγηγερμένα καλλιουργήματα καταστρέψαι, καὶ κατὰ τόπον ναούς τε καὶ ἀγάλματα ἀναστῆσαι, ὥστε με πείσειν πάντας εἴκειν βασιλεῖ Ῥωμαίων, καὶ μὴ ὑπεραίρεσθαι. τὸ οὖν ἐξονομασθὲν χρυσίον ἐξαριθμοζυγοκαμπανοτρυτανίσας καὶ διαμετρήσας, ἀσφαλῶς ἐξαπόστειλόν μοι διοἰκείου πιστοῦ σοι ὄντος, δακτυλίῳ τῷ σῷ σφραγισάμενος, ὥστε με ἐπεγνωκότα κἂν ὀψέ ποτε τοῦ καιροῦ τὸ ἀπαραίτητον, γαληνόν σοι γενέσθαι περὶ τὰ ἐπταισμένα. δὲ ἀνέγνων, ἔγνων καὶ κατέγνων.
§41.1 Μικρά σου τὰ τῆς παρούσης τύχης ἀνδραγαθήματα, καὶ φαῦλα τὰ τῆς ἀριστείας, ἧς αὐτὸς ἠρίστευσας καθʼ ἡμῶν, οὐχὶ δὲ καθʼ ἡμῶν, ἀλλὰ καθʼ ἑαυτοῦ. ἐγὼ δὲ τρόμῳ συνέχομαι ὅταν λάβω κατὰ νοῦν πορφυρίδα σε περιβεβλῆσθαι, στεφάνῳ δὲ τὴν ἄτιμον κεκοσμῆσθαί σου κεφαλήν, ὅπερ δίχα εὐσεβείας οὐκ ἔντιμον, ἀλλʼ ἄτιμον καθίστησί σου τὴν βασιλείαν, ἀλλʼ αὐτός, ἐπανελθὼν καὶ ὑπερμεγέθης γενόμενος, ὥς γε φαῦλοι καὶ μισόκαλοι δαίμονες εἵλκυσάν σε εἰς τοῦτο, οὐ μόνον ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων φρονεῖν ἤρξω, ἀλλὰ καὶ εἰς Θεὸν ὑπεραίρεσθαι, καὶ τὴν πάντων μητέρα καὶ τιθηνὸν Ἐκκλησίαν ἐνυβρίζειν, μηνύσει χρησάμενος πρός με τὸν εὐτελέστατον χιλιάδα χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι παρʼ ἐμοῦ.
§41.2 Καὶ μὲν τοῦ χρυσίου ὁλκὴ οὐκ ἐθάμβησέ μου τὴν διάνοιαν, εἰ καὶ μάλα πολλὴ καθέστηκεν, ἀλλὰ δακρῦσαί με πικρῶς παρεσκεύασεν ἐπὶ τῇ τοιαύτῃ ταχίστῃ σου ἀπωλείᾳ. ἐντεθύμημαι γὰρ καθʼ ἑαυτὸν ὡς ἐγώ τε αὐτὸς καὶ σὴ καλοκἀγαθία κοινῶς μεμαθήκαμεν τὰ ἱερὰ καὶ βέλτιστα γράμματα. ἑκάτεροι δὲ διεξήλθομεν τὰς ἁγίας καὶ θεοπνεύστους Γραφάς, καὶ ἐλάνθανε μέν σε τότε οὐδέν, ἐπὶ δὲ τοῦ παρόντος ἀκόσμητος καθέστηκας, ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς. ᾔδεις ἡμᾶς πρὸ τῆς χθές, γαληνότατε, ἐπʼ ἀπληστίᾳ χρημάτων μὴ πολιτεύεσθαι· νῦν δὲ κατὰ τὴν ἐνεστῶσαν δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι ἐπεζήτησας παρʼ ἡμῶν. φείσασθαι ἡμῶν τοίνυν θέλησον, γαληνότατε, τοσαῦτα κεκτημένων ὅσα, ἂν τήμερον θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν. ἀργεῖ γὰρ ὡς εἰκὸς παρʼ ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. τὰ μέγιστα τῶν παρʼ ἡμῖν βρωμάτων, ἐν οἷς δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ καὶ τῷ ἐξεστηκότι οἴνῳ· ὥστε μὴ ἐκθαμβούμενα ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας ἐπʼ ἀφροσύνῃ πολιτεύεσθαι.
§41.3 Ἀπήγγειλε δέ μοι καὶ τοῦτο Λαῦσος σὸς περίβλεπτος τριβοῦνος, γνήσιός σοι περὶ τὰ ἐσπουδασμένα, ὡς γυνή τις προσέλευσιν ἐποιήσατο ἐπὶ τῆς σῆς γαληνότητος ἐπʼ ἀπωλείᾳ παιδὸς αὐτῆς φαρμακευθέντος, καὶ ὡς κέκριται παρʼ ὑμῶν φαρμακοὺς μὲν μηδαμοῦ εἶναι, ὄντας δὲ ἀναιρεῖσθαι, ἐκείνους μόνους περιποιεῖσθαι οἷς μάχη πρὸς τὰ θηρία. καὶ τοῦτο, ὀρθῶς κριθὲν παρʼ ὑμῶν, ξένον μοι πέφηνε. παντὸς γὰρ γέλωτος ἀνάμεστον τυγχάνει, πῶς τὰ μεγάλα ἄλγη τῶν τραυμάτων μικροῖς φαρμάκοις ἐπιχειρεῖς θεραπεύειν. Θεὸν γὰρ ἐνυβρίσας, χηρῶν καὶ ὀρφανῶν μάτην πρόνοιαν ποιῇ. τὸ μὲν γὰρ μανικὸν καὶ ἐπικίνδυνον, τὸ δὲ φιλοικτίρμονος καὶ συμπαθοῦς.
§41.4 Ἐπαχθὲς ἡμῖν λέγειν πρὸς βασιλέα, ἰδιώτας ὄντας, ἐπαχθέστερον δέ σοι φανήσεται τὸ λέγειν πρὸς Θεόν. οὐδεὶς γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων φανήσεται. μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως,
§42.1 Σωτηρίου πράγματος αἴτιος γενήσομαί σοι, γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείης παρʼ ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς παρεκάλεσας συμβουλεῦσαί σοι. τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. καὶ πάντως οὐκ ἐν προθέσει μόνον τὸ τέλος ὑπάρχει, ἀλλʼ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. φησὶ γὰρ καὶ Κύριος περὶ τῶν τοιούτων· Τίς βουλομενος οἶκον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες, ὅτι ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ κατορθώματι. καὶ γὰρ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις ἀγαθοῖς, ἀλλʼ ὁσημέραι εἰς τὸ πρόσω προκόπτειν, λέγει· Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. τοιοῦτος γὰρ ὑπάρχει ὅλος τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. τί γὰρ ὠφελεῖ ἄνθρωπον χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ.
§42.2 Οὐκοῦν μάταιος μὲν τοῦ δικαίου κόπος, ἀνέγκλητος δὲ καὶ τοῦ ἁμαρτωλοῦ τρόπος, ἐπιγενομένης ἐναλλαγῆς, τῷ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι. ταῦτα καὶ τοῦ Ἰεζεκιὴλ ὡς ἐκ προσώπου τοῦ Κυρίου δογματίζοντος ἔστιν ἀκοῦσαι. Ἐὰν γάρ, φησίν, ἐκκλίνας δίκαιος πλημμελήσῃ, οὐ μὴ μνησθῶ τῶν δικαιοσυνῶν ὧν ἐποίησεν ἔμπροσθεν, ἀλλʼ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. τὸ δὲ αὐτό φησι καὶ περὶ τοῦ ἁμαρτωλοῦ· Ἐὰν ἐπιστρέψας ποιήσῃ δικαιοσύνην, ζωὴν ζήσεται ἐν αὐτῇ. ποῦ γὰρ οἱ τοσοῦτοι Μωσῆ τοῦ θεράποντος πόνοι, τῆς ἐν στιγμῇ ἀντιλογίας παραγραψαμένης αὐτοῦ τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον; ποῦ δὲ καὶ τοῦ Γιεζῆ συναναστροφὴ πρὸς τὸν Ἐλισσαῖον, φιλοχρηματίας χάριν λέπραν ἐπισπασαμένου; τί δὲ καὶ τοῦ πλήθους τῆς σοφίας τῷ Σολομῶντι ὄφελος, καὶ προλαβοῦσα τοιαύτη ἔννοια εἰς Θεόν, ὕστερον ἐκ τῆς γυναικομανίας εἰς εἰδωλολατρίαν αὐτοῦ ἐκπεπτωκότος; ἀλλʼ οὐδὲ τὸν μακάριον Δαβὶδ μετεωρισμὸς ἀφῆκεν ἀνέγκλητον, διὰ τὴν εἰς τὴν τοῦ Οὐρίου πλημμέλειαν. ἤρκει δὲ καὶ τοῦ Ἰούδα ἀπὸ τοῦ κρείττονος εἰς τὸ χεῖρον μετάπτωσις πρὸς ἀσφάλειαν τοῦ κατὰ Θεὸν πολιτευομένου, ὃς ἐν τοσούτοις χρόνοις μαθητευθεὶς τῷ Χριστῷ ὕστερον μικρῷ λήμματι τὸν διδάσκαλον ἀπεμπολήσας, ἑαυτῷ ἀγχόνην ἐπραγματεύσατο. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ καλῶς ἀρχόμενος, οὗτος τέλειος, ἀλλʼ καλῶς ἀποτιθέμενος, οὗτος δόκιμος παρὰ Θεῷ.
§42.3 Μὴ οὖν δῷς ὕπνον τοῖς ὀφθαλμοῖς, ἀδελφέ, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις, ἵνα σωθῇς ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. βλέπε γὰρ ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπάνω τείχους ὑψηλοῦ περιπατεῖς, ὅθεν οὐκ ἀκίνδυνον τῷ καταπεσόντι τὸ πτῶμα. μὴ οὖν εὐθέως εἰς ἀκρότητα ἀσκήσεως ἐκτείνῃς σεαυτόν· μάλιστα μηδὲ θαῤῥήσῃς σεαυτῷ, ἵνα μὴ ἐξ ἀπειρίας ἀφʼ ὕψους τῆς ἀσκήσεως πέσῃς. κρεῖσσον γὰρ κατʼ ὀλίγον προκοπή. κατὰ μικρὸν οὖν κλέπτε τὰς ἡδονὰς τοῦ βίου, ἐξαφανίζων σεαυτοῦ πᾶσαν συνήθειαν, μήποτε ἀθρόως πάσας ὁμοῦ ἐρεθίσας τὰς ἡδονὰς ὄχλον πειρασμῶν σεαυτῷ ἐπαγάγῃς. ἡνίκα δʼ ἂν τοῦ ἑνὸς πάθους τῆς ἡδονῆς κατὰ κράτος περιγένῃ, πρὸς τὴν ἑτέραν ἡδονὴν παράταξαι, καὶ οὕτω πασῶν τῶν ἡδονῶν εὐκαίρως περιγενήσῃ. ἡδονῆς γὰρ ὄνομα μὲν ἕν, πράγματα δὲ διάφορα. τοίνυν, ἀδελφέ, ἔσο πρῶτον μὲν ὑπομονητικὸς πρὸς πάντα πειρασμόν. πειρασμοῖς δὲ ποταποῖς δοκιμάζεται πιστός; ζημίαις κοσμικαῖς, ἐγκλήμασι, καταψεύσμασιν, ἀπειθείαις, καταλαλιαῖς, διωγμοῖς. εἰς ταῦτα καὶ τὰ τοιαῦτα δοκιμάζεται πιστός.
§42.4 Ἔπειτα δὲ καὶ ἡσύχιος ἔσο, μὴ προπετὴς ἐν λόγῳ, μὴ ἐριστικός, μὴ φιλόνεικος, μὴ κενόδοξος, μὴ ἐξηγητικός, ἀλλὰ φιλόπιστος, μὴ ἐν λόγῳ πολύς, ἕτοιμος δὲ ἴσθι ἀεί, μὴ πρὸς διδασκαλίαν, ἀλλὰ πρὸς μάθησιν. μὴ περιεργάζου βίους κοσμικούς, ὅθεν οὐδέν σοι προσγένηται ὄφελος. φησὶ γάρ· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. γὰρ ἡδέως λαλῶν τὰ τῶν ἁμαρτωλῶν, ἑτοίμως καθʼ ἑαυτοῦ ἐξυπνίζει τὰς ἡδονάς. μᾶλλον δὲ πολυπραγμόνει τὸν τῶν δικαίων βίον· οὕτω γὰρ ἂν εὑρήσεις ἑαυτῷ ὄφελος. μὴ ἔσο φιλενδείκτης, περιάγων τὰς κώμας τὰς οἰκίας, φεῦγε δὲ ταύτας ὡς ψυχῶν παγίδας. εἰ δέ τις διὰ πολλὴν εὐλάβειαν προτρέπεταί σε εἰς τὸν ἑαυτοῦ οἶκον, πολλῶν προφάσεων ἕνεκα, μανθανέτω τοιοῦτος ἀκολουθεῖν τῇ πίστει τοῦ ἑκατοντάρχου, ὃς τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου παρῃτήσατο λέγων· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται παῖς μου. τοῦ δὲ Ἰησοῦ εἰπόντος αὐτῷ· Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι· ἰάθη παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ τοῦ Χριστοῦ παρουσία ἀλλʼ πίστις τοῦ αἰτοῦντος ἠλευθέρωσε τὸν κάμνοντα. οὕτω καὶ νῦν, σοῦ εὐχομένου ἐν ᾖς τόπῳ, καὶ τοῦ κάμνοντος πιστεύοντος ὅτι ταῖς σαῖς εὐχαῖς βοηθηθήσεται, ἀποβήσεται αὐτῷ πάντα καταθυμίως.
§42.5 Πλέον δὲ τοῦ Κυρίου τοὺς οἰκείους σου μὴ ἀγαπήσεις. γὰρ ἀγαπῶν, φησί, πατέρα μητέρα ἀδελφοὺς ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. τί δὲ βούλεται τοῦ Κυρίου ἐντολή; Εἴ τις, φησίν, οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐ δύναταί μου εἶναι μαθητής. εἰ συναπέθανες τῷ Χριστῷ ἀπὸ τῶν συγγενῶν σου τῶν κατὰ σάρκα, τί πάλιν ἐν αὐτοῖς ἀναστρέφεσθαι θέλεις; εἰ δὲ κατέλυσας διὰ Χριστόν, πάλιν ταῦτα οἰκοδομεῖς διὰ τοὺς σνγγενεῖς σου, παραβάτην σεαυτὸν καθιστᾷς. μὴ οὖν διὰ χρέος τῶν συγγενῶν σου ἀναχωρήσῃς τοῦ τόπου σου· ἀναχωρῶν γὰρ ἐκ τοῦ τόπου σου, ἴσως ἀναχωρήσεις ἐκ τοῦ τρόπου σου. μὴ ἔσο ὀχλοχαρής· μὴ φιλόχωρος, μὴ φιλοπολίτης. ἀλλὰ φιλέρημος, ἐφʼ ἑαυτῷ μένων ἀεὶ ἀμετεωρίστως, τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἔργον ἡγούμενος.
§42.6 Μηδὲ τῶν ἀναγνωσμάτων κατολιγωρήσῃς, μάλιστα τῆς Νέας Διαθήκης, διὰ τὸ ἐκ τῆς Παλαιᾶς Διαθήκης πολλάκις βλάβην ἐγγίνεσθαι, καὶ οὐχ ὅτι ἐγράφη βλαβερά, ἀλλʼ ὅτι τῶν βλαπτομένων διάνοια ἀσθενής. πᾶς γὰρ ἄρτος τρόφιμος, ἀλλὰ τοῖς ἀσθενοῦσιν ἐπιβλαβής· οὕτως οὖν πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, καὶ οὐδὲν κοινὸν διαὐτῆς, εἰ μὴ τῷ λογιζομένῳ κοινὸν εἶναι, ἐκείνῳ κοινόν. Πάντα δὲ δοκίμαζε· τὸ καλὸν κάτεχε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχου. Πάντα γὰρ ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. ἔσο οὖν τοῖς συντυγχάνουσί σοι ἐν πᾶσιν ἀπρόσκοπος, προσχαρής, φιλάδελφος, ἡδύς, ταπεινόφρων μὴ ἐκπίπτων τοῦ σκοποῦ τῆς φιλοξενίας διὰ βρωμάτων πολυτελείας, ἀρκούμενος δὲ τοῖς παροῦσι, τῆς καθημερινῆς χρείας τοῦ μονήρους βίου μηδὲν πλέον ἀπό τινος λάβῃς· καὶ μάλιστα φύγε τὸν χρυσὸν ὡς ψυχῆς ἐπίβουλον καὶ ἁμαρτίας πατέρα, ὑπουργὸν δὲ τοῦ διαβόλου. μὴ προφάσει τῆς εἰς τοὺς πένητας διακονίας σεαυτὸν ὑπόδικον φιλοχρηματίας καταστήσῃς. εἰ δέ τις πτωχῶν ἕνεκα κομίσει σοι χρήματα, γνῷς δέ τινας εἶναι λειπομένους, αὐτῷ ἐκείνῳ, ὑπάρχει τὰ χρήματα, ἀποκομίσαι τοῖς ὑστερουμένοις ἀδελφοῖς συμβούλευσον, μή ποτε μολύνῃ σου τὴν συνείδησιν τῶν χρημάτων ὑποδοχή.
§42.7 Τὰς ἡδονὰς φεῦγε· τὴν ἐγκράτειαν δίωκε· καὶ τὸ μὲν σῶμα τοῖς πόνοις ἄσκει, τὴν δὲ ψυχὴν τοῖς πειρασμοῖς ἔθιζε. τὴν σώματος καὶ ψυχῆς ἀνάλυσιν ἀπαλλαγὴν παντὸς κακοῦ τιθέμενος, ἐκδέχου τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, ἧς πάντες οἱ ἅγιοι μέτοχοι γεγόνασι. σὺ δὲ ἀδιαλείπτως ζυγοστατῶν ἀντιπαρατίθεσο τῇ διαβολικῇ ἐννοίᾳ τὸν εὐσεβῆ λογισμόν, ὥσπερ ἐπὶ τρυτάνης, τῇ ῥοπῇ τῆς πλάστιγγος τούτῳ παραχωρῶν. καὶ μάλιστα ὅταν ἐπαναστᾶσα πονηρὰ ἔννοια λέγῃ· Τί σοι τὸ ὄφελος τῆς ἐν τῷ τόπῳ τούτῳ διαγωγῆς; τί σοι τὸ κέρδος τῆς ἀναχωρήσεως τῆς ἀπὸ τῶν ἀνθρώπων συνηθείας; οὐκ ἔγνως τοὺς παρὰ τοῦ Θεοῦ τεταγμένους ἐπισκόπους τῶν τοῦ Θεοῦ ἐκκλησιῶν τοῖς ἀνδράσι συνήθως συνδιαζῶντας καὶ τὰς πνευματικὰς ἀδιαλείπτως ἐπιτελοῦντας πανηγύρεις, ἐν αἷς μάλιστά που τοῖς παραγενομένοις γίνεται ὄφελος; ἐκεῖ γὰρ ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων, εὐαγγελικῶν νοημάτων ἔκθεσις, θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων. σὺ δὲ τοσούτων ἀγαθῶν ἀλλότριον σεαυτὸν καταστήσας κάθησαι ἐνθάδε ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. ὁρᾷς γὰρ ἐνταῦθα ἠρεμίαν πολλήν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν, καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν.
§42.8 Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα πονηρὰ ἔννοια καταῤῥῆξαί σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος, λέγων· Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακά, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά. παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν, φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρʼ αὐτοῦ λόγους κομψοὺς καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων. πολλοῖς δὲ μετʼ αὐτὸν συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων. εἶδον δὲ καὶ κάλλος γυναικῶν, βασάνιζόν μου τὴν σωφροσύνην· καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον· τὴν δὲ ἐμαυτοῦ παρθενίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν, πλὴν παρʼ οὐδενὶ τῶν διδασκάλων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν. μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων, μέλεσι τεθρυμμένοις ἐνδεδυμένων. πάλιν ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων, τῆς φωνῆς τῶν γελοιαστῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθήτου βοήν. εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. καὶ εἶδον καὶ ἰδοὺ οὐκ ἦν πανήγυρις πνευματική, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη, πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα.
§42.9 Λέγε μοι, κακὴ ἔννοια, καὶ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν προσαπολλύειν; ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖν ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται. αἱ μὲν γὰρ τραγῳδίαι ὥσπερ σκόλοπες τοῖς κατὰ τὸν βίον διεὐθυμίας καὶ χαρᾶς ἐν ταῖς καρδίαις αὐτῶν ἐμπήσσονται, ἵνα τῆς ψαλμῳδίας ἐπισκοτίσῃ τὸ καθαρόν. αἱ δὲ οἰμωγαὶ καὶ ὀδυρμὸς τῶν ἀδικουμένων ἀνθρώπων παρὰ τῶν ὁμοφύλων ἐπάγονται, ἵνα δειχθῇ τῶν πενήτων ὑπομονή. τίς οὖν ὠφέλεια ἐμοί, δηλονότι τῆς ψυχῆς βλάβη;
§42.10 Διὰ τοῦτο οὖν ἐγὼ μεταναστεύω ἐπὶ τὰ ὄρη ὡς στρουθίον· ὡς στρουθίον γὰρ ἐῤῥύσθην ἐκ τῆς παγίδος τῶν θηρευόντων. καὶ γὰρ ἐν ταύτῃ τῇ ἐρήμῳ διάγω, κακὴ ἔννοια, ἐν Κύριος διέτριβεν. ἐνταῦθα δρῦς Μαμβρή· ἐνταῦθα οὐρανοφόρος κλῖμαξ, καὶ αἱ τῶν ἀγγέλων παρεμβολαὶ αἱ τῷ Ἰακὼβ ὀφθεῖσαι· ἐνταῦθα ἔρημος ἐν λαὸς ἁγνισθεὶς ἐνομοθετήθη, καὶ οὕτως εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθὼν εἶδε Θεόν. ἐνταῦθα τὸ ὄρος τὸ Καρμήλιον ἐν Ἠλίας αὐλιζόμενος τῷ Θεῷ εὐηρέστησεν. ἐνταῦθα τὸ πεδίον ἐν ἀναχωρήσας Ἔσδρας πάσας τὰς θεοπνεύστους βίβλους προστάγματι Θεοῦ ἐξηρεύξατο. ἐνταῦθα ἔρημος ἐν μακάριος Ἰωάννης ἀκριδοφαγῶν μετάνοιαν τοῖς ἀνθρώποις ἐκήρυξεν. ἐνταῦθα τὸ ὄρος τῶν ἐλαιῶν εἰς Χριστὸς ἀνερχόμενος προσηύχετο, ἡμᾶς διδάσκων προσεύχεσθαι. ἐνταῦθα Χριστὸς τῆς ἐρήμου φίλος· φησὶ γάρ· Ὅπου εἰσὶ δύο τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν. ἐνταῦθα στενὴ καὶ τεθλιμμένη ὁδὸς ἀπάγουσα εἰς τὴν ζωήν. ἐνταῦθα διδάσκαλοι καὶ προφῆται οἱ ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. ἐνταῦθα ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ τῶν μοναχῶν ἐρημοπολίτης βίος.
§42.11 Ταῦτα τοίνυν ἑκουσίως καταδέδεγμαι, ἵνα λάβω ἅπερ τοῖς μάρτυσι τοῦ Χριστοῦ καὶ τοῖς ἄλλοις πᾶσιν ἁγίοις ἐπήγγελται· ἵνα ἀψευδῶς λέγω· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἔγνων γὰρ τὸν μὲν θεοφιλῆ Ἀβραὰμ τῇ τοῦ Θεοῦ φωνῇ πειθόμενον καὶ εἰς τὴν ἔρημον μετοικοῦντα, καὶ Ἰσαὰκ καταδυναστευόμενον, καὶ Ἰακὼβ τὸν πατριάρχην ξενιτεύοντα, Ἰωσὴφ τὸν σώφρονα διαπιπρασκόμενον, τοὺς τῆς ἐγκρατείας εὑρετὰς τρεῖς παῖδας πυρομαχοῦντας, Δανιὴλ δεύτερον εἰς λάκκον λεόντων παραβαλλόμενον, τὸν παῤῥησιαστὴν Ἱερεμίαν εἰς λάκκον βορβόρου καταδικαζόμενον· Ἡσαΐαν τὸν τῶν ἀποκρύφων θεατὴν πριζόμενον· τὸν Ἰσραὴλ αἰχμαλωτιζόμενον· Ἰωάννην τὸν τῆς μοιχείας ἔλεγχον ἀποτεμνόμενον· ἀναιρουμένους τοὺς Χριστοῦ μάρτυρας. καὶ ἵνα τί μακρολογῶ; ὅπου γε καὶ αὐτὸς Σωτὴρ ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἵνα τῷ ἑαυτοῦ θανάτῳ ἡμᾶς ζωοποιήσῃ, καὶ πάντας ἡμᾶς πρὸς τὴν ὑπομονὴν ἀλείψῃ καὶ ἑλκύσῃ. πρὸς τοῦτον ἐπείγομαι, καὶ πρὸς τὸν Πατέρα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. γνήσιος εὑρεθῆναι ἀγωνίζομαι, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶνπλὴν ἀλλʼ οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλʼ κόσμος διἐμέ.
§42.12 Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος, καὶ τελῶν αὐτὰ σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. καὶ γὰρ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. ἀλλὰ καὶ ἀπόστολός φησι· Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρά, εἰς τὸ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ ἀλλήλους παρακαλεῖτε, καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε, ἄχρις οὗ τὸ σήμερον λέγεται. τὸ γὰρ σήμερον σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸν σώσεις, καὶ ἡμᾶς εὐφρανεῖς, καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
§43 Μάθε σὺ μονάζων καὶ πιστὸς ἄνθρωπος, καὶ τῆς εὐσεβείας ἐργάτης, καὶ διδάχθητι εὐαγγελικὴν πολιτείαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. ἀγγαρευόμενος, προστίθει διὰ τὸν Κύριον· ἀποστερούμενος, μὴ δικάζου· μισούμενος, ἀγάπα· διωκόμενος, ἀνέχου· βλασφημούμενος, παρακάλει. νεκρώθητι τῇ ἁμαρτίᾳ, σταυρώθητι τῷ Θεῷ· ὅλην τὴν μέριμναν μετάθες ἐπὶ τὸν Κύριον, ἵνα εὑρεθῇς ὅπου ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. ἐκείνοις σεαυτὸν τοῖς δικαίοις ἐπιθύμησον συναριθμηθῆναι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. αὐτῷ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
§44.1 Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. ἔτι γὰρ ἀπιστία με περιέχει, καὶ οὐκ ἐπέρχεταί μου εἰς τὴν καρδίαν τὸ τηλικοῦτον ἀτόπημα καὶ τὸ ἐπιχείρημα τὸ μέγα ἔπραξας, εἴ γε κατὰ τὸ φαινόμενον ἤδη πᾶσιν οὕτως ἔχει. θαυμάζω γὰρ πῶς τοσαύτη σοφία κατεπόθη, πῶς τοσαύτη ἀκρίβεια διελύθη, πόθεν τοσαύτη τύφλωσις περιεχύθη, πῶς μηδὲν τὸ σύνολον ἐννοήσας τοιαύτην καὶ τοσαύτην ἀπώλειαν ψυχῶν εἰργάσω. εἰ γὰρ ἀληθὲς τοῦτο, παραδέδωκας καὶ τὴν σαυτοῦ ψυχὴν τῷ βυθῷ, καὶ πάντων τῶν ἀκουόντων τὴν ἀσέβειαν ταύτην τὸν τόνον παρέλυσας. τὴν πίστιν ἠθέτησας, τοῦ ἀγῶνος τοῦ καλοῦ ἠστόχησας. διὸ ἀλγῶ ἐπὶ σοί. ποῖος γὰρ ἱερεὺς ἀκούων οὐ θρηνήσει; ποῖος ἐκκλησιαστικὸς οὐ κόπτεται; ποῖος λαϊκὸς οὐ σκυθρωπάζει; ποῖος ἀσκητὴς οὐ πενθεῖ; τάχα καὶ ἥλιος ἐσκότασεν ἐπὶ τῷ σῷ πτώματι, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐσαλεύθησαν ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐδάκρυσαν καὶ οἱ ἀναίσθητοι λίθοι ἐπὶ τῇ σῇ μανίᾳ, ἔκλαυσαν δὲ καὶ οἱ ἐχθροὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀνομίας σου.
§44.2 πολλῆς πωρώσεως, δεινῆς ὠμότητος. οὐ Θεὸν ἐφοβήθης, οὐκ ἀνθρώπους ᾐδέσθης, οὐ φίλους ἐνετράπης· ἀλλʼ ὁμοῦ πάντα ἐναυάγησας, ὁμοῦ πάντα ἐσυλήθης. διὸ πάλιν ἀλγῶ ἐπὶ σοί, ἄθλιε. τῆς βασιλείας πᾶσι τὸν τόνον ἀπαγγέλλων τῆς βασιλείας ἐξέπεσες. τῆς διδασκαλίας τὸν φόβον πᾶσιν ἐμποιῶν οὐκ ἔσχες φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν σου. ἁγιωσύνην κηρύσσων ἐναγὴς εὑρίσκῃ. ἐπὶ ἀκτημοσύνῃ σεμνυνόμενος συλοχρηματῶν ἐφευρίσκῃ. τὴν τοῦ Θεοῦ κόλασιν ἐπιδεικνύμενος διὰ τῆς ὑφηγήσεως αὐτὸς κόλασιν σεαυτῷ προεξένησας. πῶς σε θρηνήσω; πῶς ἀλγήσω ἐπὶ σοί; πῶς ἐξέπεσεν ἑωσφόρος πρωῒ ἀνατέλλων καὶ συνετρίβη ἐπὶ τῆς γῆς; παντὸς ἀκούοντος ἠχήσει τὰ ἀμφότερα ὦτα. πῶς Ναζιραῖος ἐκλάμπων ὑπὲρ χρυσίον ἐσκότασεν ὑπὲρ ἀσβόλην; υἱὸς Σιὼν τίμιος πῶς ἐγένετο σκεῦος ἄχρηστον; οὗ μνήμη τῶν θείων Γραφῶν ὑπὸ πάντων ἐλαλεῖτο, σήμερον ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετʼ ἤχου. ὀξύνους ὀξέως ἀπώλετο. πολύνους πολύπλοκον ἁμαρτίαν εἰργάσατο. οἱ γὰρ ὠφελημένοι ὑπὸ τῆς σῆς διδασκαλίας ἐβλάβησαν ὑπὸ τῆς σῆς ἀπωλείας. οἱ τὰς ἀκοὰς παρατιθέντες ἐπὶ τῇ σῇ ὁμιλίᾳ ἔφραξαν τὰ ὦτα ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐγὼ δὲ θρηνῶν καὶ σκυθρωπάζων, καὶ παρειμένος πάντοθεν, καὶ σποδὸν ὡσεὶ ἄρτον ἐσθίων, καὶ σάκκον ἐπὶ τῇ πληγῇ μου ἐπιῤῥίψας, τοιαῦτά σοι ἐγκώμια διεξέρχομαι· μᾶλλον δὲ ἐπιταφίους λόγους συντάσσων, ἀπαράκλητος καὶ ἀθεράπευτος διατελῶ· ὅτι παράκλησις κέκρυπται ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους· ἔστι γὰρ πληγή μου ὀδυνηρά. πόθεν ἰαθήσομαι;
§44.3 Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεόν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως, ἐπᾶρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. ἴσχυσον ἐκ γῆς ἐπαναστῆναι. μνήσθητι τοῦ ἀγαθοῦ ποιμένος, ὅτι καταδιώκων ἐξελεῖταί σε. κἂν δύο σκέλη, λοβὸς ὠτίου, ἀποπήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, ὅτι πίπτων ἀνίσταται, καὶ ἀποστρέφων ἐπιστρέφει· πεπληγὼς θεραπεύεται, θηριάλωτος περιγίνεται, ἐξομολογούμενος οὐκ ἀποβάλλεται. οὐ θέλει γὰρ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς.
§44.4 Καιρὸς ἀνοχῆς ἐστί, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. ὠλίσθησας; ἐξεγείρου. ἥμαρτες; ἡσύχασον. μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. ὅρα οὖν μή ποτε, συνθήκας βουλόμενός τινων φυλάττειν, παραβῇς τὰς πρὸς τὸν Θεὸν συνθήκας, ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. μὴ οὖν διά τινας λογισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρός με. ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. μὴ ἀναπέσῃς· μνήσθητι ἡμερῶν ἀρχαίων. ἔστι σωτηρία, ἔστι διόρθωσις. θάρσει, μὴ ἀπελπίσῃς. οὐκ ἔστι νόμος καταδικάζων τὸν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις ὑπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει νυμφίος· οὐ κυριεύει ἁμαρτία. ἀναπάλαισον πάλιν· μὴ κατοκνήσῃς· καὶ σεαυτὸν οἰκτείρησον καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
§45.1 Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με ῥίπτει, αὖθις συμπαθεῖν ἐθέλοντα καὶ πρὸς τὰ πάθη καταμαλακίζεσθαι, κακῶς μετατίθησι. διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. οἴμοι, τί γράψω, τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος;
§45.2 Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σε περιέῤῥει πλοῦτος καὶ τὸ χαμερπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλῆθος καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σωτηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε καὶ σκέποντα, παίζοντα κατʼ αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περιουσίαν οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος. ὅλος δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφύν σου περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας, σικύας δίκην, ὑφελκύσας τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου· ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχήν, τοῖς τοῦ ὀμφαλοῦ μέλεσιν ἐπεσκίαζες, καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς τὴν γενειάδα ἔμβροχον καθωμάλιζες. καὶ τί με δεῖ καταλέγειν ἕκαστα; μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον, ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι.
§45.3 Καὶ τούτων τὸ τέλος τί; μοιχικῆς φήμης διαβολή, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοάς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. τίς τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; οἴχεται. ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας· ὁπότε παρατετηρημένως τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν τῷ διαβόλῳ προσνενέμηται.
§45.4 Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. διέτεμες φρόνημα μοναχῶν· τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν, τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας ἔλυσας, ὅσον ἐπὶ σοί, τὸ τοῦ Χριστοῦ καύχημα, Θαῤῥεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου ἄρχοντα, ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. ὄντως εἰς ἔργον ἤγαγες τὸ τῆς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ.
§45.5 Ἀλλὰ τί νῦν; οὐ πέπτωκεν τῆς ἰσχύος πύργος, ἀδελφέ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου πόλις. μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς. μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους Κύριος. φεῦγε μὴ μακράν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν· καὶ γνῶθι πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν· καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃτὸν τοῦ κόσμου Σωτῆρα, μή σε φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ.
§46.1 Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο, καὶ εἰπεῖν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου; εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγή, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλʼ οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτον πτῶμα χρή. εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶνσυμφοράν; Οἱ τραυματίαι σου, φησίν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου. ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα.
§46.2 μεγάλα ἂν στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, οἵ γε ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες, πάλαι μέν· Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, διὰ δὲ τῶν ἁγίων εὐαγγελίων ὅτι· Πᾶς ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ Δεσπότου τὴν νύμφην, ἧς κεφαλὴ Χριστός. στενάξειε δʼ ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύματα· Φινεὲς μὲν ζηλωτής, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι, σωματικῶς ἐκδικῆσαι τὸ μύσος· δὲ βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται καταλιπὼν τὰς ἄνω διατριβάς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καὶ εἰ παθεῖν τι δέοι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον τὴν παῤῥησίαν· τάχα δὲ μᾶλλον, εἴπερ καὶ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ, καὶ νῦν βοᾷ καὶ κέκραγε μεῖζον Ἰωάννης περὶ τῆς Ἡρωδιάδος τότε· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ γάρ, εἰ τὸ σῶμα Ἰωάννου, κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο καὶ γλῶσσα σιγᾷ, ἀλλʼ λόγος τοῦ Θεοῦ οὐ δέδεται. γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παῤῥησίαν προαγαγών, τί ἂν πάθοι τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα;
§46.3 Ἀλλὰ σὺ τῆς θείας ἐκείνης συναφείας τὸν ζυγὸν ἀποῤῥίψασα, καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς, οὐδέ τίς ἐστί σοι τρόπος οὐδὲ μηχανὴ τὸ δεινὸν τοῦτο συγκαλύψαι, ὁμόσε τῇ τόλμῃ χωρεῖς. καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν ἀληθινὸν νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα.
§46.4 Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. μνήσθητι τῆς σεμνῆς συνοδίας, καὶ ἱεροῦ παρθένων χοροῦ, καὶ συναγωγῆς Κυρίου, καὶ Ἐκκλησίας ὁσίων· καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἔτι καὶ ἀκμαζούσης τὴν ἀρετήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης, καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τὰ τῆς συνηθείας· καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως ἐκκαλουμένης. μνήσθητι τούτων, καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετʼ ἐκείνων χορείας, καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς, καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος· μνήσθητι ἡμερῶν ἀθορύβων, καὶ νυκτῶν πεφωτισμένων, καὶ ᾠδῶν πνευματικῶν, καὶ ψαλμῳδίας εὐήχου, καὶ προσευχῶν ἁγίων, καὶ ἁγνῆς καὶ ἀμιάντου κοίτης, καὶ παρθενικῆς προόδου, καὶ ἐγκρατοῦς τραπέζης, καὶ καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι.
§46.5 Ποῦ δὲ σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ὴθος, καὶ ἐσθὴς λιτὴ παρθένῳ πρέπουσα, καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης, καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα; ποσάκις ἐν προσευχαῖς ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον ἴσως ἐξέχεας δάκρυα; πόσα δὲ γράμματα πρὸς τοὺς ἁγίους ἐχάραξας, διὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύτης φθορᾶς, ἐπιτύχῃς, ἀλλʼ ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; ποσάκις δὲ δῶρα τοῦ νυμφίου ἐδέξω; τί δεῖ καὶ λέγειν τὰς διἐκεῖνον παρὰ τῶν ἐκείνου τιμάς; τὰς μετὰ παρθένων συμβιώσεις; τὰς σὺν ἐκείναις προόδους; τὰς παρὰ παρθένων δεξιώσεις; τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; τὰς παρθενικὰς εὐλογίας; τὰ ὡς πρὸς παρθένον γράμματα; ἀλλὰ νῦν ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας, καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, πρὸς καιρὸν μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις.
§46.6 Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; πῶς δὲ οὐκ ἂν αὐτὸς Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων· Εἶδες ἐποίησέ μοι παρθένος τοῦ Ἰσραήλ; ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς καὶ διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην. αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους, καὶ ζῶντος ἐμοῦ τοῦ ἀνδρός, μοιχαλὶς χρηματίζει, καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ. τί δὲ ἄρα νυμφαγωγός, θεῖος καὶ μακάριος Παῦλος, τε ἀρχαῖος ἐκεῖνος, καὶ νέος οὗτος ὑφʼ μεσίτῃ καὶ διδασκάλῳ τὸν πατρῷον οἶκον καταλιποῦσα τῷ Κυρίῳ συνήφθης; ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος; Φόβος γὰρ ὃν ἐφοβούμην ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. ἐγὼ μὲν γάρ σε ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτὲ τὰ νοήματά σου. διά τοι τοῦτο μυρίαις μὲν ἐπῳδαῖς ἐπειρώμην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην, καὶ τὸν βίον ἀεὶ τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνʼ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καὶ ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ, πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν, λέγων, Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον Θεός. καὶ δὴ καὶ τὴν ἐκ τῶν προσευχῶν μου προσετίθουν ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σου τὸ σῶμα καὶ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. ἀλλὰ γὰρ εἰκῆ ταῦτα πάντα κεκοπίακα εἰς σέ, καί μοι πικρὸν ἐξέβη τῶν γλυκέων ἐκείνων πόνων τὸ πέρας· καὶ στένειν ἀνάγκη πάλιν ἐφʼ ἔδει με χαίρειν. ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως, τῆς Εὔας πικρότερον. ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα· καὶ τὸ φρικῶδες ἐκεῖνο, καὶ εἰπεῖν ὀκνῶ, καὶ σιωπᾷν οὐ δύναμαι (ἔστι γὰρ ὡς πῦρ καιόμενον καὶ φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν), ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας μέλη πόρνης.
§46.7 Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον· τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. Ὅτι διέλθετε, φησί, νήσους Χεττιείμ, καὶ ἴδετε· καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. δὲ παρθένος ἠλλάξατο τὴν δόξαν αὐτῆς, καὶ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῆς. ἐξέστη οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν γῆ ἐπὶ πλεῖον σφόδρα. λέγει καὶ νῦν Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν παρθένος· ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν τὸν ἅγιον ψυχῶν ἁγίων νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς, καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ. ἐμοῦ δὲ ἐπελάθετο, καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο, ἐξ οὗ οὐκ ὀφελεθήσεται.
§46.8 Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς τὴν θάλασσαν, ὅτι ἐσκανδάλισε τὴν παρθένον Κυρίου τις. δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη, ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιῤῥῖψαι; ποῖος λῃστὴς ἐπὶ τοσοῦτον ἀπονοίας προήχθη, ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατʼ εἰκόνα Θεοῦ πεποιημένην; τίς ἀπʼ αἰῶνος ἤκουσται ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας; ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν τρισὶ μάρτυσιν, ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας, καὶ τὸ πνεῦμα τῆς παρθενίας καθυβρίσας; ἀλλʼ ἐβούλετο, φησίν, ἐκείνη· καὶ οὐκ ἄκουσαν ἐβιασάμην αὐτήν. καὶ γὰρ δέσποινα ἄσωτος Αἰγυπτία αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη, ἀλλʼ οὐκ ἐνίκησε τὴν ἀρετὴν τοῦ σώφρονος μανία τῆς ἀκολάστου, οὐδὲ χερσὶν αὐτῆς βιαζομένης πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη. ἀλλʼ ἐκέκριτο ἐκείνῃ τοῦτο, φησίν, καὶ οὐκέτι ἦν παρθένος· καὶ εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη. καὶ γὰρ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησίν, ἔδει παραδοθῆναι, ἀλλʼ οὐαὶ διοὗ παρεδόθη· καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλʼ οὐαὶ διοὗ ἔρχεται.
§46.9 Ἐπὶ τούτοις, Μὴ πίπτων οὐκ ἀνίσταται; ἀποστρέφων οὐκ ἐπιστρέφει; διὰ τί ἀπέστρεψεν παρθένος ἀποστροφὴν ἀναιδῆ, καίτοιγε ἀκούσασα Χριστοῦ τοῦ νυμφίου διὰ Ἱερεμίου λέγοντος· Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; καὶ πολλὰ μὲν ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα· τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα, τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων δόγματα, τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς ὑποδείγματα, τὴν δραχμήν, τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ τῶν πορνῶν, τὸν ἀπολωλότα καὶ εὑρεθέντα, τὸν νεκρὸν καὶ πάλιν ἀναζήσαντα. τούτοις χρησώμεθα τοῦ κακοῦ ἀλεξήμασι, διὰ τούτων τὴν ψυχὴν ἑαυτῶν ἰασώμεθα.
§46.10 Λάβε δὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις), καὶ συνοχήν, καὶ πνιγμόν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην, καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν, καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπʼ αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπʼ ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησίν, ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ, πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; ποῦ ἄρα ψυχὴ ἐκείνη καταδύσεται, ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾄδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραί, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια.
§46.11 Ταῦτα φεύγειν ἔξεστι νῦν. ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδὲ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῷσαι. δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ. ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν Λόγος βοᾷ καὶ κέκραγε· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἔστιν οὖν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. κατέπιεν θάνατος ἰσχύσας, ἀλλʼ εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. οὐ ψεύδεται εἰπών· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. ἕτοιμός ἐστιν μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος, ὃς οὐδὲ μονωτάτης, ἀλλὰ πάντων τῶν δεδουλωμένων τῇ ἁμαρτίᾳ ἐστὶν ἕτοιμος ἐλευθερωτής. ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. τίς οὖν ἐστί σοι πρόφασις, τινι ἄλλῳ, ταῦτα αὐτοῦ βοῶντος; βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς, καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. σὲ ζητεῖ ποιμὴν καλός, καταλιπὼν τὰ μὴ πεπλανημένα. ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει, οὐδʼ ἀπαξιώσει σε φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός.
§46.12 Ἕστηκεν Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. μόνον ἀνάλυσον, καὶ ἔτι σου μακρὰν οὔσης προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι· καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου τῆς εἰρήνης. καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις. καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. Ἀμὴν γὰρ λέγω, φησίν, ὑμῖν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ἀγαθὸς Πατὴρ ὑπὲρ σοῦ ἀπολογήσεται λέγων, Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα καὶ εὑρέθη.
§47.1 Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, πῶς ἀνακαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι διαβῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ τόν τε πόθον ὃν ἔχω ἐφʼ ὑμῖν ἀναπαῦσαι καὶ τὰ λυπηρὰ τῆς ψυχῆς διηγήσασθαι, καὶ διὑμῶν εὑρέσθαι τινὰ παραμυθίαν τῶν θλίψεων; ἐπὶ γὰρ τῇ κοιμήσει τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου φόβος ἡμᾶς κατέλαβεν οὐ μικρός, μή ποτε οἵ ποτε ἐφεδρεύοντες τῇ ἐκκλησίᾳ τῆς μητροπόλεως ἡμῶν καὶ βουλόμενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, καιροῦ νῦν λαβόμενοι, τὴν πολλῷ καμάτῳ κατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέβειαν ταῖς παρʼ ἑαυτῶν πονηραῖς διδασκαλίαις ἐκριζώσωσι, καὶ ταύτης τὴν ἑνότητα κατατέμωσιν, ὅπερ καὶ ἐπὶ πολλῶν ἐκκλησίων πεποιήκασιν. ἐπειδὴ δὲ καὶ γράμματα πρὸς ἡμᾶς ἀφίκετο τοῦ κλήρου, παρακαλοῦντα μὴ παροφθῆναι ἐν καιρῷ τοιούτῳ, περιβλεψάμενος ἐν κύκλῳ ἐμνήσθην τῆς ὑμετέρας ἀγάπης, καὶ τῆς ὀρθῆς πίστεως, καὶ τοῦ ζήλου ὃν ἔχετε ἀεὶ ὑπὲρ τῶν ἐκκλησίων τοῦ Θεοῦ.
§47.2 Καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον, παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν ἐκκλησίων καμάτοις καὶ τὸν παρόντα ἐπιθεῖναι, κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι, καὶ τῇ ὀρθῇ ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι, δόντας αὐτῇ μεθʼ ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα ὃν οὐδὲ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παῤῥησίαν πρὸς τὸν Θεὸν κτησόμεθα, καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις, πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ.
§48.1 Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν, ἐπεὶ οἵ γε παρʼ ἡμῖν οὕτω κατέπτηξαν τὸν χειμῶνα, ὡς μηδὲ τὸ μικρότατον προκύπτειν τῶν δωματίων ἀνέχεσθαι. καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν, ὡς αὐτοῖς οἴκοις καταχωσθέντας δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. συγγνώσῃ οὖν πάντως ἡμῖν, τό τε ἄτολμον τῶν Καππαδοκικῶν ἠθῶν καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδʼ εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, πάντως μὲν γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρόν, πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός. πλὴν ἀλλʼ οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
§48.2 δὲ Κωνσταντινούπολις ἔχει τὸν Δημόφιλον πολὺν ἤδη χρόνον, ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσι καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί σου. καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλλεῖται, ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταὐτὸν συνελθεῖν, καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι. οἱ δὲ ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων· ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέρας ἐξόδου, πολλὰ μὲν εἶπον λυπηρά, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν, βεβαιώσαντες ἡμῖν τὸ σχίσμα. εἰ μὲν οὖν τι γενήσεται βέλτιον, καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν τῷ Θεῷ. τὰ μὲν οὖν παρόντα τοιαῦτα.
§48.3 δὲ λοιπὴ ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας, καὶ ἀνανεωθῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει.
§49 Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, γράμμασιν ἐντυχὼν τῆς εὐλαβείας ὑμῶν, καὶ εὔχομαι αὐτός τε τῆς ἐλπίδος, ἣν ἔχετε ἐφʼ ἡμῖν, ἄξιος εἶναι, καὶ ὑμᾶς τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. ὑπερήσθημεν δέ, ὅτι καὶ μέριμναν πρέπουσαν Χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε, καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, Εὑπρέπειαν οίκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονὴν τὴν ἡτοιμασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσόμεθα, δηλονότι, τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ ἁγίου.
§50.1 Καὶ τίνι ἄλλῳ ἔπρεπε καὶ δειλοῖς θάρσος ἐμποιεῖν καὶ καθεύδοντας διυπνίζειν τῇ σῇ τοῦ ἡμετέρου Δεσπότου θεοσεβείᾳ, ὃς τὴν ἐν πᾶσι σεαυτοῦ τελειότητα καὶ ἐν τούτῳ ἐγνώρισας, τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπεινοῖς συγκαταβῆναι, ὡς ἀληθινὸς μαθητὴς τοῦ εἰπόντος ὅτι Ἐκεῖ εἰμὶ ἐν μέσῳ ὑμῶν, οὐχ ὡς ἀνακείμενος, ἀλλʼ Ὡς διακονῶν; κατηξίωσας γὰρ καὶ αὐτὸς διακονῆσαι ἡμῖν τὴν σὴν πνευματικὴν εὐφροσύνην, καὶ τοῖς τιμίοις ἑαυτοῦ γράμμασιν ἀναλαβεῖν ἡμῶν τὰς ψυχάς, καὶ ὥσπερ παίδων νηπιότητα τῷ ἑαυτοῦ μεγέθει προσαγκαλίσασθαι.
§50.2 Εὔχου οὖν (δεόμεθά σου τῆς ἀγαθῆς ψυχῆς) ἀξίους ἡμᾶς εἶναι καὶ ὑποδέχεσθαι τὰς παρὰ τῶν μεγάλων ὑμῶν ὠφελείας, καὶ λαμβάνειν στόμα καὶ σοφίαν εἰς τὸ τολμᾷν ἀντιφθέγγεσθαι ὑμῖν, τοῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀγομένοις, οὗ φίλον σε εἶναι καὶ δοξαστῆρα ἀληθινὸν ἀκούοντες, μεγάλην ἐπὶ τῇ στεῤῥᾷ σου καὶ ἀκλινεῖ περὶ τὸν Θεὸν ἀγάπῃ τὴν χάριν ὁμολογοῦμεν· εὐχόμενοι μετὰ τῶν ἀληθινῶν προσκυνητῶν εὑρεθῆναι ἡμῶν τὸ μέρος, ἐν οἷς πεπείσμεθα εἶναι καὶ τὴν σὴν τελειότητα, καὶ τοῦ μεγάλου καὶ ἀληθινοῦ ἐπισκόπου τοῦ πᾶσαν τὴν οἰκουμένην τοῦ ἰδίου πληρώσαντος θαύματος, τοῦ Κυρίου δεόμεθα.
§51.1 Πῶς μου οἴει τὴν ψυχὴν ὠδύνησεν ἀκοὴ τῆς συκοφαντίας ἐκείνης, ἣν κατέχεόν μού τινες τῶν μὴ φοβουμένων τὸν κριτήν, ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου, ὀλίγου δεῖν, ἄϋπνος διαμεῖναι· οὕτω μέσης ἥψατό μου τῆς καρδίας λύπη. ὄντως γάρ, κατὰ τὸν Σολομῶντα, Συκοφαντία ἄνδρα ταπεινοῖ· καὶ οὐδεὶς οὕτως ἀνάλγητος, ὡς μὴ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν, στόμασιν πρὸς ψευδολογίαν εὐκόλοις παραπεσών. ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν, πάντα ὑπομένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιτρέψαντες τῷ Κυρίῳ, ὃς οὐ περιόψεται ἡμᾶς· διότι συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθʼ ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο.
§51.2 Ἐγὼ δέ, εἶπέ μοι, τὸν μακαριώτατον Διάνιον ἀνεθεμάτισα; τοῦτο γὰρ ἡμῶν κατήγγειλαν. ποῦ πότε; τίνων παρόντων; ἐπὶ ποίᾳ προφάσει; ψιλοῖς ῥήμασιν ἐγγράφοις; ἑτέροις ἀκολουθῶν, αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως· τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων· πλὴν εἰ μὴ ἄρα τῷ πλάσματι αὐτῶν καὶ τοῦτο προστραγῳδήσουσιν, ὅτι ἐγενόμην καὶ ἔκφρων ποτέ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμενος τὴν ἀρχήν. ἀλλʼ ἐκεῖνο μᾶλλον ἐμαυτῷ συνεπίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπής, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. ἐπεὶ δέ μοι λοιπὸν καὶ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον· καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριον τῶν τρόπων καταμανθάνων, καὶ ὅσα ἄλλα τοῦ ἀνδρὸς ἴδια, τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπές, τὸ ἀόργητον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον. ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατʼ ἀρετήν.
§51.3 Περὶ μέντοι τὰ τελευταῖα τοῦ βίου (οὐ γὰρ ἀποκρύψομαι τἀληθές̓ ἐλυπήθην ἐπʼ αὐτῷ λύπην οὐκ ἀνεκτὴν μετὰ πολλῶν τῶν ἐν τῇ πατρίδι φοβουμένων τὸν Κύριον, ἐπὶ τῇ ὑπογραφῇ τῆς πίστεως τῆς ὑπὸ τῶν περὶ Γεώργιον ἀπὸ τῆς Κωνσταντινουπόλεως κομισθείσης. εἶτα, οἷος ἐκεῖνος πραότητι τρόπου καὶ ἐπιεικείᾳ πάντας πληροφορεῖν ἐν σπλάγχνοις πατρικοῖς ἀνεχόμενος, ἤδη καταπεσὼν εἰς τὴν ἀῤῥωστίαν, ὑφʼ ἧς καὶ μετῆλθεν ἀπὸ τοῦ βίου, προσκαλεσάμενος ἡμᾶς ἔφη· ὑπὸ μάρτυρι τῷ Κυρίῳ ἐν ἁπλότητι καρδίας συντεθεῖσθαι μὲν τῷ ἀπὸ τῆς Κωνσταντινουπόλεως γραμματείῳ, μηδὲν δὲ ἐπʼ ἀθετήσει τῆς κατὰ Νικαίαν ὑπὸ τῶν ἁγίων πατέρων ἐκτεθείσης πίστεως προελέσθαι, μηδὲ ἄλλως ἔχειν ἐν τῇ καρδίᾳ ὡς παρέλαβεν ἐξ ἀρχῆς· ἀλλὰ καὶ εὔχεσθαι μὴ χωρισθῆναι τῆς μερίδος τῶν μακαρίων ἐκείνων ἐπισκόπων τῶν τριακοσίων δεκαοκτώ, τῶν τὸ εὐσεβὲς κήρυγμα διαγγειλάντων τῇ οἰκουμένῃ· ὥστε ἡμᾶς, ἐπὶ τῇ πληροφορίᾳ ταύτῃ, λύσαντας πᾶσαν τῶν καρδιῶν τὴν διάκρισιν, ὡς καὶ αὐτὸς ἐπίστασαι, προσελθεῖν τῇ κοινωνίᾳ, καὶ λυπουμένους παύσασθαι.
§51.4 Τὰ μὲν οὖν ἡμέτερα πρὸς τὸν ἄνδρα τοιαῦτα. εἰ δέ τις λέγοι τινὰ βλασφημίαν ἀθέμιτον εἰς αὐτὸν ἡμῖν συνεγνωκέναι, μὴ κατὰ γωνίαν θρυλλείτω δουλοπρεπῶς, ἀλλʼ εἰς τὸ φανερὸν ἀντικαταστὰς διελεγχέτω μετὰ παῤῥησίας.
§52.1–76.1
§52.1 Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν περιηχήσασα, τοσοῦτον εὔφρανεν ἡμᾶς θεοφιλέστατος ἐπίσκοπος ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρηστότερα περὶ τῆς εὐλαβείας ὑμῶν διηγησάμενος. ἔφη γάρ, τῇ τοῦ Θεοῦ χάριτι, πάντα ἐκεῖνα τὰ θρυλληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα οὐκ ἀκριβῶς τὴν καθʼ ὑμᾶς ἐπισταμένων ἀλήθειαν. προσετίθει δὲ ὅτι καὶ διαβολὰς εὗρε παρʼ ὑμῖν καθʼ ἡμῶν ἀνοσίας, καὶ τοιαύτας οἵας ἂν εἴποιεν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ. ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ αὐτός τε ἰαθεὶς τὴν ἐφʼ ὑμῖν βλάβην, ἥν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτεθεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκούσατε τοῦ ἀδελφοῦ ἡμῶν διαβεβαιωσαμένου.
§52.2 Ὃς ἐν οἷς τὸ καθʼ ἑαυτὸν ὑμῖν παρέστησε, συναπέδειξε πάντως καὶ τὸ ἡμέτερον. ἓν γὰρ ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν πατέρων κληρονόμοι τῶν κατὰ τὴν Νικαίαν ποτὲ τὸ μέγα τῆς εὐσεβείας ἐξαγγειλάντων κήρυγμα· οὗ τὰ μὲν ἄλλα παντάπασίν ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνήν, κακῶς παρά τινων ἐκληφθεῖσαν, εἰσί τινες οἱ μήπω παραδεξάμενοι· οὓς καὶ μέμψαιτο ἄν τις δικαίως, καὶ πάλιν μέντοι συγγνώμης αὐτοὺς ἀξιώσειεν. τὸ μὲν γὰρ πατράσι μὴ ἀκολουθεῖν καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης, ἐγκλήματος ἄξιον ὡς αὐθαδείας γέμον, τὸ δὲ πάλιν ὑφʼ ἑτέρων διαβληθεῖσαν αὐτὴν ὕποπτον ἔχειν, τοῦτό πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. καὶ γὰρ τῷ ὄντι οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες διέβαλον τὴν λέξιν ὡς οὐκ εὔσημον. ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾷν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπʼ αὐτῆς, ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς διῃρέθη. τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπʼ αὐτοῦ νομισμάτων ἔχει τινὰ λόγον τὸ διανόημα· ἐπὶ δὲ Θεοῦ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα οὐδʼ ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι. τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφὰ γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα.
§52.3 Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν τὸ ὁμοούσιον προσειρήκασιν. ἄχρονος γὰρ καὶ ἀδιάστατος τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. εἰπόντες γὰρ φῶς ἐκ φωτός, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι, οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον, παραδεικνύντες ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρός, οὗτος ἁρμόσει καὶ ἐπὶ Υἱοῦ. φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινόν, κατʼ αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς Πατήρ, γεννητὸν δὲ φῶς Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος, ὁμοούσιον εἶπαν δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν· ἀλλʼ ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται.
§52.4 Αὕτη δὲ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν. οὐ γὰρ αὐτὸ τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλʼ ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα.
§52.5 Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα, καὶ γεννηθέντα, ἀλλʼ οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. οὐ γὰρ ἐμερίσθη οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν, οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλʼ ἄῤῥητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς θείας γεννήσεως τρόπος. ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας, τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀίδια, καὶ οἴεσθαι ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ Θεὸς ὁμοίως· δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν, ὅτι, ἐπειδὴ τὰ θνητὰ οὕτως, ἀθάνατος οὐχ οὕτως. οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταῤῥυποῦν ἑαυτοῦ τὴν διάνοιαν.
§52.6 Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ ὡς ἐν εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. δὲ προτιθεὶς Υἱοῦ, πρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλʼ ἑαυτῷ καινοφωνίαν εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. γέγραπται γάρ· Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ. εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερόν ἐστι τοῦ ἐξ οὗ ἐστί; τίς δὲ καὶ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώτερον; ἀλλʼ οὐδὲ τοῦ Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. ὥστε περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. ὁμοίως οὖν ἐστιν ἀσεβὲς καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖν καὶ ὑπερτιθέναι αὐτὸ Υἱοῦ Πατρός, κατὰ τὸν χρόνον κατὰ τὴν τάξιν.
§52.7 μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλαβείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν, καὶ αὐτοὶ δʼ ἂν περὶ ὧν ἐπιζητοῦμεν εὕροιμέν τινα παρʼ ὑμῶν πληροφορίαν.
§53.1 Τὸ τοῦ πράγματος ἄτοπον περὶ οὗ γράφω, διότι μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν· τέως δὲ ἐφάνη μοι ἄπιστον. τὸ οὖν περὶ αὐτοῦ γράμμα μὲν συνεγνωκὼς ἑαυτῷ δεξάσθω ὡς ἴαμα, δὲ μὴ συνεγνωκὼς ὡς προφυλακτήριον, δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφʼ ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν.
§53.2 Τί δέ ἐστιν λέγω; φασί τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. τοῦτο δὲ χεῖρόν ἐστιν. ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω· ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον, ὅπερ ἐῤῥήθη παρὰ τῶν ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μετουσίαν ὠνήσηται· Τὸ ἀργύριόν σου σύν σοι εἴη εἰς ἀπώλειαν. κουφότερος γὰρ διἀπειρίαν ὠνήσασθαι θέλων πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. πρᾶσις γὰρ ἐγένετο, καὶ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ σατανᾷ, ἀφαιρεθήσῃ τοῦ χαρίσματος. καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς, καὶ τῇ ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. ταῦτα οὕτω γίνεσθαι οὐ χρή. δέ ἐστι τέχνασμα, λέγω· νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ προλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν.
§53.3 Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν, ἀπόθεσθε· καὶ μὴ τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἁγνὰ μυστήρια. σύγγνωτε δέ μοι πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα ὡς πεισθεὶς ἀπειλῶ. εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει, ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. ἡμεῖς γὰρ καὶ αἱ ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν.
§53.4 Ἓν δὲ προσθεὶς παύσομαι. διὰ φιλαργυρίαν γίνεται ταῦτα, δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι, καὶ ὀνομάζεται εἰδωλολατρεία. μὴ οὖν πρὸ τοῦ Χριστοῦ τιμήσητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον· μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι παραδιδόντες δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτων δεχομένων Ἀκελδαμὰ κληθήσονται.
§54.1 Πάνυ με λυπεῖ, ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν πατέρων κανόνες, καὶ πᾶσα ἀκρίβεια τῶν ἐκκλησιῶν ἀπελήλαται, καὶ φοβοῦμαι μὴ κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ πάλαι ταῖς τοῦ Θεοῦ ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο· καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς χωρεπισκόποις, οἳ τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους, καὶ ὑπομνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν.
§54.2 Νῦν δὲ πρῶτον μὲν ἡμᾶς παρωσάμενοι, καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. ἔπειτα καταῤῥᾳθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ διακόνοις ἐπετρέψατε, οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, τὴν ἀπὸ συγγενείας, τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισαγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. διὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθʼ ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας τοῦ θυσιαστηρίου οὐδὲ εἶς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις.
§54.3 Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προΐον, μάλιστα νῦν τῶν πλείστων, φόβῳ τῆς στρατολογίας, εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν πατέρων κανόνας· καὶ ἐπιστέλλω ὑμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων, καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος, καὶ ἐν ποίῳ βίῳ ἐστίν. ἔχετε δὲ καὶ αὐτοὶ παρʼ ἑαυτοῖς τὴν ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρʼ ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα, καὶ μηδενὶ ἐξεῖναι ἑαυτὸν ὅτε βούλεται παρεγγράφειν. οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν εἴ τινες ὑπὸ πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀποῤῥιφῶσιν. ἄνωθεν δὲ γένηται αὐ̣̣̔̓ παρʼ ὑμῶν ἐξέτασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετἕ̣̣̓ ψήφῳ παραδεχθήτωσαν. ἐπικαθαρίσατε τὴν Ἐκκλησίαν τοὺς ἀναξίους αὐτῆς ἀπελάσαντες. καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους κἁ̣̣̓ παραδέχεσθε, μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμ̣̣̔̓ ἐπανενεγκεῖν· γινώσκετε ὅτι λαϊκὸς ἔσται ἄνευ ἡμετέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς.
§55.1 Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσἡ̣̣̓ μακροθυμίας, καὶ ἐθαύμασα πῶς δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. οὔτε πρῶτοι, οὔτε μόνοι, Παρηγόριε, ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. ἀλλʼ ἀνάγνωθι τὸν ἐξενεχθέντα κανόνα παρὰ τῶν ἁγίων πατέρων ἡμῶν τῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι. ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικὸς διαγωγῆς. ὡς ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθʼ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος.
§55.2 Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει, ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ὡρίσαμεν, ἀλλʼ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ σκάνδαλον. οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον, ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρχει. τούτου ἕνεκεν προσετάξαμεν ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων πατέρων χωρισθῆναί σε τοῦ γυναίου.
§55.3 Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; τί χωρεπισκόπῳ, καὶ παλαιᾶς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι; ἀλλʼ οὐχὶ σεαυτῷ μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; ἔκβαλλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου, καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. ἔστω ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπʼ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ διὑμᾶς βλασφημῆται. ἕως δʼ ἂν ταῦτα ποιῇς, αἱ μυριάδες, ἅσπερ συγγράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ ἀργίας. ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.
§56.1 εἰμὶ μὲν φύσει εὔκολος πρὸς τὴν λήθην, ἐπεγένετο δέ μοι καὶ τὸ τῶν ἀσχολιῶν πλῆθος, ἐπιτεῖνον τὴν ἐκ φύσεως ἀῤῥωστίαν. ὥστε εἰ καὶ μὴ μέμνημαι δεξάμενος γράμματα τῆς εὐγενείας σου, πείθομαι ἐπεσταλκέναι σε ἡμῖν, οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε. τοῦ δὲ μὴ ἀντιφθέγξασθαι οὐκ ἐγὼ αἴτιος, ἀλλʼ μὴ ἀπαιτήσας τὰς ἀποκρίσεις. νυνὶ δὲ ἥκει σοι τὰ γράμματα ταῦτα, ὑπέρ τε τῶν φθασάντων ἀπολογίαν πληροῦντα καὶ ἀρχὴν διδόντα προσηγορίας δευτέρας. ὥστε ἐπειδὰν ἐπιστέλλῃς ἡμῖν, μὴ ὡς ἄρξας δευτέρας περιόδου γραμμάτων διανοοῦ, ἀλλʼ ὡς ἀποπληρώσας ἐπὶ τοῖς παροῦσι τὰ ὀφειλόμενα. καὶ γὰρ εἰ καὶ ἀντίδοσις προαγόντων ἐστὶ τὰ ἡμέτερα, ἀλλὰ τῷ πλέον διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον ἑκατέραν τὴν τάξιν ἀποπληρώσει. ὁρᾷς ὁποῖα σοφίζεσθαι ἡμᾶς ἀρία καταναγκάζει;
§56.2 Σὺ δὲ παῦσαι, ἄριστε, ἐπάγων ἐν μικροῖς ῥήμασι μεγάλας αἰτίας, οὐμενοῦν ἐχούσας ὑπερβολὴν εἰς κακίαν. λήθη γὰρ φίλων, καὶ ὑπεροψία ἐκ δυναστείας ἐγγινομένη, πάντα ἔχει ὁμοῦ τὰ δεινά. εἴτε γὰρ οὐκ ἀγαπῶμεν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, οὐδὲ τὸν χαρακτῆρα ἐπικείμενον ἡμῖν ἔχομεν· εἴτε φρονήματος κενοῦ καὶ ἀλαζονείας ὑπεπλήσθημεν τυφωθέντες, ἐμπίπτομεν εἰς ἄφυκτον κρίμα τοῦ διαβόλου. ὥστε εἰ μὲν οὕτως ἔχων διανοίας περὶ ἡμῶν, τούτοις ἐχρήσω τοῖς ῥήμασιν, εὖξαι φυγεῖν ἡμᾶς τὴν πονηρίαν, ἣν ἐξεῦρες ἡμῶν ἐν τῷ τρόπῳ· εἰ δὲ συνηθείᾳ τινὶ ἀνεξετάστῳ ἐπὶ τῶν ῥημάτων ἦλθεν γλῶττα, ἑαυτοὺς παραμυθησόμεθα καὶ τὴν σὴν χρηστότητα τὰς ἐκ τῶν πραγμάτων μαρτυρίας προσθεῖναι παρακαλοῦμεν. ἐκεῖνο γὰρ εὖ ἴσθι, ὅτι παροῦσα φροντὶς ταπεινώσεως ἡμῖν γέγονεν ἀφορμή, ὥστε σοῦ τότε ἐπιλησόμεθα, ὅταν καὶ ἑαυτοὺς ἀγνοήσωμεν. μὴ τοίνυν ποτὲ τὰς ἀσχολίας σημεῖον τρόπου καὶ κακοηθείας ποιήσῃ.
§57.1 Εἴ πως ἐγένετο φανερὸν τῇ θεοσεβείᾳ σου τῆς εὐφροσύνης τὸ μέγεθος, ἣν ἐμποιεῖς ἡμῖν ὁσάκις ἂν ἐπιστέλλῃς, οἶδα ὅτι οὐκ ἄν ποτε παραπεσοῦσαν γραμμάτων πρόφασιν ὑπερέβης· ἀλλὰ καὶ ἐπενόησας ἂν πολλὰς ἡμῖν ποιεῖν ἑκάστοτε τὰς ἐπιστολάς, γνωρίζων τὸν ἐπὶ τῇ ἀναπαύσει τῶν θλιβομένων παρὰ τοῦ φιλανθρώπου Δεσπότου μισθὸν ἀποκείμενον. πάντα γὰρ ὀδύνης τὰ τῇδε πεπλήρωται, καὶ μόνη ἡμῖν ἐστιν ἀποστροφὴ τῶν δεινῶν τῆς σῆς ὁσιότητος ἔννοια· ἣν ἐναργεστέραν ἡμῖν ἐμποιεῖ διὰ τῶν πάσης σοφίας καὶ χάριτος πεπληρωμένων γραμμάτων σου ὁμιλία. ὥστε ὅταν λάβωμεν εἰς χεῖρας τὴν ἐπιστολήν σου, πρῶτον μὲν τὸ μέτρον αὐτῆς ἐπισκοποῦμεν, καὶ τοσοῦτον αὐτὴν ἀγαπῶμεν, ὅσῳπερ ἂν περισσεύῃ τῷ πλήθει. ἔπειτα διεξίοντες, τῷ μὲν ἀεὶ προστυγχάνοντι τοῦ λόγου χαίρομεν, τῷ τέλει δὲ τῆς ἐπιστολῆς προσεγγίζοντες, δυσχεραίνομεν. οὕτω πᾶν ὅτιπερ ἂν εἴπῃς τοῖς γράμμασιν ἔνεστιν ἀγαθόν. ἀπὸ γὰρ ἀγαθῆς καρδίας ἀγαθόν ἐστι τὸ περισσεῦον.
§57.2 Εἰ δὲ καταξιωθείημεν ταῖς σαῖς προσευχαῖς, ἕως ἐσμὲν ἐπὶ γῆς, καὶ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, καὶ παρʼ αὐτῆς τῆς ζώσης φωνῆς λαβεῖν ὠφέλιμα διδάγματα, ἐφόδια πρός τε τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα, τοῦτο ἂν μέγιστον τῶν ἀγαθῶν ἐκρίναμεν, καὶ προοίμιον τῆς παρὰ Θεοῦ εὐμενείας ἑαυτοῖς ἐτιθέμεθα. καὶ ἤδη γε τῆς ὁρμῆς εἰχόμεθα ταύτης, εἰ μὴ οἱ γνησιώτατοι καὶ τὰ πάντα φιλάδελφοι ἀδελφοὶ ἐπέσχον ἡμᾶς, ὧν ἵνα μὴ γράμμασι δημοσιεύσω τὴν προαίρεσιν, διηγησάμην τῷ ἀδελφῷ Θεοφράστῳ τῇ σῇ τελειότητι τὰ καθʼ ἕκαστον ἀπαγγεῖλαι.
§58.1 Πῶς ἄν σοι διὰ γραμμάτων μαχεσθείην; πῶς δʼ ἂν ἀξίως σου καθαψαίμην τῆς περὶ πάντα χρηστότητος; τρίτον τίς, εἰπέ μοι, τοῖς αὐτοῖς περιπίπτει δικτύοις; τρίτον τίς τῇ αὐτῇ περιπίπτει πάγῃ; οὐδʼ ἂν τῶν ἀλόγων τι τοῦτο ῥᾳδίως πάθοι. μίαν μοι συμπλάσας ἐπιστολὴν ἐκόμισας, ὡς παρὰ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου καὶ κοινοῦ θείου ἡμῶν, ἀπατῶν με οὐκ οἶδα ἀνθʼ ὅτου. ἐδεξάμην ὡς παρʼ ἐπισκόπου διὰ σοῦ κομισθεῖσαν. τί γὰρ οὐκ ἔμελλον; ἐπέδειξα πολλοῖς τῶν φίλων ὑπὸ περιχαρείας, ηὐχαρίστησα τῷ Θεῷ. ἠλέγχθη τὸ πλάσμα, αὐτοῦ τοῦ ἐπισκόπου διὰ τῆς ἰδίας φωνῆς ἀρνησαμένου. κατῃσχύνθημεν ἐπʼ ἐκείνῃ· ηὐξάμεθα ἡμῖν διαστῆναι τὴν γῆν, ῥᾳδιουργίας καὶ ψεύδους καὶ ἀπάτης ὀνείδει περιβληθέντες. δευτέραν πάλιν ἀπέδωκάν μοι, ὡς διὰ τοῦ οἰκέτου σου Ἀστερίου παρʼ αὐτοῦ τοῦ ἐπισκόπου μοι ἀποσταλεῖσαν. οὐδὲ ἐκείνην ἀληθῶς αὐτὸς ἐπίσκοπος διεπεμψατο, ὡς αἰδεσιμώτατος ἀδελφὸς Ἄνθιμος ἡμῖν ἀπήγγειλε. τρίτην πάλιν Ἀδαμάντιος ἧκε πρὸς ἡμᾶς κομίζων. πῶς ἔδει με δέξασθαι τὰ διὰ σοῦ καὶ τῶν σῶν πεμπόμενα; ηὐξάμην ἂν λίθου καρδίαν ἔχειν, ὥστε μήτε τῶν παρελθόντων μεμνῆσθαι μήτε τῶν παρόντων αἰσθάνεσθαι, ὑπὲρ τοῦ πᾶσαν πληγὴν εἰς γῆν κεκυφὼς φέρειν ὡς τὰ βοσκήματα. ἀλλὰ τί πάθω πρὸς τὸν ἐμαυτοῦ λογισμόν, μετὰ μίαν καὶ δευτέραν πεῖραν, οὐδὲν δυνάμενον ἀνεξετάστως προσίεσθαι;
§58.2 Ταῦτα τῆς σῆς ἁπλότητος καθαπτόμενος ἔγραψα, ἣν οὐδʼ ἄλλως πρέπουσαν Χριστιανοῖς, τῷ παρόντι καιρῷ ὁρῶ μὴ ἁρμόζουσαν, ἵνα πρὸς γοῦν τὸ ἐφεξῆς ἑαυτόν τε φυλάττοις κἀμοῦ φείδῃ· ἐπειδή, δεῖ γάρ με πρὸς σὲ μετὰ παῤῥησίας εἰπεῖν, ἀναξιόπιστος εἶ τῶν τοιούτων διάκονος· πλὴν οἵτινες ἂν ὦσιν οἱ ἐπεσταλκότες, ἀπεκρινάμεθα αὐτοῖς τὰ εἰκότα. εἴτε οὖν αὐτὸς απόπειράν μοι καθιείς, εἴτε τῷ ὄντι παρὰ τῶν ἐπισκόπων λαβὼν τὴν ἐπιστολὴν ἔπεμψας, ἔχεις τὰς ἀποκρίσεις. σὲ δὲ ἄλλα εἰκὸς ἦν ἐν τῷ παρόντι φροντίζειν, ἀδελφόν τε ὄντα καὶ μήπω τῆς φύσεως ἐπιλελησμένον, μηδὲ ἐν ἐχθροῦ μοίρᾳ ἡμᾶς ὁρῶντα, ἐπειδὴ εἰς βίον παρήλθομεν συντρίβοντα μὲν ἡμῶν τὸ σῶμα, κακοῦντα δὲ καὶ τὴν ψυχὴν τῷ ὑπερβαίνειν τὴν ἡμετέραν δύναμιν. ἀλλʼ ὅμως, ἐπειδὴ οὕτως ἐκπεπολέμωσαι, τούτου ἕνεκεν παρεῖναί σε δεῖ νῦν καὶ κοινωνεῖν τῶν πραγμάτων. Ἀδελφοὶ γάρ, φησίν, ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι.
§58.3 Εἰ δὲ τῷ ὄντι συντυχίαν ἡμετέραν καταδέχονται οἱ αἰδεσιμώτατοι ἐπίσκοποι, καὶ τόπον ἡμῖν ὡρισμένον καὶ καιρὸν γνωρισάτωσαν, καὶ διἰδίων ἡμᾶς ἀνθρώπων μεταστειλάσθωσαν. ὥσπερ γὰρ πρὸς τὸ ἀπαντῆσαι αὐτὸς πρὸς τὸν ἐμαυτοῦ θεῖον οὐκ ἀπαξιῶ, οὕτως ἐὰν μὴ μετὰ τοῦ πρέποντος σχήματος κλῆσις γένηται, οὐκ ἀνέξομαι.
§59.1 Ἐσιώπησα. μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι ἐπὶ πλεῖον τὴν δυσφορωτάτην ζημίαν τῆς σιωπῆς κυρῶσαι κατʼ ἐμαυτοῦ μήτε αὐτὸς ἐπιστέλλων, μήτε ἀκούων προσφθεγγομένου; ἐγὼ μὲν γὰρ μέχρι τοῦ παρόντος ἐγκαρτερήσας τῷ σκυθρωπῷ τούτῳ δόγματι, ἡγοῦμαι πρέπειν κἀμοὶ τὰ τοῦ προφήτου λέγειν· ὅτι Ἐκαρτέρησα ὡς τίκτουσα, ἀεὶ μὲν ἐπιθυμῶν συντυχίας λόγων, ἀεὶ δὲ ἀποτυγχάνων διὰ τὰς ἁμαρτίας τὰς ἐμαυτοῦ. οὐ γὰρ δὴ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπινοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτιννύειν δίκας, ἐν τῷ χωρισμῷ τῆς ἀγάπης σου· εἰ δὴ καὶ ὀνομάζειν χωρισμὸν ὅσιον ἐπὶ σοῦ καὶ οὑτινοσοῦν τῶν τυχόντων, μὴ ὅτι γε ἡμῶν, οἷς ἐξ ἀρχῆς ἐν πατρὸς γέγονας χώρᾳ.
§59.2 Ἀλλʼ ἁμαρτία μου νῦν, οἷα νεφέλη βαθεῖά τις ἐπισχοῦσα, πάντων ἐκείνων ἄγνοιαν ἐνεποίησεν. ὅταν γὰρ ἀπίδω, πλὴν τοῦ ἐμοὶ λύπην τὸ γινόμενον φέρειν, μηδὲν ἕτερον ἐξ αὐτοῦ κατορθούμενον, πῶς οὐχὶ εἰκότως ταῖς ἐμαυτοῦ κακίαις ἀνατίθημι τὰ παρόντα; ἀλλʼ εἴτε ἁμαρτίαι τῶν συμβάντων αἰτίαι, τοῦτό μοι πέρας ἔστω τῶν δυσχερῶν· εἴτε τι οἰκονομούμενον ἦν, ἐξεπληρώθη πάντως τὸ σπουδαζόμενον. οὐ γὰρ ὀλίγος τῆς ζημίας χρόνος. διό, μηκέτι στέγων, πρῶτος ἔρρηξα φωνήν, παρακαλῶν ἡμῶν τε αὐτῶν ἀναμνησθῆναι καὶ σεαυτοῦ, ὃς πλέον κατὰ τὸ τῆς συγγενείας εἰκὸς παρὰ πάντα τὸν βίον τὴν κηδεμονίαν ἡμῶν ἐπεδείξω, καὶ τὴν πόλιν νῦν ἡμῶν ἕνεκεν ἀγαπᾷν, ἀλλὰ μὴ διἡμᾶς ἀλλοτριοῦν σαυτὸν τῆς πόλεως.
§59.3 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί, πλήρωσον ἡμῶν τὴν εὐχήν· ἐνταῦθα στῆσον τὰ κατηφῆ, ἀρχήν τινα δὸς τοῖς φαιδροτέροις πρὸς τὸ ἑξῆς, αὐτὸς τοῖς ἄλλοις καθηγούμενος ἐπὶ τὰ βέλτιστα, ἀλλʼ οὐχὶ ἀκολουθῶν ἑτέρῳ ἐφʼ μὴ δεῖ. καὶ γὰρ οὐδὲ σώματος χαρακτὴρ ἴδιος οὕτω τινὸς ἐνομίσθη, ὡς τῆς σῆς ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. πρέποι δʼ ἂν οὖν τῷ τοιούτῳ τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτόν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσί σοι, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ σοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι. καὶ γὰρ εἴ τι καὶ ἀντιτεῖνόν ἐστι νῦν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸ τὸ τῆς εἰρήνης ἀγαθὸν ἐπιγνώσεται. ἕως δʼ ἂν ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον συναύξεσθαι. ἔστι μὲν οὖν οὐδὲ ἐκείνοις πρέπον ἀμελεῖν ἡμῶν, πάντων δὲ πλέον τῇ τιμιότητί σου. καὶ γὰρ εἰ μὲν ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι. τοῦτο δὲ ἄνευ συντυχίας ἀμήχανον. εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; ταῦτα μὲν δὴ οὖν τὰ τῆς ἰδίας ἐμαυτοῦ δικαιολογίας προΐσχομαι.
§59.4 δʼ ἂν ὑπὲρ ἑαυτῶν αἱ ἐκκλησίαι εἴποιεν, οὐκ εἰς καλὸν τῆς διαστάσεως ἡμῶν ἀπολαύουσαι, βέλτιον μὲν σιωπᾷν. οὐ γὰρ ἵνα λυπήσω τοῖς λόγοις κέχρημαι τούτοις, ἀλλʼ ἵνα παύσω τὰ λυπηρά. τὴν δὲ σὴν σύνεσιν πάντως οὐδὲν διαπέφευγεν· ἀλλὰ πολλῷ μείζω καὶ τελειότερα ὧν ἡμεῖς νοοῦμεν αὐτὸς ἂν ἐξεύροις τῇ διανοίᾳ, καὶ ἄλλοις εἴποις, ὅς γε καὶ εἶδες πρὸ ἡμῶν τὰς βλάβας τῶν ἐκκλησιῶν καὶ λυπῇ μᾶλλον ἡμῶν πάλαι δεδιδαγμένος παρὰ τοῦ Κυρίου μηδενὸς τῶν ἐλαχίστων καταφρονεῖν. νυνὶ δὲ βλάβη οὐκ εἰς ἕνα δεύτερον περιορίζεται, ἀλλὰ πόλεις ὅλαι καὶ δῆμοι τῶν ἡμετέρων παραπολαύουσι συμφορῶν. τὴν γὰρ ἐπὶ τῆς ὑπερορίας φήμην τί χρὴ καὶ λέγειν ὁποία τις ἔσται περὶ ἡμῶν; πρέπει οὖν ἂν τῇ σῇ μεγαλοψυχίᾳ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ διἀνεξικακίας νικῆσαι τὰ λυπηρά. τὸ μὲν γὰρ ἀμύνεσθαι παντός ἐστι τοῦ ὀργιζομένου, τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο δὴ μόνου σοῦ, καὶ εἴ τίς σοι τὴν ἀρετὴν παραπλήσιος. ἐκεῖνο δὲ οὐκ ἐρῶ, ὅτι ἡμῖν χαλεπαίνων εἰς τοὺς μηδὲν ἀδικήσαντας τὴν ὀργὴν ἐπαφίησιν.
§59.5 Εἴτε οὖν παρουσίᾳ, εἴτε γράμματι, εἴτε κλήσει τῇ πρὸς ἑαυτόν, εἴτε ᾧπερ ἂν ἐθέλοις τρόπῳ, παραμύθησαι ἡμῶν τὴν ψυχήν. ἡμῖν μὲν γὰρ εὐχὴ ἐπὶ τῆς Ἐκκλησίας φανῆναι τὴν θεοσέβειάν σου, καὶ ἡμᾶς τε ὁμοῦ καὶ τὸν λαὸν θεραπεῦσαι αὐτῇ τε τῇ ὄψει καὶ τοῖς λόγοις τῆς χάριτός σου. ἐὰν μὲν οὖν τοῦτο δυνατόν, τοῦτο κράτιστον· ἐὰν δέ τι ἕτερον δόξῃ, κἀκεῖνο δεξόμεθα. μόνον παγίως γνωρίσαι ἡμῖν τὸ παριστάμενον τῇ φρονήσει σου παρακλήθητι.
§60.1 Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου. τί γὰρ οὐκ ἔμελλον, ἀδελφόν τε ὄντα ἐμαυτοῦ, καὶ τοιοῦτον; καὶ νῦν τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. μηδὲ γὰρ γένοιτό τι τοιοῦτο παθεῖν μηδέν, με τῆς φύσεως ἐπιλαθέσθαι καὶ ἐκπολεμωθῆναι πρὸς τοὺς οἰκείους ποιήσει. ἀλλὰ καὶ τῶν τοῦ σώματος ἀρρωστημάτων, καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς, παραμυθίαν ἡγησάμην εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν· τοῖς τε παρὰ τῆς τιμιότητός σου διαὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· καὶ ἐκ πολλοῦ μοι ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν τοῦ μὴ καὶ ἡμᾶς τι σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειοτάτοις πρὸς ἀλλήλους διάστασις, ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφοράν, ἀπαρέσκουσα δὲ Θεῷ, τῷ ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. διὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαι σε ὑπὲρ ἡμῶν παρακαλῶν, καὶ τὰ ἄλλα κήδεσθαι ἡμῶν ὡς οἰκείων.
§60.2 Τὸν δὲ νοῦν τῶν γινομένων ἐπειδὴ αὐτοὶ ὑπὸ ἀμαθείας συνιέναι οὐκ ἔχομεν, ἐκεῖνον ἐκρίναμεν ἀληθῆ εἶναι νομίζειν, ὃν ἂν αὐτὸς ἡμῖν ἐξηγήσασθαι καταξιώσῃς. ἀνάγκη δὲ καὶ τὰ λειπόμενα παρὰ τῆς σῆς μεγαλονοίας ὁρισθῆναι, τὴν συντυχίαν ἡμῶν τὴν πρὸς ἀλλήλους, καὶ καιρὸν τὸν πρέποντα, καὶ τόπον ἐπιτήδειον. εἴπερ οὖν ὅλως ἀνέχεται καταβῆναι πρὸς τὴν ταπείνωσιν ἡμῶν σεμνότης σου, καὶ λόγου τινὸς μεταδοῦναι ἡμῖν, εἴτε μετʼ ἄλλων, εἴτε κατὰ σεαυτὸν βούλει γενέσθαι τὴν συντυχίαν, ὑπακουσόμεθα, τοῦτο ἅπαξ ἑαυτοῖς συμβουλεύσαντες, δουλεύειν σοι ἐν ἀγάπῃ καὶ ποιεῖν ἐκ παντὸς τρόπου τὰ εἰς δόξαν Θεοῦ παρὰ τῆς εὐλαβείας σου ἡμῖν ἐπιτασσόμενα. Τὸν δὲ αἰδεσιμώτατον ἀδελφὸν οὐδὲν ἠναγκάσαμεν ἀπὸ γλώττης εἰπεῖν ἡμῖν· διότι οὔτε πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων.
§61.1 Ἐνέτυχον τοῖς γράμμασι τῆς σῆς ὁσιότητος, διὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέναξας. καὶ ὠδυράμεθα μὲν τὴν ἡμετέραν πατρίδα, ὅτι τοιούτων κακῶν μήτηρ ἐστὶ καὶ τροφός· ὠδυράμεθα δὲ καὶ τὴν γείτονα τῆς ἡμετέρας Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπολαύουσαν, καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. τοῦτο ἦν ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· Οὐαί σοι, πόλις, ἧς βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον), καὶ οἱ ἄρχοντές σου οὐκ ἀπὸ νυκτὸς ἐσθίουσιν, ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοιϲ ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι, ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ.
§61.2 Ἐγνωρίσθη δὲ καὶ τῇ ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται, μὴ πυρός, μὴ ὕδατος, μὴ σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. ἀρκοῦσα δὲ αὐτῷ στήλη, καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ. οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες· πάντως δέ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραώ, ἀλλʼ εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσιν οἴσει.
§62.1 Καὶ ἔθει ἑπόμενοι παλαιῷ ἐκ μακρᾶς τῆς ἀκολουθίας κεκρατηκότι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος, τὴν κατὰ Θεὸν ἀγάπην, ὑμῖν ἐπιδεικνύμενοι, διὰ τοῦ γράμματος τὴν εὐλάβειαν ὑμῶν ἐπισκεπτόμεθα, κοινωνοῦντες ὑμῖν τῆς τε ἐπὶ τῷ συμβάντι λύπης, καὶ τῆς φροντίδος τῶν ἐν χερσίν. ὑπὲρ μὲν οὖν τῶν λυπηρῶν τοσοῦτον λέγομεν, ὅτι καιρὸς ἡμῖν ἀποβλέψαι πρὸς τὰ τοῦ Ἀποστόλου παραγγέλματα, καὶ μὴ λυπεῖσθαι Ὡς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα· οὐ μὴν οὐδʼ ἀπαθῶς ἔχειν πρὸς τὸ συμβάν, ἀλλὰ τῆς μὲν ζημίας αἰσθάνεσθαι, ὑπὸ δὲ τῆς λύπης μὴ καταπίπτειν, τὸν μὲν ποιμένα τοῦ τέλους μακαρίζοντας, ὡς ἐν γήρᾳ πίονι τὴν ζωὴν καταλύσαντα, καὶ ταῖς μεγίσταις παρὰ τοῦ Κυρίου τιμαῖς ἐναναπαυσάμενον.
§62.2 Περὶ δὲ τῶν λοιπῶν ἐκεῖνα παραινεῖν ἔχομεν, ὅτι προσήκει, πᾶσαν ἀποθεμένους κατήφειαν, ἑαυτῶν γενέσθαι, καὶ πρὸς τὴν ἀναγκαίαν πρόνοιαν τῆς Ἐκκλησίας διαναστῆναι, ὅπως ἂν ἅγιος Θεὸς ἐπιμεληθείη τοῦ ἰδίου ποιμνίου, καὶ παράσχοιτο ὑμῖν ποιμένα κατὰ τὸ αὐτοῦ θέλημα, ποιμαίνοντα ὑμᾶς μετʼ ἐπιστήμης.
§63.1 Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτʼ αὐτὸν ὄσσοις προσίδω, κρίνω φίλον· Εὐριπίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. ὥστε, εἰ, μήπω τῆς κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσίν σου τῆς μεγαλοφυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις, μὴ κολακείαν εἶναι τὸν λόγον κρίνῃς. ἔχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας, μεγαλοφώνως τὰ σὰ πᾶσιν ἀνθρώποις συμβοῶσαν. ἀφʼ οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ Ἐλπιδίῳ συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν, καὶ οὕτω κατʼ ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες, καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. οὐ γὰρ ἐπαύσατο ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος, το μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήματος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα, ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου φαιδρότητι κεκραμένην, λόγου δύναμιν, τἄλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατόν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν ἐπιστολὴν προαγάγωμεν. πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾷν τὸν τοιοῦτον; πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι, πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν;
§63.2 Δέχου τοίνυν τὴν προσηγορίαν, θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόρρω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ καταλόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν.
§64 Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι, τε περὶ λόγους κοινὸς ἔρως, πολλαχοῦ παρὰ τῶν πεπειραμένων περιφερόμενος, τε πρὸς τὸν θαυμάσιον ἄνδρα Τερέντιον ἡμῖν ἐκ παλαιοῦ φιλία. ἐπεὶ δὲ καὶ πάντα ἄριστος, καὶ πάσης ἡμῖν οἰκειότητος ὄνομα ἐκπληρῶν, αἰδεσιμώτατος ἀδελφὸς Ἐλπίδιος εἰς λόγους ἀφίκετο, καὶ ἕκαστα τῶν ἐν σοὶ καλῶν διηγήσατο (δυνατώτατος δέ, εἴπερ τις ἄλλος, καὶ ἀρετὴν ἀνθρώπου καταμαθεῖν, καὶ παραστῆσαι ταύτην τῷ λόγῳ), τοσοῦτον ἡμῖν τὸν ἐπὶ σοὶ πόθον ἐξέκαυσεν, ὥστε εὔχεσθαι ἡμᾶς ἐπιστῆναί σέ ποτε τῇ παλαιᾷ ἑστίᾳ ἡμῶν, ἵνα μὴ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ τῶν ἐν σοὶ καλῶν ἀπολαύσωμεν.
§65.1 Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μέν, τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα ἀπαιτῶν, ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχὴν τῆς προσφωνήσεως, δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς ἡσυχίας ἐγκαρτερεῖν; ἀλλʼ ὅμως ἐγώ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας. αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον, εἰδὼς ὅτι ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυτῆς· διόπερ οὔτε ἐκπίπτει ποτέ. ἀταπείνωτος γὰρ κατὰ ἀγάπην τῷ πλησίον ὑποτασσόμενος. ὅπως οὖν καὶ αὐτὸς πρὸς γοῦν τὸ ἑξῆς τὸν πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύματος ἐπιδεικνύμενος, τὴν ἀγάπην, ἀπορρίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπόν, ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς ὑποφαίνεις, ἀναλάβῃς δὲ χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν ἐκκλησιῶν τοῦ Κυρίου διαμονῆς. γίνωσκε γάρ, ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν ἐκκλησιῶν ἀναλάβοιμεν, ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμόν, οὐδὲν τὸ κωλῦον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ τὸν Θεὸν τὴν ἐνδεχομένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἐπιδειξαμένους.
§65.2 Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὴν ἐντολὴν τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. ἅμα δὲ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν καὶ πρὸς ἡμᾶς εἰσέλθοι ποτέ, κἂν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοῦς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.
§66.1 Οὐδένα τοσοῦτον ἡγοῦμαι λυπεῖν τὴν παροῦσαν τῶν ἐκκλησιῶν κατάστασιν, μᾶλλον δὲ σύγχυσιν, εἰπεῖν ἀληθέστερον, ὅσον τὴν σὴν τιμιότητα· συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν, καὶ παρὰ πόσον ταῦτα ἐκείνων ἐξήλλακται λογιζόμενον, καὶ ὅτι εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ὑπορρέοι ἐπὶ τὸ χεῖρον τὰ πράγματα, οὐδὲν ἔσται τὸ κωλῦον, εἴσω ὀλίγου χρόνου πρὸς ἄλλο τι σχῆμα παντελῶς μεθαρμοσθῆναι τὰς ἐκκλησίας. ταῦτα πολλάκις ἐπʼ ἐμαυτοῦ γενόμενος διενοήθην, ὅτι εἰ ἡμῖν οὕτως ἐλεεινὴ τῶν ἐκκλησιῶν παρατροπὴ καταφαίνεται, ποίαν τινὰ εἰκὸς ἐπὶ τούτοις ψυχὴν ἔχειν τὸν τῆς ἀρχαίας εὐσταθείας καὶ ὁμονοίας περὶ τὴν πίστιν τῶν ἐκκλησιῶν τοῦ Κυρίου πεπειραμένον; ἀλλʼ ὥσπερ τὸ πολὺ τῆς λύπης τὴν σὴν τελειότητα περιίσταται, οὕτως ἡγούμεθα προσήκειν καὶ τῆς ὑπὲρ τῶν ἐκκλησιῶν μερίμνης τὸ πλέον τῇ σῇ διαφέρειν φρονήσει. πάλαι οἶδα καὶ αὐτός, κατὰ τὴν ἐνυπάρχουσάν μοι μετρίως τῶν πραγμάτων κατάληψιν, μίαν ἐπιγνοὺς ὁδὸν βοηθείας ταῖς καθʼ ἡμᾶς ἐκκλησίαις, τὴν παρὰ τῶν δυτικῶν ἐπισκόπων σύμπνοιαν. εἰ γὰρ βουληθεῖεν, ὃν ἀνέλαβον ὑπὲρ ἑνὸς δύο τῶν κατὰ τὴν δύσιν ἐπὶ κακοδοξίᾳ φωραθέντων ζῆλον, τοῦτον καὶ ὑπὲρ τῆς παροικίας τῶν καθʼ ἡμᾶς μερῶν ἐπιδείξασθαι, τάχα ἄν τι γένοιτο τοῖς κοινοῖς ὄφελος, τῶν τε κρατούντων τὸ ἀξιόπιστον τοῦ πλήθους δυσωπουμένων, καὶ τῶν ἑκασταχοῦ λαῶν ἀκολουθούντων αὐτοῖς ἀναντιρρήτως.
§66.2 Τίς οὖν ταῦτα διαπράξασθαι τῆς σῆς συνέσεως δυνατώτερος; τίς συνιδεῖν τὸ δέον ὀξύτερος; τίς ἐνεργῆσαι τὰ χρήσιμα πρακτικώτερος; τίς πρὸς τὴν καταπόνησιν τῶν ἀδελφῶν συμπαθέστερος; τίς τῆς σεμνοτάτης σου πολιᾶς πάσῃ τῇ δύσει αἰδεσιμώτερος; κατάλιπέ τι μνημόσυνον τῷ βίῳ τῆς σῆς ἐπάξιον πολιτείας, τιμιώτατε πάτερ. τοὺς μυρίους ἐκείνους ὑπὲρ τῆς εὐσεβείας ἄθλους ἑνὶ τούτῳ κατακόσμησον ἔργῳ. ἔκπεμψόν τινας ἐκ τῆς ἁγίας τῆς ὑπὸ σὲ ἐκκλησίας ἄνδρας δυνατοὺς ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους· διήγησαι αὐτοῖς τὰς κατασχούσας ἡμᾶς συμφοράς· ὑπόθου τρόπον ἀντιλήψεως· γενοῦ Σαμουὴλ ταῖς ἐκκλησίαις· πολεμουμένοις τοῖς λαοῖς συγκακοπάθησον· ἀνένεγκε εἰρηνικὰς προσευχάς· αἴτησον χάριν παρὰ τοῦ Κυρίου, εἰρήνης τι μνημόσυνον ἐναφεῖναι ταῖς ἐκκλησίαις. οἶδα ὅτι ἀσθενεῖς αἱ ἐπιστολαὶ πρὸς συμβουλὴν τοῦ τοσούτου πράγματος. ἀλλʼ οὔτε αὐτὸς τῆς παρʼ ἑτέρων παρακλήσεως χρῄζεις, οὐ μᾶλλόν γε τῶν ἀγωνιστῶν οἱ γενναιότατοι τῆς παρὰ τῶν παίδων ὑποφωνήσεως· οὔτε ἡμεῖς ἀγνοοῦντα διδάσκομεν, ἀλλʼ ἐσπουδακότι τὴν ὁρμὴν ἐπιτείνομεν.
§66.3 Πρὸς μὲν οὖν τὰ λοιπὰ τῆς ἀνατολῆς ἴσως σοι καὶ πλειόνων συνεργίας προσδεῖ, καὶ ἀνάγκη ἀναμένειν τοὺς ἐκ τῆς δύσεως. μέντοι τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας εὐταξία προδήλως τῆς σῆς ἤρτηται θεοσεβείας· ὥστε τοὺς μὲν οἰκονομῆσαι, τοὺς δὲ καθησυχάσαι, ἀποδοῦναι δὲ τὴν ἰσχὺν τῇ ἐκκλησίᾳ διὰ τῆς συμφωνίας. καὶ γὰρ ὅτι ὀφείλεις, κατὰ τοὺς σοφωτάτους τῶν ἰατρῶν, τῆς ἐπιμελείας ἐκ τῶν καιριωτάτων ἄρχεσθαι, παντὸς ἀκριβέστερον αὐτὸς ἐπίστασαι. τί δʼ ἂν γένοιτο ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις τῆς Ἀντιοχείας ἐπικαιριώτερον; ἣν εἰ συνέβη πρὸς ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν, ὥσπερ κεφαλὴν ἐρρωμένην, παντὶ τῷ σώματι ἐπιχορηγεῖν τὴν ὑγίειαν. τῷ ὄντι δὲ τῆς σῆς δεῖται σοφίας καὶ εὐαγγελικῆς συμπαθείας τὰ ἐκείνης τῆς πόλεως ἀρρωστήματα· γε οὐχ ὑπὸ τῶν αἱρετικῶν διατέτμηται μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὰ αὐτὰ φρονεῖν ἀλλήλοις λεγόντων διασπᾶται. ταῦτα δὲ ἑνῶσαι καὶ εἰς ἑνὸς σώματος συναγαγεῖν ἁρμονίαν ἐκείνου μόνου ἐστί, τοῦ καὶ τοῖς ξηροῖς ὀστέοις τὴν εἰς νεῦρα καὶ σάρκα πάλιν ἐπάνοδον τῇ ἀφάτῳ αὐτοῦ δυνάμει χαριζομένου. πάντως δὲ τὰ μεγάλα Κύριος διὰ τῶν ἀξίων αὐτοῦ ἐνεργεῖ. πάλιν οὖν καὶ ἐνταῦθα τῇ σῇ μεγαλοφυΐᾳ πρέπειν τὴν τῶν τηλικούτων διακονίαν ἐλπίζομεν, ὥστε καταστορέσαι μὲν τοῦ λαοῦ τὸν τάραχον, παῦσαι δὲ τὰς μερικὰς προστασίας, ὑποτάξαι δὲ πάντας ἀλλήλοις ἐν ἀγάπῃ, καὶ τὴν ἀρχαίαν ἰσχὺν ἀποδοῦναι τῇ Ἐκκλησίᾳ.
§67.1 Ἐμοὶ μὲν ἐξαρκοῦν ἐφάνη ἐν τοῖς προτέροις γράμμασι πρὸς τὴν σὴν τιμιότητα τοσοῦτον ἐνδείξασθαι, ὅτι πᾶν τὸ κατὰ τὴν πίστιν ἐρρωμένον τοῦ κατὰ τὴν ἁγίαν ἐκκλησίαν Ἀντιοχείας λαοῦ εἰς μίαν συμφωνίαν καὶ ἕνωσιν χρὴ ἐναχθῆναι, πρὸς τὸ δηλῶσαι, ὅτι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ δέοι τὰ εἰς μέρη πλείονα νῦν διῃρημένα συνάψαι. ἐπεὶ δὲ αὐτὸς οὗτος ἀγαπητὸς συνδιάκονος ἡμῶν Δωρόθεος ἐναργεστέραν τὴν περὶ τούτων ἐπεζήτησε μνήμην, ἀναγκαίως ἐπισημαινόμεθα, ὅτι καὶ πάσῃ τῇ ἀνατολῇ διεὐχῆς, καὶ ἡμῖν τοῖς παντοίως αὐτῷ συνημμένοις ἐπιθυμητόν, αὐτὸν ἰδεῖν τὴν ἐκκλησίαν διέποντα τοῦ Κυρίου, τῇ τε πίστει ἀνεπίληπτον ὄντα, καὶ τῷ βίῳ οὐδεμίαν πρὸς τοὺς ἄλλους ἐπιδεχόμενον σύγκρισιν, καὶ τῷ τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς ἐκκλησίας αὐτὸν προεστάναι, τὰ δὲ λοιπὰ οἷον μερῶν ἀποτμήματα εἶναι.
§67.2 Ὥστε πανταχόθεν ἀναγκαῖόν τε ὁμοῦ καὶ σύμφερον τῷ ἀνδρὶ τούτῳ συναφθῆναι τοὺς ἄλλους, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν τοὺς ἐλάττους· περὶ δὲ τοὺς ἄλλους γενέσθαι τινὰ οἰκονομίαν, τὴν κἀκείνοις πρέπουσαν, καὶ τὸν λαὸν εἰρηνεύουσαν, καὶ τῇ σῇ συνέσει καὶ περιβοήτῳ ἐντρεχείᾳ καὶ σπουδῇ ἐπιβάλλουσαν. πάντως δὲ οὐκ ἔλαθέ σου τὴν ἀνυπέρβλητον φρόνησιν, ὅτι ἤδη καὶ τοῖς ὁμοψύχοις σου τοῖς κατὰ τὴν δύσιν τὰ αὐτὰ ταῦτα συνήρεσεν, ὡς δηλοῖ τὰ γράμματα τὰ διὰ τοῦ μακαρίου Σιλουανοῦ κομισθέντα ἡμῖν.
§68.1 Τέως μὲν ἐβουλήθημεν κατασχεῖν παρʼ ἑαυτοῖς τὸν εὐλαβέστατον ἀδελφὸν Δωρόθεον τὸν συνδιάκονον, ὥστε, ἐπὶ τῷ τέλει τῶν πραγμάτων ἀποπεμψάμενοι, γνωρίσαι διαὐτοῦ ἕκαστα τῶν πεπραγμένων τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι εἰς πολὺ τοῦ χρόνου παρετάθημεν, καὶ ἅμα, ὡς ἐν ἀπόροις, βουλή τις ἡμῖν ἐνέπεσε περὶ τῶν πρακτέων, ἀπεστείλαμεν τὸν προειρημένον ἄνδρα καταλαβεῖν ὑμῶν τὴν ὁσιότητα, καὶ διἑαυτοῦ τε ἀνενεγκεῖν ἕκαστα, καὶ τὸ ὑπομνηστικὸν ἡμῶν ἐπιδεῖξαι, ἵνα, εἰ φανείη χρησίμως ἔχειν τὰ παρʼ ἡμῶν ἐννοηθέντα, εἰς ἔργον ἐλθεῖν παρὰ τὴς ὑμετέρας τελειότητος σπουδασθείη.
§68.2 Ὡς δὲ συντόμως εἰπεῖν, γνώμη ἐκράτησεν ἐπὶ τὴν Ῥώμην διαβῆναι τὸν αὐτὸν τοῦτον ἀδελφὸν ἡμῶν Δωρόθεον, διαναστῆσαί τινας τῶν ἀπὸ τῆς Ἰταλίας, πρὸς τὴν ἐπίσκεψιν ἡμῶν θαλάσσῃ χρησαμένους, ἵνα τοὺς ἐμποδίζοντας διαφύγωσι. τοὺς γὰρ παραδυναστεύοντας τοῖς κρατοῦσιν εἶδον μηδὲν βουλομένους μήτε δυναμένους ὑπομιμνήσκειν αὐτὸν περὶ τῶν ἐκβεβλημένων, ἀλλὰ τὸ μή τι χεῖρον ἰδεῖν ἐν ταῖς ἐκκλησίαις γινόμενον κέρδος τιθεμένους. εἰ οὖν καὶ τῇ σῇ φρονήσει χρήσιμον εἶναι τὸ βούλευμα παρασταίη, καταξιώσεις καὶ ἐπιστολὰς τυπῶσαι, καὶ ὑπομνηστικὰ ὑπαγορεῦσαι περὶ ὧν χρὴ διαλεχθῆναι αὐτὸν καὶ πρὸς τίνας. ὥστε δὲ ἔχειν ἀξιοπιστίαν τινὰ τὰ γράμματα, συμπαραλήψῃ πάντως τοὺς ὁμογνώμονας, κἂν μὴ παρῶσι. τὰ δʼ ἐνταῦθα ἔτι ἐστὶν ἐν ἀδήλῳ, τοῦ Εὐϊππίου παραγενομένου μέν, μηδὲν δὲ τέως ἐκφήναντος. ἀπειλοῦσι μέντοι καὶ συνδρομήν τινα ὁμογνωμόνων αὐτοῖς ἔκ τε τῆς Ἀρμενίας τῆς Τετραπόλεως, καὶ ἐκ τῆς Κιλικίας.
§69.1 Ἣν ἐκ παλαιοῦ περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχομεν, ταύτην χρόνος προϊὼν ἀεὶ βεβαιοῖ· μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθʼ ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλʼ μέριμνά σοι πασῶν τῶν ἐκκλησιῶν τοσαύτη, ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ Δεσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται· ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα, καὶ τὸν ἀγαθὸν αὐτοῦ τῆς ἀποδημίας σκοπὸν ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται κατʼ ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντιτείνοντα προσαγόμενος, καὶ τὰ διεσπασμένα συνάπτων. ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων, ἐπὶ τὴν σὴν ἀναδράμοιμεν τελειότητα, καὶ σοὶ συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. ὅθεν καὶ τὸν ἀδελφὸν Δωρόθεον, τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ, καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀνεπέμψαμεν, ὥστε, ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ, καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν, ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις.
§69.2 Ὃν καὶ ὑποδέξῃ δηλονότι, καὶ προσβλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ, καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰς τῶν αὐτόθεν σπουδαίων, ἐπὶ τὰ προκείμενα ὁδηγήσεις. ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης, ἐπισκέψασθαι τὰ ἐνταῦθα, καὶ δοῦναι γνώμην, ἵνʼ ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα, ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους ὑπενεγκεῖν, ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιαστρόφους τῶν παρʼ ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ, καὶ πάντα ἔχοντας μεθʼ ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα ἐπὶ λύσει τῶν κατʼ ἀνάγκην ἐκεῖ γενομένων· καὶ τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης.
§69.3 Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται, τὸν τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως ἀλλοτρίως ἔχουσαν, ἐξορίσαι. ἐπεὶ μέχρι τοῦ νῦν ἐν πᾶσιν οἷς ἐπιστέλλουσι γράμμασι, τὸν μὲν δυσώνυμον Ἄρειον ἄνω καὶ κάτω ἀναθεματίζοντες καὶ τῶν ἐκκλησιῶν ἐξορίζοντες οὐ διαλείπουσι, Μαρκέλλῳ δέ, τῷ κατὰ διάμετρον ἐκείνῳ τὴν ἀσέβειαν ἐπιδειξαμένῳ, καὶ εἰς αὐτὴν τὴν ὕπαρξιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀσεβήσαντι καὶ κακῶς τὴν τοῦ Λόγου προσηγορίαν ἐκδεξαμένῳ, οὐδεμίαν μέμψιν ἐπενεγκόντες φαίνονται. ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι, κατὰ χρείαν καὶ ἐπὶ καιροῦ προελθόντα, πάλιν δὲ εἰς τὸν ὅθεν ἐξῆλθεν ἐπαναστρέψαντα, οὔτε πρὸ τῆς ἐξόδου εἶναι, οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι. καὶ τούτου ἀπόδειξις αἱ παρʼ ἡμῖν ἀποκείμεναι βίβλοι τῆς ἀδίκου ἐκείνης συγγραφῆς ὑπάρχουσιν. ἀλλʼ ὅμως τοῦτον οὐδαμοῦ διαβαλόντες ἐφάνησαν, καὶ ταῦτα αἰτίαν ἔχοντες ὡς, τὸ ἐξ ἀρχῆς κατʼ ἄγνοιαν τῆς ἀληθείας, καὶ εἰς κοινωνίαν αὐτὸν ἐκκλησιαστικὴν παραδεξάμενοι. ἐκείνου τε οὖν μνησθῆναι πρεπόντως ἀπαιτεῖ τὰ παρόντα, ὥστε μὴ ἔχειν ἀφορμὴν τοὺς θέλοντας ἀφορμήν, ἐκ τοῦ τῇ σῇ ὁσιότητι συνάπτειν τοὺς ὑγιαίνοντας καὶ τοὺς πρὸς τὴν ἀληθῆ πίστιν ὀκλάζοντας φανεροὺς πᾶσι ποιῆσαι· ὥστε τοῦ λοιποῦ γνωρίζειν ἡμᾶς τοὺς ὁμόφρονας, καὶ μή, ὡς ἐν νυκτομαχίᾳ, μηδεμίαν φίλων καὶ πολεμίων ἔχειν διάκρισιν. μόνον παρακαλοῦμεν εὐθὺς ὑπὸ τὸν πρῶτον πλοῦν ἐκπεμφθῆναι τὸν προειρημένον διάκονον, ἵνα δυνηθῇ κατὰ γοῦν τὸ ἐφεξῆς ἔτος γενέσθαι τι, ὧν προσευχόμεθα.
§69.4 Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρων λόγων συνιεῖς τε αὐτὸς καὶ φροντιεῖς δηλονότι, ὅπως ἐπιστάντες, ἐὰν Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς ἐκκλησίαις τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλήλους διαφορῶν ἀφορμὰς εὕρωσιν ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης, καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. μᾶλλον δέ, τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντός σοι, πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν ἐκκλησιῶν ἐπιτρέποντας.
§70.1 Ἀρχαιας ἀγάπης θεσμοὺς ἀνανεοῦσθαι, καὶ πατέρων εἰρήνην τὸ οὐράνιον δῶρον Χριστοῦ καὶ σωτήριον, ἀπομαρανθὲν τῷ χρόνῳ, πάλιν πρὸς τὴν ἀκμὴν ἐπαναγαγεῖν, ἀναγκαῖον μὲν ἡμῖν καὶ ὠφέλιμον, τερπνὸν δὲ εὖ οἶδα ὅτι καὶ τῇ σῇ φιλοχρίστῳ διαθέσει καταφανήσεται. τί γὰρ ἂν γένοιτο χαριέστερον, τοὺς τοσούτῳ τῷ πλήθει τῶν τόπων διῃρημένους τῇ διὰ τῆς ἀγάπης ἑνώσει καθορᾷν εἰς μίαν μελῶν ἁρμονίαν ἐν σώματι Χριστοῦ δεδέσθαι; ἀνατολὴ πᾶσα σχεδόν, τιμιώτατε πάτερ (λέγω δὲ ἀνατολὴν τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρις Αἰγύπτου), μεγάλῳ χειμῶνι καὶ κλύδωνι κατασείεται, τῆς πάλαι μὲν σπαρείσης αἱρέσεως ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας Ἀρείου, νῦν δὲ πρὸς τὸ ἀναίσχυντον ἀναφανείσης καὶ οἱονεὶ ῥίζης πικρᾶς καρπὸν ὀλέθριον ἀναδιδούσης, κατακρατούσης λοιπὸν διὰ τὸ τοὺς μὲν καθʼ ἑκάστην παροικίαν προεστῶτας τοῦ ὀρθοῦ λόγου ἐκ συκοφαντίας καὶ ἐπηρείας τῶν ἐκκλησιῶν ἐκπεσεῖν, παραδοθῆναι δὲ τοῖς αἰχμαλωτίζουσι τὰς ψυχὰς τῶν ἀκεραιοτέρων τὴν τῶν πραγμάτων ἰσχύν. τούτων μίαν προσεδοκήσαμεν λύσιν τὴν τῆς ὑμετέρας εὐσπλαγχνίας ἐπίσκεψιν· καὶ ἐψυχαγώγησεν ἡμᾶς ἀεὶ τὸ παράδοξον τῆς ὑμετέρας ἀγάπης ἐν τῷ παρελθόντι χρόνῳ, καὶ φήμῃ φαιδροτέρᾳ πρὸς βραχὺ τὰς ψυχὰς ἀνερρώσθημεν, ὡς ἐσομένης ἡμῖν τινὸς ἐπισκέψεως παρʼ ὑμῶν. ὡς δὲ διημάρτομεν τῆς ἐλπίδος, μηκέτι στέγοντες ἤλθομεν ἐπὶ τὴν διὰ τοῦ γράμματος ἡμῶν παράκλησιν, διαναστῆναι ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, καὶ ἀποστεῖλαί τινας τῶν ὁμοψύχων, τοὺς συμβιβάζοντας τοὺς διεστῶτας, εἰς φιλίαν τὰς ἐκκλησίας τοῦ Θεοῦ ἐπανάγοντας, τοὺς γοῦν αἰτίους τῆς ἀκαταστασίας φανερωτέρους ὑμῖν καθιστῶντας· ὥστε καὶ ὑμῖν φανερὸν εἶναι τοῦ λοιποῦ, πρὸς τίνας ἔχειν τὴν κοινωνίαν προσῆκε.
§70.2 Πάντως δὲ οὐδὲν καινὸν ἐπιζητοῦμεν, ἀλλὰ τοῖς τε λοιποῖς τῶν πάλαι μακαρίων καὶ θεοφίλων ἀνδρῶν σύνηθες, καὶ διαφερόντως ὑμῖν. οἴδαμεν γὰρ μνήμης ἀκολουθίᾳ, παρὰ τῶν πατέρων ἡμῶν αἰτηθέντων καὶ ἀπὸ γραμμάτων τῶν ἔτι καὶ νῦν πεφυλαγμένων παρʼ ἡμῖν, διδασκόμενοι, Διονύσιον ἐκεῖνον, τὸν μακαριώτατον ἐπίσκοπον, παρʼ ὑμῖν ἐπί τε ὀρθότητι πίστεως καὶ τῇ λοιπῇ ἀρετῇ διαπρέψαντα, ἐπισκεπτόμενον διὰ γραμμάτων τὴν ἡμετέραν ἐκκλησίαν τῶν Καισαρέων, καὶ παρακαλοῦντα τοὺς πατέρας ἡμῶν διὰ γραμμάτων, καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα. ἐν χαλεπωτέρῳ δὲ νῦν καὶ σκυθρωποτέρῳ τὰ καθʼ ἡμᾶς, καὶ πλείονος δεόμενα τῆς ἐπιμελείας. οὐ γὰρ οἰκοδομημάτων γηΐνων καταστροφήν, ἀλλʼ ἐκκλησιῶν ἅλωσιν ὀδυρόμεθα· οὐδὲ δουλείαν σωματικήν, ἀλλʼ αἰχμαλωσίαν ψυχῶν καθʼ ἑκάστην ἡμέραν ἐνεργουμένην παρὰ τῶν ὑπερμαχούντων τῆς αἱρέσεως καθορῶμεν. ὥστε εἰ μὴ ἤδη διανασταίητε πρὸς τὴν ἀντίληψιν, μικρὸν ὕστερον οὐδὲ οἷς ὀρέξετε τὴν χεῖρα εὑρήσετε, πάντων ὑπὸ τὴν ἐπικράτειαν τῆς αἱρέσεως γενομένων.
§71.1 Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου· καὶ ὅσα ἐνέφηνας ἡμῖν, αὐτὸς ταῦτα γυμνῶς διηγήσατο. ἀκούσαντες δὲ ὅπως διετέθημεν, οὐκ ἀμφιβάλλεις πάντως. πλὴν ἀλλʼ ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον, καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ, τὰς λειπομένας ἡμέρας ὥρας οὕτω διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει, ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν.
§71.2 Εἰ δὲ δεῖνα ἄρτι, παρακύψαι φιλοτιμούμενος πρὸς τὸν βίον τῶν Χριστιανῶν, εἶτα οἰόμενος αὐτῷ σεμνότητά τινα φέρειν τὸ ἡμῖν συνανατρίβεσθαι, τε οὐκ ἤκουσε κατασκευάζει, καὶ μὴ ἐνόησεν ἐξηγεῖται, θαυμαστὸν οὐδέν. ἀλλʼ ἐκεῖνο θαυμαστὸν καὶ παράδοξον, ὅτι τούτων ἀκροατὰς ἔχει τοὺς γνησιωτάτους μοι τῶν παρʼ ὑμῖν ἀδελφῶν, καὶ οὐκ ἀκροατὰς μόνον, ἀλλὰ καὶ μαθητάς, ὡς ἔοικεν. εἴ γε καὶ ἄλλως ἦν παράδοξον τοιοῦτον μὲν εἶναι τὸν διδάσκοντα, ἐμὲ δὲ τὸν διασυρόμενον, ἀλλʼ οὖν τῶν καιρῶν καταστροφὴ ἐπαίδευσεν ἡμᾶς πρὸς μηδὲν δυσκολαίνειν. πάλαι γὰρ τὰ τούτων ἀτιμότερα συνήθη ἡμῖν γέγονε διὰ τὰς ἁμαρτίας ἡμῶν. ἐγὼ τοίνυν, εἰ μὲν οὐδέπω τοῖς αὐτοῦ ἀδελφοῖς δέδωκα πεῖραν τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν αἱρέσεως, οὐδὲ νῦν ἔχω τι ἀποκρίνασθαι· οὓς γὰρ οὐκ ἔπεισεν μακρὸς χρόνος, πῶς συμπείσει ἐπιστολὴ βραχεῖα; εἰ δὲ ἐκεῖνα αὐτάρκη, λῆροι νομιζέσθωσαν τὰ παρὰ τῶν διαβαλλόντων. πλήν γε ὅτι, ἐὰν ἐπιτρέψωμεν στόμασιν ἀχαλινώτοις καὶ καρδίαις ἀπαιδεύτοις λαλεῖν περὶ ὧν ἂν ἐθέλωσιν, καὶ ἕτοιμα ἔχωμεν πρὸς ὑποδοχὴν τὰ ὦτα, οὐ μόνον ἡμεῖς τὰ τῶν ἄλλων παραδεξόμεθα, ἀλλὰ καὶ ἕτεροι τὰ ἡμέτερα.
§71.3 Τούτων δὲ αἴτιον ἐκεῖνο, πάλαι μὲν παρεκάλουν μὴ γίνεσθαι, νῦν δὲ ἀπαγορεύσας σιωπῶ, τὸ μὴ συντυγχάνειν ἡμᾶς ἀλλήλοις. εἰ γὰρ κατὰ τὰς ἀρχαίας συνθήκας, καὶ κατὰ τὴν ὀφειλομένην νῦν ταῖς ἐκκλησίαις παρʼ ἡμῶν ἐπιμέλειαν, τὰ πολλὰ τοῦ ἐνιαυτοῦ μετʼ ἀλλήλων διήγομεν, οὐκ ἂν ἐδώκαμεν πάροδον τοῖς διαβάλλουσι. σὺ δέ, εἰ δοκεῖ, τούτους μὲν ἔα χαίρειν, αὐτὸς δὲ παρακλήθητι συγκάμνειν ἡμῖν εἰς τὸν προκείμενον ἀγῶνα καὶ συντυχεῖν μεθʼ ἡμῶν τῷ καθʼ ἡμῶν στρατευομένῳ. εἰ γὰρ ὀφθῇς μόνον, ἐφέξεις αὐτοῦ τὴν ὁρμὴν καὶ τοὺς συγκροτουμένους ἐπὶ τῷ καταστρέψασθαι τὰ τῆς πατρίδος πράγματα διαλύσεις, γνώριμον αὐτοῖς καταστήσας, ὅτι αὐτὸς τῇ τοῦ Θεοῦ χάριτι τοῦ καθʼ ἡμᾶς συλλόγου κατάρχεις, καὶ φράξεις πᾶν ἄδικον στόμα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀνομίαν. ἂν ταῦτα γένηται, αὐτὰ τὰ πράγματα δείξει, τίς μὲν κατακολουθῶν σοι ἐπὶ τὰ καλά, τίς δὲ μετοκλάζων καὶ προδιδοὺς δειλίᾳ τὸν λόγον τῆς ἀληθείας. ἐὰν δὲ τὰ τῆς ἐκκλησίας προδιδόμενα , ὀλίγος μοι λόγος διὰ ῥημάτων πείθειν τοὺς τοσούτου με τιθεμένους ἄξιον, ὅσον ἂν τιμήσωνται ἄνθρωποι οὔπω ἑαυτοὺς μετρεῖν δεδιδαγμένοι. μετʼ οὐ πολὺ γάρ, τῇ τοῦ Θεοῦ χάριτι, διὰ τῶν ἔργων ἀπόδειξις τὰς συκοφαντίας ἐλέγξει, διοτι προσδοκῶμεν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας τάχα μέν τι καὶ μεῖζον πείσεσθαι· εἰ δὲ μή, πάντως γε τῶν ἐκκλησιῶν καὶ τῶν πατρίδων ἀπελαθήσεσθαι. ἐὰν δὲ καὶ μηδὲν τῶν ἐλπιζομένων γένηται, οὐ μακράν ἐστι τὸ τοῦ Χριστοῦ δικαστήριον. ὥστε, εἰ μὲν τὴν συντυχίαν διὰ τὰς ἐκκλησίας ἐπιζητεῖς ἕτοιμος συνδραμεῖν ὅπουπερ ἂν προκαλῇ· εἰ δέ, ἵνα τὰς συκοφαντίας διαλύσω, οὐ σχολή μοι νῦν ἀποκρίνασθαι περὶ τούτων.
§72.1 Οἶδά σου καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην, καὶ τὴν περὶ τὰ καλὰ σπουδήν. διόπερ χρῄζων δυσωπῆσαι τὸν ποθεινότατον υἱὸν Καλλισθένην, ἡγησάμην, εἰ κοινωνόν σε λάβοιμι τῆς φροντίδος, ῥᾷον κατορθώσειν τὸ σπουδαζόμενον. λελύπηται ἀνὴρ κατὰ τοῦ λογιωτάτου Εὐστοχίου, καὶ λελύπηται δικαίαν λύπην. ἐγκαλεῖ αὐτοῦ τοῖς οἰκέταις θράσος κατʼ αὐτοῦ καὶ ἀπόνοιαν. τοῦτον ἀξιοῦμεν παρακληθῆναι, ἀρκεσθέντα τῷ φόβῳ, ὃν ἐφόβησεν αὐτούς τε τοὺς θρασυνομένους καὶ τοὺς τούτων δεσπότας, καταλῦσαι τὴν φιλονεικίαν, δόντα τὴν χάριν. οὕτω γὰρ ἀμφότερα ὑπάρξει· καὶ τὸ παρὰ ἀνθρώποις σεμνόν, καὶ τὸ παρὰ Θεῷ εὐδόκιμον, ἐὰν τῷ φόβῳ θελήσῃ τὸ μακρόθυμον ἀναμίξαι. αὐτός τε οὖν, εἴ τις σοι προϋπάρχει φιλία πρὸς τὸν ἄνδρα καὶ συνήθεια, αἴτησον παρʼ αὐτοῦ τὴν χάριν ταύτην· καὶ οὓς ἐὰν γνῷς ἐν τῇ πόλει δυναμένους αὐτὸν δυσωπῆσαι, κοινωνοὺς λάβε τῆς φροντίδος, εἰπὼν αὐτοῖς, ὅτι τὸ γινόμενον ἐμοὶ μάλιστα κεχαρισμένον ἔσται.
§72.2 Καὶ ἀπόπεμψαι τὸν συνδιάκονον πράξαντα ὧν ἕνεκεν ἀπεστάλη. αἰσχύνομαι γάρ, καταφυγόντων πρός με τῶν ἀνθρώπων, μὴ δυνηθῆναι αὐτοῖς γενέσθαι τι χρήσιμον.
§73.1 Ηὐχαρίστησα τῷ Θεῷ τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου· πρῶτον μέν, ὅτι ἀνδρὸς τιμᾷν ἡμᾶς προαιρουμένου ἀφίκετό μοι προσηγορία· καὶ γὰρ πολλοῦ μὲν ἀξίαν τιθέμεθα τῶν ἀρίστων ἀνδρῶν τὴν συντυχίαν· δεύτερον δὲ εἰς εὐφροσύνην, τὸ μνήμης ἀγαθῆς τυγχάνειν. σύμβολον δὲ μνήμης γράμματα, ἅπερ ἐπειδὴ ἐδεξάμην καὶ κατέμαθον τὸν ἐν αὐτοῖς νοῦν, ἐθαύμασα ὅπως τῷ ὄντι κατὰ τὴν πάντων ὑπόληψιν πατρικὴν ἀπένειμε τὴν αἰδῶ. τὸ γὰρ φλεγμαίνοντα καὶ ὠργισμένον καὶ ὁρμήσαντα πρὸς τὴν τῶν λελυπηκότων ἄμυναν, παραλῦσαι μὲν τὸ πολὺ τῆς σφοδρότητος, ἡμᾶς δὲ τοῦ πράγματος κυρίους ποιήσασθαι, ἔδωκεν ἡμῖν εὐφρανθῆναι ὡς ἐπὶ τέκνῳ πνευματικῷ. ἀντὶ οὖν τούτων τί ἄλλο λειπόμενόν ἐστιν εὔχεσθαί σοι τὰ ἀγαθά ; φίλοις μέν σε ἥδιστον εἶναι, ἐχθροῖς δὲ φοβερόν, πᾶσι δὲ ὁμοίως αἰδέσιμον, ἵνα καὶ οἱ τῶν προσηκόντων τι ἐλλελοιπότες, αἴσθησιν λαβόντες τῆς ἐν σοὶ πραότητος, ἑαυτῶν καθάψωνται, ὅτι εἰς τοιοῦτόν σε ὄντα ἐξήμαρτον.
§73.2 Ἐπειδὴ οὖν προσέταξας τοὺς οἰκέτας ἐπὶ τὸν τόπον ἐν τὴν ἀταξίαν ἐπεδείξαντο διαχθῆναι, ἀξιῶ τὸν σκοπὸν μαθεῖν, καθʼ ὃν ἐπιζητεῖ τοῦτο χρηστότης σου. εἰ μὲν γὰρ αὐτὸς παρέσῃ καὶ αὐτὸς εἰσπράξῃ τῶν τετολμημένων τὴν δίκην, παρέσονται μὲν οἱ παῖδες. τί γὰρ ἄλλο δεῖ γενέσθαι, εἰ τοῦτό σοι κέκριται ; πλὴν ἀλλʼ ἡμεῖς οὐκ οἴδαμεν ποίαν ἔτι χάριν εἰληφότες ἐσόμεθα, ἐάν περ μὴ ἐξαρκέσωμεν ἐξελέσθαι τοὺς παῖδας τῆς τιμωρίας. εἰ δὲ αὐτόν σε ἐπὶ τῆς λεωφόρου ἀσχολία καθέξει, τίς ὑποδεχόμενος ἐκεῖ τοὺς ἀνθρώπους ; τίς δὲ μέλλων αὐτοὺς ἀντὶ σοῦ ἀμύνεσθαι ; ἀλλʼ εἰ δοκεῖ σοι ἐλθεῖν αὐτοὺς εἰς ὄψιν καὶ τοῦτο πάντως κέκριται, μέχρι Σασίμων κέλευσον γενέσθαι αὐτῶν τὴν παράστασιν, καὶ αὐτοῦ δεῖξον σεαυτοῦ τὸ πρᾶον τοῦ ἤθους καὶ μεγαλόθυμον. λαβὼν γὰρ ὑποχειρίους τοὺς παροξύναντας, καὶ ἐν τούτῳ τὸ εὐκαταφρόνητον τῆς σεαυτοῦ ἀξίας ἐπιδειξάμενος, ἄφες αὐτοὺς ἀβλαβεῖς, ὡς ἐν τοῖς προτέροις γράμμασι παρεκαλέσαμεν, ἡμῖν μὲν διδοὺς τὴν χάριν, παρὰ δὲ Θεοῦ τὴν ἐφʼ οἷς ποιεῖς ἀντίδοσιν ἐκδεχόμενος.
§73.3 Καὶ ταῦτα λέγω, οὐχ ὡς οὕτως ὀφείλοντος τελεσθῆναι τοῦ πράγματος, ἀλλὰ συνενδιδοὺς τῇ ὁρμῇ σου, καὶ φοβούμενος μή τι ὑπολείπηται ἄπεπτον τοῦ θυμοῦ, καὶ ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ὀφθαλμῶν καὶ τὰ ἁπαλώτατα τῶν βοηθημάτων ὀδυνηρὰ φαίνεται, οὕτω καὶ νῦν ἡμέτερος λόγος ἐξαγριάνῃ σε μᾶλλον καταστείλῃ. ἐπεὶ τὸ εὐπρεπέστατον ἦν, καὶ σοὶ μέγιστον κόσμον ἐνεγκεῖν δυνάμενον καὶ ἐμοὶ ἀρκοῦν πρὸς τοὺς ἐμαυτοῦ φίλους καὶ ἡλικιώτας εἰς σεμνολόγημα, τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν. πάντως δὲ εἰ καὶ ὀμώμοσται σοὶ δοῦναι αὐτοὺς εἰς τιμωρίαν κατὰ τοὺς νόμους, οὔτε παρʼ ἡμῶν ἐπιτίμησις ἐλάττων ἐστὶν εἰς ἐκδίκησιν, οὔτε θεῖος νόμος ἀτιμότερος τῶν ἐμπολιτευομένων τῷ βίῳ νομίμων.
§73.4 Ἀλλʼ ἦν δυνατὸν αὐτούς, ἐνταῦθα ἐπιστραφέντας τοῖς ἡμετέροις νομίμοις, ἐν οἷς καὶ αὐτὸς τὴν ἐλπίδα ἔχεις τῆς σωτηρίας, καὶ σὲ τῆς ἐπὶ τῷ ὅρκῳ ἀνάγκης ἐλευθερῶσαι, καὶ αὐτοὺς σύμμετρον τοῖς ἡμαρτημένοις ἐκπληρῶσαι τὴν δίκην.
§73.5 Ἀλλὰ πάλιν μακρὰν ποιῶ τὴν ἐπιστολήν. ὑπὸ γὰρ τοῦ σφόδρα σπουδάζειν πιθανός σοι γενέσθαι, οὐδὲν τῶν εἰς διάνοιαν ἐρχομένων ἀποσιωπῆσαι ἀνέχομαι, φοβούμενος μὴ παρὰ τοῦτο ἄπρακτός μοι αἴτησις γένηται, ἐλλιπῶς μου τὴν διδασκαλίαν ποιησαμένου. ἀλλʼ, τιμιώτατον καὶ γνήσιον θρέμμα τῆς Ἐκκλησίας, βεβαίωσον καὶ ἐμοὶ τὰς ἐλπίδας, ἃς ἔχω νῦν ἐπὶ σοὶ καὶ τὰς πάντων συμφώνως περὶ τῆς σῆς ἐμμελείας καὶ πραότητος μαρτυρίας, καὶ ἐπίστειλον τῷ στρατιώτῃ ἀπαλλαγῆναι ἡμῶν ἐν τάχει, ὃς νῦν γε οὐδὲν ἐπαχθείας οὐδὲ ὕβρεως ἐλλέλοιπε, μᾶλλον αἱρούμενός σε μὴ λυπῆσαι πάντας ἡμᾶς οἰκείους ἔχειν καὶ φίλους.
§74.1 Ἐμὲ τί οἴει πόσου ποτʼ ἂν τιμήσασθαι τὸ εἰς ταὐτὸν ποθʼ ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ ἐπὶ πλεῖον σοὶ συγγενέσθαι, ὥστε πάντων ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν ; καὶ γὰρ εἰ μέγα πρὸς μαρτυρίαν παιδεύσεως τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα, καὶ νόον γνῶναι, τοῦτο οἶμαι διὀλίγου χαρίζεσθαι τὴν σὴν ὁμιλίαν. τί γὰρ διαφέρει πολλοὺς ἰδεῖν κατὰ μέρος, ἕνα τὸν πάντων ὁμοῦ τὴν πεῖραν ἀναδεξάμενον ; μᾶλλον δὲ ἐγὼ καὶ πλεῖστον ἂν ἔχειν εἴποιμι τὸ διάφορον, ὅσα ἀταλαίπωρον τὴν γνῶσιν τῶν καλῶν προξενεῖ, καὶ καθαρὰν τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας συνάγει τὴν ἱστορίαν τῆς ἀρετῆς. εἴτε γὰρ πρᾶξις ἀρίστη, εἴτε λόγος μνήμης ἄξιος, εἴτε πολιτεῖαι ἀνδρῶν ὑπερπεφυκότων τοὺς ἄλλους, πάντα τῷ σῷ ταμιείῳ τῆς ψυχῆς ἐναπόκειται. ὥστε οὐκ εἰς ἐνιαυτὸν μόνον, ὡς Ἀλκίνοος τοῦ Ὀδυσσέως, ἀλλʼ εἰς πάντα μου τὸν βίον εὐξαίμην ἄν σου ἀκούειν, καὶ μακρὸν ἄν μοι γενέσθαι τούτου γε ἕνεκα τοῦτον, καὶ ταῦτα δυσκόλως πρὸς αὐτὸν διακείμενος. τί δήποτʼ οὖν ἐπιστέλλω νῦν, παρεῖναι δέον ; ὅτι με κάμνουσα πατρὶς ἐπείγει πρὸς ἑαυτήν. οἷα γὰρ πέπονθεν, οὐκ ἀγνοεῖς, ἄριστε· ὅτι Πενθέως τρόπον Μαινάδες ὄντως τινές, δαίμονες, αὐτὴν διεσπάσαντο. διαιροῦσι γὰρ αὐτὴν καὶ ἐπιδιαιροῦσιν· ὥσπερ οἱ κακοὶ τῶν ἰατρῶν, χαλεπώτερα τὰ ἕλκη ποιοῦντες τῇ παρʼ ἑαυτῶν ἀπειρίᾳ. ἐπεὶ οὖν κέκμηκε κατατεμνομένη, λείπεται αὐτὴν θεραπεύειν, ὡς ἀρρωστοῦσαν. ἐπέστειλαν οὖν ἐπείγοντες ἡμᾶς οἱ πολῖται· καὶ ἀνάγκη ἀπαντᾷν, οὐχ ὥς τι ὄφελος ἐσομένους τοῖς πράγμασιν, ἀλλὰ τὴν ἐκ τῆς ἀπολείψεως μέμψιν ἐκκλίνοντας. οἶσθα γάρ, ὡς εὔκολοι μὲν ἐλπίσαι οἱ ἀμηχανοῦντες, εὔκολοι δέ που καὶ καταμέμψασθαι, ἐπὶ τὸ παρεθὲν ἀεὶ τρέποντες τὰς αἰτίας.
§74.2 Καίτοι ἔγωγε καὶ αὐτοῦ τούτου ἕνεκεν ἐδεόμην σοι συνελθεῖν καὶ δοῦναι γνώμην· μᾶλλον δὲ παρακαλέσαι ἐνθυμηθῆναί τι νεανικὸν καὶ πρέπον τῷ σεαυτοῦ φρονήματι, καὶ εἰς γόνυ κλιθεῖσαν τὴν πατρίδα ἡμῶν μὴ περιιδεῖν, ἀλλὰ καταλαβόντα τὸ στρατόπεδον εἰπεῖν μετὰ παρρησίας τῆς σῆς μήτοι νομίζειν αὐτοὺς δύο κεκτῆσθαι ἀντὶ μιᾶς ἐπαρχίας. οὐ γὰρ ἐξ ἄλλης τινὸς οἰκουμένης ἐπεισήγαγον τὴν ἑτέραν, ἀλλὰ παραπλήσιόν τι πεποιήκασιν, ὥσπερ ἂν εἴ τις ἵππον βοῦν κεκτημένος, εἶτα διχῆ διελὼν δύο νομίζοι ἔχειν ἑνὸς ἄντι· οὔτε γὰρ δύο ἐποίησε, καὶ τὸν ἕνα διέφθειρεν· εἰπεῖν δὲ καὶ τοῖς παραδυναστεύουσι, μὴ τοῦτον αὔξειν τὸν τρόπον τὴν βασιλείαν, οὐ γὰρ ἐν ἀριθμῷ εἶναι τὴν δύναμιν, ἀλλʼ ἐν τοῖς πράγμασιν· ἐπεὶνῦν γε ἡγούμεθα τοὺς μὲν ἀγνοίᾳ τῆς ἀληθείας ἴσως, τοὺς δὲ τῷ μὴ βούλεσθαι λυπεῖν τοῖς ῥήμασι, τοὺς δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾷν τὰ γινόμενα. εἰ μὲν οὖν ἦν δυνατὸν αὐτὸν ἐλθεῖν πρὸς βασιλέα, τοῦτο κράτιστον μὲν τοῖς πράγμασι, πρέπον δέ σου τῇ καλῇ τοῦ βίου προαιρέσει. εἰ δὲ βαρὺ ἄλλως καὶ διὰ τὴν ὥραν τοῦ ἔτους καὶ διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἔφης, σύντροφον ἔχουσαν ἐν ἑαυτῇ τὸν ὄκνον, ἀλλὰ τό γε ἐπιστεῖλαι πόνος οὐδείς. ὥστε, τὴν ἀπὸ τῶν γραμμάτων βοήθειαν χαριζόμενος τῇ πατρίδι, πρῶτον μὲν σαυτῷ συνειδήσεις μηδὲν τῶν εἰς δύναμιν ἡκόντων ἐλλελοιπότι, ἔπειτα μέντοι καὶ τοῖς κάμνουσιν, αὐτῷ τῷ φαίνεσθαι συναλγῶν, ἀρκοῦσαν δώσεις παραμυθίαν. ἀλλʼ εἴθε γὰρ ἦν οἷόν τε, αὐτὸν ἐπιστάντα τοῖς πράγμασιν, ὄψει λαβεῖν αὐτὰ τὰ σκυθρωπά. οὕτω γὰρ ἂν ἴσως, ἀπʼ αὐτῆς τῆς ἐναργείας τῶν ὁρωμένων συγκινηθείς, ἀφῆκάς τινα φωνὴν πρέπουσαν καὶ τῇ σῇ μεγαλονοίᾳ καὶ τῇ κατηφείᾳ τῆς πόλεως. σὺ δὲ ἀλλʼ ἡμῖν διηγουμένοις μὴ ἀπιστήσῃς. ὅτι Σιμωνίδου ὄντως τινος τοιούτου μελοποιοῦ ἐδεόμεθα, ἐναργῶς εἰδότος ἐπιστενάζειν τοῖς πάθεσι; καίτοι τί λέγω Σιμωνίδην; δέον Αἰσχύλον εἰπεῖν, εἰ δή τις ἕτερος, παραπλησίως ἐκείνῳ συμφορᾶς μέγεθος ἐναργῶς διαθέμενος, μεγαλοφώνως ὠδύρατο.
§74.3 Σύλλογοι μὲν γὰρ ἐκεῖνοι, καὶ λόγοι, αἱ κατʼ ἀγορὰν συντυχίαι τῶν ἐλλογίμων ἀνδρῶν, καὶ ὅσα πρότερον ἐποίει τὴν ἡμετέραν ὀνομαστὴν πόλιν ἡμᾶς ἐπιλελοίπασιν· ὥστε τῶν περὶ παιδείαν καὶ λόγους ἧττον ἂν φανείη νῦν τις ἐμβαλὼν τῇ ἀγορᾷ Ἀθήνησι πρότερον οἱ ἀτιμίαν κατεγνωσμένοι, τὰς χεῖρας ὄντες μὴ καθαροί. ἀντεισῆκται δὲ τούτοις Σκυθῶν τινῶν Μασσαγετῶν ἀμουσία· μία δὲ φωνὴ ἀπαιτούντων καὶ ἀπαιτουμένων καὶ ξαινομένων ταῖς μάστιξι. στοαὶ δʼ ἑκατέρωθεν σκυθρωπὸν ἐπηχοῦσαι οἷον οἰκείαν δοκοῦσιν ἀφιέναι φωνὴν τοῖς γινομένοις ἐπιστενάζουσαι. γυμνάσια δὲ κεκλεισμένα καὶ νύκτας ἀλαμπεῖς οὐκ ἐᾷ ἡμᾶς οὐδὲν λογίζεσθαι περὶ τοῦ ζῇν ἀγωνία. κίνδυνος γὰρ οὐχ τυχών, τῶν κρατούντων ὑφαιρεθέντων, ὥσπερ ἐρείσμασι πεσοῦσι συγκατενεχθῆναι τὰ πάντα. καὶ τίς ἂν λόγος τῶν κακῶν τῶν ἡμετέρων ἐφίκοιτο; οἱ μὲν οἴχονται φεύγοντες, μέρος τῆς βουλῆς ἡμῶν, οὐ τὸ φαυλότατον, τὴν ἀειφυγίαν Ποδανδοῦ προτιμήσαντες. ὅταν δὲ Ποδανδὸν εἴπω, τὸν Κεάδαν με οἴου λέγειν τὸν Λακωνικόν, εἴ που τῆς οἰκουμένης εἶδες βάραθρον αὐτοφυές, δὴ καὶ Χαρώνειά τισι προσαγορεύειν αὐτομάτως ἐπῆλθεν, ἀέρα νοσοποιὸν ἀναπνέοντα. τοιούτῳ τινὶ ἐοικὸς νόμισον καὶ τὸ Ποδανδοῦ κακόν· τριῶν τοίνυν μοιρῶν, οἱ μὲν φεύγουσιν αὐταῖς γυναιξὶ καὶ ἑστίαις ἀπαναστάντες· οἱ δὲ ἀπάγονται ὥσπερ αἰχμάλωτοι, οἱ πλεῖστοι τῶν ἐν τῇ πόλει ἄριστοι, ἐλεεινὸν φίλοις θέαμα, ἐχθροῖς δὲ εὐχὴν ἐκπληροῦντες, εἰ δή τις γέγονεν ὅλως τοσοῦτον ἡμῖν ἐπαρασάμενος. τριτάτη δέ που μοῖρα λέλειπται· οὗτοι δέ, τήν τε ἀπόλειψιν τῶν συνήθων οὐ φέροντες, καὶ ἅμα τῆς χρείας ἀτονώτεροι ἀπελεγχόμενοι, πρὸς αὐτὸ τὸ ζῇν ἀπειρήκασι.
§74.4 Ταῦτά σε φανερὰ ποιῆσαι πᾶσι παρακαλοῦμεν τῇ σεαυτοῦ φωνῇ καὶ τῇ σεαυτοῦ παρρησίᾳ τῇ δικαίᾳ, ἣν ἔχεις ἀπὸ τοῦ βίου, ἐκεῖνο σαφῶς προειπόντα, ὅτι, ἐὰν μὴ ταχὺ μεταβουλεύσωνται, οὐδʼ ἕξουσιν εἰς οὓς τὴν φιλανθρωπίαν ἐνδείξονται. γὰρ γενήσῃ τι ὄφελος τοῖς κοινοῖς, τό γε τοῦ Σόλωνος πεποιηκὼς ἔσῃ, ὃς τοῖς ἀπολειφθεῖσι τῶν πολιτῶν ἀμύνειν οὐκ ἔχων, τῆς ἀκροπόλεως ἤδη κατεχομένης, τὰ ὅπλα ἐνδὺς πρὸ τῶν θυρῶν ἐκαθέζετο, εὔδηλος ὢν τῷ σχήματι τοῖς γινομένοις οὐ συντιθέμενος. ἐκεῖνο δʼ ἀκριβῶς οἶδα, ὅτι, καὶ εἴ τίς σου νῦν τὴν γνώμην μὴ ἀποδέχοιτο, μικρὸν ὕστερόν σοι εὐνοίας τε ὁμοῦ καὶ συνέσεως τὴν μεγίστην δόξαν προσθήσει ὅταν ἴδῃ τὰ πράγματα κατὰ τὴν πρόρρησιν ἀπαντήσαντα.
§75 Πολλῶν ὄντων τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν, οὐδὲν οὕτως ἴδιόν ἐστι σὸν ὡς περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου, ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν. αὕτη τοίνυν πατρίς, σὲ ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθε· καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν γνωρίσειεν· οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς ἀφαιρεθέντων τῶν πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. ὧν ἀκρωτηριασθέντες οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν μεταπεπτώκασι, καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν τῆς ἀθυμίας τὸν ὄγκον, ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν, καὶ γεγενῆσθαι τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφεδρεύουσιν ἡμῶν τῷ πτώματι. τίνος οὖν ἐστὶ χεῖρα ἡμῖν ὀρέξαι ; τίνος συμπαθὲς ἐφʼ ἡμῖν ἀφεῖναι δάκρυον, ἀλλʼ οὐχὶ τῆς σῆς ἡμερότητος, ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι γε τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι. πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπʼ οὐδενὸς καιροῦ καταλέλοιπέ σε, καὶ πολλὰς ἔδωκέ σοι τῆς παρʼ ἑαυτοῦ εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν, καὶ τῇ προσούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν.
§76.1 Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν ἐμὲ ἠνάγκαζε, καταλαβόντα τὸ στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν, καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. ἐπειδὴ δὲ τε τοῦ σώματος ἀρρωστία καὶ τῶν ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν μεγαλόνοιαν ἐπείχθην, γνωρίζων, ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα, εἰς ἀθρόον ἀφανισμὸν ἐχώρησεν οὕτως, ὡς ἡμετέρα τῇ καινῇ ταύτῃ τῶν πραγμάτων οἰκονομίᾳ καταποθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ. καὶ μῦθος γέγονε τὰ ἡμέτερα. οἴχεται μὲν γὰρ τὸ πολίτευμα· πᾶν δὲ τὸ πολιτικὸν σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸν τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. ἐπιλέλοιπε δὲ λοιπὸν καὶ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς, οἷς εὐθηνοῦνται πόλεις ἀνευδεῶς διάγουσαι.
§76.2–104.2
§76.2 Μίαν δὲ ἐνομίσαμεν ὡς ἐν δεινοῖς παραμυθίαν εἶναι, τὸ ἐπιστενάξαι τοῖς πάθεσιν ἡμῶν πρὸς τὴν σὴν ἡμερότητα, καὶ παρακαλέσαι, εἴ τις δύναμις, χεῖρα ὀρέξαι τῇ πόλει ἡμῶν εἰς γόνυ κλιθείσῃ. τὸν δὲ τρόπον διοὗ ἂν γένοιο ἐν καιρῷ τοῖς πράγμασιν, αὐτὸς μὲν εἰσηγεῖσθαι οὐκ ἔχω, σοι δὲ πάντως καὶ εὑρεῖν διὰ τὴν σύνεσιν ῥᾴδιον, καὶ χρήσασθαι τοῖς εὑρεθεῖσι, διὰ τὴν παρὰ Θεοῦ σοι δεδομένην δύναμιν, οὐ χαλεπόν.
§77.1 Ἕν καὶ τοῦτο τῆς ἀγαθῆς ἀρχῆς τοῦ μεγάλου ἀπηλαύσαμεν Θηρασίου, τῆς σῆς λογιότητος τὴν ἐπιδημίαν συνεχῶς ἡμῖν γινομένην. τὸ αὐτὸ δὲ τοῦτο ἐζημιώθημεν στερηθέντες τοῦ ἄρχοντος. ἀλλʼ ἐπειδὴ τὰ ἅπαξ ἡμῖν παρὰ τοῦ Θεοῦ χαρισθέντα μένει βέβαια καὶ ταῖς ψυχαῖς ἀλλήλων ἐνοικούμενα διὰ τῆς μνήμης, εἰ καὶ τοῖς σώμασι διωρίσμεθα, γράφωμεν γοῦν συνεχῶς καὶ φθεγγώμεθα πρὸς ἀλλήλους τὰ ἀναγκαῖα, καὶ μάλιστα νῦν, ὅτε χειμὼν τὴν ὀλιγοχρόνιον ταύτην ἐκεχειρίαν ἐσπείσατο.
§77.2 Ἐλπίζομεν δὲ μὴ ἀπολείψεσθαί σε τοῦ θαυμασιωτάτου ἀνδρὸς Θηρασίου, πρέπον εἶναι κρίναντα κοινωνεῖν τῷ ἀνδρὶ τοιούτων φροντίδων, γοὐ μὲν οὖν καὶ μάτην πρόφασιν ἀσμενίζοντα παρέχουσάν σοι ἰδεῖν τε τοὺς φίλους, καὶ παρʼ αὐτῶν θεαθῆναι. πολλὰ δὲ ἔχων εἰπεῖν καὶ περὶ πολλῶν, εἰς τὴν συντυχίαν ὑπερεθέμην, οὐκ ἀσφαλὲς εἶναι ἡγούμενος ἐπιστολαῖς τὰ τοιαῦτα καταπιστεύειν.
§78 Οὐκ ἔλαθεν ἡμᾶς ἀγαθή σου σπουδὴ περὶ τὸν αἰδεσιμώτατον ἑταῖρον ἡμῶν Ἐλπίδιον, ὅπως τῇ συνήθει σεαυτοῦ συνέσει ἔδωκας καιρὸν φιλανθρωπίας τῷ ἄρχοντι. ταύτην οὖν τὴν χάριν νῦν σε τελειῶσαι παρακαλοῦμεν διὰ τοῦ γράμματος, καὶ ὑπομνῆσαι τὸν ἄρχοντα οἰκείῳ προστάγματι ἐπὶ τῆς πατρίδος ἡμῶν καταστῆναι τὸν ἄνδρα πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον. ὥστε πολλὰς ἕξεις καὶ εὐπροσώπους ὑποβάλλειν προφάσεις τῷ ἄρχοντι, ἐξ ὧν ἀναγκαίως ἐπιμένειν αὐτὸν τῇ πατρίδι ἡμῶν προστάξει. οἷα δὲ τὰ ἐνταῦθα, καὶ ὅσου ἄξιος τοῖς πράγμασιν ἀνήρ, πάντως οὐδὲν δεήσῃ παρʼ ἡμῶν διδαχθῆναι, αὐτὸς τῇ ἑαυτοῦ συνέσει ἀκριβῶς ἐπιστάμενος.
§79 Καὶ πρὸ τοῦ δέχεσθαι τὰ γράμματα, ᾔδειν τὸν πόνον ὃν ἔχεις ὑπὲρ πάσης ψυχῆς, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως, διὰ τὸ προβεβλῆσθαι ἐν τῷ ἀγῶνι τούτῳ· καὶ δεξάμενος παρὰ τοῦ αἰδεσιμωτάτου Ἐλευσινίου τὰ γράμματα, καὶ αὐτὴν αὐτοῦ τὴν παρουσίαν θεασάμενος, ἐδόξασα τὸ θεῖον τὸ τοιοῦτον παραστάτην καὶ συνασπιστήν διὰ τῆς πνευματικῆς βοηθείας ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι χαρισάμενον ἡμῖν. γινωσκέτω δὲ ἀνυπέρβλητός σου θεοσέβεια μέχρι νῦν προσβολὰς μέν τινας παρὰ τῶν μεγάλων ἀρχόντων ἡμῖν γεγενῆσθαι, καὶ ταύτας σφοδράς, τοῦ τε ἐπάρχου καὶ τοῦ περὶ τὸν κοιτῶνα διαλεχθέντων ἰδιοπαθῶς ὑπὲρ τῶν ἐναντίων· τέως δὲ ἀτρέπτως ἡμᾶς πᾶσαν προσβολὴν ὑπομεῖναι τῷ ἐλέει τοῦ Θεοῦ, τῷ χαριζομένῳ ἡμῖν τὴν συνεργίαν τοῦ Πνεύματος καὶ ἐνδυναμώσαντι ἡμῶν διαὐτοῦ τὴν ἀσθένειαν.
§80 Ὅσον τῶν ἐκκλησιῶν τὰ ἀρρωστήματα ἐπὶ τὸ μεῖζον πρόεισι, τοσοῦτον πάντες ἐπὶ τὴν σὴν ἐπιστρεφόμεθα τελειότητα, μίαν ἑαυτοῖς ὑπολείπεσθαι τῶν δεινῶν παραμυθίαν τὴν σὴν προστασίαν πεπιστευκότες· ὃς καὶ τῇ δυνάμει τῶν προσευχῶν καὶ τῷ εἰδέναι τὰ βέλτιστα τοῖς πράγμασιν ὑποτίθεσθαι, διασώσασθαι ἡμᾶς ἐκ τοῦ φοβεροῦ τούτου χειμῶνος παρὰ πάντων ὁμοίως τῶν καὶ κατὰ μικρὸν ἀκοῇ πείρᾳ γνωριζόντων τὴν τελειότητα σοῦ πιστεύῃ. διὸ μὴ ἀνῇς καὶ προσευχόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ διεγείρων ἡμᾶς τοῖς γράμμασιν· ὧν εἰ ᾔδεις ὁπόσον ἐστὶ τὸ ὠφέλιμον, οὐκ ἄν ποτε παραπεσοῦσάν σοι γραμμάτων ἀφορμὴν πρὸς ἡμᾶς ὑπερέβης. εἰ δὲ καταξιωθείημεν τῇ συνεργίᾳ τῶν προσευχῶν τοῦ ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ ἀγαθῶν, καὶ προσθεῖναι τῇ ἱστορίᾳ τοῦ ἡμετέρου βίου τὴν συντυχίαν τῆς μεγάλης σου ὄντως καὶ ἀποστολικῆς ψυχῆς, πάντως ἂν ἑαυτοῖς ἐλογισάμεθα, ὧν ἐθλίβημεν ἐν πάσῃ τῇ ζωῇ ἡμῶν, ἀντίρροπον παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐσχηκέναι παραμυθίαν.
§81.1 Ὅσον εὐθύμησα δεξάμενος γράμματα τῆς ἀγάπης σου, τοσοῦτον ἐλυπήθην, ὅτι βάρος ἐπέθηκας ἡμῖν φροντίδος τῆς ὑπερβαινούσης ἡμᾶς. πῶς γὰρ δυνηθῶμεν ἀπὸ τοσούτου διαστήματος τοσαύτης ἡμεῖς οἰκονομίας περιγενέσθαι; ἕως μὲν γὰρ ὑμᾶς ἔχει Ἐκκλησία, ὡς ἰδίοις στηρίγμασιν ἐπαναπαύεται, ἐὰν δέ τι περὶ τῆς ὑμετέρας ζωῆς Κύριος οἰκονομήσῃ, τίνας δύναμαι ὁμοτίμους ἐντεῦθεν ὑμῖν εἰς τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν ἐκπέμπειν; ὅπερ σὺ ἐπεζήτησας διὰ τῶν γραμμάτων, καλῶς ποιῶν καὶ ἐμφρόνως, βουλόμενος ζῶν ἰδεῖν τὸν μετὰ σὲ μέλλοντα κυβερνᾷν τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Κυρίου· καὶ μακάριος Μωϋσῆς καὶ ἐπεθύμησε καὶ εἶδεν· ἐπεὶ οὖν καὶ τόπος μέγας καὶ περιβόητος, καὶ τὸ σὸν ἔργον παρὰ πολλοῖς ὀνομαστόν, καὶ οἱ καιροὶ χαλεποί, μεγάλου χρείαν ἔχοντες κυβερνήτου διὰ τὰς συνεχεῖς ζάλας καὶ τοὺς ἐπανισταμένους κλύδωνας τῇ Ἐκκλησίᾳ, οὐκ ἐνόμισα ἀσφαλὲς εἶναι τῇ ἐμῇ ψυχῇ ἀφωσιωμένως τῷ πράγματι χρήσασθαι, μάλιστα μεμνημένος ὧν ἔγραψας, ὅτι μέλλεις ἐπὶ τοῦ Κυρίου ἀντικαθίστασθαί μοι, δικαζόμενος πρός με ὑπὲρ τῆς ἀμελείας τῶν ἐκκλησιῶν.
§81.2 Ἵνα οὖν μὴ εἰσέλθω εἰς κρίσιν μετὰ σοῦ, ἀλλὰ μᾶλλον κοινωνόν σε εὕρω τῆς ἀπολογίας μου τῆς ἐπὶ τοῦ Χριστοῦ, περιβλεψάμενος ἐν τῷ συνεδρίῳ τοῦ πρεσβυτερίου τοῦ κατὰ τὴν πόλιν, ἐξελεξάμην τὸ τιμιώτατον σκεῦος, τὸν ἔκγονον τοῦ μακαρίου Ἑρμογένους, τοῦ τὴν μεγάλην καὶ ἄρρηκτον πίστιν γράψαντος ἐν τῇ μεγάλῃ συνόδῳ· πρεσβύτερον τῆς ἐκκλησίας ἐκ πολλῶν ἤδη ἐτῶν, εὐσταθῆ τὸν τρόπον, ἔμπειρον κανόνων, ἀκριβῆ τὴν πίστιν, ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει μέχρι νῦν διάγοντα· εἰ καὶ ὅτι τὸ εὔτονον αὐτοῦ τῆς σκληραγωγίας λοιπὸν κατεδαπάνησε τὴν σάρκα· πτωχὸν καὶ μηδένα πορισμὸν ἔχοντα ἐν τῷ κόσμῳ τούτῳ, ὡς μηδὲ ἄρτου αὐτὸν εὐπορεῖν, ἀλλὰ διὰ τῶν χειρῶν ἐκπλέκειν τὸν βίον μετὰ τῶν ἀδελφῶν τῶν συνόντων αὐτῷ. τοῦτον ἐμοὶ βουλητόν ἐστιν ἀποστεῖλαι.
§81.3 Εἰ οὖν καὶ αὐτὸς τοιούτου χρῄζεις ἀνδρός, ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρου τινὸς ἐπιτηδείου μόνον πρὸς τὸ πέμπεσθαι καὶ τὰς βιωτικὰς ἐξανύειν χρείας, ταχύ μοι διὰ πρώτης ἀφορμῆς ἐπιστεῖλαι καταξίωσον, ἵνα πέμψω σοι τοῦτον τὸν ἄνδρα, ἐκλεκτὸν ὄντα τοῦ Θεοῦ, καὶ τῷ πράγματι ἐπιτήδειον, αἰδέσιμον τοῖς ἐντυγχάνουσι, καὶ ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. ὃν ἠδυνάμην καὶ εὐθὺς ἐκπέμψαι· ἀλλʼ ἐπειδὴ αὐτὸς προλαβὼν ἐπεζήτησας ἄνθρωπον, τὰ μὲν ἄλλα καλὸν καὶ ἀγαπητὸν ἡμῖν, τοῦ δὲ προειρημένου ἀνδρὸς παραπολὺ ἀποδέοντα, ἠβουλήθην σοι φανερὰν γενέσθαι τὴν ἐμαυτοῦ γνώμην ἵνʼ, εἰ χρῄζεις ἀνδρὸς τοιούτου, ἐκπέμψῃς τινὰ τῶν ἀδελφῶν τὸν συμπαραληψόμενον αὐτὸν περὶ τὰς νηστείας, ἐπιστείλῃς ἡμῖν, ἐὰν μηδένα ἔχῃς τὸν δυνάμενον τῆς μέχρις ἡμῶν ὁδοιπορίας τὸν κάματον ὑποστῆναι.
§82.1 Ὅταν μὲν πρὸς τὰ πράγματα ἀποβλέψωμεν καὶ τὰς δυσκολίας κατίδωμεν, ὑφʼ ὧν πᾶσα ἀγαθὴ ἐνέργεια οἷον ὑπό τινος δεσμοῦ ἐμποδιζομένη κατέχεται, εἰς ἀπόγνωσιν ἑαυτῶν ἐρχόμεθα παντελῆ· ὅταν δὲ πάλιν πρὸς τὴν σὴν ἀπίδωμεν σεμνοπρέπειαν, καὶ λογισώμεθα, ὅτι σὲ ἰατρὸν τῶν ἐν ταῖς ἐκκλησίαις ἀρρωστημάτων Κύριος ἡμῶν ἐταμιεύσατο, ἀναλαμβάνομεν ἑαυτῶν τοὺς λογισμούς, καὶ ἐκ τοῦ κατὰ τὴν ἀπόγνωσιν πτώματος πρὸς τὴν ἐλπίδα τῶν χρηστοτέρων διανιστάμεθα. λέλυται πᾶσα Ἐκκλησία, ὡς οὐδὲ σὴ φρόνησις ἀγνοεῖ. καὶ ὁρᾷς πάντως τὰ ἑκασταχοῦ, οἷον ἀφʼ ὑψηλῆς τινὸς σκοπιᾶς τῆς τοῦ νοῦ θεωρίας· ὅπως, καθάπερ ἐν πελάγει, πολλῶν ὁμοῦ συμπλεόντων, ὑπὸ τῆς βίας τοῦ κλύδωνος πάντες ὁμοῦ ἀλλήλοις προσρήγνυνται· καὶ γίνεται τὸ ναυάγιον, πῆ μὲν ἐκ τῆς ἔξωθεν αἰτίας βιαίως κινούσης τὴν θάλατταν, πῆ δὲ ἐκ τῆς τῶν ἐμπλεόντων ταραχῆς ἀντιβαινόντων ἀλλήλοις καὶ διωθουμένων. ἀρκεῖ ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, οὔτε τῆς σῆς σοφίας ἐπιτρεπούσης τι πλέον, οὔτε τῆς καταστάσεως ἐπιτρεπούσης ἡμῖν τὴν παρρησίαν. καὶ πρὸς ταῦτα τίς ἱκανὸς κυβερνήτης; τίς ἀξιόπιστος διαναστῆσαι τὸν Κύριον ἐπιτιμῆσαι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ; τίς ἕτερος ἐκ παιδὸς τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐναθλήσας ἀγῶσιν;
§82.2 Ἐπεὶ οὖν ὥρμηται νῦν γνησίως πᾶν τὸ περὶ ἡμᾶς ὑγιαῖνον κατὰ τὴν πίστιν εἰς τὴν πρὸς τοὺς ὁμοδόξους κοινωνίαν καὶ ἕνωσιν, θαρρούντως ἤλθομεν εἰς τὴν παράκλησίν σου τῆς ἀνεξικακίας, ἐπιστεῖλαι πᾶσιν ἡμῖν ἐπιστολὴν μίαν, παραίνεσιν ἔχουσαν τῶν πρακτέων. οὕτω γὰρ βούλονται παρὰ σοῦ τὴν ἀρχὴν ὑπάρξαι αὐτοῖς τῶν κοινωνικῶν διαλέξεων. ἐπειδὴ δὲ ἴσως ὕποπτοι καταφαίνονταί σοι τῇ μνήμῃ τῶν παρελθόντων, ἐκεῖνο ποίησον, θεοφιλέστατε πάτερ· ἐμοὶ τὰς πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς διάπεμψαι διά τινος τῶν αὐτόθεν πιστῶν, καὶ διὰ τοῦ ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἡμῶν, ἃς ὑποδεξάμενος οὐ ρότερον δώσω, μὴ λαβὼν τὰς παρʼ αὐτῶν αποκρίοεις· ἐὰν δὲ μή, Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. πάντως δὲ οὐ πλείονος ἄξιον φόβου τοῦτο τῷ ἐξ ἀρχῆς εἰπόντι πρὸς τὸν πατέρα ἐμοὶ νῦν πρὸς σὲ τὸν πνευματικὸν πατέρα λέγοντι. εἰ δὲ τοῦτο παντὶ τρόπῳ ἀπηγόρευται παρὰ σοί, ἀλλʼ ἡμᾶς γε τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες, ἀδόλως καὶ ἀκατασκεύως, ἐπιθυμίᾳ τῆς εἰρήνης καὶ τῆς πρὸς ἀλλήλους ἡμῶν συναφείας τῶν ὁμονοούντων εἰς τὰ πρὸς τὸν Κύριον, ἐπὶ τὴν πρεσβείαν ταύτην καὶ μεσιτείαν ἀφικομένους.
§83.1 Ἐμοὶ πρὸς τὴν σὴν εὐγένειαν συνήθεια μὲν καὶ κατʼ ὀφθαλμοὺς συντυχία πάνυ βραχεῖα γέγονε, γνῶσις δὲ ἐξ ἀκοῆς, διἧς πολλοῖς συναπτόμεθα τῶν ἐπιφανῶν, οὐκ ὀλίγη τε οὐδὲ εὐκαταφρόνητος. εἰ δὲ καὶ σοί τις ἐκ τῆς φήμης περὶ ἡμῶν ὑπάρχει λόγος, αὐτὸς ἂν εἰδείης ἄμεινον. τὸ δʼ οὖν σὸν παρʼ ἡμῖν τοιοῦτόν ἐστιν οἷον εἴπομεν. ἐπειδὴ δὲ ἐκάλεσέ σε Θεὸς εἰς πρᾶγμα φιλανθρωπίας ἐπίδειξιν ἔχον, διοὗ δυνατόν ἐστι διορθωθῆναι ἡμῶν τὴν πατρίδα παντελῶς ἐδαφισθεῖσαν, ἡγοῦμαι πρέπειν μοι ὑπομνῆσαί σου τὴν χρηστότητα, ἵνα ἐπʼ ἐλπίδι τῆς παρὰ Θεοῦ ἀνταποδόσεως τοιοῦτον σεαυτὸν καταξιώσῃς παρασχέσθαι, ὥστε ἀθανάτου μὲν τῆς μνήμης ἀξιοῦσθαι, γενέσθαι δὲ αἰωνίων ἀναπαύσεων κληρονόμον, ἐκ τοῦ ἐλαφροτέρας ποιῆσαι τοῖς καταπονουμένοις τὰς θλίψεις.
§83.2 Ἐπειδὴ δὲ κἀμοί τίς ἐστι κτῆσις περὶ Χαμανηνήν, ἀξιῶ σε προστῆναι αὐτῆς ὡς οἰκείας. μὴ θαυμάζῃς δέ, εἰ ἐμαυτοῦ λέγω τὰ τῶν φίλων, μετὰ τῆς ἄλλης ἀρετῆς καὶ φιλίαν πεπαιδευμένος, καὶ μεμνημένος τοῦ σοφῶς εἰπόντος, ἄλλον ἑαυτὸν εἶναι τὸν φίλον. τὴν τοίνυν κτῆσιν τὴν διαφέρουσαν τῷδε, ταύτην ὡς ἐμαυτοῦ παρατίθεμαι τῇ τιμιότητί σου· καὶ παρακαλῶ, ἐπισκεψάμενον τὰ τῆς οἰκίας δυσχερῆ, δοῦναι αὐτοῖς καὶ τῶν παρελθόντων χρόνων παραμυθίαν, καὶ πρὸς τὸ μέλλον αἱρετὴν αὐτοῖς κατασκευάσαι τὴν οἴκησιν, τὴν φευκτὴν καὶ ἀπηγορευμένην διὰ τὸ πλῆθος τῆς ἐπικειμένης αὐτῇ συντελείας. σπουδάσω δὲ καὶ αὐτὸς περιτυχών σου τῇ κοσμιότητι ἐντελέστερον περὶ ἑκάστου διαλεχθῆναι.
§84.1 Σχεδὸν μὲν ἄπιστόν ἐστιν μέλλω γράφειν, γεγράψεται δὲ τῆς ἀληθείας ἕνεκεν. ὅτι, πᾶσαν ἔχων ἐπιθυμίαν ὡς οἷόν τε ἦν πυκνότατα διαλέγεσθαί σου τῇ καλοκἀγαθίᾳ, ἐπειδὴ εὗρον ταύτην γραμμάτων τὴν ἀφορμήν, οὐκ ἐπέδραμον τῷ ἑρμαίῳ, ἀλλʼ ἀπώκνησα καὶ ἀνεδύην. τὸ οὖν παράδοξον ἐν τούτῳ, ὅτι ἅπερ ηὐχόμην ὑπάρξαι, ταῦτα γενόμενα οὐκ ἐδεχόμην. αἴτιον δέ, ὅτι αἰσχύνομαι δοκεῖν, μὴ φιλίας γε ἕνεκεν καθαρῶς, ἀλλὰ χρείαν τινὰ θεραπεύων ἑκάστοτε, γράφειν. ἀλλά με ἐκεῖνο εἰσῆλθεν ( καὶ σὲ βούλομαι διανοηθέντα, μήτοι νομίζειν ἡμᾶς ἐμπορικῶς μᾶλλον φιλικῶς ποιεῖσθαι τὰς διαλέξεις), ὅτι χρή τι διάφορον ἔχειν τὰς τῶν ἀρχόντων προσρήσεις παρὰ τοὺς ἰδιώτας. οὐ γὰρ ὁμοίως ἐντευκτέον ἡμῖν ἰατρῷ τε ἀνδρὶ καὶ τῷ τυχόντι, οὔτε ἄρχοντι δηλονότι καὶ ἰδιώτῃ· ἀλλὰ πειρατέον τοῦ μὲν ἐκ τῆς τέχνης, τοῦ δὲ ἀπὸ τῆς ἐξουσίας ἀπολαύειν εἰς τὰ ἡμέτερα. ὥσπερ οὖν τοῖς ἐν ἡλίῳ βαδίζουσιν ἕπεται πάντως σκιά, κἂν αὐτοὶ μὴ προέλωνται, οὕτω καὶ ταῖς πρὸς τοὺς ἄρχοντας ὁμιλίαις ἀκολουθεῖ τι καὶ παρεμπόρευμα, τῶν καμνόντων βοήθεια.
§84.2 Τὴν μὲν οὖν πρώτην αἰτίαν τῆς ἐπιστολῆς πληρούτω αὐτὸ τὸ προσειπεῖν σου τὴν μεγαλόνοιαν. , κἂν μηδεμία πρόφασις τῷ γράφειν προσῇ, ἀγαθὸν κεφάλαιον αὐτὸ χρὴ νομίζεσθαι. προσείρησο τοίνυν ἡμῖν, ἄριστε, καὶ φυλάττοιο τῷ βίῳ παντί, ἀρχὰς ἐξ ἀρχῶν ἀμειβων καὶ ἄλλοτε ἄλλους ταῖς ἐπιστασίαις εὐεργετῶν. τοῦτο γὰρ ἐμοί τε ποιεῖν σύνηθες, καὶ σοὶ ὀφειλόμενον παρὰ τῶν καὶ κατὰ μικρὸν πεπειραμένων τῆς περὶ τὸ ἄρχειν σου ἀρετῆς.
§84.3 Μετὰ δὲ τὴν εὐχήν, δέξαι καὶ τὴν ὑπὲρ τοῦ ἀθλίου γέροντος ἱκεσίαν, ὃν ἀφῆκε μὲν τῶν δημοσίων γράμμα βασιλικόν· μᾶλλον δὲ καὶ πρὸ τοῦ βασιλέως αὐτὸ τὸ γῆρας ἔδωκεν αὐτῷ τὴν ἀναγκαίαν ἀτέλειαν. ἐβεβαίωσας δὲ καὶ αὐτὸς τὴν ἄνωθεν χάριν αἰδοῖ τῆς φύσεως, καὶ προμηθείᾳ τῶν δημοσίων, ἐμοὶ δοκεῖν, ὡς ἂν μὴ ἀνθρώπῳ παρανοοῦντι διὰ τὸν χρόνον κινδυνεύοι τι τῶν κοινῶν.
§84.4 Διἑτέρας δὲ ὁδοῦ πάλιν πῶς αὐτὸν ἔλαθες, θαυμάσιε, παραγαγὼν εἰς τὸ μέσον; τὸν γὰρ ὑϊδοῦν αὐτοῦ, οὔπω τέταρτον ἔτος ἀπὸ γενέσεως ἄγοντα, κελεύσας τοῦ βουλευτηρίου μετέχειν, τί ἄλλο καὶ οὐχὶ τὸν πρεσβύτην διὰ τοῦ ἐκγόνου πάλιν ἐξ ἀρχῆς παράγεις εἰς τὰ δημόσια; ἀλλὰ νῦν ἱκετεύομεν ἀμφοτέρων σε λαβεῖν τῶν ἡλικιῶν οἶκτον, καὶ ἀμφοτέρους ἀνεῖναι διὰ τὰ προσόντα ἑκατέρῳ ἐλεεινά. μὲν γὰρ οὐκ εἶδε γονέας, οὐδʼ ἐγνώρισε, ἀλλὰ διἀλλοτρίων χειρῶν εἰς τὸν βίον τοῦτον εἰσῆλθεν, εὐθὺς ἐκ σπαργάνων ἀμφοτέρων ὀρφανισθείς· δὲ τοσοῦτον ἐταμιεύθη τῷ βίῳ, ὡς μηδὲν αὐτὸν εἶδος συμφορᾶς παρελθεῖν· ἐπεῖδε μὲν γὰρ υἱοῦ τελευτὴν ἄωρον· εἶδε δὲ οἶκον ἔρημον διαδόχων· ὄψεται δὲ νῦν, ἐὰν μή τι αὐτὸς ἄξιον τῆς σεαυτοῦ φιλανθρωπίας διανοηθῇς, τὴν παραμυθίαν τῆς ἀπαιδίας, ταύτην ἀφορμὴν αὐτῷ μυρίων γενησομένην κακῶν. οὐ γὰρ δήπου τὸ παιδίον εἰς βουλευτὰς συντελέσει, ἐκλέξει τὰς εἰσφοράς, στρατιώταις χορηγήσει τὸ σιτηρέσιον, ἀλλʼ ἀνάγκη πάλιν τοῦ ἀθλίου γέροντος τὴν πολιὰν καταισχύνεσθαι. δὸς οὖν χάριν καὶ τοῖς νόμοις ἀκόλουθον καὶ τῇ φύσει συμβαίνουσαν, τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν τὸν θάνατον. πραγμάτων δὲ συνέχειαν καὶ τὸ τῆς ἀνάγκης ἀπαραίτητον ἄλλοι προβαλλέσθωσαν. οὐ γὰρ δὴ τοῦ σοῦ τρόπου κακῶς πράττοντας περιιδεῖν, νόμων ὀλιγωρῆσαι, φίλοις μὴ εἶξαι καθικετεύουσι, κἂν τὰ ἐξ ἀνθρώπων σε περιεστήκει πράγματα.
§85.1 Οὐ παυόμεθα κατὰ πᾶσαν σύνοδον διαμαρτυρόμενοι καὶ ἰδίᾳ ἐν ταῖς συντυχίαις περὶ τῶν αὐτῶν διαλεγόμενοι, ὥστε τοὺς ὅρκους ἐπὶ τοῖς δημοσίοις τελέσμασι μὴ ἐπάγεσθαι παρὰ τῶν ἀπαιτητῶν τοῖς ἀγροίκοις. λειπόμενον ἦν καὶ διὰ τοῦ γραμματος περὶ τῶν αὐτῶν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων διαμαρτύρασθαι, ὅτι προσήκει παύσασθαι ὑμᾶς τὸν θάνατον ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐπάγοντας, καὶ ἄλλους ἐπινοῆσαί τινας τρόπους τῶν ἀπαιτήσεων, τὰς δὲ ψυχὰς συγχωρῆσαι τοῖς ἀνθρώποις ἀτρώτους ἔχειν. ταῦτα πρὸς σὲ γράφομεν, οὐχ ὡς σοῦ δεομένου τῆς ἐκ τῶν λόγων παρακλήσεως (οἴκοθεν γὰρ ἔχεις τὰς περὶ τὸ φοβεῖσθαι τὸν Κύριον ἀφορμάς), ἀλλʼ ἵνα διὰ σοῦ πάντες οἱ ἀνεχόμενοί σου διδαχθῶσι μὴ παροργίζειν τὸν ἅγιον, μηδὲ ἀπηγορευμένον πρᾶγμα τῇ πονηρᾷ συνηθείᾳ εἰς ἀδιαφορίαν κατάγειν. καὶ γὰρ οὔτε ὄφελός τι αὐτοῖς πρὸς τὰς ἀπαιτήσεις ἐκ τῶν ὅρκων ἐστί, καὶ ὁμολογούμενον κακὸν τῇ ψυχῇ προσλαμβάνουσιν. ἐπειδὰν γὰρ καταμελετήσωσι τὰς ἐπιορκίας οἱ ἄνθρωποι, οὐκέτι ἑαυτοὺς ἐπείγουσι πρὸς τὴν ἔκτισιν, ἀλλὰ ἀπάτης ὅπλον καὶ ἀναβολῆς ἀφορμὴν ἐξευρῆσθαι αὐτοῖς τὸν ὅρκον οἴονται.
§85.2 Εἴτε οὖν ὀξεῖαν ἐπάγει τὴν ἀνταπόδοσιν τοῖς ἐπιωρκηκόσιν Κύριος, οὐχ ἕξουσι τοὺς ὑπακούοντας, τῶν ὑπευθύνων ὑπὸ τῆς τιμωρίας ἀναλωθέντων· εἴτε διὰ μακροθυμίας ἀνέχεται Δεσπότης ( προλαβὼν εἶπον, ὅτι οἱ πεπειραμένοι τῆς ἀνοχῆς τοῦ Κυρίου καταφρονοῦσιν αὐτοῦ τῆς χρηστότητος), μὴ ἀνομείτωσαν διακενῆς, μηδὲ παροξυνέτωσαν ἐφʼ ἑαυτοὺς τὸν Θεόν.
§85.3 Εἴρηται ἡμῖν τὰ ἡμῖν ἐπιβάλλοντα· ὄψονται οἱ ἀπειθοῦντες.
§86.1 Οἶδα μεγίστην καὶ πρώτην σπουδὴν οὖσαν τῇ τιμιότητί σου πάντα τρόπον χαρίζεσθαι τῷ δικαίῳ, δευτέραν δὲ τὸ καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τῶν προσφευγόντων τῇ προστασίᾳ τῆς σῆς μεγαλονοίας ἀντιποιεῖσθαι. πάντα τοίνυν εἰς ταὐτὸν συνέδραμεν ἐπὶ τῆς παρούσης ὑποθέσεως. καὶ γὰρ δίκαιόν ἐστι τὸ πρᾶγμα, ὑπὲρ οὗ τὴν πρεσβείαν ποιούμεθα, καὶ ἡμῖν κεχαρισμένον, οὓς ἐν τοῖς φίλοις ἀριθμεῖν τοῖς σεαυτοῦ κατηξίωσας, καὶ ὀφειλόμενον τοῖς τὴν στερρότητά σου εἰς τὴν ὑπὲρ ὧν πεπόνθασι βοήθειαν ἐπικαλουμένοις.
§86.2 Σῖτον γάρ, ὃν μόνον εἶχε πρὸς τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν ποθεινότατος ἀδελφὸς Δωρόθεος, διήρπασάν τινες ἐν Βηρίσοις τῶν τὰ δημόσια διοικεῖν πεπιστευμένων, εἴτε ἀφʼ ἑαυτῶν ἐλθόντες ἐπὶ τὴν βίαν, εἴτε καὶ ἑτέρων αὐτοῖς ὑποθεμένων. πλὴν οὐδαμόθεν αὐτοῖς τὸ πρᾶγμα ἀνέγκλητον, τί γὰρ ἧττον ἀδικεῖ οἴκοθεν πονηρὸς ἑτέρων κακίᾳ ὑπηρετούμενος ; καὶ τοῖς πεπονθόσιν ζημία ὁμοία. τοῦτον ἀξιοῦμεν, διὧν ἀφῃρέθη μὲν ἀπολαβεῖν, καὶ μὴ ἐξεῖναι αὐτοῖς ἐπὶ ἑτέροις τὴν αἰτίαν τῶν τετολμημένων ἀναφέρειν· ὅσου δὲ ἄξιον τὸ τὴν ἐκ τῆς σιτοδείας διαφυγεῖν ἀνάγκην, τοσούτου τὴν χάριν τιμησόμεθα τὴν παρὰ τῆς σῆς μεγαλοφυΐας, ἐὰν ἄρα δοῦναι καταξιώσῃς.
§87 Ἐθαύμασα πῶς, σοῦ μεσιτεύοντος, τοσοῦτον ἐτολμήθη κακὸν κατὰ τοῦ συμπρεσβυτέρου ὥστε ἣν μόνην εἶχεν ἀφορμὴν τοῦ βίου, ταύτην διαρπασθῆναι, καὶ τὸ δεινότατον, ὅτι οἱ τοῦτο τετολμηκότες ἐπὶ σὲ τὴν αἰτίαν ὧν πεποιήκασιν ἀναφέρουσιν· ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκόλουθον ἦν, μάλιστα μὲν κατὰ πάντων, εἰ δʼ ἄρα, κατὰ γοῦν τῶν πρεσβυτέρων, καὶ τούτων ὅσοι ἡμῖν ὁμόψυχοι, καὶ τὴν αὐτὴν τῆς εὐσεβείας ὁδὸν πορευόμενοι. εἴ τι οὖν φροντίζεις τοῦ ἀναπαῦσαι ἡμᾶς, ταχέως διορθωθῆναι τὰ γενόμενα ποίησον. δύνασαι γὰρ σὺν Θεῷ καὶ ταῦτα καὶ ἔτι μείζω τούτων κατορθοῦν, οἷς ἂν ἐθέλῃς. ἐπέστειλα δὲ καὶ τῷ ἄρχοντι τῆς πατρίδος, ἵνα, ἐὰν ἀφʼ ἑαυτῶν μὴ θελήσωσι ποιῆσαι τὰ δίκαια, ἐκ τῆς κινήσεως τῶν δικαστηρίων ἀναγκασθῶσι ποιῆσαι.
§88 Τὴν δυσκολίαν τῆς συγκομιδῆς τοῦ πραγματευτικοῦ χρυσίου πάντων μάλιστα σὴ τιμιότης κατέμαθε· καὶ τῆς πενίας ἡμῶν οὐδένα μάρτυρα τοιοῦτον ἔχομεν, οἷον σέ, ὃς ἐκ τῆς μεγάλης φιλανθρωπίας καὶ συνέπαθες ἡμῖν καὶ συμπεριηνέχθης μέχρι τοῦ παρόντος τὰ δυνατά, οὐδαμοῦ τὸ πρᾶον τῆς ἑαυτοῦ τῶν τρόπων καταστάσεως ἐκ τῆς τῶν ἄνωθεν ἐπικειμένων ταραχῆς παρακινήσας. ἐπεὶ οὖν ὑπολείπεται ἡμῖν ἐκ τοῦ παντὸς σταθμοῦ ὀλίγον ἔτι χρυσίον, καὶ τοῦτο ἀνάγκη ἐκ τοῦ ἐράνου, εἰς ὃν προετρεψάμεθα πᾶσαν τὴν πόλιν, συγκομισθῆναι, παρακαλοῦμέν σου τὴν ἡμερότητα μικρόν τι ἐκτεῖναι ἡμῖν τὴν προθεσμίαν, πρὸς τὸ καὶ τοὺς ἔξω τῆς πόλεως ὑπομνησθῆναι. ἐν ἀγροῖς γάρ ἐστι τὸ πολὺ τῶν ἐν τέλει, ὡς οὐδὲ αὐτὸς ἀγνοεῖς. ἐὰν μὲν οὖν δυνατὸν παρὰ τοσάσδε λίτρας ἐκπεμφθῆναι, τοσοῦτον γὰρ ἡμῖν ὑπολέλειπται, τοῦτο γενέσθαι παρακαλοῦμέν σε· κἀκεῖνο ἐπαποσταλήσεται ὕστερον· ἐὰν δὲ πᾶσα ἀνάγκη ἀθρόον αὐτὸ παραπεμφθῆναι τοῖς θησαυροῖς, ὅπερ ἐξ ἀρχῆς ἠξιώσαμεν, πλατυτέραν ἡμῖν γενέσθαι τὴν προθεσμίαν.
§89.1 ἀγαθὸς Θεός, παρασχόμενος ἡμῖν προφάσεις προσηγοριῶν πρὸς τὴν σὴν τιμιότητα, τὸ σφοδρὸν τοῦ πόθου παραμυθεῖται. μάρτυς γὰρ αὐτὸς τῆς ἐπιθυμίας ἡμῶν ἣν ἔχομεν εἰς τὸ θεάσασθαί σου τὸ πρόσωπον, καὶ ἀπολαῦσαι τῆς ἀγαθῆς σου καὶ ψυχωφελοῦς διδασκαλίας. καὶ νῦν δὲ διὰ τοῦ εὐλαβεστάτου καὶ σπουδαιοτάτου ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἐρχομένου παρακαλοῦμέν σε προηγουμένως προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα μὴ πρόσκομμα ὦμεν τῷ λαῷ, μηδὲ ἐμπόδιον ταῖς ὑμετέραις εὐχαῖς πρὸς τὸ δυσωπῆσαι τὸν Κύριον. ἔπειτα καὶ ὑπομιμνήσκομεν καταξιῶσαί σε πάντα τυπῶσαι διὰ τοῦ προειρημένου ἀδελφοῦ, καὶ εἴ τι δεῖ ἐπισταλῆναι τοῖς κατὰ τὴν δύσιν, διὰ τὸ ὀφείλειν ἀναγκαίως καὶ διἡμετέρου αὐτοῖς ἀπενεχθῆναι γράμματα, αὐτὸν ὑπαγορεῦσαι τὰς ἐπιστολάς. ἡμεῖς γὰρ ἐπιτυχόντες Σαβίνου, τοῦ παρʼ αὐτῶν ἀποσταλέντος διακόνου, ἐπεστείλαμεν πρός τε τοὺς Ἰλλυριοὺς καὶ πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ἐπισκόπους, καί τινας τῶν ἰδίως πρὸς ἡμᾶς ἐπιστειλάντων. εὔλογον δὲ ὡς ἀπὸ κοινοῦ τῆς συνόδου ἀποσταλῆναί τινα τὸν κομίζοντα δεύτερα γράμματα, ἅπερ αὐτὸς κέλευσον τυπωθῆναι.
§89.2 Καὶ περὶ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Ἀθανασίου ἀκριβῶς γινώσκουσαν τὴν τελείαν σου φρόνησιν ὑπομιμνήσκομεν, ὅτι ἀμήχανον τοῖς παρʼ ἐμοῦ γράμμασιν ἐπιδοῦναι ποιῆσαί τι τῶν ὀφειλομένων, ἐὰν μὴ καὶ παρʼ ὑμῶν, τῶν τότε τὴν κοινωνίαν αὐτοῦ ἀναβαλλομένων, δέξηταί τινα τρόπον. αὐτὸς γὰρ λέγεται πάνυ ὡρμῆσθαι πρὸς τὸ συναφθῆναι ἡμῖν, καὶ τὰ κατὰ δύναμιν συμβαλέσθαι, λυπεῖσθαι δέ, ὅτι καὶ τότε παρεπέμφθη ἀκοινώνητος, καὶ ἔτι νῦν ἀτελεῖς μένουσιν αἱ ὑποσχέσεις.
§89.3 Τὰ δὲ κατὰ τὴν ἀνατολὴν ὅπως διάκειται οὐκ ἔλαθε πάντως τὰς ἀκοὰς τῆς θεοσεβείας σου, καὶ διἑαυτοῦ δὲ ἀκριβέστερον πάντα προειρημένος ἀδελφὸς διηγήσεται. ὃν καταξίωσον εὐθὺς ἐκπέμψαι μετὰ τὸ Πάσχα, διὰ τὸ ἀναμένειν τὰς ἀπὸ Σαμοσάτων ἀποκρίσεις· οὗ καὶ τὴν προθυμίαν ἀπόδεξαι, καὶ εὐχαῖς αὐτὸν ἐνισχύσας, πρόπεμψον εἰς τὰ προκείμενα.
§90.1 τῇ δύσει ἀγαθὸς Θεός, ἀεὶ ταῖς θλίψεσι τὰς παρακλήσεις παραζευγνύς, ἔδωκεν ἡμῖν καὶ νῦν ἐπὶ τῷ πλήθει τῶν ὀδυνῶν εὑρέσθαι τινὰ μετρίαν παράκλησιν ἐκ τῶν γραμμάτων, παρὰ τῆς ὑμετέρας ὀρθότητος τιμιώτατος πατὴρ ἡμῶν Ἀθανάσιος ἐπίσκοπος δεξάμενος διεπέμψατο ἡμῖν, ὑγιοῦς πίστεως μαρτυρίαν, καὶ τῆς ἀνεπηρεάστου ὑμῶν ὁμονοίας καὶ συμπνοίας ἀπόδειξιν ἔχοντα, ὥστε καὶ ποιμένας ἀναδεικνύναι τοῖς ἴχνεσι τῶν πατέρων ἀκολουθοῦντας καὶ τὸν λαὸν τοῦ Κυρίου μετʼ ἐπιστήμης ποιμαίνοντας. ταῦτα πάντα ηὔφρανεν ἡμᾶς τοσοῦτον, ὥστε λῦσαι ἡμῶν τὴν κατήφειαν, καὶ μειδίαμά τι βραχὺ ταῖς ψυχαῖς ἡμῶν ἐμποιῆσαι ἀπὸ τῆς σκυθρωπῆς ταύτης τῶν πραγμάτων καταστάσεως, ἐν νῦν καθεστήκαμεν.
§90.2 Ἐπέτεινε δὲ ἡμῖν τὴν παράκλησιν Κύριος διὰ τοῦ υἱοῦ ἡμῶν τοῦ εὐλαβεστάτου συνδιακόνου Σαβίνου, ὃς καὶ τὰ παρʼ ὑμῖν καλὰ διηγησάμενος ἀκριβῶς ἔθρεψεν ἡμῶν τὰς ψυχάς· καὶ τὰ ἡμέτερα δέ, τῇ πείρᾳ μαθών, ἐναργῶς ὑμῖν ἀναγγελεῖ, ἵνα προηγουμένως μὲν διὰ τῆς ἐκτενοῦς καὶ φιλοπόνου δεήσεως τῆς πρὸς τὸν Κύριον συναγωνίζησθε ἡμῖν, ἔπειτα δὲ καὶ τὴν ἐνδεχομένην ὑμῖν παραμυθίαν ταῖς καταπονουμέναις ἐκκλησίαις εἰσενέγκασθαι μὴ παραιτήσησθε. κέκμηκε γὰρ τὰ ἐνταῦθα, ἀδελφοὶ τιμιώτατοι, καὶ ἀπείρηκε πρὸς τὰς συνεχεῖς προσβολὰς τῶν ἐναντίων Ἐκκλησία, ὥσπερ τι πλοῖον ἐν πελάγει μέσῳ ταῖς ἐπαλλήλοις πληγαῖς τῶν κυμάτων βασανιζόμενον, εἰ μή τις γένοιτο ταχεῖα ἐπισκοπὴ τῆς ἀγαθότητος τοῦ Κυρίου. ὥσπερ οὖν ἡμεῖς ἴδιον ἑαυτῶν ἀγαθὸν ποιούμεθα τὴν ὑμετέραν πρὸς ἀλλήλους σύμπνοιάν τε καὶ ἑνότητα, οὕτω καὶ ὑμᾶς παρακαλοῦμεν συμπαθῆσαι ἡμῶν ταῖς διαιρέσεσι, καὶ μή, ὅτι τῇ θέσει τῶν τόπων διεστήκαμεν, χωρίζειν ἡμᾶς ἀφʼ ἑαυτῶν, ἀλλʼ ὅτι ἑνούμεθα τῇ κατὰ τὸ Πνεῦμα κοινωνίᾳ, εἰς τὴν ἑνὸς σώματος ἡμᾶς συμφωνίαν ἀναλαμβάνειν.
§90.3 Γνώριμα δὲ τὰ θλίβοντα ἡμᾶς, κἂν ἡμεῖς μὴ λέγωμεν· εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην λοιπὸν ἐξήχηται. καταπεφρόνηται τὰ τῶν πατέρων δογματα· ἀποστολικαὶ παραδόσεις ἐξουδένωνται· νεωτεροποιῶν ἀνθρώπων ἐφευρέματα ταῖς ἐκκλησίαις ἐμπολιτεύεται· τεχνολογοῦσι λοιπόν, οὐ θεολογοῦσιν, οἱ ἄνθρωποι· τοῦ κόσμου σοφία τὰ πρωτεῖα φέρεται, παρωσαμένη τὸ καύχημα τοῦ σταυροῦ. ποιμένες ἀπελαύνονται, ἀντεισάγονται δὲ λύκοι βαρεῖς, διασπῶντες τὸ ποίμνιον τοῦ Χριστοῦ. οἶκοι εὐκτήριοι ἔρημοι τῶν ἐκκλησιαζόντων· αἱ ἐρημίαι πλήρεις τῶν ὀδυρομένων. οἱ πρεσβύτεροι ὀδύρονται, τὰ παλαιὰ συγκρίνοντες τοῖς παροῦσιν· οἱ νέοι ἐλεεινότεροι, μὴ εἰδότες οἵων ἐστέρηνται.
§90.4 Ταῦτα ἱκανὰ μὲν κινῆσαι πρὸς συμπάθειαν τοὺς τὴν Χριστοῦ ἀγάπην πεπαιδευμένους· συγκρινόμενος δὲ τῇ ἀληθείᾳ τῶν πραγμάτων λόγος παρὰ πολὺ τῆς ἀξίας αὐτῶν ἀπολείπεται. εἴ τι οὖν παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα οἰκτιρμῶν, κινήθητε πρὸς τὴν ἀντίληψιν ἡμῶν. λάβετε ζῆλον εὐσεβείας, ἐξέλεσθε ἡμᾶς τοῦ χειμῶνος τούτου. λαλείσθω καὶ παρʼ ἡμῖν μετὰ παρρησίας τὸ ἀγαθὸν ἐκεῖνο κήρυγμα τῶν πατέρων, τὸ καταστρέφον μὲν τὴν δυσώνυμον αἵρεσιν τὴν Ἀρείου, οἰκοδομοῦν δὲ τὰς ἐκκλησίας ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἐν Υἱὸς ὁμοούσιος ὁμολογεῖται τῷ Πατρί, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὁμοτίμως συναριθμεῖταί τε καὶ συλλατρεύεται· ἵνα ἣν ὑμῖν ἔδωκεν Κύριος ὑπὲρ τῆς ἀληθείας παρρησίαν, καὶ τὸ ἐπὶ τῇ ὁμολογίᾳ τῆς θείας καὶ σωτηρίου Τριάδος καύχημα, τοῦτο καὶ ἡμῖν διὰ τῶν ὑμετέρων εὐχῶν καὶ τῆς συνεργίας ὑμῶν χαρίσηται. τὸ δὲ καθέκαστον αὐτὸς προειρημένος συνδιάκονος ἀναγγελεῖ ὑμῶν τῇ ἀγάπῃ. καὶ πᾶσι δὲ τοῖς γενομένοις κανονικῶς παρὰ τῆς ὑμετέρας τιμιότητος συνεθέμεθα, τὸν ἀποστολικὸν ὑμῶν ζῆλον ὑπὲρ τῆς ὀρθοδοξίας ἀποδεξάμενοι.
§91.1 Χάρις τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν ἀρχαίας ἀγάπης καρπὸν ἰδεῖν ἐν τῇ σῇ καθαρότητι, ὅς γε τοσοῦτον διεστὼς τῷ σώματι, συνῆψας ἡμῖν σεαυτὸν διὰ γράμματος, καὶ τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ περιπτυξάμενος ἡμᾶς, ἀμύθητόν τι φίλτρον ταῖς ψυχαῖς ἡμῶν ἐνεποίησας. ἔργῳ γὰρ ἐμάθομεν τῆς παροιμίας τὴν δύναμιν, ὅτι Ὥσπερ ψυχῇ διψώσῃ ψυχρὸν ὕδωρ, οὕτως ἀγγελία ἀγαθὴ ἐκ γῆς μακρόθεν.
§91.2 Δεινὸς γάρ ἐστι παρʼ ἡμῖν λιμὸς ἀγάπης, ἀδελφὲ τιμιώτατε. καὶ αἰτία πρόδηλος, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη τῶν πολλῶν ἀγάπη. διὰ τοῦτο καὶ πολλοῦ ἄξιον ἡμῖν ἐφάνη τὸ γράμμα, καὶ ἀμειβόμεθά σε διὰ τοῦ αὐτοῦ ἀνδρὸς τοῦ εὐλαβεστάτου συνδιακόνου ἡμῶν καὶ ἀδελφοῦ Σαβίνου· διοὗ καὶ γνωρίζομέν σοι ἑαυτούς καὶ παρακαλοῦμέν σε ἐπαγρυπνεῖν ταῖς ὑπὲρ ἡμῶν προσευχαῖς, ἵνα δῷ ποτὲ ἅγιος Θεὸς καὶ τοῖς ἐνταῦθα πράγμασι γαλήνην καὶ ἡσυχίαν, καὶ ἐπιτιμήσῃ τῷ ἀνέμῳ τούτῳ καὶ τῇ θαλάσσῃ, ὥστε παύσασθαι ἡμᾶς τοῦ σάλου καὶ τῆς ἀνατροπῆς, ἐν νῦν καθεστήκαμεν, ἀεὶ καταποντισθήσεσθαι παντελῶς ἀναμένοντες.
§91.3 Ἀλλὰ τοῦτο μεγάλως ἐν τοῖς παροῦσιν Κύριος ἡμῖν ἐχαρίσατο, τὸ ὑμᾶς ἀκούειν ἐν ἀκριβεῖ συμφωνίᾳ καὶ ἑνότητι εἶναι πρὸς ἀλλήλους, καὶ ἀκωλύτως παρʼ ὑμῖν τὸ κήρυγμα τῆς εὐσεβείας περιαγγέλλεσθαι. ὁτεδήποτε γὰρ (εἴπερ μὴ συγκέκλεισται λοιπὸν χρόνος τοῦ κόσμου τούτου, ἀλλʼ ἔτι ἡμέραι τῆς ἀνθρωπίνης ζωῆς ὑπολείπονται) ἀνάγκη παρʼ ὑμῶν ἀνανεωθῆναι τὴν πίστιν τῇ ἀνατολῇ, καὶ ὧν ἐλάβετε παρʼ αὐτῆς ἀγαθῶν, τούτων ἐν καιρῷ παρασχέσθαι αὐτῇ τὴν ἀντίδοσιν. τὸ γὰρ ὑγιαῖνον ἐνταῦθα μέρος καὶ τὴν τῶν πατέρων εὐσέβειαν ἐκδικοῦν ἱκανῶς κέκμηκε, πολλαῖς καὶ ποικίλαις μηχανημάτων προσβολαῖς ἐν τῇ ἑαυτοῦ μεθοδείᾳ τοῦ διαβόλου αὐτὸ κατασείσαντος. ἀλλʼ εὐχαῖς ὑμετέραις τῶν ἀγαπώντων τὸν Κύριον σβεσθείη μὲν πονηρὰ καὶ λαοπλάνος αἵρεσις τῆς Ἀρείου κακοδοξίας· ἀναλάμψειε δὲ ἀγαθὴ τῶν πατέρων ἡμῶν διδασκαλία τῶν συνελθόντων κατὰ τὴν Νίκαιαν, ὥστε σύμφωνον τῷ σωτηρίῳ βαπτίσματι τὴν δοξολογίαν ἀποπληροῦσθαι τῇ μακαρίᾳ Τριάδι.
§92.1 Τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς συλλειτουργοῖς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ὁμοψύχοις ἐπισκόποις Μελέτιος, Εὐσέβειος, Βασίλειος, Βάσσος, Γρηγόριος, Πελάγιος, Παῦλος, Ἄνθιμος, Θεόδοτος, Βῖθος, Ἀβραάμιος, Ἰοβῖνος, Ζήνων, Θεοδώρητος, Μαρκιανός, Βάραχος, Ἀβραάμιος, Λιβάνιος, Θαλάσσιος, Ἰωσήφ, Βοηθός, Ἰάτριος, Θεόδοτος, Εὐστάθιος, Βαρσούμας, Ἰωάννης, Χοσρόης, Ἰωσάκης, Νάρσης, Μάρις, Γρηγόριος, Δαφνός, ἐν Κυρίῳ χαίρειν.
§92.2 Φέρει μέν τινα παραμυθίαν ταῖς ὀδυνωμέναις ψυχαῖς καὶ στεναγμὸς πολλάκις ἐκ βάθους τῆς καρδίας ἀναπεμπόμενος, καί που καὶ δάκρυον ἀποστάξαν τὸ πολὺ τῆς θλίψεως διεφόρησεν. ἡμῖν δὲ οὐχ, ὅσον στεναγμὸς καὶ δάκρυον, παραμυθίαν ἔχει τὸ ἐξειπεῖν ἡμῶν τὰ πάθη πρὸς τὴν ἀγάπην ὑμῶν· ἀλλά τις ἡμᾶς καὶ ἐλπὶς χρηστοτέρα θάλπει, ὡς τάχα ἄν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα ἡμᾶς, διαναστήσαιμεν ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, ἣν πάλαι μὲν προσεδοκήσαμεν παρʼ ὑμῶν ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις γενήσεσθαι, οὐδέπω δὲ τετυχήκαμεν, πάντως τοῦ ἐν σοφίᾳ τὰ ἡμέτερα διοικοῦντος Θεοῦ, κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα, πλείονι χρόνῳ παραταθῆναι ἡμᾶς ἐν τοῖς πειρασμοῖς τούτοις οἰκονομήσαντος. οὐ γὰρ δήπου ἠγνοήσατε τὰ καθʼ ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, ὧν ἀκοὴ καὶ ἐπὶ τὰ ἔσχατα τῆς οἰκουμένης ἐξέδραμεν· οὐδὲ ἀσυμπαθεῖς που ὑμεῖς πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, μαθηταὶ ὑπάρχοντες τοῦ Ἀποστόλου, τοῦ πλήρωμα εἶναι τοῦ νόμου τὴν πρὸς τὸν πλησίον ἀγάπην διδάσκοντος. ἀλλʼ ὅπερ εἴπαμεν, ἐπέσχεν ὑμῶν τὴν ὁρμὴν δικαία τοῦ Θεοῦ κρίσις, ἐκπληρωθῆναι ἡμῖν τὴν διατεταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα. ἀλλὰ νῦν γοῦν, καὶ πρὸς τὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον καὶ τὴν ἡμετέραν συμπάθειαν, διαναστῆναι ὑμᾶς παρακαλοῦμεν, πάντα μαθόντας, καὶ ὅσα πρὸ τούτου τὰς ἀκοὰς ὑμῶν διέφυγε, παρὰ τοῦ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν τοῦ συνδιακόνου Σαβίνου, ὃς δυνήσεται ὑμῖν καὶ ὅσα τὴν ἐπιστολὴν διαφεύγει παρʼ ἑαυτοῦ διηγήσασθαι· διοὗ παρακαλοῦμεν ὑμᾶς ἐνδύσασθαι σπλάγχνα οἰκτιρμοῦ, καὶ ἀποθέσθαι μὲν πάντα ὄκνον, ἀναλαβεῖν δὲ τὸν κόπον τῆς ἀγάπης· καὶ μήτε ὁδοῦ μῆκος, μήτε τὰς κατʼ οἶκον ἀσχολίας, μήτʼ ἄλλο τι τῶν ἀνθρωπίνων ὑπολογίσασθαι.
§92.3 Οὐ γὰρ περὶ μιᾶς ἐκκλησίας κίνδυνος, οὐδὲ δύο τρεῖς αἱ τῷ χαλεπῷ τούτῳ χειμῶνι παραπεσοῦσαι. σχεδὸν γὰρ ἀπὸ τῶν ὅρων τοῦ Ἰλλυρικοῦ μέχρι Θηβαΐδος τὸ τῆς αἱρέσεως κακὸν ἐπινέμεται. ἧς τὰ πονηρὰ σπέρματα πρότερον μὲν δυσώνυμος Ἄρειος κατεβάλετο, ῥιζωθέντα δὲ διὰ βάθους ὑπὸ πολλῶν τῶν ἐν μέσῳ φιλοπόνως τὴν ἀσέβειαν γεωργησάντων, νῦν τοὺς φθοροποιοὺς καρποὺς ἐξεβλάστησεν. ἀνατέτραπται μὲν γὰρ τὰ τῆς εὐσεβείας δόγματα, συγκέχυνται δὲ ἐκκλησίας θεσμοί. φιλαρχίαι δὲ τῶν μὴ φοβουμένων τὸν Κύριον ταῖς προστασίαις ἐπιπηδῶσι· καὶ ἐκ τοῦ προφανοῦς λοιπὸν ἆθλον δυσσεβείας προεδρία πρόκειται· ὥστε τὰ χαλεπώτερα βλασφημήσας εἰς ἐπισκοπὴν λαοῦ προτιμότερος. οἴχεται σεμνότης ἱερατική· ἐπιλελοίπασιν οἱ ποιμαίνοντες μετʼ ἐπιστήμης ποίμνιον τοῦ Κυρίου, οἰκονομίας πτωχῶν εἰς ἰδίας ἀπολαύσεις καὶ δώρων διανομὰς παραναλισκόντων ἀεὶ τῶν φιλαρχούντων. ἠμαύρωται κανόνων ἀκρίβεια. ἐξουσία τοῦ ἁμαρτάνειν πολλή· οἱ γὰρ διὰ σπουδῆς ἀνθρωπίνης παρελθόντες ἐπὶ τὸ ἄρχειν ἐν αὐτῷ τούτῳ τῆς σπουδῆς τὴν χάριν ἀνταναπληροῦσι, τῷ πάντα πρὸς ἡδονὴν ἐνδιδόναι τοῖς ἁμαρτάνουσιν. ἀπόλωλε κρῖμα δίκαιον· πᾶς τις τῷ θελήματι τῆς καρδίας αὐτοῦ πορεύεται. πονηρία ἄμετρος, οἱ λαοὶ ἀνουθέτητοι, οἱ προεστῶτες ἀπαρρησίαστοι· δοῦλοι γὰρ τῶν δεδωκότων τὴν χάριν, οἱ διἀνθρώπων ἑαυτοῖς τὴν δυναστείαν κατακτησάμενοι. ἤδη δὲ καὶ ὅπλον τισὶ τοῦ πρὸς ἀλλήλους πολέμου ἐκδίκησις δῆθεν τῆς ὀρθοδοξίας ἐπινενόηται, καὶ τὰς ἰδίας ἔχθρας ἐπικρυψάμενοι· ὑπὲρ τῆς εὐσεβείας ἐχθραίνειν κατασχηματίζονται. ἄλλοι δέ, τὸν ἐπὶ τοῖς αἰσχίστοις ἐκκλίνοντες ἔλεγχον, τοὺς λαοὺς εἰς τὴν κατʼ ἀλλήλων φιλονεικίαν ἐκμαίνουσιν, ἵνα τοῖς κοινοῖς κακοῖς τὸ καθʼ ἑαυτοὺς συσκιάσωσι.
§92.4 Διὸ καὶ ἄσπονδός ἐστιν πόλεμος οὗτος, τῶν τὰ πονηρὰ εἰργασμένων τὴν κοινὴν εἰρήνην, ὡς ἀποκαλύπτουσαν αὐτῶν τὰ κρυπτὰ τῆς αἰσχύνης, ὑφορωμένων. ἐπὶ τούτοις γελῶσιν οἱ ἄπιστοι, σαλεύονται οἱ ὀλιγόπιστοι· ἀμφίβολος πίστις, ἄγνοια κατακέχυται τῶν ψυχῶν, διὰ τὸ μιμεῖσθαι τὴν ἀλήθειαν τοὺς δολοῦντας τὸν λόγον ἐν κακουργίᾳ. σιγᾷ μὲν γὰρ τὰ τῶν εὐσεβούντων στόματα, ἀνεῖται δὲ πᾶσα βλάσφημος γλῶσσα. ἐβεβηλώθη τὰ ἅγια, φεύγουσι τοὺς εὐκτηρίους οἴκους οἱ ὑγιαίνοντες τῶν λαῶν ὡς ἀσεβείας διδασκαλεῖα, κατὰ δὲ τὰς ἐρημίας πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην μετὰ στεναγμῶν καὶ δακρύων τὰς χεῖρας αἴρουσιν. ἔφθασε γὰρ πάντως καὶ μέχρις ὑμῶν τὰ γινόμενα ἐν ταῖς πλείσταις τῶν πόλεων, ὅτι οἱ λαοὶ σὺν γυναιξὶ καὶ παιδίοις καὶ αὐτοῖς τοῖς πρεσβύταις, πρὸ τῶν τειχῶν ἐκχυθέντες, ἐν τῷ ὑπαίθρῳ τελοῦσι τὰς προσευχάς, φέροντες πάσας τὰς ἐκ τοῦ ἀέρος κακοπαθείας σὺν πολλῇ τῇ μακροθυμίᾳ, τὴν παρὰ τοῦ Κυρίου ἀντίληψιν ἀναμένοντες.
§92.5 Τίς θρῆνος τῶν συμφορῶν τούτων ἄξιος; ποῖαι πηγαὶ δακρύων κακοῖς τοσούτοις ἀρκέσουσιν; ἕως οὖν ἔτι δοκοῦσιν ἑστάναι τινές, ἕως ἔτι ἴχνος τῆς παλαιᾶς καταστάσεως διασώζεται, πρὶν τέλεον ταῖς ἐκκλησίαις ἐπέλθῃ τὸ ναυάγιον, ἐπείχθητε πρὸς ἡμᾶς, ἐπείχθητε ἤδη, ναὶ δεόμεθα, ἀδελφοὶ γνησιώτατοι· δότε χεῖρα τοῖς εἰς γόνυ κλιθεῖσι. συγκινηθήτω ἐφʼ ἡμῖν τὰ ἀδελφικὰ ὑμῶν σπλάγχνα, προχυθήτω δάκρυα συμπαθείας. μὴ περιίδητε τὸ ἥμισυ τῆς οἰκουμένης ὑπὸ τῆς πλάνης καταποθέν· μὴ ἀνάσχησθε ἀποσβεσθῆναι τὴν πίστιν, παρʼ οἷς πρῶτον ἐξέλαμψε.
§92.6 Τί οὖν ποιήσαντες ἀντιλήψεσθε τῶν πραγμάτων, καὶ πῶς τὸ πρὸς τοὺς θλιβομένους συμπαθὲς ἐπιδείξεσθε, οὐ παρʼ ἡμῶν πάντως δεήσει μαθεῖν ὑμᾶς, ἀλλʼ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον ὑμῖν ὑποθήσεται. πλήν γε ὅτι τάχους χρεία πρὸς τὸ περισώσασθαι τοὺς περιλειφθέντας, καὶ παρουσίας ἀδελφῶν πλειόνων, ὥστε πλήρωμα εἶναι συνόδου τοὺς ἐπιδημοῦντας, ἵνα μὴ μόνον ἐκ τῆς τῶν ἀποστειλάντων σεμνότητος, ἀλλὰ καὶ ἐκ τοῦ οἰκείον ἀριθμοῦ τὸ ἀξιόπιστον εἰς διόρθωσιν , καὶ τὴν ἐν Νικαίᾳ γραφεῖσαν παρὰ τῶν πατέρων ἡμῶν πίστιν ἀνανεώσωνται, καὶ τὴν αἵρεσιν ἐκκηρύξωσι, καὶ ταῖς ἐκκλησίαις τὰ εἰρηνικὰ διαλέξονται, τοὺς τὰ αὐτὰ φρονοῦντας συνάγοντες εἰς ὁμόνοιαν. τοῦτο γὰρ δήπου τὸ πάντων ἐλεεινότατον ὅτι καὶ τὸ δοκοῦν ὑγιαίνειν ἐφʼ ἑαυτὸ ἐμερίσθη· καὶ περιέστηκεν ἡμᾶς, ὡς ἔοικε, παραπλήσια πάθη τοῖς ποτὲ κατὰ τὴν Οὐεσπασιανοῦ πολιορκίαν τὰ Ἱεροσόλυμα περισχοῦσιν. ἐκεῖνοί τε γὰρ ὁμοῦ μὲν τῷ ἔξωθεν συνείχοντο πολέμῳ, ὁμοῦ δὲ καὶ τῇ ἔνδοθεν στάσει τῶν ὁμοφύλων κατανηλίσκοντο. ἡμῖν δὲ πρὸς τῷ φανερῷ πολέμῳ τῶν αἱ ρετικῶν ἔτι καὶ παρὰ τῶν δοκούντων ὀρθοδοξεῖν ἐπαναστὰς πρὸς ἔσχατον ἀσθενείας τὰς ἐκκλησίας κατήγαγεν. ἐφʼ ἅπερ καὶ μάλιστα τῆς παρʼ ὑμῶν χρῄζομεν βοηθείας, ὥστε τοὺς τὴν ἀποστολικὴν ὁμολογοῦντας πίστιν, παρεπενόησαν σχίσματα διαλύσαντας, ὑποταγῆναι τοῦ λοιποῦ τῇ αὐθεντίᾳ τῆς Ἐκκλησίας, ἵνα ἄρτιον γένηται τὸ σῶμα τοῦ Χριστοῦ, πᾶσι τοῖς μέλεσιν εἰς ὁλοκληρίαν ἐπανελθόν, καὶ μὴ μόνον τὰ παρʼ ἑτέροις μακαρίζωμεν ἀγαθά, ὅπερ νῦν ποιοῦμεν, ἀλλὰ καὶ τὰς ἡμετέρας αὐτῶν ἐπίδωμεν ἐκκλησίας τὸ ἀρχαῖον καύχημα τῆς ὀρθοδοξίας ἀπολαβούσας. τῷ ὄντι γὰρ τοῦ ἀνωτάτου μακαρισμοῦ ἄξιον τὸ τῇ ὑμετέρᾳ θεοσεβείᾳ χαρισθὲν παρὰ τοῦ Κυρίου τὸ μὲν κίβδηλον ἀπὸ τοῦ δοκίμου καὶ καθαροῦ διακρίνειν, τὴν δὲ τῶν πατέρων πίστιν ἄνευ τινὸς ὑποστολῆς κηρύσσειν· ἣν καὶ ἡμεῖς ἐδεξάμεθα, καὶ ἐπέγνωμεν ἐκ τῶν ἀποστολικῶν χαρακτήρων μεμορφωμένην, συνθέμενοι καὶ αὐτῇ καὶ πᾶσι τοῖς ἐν τῷ συνοδικῷ γράμματι κανονικῶς καὶ ἐνθέσμως δεδογματισμένοις.
§93.1 Καὶ τὸ κοινωνεῖν δὲ καθʼ ἑκάστην ἡμέραν, καὶ μεταλαμβάνειν τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ, καλὸν καὶ ἐπωφελές, αὐτοῦ σαφῶς λέγοντος· τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον. τίς γὰρ ἀμφιβάλλει, ὅτι τὸ μετέχειν συνεχῶς τῆς ζωῆς οὐδὲν ἄλλο ἐστὶν ζῇν πολλαχῶς; ἡμεῖς μέντοιγε τέταρτον καθʼ ἑκάστην ἑβδομάδα κοινωνοῦμεν, ἐν τῇ Κυριακῇ, ἐν τῇ τετράδι, καὶ ἐν τῇ παρασκευῇ, καὶ τῷ Σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις ἐὰν μνήμη ἁγίου τινός.
§93.2 Τὸ δὲ ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀναγκάζεσθαί τινα, μὴ παρόντος ἱερέως λειτουργοῦ, τὴν κοινωνίαν λαμβάνειν τῇ ἰδίᾳ χειρί, μηδαμῶς εἶναι βαρὺ περιττόν ἐστιν ἀποδεικνύναι, διὰ τὸ καὶ τὴν μακρὰν συνήθειαν τοῦτο διαὐτῶν τῶν πραγμάτων πιστώσασθαι. πάντες γὰρ οἱ κατὰ τὰς ἐρήμους μονάζοντες, ἔνθα μὴ ἔστιν ἱερεύς, κοινωνίαν οἴκοι κατέχοντες ἀφʼ ἑαυτῶν μεταλαμβάνουσιν. ἐν Ἀλεξανδρείᾳ δὲ καὶ ἐν Αἰγύπτῳ ἕκαστος καὶ τῶν ἐν λαῷ τελούντων ὡς ἐπὶ τὸ πλεῖστον ἔχει κοινωνίαν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ὅτε βούλεται μεταλαμβάνει διἑαυτοῦ. ἅπαξ γὰρ τὴν θυσίαν τοῦ ἱερέως τελειώσαντος καὶ δεδωκότος, λαβὼν αὐτὴν ὡς ὅλην ὁμοῦ, καθʼ ἑκάστην μεταλαμβάνων, παρὰ τοῦ δεδωκότος εἰκότως μεταλαμβάνειν καὶ ὑποδέχεσθαι πιστεύειν ὀφείλει. καὶ γὰρ καὶ ἐν τῇ ἐκκλησίᾳ ἱερεὺς ἐπιδίδωσι τὴν μερίδα καὶ κατέχει αὐτὴν ὑποδεχόμενος μετʼ ἐξουσίας ἁπάσης, καὶ οὕτω προσάγει τῷ στόματι τῇ ἰδίᾳ χειρί. ταὐτὸν τοίνυν ἐστὶ τῇ δυνάμει, εἴτε μίαν μερίδα δέξεταί τις παρὰ τοῦ ἱερέως, εἴτε πολλὰς μερίδας ὁμοῦ.
§94.1 Ὥρμησα μὲν καὶ αὐτὸς καταλαβεῖν σου τὴν τιμιότητα, ὡς ἂν μὴ τῇ ἀπολείψει ἔλαττόν τι ἔχοιμι τῶν διαβαλλόντων· ἀλλʼ ἐπειδὴ ἀρρωστία τοῦ σώματος διεκώλυσε, σφοδρότερον πολλῷ τῆς συνηθείας ἐπιθεμένη, ἀναγκαίως ἦλθον ἐπὶ τὸ γράμμα. ἐγὼ τοίνυν, θαυμάσιε, συντυχὼν πρώην τῇ τιμιότητί σου, ὥρμησα μὲν καὶ περὶ πάντων τῶν κατὰ τὸν βίον μου πραγμάτων ἀνακοινώσασθαί σου τῇ φρονήσει, ὥρμησα δὲ καὶ τῶν ἐκκλησιῶν ἕνεκα ποιήσασθαί τινα λόγον, ὡς ἂν μὴ ταῖς μετὰ ταῦτα διαβολαῖς χώρα τις ὑπολείποιτο. ἀλλʼ ἐπέσχον ἐμαυτόν, λογιζόμενος περίεργον εἶναι παντελῶς, καὶ πέρα τοῦ μέτρου φιλότιμον, ἀνδρὶ τοσοῦτον πλῆθος πραγμάτων ἐξηρτημένῳ ἔτι καὶ τὰς ἔξω τῶν ἀναγκαίων ἐπιβάλλειν φροντίδας. ὁμοῦ τε, εἰρήσεται γὰρ τἀληθές, καὶ ἄλλως ὤκνησα μήποτε εἰς ἀνάγκην ἔλθωμεν ταῖς κατʼ ἀλλήλων ἀντιλογίαις τρῶσαι τὴν ψυχήν σου, ὀφείλουσαν ἐν τῇ καθαρᾷ περὶ τὸν Θεὸν εὐλαβείᾳ τέλειον τὸν μισθὸν τῆς θεοσεβείας καρποῦσθαι. τῷ ὄντι γάρ, ἐάν σε πρὸς ἑαυτοὺς ἐπιστρέψωμεν ἡμεῖς, ὀλίγην σοι σχολὴν πρὸς τὰ δημόσια καταλείψομεν, καὶ παραπλήσιον ποιήσομεν, ὥσπερ ἂν εἴ τις κυβερνήτην, νεοπαγῆ ναῦν ἐν μεγάλῳ κλύδωνι διευθύνοντα, τῇ προσθήκῃ τοῦ φόρτου καταβαρύνοι, δέον ἀφαιρεῖν τι τῶν ἀγωγίμων καὶ συνεπικουφίζειν ὡς δυνατόν. ὅθεν μοι δοκεῖ καὶ βασιλεὺς μέγας, τὴν πολυπραγμοσύνην ἡμῶν ταύτην καταμαθών, ἐᾶσαι ἡμᾶς ἐφʼ ἑαυτῶν τὰς ἐκκλησίας οἰκονομεῖν.
§94.2 Τοὺς μέντοι ταῖς ἀδόλοις ἀκοαῖς σου παρενοχλοῦντας ἐρωτηθῆναι βούλομαι, τί χεῖρον ἔχει τὰ δημόσια παρʼ ἡμᾶς; τί μικρὸν μεῖζον τῶν κοινῶν ἐκ τῆς ἡμετέρας περὶ τὰς ἐκκλησίας οἰκονομίας ἠλάττωται; πλὴν εἰ μή τις λέγοι βλάβην τοῖς πράγμασι φέρειν, οἶκον εὐκτήριον μεγαλοπρεπῶς κατεσκευασμένον ἀναστῆσαι τῷ Θεῷ ἡμῶν, καὶ περὶ αὐτὸν οἴκησιν, τὴν μὲν ἐλευθέριον ἐξῃρημένην τῷ κορυφαίῳ, τὰς δὲ ὑποβεβηκυίας τοῖς θεραπευταῖς τοῦ θείου διανενεμημένας ἐν τάξει, ὧν χρῆσις κοινὴ πρός τε ὑμᾶς τοὺς ἄρχοντας καὶ τοὺς παρεπομένους ὑμῖν. τίνα δὲ ἀδικοῦμεν, καταγώγια τοῖς ξένοις οἰκοδομοῦντες, τοῖς τε κατὰ πάροδον ἐπιφοιτῶσι καὶ τοῖς θεραπείας τινὸς διὰ τὴν ἀσθένειαν δεομένοις, καὶ τὴν ἀναγκαίαν τούτοις παραμυθίαν ἐγκαθιστῶντες, τοὺς νοσοκομοῦντας, τοὺς ἰατρεύοντας, τὰ νωτοφόρα, τοὺς παραπέμποντας; τούτοις ἀνάγκη καὶ τέχνας ἕπεσθαι, τάς τε πρὸς τὸ ζῇν ἀναγκαίας, καὶ ὅσαι πρὸς εὐσχήμονα βίου διαγωγὴν ἐφευρέθησαν· οἴκους πάλιν ἑτέρους ταῖς ἐργασίαις ἐπιτηδείους, ἅπερ πάντα τῷ μὲν τόπῳ κόσμος, τῷ δὲ ἄρχοντι ἡμῶν σεμνολόγημα, ἐπʼ αὐτὸν τῆς εὐφημίας ἐπανιούσης. ὅς γε οὐδὲ τούτου ἕνεκεν πρὸς τὴν ἐπιστασίαν ἡμῶν ἐξεβιάσθης, ὡς μόνος ἐξαρκῶν τῷ μεγέθει τῆς γνώμης τά τε κατερρυηκότα τῶν ἔργων ἀναλαβεῖν, καὶ οἰκίσαι τὰς ἀοικήτους, καὶ ὅλως εἰς πόλεις τὰς ἐρημίας μετασκευάσαι. τὸν οὖν εἰς ταῦτα συνεργοῦντα ἐλαύνειν καὶ ὑβρίζειν, τιμᾷν καὶ περιέπειν, ἀκολουθότερον ἦν; καὶ μὴ οἰηθῇς, ἄριστε, λόγον μόνον εἶναι τὰ παρʼ ἡμῶν· ἤδη γάρ ἐσμεν ἐν τῷ ἔργῳ, τὰς ὕλας τέως συμποριζόμενοι.
§94.3 Τὰ μὲν οὖν πρὸς τὴν τοῦ ἄρχοντος ἀπολογίαν τοιαῦτα. δὲ δεῖ πρὸς τὰς τῶν φιλαιτίων μέμψεις, ὡς Χριστιανῷ καὶ φίλῳ πεφροντικότι ἡμῶν τῆς ὑπολήψεως ἀποκρίνασθαι, ἀναγκαῖον νῦν ἀποσιωπῆσαι, ὡς καὶ μακρότερα τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἄλλως οὐκ ἀσφαλῆ γράμμασιν ἀψύχοις καταπιστεύεσθαι. ἵνα δὲ μὴ τὸν πρὸ τῆς συντυχίας χρόνον ταῖς διαβολαῖς τινῶν ὑπαχθείς, ὑφεῖναί τι τῆς περὶ ἡμᾶς εὐνοίας ἀναγκασθῇς, τὸ τοῦ Ἀλεξάνδρου ποίησον. καὶ γὰρ ἐκεῖνόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρί, ἐνδεικνύμενον ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι.
§95 Πάλαι ἐπιστείλας τῇ θεοσεβείᾳ σου ἄλλων τέ τινων ἕνεκεν καὶ τοῦ συντυχεῖν ἡμᾶς ἀλλήλοις, διήμαρτον τῆς ἐλπίδος, οὐκ ἀφικομένων τῶν γραμμάτων εἰς τὰς χεῖρας τῆς σῆς τιμιότητος, τοῦ μακαρίου διακόνου Θεοφράστου δεξαμένου μὲν τὰ γράμματα ἡμῶν ἐπί τινα περιοδείαν ἀναγκαίως ἀποδημούντων, μὴ διαπεμψαμένου δὲ τῇ θεοσεβείᾳ, σου, τῷ προκαταληφθῆναι τῇ ἀρρωστίᾳ ὑφʼ ἧς ἐτελεύτησεν. ὅθεν τοσοῦτον ὕστερος ἦλθον τοῦ καιροῦ πρὸς τὸ γράφειν, ὥστε μηδὲ ὄφελός τι ἐλπίζειν ἐκ τῆς ἐπιστολῆς ἔσεσθαι ταύτης, εἰς στενὸν παντελῶς κατακλεισθέντος τοῦ χρόνου. γάρ τοι θεοφιλέστατος ἐπίσκοπος Μελέτιος καὶ Θεόδοτος ἐπέταξαν ἡμῖν πρὸς αὐτοὺς διαβῆναι, ἀγάπης τε ἐπίδειγμα τὴν συντυχίαν ποιούμενοι, καί τινα καὶ διόρθωσιν γενέσθαι τῶν νῦν παραλυπούντων βουλόμενοι. ἀπέδειξάν τε ἡμῖν χρόνον μὲν τῆς συντυχίας τὰ μέσα τοῦ προσιόντος μηνὸς Ἰουνίου, τόπον δὲ Φαργαμοῦν τὸ χωρίον, ἐπίσημον μαρτύρων περιφανείᾳ καὶ πολυανθρωπίᾳ συνόδου τῆς κατὰ ἔτος ἕκαστον παρʼ αὐτοῖς τελουμένης. ἐπεὶ δὲ ἔδει με, μετὰ τὴν ἐπάνοδον μαθόντα τὴν κοίμησιν τοῦ μακαρίου διακόνου, καὶ τὰς ἐπιστολὰς ἀργὰς παρʼ ἡμῖν κειμένας, μὴ ἡσυχάσαι, διὰ τὸ ἔτι ἡμέρας ἡμῖν τριάκοντα καὶ τρεῖς ἐπὶ τὴν προθεσμίαν ὑπολελεῖφθαι, ἀπέστειλα κατὰ σπουδὴν τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Εὐσταθίῳ τῷ συλλειτουργῷ ἡμῶν τὰ γράμματα ταῦτα, ὥστε διαὐτοῦ παραπεμφθῆναί σου τῇ σεμνότητι, καὶ πάλιν ἐν τάχει ἀνακομισθῆναι ἡμῖν τὰς ἀποκρίσεις. εἰ μὲν γὰρ δυνατὸν ἄλλως ἄρεσκον σοι παραγενέσθαι, καὶ αὐτοὶ παρεσόμεθα· εἰ δὲ μή, αὐτοὶ μέν, ἂν Θεὸς θέλῃ, τὸ περυσινὸν ἀποτίσομεν χρέος τῆς συντυχίας, ἐὰν μή τι πάλιν ἐπιγένηται ἡμῖν ἐξ ἁμαρτιῶν κώλυμα· τὴν δὲ τῶν ἐπισκόπων ἔντευξιν εἰς ἕτερον χρόνον ὑπερθησόμεθα.
§96.1 Καὶ τίς οὕτω φιλόπολις, ὃς τὴν ἐνεγκοῦσαν καὶ θρεψαμένην πατρίδα ἴσα γονεῦσι τιμῶν, ὡς αὐτὸς σύ, κοινῇ τε πάσῃ τῇ πόλει καὶ ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ συνευχόμενος, καὶ οὐκ εὐχόμενος μόνον, ἀλλὰ καὶ βεβαιῶν τὰς εὐχὰς διὰ σαυτοῦ; δύνασαι γάρ που σὺν Θεῷ τὰ τοιαῦτα, καὶ δύναιό γε ἐπὶ μήκιστον, οὕτω χρηστὸς ὤν.
§96.2 Ἀλλʼ ὅμως ἐπὶ σοῦ ὄναρ ἐπλούτησεν πατρὶς ἡμῶν, ἄνδρα μὲν ἔχουσα τὸν τὴν ἐπιμέλειαν αὐτῆς ἐπιτραπέντα, οἷον οὔ φασιν ἄλλον οἱ τὰ παλαιότατα τῶν παρʼ ἡμῖν ἐπιστάμενοι ἐπὶ τῶν ἀρχικῶν θρόνων πρότερον ἀναβῆναι, ἐπηρείᾳ δέ τινων ἀφαιρεθεῖσα ταχέως, οἳ τὸ ἐλεύθερον τοῦ ἀνδρὸς καὶ ἀθώπευτον τοῦ πρὸς αὐτὸν πολέμου ἀφορμὴν ἐποιήσαντο, καὶ διαβολὰς αὐτῷ κατεσκεύασαν, λαθόντες τὰς ἀκοὰς τῆς σῆς τελειότητος. διὸ πανδημεὶ πάντες σκυθρωπάζομεν, ζημιωθέντες ἄρχοντα μόνον δυνάμενον εἰς γόνυ κλιθεῖσαν ἤδη τὴν πόλιν ἡμῶν ἀνορθῶσαι, ἀληθῆ φύλακα τοῦ δικαίου, εὐπρόσιτον τοῖς ἀδικουμένοις, φοβερὸν τοῖς παρανομοῦσιν, ἴσον καὶ πένησι καὶ πλουσίοις, καὶ τὸ μέγιστον, τὰ τῶν Χριστιανῶν πράγματα πρὸς τὴν ἀρχαίαν ἐπανάγοντα τιμήν. τὸ γάρ, ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων, καὶ οὐδενὶ παρὰ τὸ δίκαιον χαριζόμενος, ὡς μικρότερα τῆς λοιπῆς ἀρετῆς τοῦ ἀνδρὸς παρελίπομεν.
§96.3 Ταῦτα ὀψὲ μὲν τοῦ καιροῦ μαρτυροῦμεν, ὥσπερ οἱ μονῳδοῦντες ἑαυτοὺς παραμυθούμενοι, οὐχὶ τοῖς πράγμασί τι ποιοῦντες χρήσιμον. πλὴν οὐδὲ τοῦτο ἄχρηστον, ἐν τῇ μεγάλῃ σου ψυχῇ τὴν μνήμην τοῦ ἀνδρὸς ἀποκεῖσθαι, χάριν τε εἰδέναι ὡς εὐεργέτῃ τῆς ἐνεγκούσης, καὶ εἴ τις ἐπιφύοιτο αὐτῷ τῶν διὰ τὸ μὴ προτιμηθῆναι τοῦ δικαίου χαλεπαινόντων, ὑπερμαχεῖν καὶ προΐστασθαι, πᾶσι ποιήσαντα φανερόν, ὅτι οἰκεῖον σεαυτῷ τὸν ἄνδρα τίθεσαι, ἀρκοῦσαν ἀφορμὴν εἰς οἰκειότητα τὴν ἀγαθὴν περὶ αὐτοῦ μαρτυρίαν τιθέμενος καὶ τὴν τῶν πραγμάτων πεῖραν, οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν. γὰρ οὐδʼ ἂν ἐν πολλοῖς ἔτεσι παρʼ ἄλλου γένοιτο, ταῦτα ἐν ὀλίγῳ παρʼ αὐτοῦ κατώρθωται. ἀρκοῦσα δʼ ἡμῖν χάρις καὶ τῶν συμβάντων παραμυθία, ἐὰν καὶ βασιλεῖ συστήσῃς αὐτόν, καὶ τὰς ἐπενεχθείσας αὐτῷ διαβολὰς ἀποσκευάσῃ. ταῦτά σοι πᾶσαν οἴου τὴν πατρίδα διὰ μιᾶς τῆς ἡμετέρας φωνῆς διαλέγεσθαι, καὶ κοινὴν εἶναι πάντων εὐχήν, γενέσθαι τι τῷ ἀνδρὶ διὰ τῆς σῆς τελειότητος δεξιόν.
§97.1 ἀνακαλύπτων βαθέα καὶ φανερῶν βουλὰς καρδιῶν Κύριος ἔδωκε καὶ τοῖς ταπεινοῖς σύνεσιν τῶν δυσθεωρήτων, ὥς τινες οἴονται, τεχνασμάτων. οὐδὲν οὖν ἡμᾶς ἔλαθεν, οὔτε τῶν πεπραγμένων τι κεκρυμμένον. ἀλλʼ ὅμως ἡμεῖς οὔτε ὁρῶμεν οὔτε ἀκούομεν ἄλλο τι τὴν εἰρήνην τοῦ Θεοῦ καὶ ὅσα πρὸς αὐτὴν φέρει. εἰ γὰρ καὶ ἕτεροι δυνατοί, καὶ μεγάλοι, καὶ ἑαυτοῖς πεποιθότες, ἀλλʼ ἡμεῖς οἱ μηδέν, καὶ τοῦ μηδενὸς ἄξιοι· ὥστε οὐκ ἄν ποτε τοσοῦτον ἑαυτοῖς λάβοιμεν, ὡς ἐν τῇ μονώσει δύνασθαι νομίσαι περιέσεσθαι τῶν πραγμάτων, ἀκριβῶς εἰδότες, ὅτι πλέον ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα ὅσον ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. ἐπεὶ καὶ ἐξ αὐτῆς τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς τὸ ἀναγκαῖον τῆς κοινωνίας Κύριος ἡμᾶς ἐδίδαξεν. ὅταν γὰρ πρὸς αὐτὰ ταῦτα ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲν ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε, μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου, οὔτε ὀφθαλμὸς ὑγιῶς ἴδοι, μὴ κοινωνὸν ἔχων τὸν ἕτερον καὶ μετʼ αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. ἀκοὴ ἀκριβεστέρα διἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη, καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων. καὶ ἁπαξαπλῶς οὐδὲν οὔτε τῶν ἐκ φύσεως οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον· ὅπου γε καὶ αὐτὴ προσευχὴ μὴ ἔχουσα τοὺς συμφωνοῦντας ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς, καὶ Κύριος ἐπηγγείλατο μέσος γενήσεσθαι μεταξὺ δύο τριῶν ἐπικαλουμένων αὐτὸν ἐν ὁμονοίᾳ. καὶ αὐτὴν δὲ τὴν οἰκονομίαν Κύριος κατεδέξατο, ἵνα εἰρηνοποιήσῃ ποιήσῃ διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
§97.2 Ὥστε, διὰ ταῦτα πάντα, ἐν εἰρήνῃ μένειν τὰς λειπομένας ἡμῶν ἡμέρας εὐχόμεθα, ἐν εἰρήνῃ δὲ γενέσθαι τὴν κοίμησιν ἡμῶν αἰτοῦμεν. ὑπὲρ ταύτης οὐδὲ πόνον ἐλλείπειν ὅντινα οὖν ἔγνωκα, οὐ ταπεινόν τι φθέγξασθαι ποιῆσαι, οὐχ ὁδοιπορίας μῆκος ὑπολογίσασθαι, οὐκ ἄλλο τι τῶν ὀχληρῶν ὑποστείλασθαι, ὥστε τῶν μισθῶν τῆς εἰρηνοποιίας ἐπιτυχεῖν. κἂν μὲν ἕπηταί τις ταῦτα καθηγουμένοις ἡμῖν, τοῦτο ἄριστον, καὶ εὐχὴ τυγχάνει πέρας· ἐὰν δὲ πρὸς τὴν ἐναντίαν ἀφέλκῃ, ἐγὼ μὲν οὐδὲ οὕτω τῆς ἐμαυτοῦ κρίσεως ἀποστήσομαι. αὐτὸς δὲ ἕκαστος τῆς οἰκείας ἐργασίας ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως τοὺς καρποὺς ἐπιγνώσεται.
§98.1 Πάνυ ὡρμημένος καταλαβεῖν τὴν Νικόπολιν, μετὰ τὸ δέξασθαι τὰ παρὰ τῆς ὁσιότητός σου γράμματα ἄρνησιν ἔχοντα τῆς ἀφίξεως, παρείθην ἀπὸ τῆς ἐπιθυμίας καὶ πάσης ὁμοῦ τῆς ἀσθενείας ἀνεμνήσθην. ἦλθε δέ μοι εἰς ἔννοιαν καὶ τῶν κεκληκότων ἀφοσίωσις, ὅτι, παροδικὴν πρὸς ἡμᾶς ποιησάμενοι τὴν κλῆσιν διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου τοῦ ἐξισοῦντος Ναζιανζόν, δεύτερον περὶ τῶν αὐτῶν ὑπομιμνήσκοντα ὁδηγοῦντα ἡμᾶς οὐ κατηξίωσαν ἀποστεῖλαι. ἐπεὶ οὖν ὕποπτοι αὐτοῖς ἐσμὲν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐφοβήθημεν μή που τὸ φαιδρὸν αὐτοῖς τῆς πανηγύρεως τῇ παρουσίᾳ ἡμῶν ἐπιθολώσωμεν. μετὰ μὲν γὰρ τῆς σῆς μεγαλοφυΐας καὶ πρὸς τοὺς μεγάλους ἀποδύσασθαι πειρασμοὺς οὐκ ὀκνοῦμεν, ἄνευ δὲ σοῦ οὐδὲ ταῖς τυχούσαις θλίψεσιν ἀντιβλέψαι αὐτάρκως ἔχομεν. ἐπεὶ οὖν ἐκκλησιαστικῶν ἕνεκεν γίνεσθαι ἡμῶν πρὸς αὐτοὺς ἔντευξις ἔμελλε, τὸν μὲν τῆς πανηγύρεως καιρὸν παρελίπομεν, εἰς ἡσυχίαν δὲ καὶ ἀτάραχον διαγωγὴν τὴν συντυχίαν ὑπερεθέμεθα, καὶ προῃρήμεθα καταλαβόντες τὴν Νικόπολιν διαλεχθῆναι περὶ τῶν ταῖς ἐκκλησίαις ἀναγκαίων τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ, εἰ μέλλοι παραιτεῖσθαι τὴν ἐπὶ Σαμόσατα ὁδόν· εἰ δὲ μή, αὐτῷ συνδραμούμεθα, ἐὰν παρʼ ἀμφοτέρων τοῦτο ἡμῖν κατάδηλον γένηται, παρά τε αὐτοῦ ἐκείνου ἀντιγράψαντος ἡμῖν περὶ τούτων (ἐπεστείλαμεν γάρ), καὶ παρὰ τῆς σῆς θεοσεβείας.
§98.2 Ἐπισκόποις δὲ τοῖς ἐκ τῆς δευτέρας Καππαδοκίας συντυγχάνειν ἐμέλλομεν· οἵ, ἐπειδὴ ἑτέρας ὠνομάσθησαν ἐπαρχίας, ἐνόμισαν ἀθρόως καὶ ἀλλοεθνεῖς καὶ ἀλλόφυλοι πρὸς ἡμᾶς γεγενῆσθαι οἳ τοσοῦτον ἡμᾶς ἠγνόησαν, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν πεπειραμένοι, μηδὲ εἰς λόγους ποτὲ ἀφικόμενοι. προσεδοκᾶτο δὲ καὶ ἑτέρα συντυχία τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Εὐσταθίου, καὶ γενομένη ἡμῖν. διὰ γὰρ τὸ παρὰ πολλῶν καταβοᾶσθαι αὐτὸν ὡς περὶ τὴν πίστιν παραχαράσσοντά τι, ἀφικόμεθα αὐτῷ εἰς λόγους, καὶ εὕρομεν σὺν Θεῷ πρὸς πᾶσαν ὀρθότητα εὐγνωμόνως ἀκολουθοῦντα. τὰ δὲ τῶν ἐπισκόπων γράμματα παρὰ τὴν αἰτίαν αὐτῶν ἐκείνων οὐκ ἐκομίσθη τῇ τιμιότητί σου, οὓς ἐχρῆν τὰ παρʼ ἡμῶν διαπέμψασθαι· ἀλλὰ καὶ ἐμὲ παρῆλθε, τῇ συνεχείᾳ τῶν φροντίδων ἐκκρουσθέντα τῆς μνήμης.
§98.3 Τὸν δʼ ἀδελφὸν Γρηγόριον κἀγὼ ἠβουλόμην οἰκονομεῖν ἐκκλησίαν τῇ αὐτοῦ φύσει σύμμετρον. αὕτη δὲ ἦν πᾶσα εἰς ἓν συναχθεῖσα ὑφʼ ἡλίῳ. ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, ἔστω ἐπίσκοπος, μὴ ἐκ τοῦ τόπου σεμνυνόμενος, ἀλλὰ τὸν τόπον σεμνύνων ἀφʼ ἑαυτοῦ. ὄντως γὰρ μεγάλου ἐστὶν οὐ τοῖς μεγάλοις μόνον ἀρκεῖν, ἀλλὰ καὶ τὰ μικρὰ μεγάλα ποιεῖν τῇ ἑαυτοῦ δυνάμει.
§98.4 Τί δὲ δεῖ ποιῆσαι τῷ Παλματίῳ, μετὰ τοσαύτας παρακλήσεις τῶν ἀδελφῶν ἔτι ὑπηρετοῦντι τῷ Μαξίμῳ πρὸς τοὺς διωγμούς; ἀλλʼ ὅμως οὐδὲ νῦν ὀκνοῦσιν ἐπιστεῖλαι· παραγενέσθαι γὰρ καὶ ὑπὸ ἀσθενείας σώματος καὶ ὑπὸ ἀσχολιῶν οἰκειακῶν οὐκ ἐπιτρέπονται.
§98.5 Γίνωσκε μέντοι, θεοφιλέστατε πάτερ, ὅτι πάνυ χρῄζει τῆς παρουσίας σου τὰ ἡμέτερα, καὶ ἀνάγκη σε τὸ τίμιον γῆρας ἔτι ἅπαξ κινῆσαι, ὑπὲρ τοῦ στῆσαι περιφερομένην λοιπὸν καὶ ἐγγὺς πτώματος οὖσαν τὴν Καππαδοκίαν.
§99.1 Πάνυ πολλὴν σπουδὴν ἐνστησάμενος πειθαρχῆσαι μερικῶς γοῦν καὶ τῷ βασιλικῷ προστάγματι καὶ τῷ φιλικῷ τῆς σῆς τιμιότητος γράμματι, οὗ ἐγὼ πάντα λόγον καὶ πᾶσαν γνώμην γέμειν ὀρθῆς προαιρέσεως καὶ ἀγαθῆς διανοίας πεπίστευκα, εἰς ἔργον ἀγαγεῖν τὴν προθυμίαν οὐκ ἐπετράπην. αἴτιον δὲ τὸ μὲν πρῶτον καὶ ἀληθέστατον αἱ ἐμαὶ ἁμαρτίαι, πανταχοῦ μοι προαπαντῶσαι καὶ ὑποσκελίζουσαί μου τὰ διαβήματα· ἔπειτα καὶ τοῦ δοθέντος ἡμῖν εἰς συνεργίαν ἐπισκόπου πρὸς ἡμᾶς ἀλλοτρίωσις. οὐκ οἶδα γὰρ τι παθὼν αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Θεόδοτος, ἐπαγγειλάμενος ἡμῖν ἐξ ἀρχῆς πάντα συμπράξειν, καὶ προθύμως ἡμᾶς ἀπὸ Γητασῶν ἐπὶ Νικόπολιν καταγαγών, ἐπειδὴ εἶδεν ἡμᾶς ἐπὶ τῆς πόλεως, οὕτως ἡμᾶς ἐβδελύξατο, καὶ οὕτως ἐφοβήθη τὰς ἁμαρτίας ἡμῶν, ὡς μήτε εἰς ἑωθινὴν εὐχὴν μήτε εἰς ἑσπερινὴν ἀνασχέσθαι ἡμᾶς παραλαβεῖν· δίκαια μὲν ποιῶν, ὡς πρὸς ἡμᾶς, καὶ πρέποντα τῷ ἐμῷ βίῳ, οὐ λυσιτελοῦντα δὲ τῇ κοινῇ καταστάσει τῶν ἐκκλησιῶν βουλευόμενος. τὴν δὲ αἰτίαν τούτων προέφερεν ἡμῖν, ὅτι ἠνεσχόμεθα εἰς κοινωνίαν τὸν αἰδεσιμώτατον ἐπίσκοπον Εὐστάθιον παραδέξασθαι. τὸ μέντοι γενόμενον παρʼ ἡμῶν τοιοῦτόν ἐστιν.
§99.2 Ἡμεῖς, κληθέντες εἰς σύνοδον παρὰ τοῦ ἀδελφοῦ Θεοδότου τελουμένην καὶ ὁρμήσαντες διἀγάπην ὑπακοῦσαι τῇ κλήσει, ἵνα μὴ δόξωμεν ἄπρακτον καὶ ἀργὴν ποιεῖσθαι τὴν συντυχίαν, ἐσπουδάσαμεν εἰς λόγους ἐλθεῖν τῷ προειρημένῳ ἀδελφῷ Εὐσταθίῳ. καὶ προετείναμεν αὐτῷ τὰ περὶ τῆς πίστεως ἐγκλήματα, ὅσα προφέρουσιν αὐτῷ οἱ περὶ τὸν ἀδελφὸν Θεόδοτον, καὶ ἠξιώσαμεν, εἰ μὲν ἕπεται τῇ ὀρθῇ πίστει, φανερὸν ἡμῖν καταστῆσαι, ὥστε ἡμᾶς εἶναι κοινωνικούς· εἰ δὲ ἀλλοτρίως ἔχει, ἀκριβῶς εἰδέναι, ὅτι καὶ ἡμεῖς ἕξομεν πρὸς αὐτὸν ἀλλοτρίως. πολλῶν τοίνυν γενομένων λόγων πρὸς ἀλλήλους, καὶ πάσης ἐκείνης τῆς ἡμέρας ἐν τῇ περὶ τούτων σκέψει δαπανηθείσης, καταλαβούσης λοιπὸν τῆς ἑσπέρας, διεκρίθημεν ἀπʼ ἀλλήλων, εἰς οὐδὲν ὁμολογούμενον πέρας τὸν λόγον προαγαγόντες. τῇ δὲ ἑξῆς πάλιν, ἕωθεν σνγκαθεσθέντες, περὶ τῶν αὐτῶν διελεγόμεθα, ἐπελθόντος ἤδη καὶ τοῦ ἀδελφοῦ Ποιμενίου, τοῦ πρεσβυτέρου τῆς Σεβαστείας, καὶ σφοδρῶς ἡμῖν τὸν ἐναντίον γυμνάζοντος λόγον. κατὰ μικρὸν οὖν ἡμεῖς τε, ὑπὲρ ὧν ἔδοξεν ἡμῖν ἐγκαλεῖν, ἀπελυόμεθα, κἀκείνους εἰς τὴν τῶν ἐπιζητουμένων ὑφʼ ἡμῶν συγκατάθεσιν προηγάγομεν, ὥστε χάριτι τοῦ Κυρίου εὑρεθῆναι ἡμᾶς μηδὲ εἰς τὸ σμικρότατον πρὸς ἀλλήλους διαφερομένους. οὕτω τοίνυν περὶ ἐννάτην που ὥραν ἀνέστημεν ἐπὶ τὰς προσευχάς, εὐχαριστήσαντες τῷ Κυρίῳ τῷ δόντι ἡμῖν τὸ αὐτὸ φρονεῖν καὶ τὸ αὐτὸ λέγειν. ἐπὶ τούτοις ἔδει με καὶ ἔγραφόν τινα παρὰ τοῦ ἀνδρὸς ὁμολογίαν λαβεῖν, ὥστε καὶ τοῖς ἐναντιουμένοις αὐτῷ φανερὰν γενέσθαι τὴν συγκατάθεσιν, καὶ τοῖς λοιποῖς ἱκανὴν εἶναι τοῦ ἀνδρὸς τῆς προαιρέσεως τὴν ἀπόδειξιν. ἀλλʼ ἐβουλήθην αὐτὸς ὑπὲρ πολλῆς ἀκριβείας, τοῖς ἀδελφοῖς συντυχὼν τοῖς περὶ Θεόδοτον, παρʼ αὐτῶν λαβεῖν γραμματεῖον πίστεως, καὶ αὐτὸ προτεῖναι τῷ προειρημένῳ· ἵνα ἀμφότερα γένηται, τε ὀρθὴ πίστις παρʼ αὐτοῦ ὁμολογηθῇ, καὶ αὐτοὶ πληροφορηθῶσι, μηδεμίαν ἔχοντες ἀντιλογίας ὑπόθεσιν ἐκ τοῦ τὰς παρʼ αὐτῶν προτάσεις παραδεχθῆναι. ἀλλὰ πρὶν μαθεῖν τίνος ἕνεκεν συνετύχομεν, καὶ τί ἡμῖν ἐκ τῆς ὁμιλίας κατώρθωται, οἱ περὶ τὸν ἐπίσκοπον Θεόδοτον οὐκέτι ἡμᾶς εἰς τὴν σύνοδον προτρέψασθαι κατηξίωσαν. ἀλλʼ ἀπὸ μέσης ἀνεζεύξαμεν τῆς ὁδοῦ, ἀθυμήσαντες, ὅτι ἀτελεῖς ἡμῖν ποιοῦσι τοὺς ὑπὲρ τῆς εἰρήνης τῶν ἐκκλησιῶν καμάτους.
§99.3 Μετὰ ταῦτα τοίνυν, ἐπειδὴ κατέλαβεν ἡμᾶς ἀνάγκη τῆς ἐπὶ τὴν Ἀρμενίαν ὁδοῦ, εἰδὼς τοῦ ἀνδρὸς τὸ ἰδιότροπον καὶ βουλόμενος ὑπὸ μάρτυρι ἀξιοπίστῳ αὐτός τε ὑπὲρ τῶν πεπραγμένων ἀπολογήσασθαι κἀκεῖνον πληροφορῆσαι, ἦλθον ἐπὶ τὰ Γήτασα τὸν ἀγρὸν τοῦ θεοφιλεστάτου ἐπισκόπου Μελετίου, συμπαρόντος μοι καὶ αὐτοῦ τοῦ προειρημένου Θεοδότου· καὶ οὕτως ἐκεῖ, ἐπειδὴ ἐνεκλήθημεν παρʼ αὐτοῦ ἐπὶ τῇ πρὸς Εὐστάθιον συναφείᾳ, εἶπον τὸ ἐκ τῆς συντυχίας κατόρθωμα, ὅτι ἔλαβον αὐτὸν εἰς πάντα ἡμῖν ὁμοδοξοῦντα. ὡς δὲ διεβεβαιοῦτο ἔξαρνον γεγενῆσθαι μετὰ τὴν ἀφʼ ἡμῶν ἀναχώρησιν, καὶ διαβεβαιοῦσθαι αὐτὸν τοῖς ἰδίοις αὐτοῦ μαθηταῖς, μὲν εἰς μηδὲν ἡμῖν περὶ τῆς πίστεως συντεθεῖσθαι, ἀπήντων ἐγὼ πρὸς ταῦτα (καὶ σκόπει, θαυμασιώτατε, εἰ μὴ δικαιοτάτας καὶ ἀναντιρρήτους ἐποιούμην πρὸς τοῦτο τὰς ἀποκρίσεις), ὅτι ἐγὼ μὲν πέπεισμαι, εἰκάζων ἐκ τῆς λοιπῆς εὐσταθείας τοῦ ἀνδρός, μὴ οὕτως αὐτὸν κούφως περιτρέπεσθαι πρὸς τὰ ἐναντία, μηδὲ νῦν μὲν ὁμολογεῖν νῦν δὲ ὑπὲρ ὧν εἶπεν ἀρνεῖσθαι, ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος ὡς φοβερὸν ἀποφεύγοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων καὶ οὕτω παρὰ πᾶσι βεβοημένων, ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ. εἰ δὲ ἄρα καὶ ἀληθῆ εἶναι συμβῇ τὰ θρυλλούμενα παρʼ ὑμῶν, προτεῖναι αὐτῷ γραμματεῖον πᾶσαν ἔχον τῆς ὀρθῆς πίστεως τὴν ἀπόδειξιν χρή. ἐὰν μὲν οὖν εὕρω αὐτὸν συντιθέμενον ἐγγράφως, ἐπιμενῶ τῇ κοινωνίᾳ· ἐὰν δὲ λάβω ἀναδυόμενον, ἀποστήσομαι αὐτοῦ τῆς συναφείας. ἀποδεξαμένου τὸν λόγον τοῦ ἐπισκόπου Μελετίου καὶ τοῦ ἀδελφοῦ Διοδώρου τοῦ συμπρεσβυτέρου (παρῆν γὰρ τοῖς γινομένοις), συνθέμενος αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος ἐκεῖ, καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικόπολιν, ἵνα καὶ τὴν ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα, καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼν ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ κατελάβομεν τὴν Νικόπολιν, ἐπιλαθόμενος ὧν τε παρʼ ἐμοῦ ἤκουσεν. ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις, ἃς μικρῷ πρόσθεν διηγησάμην, καταισχύνας ἡμᾶς ἀπέπεμψε.
§99.4 Πῶς οὖν ἦν δυνατόν μοι, τιμιωτάτη κεφαλή, ποιῆσαί τι τῶν προστεταγμένων, καὶ δοῦναι ἐπισκόπους τῇ Ἀρμενίᾳ, οὕτω πρός με τοῦ κοινωνοῦ τῆς φροντίδος διατεθέντος, παρʼ οὗ ἐγὼ προσεδόκων τοὺς ἐπιτηδείους ἄνδρας εὐρήσειν; διὰ τὸ εἶναι ἐν τῇ παροικίᾳ αὐτοῦ καὶ εὐλαβεῖς καὶ συνετοὺς καὶ τῆς γλώττης ἐμπείρους καὶ τὰ λοιπὰ ἰδιώματα τοῦ ἔθνους ἐπισταμένους· ὧν εἰδὼς τὰ ὀνόματα, ἑκὼν σιωπήσομαι, ἵνα μή τι ἐμπόδιον γένηται πρὸς τὸ ἐν ἑτέρῳ γοῦν χρόνῳ χρησιμευθῆναι τὴν Ἀρμενίαν. Καὶ νῦν γενόμενος μέχρι Σατάλων ἐν τοιούτῳ σώματι, τὰ μὲν λοιπὰ ἔδοξα τῇ τοῦ Θεοῦ χάριτι καθιστᾷν, εἰρηνεύσας τοὺς τῆς Ἀρμενίας ἐπισκόπους, καὶ διαλεχθεὶς αὐτοῖς τὰ πρέποντα, ὥστε ἀποθέσθαι τὴν συνήθη ἀδιαφορίαν καὶ ἀναλαβεῖν τὴν γνησίαν τοῦ Κυρίου ὑπὲρ τῶν ἐκκλησιῶν σπουδήν, δοὺς αὐτοῖς καὶ τύπους περὶ τῶν ἀδιαφόρως κατὰ τὴν Ἀρμενίαν παρανομουμένων, ὅπως αὐτοῖς προσῆκεν ἐπιμελεῖσθαι. ἐδεξάμην δὲ καὶ ψηφίσματα παρὰ τῆς ἐκκλησίας Σατάλων, παράκλησιν ἔχοντα δοθῆναι αὐτοῖς παρʼ ἡμῶν ἐπίσκοπον. ἐπιμελὲς δέ μοι τοῦτο ἐγένετο, καὶ τὴν περιχυθεῖσαν βλασφημίαν τῷ ἀδελφῷ ἡμῶν Κυρίλλῳ τῷ ἐπισκόπῳ Ἀρμενίας ἀνερευνῆσαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ εὕρομεν αὐτὴν ψευδῶς κινηθεῖσαν ἐκ διαβολῆς τῶν μισούντων αὐτόν· ἣν καὶ φανερῶς ὡμολόγησαν ἐφʼ ἡμῶν. καὶ ἐδόξαμεν μετρίως ἡμεροῦν πρὸς αὐτὸν τὸν ἐν Σατάλοις λαόν, ὥστε μηκέτι αὐτοῦ τὴν κοινωνίαν φεύγειν. εἰ δὲ μικρὰ ταῦτα καὶ οὐδενὸς ἄξια, ἀλλὰ παρʼ ἡμῶν οὐδὲν ἦν πλέον δυνατὸν γενέσθαι, διὰ τὴν ἐκ τῆς τοῦ διαβόλου περιεργίας ἡμῶν αὐτῶν πρὸς ἀλλήλους ἀσυμφωνίαν. ταῦτά με ἔδει σιωπᾷν, ἵνα μὴ δόξω δημοσιεύειν ἐμαυτοῦ τὰ ὀνείδη· ἀλλʼ ἐπειδὴ οὐκ ἦν ἄλλως ἀπολογήσασθαί σου τῇ μεγαλοφυΐᾳ, εἰς ἀνάγκην ἦλθον πᾶσαν τῶν γεγονότων τὴν ἀλήθειαν διηγήσασθαι.
§100.1 Οὕτως εἶδον τὰ γράμματα τῆς ἀγάπης σου ἐν τῇ γείτονι χώρᾳ τῆς Ἀρμενίας, ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόρρωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχοι θάλασσα ὑπʼ ἀνέμων. καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ μάλιστα τὴν ἀπʼ αὐτοῦ χάριν καιρὸς συνηύξησεν, ὃν ὁποῖος ἦν, καὶ ὅπως ἡμᾶς λυπήσας, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαι τῶν λυπηρῶν· μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ.
§100.2 Ἐμὲ δὲ ἐπέλιπε παντελῶς τὸ σῶμα, ὥστε μηδὲ τὰς σμικροτάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. πλὴν ἀλλʼ εὔχομαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι· εἰ καὶ ὅτι πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν ἐκκλησίαν πραγμάτων. ἐὰν δὲ Θεός, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν, ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλλουσιν ἕξομεν, ὡς οὐ πάντη ἐσμὲν ἀπόβλητοι τῶν δωρεῶν τοῦ Θεοῦ. τοῦτο γοῦν, ἐὰν δυνατόν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι, ἣν διἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου προσεγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην ἡμέραν τοῦ Σεπτεμβρίου μηνός. καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειται πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπισκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθʼ ἡμῶν παρὰ τῆς χρηστότητος Γρηγορίου τοῦ Νυσσαέως ὃς συνόδους συγκροτεῖ κατὰ τὴν Ἀγκύραν καὶ οὐδένα τρόπον ἐπιβουλεύων ἡμῖν ἀφίησιν.
§101.1 Εὐχῆς ἄξιον ἦν, πρώτην διαπεμπομένους ἐπιστολήν, εὐθυμοτέραν ἔχειν τὴν τῶν γραμμάτων ὑπόθεσιν. οὕτω γὰρ ἂν ἡμῖν τὰ κατὰ γνώμην ὑπῆρξε, διότι πᾶσι βουλόμεθα τοῖς ἐν εὐσεβείᾳ ζῇν προαιρουμένοις πάντα τὸν βίον εἰς ἀγαθὸν εὐοδοῦσθαι. ἀλλʼ ἐπειδὴ διοικῶν τὴν ζωὴν ἡμῶν Κύριος, κατὰ τὴν ἄρρητον αὐτοῦ σοφίαν πάντως πρὸς τὸ σύμφερον τῶν ψυχῶν τῶν ἡμετέρων ταῦτα ᾠκονόμησε γενέσθαι, διὧν σοι μὲν ὀδυνηρὰν κατέστησε τὴν ζωήν, ἡμᾶς δέ, τοὺς τῇ κατὰ Θεὸν ἀγάπῃ συνημμένους, εἰς συμπάθειαν ἤγαγε, μαθόντας παρὰ τῶν ἀδελφῶν ἡμῶν ἐν οἷς γέγονας, ἀναγκαῖον ἡμῖν ἐφάνη τὴν ἐνδεχομένην παράκλησιν προσαγαγεῖν σοι. εἰ μὲν οὖν ἦν δυνατὸν καὶ διαβῆναι μέχρι τοῦ τόπου ἐν συμβαίνει διάγειν σου τὴν εὐγένειαν, περὶ παντὸς ἂν τοῦτο ἐποιησάμην. ἐπεὶ δὲ καὶ τοῦ σώματος ἀρρωστία καὶ τῶν συνεχόντων ἡμᾶς πραγμάτων τὸ πλῆθος καὶ αὐτὴν ταύτην ἣν ὑπέστημεν ὁδὸν ἐπὶ πολλῇ τῶν καθʼ ἡμᾶς ἐκκλησιῶν ζημίᾳ παρεσκεύασε, διὰ γραμμάτων ἐπισκέψασθαί σου τὴν σεμνότητα προεθυμήθημεν, ὑπομιμνήσκοντες, ὅτι αἱ θλίψεις αὗται οὐκ ἀργῶς τοῖς δούλοις τοῦ Θεοῦ παρὰ τοῦ ἐπισκοποῦντος ἡμᾶς Κυρίου γίνονται, ἀλλὰ ἐπὶ δοκιμασίᾳ τῆς ἀληθινῆς πρὸς τὸν κτίσαντα ἡμᾶς Θεὸν ἀγάπης. ὡς γὰρ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς ἐν εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα.
§101.2 Ἀγαθότητι Δεσπότου διοικεῖται τὰ πάντα. οὐδὲν τῶν συμβαινόντων ἡμῖν ὡς λυπηρὸν ὑποδέχεσθαι χρή, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθʼ οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται, ἀλλʼ ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μή, ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα τῆς ἐμπολιτευομένης τῷ βίῳ κακία ἀναπλησθῇ. εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα; παρακλήθητι οὖν μὴ ὑποπεσεῖν τοῖς πάθεσιν, ἀλλὰ δεῖξαι ὅτι ὑπέρκεισαι καὶ ὑπερῆρας.
§102.1 Ἐγὼ τάς τε ἰδίας ὑμῶν παρακλήσεις καὶ τὰς τοῦ λαοῦ παντὸς δυσωπηθείς, καὶ ἐδεξάμην τὴν φροντίδα τῆς καθʼ ὑμᾶς ἐκκλησίας, καὶ ὑπεσχόμην ὑμῖν ἐνώπιον Κυρίου μηδὲν ἐλλείψειν τῶν εἰς δύναμιν ἐμὴν ἡκόντων. διὸ ἠναγκάσθην, κατὰ τὸ γεγραμμένον, οἷον τῆς κόρης τοῦ ἐμοῦ ὀφθαλμοῦ ἅψασθαι. οὕτως τὸ ὑπέρβαλλον τῆς καθʼ ὑμᾶς τιμῆς οὐδενός μοι συνεχώρησεν εἰς μνήμην ἐλθεῖν, οὐ συγγενείας, οὐ τῆς ἐκ παιδὸς συνηθείας τῆς ὑπαρχούσης μοι πρὸς τὸν ἄνδρα, πρὸ τῶν παρʼ ὑμῶν αἰτηθέντων· ἀλλὰ πάντων μὲν τῶν ἰδίᾳ μοι ὑπαρχόντων πρὸς αὐτὸν εἰς οἰκειότητος λόγον ἐπιλαθόμενος, μὴ ὑπολογισάμενος δὲ μηδὲ τοῦ στεναγμοῦ τὸ πλῆθος, καταστενάξει μου λαὸς τὴν προστασίαν αὐτοῦ ζημιωθείς, μὴ πάσης αὐτοῦ τῆς συγγενείας τὸ δάκρυον, μὴ μητρὸς αὐτοῦ γηραιᾶς καὶ ἐπὶ μόνῃ τῇ παρʼ αὐτοῦ θεραπείᾳ σαλευούσης τὴν θλίψιν εἰς καρδίαν λαβών· πάντων ὁμοῦ τοιούτων ὄντων καὶ τοσούτων ἀλογήσας, ἑνὸς ἐγενόμην, τοῦ τὴν ὑμετέραν ἐκκλησίαν κατακοσμῆσαι μὲν τῇ τοῦ τηλικούτου ἀνδρὸς προστασίᾳ, βοηθῆσαι δὲ αὐτῇ ἐκ τῆς χρονίας ἀπροστασίας εἰς γόνυ λοιπὸν κλιθείσῃ, καὶ πολλῆς καὶ δυνατῆς χειραγωγίας εἰς τὸ διαναστῆναι δεομένῃ.
§102.2 Τὰ μὲν οὖν ἡμέτερα τοιαῦτα. τὰ δὲ παρʼ ὑμῶς ἀπαιτοῦμεν λοιπὸν μὴ ἐλάττονα φανῆναι τῆν ἡμετέρας ἐλπίδος καὶ τῶν ὑποσχέσεων ἃς πεποιήμεθα τῷ ἀνδρί, ὅτι πρὸς οἰκείους καὶ φίλους αὐτὸν ἐξεπέμψαμεν, ἑκάστου ὑμῶν ὑπερβαλέσθαι τὸν ἕτερον ἐν τῇ περὶ τὸν ἄνδρα σπουδῇ καὶ ἀγάπῃ προθυμουμένου. ὅπως οὖν ἐπιδείξησθε τὴν καλὴν ταύτην φιλοτιμίαν, καὶ τῷ ὑπερβάλλοντι τῆς θεραπείας παρακαλέσητε αὐτοῦ τὴν καρδίαν, ὥστε λήθην μὲν αὐτῷ ἐγγενέσθαι πατρίδος, λήθην δὲ συγγενῶν, λήθην δὲ λαοῦ τοσοῦτον ἐξηρτημένου τῆς προστασίας αὐτοῦ ὅσον παιδίον νεαρὸν τῆς μητρῴας θηλῆς.
§102.3 Προαπεστείλαμεν δὲ Νικίαν, ὥστε τὰ γενόμενα φανερὰ καταστῆσαι τῇ τιμιότητι ὑμῶν, καὶ προλαβόντας ὑμᾶς ἑορτάζειν καὶ εὐχαριστεῖν τῷ Κυρίῳ τῷ διἡμῶν καταξιώσαντι τὴν εὐχὴν ὑμῶν ἐκπληρωθῆναι.
§103 Ἤγαγεν εἰς ἔργον Κύριος τοῦ λαοῦ αὐτοῦ τὰ αἰτήματα, καὶ ἔδωκεν αὐτῷ διὰ τῆς ἡμετέρας ταπεινώσεως ποιμένα ἄξιον μὲν τοῦ ὀνόματος, καὶ οὐ κατὰ τοὺς πολλοὺς καπηλεύοντα τὸν λόγον, δυνάμενον δὲ καὶ ὑμῖν τοῖς τὴν ὀρθότητα τοῦ κηρύγματος ἀγαπῶσι καὶ τὴν κατʼ ἐντολὰς τοῦ Κυρίου ζωὴν καταδεξαμένοις ἀρέσκειν καθʼ ὑπερβολὴν ἐν τῷ ὀνόματι τοῦ Κυρίου τοῦ πληρώσαντος αὐτὸν τῶν πνευματικῶν αὐτοῦ χαρισμάτων.
§104.1 Αὐτὸ τὸ γράφειν πρὸς ἄνδρα τοσοῦτον, κἂν μηδεμία πρόφασις ἑτέρα προσῇ, μέγιστόν ἐστι τῶν εἰς τιμὴν φερόντων τοῖς αἰσθανομένοις· διότι αἱ πρὸς τοὺς παμπληθὲς τῶν λοιπῶν ὑπερέχοντας ὁμιλίαι μεγίστην τοῖς ἀξιουμένοις περιφάνειαν προξενοῦσιν. ἐμοὶ δʼ ὑπὲρ πατρίδος πάσης ἀγωνιῶντι ἀναγκαία πρὸς τὴν σὴν μεγαλόνοιαν ἔντευξις, ἧς ἱκετεύω πράως καὶ κατὰ τὸν σεαυτοῦ τρόπον ἀνασχέσθαι, καὶ χεῖρα ὀρέξαι τῇ πατρίδι ἡμῶν εἰς γόνυ ἤδη κλιθείσῃ. ἔστι δὲ ὑπὲρ οὗ ἱκετεύομέν σε τὸ πρᾶγμα τοιοῦτον.
§104.2 Τοὺς τῷ Θεῷ ἡμῶν ἱερωμένους, πρεσβυτέρους καὶ διακόνους, παλαιὸς κῆνσος ἀτελεῖς ἀφῆκεν. οἱ δὲ νῦν ἀπογραψάμενοι, ὡς οὐ λαβόντες παρὰ τῆς ὑπερφυοῦς σου ἐξουσίας πρόσταγμα, ἀπεγράψαντο, πλὴν εἰ μὴ πού τινες ἄλλως εἶχον ὑπὸ τῆς ἡλικίας τὴν ἄφεσιν. δεόμεθα οὖν μνημόσυνον τῆς σῆς εὐεργεσίας τοῦτο ἡμῖν ἀφεθῆναι, παντὶ τῷ ἐπιόντι χρόνῳ ἀγαθὴν περὶ σοῦ μνήμην διαφύλαττον, καὶ συγχωρηθῆναι κατὰ τὸν παλαιὸν νόμον τῆς συντελείας τοὺς ἱερατεύοντας· καὶ μὴ εἰς πρόσωπον τῶν νῦν καταλαμβανομένων γενέσθαι τὴν ἄφεσιν (οὕτω γὰρ εἰς τοὺς διαδόχους χάρις μεταβήσεται, οὓς οὐ πάντως συμβαίνει τοῦ ἱερατεύειν ἀξίους εἶναι), ἀλλὰ κατὰ τὸν ἐν τῇ ἐλευθέρᾳ ἀπογραφῇ τύπον κοινήν τινα συγχώρησιν κληρικῶν γενέσθαι, ὥστε ὑπὸ τῶν οἰκονομούντων τὰς ἐκκλησίας τοῖς ἑκάστοτε λειτουργοῦσι τὴν ἀτέλειαν δίδοσθαι.
§104.3–136.1
§104.3 Ταῦτα καὶ τῇ σῇ μεγαλοφυΐᾳ ἀθάνατον τὴν ἐπὶ τοῖς ἀγαθοῖς δόξαν διαφυλάξει, καὶ τῷ βασιλικῷ οἴκῳ πολλοὺς τοὺς ὑπερευχομένους παρασκευάσει, καὶ αὐτοῖς τοῖς δημοσίοις μέγα παρέξει ὄφελος, ἡμῶν οὐ πάντως τοῖς κληρικοῖς, ἀλλὰ τοῖς ἀεὶ καταπονουμένοις τὴν ἀπὸ τῆς ἀτελείας παραμυθίαν παρεχομένων· ὅπερ οὖν καὶ ἐπὶ τῆς ἐλευθερίας ποιοῦμεν, ὡς ἔξεστι γνῶναι τῷ βουλομένῳ.
§105.1 Ἐγὼ καὶ Σαμοσάτοις ἐπιστὰς προσεδόκησα συντεύξαθαι τῇ κοσμιότητι ὑμῶν· καὶ ἐπειδὴ διήμαρτον τῆς συντυχίας, οὐ μετρίως ἤνεγκα τὴν ζημίαν, λογιζόμενος πότε εἴη ἐμοὶ δυνατὸν πάλιν πλησιάσαι τοῖς καθʼ ὑμᾶς χωρίοις ὑμῖν αἱρετὸν τὴν ἡμετέραν καταλαβεῖν. ἀλλʼ ἐκεῖνα μὲν κείσθω ἐν τῷ θελήματι τοῦ Κυρίου.
§105.2 Τὸ δὲ νῦν ἔχον, ἐπειδὴ εὗρον τὸν υἱὸν Σωφρόνιον πρὸς ὑμᾶς ἐξορμῶντα, ἡδέως αὐτῷ τὴν ἐπιστολὴν ἐπέθηκα ταύτην, προσηγορίαν ὑμῖν κωμίζουσαν καὶ τὴν ἡμετέραν γνώμην δηλοῦσαν, ὅτι οὐ διαλιμπάνομεν τῇ τοῦ Θεοῦ χάριτι μεμνημένοι ὑμῶν, καὶ εὐχαριστοῦντες ὑπὲρ ὑμῶν τῷ Κυρίῳ ὅτι ἀγαθῆς ῥίζης ἀγαθὰ βλαστήματά ἐστε, ἔγκαρπα τοῖς ἀγαθοῖς ἔργοις, καὶ τῷ ὄντι ὡς κρίνα ἐν μέσῳ ἀκανθῶν. τὸ γὰρ ὑπὸ τοσαύτης διαστροφῆς τῶν παραφθειρόντων τὸν λόγον τῆς ἀληθείας περικυκλουμένας μὴ ἐνδοῦναι πρὸς τὰς ἀπάτας, μηδὲ τὸ ἀποστολικὸν τῆς πίστεως κήρυγμα καταλιπούσας πρὸς τὴν νῦν ἐπιπολάζουσαν καινοτομίαν μετατεθῆναι, πῶς οὐχὶ μεγάλης μὲν πρὸς τὸν Θεὸν εὐχαριστίας ἄξιον, μεγάλους δὲ ὑμῖν ἐπαίνους δικαιότατα προξενεῖ; εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκατε· μὴ προδῶτε ταύτην τὴν παρακαταθήκην· πατέρα τὴν πάντων ἀρχήν· Υἱὸν μονογενῆ, ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Θεόν, τέλειον ἐκ τελείου, εἰκόνα ζῶσαν, ὅλον δεικνύντα ἐν ἑαυτῷ τὸν Πατέρα· Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, τὴν πηγὴν τῆς ἁγιότητος, δύναμιν ζωῆς παρεκτικήν, χάριν τελειοποιόν, διοὖ υἱοθετεῖται ἄνθρωπος, καὶ ἀπαθανατίζεται τὸ θνητόν, συνημμένον Πατρὶ καὶ Υἱῷ κατὰ πάντα ἐν δόξῃ καὶ ἀϊδιότητι, ἐν δυνάμει καὶ βασιλείᾳ, ἐν δεσποτείᾳ καὶ θεότητι, ὡς καὶ τοῦ σωτηρίου βαπτίσματος παράδοσις μαρτυρεῖ.
§105.3 Οἱ δὲ κτίσμα λέγοντες τὸν Υἱὸν τὸ Πνεῦμα, ὅλως αὐτὸ εἰς τὴν λειτουργικὴν καὶ δουλικὴν κατάγοντες τάξιν, μακράν εἰσι τῆς ἀληθείας, ὧν φεύγειν προσήκει τὰς κοινωνίας καὶ ἐκτρέπεσθαι τοὺς λόγους ὡς δηλητήρια ὄντα ψυχῶν· ἐὰν δέ ποτε δῷ ἡμῖν Κύριος γενέσθαι κατὰ ταὐτόν, πλατύτερον ὑμῖν τοὺς περὶ τῆς πίστεως ἐκθησόμεθα λόγους, ὥστε μετʼ ἀποδείξεων γραφικῶν καὶ τὸ τῆς ἀληθείας ἰσχυρὸν καὶ τὸ σαθρὸν τῆς αἱρέσεως ὑμᾶς ἐπιγνῶναι.
§106.1 Ὑπὲρ πολλῶν ἔχοντες εὐχαριστεῖν τῷ Κυρίῳ, ὧν καὶ ἠξιώθημεν παρʼ αὐτοῦ ἐπὶ τῆς ἐπιδημίας ἡμῶν, μέγιστον ἀγαθὸν ἐκρίναμεν τὴν γνῶσιν τῆς σῆς τιμιότητος, τὴν παρὰ τοῦ ἀγαθοῦ Δεσπότου παρασχεθεῖσαν ἡμῖν. ἔγνωμεν γὰρ ἄνδρα δεικνύντα, ὅτι καὶ ἐν τῷ στρατιωτικῷ βίῳ δυνατὸν τῆς πρὸς Θεὸν ἀγάπης τὸ τέλειον διασῶσαι, καὶ ὅτι οὐκ ἐν τῇ περιβολῇ τῆς ἐσθῆτος, ἀλλʼ ἐν τῇ διαθέσει τῆς ψυχῆς Χριστιανὸς ὀφείλει χαρακτηρίζεσθαι.
§106.2 Καὶ τότε οὖν μετὰ πάσης ἐπιθυμίας συνετύχομέν σοι, καὶ νῦν, ὁσάκις ἂν εἰς μνήμην ἔλθωμεν, μεγίστης ἀπολαύομεν εὐφροσύνης. ἀνδρίζου τοίνυν, καὶ ἴσχυε, καὶ τὴν πρὸς Θεὸν ἀγάπην τρέφειν καὶ πολυπλασιάζειν ἀεὶ σπούδαζε, ἵνα σοι καὶ τῶν ἀγαθῶν παρʼ αὐτοῦ χορηγία ἐπὶ μεῖζον προΐῃ. ὅτι δὲ καὶ ἡμῶν μέμνησαι, οὐδεμιᾶς ἑτέρας ἀποδείξεως προσδεόμεθα, τὴν ἐκ τῶν πραγμάτων ἔχοντες μαρτυρίαν.
§107.1 Πάνυ ἠθύμησα τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, ὅτι σε πάλιν αἱ αὐταὶ περιέχουσιν ἀνάγκαι. καὶ τί δεῖ ποιεῖν πρὸς ἀνθρώπους οὕτω παλίμβολου ἐπιδεικνυμένους τὸ ἦθος, καὶ ἄλλοτε ἄλλα λέγοντας, καὶ ταῖς ἰδίαις ὁμολογίαις μὴ ἐμμένοντας; εἰ γὰρ μετὰ τὰς ἐπʼ ἐμοῦ καὶ τοῦ ἀπὸ ὑπάρχων ὑποσχέσεις, νῦν, ὡς μηδενὸς εἰρημένου, οὕτω στενοχωρεῖ τὴν προθεσμίαν, ἔοικε παντελῶς ἀπηρυθριακέναι πρὸς ἡμᾶς ἀνήρ.
§107.2 Πλὴν ἀλλʼ ἐπέστειλα αὐτῷ, ἐντρέπων αὐτὸν καὶ ὑπομιμνήσκων τῶν αὐτοῦ ὑποσχέσεων. ἐπέστειλα δὲ καὶ Ἑλλαδίῳ, τῷ οἰκείῳ τοῦ ὑπάρχου, ἵνα διαὐτοῦ διδαχθῇ τὰ κατὰ σὲ ὕπαρχος. αὐτὸς γὰρ μέχρι τοσούτου θαρρῆσαι δικαστῇ τοσούτῳ οὐκ ἐνόμισα ἐπίβαλλον εἶναί μοι, διὰ τὸ μηδέ πω περὶ ἰδιωτικοῦ πράγματος αὐτῷ ἐπεσταλκέναι, καὶ ὑφορᾶσθαι κατάγνωσίν τινα, ὡς οἶδας, εὐκόλως τῶν μεγάλων ἀνδρῶν ἀγριαινόντων πρὸς τὰ τοιαῦτα· εἰ μέντοι τι ἔσται ὄφελος, ἔσται τοῦτο διὰ Ἑλλαδίου, ἀνθρώπου καὶ χρηστοῦ καὶ περὶ ἡμᾶς διακειμένου, καὶ Θεὸν φοβουμένου, καὶ παρρησίαν ἀμύθητον ἔχοντος πρὸς τὸν ἄρχοντα. δυνατὸς δὲ ἅγιος διαγαγεῖν σε πάσης θλίψεως, μόνον ἐὰν ἀληθινῇ καὶ γνησίᾳ καρδίᾳ ἐπελπίσωμεν ἐπʼ αὐτόν.
§108.1 Ἐθαύμασα ἀκούσας ὅτι, τῶν χρηστῶν ἐκείνων καὶ πρεπόντων τῇ σῇ ἐλευθερίᾳ ὑποσχέσεων ἐπιλαθόμενος, νῦν σφοδροτάτην καὶ ἀπαραίτητον ἐπάγεις τὴν ἀπαίτησιν τῇ ἀδελφῇ τῇδε· καὶ τί εἰκάσω ἐκ τῶν λεγομένων οὐκ ἔχω. σοί τε γὰρ πολλὴν παρὰ τῶν πεπειραμένων σου μαρτυρουμένην ἐλευθερίαν σύνοιδα, καὶ τῶν ὑποσχέσεών σου μέμνημαι ὧν ἐποίησας ἐπʼ ἐμοῦ καὶ τοῦδε, λέγων ἐλάττονα μὲν γράφειν χρόνον, πλείονα δὲ συγχωρήσειν διὰ τὸ βούλεσθαι συμπεριφέρεσθαι τῇ ἀνάγκῃ τοῦ πράγματος, καὶ συγγνώμην παρέχειν τῇ ἐλευθέρᾳ ἀναγκαζομένῃ τοσοῦτον ἀθρόως ἐκ τῆς οἰκίας προΐεσθαι χρῆμα.
§108.2 Τίς οὖν αἰτία διἣν τοσαύτη μεταβολὴ γέγονεν ἐγὼ νοεῖν οὐκ ἔχω. πλὴν ὅπερ ἂν , παρακαλῶ σε, μεμνημένον τῆς σεαυτοῦ ἐλευθεριότητος καὶ πρὸς τὸν Κύριον ἀπιδόντα τὸν ἀμειβόμενον τὰς χρηστὰς προαιρέσεις, δοῦναι τὸν καιρὸν ὃν ἐξ ἀρχῆς ὑπέσχου τῆς ἀνέσεως, ἵνα δυνηθῶσι συμπωλήσαντες τὰ ἑαυτῶν διαλῦσαι τὸ χρέος. δῆλον δὲ ὅτι κἀκείνων μέμνημαι, ὅτι ὑπέσχου, εἰ λάβοις τὸ ὁμολογηθὲν χρυσίον, πάντα τὰ ὁμολογηθέντα χαρτία, καὶ τὰ ἐπὶ τῶν ἀρχόντων πραχθέντα καὶ τὰ ἰδιωτικῶς γενόμενα, παραδώσειν τῇ προειρημένῃ.
§108.3 Παρακαλῶ οὖν, καὶ ἡμᾶς τίμησον καὶ κτῆσαι παρὰ τῷ Κυρίῳ μεγάλην ἑαυτῷ εὐλογίαν, ἀναμνησθεὶς τῶν σεαυτοῦ ὑποσχέσεων, γινώσκων ὅτι ἄνθρωπος εἶ καὶ αὐτὸς ἀναμένειν ὀφείλεις τοὺς καιροὺς ἐν οἷς δεηθήσῃ τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως· ἣν μὴ ἀποκλείσῃς σεαυτῷ διὰ τῆς παρούσης σκληρότητος, ἀλλʼ εὐτρέπισον τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ ἐπὶ σαυτόν, πᾶσαν χρηστότητα καὶ ἐπιείκειαν τοῖς καταπονουμένοις ἐπιδειξάμενος.
§109.1 Πάνυ παραιτούμενος διὄχλου εἶναι τῇ χρηστότητί σου διὰ τὸ μέγεθος τῆς περὶ ὑμᾶς ἀρχῆς, ἵνα μὴ δόξω ἀμέτρως ἐμφορεῖσθαι τῆς φιλίας ὑμῶν, ὅμως ὑπὸ τῶν ἀναγκῶν ἡσυχάζειν οὐκ ἐπιτρέπομαι. τὴν γοῦν ἀδελφὴν τήνδε, καὶ πρὸς γένος ἡμῖν οὖσαν καὶ διὰ χηρείαν καταπονουμένην καὶ παιδὸς ὀρφανοῦ πράγματος φροντίζουσαν, ἐπεὶ εἶδον λοιπὸν ὑπὲρ δύναμιν ἀφορήτοις ἀνάγκαις συνεχομένην, κατελεήσας καὶ παθὼν τὴν ψυχὴν ἔσπευσα παρακαλέσαι σε, ἵνα, εἴ τις δύναμις, τῷ ἀποσταλέντι παρʼ αὐτῆς ἀνθρώπῳ καταξιώσῃς συμπρᾶξαι, πρὸς τὸ ὅπερ αὕτη παριοῦσα ὑπέσχετο ὑφʼ ἡμῶν, ἤδη τοῦτο αὐτὴν ἀποδοῦσαν τῆς εἰς τὸ πλέον ἐπηρείας ἀπαλλαγῆναι. ὑπέσχετο γὰρ τὸ κεφάλαιον δοῦσα συγχωρεῖσθαι τοὺς τόκους.
§109.2 Νῦν τοίνυν οἱ φροντίζοντες αὐτῆς τῶν κληρονόμων μετὰ τὸ κεφάλαιον καὶ τὴν τῶν τόκων εἴσπραξιν ἐπιχειροῦσι ποιήσασθαι. ὡς οὖν εἰδὼς ὅτι Κύριός ἐστιν τὰ τῶν χηρῶν καὶ ὀρφανῶν ἰδιοποιούμενος, οὕτω σπούδασον χρήσασθαι ἑαυτὸν τῇ σπουδῇ τῇ ὑπὲρ τοῦ πράγματος ἐπʼ ἐλπίδι τῆς παρʼ αὐτοῦ τοῦ Θεοῦ ἡμῶν μισθαποδοσίας. οἶμαι γὰρ καὶ τὴν ἡμερότητα τοῦ θαυμασιωτάτου ἐπάρχου μαθοῦσαν ὅτι τὸ κεφάλαιον ἐκτέτισται, συμπαθήσειν τῷ ἐλεεινῷ λοιπὸν καὶ ἀθλίῳ οἴκῳ εἰς γόνυ κλιθέντι καὶ οὐκέτι ἀρκοῦντι ταῖς ἔξωθεν αὐτῷ ἐπαγομέναις ἐπηρείαις. παρακαλῶ οὖν, καὶ τῇ ἀνάγκῃ σύγγνωθι διἣν ὤχλησά σοι, καὶ τῷ πράγματι σύμπραξον κατὰ τὴν δύναμιν, ἣν ἔδωκέ σοι Χριστὸς χρηστῷ καὶ ἀγαθῷ τὸν τρόπον ὄντι, καὶ εἰς ἀγαθὸν οἷς ἔλαβες κεχρημένῳ.
§110.1 Ὅσης ἡμῖν τιμῆς καὶ παρρησίας μεταδίδως, τῇ ἡμερότητι τοῦ τρόπου καταβαίνειν πρὸς ἡμᾶς ἀνεχόμενος, τοσαύτην σοι καὶ ἔτι πλείω ἐν παντὶ τῷ βίῳ παρὰ τοῦ ἀγαθοῦ ἡμῶν Δεσπότου τὴν αὔξησιν γενέσθαι τῆς περιφανείας εὐχόμεθα. ἐμὲ δὲ καὶ πάλαι ἐπιθυμοῦντα γράφειν καὶ ἀπολαύειν τῆς παρὰ σοῦ τιμῆς, κατεῖχεν πρὸς τὸ ὑπερέχον αἰδώς, εὐλαβούμενον μήποτε νομισθῶ ἀμέτρως ἐμφορεῖσθαι τῆς παρρησίας.
§110.2 Νῦν δὲ ὁμοῦ μὲν καὶ τὸ λαβεῖν τὴν ἐξουσίαν τοῦ ἐπιστέλλειν παρὰ τῆς ἀπαραβλήτου σου μεγαλοφυΐας, ὁμοῦ δὲ καὶ χρεία τῶν καταπονουμένων ἐξεβιάσατό με πρὸς τὸ θαρσεῖν. εἴ τις οὖν καὶ παρὰ τῶν μικρῶν ἐπὶ τοῖς μεγίστοις ἱκετηρίας ἰσχύς, παρακλήθητι, θαυμασιώτατε, φιλανθρώπῳ νεύματι ἐλεεινῇ ἀγροικίᾳ τὴν σωτηρίαν χαρίσασθαι, καὶ τοῖς τὸν Ταῦρον οἰκοῦσι τὸν σιδηροφόρον φορητὴν προστάξαι γενέσθαι τὴν τοῦ σιδήρου συντέλειαν, ὡς μὴ εἰς ἅπαξ αὐτοὺς ἐκτριβῆναι, ἀλλὰ διαρκῇ αὐτῶν εἶναι τὴν ὑπηρεσίαν τοῖς δημοσίοις· οὗ μάλιστα πάντων μέλειν τῇ ἀξιαγάστῳ σου φιλανθρωπίᾳ πεπείσμεθα.
§111.1 Ἄλλως μὲν οὐκ ἂν ἐθάρρησα διὄχλου γενέσθαι τῇ μεγαλοφυΐᾳ σου, εἰδὼς καὶ ἐμαυτὸν μετρεῖν καὶ τὰς ἐξουσίας γνωρίζειν. ἐπειδὴ δὲ εἶδον ἄνδρα φίλον ἐναγωνίως διακείμενον ἐπὶ τῷ μετακληθῆναι, ἀπετόλμησα αὐτῷ δοῦναι τὴν ἐπιστολὴν ταύτην, ἵνα ἀνθʼ ἱκετηρίας αὐτὴν προβαλλόμενος τύχῃ τινὸς φιλανθρωπίας. πάντως δέ, εἰ καὶ ἡμεῖς οὐδενὸς λόγου ἄξιοι, ἀλλʼ αὐτὸ τὸ μέτριον ἱκανὸν δυσωπῆσαι τὸν φιλανθρωπότατον τῶν ὑπάρχων καὶ ἡμῖν δοῦναι συγγνώμην, ἵνα, εἰ μὲν μηδὲν πεπλημμέληται τῷ ἀνδρί, σωθῆναι αὐτὸν διαὐτὴν τὴν ἀλήθειαν, εἰ δὲ καὶ ἥμαρτεν, ἀφεθῆναι αὐτῷ διἡμᾶς τοὺς ἱκετεύσαντας.
§111.2 Οἷα δὲ τὰ ἐνταῦθα τῶν πραγμάτων ἐστί, τίς μᾶλλον ἐπίσταται σοῦ, τοῦ καὶ ἐπιβλέποντος τὰ παρʼ ἑκάστῳ σαθρὰ καὶ τῇ θαυμασίᾳ προμηθείᾳ τὰ πάντα διακρατοῦντος;
§112.1 Εἰ μὲν οὕτως εἶχον σώματος, ὥστε ῥᾳδίως ὑπομένειν ὁδοιπορίας δύνασθαι καὶ τὰ τοῦ χειμῶνος δυσχερῆ φέρειν, οὐκ ἂν ἐπέστελλον, ἀλλʼ αὐτὸς παρὰ τὴν σὴν μεγαλοψυχίαν ἐβάδιζον δυοῖν ἕνεκεν· τοῦ τε παλαιὸν ὑποσχέσεως ἐκτίσαι χρέος (οἶδα γὰρ ὁμολογήσας παρέσεσθαι τῇ Σεβαστείᾳ καὶ ἀπολαῦσαί σου τῆς τελειότητος· ὅπερ ἐποίησα μέν, διήμαρτον δὲ τῆς συντυχίας, μικρὸν κατόπιν τῆς σῆς καλοκἀγαθίας παραγενόμενος), ἑτέρου δέ, τοῦ τὴν πρεσβείαν διἐμαυτοῦ πληρῶσαι, ἣν ἀποστεῖλαι τέως ἀπώκνουν, μικρότερον ἐμαυτὸν κρίνων ὥστε τοιαύτης τυγχάνειν χάριτος, καὶ ἅμα λογιζόμενος, ὅτι οὔτε ἄρχοντα οὔτε ἰδιώτην ὑπὲρ οὐδενὸς ἄν τις λέων διὰ γραμμάτων πείσειεν οὕτως, ὡς αὐτὸς παρών, καὶ τὰ μὲν ἀπολυόμενος τῶν ἐγκλημάτων, τὰ δὲ ἱκετεύων, τοῖς δὲ συγγνώμην παραιτούμενος ἔχειν· ὧν οὐδὲν ἂν ῥᾳδίως διἐπιστολῆς γένοιτο. πᾶσιν οὖν τούτοις ἓν ἀντιθείς, σὲ τὴν θείαν κεφαλήν, καὶ ὅτι ἐξαρκέσει τὴν γνώμην ἐνδείξασθαί σοι, ἣν περὶ τοῦ πράγματος ἔχομεν, τὰ δὲ λοιπὰ προσθήσεις παρὰ σεαυτοῦ, πρὸς τὴν ἐγχείρησιν οὐκ ἀπώκνησα.
§112.2 Ἀλλʼ ὁρᾷς ὅπως κύκλῳ περίειμι ὀκνῶν καὶ ἀναδυόμενος τὴν αἰτίαν ἐκφαίνειν ὑπὲρ ὧν ποιοῦμαι τοὺς λόγους. Δομετιανὸς οὗτος ἐπιτήδειος ἡμῖν ἐστὶν ἐκ τῶν γονέων ἄνωθεν, ὥστε ἀδελφοῦ μηδʼ ὁτιοῦν διαφέρειν. τί γὰρ ἄν τις μὴ τἀληθῆ λέγοι; εἶτα τὴν αἰτίαν μαθόντες ἀφʼ ἧς ταῦτα πέπονθεν, ἄξιον εἶναι τοῦ παθεῖν οὕτως ἔφαμεν. μηδὲ γὰρ ἔστω μηδείς, ὃς μικρὸν μεῖζον εἰς τὴν σὴν ἀρετὴν ἀμελήσας τὴν τιμωρίαν ἐκφύγοι. ἀλλʼ ὁρῶντες τοῦτον περιδεῶς καὶ ἀδόξως ζῶντα, καὶ ἐπὶ τῇ σῇ ψήφῳ κειμένην αὐτοῦ τὴν σωτηρίαν, ἀρκοῦσαν αὐτὸν ἔχειν τὴν δίκην ἐκρίναμεν. μεγαλόψυχόν τε ὁμοῦ καὶ φιλάνθρωπον διανοηθῆναί σε περὶ αὐτοῦ ἱκετεύομεν. τὸ μὲν γὰρ τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς, τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. ὥστε ὑπάρξει σοι βουληθέντι ἐν τῷ αὐτῷ τήν τε πρὸς τὸ ἀμύνασθαι καὶ τὴν εἰς τὸ σώζειν, ὡς ἂν ἐθέλοις, ἐπιδείξασθαι μεγαλοψυχίαν. τοῦτο μέτρον ἀρκοῦν Δομετιανῷ τῆς κολάσεως, τῶν προσδοκωμένων φόβος καὶ ὧν ἄξιον οἶδεν ἑαυτὸν παθεῖν ὄντα. τούτοις μηδὲν εἰς τιμωρίαν προσθεῖναι αὐτῷ ἱκετεύομεν. καὶ γὰρ ἐκεῖνο σκόπει, ὅτι κύριοι μὲν τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος μνήμη τῷ χρόνῳ παντὶ παραδέδοται. προσκείσθω δὲ καὶ τοῦτο τοῖς περὶ σοῦ διηγήμασι. δὸς ἡμῖν, τοῖς ὑμνεῖν προαιρουμένοις τὰ σά, τὰς ἐν τοῖς ἄνω χρόνοις ᾀδομένας φιλανθρωπίας ὑπερβαλέσθαι. οὕτω καὶ Κροῖσος τῷ παιδοφόνῳ τὴν ὀργὴν ἀφεῖναι λέγεται, ἑαυτὸν παραδόντι εἰς τιμωρίαν· καὶ Κῦρος μέγας αὐτῷ τούτῳ τῷ Κροίσῳ φίλος γενέσθαι μετὰ τὴν νίκην. τούτοις σε συναριθμήσομεν, καὶ, ὅση δύναμις ἡμετέρα, ταῦτα ἀναγορεύσομεν, εἴπερ μὴ μικροί τινες εἶναι παντάπασιν ἀνδρὸς τοσούτου κήρυκες νομισθείημεν.
§112.3 Ἐκεῖνο δὲ ἐπὶ πᾶσιν εἰπεῖν ἀναγκαῖον, ὅτι τοὺς ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλʼ ὅπως ἂν αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἑτέροις ὑπάρξειαν τοῦ σωφρονεῖν παράδειγμα. τούτων τοίνυν οὐθέτερον ἐνδεῖν ἄν τις ἐν τῷ παρόντι φήσειεν· αὐτός τε γὰρ καὶ μετὰ τὸν θάνατον τούτων μεμνήσεται, τούς τε λοιποὺς τεθνάναι τῷ δέει πρὸς τοῦτον ἀφορῶντας οἴομαι. ὥσθʼ ὅπερ ἂν προσθῶμεν τῇ τιμωρίᾳ, τὴν ὀργὴν ἡμῶν αὐτῶν ἀποπιμπλάναι δόξομεν· πολλοῦ δεῖν ἐπὶ σοῦ ἀληθὲς εἶναι φαίην ἂν ἔγωγε, καὶ οὐδὲν ἂν τούτων τῶν λόγων προήχθην εἰπεῖν, εἰ μὴ μείζονα τῷ διδόντι τὴν χάριν ἐνεώρων τοῖς λαμβάνουσιν. οὐδὲ γὰρ ὀλίγοις ἔσται καταφανὴς μεγαλοψυχία τοῦ τρόπου. Καππαδόκαι γὰρ ἅπαντες ἀποσκοποῦσι τὸ μέλλον, οἷς εὐξαίμην ἂν μετὰ τῶν λοιπῶν ἀγαθῶν τῶν προσόντων σοι καὶ ταύτην ἀπαριθμήσασθαι.
§112.4 Ὀκνῶ δὲ τοῦ γράφειν παύσασθαι, ἡγούμενός μοι ζημίαν οἴσειν τὸ παρεθέν. τοσοῦτόν γε μὴν προσθήσω, ὅτι πολλῶν ἐπιστολὰς ἔχων ἐξαιτουμένων αὐτὸν πασῶν ἡγήσατο προτιμοτέραν εἶναι τὴν παρʼ ἡμῶν, οὐκ οἶδά που μαθὼν εἶναί τινα ἡμῶν λόγον παρὰ τῇ σῇ τελειότητι. ὅπως οὖν μήτε αὐτὸς ψευσθῇ τῶν ἐλπίδων, ἃς ἐφʼ ἡμῖν ἔσχε, καὶ ἡμῖν ὑπάρξῃ πρὸς τοὺς ἐνταῦθα σεμνολογεῖσθαι, παρακέκλησο, δέσποτα ἀνυπέρβλητε, ἐπινεῦσαι πρὸς τὴν αἴτησιν. πάντως δὲ οὐδενὸς χεῖρον τῶν πώποτε φιλοσοφησάντων ἐπέσκεψαι τὰ ἀνθρώπινα, καὶ οἶδας ὡς καλὸς θησαυρὸς πᾶσι τοῖς δεομένοις ὑπουργεῖν προαποκείμενος.
§113 Συντυχὼν τῷδε, πολλὴν ἔσχον τῷ ἁγίῳ Θεῷ τὴν χάριν, ὅτι με καὶ διὰ τῆς αὐτοῦ παρουσίας ἀπὸ πολλῶν θλίψεων παρεμυθήσατο, καὶ τὴν ὑμετέραν ἀγάπην ἐναργῶς ἔδειξε διαὐτοῦ. σχεδὸν γὰρ τὸν πάντων ὑμῶν περὶ τὴν ἀλήθειαν ζῆλον ἐν τῇ τοῦ ἑνὸς ἀνδρὸς προαιρέσει κατέμαθον. μὲν οὖν ἰδίᾳ διελέχθημεν πρὸς ἀλλήλους αὐτὸς ὑμῖν ἀπαγγελεῖ· δὲ παρʼ ἐμοῦ γνωρισθῆναι ὑμῶν προσῆκε τῇ ἀγάπῃ, ταῦτά ἐστιν. καιρὸς πολλὴν ἔχει ῥοπὴν πρὸς καταστροφὴν τῶν ἐκκλησιῶν, καὶ τοῦτο πολὺν ἔχομεν ἤδη χρόνον ἐξ οὗ καταμανθάνομεν. οἰκοδομὴ δὲ Ἐκκλησίας, καὶ σφαλμάτων διόρθωσις, καὶ συμπάθεια μὲν πρὸς τοὺς ἀσθενοῦντας ὑπερασπισμὸς δὲ πρὸς τοὺς ὑγιαίνοντας τῶν ἀδελφῶν οὐδὲ εἷς. ἀλλʼ οὔτε βοήθημα θεραπευτικὸν τῆς προκατασχούσης νόσου, προφυλακτικὸν τῆς προσδοκωμένης οὐδέν. καὶ ὅλως ἔοικε λοιπὸν τῆς Ἐκκλησίας κατάστασις (ἵνα ἐναργεῖ χρήσωμαι τῷ ὑποδείγματι, κἂν εὐτελέστερον εἶναι δοκῇ) ἱματίῳ παλαιῷ, ὑπὸ τῆς τυχούσης προφάσεως ῥᾳδίως καταρρηγνυμένῳ, πρὸς τὴν ἐξ ἀρχῆς ἰσχὺν ἐπανελθεῖν πάλιν ἀδυνατεῖ. ὡς οὖν ἐν καιρῷ τοιούτῳ, μεγάλης χρεία τῆς σπουδῆς καὶ πολλῆς τῆς ἐπιμελείας εὐεργετηθῆναί τι τὰς ἐκκλησίας. εὐεργεσία δέ ἐστιν ἑνωθῆναι τὰ τέως διεσπασμένα. ἕνωσις δʼ ἂν γένοιτο, εἰ βουληθείημεν, ἐν οἷς μηδὲν βλάπτομεν τὰς ψυχάς, συμπεριενεχθῆναι τοῖς ἀσθενεστέροις. Ἐπεὶ οὖν πολλὰ στόματα ἤνοικται κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου καὶ πολλαὶ γλῶσσαι ἠκόνηνται εἰς τὴν κατʼ αὐτοῦ βλασφημίαν, ἀξιοῦμεν ὑμᾶς, ὅσον ἐστὶν ἐφʼ ὑμῖν, εἰς ὀλίγον ἀριθμὸν περιστῆσαι τοὺς βλασφημοῦντας· καὶ τοὺς μὴ λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον δέχεσθαι εἰς κοινωνίαν, ἵνα μόνοι καταλειφθῶσιν οἱ βλάσφημοι, καὶ καταισχυνθέντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν, ἐπιμένοντες τῇ ἁμαρτίᾳ ἀναξιόπιστοι ὦσι διὰ τὴν ὀλιγότητα. μηδὲν τοίνυν πλέον ἐπιζητῶμεν, ἀλλὰ προτεινωμεθα τοῖς βουλομένοις ἡμῖν συνάπτεσθαι ἀδελφοῖς τὴν ἐν Νικαίᾳ πίστιν· κἂν ἐκείνῃ συνθῶνται, ἐπερωτῶμεν καὶ τὸ μὴ δεῖν λέγεσθαι κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μηδὲ κοινωνικοὺς αὐτῶν εἶναι τοὺς λέγοντας. πέρα δὲ τούτων ἀξιῶ μηδὲν ἐπιζητεῖσθαι παρʼ ἡμῶν. πέπεισμαι γάρ, ὅτι τῇ χρονιωτέρα συνδιαγωγῇ καὶ τῇ ἀφιλονείκῳ συγγυμνασίᾳ, καὶ εἴ τι δέοι πλέον προστεθῆναι εἰς τράνωσιν, δώσει Κύριος πάντα συνεργῶν εἰς ἀγαθὸν τοῖς ἀγαπῶσιν αὐτόν.
§114.1 Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθόν, τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς εἰρήνης; ἐπεὶ οὖν τὸ μέγα τοῦτο καὶ θαυμαστὸν καὶ πᾶσι περισπούδαστον τοῖς ἀγαπῶσι τὸν Κύριον κινδυνεύει λοιπὸν εἰς ὄνομα ψιλὸν περιστῆναι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγείσης λοιπὸν ἐν τοῖς πολλοῖς τῆς ἀγάπης, οἶμαι προσήκειν μίαν ταύτην εἶναι σπουδὴν τοῖς γνησίως καὶ ἀληθινῶς δουλεύουσι τῷ Κυρίῳ, τὸ ἐπαναγαγεῖν πρὸς ἕνωσιν τὰς ἐκκλησίας τὰς πολυμερῶς καὶ πολυτρόπως ἀπʼ ἀλλήλων διατμηθείσας. δὴ καὶ αὐτὸς ἐπιχειρῶν ποιεῖν οὐκ ἂν δικαίως πολυπράγμονος αἰτίαν λάβοιμι. οὐδὲν γὰρ οὕτως ἴδιόν ἐστι Χριστιανοῦ ὡς τὸ εἰρηνοποιεῖν· διὸ καὶ τὸν ἐπʼ αὐτῷ μισθὸν μέγιστον ἡμῖν Κύριος ἐπηγγείλατο. συντυχὼν τοίνυν τοῖς ἀδελφοῖς καὶ θεασάμενος αὐτῶν πολὺ μὲν τὸ φιλάδελφον καὶ τὸ περὶ ὑμᾶς ἀγαπητικόν, πολλῷ δὲ ἔτι πλέον τὸ φιλόχριστον καὶ τὸ περὶ τὴν πίστιν ἀκριβές τε καὶεὔτονον, καὶ ὅτι πολλὴν ἀμφοτέρων ποιοῦνται σπουδήν, τῆς τε ὑμετέρας ἀγάπης μὴ χωρίζεσθαι καὶ τὴν ὑγιαίνουσαν πίστιν μὴ καταπροδοῦναι, ἀποδεξάμενος αὐτῶν τὴν ἀγαθὴν προαίρεσιν ἐπιστέλλω τῇ σεμνότητι ὑμῶν, παρακαλῶν πάσῃ ἀγάπῃ ἔχειν αὐτοὺς ἡνωμένους γνησίως καὶ πάσης ἐκκλησιαστικῆς φροντίδος κοινωνούς· ἐγγυησάμενος καὶ αὐτοῖς τὴν ὑμετέραν ὀρθότητα, ὅτι καὶ αὐτοὶ τῇ τοῦ Θεοῦ χάριτι τῷ ὑπὲρ τῆς ἀληθείας ζήλῳ πρὸς πάντα ἐστὲ παρατεταγμένοι, ὅσαπερ ἂν δέῃ παθεῖν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας.
§114.2 Ἔστι δέ, ὡς ἐμαυτὸν πείθω, τὰ οὔτε ὑμῖν ὑπεναντία, καὶ τοῖς προειρημένοις τῶν ἀδελφῶν αὐτάρκη πρὸς πληροφορίαν, ταῦτα, ὁμολογεῖν ὑμᾶς τὴν ὑπὸ τῶν πατέρων ἡμῶν ἐκτεθεῖσαν πίστιν τῶν ἐν Νικαίᾳ ποτὲ συνελθόντων, καὶ μηδεμίαν τῶν ἐκεῖ λέξεων ἀθετεῖν, ἀλλʼ εἰδέναι ὅτι τριακόσιοι δέκα καὶ ὀκτώ, ἀφιλονείκως συνιόντες, οὐκ ἄνευ τῆς τοῦ ἁγίου Πνεύματος ἐνεργείας ἐφθέγξαντο· προσθεῖναι δὲ τῇ πίστει ἐκείνῃ καὶ τὸ μὴ χρῆναι λέγειν κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, μὴ μέντοι μηδὲ τοῖς λέγουσι κοινωνεῖν, ἵνα καθαρὰ τοῦ Θεοῦ Ἐκκλησία, μηδὲν ζιζάνιον ἑαυτῇ παραμεμιγμένον ἔχουσα. ταύτης αὐτοῖς τῆς πληροφορίας παρὰ τῆς εὐσπλαγχνίας ὑμῶν προτεθείσης, καὶ αὐτοὶ πρέπουσαν ὑμῖν ὑποταγὴν ἕτοιμοί εἰσι παρασχέσθαι. αὐτὸς γὰρ ἐγγυῶμαι τὸ μέρος τῶν ἀδελφῶν, ὡς εἰς οὐδὲν ἀντεροῦσιν, ἀλλὰ πᾶσαν ὑμῖν ἐπιδείξονται εὐταξίας ὑπερβολήν, ἑνὸς τούτου αὐτοῖς τοῦ ἐπιζητουμένου παρʼ αὐτῶν ὑπὸ τῆς ὑμετέρας τελειότητος ἑτοίμως παρασχεθέντος.
§115.1 Ἀβούλως οἱ ἄνθρωποι καὶ μισοῦσι τοὺς κρείττονας καὶ φιλοῦσι τοὺς χείρονας. διὸ δὴ καὶ αὐτὸς κατέχω τὴν γλῶτταν, σιωπῇ τῶν ἐμῶν ὕβρεων πνίγων τὸν ὄνειδον. ἐγὼ δὲ μενῶ τὸν ἄνωθεν δικαστήν, ὃς οἶδε πᾶσαν κακίαν ἐν τέλει ἀμύνεσθαι. κἂν γὰρ ὑπὲρ ψάμμον ἐκχέῃ τις χρήματα, βλάπτει ψυχήν, πατήσας τὸ δίκαιον. ἀεὶ γὰρ θυσίαν Θεός, οὐχ ὡς χρῄζων, οἶμαι, ζητεῖ, ἀλλὰ θυσίαν πολυτελῆ τὴν εὐσεβῆ καὶ δικαίαν γνώμην δεχόμενος. ὅταν δέ τις ἑαυτὸν παραβαίνων πατῇ, κοινὰς λογίζεται τὰς εὐχάς.
§115.2 Σαυτὴν οὖν τῆς ἐσχάτης ἡμέρας ὑπόμνησον, καὶ ἡμᾶς, εἰ βούλει, μὴ δίδασκε. ἴσμεν σου πλείονα, καὶ ταῖς ἔνδοθεν ἀκάνθαις οὐ τοσοῦτον συμπνιγόμεθα· οὔτε ἐν ὀλίγοις καλοῖς δεκαπλασίονα κακίαν ἐπιμίγνυμεν. ἐπήγειρας ἡμῖν σαύρας τε καὶ φρύνους, ἐαρινὰ δῆθεν θηρία, πλὴν ὅμως ἀκάθαρτα. ἀλλʼ ἥξει πτερὸν ἄνωθεν τὸ ταῦτα νεμόμενον. ἐμοὶ γὰρ λόγος, οὐχ ὡς σὺ νομίζεις, ἀλλʼ ὡς οἶδε κρίνειν Θεός. εἰ δὲ καὶ μαρτύρων χρεία, οὐ δοῦλοι στήσονται, οὐδὲ εὐνούχων γένος ἄτιμον καὶ πανώλεθρον· τοῦτο δὴ τοῦτο, ἄθηλυ, ἄνανδρον, γυναικομανές, ἐπίζηλον, κακόμισθον, ὀξύθυμον, θηλυδριῶδες, γαστρίδουλον, χρυσομανές, ἀπηνές, κλαυσίδειπνον, εὐμετάβλητον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορές, μανικὸν καὶ ζηλότυπον· καὶ τί γὰρ ἔτι εἰπεῖν; σὺν αὐτῇ τῇ γενέσει σιδηροκατάδικον. πῶς οὖν τούτων γνώμη ὀρθή, ὧν καὶ οἱ πόδες στρεβλοί; οὗτοι σωφρονοῦσι μὲν ἄμισθα διὰ σιδήρου· μαίνονται δὲ ἄκαρπα διοἰκείαν αἰσχρότητα. οὐχ οὗτοι στήσονται τῆς κρίσεως μάρτυρες, ἀλλʼ ὀφθαλμοὶ δικαίων, καὶ ὄψεις ἀνδρῶν τελείων· ὅσοι τότε ὁρῶσι, πρὸς βλέποντες νῦν εἰσὶ συνέσει.
§116.1 Καὶ σπάνιά σου τὰ γράμματα, καὶ μικρὰ ταῦτα, ὄκνῳ τοῦ γράφειν, ἄλλως, τὸν ἐκ τοῦ πλήθους κόρον διαφεύγειν οἰκονομοῦντος, ἤπου καὶ πρὸς βραχυλογίαν ἑαυτὸν συνεθίζοντος. ἡμῖν μέντοι οὐδὲν ἐξαρκεῖ, ἀλλὰ κἂν ὑπερβάλλῃ τῷ πλήθει, τῆς ἐπιθυμίας ἐστὶν ἐλάττω διὰ τὸ βούλεσθαι ἕκαστα περὶ σοῦ μανθάνειν, πῶς μέν σοι τὸ σῶμα ἔχει, ὅπως δέ σοι τὰ τῆς ἀσκήσεως, καὶ πότερον ἐπιμένεις τοῖς ἐξ ἀρχῆς ἐγνωσμένοις τι καὶ μετεβουλεύσω, πρὸς τὰ συμπίπτοντα τὴν γνώμην μετατιθέμενος.
§116.2 Εἰ μὲν οὖν αὐτὸς διέμεινας σεαυτῷ, οὐκ ἂν πλῆθος γραμμάτων ἐπεζητοῦμεν, ἀλλʼ ἐξήρκει ἡμῖν τοσοῦτον· δεῖνα τῷ δεῖνι· ὑγιαίνειν ἡμᾶς ἴσθι, καὶ ἔρρωσο. ἐπεὶ δὲ ἀκούομεν καὶ λέγειν αἰσχυνόμεθα, καταλιπόντα σε τὴν τῶν μακαρίων προγόνων τάξιν, ἐπὶ τὸν πρὸς πατρὸς πάππον αὐτομολεῖν καὶ Βρεττάνιον σπουδάζειν γενέσθαι ἀντὶ Φιρμίνου, ἐπιζητοῦμεν αὐτὰ ταῦτα ἀκοῦσαι, καὶ τοὺς λογισμοὺς μαθεῖν καθʼ οὓς ἐπὶ ταύτην ἐλθεῖν τοῦ βίου τὴν ὁδὸν ὑπήχθης. ἀλλʼ ἐπειδὴ αὐτὸς ἀπεσιώπησας αἰδοῖ τοῦ βουλεύματος, ἡμεῖς σε παρακαλοῦμεν μήτε βουλεύεσθαι αἰσχύνης ἄξια, καὶ εἴ τι ὑπέδραμέ σου τὸν νοῦν, ἀπελάσαντα τοῦτο τῆς διανοίας σεαυτοῦ γενέσθαι πάλιν, καὶ μακρὰ χαίρειν εἰπόντα στρατείᾳ καὶ ὅπλοις καὶ ταῖς ἐπὶ στρατοπέδου ταλαιπωρίαις, καταλαβεῖν τὴν πατρίδα, ἀρκοῦν πρὸς ἀσφάλειαν βίου καὶ πρὸς πᾶσαν περιφάνειαν τὸ ἐξίσου τοῖς προγόνοις κρατῆσαι τῆς πόλεως ἡγησάμενον· ὅπερ ἀπόνως σοι παραγενήσεσθαι πεπιστεύκαμεν, πρός τε τὴν ἐκ φύσεως ἐπιτηδειότητα ἀφορῶντες καὶ πρὸς τὴν ἐρημίαν τῶν ἐνισταμένων. εἴτε οὖν μὴ γέγονεν ἐξ ἀρχῆς γνώμη, εἴτε γενομένη πάλιν ἐκβέβληται, γνώρισον ἡμῖν ἐν τάχει· εἰ δέ, μὴ γένοιτο, τὰ αὐτὰ μένει βουλεύματα, αὐτάγγελτος ἡμῖν ἡκέτω συμφορά· γραμμάτων δὲ οὐ δεόμεθα.
§117.1 Ἐγὼ καὶ ἄλλως ὀφείλεσθαι τῇ ὑμετέρᾳ τιμιότητι ἐμαυτὸν νομίζω, καὶ τὸ νῦν δὲ τοῦτο φρόντισμα, ἐν ἐσμέν, ἀναγκαίως ἡμᾶς ὑπευθύνους ταῖς τῶν τοιούτων πραγμάτων ὑπηρεσίαις καθίστησι, κἂν οἱ τυχόντες ὦσιν οἱ ἐπιτάττοντες, μὴ ὅτι ὑμεῖς οἱ πολλοῖς δικαίοις καὶ ἄλλοις πρὸς ἡμᾶς συναπτόμενοι. τὰ μὲν οὖν παρελθόντα εἰς ἐξέτασιν ἀγαγεῖν οὐκ ἀναγκαῖον· ἐπεὶ ἐνῆν εἰπεῖν, ὅτι ἡμεῖς ἐγενόμεθα ἑαυτοῖς τῶν ταράχων αἴτιοι, τῆς ἀγαθῆς ἐκείνης ἀσκήσεως καὶ μόνης ἀγούσης πρὸς σωτηρίαν φιλονεικήσαντες ἀποστῆναι· διὸ τάχα καὶ τῷ ταράχῳ τούτῳ εἰς πειρασμὸν παρεδόθημεν.
§117.2 Ἀλλʼ ἐκεῖνα μὲν γέγονε καὶ ὑπομνήσεως ἠξιώθη, ὥστε μὴ δεύτερον ἡμᾶς τοῖς ὁμοίοις περιπεσεῖν. τὰ δὲ ἐφεξῆς, πάνυ βούλομαι πληροφορεῖσθαί σου τὴν εὐλάβειαν, ὅτι τοῦ Θεοῦ συγχωροῦντος ῥᾷστα ἡμῖν προσχωρήσει, τοῦ πράγματος καὶ ἐννόμου ὄντος καὶ οὐδὲν ἔχοντος βαρύ, καὶ τῶν φίλων ἡμῶν πολλῶν ἑτοίμως χαριζομένων, ὄντων ἐν τῷ στρατοπέδῳ. τυπωθήσεται οὖν παρʼ ἡμῶν δέησις, κατὰ τὴν ὁμοιότητα τοῦ προσδοθέντος λιβέλλου τῷ βικαρίῳ, ἐν ἐὰν μή τις γένηται παρολκή, εὐθέως ἀποπεμψόμεθα τὴν ἐκ τοῦ γράμματος ἄδειαν παρεχόμενοι. πέπεισμαι δὲ ἐν τοιούτοις μεῖζον τῶν βασιλικῶν προσταγμάτων τὴν προαίρεσιν ἡμῶν ἰσχύειν, ἣν ἐὰν ἄτρεπτον καὶ ἀκλινῆ ἐκ τοῦ κατὰ τὴν ἀκμὴν βίου ἐπιδειξώμεθα, ἀνεπιχείρητος ἡμῖν καὶ ἄσυλος διὰ τῆς τοῦ Θεοῦ βοηθείας τῆς παρθενίας φυλακὴ εἴη.
§117.3 Τὸν δὲ ἐγχειρισθέντα ἡμῖν παρὰ σοῦ ἀδελφὸν καὶ ἐθεασάμεθα ἡδέως, καὶ ἔχομεν ἐν τοῖς γνωρίμοις, εὐχόμενοι ἄξιον εἶναι τοῦ Θεοῦ καὶ τῆς σῆς μαρτυρίας.
§118 Ἔχω σε χρεώστην ὀφλήματος ἀγαθοῦ. ἐδάνεισα γάρ σοι χρέος ἀγάπης, χρή με ἀπολαβεῖν σὺν τόκῳ, ἐπειδὴ καὶ Κύριος ἡμῶν τὸ τοιοῦτον εἶδος τῶν τόκων οὐ παραιτεῖται. ἀπόδος τοίνυν, φίλη κεφαλή, ἐπιστὰς ἡμῶν τῇ πατρίδι. τοῦτο μὲν οὖν ἐστὶν αὐτὸ τὸ κεφάλαιον. τίς δὲ προσθήκη; τὸ σὲ εἶναι τὸν παραγινόμενον, ἄνδρα τοσοῦτον ἡμῶν διαφέροντα ὅσῳ πατέρες εἰσὶ βελτίους παίδων.
§119.1 Καὶ διὰ τοῦ αἰδεσιμωτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ μου Πέτρου προσφθέγγομαί σου τὴν ἀγάπην, παρακαλῶν σε ὡς διὰ πάσης προφάσεως καὶ νῦν προσεύχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα, μεταβαλλόμενος ἀπὸ τοῦ φευκτοῦ τούτου καὶ βλαβεροῦ τρόπου, γένωμαί ποτε ἄξιος τοῦ ὀνόματος τοῦ Χριστοῦ. πάντως δέ, κἂν ἐγὼ μὴ λέγω, διαλεχθήσεσθε πρὸς ἀλλήλους περὶ τῶν καθʼ ἡμᾶς, καὶ γνωρίσει σοι τὴν ἀκρίβειαν τῶν πεπραγμένων, ὥστε μὴ παραδεχθῆναι ἀβασανίστως τὰς πονηρὰς καθʼ ἡμῶν ὑπονοίας, ἃς εἰκὸς κατασκευάζειν τοὺς καὶ παρὰ τὸν τοῦ Θεοῦ φόβον καὶ παρὰ τὴν τῶν ἀνθρώπων ὑπόληψιν εἰς ἡμᾶς ἐξυβρίσαντας. οἷα γὰρ ἡμῖν ἐνεδείξατο γενναῖος Βασίλειος, ὃν ἀντὶ φυλακτηρίου τῆς ἐμῆς ζωῆς παρὰ τῆς σῆς εὐλαβείας ὑπεδεξάμην, ἐγὼ μὲν καὶ εἰπεῖν αἰσχύνομαι· εἴσῃ δὲ τὰ καθʼ ἕκαστον παρὰ τοῦ ἀδελφοῦ ἡμῶν διδαχθείς. καὶ τοῦτο λέγω οὐκ ἐκεῖνον ἀμυνόμενος (εὔχομαι γὰρ αὐτῷ μὴ λογισθῆναι παρὰ τοῦ Κυρίου), ἀλλὰ βεβαίαν μοι τὴν παρὰ σοῦ ἀγάπην μεῖναι ἡμῖν διοικούμενος, ἣν φοβοῦμαι μὴ διασαλεύσωσι ταῖς ὑπερβολαῖς τῶν διαβολῶν, ἃς εἰκὸς αὐτοὺς κατασκευάσαι εἰς ἀπολογίαν τοῦ πταίσματος. ὅπερ δʼ ἂν κατηγορήσωσιν ἡμῶν, ἐκεῖνο παρὰ τῆς σῆς ἀγχινοίας ἐξεταζέσθωσαν, εἰ ἐνεκάλεσαν ἡμῖν, εἰ τὴν διόρθωσιν τοῦ ἁμαρτήματος οὗ νῦν ἡμῖν ἐπάγουσιν ἐπεζήτησαν, εἰ ὅλως φανερὰν ἑαυτῶν τὴν πρὸς ἡμᾶς λύπην κατέστησαν. νῦν δέ, ἐν φαιδρῷ τῷ προσώπῳ καὶ πεπλασμένοις ἀγάπης ῥήμασιν ἀμύθητόν τινα δόλου καὶ πικρίας βυθὸν τῇ ψυχῇ συγκαλύπτοντες, διὰ τῆς ἀνελευθέρου φυγῆς ἐφανέρωσαν. ἐφʼ ὅσον μὲν ἡμῖν ἐποιήσαντο πένθος, ὅσον δὲ τὸν γέλωτα τοῖς ἀεὶ τὸν εὐλαβῆ βίον ἐν τῇ ἀθλίᾳ ταύτῃ πόλει βδελυσσομένοις καὶ τέχνην πρὸς τὸ πιστευθῆναι καὶ σχηματισμὸν εἰς ἀπάτην τὸ πλάσμα τῆς σωφροσύνης διαβεβαιουμένοις ἐπιτηδεύεσθαι, πάντως, κἂν ἡμεῖς μὴ διηγησώμεθα, γνώριμον τῇ συνέσει σου. ὡς μηδὲν ἐπιτήδευμα οὕτως ὕποπτον εἶναι πρὸς κακίαν λοιπὸν τοῖς ἐνταῦθα, ὡς τὸ ἐπάγγελμα τοῦ ἀσκητικοῦ βίου.
§119.2 πῶς χρὴ θεραπευθῆναι, τῆς σῆς ἂν εἴη συνέσεως φροντίσαι. τὰ γὰρ παρὰ Σωφρονίου συρραπτόμενα ἐγκλήματα ἡμῖν οὐκ ἀγαθῶν ἐστὶ προοίμια, ἀλλʼ ἀρχὴ διαιρέσεως καὶ χωρισμοῦ καὶ σπουδὴ τοῦ καὶ τὴν ἐν ἡμῖν ἀγάπην ἀποψυγῆναι. ὃν ὑπὸ τῆς σῆς εὐσπλαγχνίας παρακαλοῦμεν κατασχεθῆναι ἀπὸ τῆς βλαβερᾶς ταύτης ὁρμῆς, καὶ πειραθῆναι τῇ παρʼ ἑαυτοῦ ἀγάπῃ κατασφίγγειν μᾶλλον τὰ διιστάμενα καὶ μὴ τοῖς πρὸς διάστασιν ὡρμημένοις συνεπιτείνειν τὸν χωρισμόν.
§120.1 Γράμματα ἐδεξάμην παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου, προστάσσοντα πάλιν γραφῆναι τοῖς δυτικοῖς περί τινων ἐκκλησιαστικῶν. καὶ ἐβουλήθη παρʼ ἡμῶν τυπωθῆναι τὴν ἐπιστολὴν ὑπογραφῆναι δὲ παρὰ πάντων τῶν κοινωνικῶν. ἐπεὶ οὖν οὐχ εὗρον ὅπως ἐπιστείλω περὶ ὧν ἐπέταξε, παρέπεμψα τὸ ὑπομνηστικὸν τῇ θεοσεβείᾳ σου, ἵνα καὶ αὐτῷ ἐντυχὼν καὶ τοῖς ἀναφερομένοις παρὰ τοῦ ποθεινοτάτου ἀδελφοῦ Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου προσέχων, αὐτὸς καταξιώσῃς ὡς παρίσταταί σοι περὶ τούτων τυπῶσαι, ἡμῶν ἑτοίμως ἐχόντων καὶ αὐτῷ συνθέσθαι καὶ ταχέως ποιῆσαι περικομισθῆναι τοῖς κοινωνικοῖς, ὥστε τὰς πάντων ὑπογραφὰς ἔχοντα ἀπελθεῖν τὸν μέλλοντα ὁρμᾷν πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους. ταχέως ἡμῖν τὸ παριστάμενον τῇ ὁσιότητί σου γνωρισθῆναι κέλευσον, ἵνα μὴ ἀγνοῶμεν τὰ δόξαντά σοι.
§120.2 Περὶ δὲ τῶν τυρευομένων καὶ ἤδη ἐσκευωρημένων καθʼ ἡμῶν ἐν τῇ Ἀντιοχείᾳ ἀνοίσει αὐτὸς ἀδελφὸς τῇ τιμιότητί σου, ἐάν περ μὴ προλαβοῦσα φήμη τῶν γενομένων φανερὰ ποιήσῃ τὰ πεπραγμένα. καὶ γὰρ ἐγγύς ἐστιν ἐλπὶς τῆς ἐκβάσεως τῶν ἀπειλουμένων. γινώσκειν δὲ βούλομαι τὴν εὐλάβειάν σου, ὅτι ἀδελφὸς Ἄνθιμος Φαῦστον, τὸν συνόντα τῷ πάπᾳ, ἐπίσκοπον ἐχειροτόνησε, μηδὲ ψήφους δεξάμενος, καὶ τῷ τόπῳ χειροτονήσας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Κυρίλλου· ὥστε στάσεων ἐμπλῆσαι τὴν Ἀρμενίαν. ἵνα τοίνυν μὴ καταψεύσωνται ἡμῶν, μηδὲ αὐτοὶ τὴν αἰτίαν σχῶμεν τῆς ἀταξίας τῶν γενομένων, ἐγνώρισα ταῦτα τῇ σεμνότητί σου. δῆλον δέ, ὡς καὶ αὐτὸς καταξιώσεις γνώριμα ποιῆσαι τοῖς λοιποῖς. ἡγοῦμαι γὰρ πολλοὺς λυπήσειν τὴν ἀταξίαν ταύτην.
§121.1 Πολὺς χειμὼν καὶ ἐπὶ τὸ μακρότατον παραταθείς, ὡς μηδὲ τὰς διὰ γραμμάτων παραμυθίας ῥᾳδίως ἡμῖν ὑπάρχειν. ὅθεν ὀλιγάκις οἶδα καὶ ἐπιστείλας τῇ εὐλαβείᾳ σου καὶ δεξάμενος γράμματα. ἀλλʼ ἐπειδὴ ποθεινότατος ἀδελφὸς ἡμῶν Σαγκτίσσιμος συμπρεσβύτερος τὴν μέχρις ὑμῶν ὁδοιπορίαν ὑπέστη, διαὐτοῦ καὶ προσφθέγγομαί σου τὴν κοσμιότητα, καὶ παρακαλῶ προσεύχεσθαι ὑπὲρ ἐμοῦ καὶ χρῆσαι τὴν ἀκοὴν τῷ προειρημένῳ, ὥστε παρʼ αὐτοῦ διδαχθῆναι τὰ τῶν ἐκκλησιῶν ἐν οἵοις ἐστὶ καὶ τὴν δυνατὴν σπουδὴν εἰσενέγκασθαι εἰς τὰ προκείμενα.
§121.2 Γίνωσκε δὲ ὅτι Φαῦστος γράμματα ἔχων ἧκε πρὸς ἡμᾶς παρὰ πάπα, ἀξιοῦντα αὐτὸν γενέσθαι ἐπίσκοπον. ἐπειδὴ δὲ ᾐτήσαμεν ἡμεῖς, μαρτυρίαν τῆς σῆς εὐλαβείας καὶ τῶν λοιπῶν ἐπισκόπων, καταφρονήσας ἡμῶν πρὸς Ἄνθιμον ᾤχετο, καὶ παρʼ αὐτοῦ λαβὼν τὴν χειροτονίαν χωρὶς ἡμετέρας ὑπομνήσεως ἐπανῆκε.
§122.1 Πάντως ἐπεζήτησας γράμματα παρὰ τῶν Ἀρμενίων, ὅτε ἐπανῆκαν διὰ σοῦ, καὶ τὴν αἰτίαν ἔμαθες, διἣν οὐκ ἔδωκα αὐτοῖς τὴν ἐπιστολήν. εἰ μὲν οὖν εἶπον φιλαλήθως, ἔδωκας ἡμῖν αὐτόθεν τὴν συγγνώμην· εἰ δὲ ἀπεκρύψαντο ἐκεῖνοι, ὅπερ οὐκ εἰκάζωἀλλὰ παρʼ ἡμῶν ἄκουε.
§122.2 τὰ πάντα γενναῖος Ἄνθιμος, διὰ μακροῦ χρόνου τὴν πρὸς ἡμᾶς εἰρήνην σπεισάμενος, ἐπειδὴ εὗρε καιρὸν ἑαυτοῦ τε κενοδοξίαν ἐκπληρῶσαι καὶ ἡμῖν λύπην τινὰ προξενῆσαι, ἐχειροτόνησε τὸν Φαῦστον ἰδίᾳ αὐθεντίᾳ καὶ ἰδίᾳ χειρί, οὐδενὸς ὑμῶν ἀναμείνας ψῆφον καὶ ἡμῶν καταγελάσας ἀκριβολογουμένων περὶ τὰ τοιαῦτα. ἐπεὶ οὖν συνέχεε μὲν παλαιὰν εὐταξίαν, κατεφρόνησε δὲ καὶ ὑμῶν, παρʼ ὧν ἀνέμενον ἐγὼ τὴν μαρτυρίαν δέξασθαι, ἐποίησε δὲ πρᾶγμα οὐκ οἶδα εἰ εὐάρεστον τῷ Θεῷ, τούτου ἕνεκεν λυπηθεὶς πρὸς αὐτούς, οὐδεμίαν ἔδωκα ἐπιστολὴν πρὸς οὐδένα τῶν Ἀρμενίων, οὐδὲ πρὸς τὴν σὴν εὐλάβειαν. ἀλλʼ οὐδὲ εἰς κοινωνίαν ἐδεξάμην τὸν Φαῦστον, φανερῶς διαμαρτυρόμενος, ὅτι εἰ μὴ ὑμέτερά μοι κομίσειε γράμματα, πάντα τὸν χρόνον ἔσομαι καὶ αὐτὸς ἠλλοτριωμένος καὶ τοὺς ὁμοψύχους μοι οὕτω διαθήσω πρὸς αὐτὸν ἔχειν.
§122.3 Εἰ μὲν οὖν ἰάσιμα τὰ γενόμενα, σπούδασον αὐτός τε ἐπιστεῖλαι μαρτυρῶν αὐτῷ, εἰ ὁρᾷς ἀγαθὴν τοῦ ἀνδρὸς τὴν ζωήν, καὶ τοὺς ἄλλους προτρέψασθαι· εἰ δὲ ἀνίατα, καὶ τοῦτό μοι φανερὸν ποίησον, ὥστε μηκέτι με αὐτοῖς καθόλου προσέχειν, εἰ καὶ ὅτι, ὡς ἔδειξαν, ὥρμηνται λοιπὸν πρὸς τὸν Ἄνθιμον ἑαυτῶν μεταθεῖναι τὴν κοινωνίαν, ἡμῶν καὶ τῆς ἐκκλησίας ταύτης, ὡς ἑώλων εἰς φιλίαν, καταφρονήσαντες.
§123.1 Ἔμελλες ἡμῖν παρέσεσθαι(καὶ τὸ ἀγαθὸν ἐγγὺς) ἄκρῳ γοῦν δακτύλῳ καταψύξαι ἡμᾶς ἐν τοῖς πειρασμοῖς φλεγομένους. εἶτα τί; αἱ ἁμαρτίαι ἡμῶν ἀντέβησαν καὶ διεκώλυσαν τὴν ὁρμήν, ἵνʼ ἀθεράπευτα κάμνωμεν. ὥσπερ γὰρ ἐν τοῖς κύμασι τὸ μὲν λήγει, τὸ δὲ ἀνίσταται, τὸ δὲ ἤδη φρίκῃ μελαίνεται, οὕτω καὶ τῶν ἡμετέρων κακῶν τὰ μὲν πέπαυται, τὰ δὲ πάρεστι, τὰ δὲ προσδοκᾶται· καὶ μία τῶν κακῶν ἡμῖν, ὡς ἐπὶ τὸ πλεῖστον, ἀπαλλαγή, εἶξαι τῷ καιρῷ καὶ ὑπεξελθεῖν τοῖς διώκουσιν.
§123.2 Ἀλλὰ καὶ πάρεσο ἡμῖν, παραμυθούμενος, καὶ γνώμην δώσων, καὶ προπέμψων, πάντως δὲ αὐτῷ τῷ ὀφθῆναι ῥᾴους ποιῄσων. καὶ τὸ μέγιστον, εὔχου, καὶ ὑπερεύχου, μὴ καὶ τοὺς λογισμοὺς ἡμῶν βαπτισθῆναι ὑπὸ τοῦ κακοῦ καὶ τοῦ κλύδωνος, ἀλλʼ ἐν πᾶσι διαφυλάσσειν τῷ Θεῷ τὸ εὐχάριστον, ἵνα μὴ ἐν τοῖς κακοῖς δούλοις ἀριθμηθῶμεν, ἀγαθύνοντι μὲν ἐξομολογούμενοι, παιδεύοντι δὲ διὰ τῶν ἐναντίων μὴ προστιθέμενοι· ἀλλὰ καὶ διαὐτῶν τῶν δυσχερῶν ὠφελώμεθα, μᾶλλον αὐτῷ πιστεύοντες, ὅτε καὶ μᾶλλον χρῄζομεν.
§124 Λέγουσί τινες τοὺς ἑαλωκότας τῷ πάθει τοῦ ἔρωτος, ὅταν κατά τινα βιαιοτέραν ἀνάγκην τῶν ποθουμένων ἀπάγωνται, εἰ πρὸς τὴν εἰκόνα τῆς ἀγαπηθείσης μορφῆς ἀποβλέψειαν, τὸ σφοδρὸν ἀναπαύειν τοῦ πάθους διὰ τῆς ἐν ὀφθαλμοῖς ἀπολαύσεως. εἰ μὲν οὖν ἀληθῆ ταῦτα μὴ λέγειν οὐκ ἔχω· δέ μοι πρὸς τὴν σὴν συμβέβηκεν ἀγαθότητα οὐ πόρρω τῶν εἰρημένων ἐστίν. ἐπειδὴ γὰρ γέγονέ τις διάθεσις ἐμοὶ πρὸς τὴν ἱερὰν καὶ ἄδολόν σου ψυχήν, ἵνʼ οὕτως εἴπω, ἐρωτική, τὸ δὲ ἀπολαύειν τῶν ποθουμένων, ὡς οὐδὲ ἄλλο τι τῶν ἀγαθῶν, οὐκ ἐν εὐκολίᾳ ἡμῖν ἐστὶ διὰ τὴν ἐκ τῶν ἁμαρτιῶν ἐναντίωσιν, ἐνόμισα εἰκόνα τῆς ἀγαθότητός σου ἐναργεστάτην ἐν τῇ τῶν εὐλαβεστάτων ἡμῶν ἀδελφῶν παρουσίᾳ ἑωρακέναι. καὶ εἰ δίχα τούτων συνέβη τῇ σῇ με περιτυχεῖν γνησιότητι, ἐλογισάμην ἂν ἐν σοὶ κἀκείνους ἑωρακέναι· διότι τῆς ἀγάπης, λέγω, τοσοῦτον ἐν ἑκάστῳ ὑμῶν τὸ μέτρον ἐστίν, ὡς ἐπίσης τὴν περὶ τοῦ πλείονος ἑκάστῳ φιλονεικίαν ἐμφαίνεσθαι. ἐπὶ τούτοις ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, καὶ εὔχομαι, εἴπερ ἔτι ὑπολείπεταί τις χρόνος ζωῆς, γενέσθαι μοι διὰ σοῦ τὴν ζωὴν ἡδεῖαν, ὡς τό γε νῦν ἄθλιον πρᾶγμα τὸ ζῇν καὶ φευκτὸν εἶναι ἡγοῦμαι, τῆς τῶν φιλτάτων συνουσίας κεχωρισμένον. οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφʼ τις ἂν εὐθυμήσειε, τῶν ἀληθῶς ἀγαπώντων διεζευγμένος.
§125.1 ἁγιωτάτου Βασιλείου, ὑπέγραψεν Εὐστάθιος Σεβαστείας ἐπίσκοπος. Τοὺς προληφθέντας ἑτέρᾳ πίστεως ὁμολογίᾳ καὶ μετατίθεσθαι πρὸς τὴν τῶν ὀρθῶν συνάφειαν βουλομένους, καὶ νῦν πρῶτον ἐν τῇ κατηχήσει τοῦ λόγου τῆς ἀληθείας ἐπιθυμοῦντας γενέσθαι, χρὴ τὴν ὑπὸ τῶν μακαρίων πατέρων ἐν τῇ κατὰ Νίκαιάν ποτε συγκροτηθείσῃ συνόδῳ γραφεῖσαν πίστιν. τὸ δὲ αὐτὸ τοῦτο χρήσιμον ἂν εἴη καὶ πρὸς τοὺς ὑπονοουμένους ἐναντίως ἔχειν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ συσκιάζοντας ἑαυτῶν ἀποφυγαῖς εὐπροσώποις τὸ τῆς κακοδοξίας φρόνημα. καὶ γὰρ καὶ τούτοις αὐτάρκης ἐγκειμένη πίστις. γὰρ διορθώσαιντο ἑαυτῶν τὴν ἐν τῷ κρυπτῷ νόσον, συγκαλύπτοντες αὐτὴν ἐν τῷ βάθει, αὐτοὶ μὲν τὸ κρῖμα τῆς ἀπάτης βαστάσουσιν, ἡμῖν δὲ τὴν ἀπολογίαν κούφην ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως παρασκευάσουσιν, ὅτε ἀποκαλύψει Κύριος τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. λαμβάνειν τοίνυν αὐτοὺς ὁμολογοῦντας προσήκει, ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν Πατέρων ἡμῶν ἐκτεθέντα ἐν τῇ Νικαίᾳ καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων τούτων ἐμφαινομένην διάνοιαν.
§125.2 Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει δολοῦντες τὸν λόγον τῆς ἀληθείας καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες. ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν, ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ψιλὸν αὐτὸν ἐξηγούμενος λόγον, ἐκεῖθεν προφασίσασθαι τὰς ἀρχὰς εἰληφέναι, τοῦ ὁμοουσίου τὴν διάνοιαν κακῶς ἐξηγούμενος. καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου, ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἶναι ὑπολαμβάνοντες, ἐκεῖθεν ἕλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει, ὅτι Ἐὰν δέ τις λέγῃ ἐξ ἑτέρας οὐσίας ὑποστάσεως τὸν Υἱόν, ἀναθεματίζει καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. οὐ γὰρ ταὐτὸν εἶπον ἐκεῖ οὐσίαν καὶ ὑπόστασιν. εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; ἀλλὰ δῆλον ὅτι, ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός, τῶν δὲ λεγόντων οὔτε ἐκ τῆς οὐσίας ἀλλʼ ἐξ ἄλλης τινὸς ὑποστάσεως, οὕτως ἀμφότερα, ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος, ἀπηγόρευσαν. ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν, οὐκέτι προσθέντες καὶ τὸ ἐκ τῆς ὑποστάσεως. ὥστε ἐκεῖνο μὲν ἐπʼ ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου δόγματος. δεῖ τοίνυν ὁμολογεῖν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, καθὼς γέγραπται, ὁμολογεῖν δὲ ἐν ἰδίᾳ μὲν ὑποστάσει τὸν Πατέρα, ἐν ἰδίᾳ δὲ τὸν Υἱόν, καὶ ἐν ἰδίᾳ τὸ Πνεῦμα τὸ ἅγιον, καθὰ καὶ αὐτοὶ σαφῶς ἐκδεδώκασιν. αὐτάρκως γὰρ καὶ σαφῶς ἐνεδείξαντο εἰπόντες, φῶς ἐκ φωτός, ὅτι ἕτερον μὲν τὸ γεννῆσαν φῶς, ἕτερον δὲ τὸ γεννηθέν, φῶς μέντοι καὶ φῶς· ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν τῆς οὐσίας λόγον. ἐγκείσθω δὴ ἡμῖν καὶ αὐτὴ πίστις κατὰ Νίκαιαν συγγραφεῖσα.
§125.3 Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί, διοὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν διἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας· Ἦν ποτέ, ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἐξ ἑτέρας ὑποστάσεως οὐσίας φάσκοντας εἶναι τρεπτὸν ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
§125.4 Ἐπεὶ οὖν ἐνταῦθα τὰ μὲν ἄλλα ἀρκούντως καὶ ἀκριβῶς διώρισται, τὰ μὲν ἐπὶ διορθώσει τῶν βλαβέντων, τὰ δὲ εἰς προφυλακὴν τῶν προσδοκωμένων ὑποφυήσεσθαι· δὲ περὶ τοῦ Πνεύματος λόγος ἐν παραδρομῇ κεῖται οὐδεμιᾶς ἐξεργασίας ἀξιωθεὶς διὰ τὸ μηδέπω τότε τοῦτο κεκινῆσθαι τὸ ζήτημα, ἀλλʼ ἀνεπιβούλευτον ἐνυπάρχειν ταῖς τῶν πιστευόντων ψυχαῖς τὴν περὶ αὐτοῦ διάνοιαν· κατὰ μικρὸν δὲ προϊόντα τὰ πονηρὰ τῆς ἀσεβείας σπέρματα, πρότερον μὲν ὑπὸ Ἀρείου τοῦ προστάτου τῆς αἱρέσεως κατεβλήθη, ὕστερον δὲ ὑπὸ τῶν τὰ ἐκείνου κακῶς διαδεξαμένων, ἐπὶ λύμῃ τῶν ἐκκλησιῶν ἐξετράφη, καὶ ἀκολουθία τῆς ἀσεβείας εἰς τὴν κατὰ τοῦ Πνεύματος βλασφημίαν ἀπέσκηψεν· ἀναγκαῖον πρὸς τοὺς μὴ φειδομένους ἑαυτῶν, μηδὲ προορωμένους τὴν ἄφυκτον ἀπειλήν, ἣν τοῖς βλασφημοῦσιν εἰς τὸ Πνεῦμα τὸ ἅγιον Κύριος ἡμῶν ἐπανετείνατο, ἐκεῖνο προτείνειν, ὅτι χρὴ αὐτοὺς ἀναθεματίζειν τοὺς λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τοὺς νοοῦντας οὕτω, καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὸ φύσει ἅγιον εἶναι, ὡς ἔστι φύσει ἅγιος Πατήρ, καὶ φύσει ἅγιος Υἱός, ἀλλʼ ἀποξενοῦντας αὐτὸ τῆς θείας καὶ μακαρίας φύσεως. ἀπόδειξις δὲ τοῦ ὀρθοῦ φρονήματος τὸ μὴ χωρίζειν αὐτὸ Πατρὸς καὶ Υἱοῦ (δεῖ γὰρ ἡμᾶς βαπτίζεσθαι μέν, ὡς παρελάβομεν· πιστεύειν δέ, ὡς βαπτιζόμεθα· δοξάζειν δέ, ὡς πεπιστεύκαμεν, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα), ἀφίστασθαι δὲ τῆς κοινωνίας τῶν κτίσμα λεγόντων, ὡς φανερῶς βλασφημούντων· ἐκείνου διωμολογημένου (ἀναγκαία γὰρ ἐπισημείωσις διὰ τοὺς συκοφάντας), ὅτι οὔτε ἀγέννητον λέγομεν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα γὰρ οἴδαμεν ἀγέννητον καὶ μίαν τῶν ὄντων ἀρχήν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· οὔτε γεννητόν· ἕνα γὰρ μονογενῆ ἐν τῇ παραδόσει τῆς πίστεως δεδιδάγμεθα· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες, ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτΐστως. ἀναθεματίζειν δὲ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος κατάγοντας τάξιν. τὰ γὰρ λειτουργικὰ πνεύματα κτίσματα ἡμῖν Γραφὴ παρέδωκεν, εἰποῦσα, ὅτι Πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα. διὰ δὲ τοὺς πάντα φύροντας καὶ μὴ φυλάσσοντας τὴν ἐν τοῖς εὐαγγελίοις διδασκαλίαν, ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσδιαστείλασθαι ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν ἣν παρέδωκεν ἡμῖν Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προτάσσοντας τοῦ Πατρός, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ ἅγιον προτιθέντας. ἀκίνητον γὰρ καὶ ἀπαρεγχείρητον φυλάσσειν προσήκει τὴν ἀκολουθίαν, ἣν ἐξ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς παρελάβομεν, εἰπόντος· Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.
§125.5 Ὑπογραφὴ Εὐσταθίου ἐπισκόπου.
§125.6 Εὐστάθιος ἐπίσκοπος σοὶ Βασιλείῳ ἀναγνοὺς ἐγνώρισα, καὶ συνῄνεσα τοῖς προγεγραμμένοις. ὑπέγραψα δὲ συμπαρόντων μοι τῶν ἀδελφῶν, τοῦ ἡμετέρου Φρόντωνος, καὶ τοῦ χωρεπισκόπου Σεβήρου, καὶ ἄλλων τινῶν κληρικῶν.
§126.1 Παραγενόμενοι μέχρι τῆς Νικοπόλεως ἐπʼ ἐλπίδι τοῦ καὶ τὰς κινηθείσας ταραχὰς ἐπανορθώσασθαι καὶ τὴν ἐνδεχομένην ἐπαγαγεῖν παραμυθίαν τοῖς ἀτάκτως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν γενομένοις, σφόδρα ἠθυμήσαμεν μὴ καταλαβόντες σου τὴν χρηστότητα, ἀλλὰ μαθόντες ἐξεληλακέναι σε πρὸς πᾶσαν ἔπειξιν, καὶ ταῦτα μεσούσης σχεδὸν τῆς συνόδου τῆς παρʼ ὑμῶν τελουμένης. διὸ ἀναγκαίως ἐπὶ τὸ γράμμα ἤλθομεν, διοὗ ὑπομιμνήσκομεν ἀπαντῆσαι πρὸς ἡμᾶς, ἵνα αὐτὸς διὰ σαυτοῦ παραμυθήσῃ ἡμῶν τὴν λύπην, ἣν μέχρι θανάτου λελυπήμεθα, ἀκούσαντες ἐπὶ μέσης τῆς ἐκκλησίας τετολμῆσθαι πράγματα οὔπω μέχρι τῆς ἡμέρας ταύτης εἰς ἀκοὴν ἡμετέραν ἐλθόντα. καὶ ταῦτα μὲν εἰ καὶ λυπηρὰ καὶ βαρέα, ἀλλʼ ἔτι φορητά, διὰ τὸ εἰς ἄνθρωπον γεγενῆσθαι, ὃς τὴν ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν τῷ Θεῷ ἐπιτρέψας, ὅλος ἐστὶ τῆς εἰρήνης καὶ τοῦ μηδὲν παρὰ τὴν αὐτοῦ αἰτίαν βλαβερὸν γίνεσθαι τῷ λαῷ τοῦ Θεοῦ.
§126.2 Ἐπειδὴ δέ τινες τῶν τιμίων καὶ πάσης πίστεως ἀξίων ἀδελφῶν ἀπήγγειλαν ἡμῖν, ὡς περὶ τὴν πίστιν καινοτομουμένων τινῶν καὶ λαλουμένων παρὰ σοῦ ὑπεναντίως τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ἐπὶ τούτοις πλέον συγκινηθέντες, καὶ πολὺν ἀγῶνα ἀγωνιάσαντες τοῦ μὴ πού τι πρὸς τοῖς μυρίοις τραύμασιν, οἷς πέπονθεν Ἐκκλησία παρὰ τῶν εἰς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου ἐξαμαρτόντων, ἔτι καὶ ἄλλο ἀναφυῇ κακόν, ἀνανεωθείσης τῆς παλαιᾶς τοῦ ἐχθροῦ τῆς Ἐκκλησίας Σαβελλίου αἱρέσεως (τούτοις γὰρ οἱ ἀδελφοὶ ἀπήγγειλαν ἡμῖν συγγενῆ εἶναι τὰ εἰρημένα), τούτου ἕνεκεν ἐπεστείλαμεν, ἵνα μὴ ὀκνήσῃς μικρὸν διάστημα κινηθεὶς καταλαβεῖν ἡμᾶς, καὶ τὴν ἐπὶ τούτοις πληροφορίαν παρασχόμενος, ἡμῶν τε τὴν ὀδύνην καταπραῧναι, καὶ τὰς τοῦ Θεοῦ ἐκκλησίας παραμυθήσασθαι, τὰς νῦν ἀφορήτως καὶ βαρέως ἐπί τε τοῖς πεπραγμένοις καὶ ἐπὶ τοῖς θρυλλουμένοις εἰρῆσθαι παρὰ σοῦ λυπουμένας.
§127.1 φιλάνθ ωπος Θεὸς συμμέτρους ταῖς θλίψεσι τὰς παρακλήσεις συνάπτων καὶ παρακαλῶν τοὺς ταπεινούς, ἵνα μὴ λάθωσιν ὑπὸ τῆς περισσοτέρας λύπης καταποθέντες, ἴσην ταῖς ἐπιγενομέναις ἡμῖν κατὰ τὴν Νικόπολιν ταραχαῖς τὴν παραμυθίαν ἐπήγαγε, τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰοβῖνον ἐν καιρῷ ἐπιστήσας· ὃς ὅπως εὐκαίρως ἡμῖν ἐπεφάνη, αὐτὸς διηγησάσθω. ἡμεῖς γὰρ φειδόμενοι τοῦ μήκους τῆς ἐπιστολῆς σιωπήσομεν, καὶ ἵνα μὴ δόξωμεν τοὺς ἐκ μεταβολῆς ἀγαπητοὺς ἡμῖν γενομένους οἱονεὶ τῇ ὑπομνήσει τοῦ σφάλματος στηλιτεύειν.
§127.2 Ἀλλὰ παράσχοι ἅγιος Θεὸς ἐπιστῆναί σε τοῖς ἡμετέροις τόποις, ὥστε περιπτύξασθαι μὲν τὴν σὴν σεμνοπρέπειαν, διηγήσασθαι δὲ τὰ καθʼ ἕκαστον. πέφυκε γάρ πως τὰ κατὰ τὴν πεῖραν λυπήσαντα ψυχαγωγίαν τινὰ ἔχειν ἐν διηγήμασι. πλὴν ἀλλʼ ὑπὲρ ὧν τελείως μὲν ὡς πρὸς τὴν εἰς ἡμᾶς ἀγάπην, προηγουμένως δὲ καὶ στιβαρῶς ὡς πρὸς τὴν τῶν κανόνων ἀκρίβειαν θεοφιλέστατος ἐπίσκοπος ἐκινήθη, ἐπαίνεσον αὐτόν, καὶ εὐχαρίστησον τῷ Κυρίῳ, ὅτι τὰ σὰ θρέμματα πανταχοῦ τὸν χαρακτῆρα τῆς σῆς σεμνότητος δείκνυσιν.
§128.1 Ἐγὼ τὴν περὶ τὸ εἰρηνεύεσθαι τὰς ἐκκλησίας τοῦ Κυρίου σπουδὴν ἔργῳ μὲν ἐνδείξασθαι ἀξίως οὔπω δεδύνημαι, ἐν δὲ τῇ καρδίᾳ μου τοσαύτην ἔχειν ἐπιθυμίαν φημί, ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοι ζωή. εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπʼ αὐτοῦ τοῦ Κυρίου καταλειφθεῖσαν ἡμῖν ἐπιζητῶ· καὶ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι, οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν τῆς ἀληθινῆς εἰρήνης, κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν ταῖς γλώσσαις αὐτῶν ἐφʼ βούλονται· πάντως γὰρ αὐτοῖς ποτὲ τῶν ῥημάτων τούτων μεταμελήσει.
§128.2 Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ μεμνῆσθαι τῶν ἐξ ἀρχῆς προτάσεων, καὶ μὴ παράγεσθαι ἄλλας ἀποκρίσεις ἀντʼ ἄλλων ἐρωτημάτων δεχόμενον, μηδὲ ποιεῖν ἐνεργὰ τὰ σοφίσματα τῶν ἄνευ τῆς περὶ τὸ λέγειν δυνάμεως ἀπʼ αὐτῆς μόνης τῆς γνώμης δεινότατα πάντων τὴν ἀλήθειαν κακουργούντων. προέτεινα γὰρ ἁπλᾶ καὶ σαφῆ καὶ εὐμνημόνευτα ῥήματα· εἰ τοὺς μὴ δεχομένους τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμεθα εἰς κοινωνίαν, καὶ εἰ μετὰ τῶν κτίσμα λέγειν τὸ Πνεῦμα τὸ ἅγιον ἀποτολμώντων τὸ μέρος ἔχειν οὐκ ἀνεχόμεθα. δέ, ἀντὶ τοῦ πρὸς ἔπος ταῖς ἐρωτήσεσιν ἀποκρίνασθαι, ἐκεῖνα ἡμῖν ἐρραψῴδησεν ἅπερ ἀπέστειλας· καὶ τοῦτο οὐκ ἀφελείᾳ γνώμης, ὡς ἄν τῳ δόξαι, οὐδὲ τῷ μὴ δύνασθαι συνορᾷν τὸ ἀκόλουθον. ἀλλʼ ἐκεῖνο λογίζεται, ὅτι ἀρνούμενος μὲν ἡμῶν τὴν πρότασιν, τοῖς λαοῖς ἑαυτὸν κατάδηλον ποιήσει, συντιθέμενος δὲ ἡμῖν, τῆς μεσότητος ἀποστήσεται, ἧς οὐδὲν αὐτῷ μέχρι τοῦ νῦν γέγονε προτιμότερον. μὴ τοίνυν ἡμᾶς κατασοφιζέσθω, μηδὲ μετὰ τῶν ἄλλων καὶ τὴν σὴν παρακρουέσθω φρόνησιν· ἀλλὰ σύντομον ἡμῖν λόγον ἀποστειλάτω πρὸς τὸ ἐρώτημα, ὁμολογῶν τὴν κοινωνίαν πρὸς τοὺς ἐχθροὺς τῆς πίστεως, ἀρνούμενος. ἐὰν ταῦτα συμπείσῃς αὐτὸν καὶ πέμψῃς μοι ὀρθὰς καὶ οἵας εὔχομαι τὰς ἀποκρίσεις, ἐγώ εἰμι τὰ κατόπιν πάντα ἡμαρτηκώς· ἐγὼ δέχομαι πᾶσαν τὴν αἰτίαν ἐκείνην ἐπʼ ἐμαυτόν· τότε με ἀπαίτει ταπεινοφροσύνης ἐπίδειξιν. ἕως δʼ ἂν μηδὲν γένηται τούτων, σύγγνωθι, θεοφιλέστατε πάτερ, μὴ δυναμένῳ μετὰ ὑποκρίσεως θυσιαστηρίῳ Θεοῦ παρεστάναι. εἰ γὰρ μὴ τοῦτο ἐφοβούμην, τίνος ἕνεκεν ἐμαυτὸν ἐχώριζον Εὐϊππίου, τοιούτου μὲν τὰ περὶ λόγους, τοσοῦτον δὲ χρόνῳ προήκοντος, τοσαῦτα δὲ τῆς πρὸς ἡμᾶς φιλίας δίκαια κεκτημένου; εἰ δὲ ἐκεῖνα καλῶς καὶ προσηκόντως ὑπὲρ τῆς ἀληθείας ἐπράξαμεν, γελοῖον δή που τοῖς τὰ αὐτὰ ἐκείνῳ λέγουσι διὰ τῆς τῶν εὐφυῶν τούτων καὶ χαριέντων μεσότητος συναπτόμενον φαίνεσθαι.
§128.3 Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης, πᾶσαν παράκλησιν μετʼ εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι· ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους, ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν, συνέζων οἱ ἐξ ἀρχῆς προσελθόντες τῷ λόγῳ. ἦν γάρ, φησί, τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία. ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμοποιούς, καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες.
§129.1 Ἤιδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ. καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν· ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησάμενοί ποθεν αὐτὰ εἰς τὸ μέσον ἤνεγκαν, καὶ περιφέρουσι σύνταγμα, ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις τοιαύτας· ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταυτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. ὅπερ γάρ ἐστι πρώτως Πατήρ, τοῦτό ἐστι δευτέρως Υἱός, καὶ τρίτως τὸ Πνεῦμα. αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα τοῦτο δευτέρως τὸν Υἱόν, καθὸ δὴ καὶ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα καθὸ δὴ Πνεῦμα Θεός. καὶ ὡς βιαιότερον σημᾶναι τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν υἱικῶς Πατέρα. καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύματος, καθὸ δὴ εἷς Θεὸς Τριάς.
§129.2 Ταῦτά ἐστι τὰ θρυλλούμενα, οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων, εἰ καὶ ὅτι ἐκ τῆς καθʼ ἡμῶν συκοφαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. γράφοντες γάρ τισι τῶν καθʼ ἑαυτούς, καὶ προσθέντες τὴν καθʼ ἡμῶν διαβολήν, ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρετικῶν ὀνομάσαντες, τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀποκρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι. πλὴν ἀλλʼ οὐκ ἂν μέχρι τοῦ καὶ ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθʼ ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι, καὶ δεῖξαι πᾶσιν, ὡς οὐδὲν ἡμῖν ἐστὶ κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι τοῦ ἀνδρός, ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
§129.3 Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶν καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις, μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν· ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. ἐὰν οὖν ταῦτα μένῃ, τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται.
§129.4 μέντοι ἀδελφὸς Σαγκτίσσιμος πάντως ἐστὶ παρʼ ὑμῖν πάλαι, καὶ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν πρὸς τοὺς δυτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαι ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων καὶ ἑτοίμην ἔχειν τὴν ὑπογραφήν, ἐν χάρτῃ κεχωρισμένῳ ἐντετυπωμένην, ὃν δυνάμεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσβυτέρου περικομιζομένῳ. ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼν συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ, οὐκ ἔσχον ὑπὲρ οὗ ἐπιστείλω τοῖς ἐν τῇ δύσει. τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται· τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη;
§129.5 Ἐκείνη δέ μοι ἔδοξεν ὥσπερ ἀγύμναστος εἶναι ὑπόθεσις καὶ χώραν παρέχειν γράμμασι, τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι τὰς κοινωνίας τῶν ἐκ τῆς ἀνατολῆς ἀφικνουμένων, ἀλλʼ ἅπαξ μίαν μερίδα ἐκλεξαμένους, τοὺς λοιποὺς ἐκ τῆς μαρτυρίας τῶν κοινωνικῶν προσλαμβάνεσθαι· καὶ μὴ παντὶ τῷ πίστιν γράφοντι ἐπὶ προφάσει δὴ τῆς ὀρθοδοξίας προστίθεσθαι. οὕτω γὰρ εὑρεθήσονται τοῖς μαχομένοις κοινωνοῦντες, οἳ τὰ μὲν ῥήματα πολλάκις τὰ αὐτὰ προβάλλονται, μάχονται δὲ ἀλλήλοις ὅσον οἱ πλεῖστον διεστηκότες. ἵνʼ οὖν μὴ ἐπὶ πλεῖον αἵρεσις ἐξάπτηται τῶν πρὸς ἀλλήλους διαστασιαζόντων ἀντιπροβαλλομένων τὰ παρʼ αὐτῶν γράμματα, παρακληθῆναι αὐτοὺς ἔδει κεκριμένας ποιεῖσθαι καὶ τὰς τῶν ἐντυγχανόντων αὐτοῖς κοινωνίας καὶ τὰς ἐγγράφως γινομένας κατὰ τὸν τύπον τῆς Ἐκκλησίας.
§130.1 Καλῶς καὶ προσηκόντως ἡμῶν καθήψω, τιμιώτατε ὡς ἀληθῶς καὶ ποθεινότατε ἀδελφέ, ὅτι ἐξ οὗ ἀνεχωρήσαμεν τότε τῆς σῆς εὐλαβείας τὰς περὶ τῆς πίστεως ἐκείνας προτάσεις τῷ Εὐσταθίῳ φέροντες, οὐδέν σοι οὔτε μικρὸν οὔτε μεῖζον τῶν κατʼ αὐτὸν ἐδηλώσαμεν. ἐγὼ δὲ οὐχ ὡς εὐκαταφρονήτων τῶν παρʼ αὐτοῦ γενομένων εἰς ἡμᾶς ὑπερεῖδον, ἀλλʼ ὡς εἰς πάντας λοιπὸν τοὺς ἀνθρώπους διαβοηθείσης τῆς φήμης, καὶ οὐδενὸς τῆς παρʼ ἡμῶν διδασκαλίας εἰς τὸ τὴν προαίρεσιν τοῦ ἀνδρὸς διδαχθῆναι προσδεομένου. τοῦτο γὰρ καὶ αὐτὸς ἐπενόησεν, ὥσπερ φοβούμενος μὴ ὀλίγους σχῇ τῆς ἑαυτοῦ γνώμης μάρτυρας, εἰς πᾶσαν ἐσχατιὰν τὰς ἐπιστολὰς ἃς καθʼ ἡμῶν συνέγραψε διαπεμψάμενος. τῆς μὲν οὖν κοινωνίας ἡμῶν αὐτὸς ἀπέρρηξεν ἑαυτόν, μήτε κατὰ τὸν ὡρισμένον τόπον συνδραμεῖν ἡμῖν ἀνασχόμενος, μήτε τοὺς μαθητὰς ἑαυτοῦ παραγαγών, ὅπερ ὑπέσχετο· ἀλλὰ καὶ ἡμᾶς στηλιτεύων ἐν πανδήμοις συνόδοις, μετὰ τοῦ Κίλικος Θεοφίλου, γυμνῇ καὶ ἀπαρακαλύπτῳ τῇ βλασφημίᾳ ὡς ἀλλότρια τῆς ἑαυτοῦ διδασκαλίας ταῖς ψυχαῖς τοῦ λαοῦ ἐνσπείραντας δόγματα. ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πᾶσαν ἡμῶν τὴν πρὸς αὐτὸν συνάφειαν διαλῦσαι. ἐπειδὴ δὲ καὶ εἰς Κιλικίαν ἐλθών, καὶ συντυχὼν Γελασίῳ τινί, πίστιν αὐτῷ ἐξέθετο, ἣν μόνου ἦν Ἀρείου συγγράψαι καὶ εἴ τις αὐτοῦ γνήσιος μαθητής, τότε δὴ καὶ πλέον πρὸς τὸν χωρισμὸν ἐβεβαιώθημεν, λογισάμενοι, ὅτι οὔτε Αἰθίοψ ἀλλάξει ποτὲ τὸ δέρμα αὐτοῦ, οὔτε πάρδαλις τὰ ποικίλματα αὐτῆς, οὔτε ἐν διαστρόφοις δόγμασι συντραφεὶς ἀποτρίψασθαι δύναται τὸ κακὸν τῆς αἱρέσεως.
§130.2 Ἐπενεανιεύσατο δὲ τούτοις καὶ γράψας καθʼ ἡμῶν, μᾶλλον δὲ συγγράψας λόγους μακροὺς πάσης λοιδορίας καὶ συκοφαντίας γέμοντας· ὑπὲρ ὧν οὐδὲν ἀπεκρινάμεθα τέως, διὰ τὸ διδαχθῆναι παρὰ τοῦ ἀποστόλου, μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ διδόναι τόπον τῇ ὀργῇ· καὶ ἅμα ἐννοήσαντες τὸ βάθος τῆς ὑποκρίσεως, μεθʼ ἧς πάντα τὸν χρόνον ἡμῖν προσηνέχθη, ἀφασίᾳ τινὶ ὑπʼ ἐκπλήξεως κατεσχέθημεν.
§130.3 Εἰ δὲ καὶ μηδὲν ἦν ἐκείνων, τὸ ὑπόγυον τοῦτο, τὸ τολμηθὲν αὐτῷ, τίνι οὐκ ἂν φρίκην καὶ ἀποστροφὴν παντελῆ τοῦ ἀνδρὸς ἐνεποίησεν; ὅς γε, ὡς ἀκούω (εἴ γε ἀληθὴς λόγος καὶ μὴ πλάσμα ἐστὶν ἐπὶ διαβολῇ συντεθέν), ὅτι καὶ ἀναχειροτονῆσαί τινας ἐτόλμησεν, μέχρι σήμερον οὐδεὶς τῶν αἱρετικῶν ποιήσας φαίνεται. πῶς οὖν δυνατὸν πράως φέρειν ἡμᾶς τὰ τοιαῦτα καὶ ἰάσιμα εἶναι νομίζειν τοῦ ἀνδρὸς τὰ ἁμαρτήματα ; μὴ τοίνυν ψευδέσι λόγοις παράγεσθε, μηδὲ ὑπονοίαις ἀνδρῶν πάντα εὐκόλως πρὸς τὸ κακὸν ἐκλαμβανόντων πείθεσθε, ὡς ἄρα ἡμεῖς ἀδιάφορα τιθέμεθα τὰ τοιαῦτα. γίνωσκε γάρ, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, ὅτι οὔπω οἶδα τοσοῦτον πένθος ἄλλοτε τῇ ψυχῇ μου παραδεξάμενος, ὅσον νῦν, ὅτε ἤκουσα τῶν ἐκκλησιαστικῶν θεσμῶν τὴν σύγχυσιν. ἀλλὰ μόνον εὔχου, ἵνα δῴη ἡμῖν Κύριος μηδὲν κατὰ θυμὸν ἐνεργεῖν, ἀλλʼ ἔχειν τὴν ἀγάπην, ἥτις οὐκ ἀσχημονεῖ, οὐ φυσιοῦται. ὅρα γὰρ ὅπως οἱ μὴ ἔχοντες ταύτην ἐπήρθησαν μὲν ὑπὲρ τὰ μέτρα τὰ ἀνθρώπινα, ἐνασχημονοῦσι δὲ τῷ βίῳ, κατατολμῶντες πράξεων, ὧν παρελθὼν χρόνος οὐκ ἔχει τὰ ὑποδείγματα.
§131.1 Οντως τῶν ἀπροσδοκήτων ἀκοὴ ἱκανή ἐστι ποιῆσαι ἀνθρώπου ἠχῆσαι ἀμφότερα τὰ ὦτα. καὶ ἐμοὶ νῦν συνέβη. εἰ γὰρ καὶ τὰ μάλιστα γεγυμνασμέναις μου λοιπὸν ταῖς ἀκοαῖς προσέπεσε τὰ περιφερόμενα καθʼ ἡμῶν ταῦτα συντάγματα, διὰ τὸ καὶ πρότερον αὐτὸν ἐμὲ δεδέχθαι τὴν ἐπιστολήν, πρέπουσαν μὲν ταῖ ἐμαῖς ἁμαρτίαις, οὐ μὴν προσδοκηθεῖσάν ποτε γραφήσεσθαι παρὰ τῶν ἐπιστειλάντων· ἀλλʼ ὅμως τὰ δεύτερα τοσαύτην ὑπερβολὴν ἐφάνη ἡμῖν ἔχειν ἐν ἑαυτοῖς τῆς πικρίας, ὥστε ἐπισκοτῆσαι τοῖς προλαβοῦσι. πῶς γὰρ οὐ μικροῦ τῶν φρενῶν ἔξω ἐγενόμην τῶν ἐμαυτοῦ, ἐντυχὼν τῇ πρὸς τὸν εὐλαβέστατον ἀδελφὸν Δαζίναν ἐπιστολῇ, μυρίων μὲν ὕβρεων καὶ κατηγοριῶν ἀφορήτων γεμούσῃ καθʼ ἡμῶν καὶ ἐπαναστάσεων, ὡς ἐν τοῖς χαλεπωτάτοις ἡμῶν κατὰ τῆς Ἐκκλησίας βουλεύμασιν εὑρεθέντων; εὐθὺς δὲ καὶ ἀποδείξεις τοῦ ἀληθεῖς εἶναι τὰς καθʼ ἡμῶν βλασφημίας ἐπήχθησαν ἀπὸ συγγράμματος οὐκ οἶδα ὑπὸ τίνος γραφέντος. μέρη μὲν γὰρ ἐπέγνων, ὁμολογῶ, παρὰ τοῦ Λαοδικέως Ἀπολιναρίου γεγράφθαι, καὶ αὐτὰ οὐδὲ ἀναγνοὺς ἐξ ἔργου ποτέ, ἀλλʼ ἀκούσας ἑτέρων ἀπαγγειλάντων· ἄλλα δέ τινα εὗρον ἐγγεγραμμένα, μήτε ἀνέγνων ποτέ, μήτε ἑτέρου λέγοντος ἤκουσα· καὶ τούτων μάρτυς ἐν οὐρανῷ πιστός. πῶς οὖν οἱ τὸ ψεῦδος ἀποστρεφόμενοι, οἱ τὴν ἀγάπην πλήρωμα εἶναι τοῦ νόμου δεδιδαγμένοι, οἱ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν ἐπαγγελλόμενοι, ταύτας ἡμῖν κατεδέξαντο τὰς συκοφαντίας ἐπενεγκεῖν καὶ ἀπʼ ἀλλοτρίων συγγραμμάτων ἡμᾶς κατακρῖναι, πολλὰ λογισάμενος κατʼ ἐμαυτόν, ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω, εἰ μή, ὅπερ ἐξ ἀρχῆς εἶπον, μέρος ἔκρινα εἶναι τῶν ὀφειλομένων μοι διὰ τὰς ἁμαρτίας κολάσεων καὶ τὴν ἐπὶ τούτοις λύπην.
§131.2 Πρῶτον μὲν γὰρ κατεπένθησα τῇ ψυχῇ, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· ἔπειτα δὲ καὶ ἐφοβήθην αὐτὸς περὶ ἐμαυτοῦ, μή ποτε πρὸς ταῖς ἄλλαις ἁμαρτίαις καὶ τὴν μισανθρωπίαν πάθω, οὐδὲν πιστὸν ἐν οὐδενὶ λογιζόμενος εἶναι, εἴπερ οἱ εἰς τὰ μέγιστα παρʼ ἐμοῦ πιστευθέντες τοιοῦτοι μὲν περὶ ἐμέ, τοιοῦτοι δὲ περὶ αὐτὴν ἐφάνησαν τὴν ἀλήθειαν. γίνωσκε τοίνυν, ἀδελφέ, καὶ πᾶς ὅστις τῆς ἀληθείας φίλος, μήτε ἐμὰ εἶναι τὰ συντάγματα, οὔτε ἀρέσκεσθαι αὐτοῖς, ἐπεὶ μὴ τῇ ἐμῇ γνώμῃ συγγεγράφθαι. εἰ δὲ ἐπέστειλά ποτε πρὸ πολλῶν ἐνιαυτῶν Ἀπολιναρίῳ ἄλλῳ τινί, ἐγκαλεῖσθαι οὐκ ὀφείλω, οὔτε γὰρ αὐτὸς ἐγκαλῶ, εἴ τις ἐκ τῆς ἑταιρίας τινὸς εἰς αἵρεσιν ἀπεσχίσθη (οἴδατε δὲ πάντως τοὺς ἄνδρας, κἂν ὀνομαστὶ μὴ λέγω), διότι ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται.
§131.3 Ταῦτα νῦν μὲν ἀπεκρινάμην πρὸς τὸν ἀποσταλέντα τόμον, ἵνα αὐτός τε εἰδείης τὴν ἀλήθειαν καὶ τοῖς βουλομένοις μὴ κατέχειν ὡς ἐν ἀδικίᾳ τὴν ἀλήθειαν φανερὰν καταστήσῃς. ἐὰν δὲ δέῃ καὶ πλατύτερον ὑπὲρ ἑκάστου τῶν ἐπενεχθέντων ἡμῖν ἀπολογήσασθαι, καὶ τοῦτο ποιήσομεν, τοῦ Θεοῦ συνεργοῦντος. ἡμεῖς, ἀδελφὲ Ὀλύμπιε, οὔτε τρεῖς θεοὺς λέγομεν, οὔτε Ἀπολιναρίῳ κοινωνοῦμεν.
§132 Πάντα τὸν ἀπὸ τοῦ μετοπώρου χρόνον ἠγνόησα περὶ τῆς εὐλαβείας σου, ὅπου διάγεις. καὶ γὰρ πεπλανημένας τὰς φήμας εὕρισκον, τῶν μὲν ἀπαγγελλόντων ἐν Σαμοσάτοις διατρίβειν σου τὴν εὐλάβειαν, τῶν δὲ ἐν τῇ χώρᾳ, ἄλλων δὲ περὶ τὰς βάτνας αὐτὰς διαβεβαιουμένων ἑωρακέναι· διὸ οὐδὲ συνεχῶς ἐπέστειλα. νῦν δὲ μαθὼν ἐν Ἀντιοχείᾳ διάγειν, ἐν τῇ οἰκίᾳ τοῦ αἰδεσιμωτάτου Σατορνίνου τοῦ κόμητος, ἔδωκα τὴν ἐπιστολὴν προθύμως τῷ ποθεινοτάτῳ καὶ εὐλαβεστάτῳ ἀδελφῷ Σαγκτισσίμῳ τῷ συμπρεσβυτέρῳ, διοὗ προσφθέγγομαί σου τὴν ἀγάπην, παρακαλῶν ὅπουπερ ἂν ᾖς μεμνῆσθαι μάλιστα μὲν τοῦ Θεοῦ, εἶτα καὶ ἡμῶν, οὓς ἀγαπᾷν ἐξ ἀρχῆς προείλου, καὶ ἔχειν ἐν τοῖς οἰκειοτάτοις ἀριθμουμένους.
§133.1 Τῆς μὲν σωματικῆς φιλίας ὀφθαλμοὶ πρόξενοι γίνονται, καὶ διὰ μακροῦ χρόνου ἐγγινομένη συνήθεια βεβαιοῖ· τὴν δὲ ἀληθινὴν ἀγάπην τοῦ Πνεύματος δωρεὰ συνίστησι, συνάπτουσα μὲν τὰ μακρῷ διεστῶτα τόπῳ, γνωρίζουσα δὲ ἀλλήλοις τοὺς ἀγαπητούς, οὐ διὰ σωματικῶν χαρακτήρων, ἀλλὰ διὰ τῶν τῆς ψυχῆς ἰδιωμάτων. δὴ καὶ ἐφʼ ἡμῶν τοῦ Κυρίου χάρις ἐποίησε, παρασχομένη ἡμᾶς ἰδεῖν σε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, καὶ περιπτύξασθαί σε τῇ ἀγάπῃ τῇ ἀληθινῇ, καὶ οἱονεὶ συμφυῆναί σοι καὶ πρὸς μίαν ἐλθεῖν ἕνωσιν ἐκ τῆς κατὰ τὴν πίστιν κοινωνίας. πεπείσμεθα γάρ σε ἀνδρὸς τοσούτου θρέμμα ὑπάρχοντα, καὶ τὴν ἐκ παλαιοῦ διατριβὴν μετʼ αὐτοῦ λαχόντα, τῷ αὐτῷ πορεύεσθαι πνεύματι, καὶ τοῖς αὐτοῖς στοιχεῖν τῆς εὐσεβείας δόγμασι.
§133.2 Διὸ καὶ προσφθεγγόμεθά σου τὴν τιμιότητα, καὶ παρακαλοῦμεν μετὰ τῶν ἄλλων καὶ τὴν περὶ ἡμᾶς διάθεσιν τοῦ μεγάλου ἀνδρὸς διαδέξασθαι· ἐπιστέλλειν τε ἡμῖν συνήθως τὰ κατὰ σαυτόν, καὶ ἐπιμελεῖσθαι τῆς πανταχοῦ ἀδελφότητος τοῖς αὐτοῖς σπλάγχνοις καὶ τῇ αὐτῇ προθυμίᾳ, καὶ μακαριώτατος ἐκεῖνος περὶ πάντας ἐχρῆτο τοὺς ἀγαπῶντας τὸν Θεὸν ἐν ἀληθείᾳ.
§134.1 Ὅσον ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν εἰκάζεις που πάντως αὐτοῖς οἷς ἐπέστειλας· οὕτω τὸ καθαρὸν τῆς καρδίας, ἀφʼ ἧς προῆλθεν ἐκεῖνα τὰ ῥήματα, ἀκριβῶς ἐκ τῶν γραμμάτων κατεμηνύετο. καὶ γὰρ ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. ὥστε ἄτοπόν τε καὶ πολὺ τοῦ εἰκότος παρηλλαγμένον πεπονθέναι ὁμολογῶ. σπουδάζων γὰρ ἀεὶ γράμμασιν ἐντυγχάνειν τῆς τελειότητός σου, ἐπειδὴ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν καὶ ἀνέγνων αὐτήν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις, ἠνιάθην τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος.
§134.2 Ἀλλʼ ἐπειδὴ ἤρξω γράφειν, μὴ διαλίπῃς τοῦτο ποιῶν. εὐφρανεῖς γὰρ πλέον οἱ τὰ πολλὰ χρήματα τοῖς φιλοπλούτοις διαπεμπόμενοι· τῶν δὲ γραφέων οὐδείς μοι παρῆν, οὔτε τῶν καλλιγραφούντων οὔτε τῶν ταχυγράφων. οὓς γὰρ ἔτυχον ἐξασκήσας, οἱ μὲν ἀνέδραμον ἐπὶ τὴν πρώτην τοῦ βίου συνήθειαν, οἱ δὲ ἀπειρήκασι πρὸς τοὺς πόνους, χρονίαις ἀρρωστίαις κεκακωμένοι.
§135.1 Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλʼ ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις, καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις· καὶ τὸ τῆς λέξεως ἁπλοῦν τε καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει Χριστιανοῦ, οὐ πρὸς ἐπίδειξιν μᾶλλον κοινὴν ὠφέλειαν συγγράφοντος. τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον. αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων καὶ συστάσεις τῶν ἡμετέρων, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς τῷ συγγράμματι, ἀλλʼ οὖν τῷ σχολὴν καὶ διατριβὴν ἐμποιεῖν διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν.
§135.2 Ἐκεῖνο γὰρ πάντως συνεῖδέ σου ἀγχίνοια, ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, καὶ Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς προσδιαλεγομένοις, οὐδὲν δὲ ἕτερον ἐκ τῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν τοῖς Νόμοις.
§135.3 Δεῖ οὖν καὶ ἡμᾶς τοὺς οὐ κατὰ φιλοτιμίαν ἐρχομένους ἐπὶ τὸ γράφειν, ἀλλʼ ὑποθήκας καταλιμπάνειν ὠφελίμων λόγων τῇ ἀδελφότητι προελομένους, ἐὰν μέν τι πᾶσι προκεκηρυγμένον ἐπὶ αὐθαδείᾳ τρόπου πρόσωπον ὑποβαλλώμεθα, τινὰ καὶ ἀπὸ προσώπου ποιότητος παραπλέκειν τῷ λόγῳ, εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους. ἐὰν δὲ ἀόριστον τὸ διαλεγόμενον, αἱ πρὸς τὰ πρόσωπα διαστάσεις τὴν μὲν συνάφειαν διακόπτουσι, πρὸς οὐδὲν δὲ πέρας χρήσιμον ἀπαντῶσι.
§135.4 Ταῦτα εἶπον ἵνα δειχθῇ, ὅτι οὐκ εἰς κόλακος χεῖρας ἀπέστειλάς σου τοὺς πόνους, ἀλλὰ ἀδελφῷ τῷ γνησιωτάτῳ ἐκοινώνησας τῶν καμάτων. εἶπον δὲ οὐ πρὸς ἐπανόρθωσιν τῶν γεγραμμένων, ἀλλὰ πρὸς φυλακὴν τῶν μελλόντων. πάντως γὰρ τοσαύτῃ περὶ τὸ γράφειν ἕξει καὶ σπουδῇ κεχρημένος οὐκ ἀποκνήσει γράφων· ἐπειδὴ οὐδὲ οἱ τὰς ὑποθέσεις παρέχοντες ἀπολήγουσιν. ἡμῖν δὲ ἀρκέσει μὲν ἀναγινώσκειν τὰ ὑμέτερα· τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν, καὶ τοῦ μετρίαν σχολὴν ἄγειν ἀπὸ τῶν πραγμάτων.
§135.5 Ἀπέστειλα δὲ νῦν διὰ τοῦ ἀναγνώστου τὸ μεῖζον καὶ πρότερον, ἐπελθὼν αὐτὸ ὡς ἐμοὶ δυνατόν. τὸ δὲ δεύτερον παρακατέσχον, βουλόμενος αὐτὸ μεταγράψαι, καὶ μὴ εὐπορῶν τέως τινὸς τῶν εἰς τάχος γραφόντων. μέχρι γὰρ τοσαύτης ἦλθε πενίας τὰ ἐπίφθονα Καππαδοκῶν.
§136.1 Ἐν οἵοις ἡμᾶς ὄντας κατέλαβεν χρηστὸς Ἰσαάκης αὐτός σοι ἄμεινον διηγήσεται, εἰ καὶ μὴ ἀρκοῦσαν ἔχει τὴν γλῶσσαν, ὥστε τραγικῶς ἐξαγγεῖλαι τὸ ὑπεραῖρον τῶν παθῶν, τοσοῦτον ἦν τῆς ἀρρωστίας τὸ μέγεθος. καὶ τὸ εἰκὸς δὲ παντὶ γνώριμον τῷ ἐμὲ καὶ κατὰ βραχὺ ἐπισταμένῳ. εἰ γὰρ ἐν τῇ δοκούσῃ εὐεξίᾳ τῶν ἀπεγνωσμένων πρὸς τὸ ζῇν ἀσθενέστερον διεκείμην, γινώσκειν ἔξεστι τίς ἂν ἤμην ἐπὶ τῆς ἀρρωστίας. καίτοιγε ἐχρῆν (δὸς γὰρ τῷ πυρετῷ συγγνώμην ἐρεσχελοῦντι), ἐπειδή μοι κατὰ φύσιν ἦν τὸ νοσεῖν, ἐν τῇ μεταβολῇ ταύτῃ τῆς ἕξεως ὑγείας μοι νῦν τὸ κράτιστον περιεῖναι. ἀλλʼ ἐπειδὴ μάστιξ τοῦ Κυρίου ἐστὶ προσθήκαις ταῖς κατὰ τὴν ἡμετέραν ἀξίαν τὸ ἀλγεινὸν ἐπιτείνουσα, ἀσθένειαν ἐπὶ τῇ ἀσθενείᾳ προσεκτησάμην, ὥστε τὸ ἀπὸ τούτου καὶ παιδὶ φανερὸν εἶναι, ὅτι πᾶσα ἀνάγκη οἰχήσεσθαι ἡμῖν τὸ ἔλυτρον τοῦτο, πλὴν εἰ μή που ἄρα τοῦ Θεοῦ φιλανθρωπία ἡμῖν ἐν τῇ μακροθυμίᾳ αὐτοῦ χρόνους εἰς μετάνοιαν χαριζομένη, ποιήσειε καὶ νῦν, ὡς καὶ πολλάκις πρότερον, λύσιν τινὰ καὶ πόρον ἐκ τῶν ἀμηχάνων δεινῶν. ταῦτα μὲν οὖν ἕξει ὡς αὐτῷ φίλον καὶ ἡμῖν συμφέρον.
§136.2–163
§136.2 Τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως οἴχεται καὶ προπέποται, ἡμῶν τῆς οἰκείας ἀσφαλείας ἕνεκεν τὰ τῶν πλησίον περιορώντων καὶ οὐδὲ τοῦτο συνορᾷν δυναμένων, ὅτι τῇ τοῦ κοινοῦ κακοπραγίᾳ καὶ τὸ καθʼ ἕκαστον συναπόλλυται, τί χρὴ καὶ λέγειν; ἄλλως τε καὶ πρὸς ἄνδρα, ὃς πόρρωθεν ἕκαστα προειδώς, καὶ προδιεμαρτύρω καὶ προεκήρυξας, καὶ αὐτός τε προεξανέστης, καὶ τοὺς λοιποὺς συνεπήγειρας, ἐπιστέλλων, αὐτὸς παραγινόμενος, τί οὐ ποιῶν, τίνα φωνὴν οὐκ ἀφιείς ϲ ὧν μεμνήμεθα μὲν ἐφʼ ἑκάστῳ τῶν ἐκβαινόντων, ὠφελούμεθα δὲ ἀπʼ αὐτῶν οὐκέτι. καὶ νῦν εἰ μὴ αἱ ἁμαρτίαι ἀντέστησάν μοι, καὶ τὸ μὲν πρῶτον εὐλαβέστατος καὶ ἀγαπητὸς ἀδελφὸς ἡμῶν Εὐστάθιος συνδιάκονος, εἰς νόσον χαλεπὴν καταπεσών, εἰς ὅλους με δύο παρέτεινε μῆνας, ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν αὐτοῦ περιμένοντα· ἔπειτα δὲ οἱ σὺν ἐμοὶ πάντες ἠσθένησαν, ὧν τὰ μὲν καταλείμματα ἐξαριθμήσεται ἀδελφὸς Ἰσαάκης· τὸ δὲ τελευταῖον αὐτὸς ἐγὼ τῇ νόσῳ κατεσχέθην ταύτῃ· ἐπεὶ πάλαι ἂν ἤμην παρὰ τὴν σὴν τιμιότητα, οὐκ ὄφελός τι τοῖς κοινοῖς παρεχόμενος, ἀλλʼ ἐμαυτῷ μέγα κέρδος ἐκ τῆς συντυχίας σου κτώμενος. καὶ γὰρ ἐγνώκειν ἔξω τῶν ἐκκλησιαστικῶν γενέσθαι βελῶν διὰ τὸ ἀφύλακτον ἡμῶν πρὸς τὰ σκευωρούμενα παρὰ τῶν ἐναντίων. σώζοι σε τῷ βίῳ παντὶ μεγάλη τοῦ Θεοῦ χείρ, τὸν γενναῖον φύλακα τῆς πίστεως καὶ νήφοντα τῶν ἐκκλησιῶν προστάτην· καὶ καταξιώσειεν ἡμᾶς πρὸ τῆς ἐξόδου τῆς συντυχίας σου ἐπʼ ὠφελείᾳ τῶν ψυχῶν ἡμῶν.
§137.1 Νῦν μοι δοκῶ μάλιστα ἐπαισθάνεσθαι τῆς ζημίας, ἣν ὑπομένω διὰ τὸ ἀρρωστεῖν, ὁπότε, ἀνδρὸς τοιούτου τὴν πατρίδα ἡμῶν ἐφέποντος, αὐτὸς ἀπεῖναι διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος ἀναγκάζομαι. μῆνα γὰρ ὅλον ἤδη προσκαθέζομαι τῇ ἐκ τῶν αὐτοφυῶς θερμῶν ὑδάτων θεραπείᾳ ὡς δή τι ὄφελος ἐντεῦθεν ἕξων. ἔοικα δὲ διακενῆς πονεῖν ἐπὶ τῆς ἐρημίας, καὶ γέλωτος τοῖς πολλοῖς ἄξιος εἶναι φαίνεσθαι, μηδὲ τῆς παροιμίας ἀκούων τῆς οὐδὲν ἀπὸ θερμῶν ὄφελος εἶναι τοῖς τεθνηκόσι λεγούσης.
§137.2 Διόπερ καὶ οὕτως ἔχων βούλομαι πάντα παρεὶς καταλαβεῖν σου τὴν σεμνοπρέπειαν, ὥστε τῶν ἐν σοὶ καλῶν ἀπολαύειν καὶ τὰ κατὰ τὸν οἶκον τὸν ἐμαυτοῦ πράγματα διὰ τῆς σῆς ὀρθότητος εὐπρεπῶς διαθέσθαι. ἐμὸς γάρ ἐστιν ἴδιος τῆς σεμνοτάτης μητρὸς ἡμῶν Παλλαδίας οἶκος, ἣν οὐ μόνον τοῦ γένους οἰκειότης ἡμῖν συνάπτει, ἀλλὰ καὶ τὸ τοῦ τρόπου δεξιὸν ἀντὶ μητρὸς ἡμῖν εἶναι πεποίηκεν. ἐπεὶ οὖν κεκίνηταί τις ταραχὴ περὶ τὸν οἶκον αὐτῆς, ἀξιοῦμέν σου τὴν μεγαλόνοιαν μικρὸν ὑπερθέσθαι τὴν ἐξέτασιν καὶ ἀναμεῖναι ἡμῶν τὴν παρουσίαν, οὐχ ὥστε διαφθαρῆναί τὸ δίκαιον (μυριάκις γὰρ ἂν ἀποθανεῖν ἑλοίμην τοιαύτην αἰτῆσαι χάριν παρὰ δικαστοῦ φίλου τοῖς νόμοις καὶ τῷ δικαίῳ), ἀλλʼ ὥστε οὐκ εὐπρεπὲς ἐμοὶ γράφειν, ταῦτα ἀπὸ στόματος ἀπαγγέλλοντός μου μαθεῖν. οὕτω γὰρ οὔτε αὐτὸς τῆς ἀληθείας διαμαρτήσῃ, οὔτε ἡμεῖς πεισόμεθά τι τῶν ἀβουλήτων. δέομαι οὖν, τοῦ προσώπου ἐν ἀσφαλείᾳ ὄντος καὶ κατεχομένου παρὰ τῆς τάξεως, ἀνεπαχθῆ ταύτην χάριν καὶ ἀνεπίφθονον ἡμῖν καταθέσθαι.
§138.1 Τίνα με οἴει ψυχὴν ἐσχηκέναι, ὅτε τὴν ἐπιστολὴν ἐδεξάμην τῆς θεοσεβείας σου; εἰ μὲν γὰρ πρὸς τὴν ἐν τῷ γράμματι ἀπεῖδον διάθεσιν, εὐθὺς ὥρμων πέτεσθαι τὴν εὐθὺς Σύρων, εἰ δὲ πρὸς τὴν ἀρρωστίαν τοῦ σώματος, ὑφʼ ἧς πεπεδημένος ἐκείμην, ᾐσθανόμην οὐχὶ τοῦ πέτεσθαι μόνον ἀλλὰ καὶ τοῦ ἐπὶ τῆς κλίνης στρέφεσθαι ἐνδεῶς ἔχων. πεντηκοστὴν γὰρ ταύτην ἡμέραν ἦγον ἐν τῇ ἀρρωστίᾳ, καθʼ ἣν ἐπέστη ἡμῖν ἀγαπητὸς καὶ σπουδαιότατος ἀδελφὸς ἡμῶν συνδιάκονος Ἐλπίδιος· πολλὰ μὲν τῷ πυρετῷ δαπανηθείς, ὃς ἀπορίᾳ τῆς τρεφούσης αὐτὸν ὕλης, τῇ ξηρᾷ ταύτῃ σαρκὶ οἷον θρυαλλίδι κεκαυμένῃ περιειλούμενος, μαρασμὸν καὶ χρονίαν ἐπήγαγεν ἀρρωστίαν· τὰ δὲ ἐφεξῆς, ἀρχαία πληγή μου, τὸ ἧπαρ τοῦτο διαδεξάμενον, ἀπέκλεισε μέν με τῶν σιτίων, ἀπεδίωξε δὲ τῶν ὀμμάτων τὸν ὕπνον, ἐν μεθορίοις δὲ κατέσχε ζωῆς καὶ θανάτου, τοσοῦτον ζῆν ἐπίτρεπον, ὅσον τῶν ἀπʼ αὐτοῦ δυσχερῶν ἐπαισθάνεσθαι. ὥστε καὶ ὕδασιν ἐχρησάμην αὐτοφυῶς θερμοῖς καί τινας παρʼ ἰατρῶν ἐπιμελείας κατεδεξάμην. ἅπαντα δὲ ἤλεγξε τὸ νεανικὸν τοῦτο κακόν· , τοῦ μὲν ἔθους παρόντος, κἂν ἄλλος ἐνέγκοι, ἀμελετήτως δὲ προσπεσόντος οὐδεὶς οὕτως ἀδαμάντινος ὥστε ἀντισχεῖν.
§138.2 Ὑφʼ οὗ πολὺν ὀχληθεὶς χρόνον, οὐδέποτε οὕτως ἠνιάθην ὅσον νῦν, ἐμποδισθεὶς παρʼ αὐτοῦ πρὸς τὴν συντυχίαν τῆς ἀληθινῆς ἀγάπης σου. οἵας γὰρ ἀπεστερήθημεν θυμηδίας οἶδα καὶ αὐτός, εἰ καὶ ἄκρῳ δακτύλῳ τοῦ γλυκυτάτου μέλιτος τῆς παρʼ ὑμῖν ἐκκλησίας ἀπεγευσάμην πέρυσιν.
§138.3 Ἐγὼ δὲ καὶ ἄλλων ἀναγκαίων ἕνεκεν πραγμάτων ἐδεόμην εἰς ταὐτὸν γενέσθαι τῇ θεοσεβείᾳ σου καὶ περὶ πολλῶν μὲν ἀνακοινώσασθαι, πολλὰ δὲ μαθεῖν. καὶ γὰρ οὐδέ ἐστιν ἐνταῦθα οὐδὲ ἀγάπης ἀληθινῆς ἐπιτυχεῖν. ὅταν δὲ καὶ πάνυ τις ἀγαπῶντα εὕροι, οὐκ ἔστιν δυνάμενος παραπλησίως τῇ τελείᾳ σου φρονήσει καὶ τῇ ἐμπειρίᾳ, ἣν ἐκ πολλῶν τῶν περὶ τὰς ἐκκλησίας συνελέξω καμάτων, δοῦναι γνώμην ἡμῖν περὶ τῶν προκειμένων.
§138.4 Τὰ μὲν οὖν ἄλλα οὐκ ἐνῆν γράφειν· δʼ οὖν καὶ ἐξενεγκεῖν ἀσφαλὲς ταῦτά ἐστιν. πρεσβύτερος· Εὐάγριος, υἱὸς Πομπηϊανοῦ τοῦ Ἀντιοχέως, συναπάρας ποτὲ ἐπὶ τὴν δύσιν τῷ μακαρίῳ Εὐσεβίῳ ἐπανῆκε νῦν ἐκ τῆς Ῥώμης, ἀπαιτῶν ἡμᾶς ἐπιστολὴν αὐτὰ τὰ παρʼ ἐκείνων γεγραμμένα ἔχουσαν αὐτολεξεὶ (ἀνεκόμισε δὲ ἡμῖν εἰς τοὐπίσω τὰ παρʼ ἡμῶν, ὡς οὐκ ἀρέσαντα τοῖς ἀκριβεστέροις τῶν ἐκεῖ), καὶ πρεσβείαν τινὰ διἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι, ὑπὲρ τοῦ εὐπρόσωπον ἔχειν ἀφορμὴν τοὺς ἄνδρας τῆς ἐπισκέψεως ἡμῶν.
§138.5 Οἱ κατὰ Σεβάστειαν τὰ ἡμέτερα φρονοῦντες, Εὐσταθίου τὸ ὕπουλον τῆς κακοδοξίας ἕλκος ἀπογυμνώσαντες, ἀπαιτοῦσί τινα παρʼ ἡμῶν ἐκκλησιαστικὴν ἐπιμέλειαν.
§138.6 Ἰκόνιον πόλις ἐστὶ τῆς Πισιδίας, τὸ μὲν παλαιὸν μετὰ τὴν μεγίστην πρώτη, νῦν δὲ καὶ αὐτὴ προκάθηται μέρους, , ἐκ διαφόρων τμημάτων συναχθέν, ἐπαρχίας ἰδίας οἰκονομίαν ἐδέξατο. αὕτη καλεῖ καὶ ἡμᾶς εἰς ἐπίσκεψιν, ὥστε αὐτῇ δοῦναι ἐπίσκοπον. τετελευτήκει γὰρ Φαυστῖνος.
§138.7 Εἰ οὖν δεῖ μὴ κατοκνεῖν τὰς ὑπερορίους χειροτονίας, καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν, καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι αὐτὸς διἐμαυτοῦ συντυχὼν τῇ τιμιότητί σου, ὧν πάντων ἀπεστερήθην διὰ τὴν παροῦσαν ἀσθένειαν. ἐὰν μὲν οὖν τινὸς ἐπιτυχεῖν ταχέως πρὸς ἡμᾶς ἀφικνουμένου, καταξίωσον περὶ πάντων ἀποστεῖλαί μοι τὰς ἀποκρίσεις· εἰ δὲ μή, εὖξαι ἐλθεῖν ἐπὶ νοῦν μοι, ὅπερ εὐάρεστον τῷ Κυρίῳ. ἐν δὲ τῇ συνόδῳ μνήμην ἡμῶν κέλευσον γενέσθαι, καὶ αὐτὸς δὲ πρόσευξαι ὑπὲρ ἡμῶν, καὶ τὸν λαὸν συμπαράλαβε, ἵνα τὰς λειπομένας ἡμέρας ὥρας τῆς παροικίας ἡμῶν καταξιωθῶμεν δουλεῦσαι, ὡς ἔστιν εὐάρεστον τῷ Κυρίῳ.
§139.1 Ἡμᾶς μὲν ἀκοὴ τῶν γεγενημένων κατά τε τὴν Ἀλεξάνδρειαν καὶ τὴν λοιπὴν Αἴγυπτον διωγμῶν πάλαι κατέλαβε, καὶ διέθηκε τὰς ψυχάς, ὡς εἰκὸς ἦν. ἐλογισάμεθα γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃς ἐπειδὴ εἶδεν ἐν τοῖς παρὰ τῶν ἐχθρῶν διωγμοῖς πληθυνομένην τὴν Ἐκκλησίαν καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλήν, καὶ οὐκέτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένα ἡμῖν τὰ ἔνεδρα τίθησι, καλύπτων αὐτοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος περιφέρουσιν, ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. ταῦτα λογιζόμενοι πολὺν χρόνον ἐκαθέσθημεν ἐπὶ τῇ ἀγγελίᾳ τῶν γεγενημένων ἐκπεπληγμένοι. καὶ γὰρ τῷ ὄντι ἤχησαν ἡμῶν ἀμφότερα τὰ ὦτα μαθόντα τὴν ἀναιδῆ καὶ μισάνθρωπον αἵρεσιν τῶν διωξάντων ὑμᾶς, ὅτι οὐχ ἡλικίαν ᾐδέσθησαν, οὐ τοὺς ἐν τῇ πολιτείᾳ καμάτους, οὐ λαῶν ἀγάπην· ἀλλὰ καὶ ᾐκίσαντο τὰ σώματα, καὶ ἠτίμωσαν, καὶ ἐξορίαις παρέδωκαν, καὶ διήρπασαν τὰς ὑπάρξεις ὧν εὑρεῖν ἠδυνήθησαν, οὔτε τὴν παρὰ ἀνθρώπων κατάγνωσιν ἐντρεπόμενοι, οὔτε τὴν φοβερὰν τοῦ δικαίου κριτοῦ ἀνταπόδοσιν προορώμενοι. ταῦτα ἡμᾶς ἐξέπληξε καὶ μικροῦ ἔξω ἐποίησε τῶν λογισμῶν. συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἔννοια· ἆρα μὴ ἐγκατέλιπεν ἑαυτοῦ τὰς ἐκκλησίας παντελῶς Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστί, καὶ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ἄνομος, υἱὸς τῆς ἀπωλείας, ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν σέβασμα;
§139.2 Πλὴν εἴτε πρόσκαιρός ἐστιν πειρασμός, βαστάσατε αὐτόν, οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα, ἀλλʼ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ γὰρ πᾶσα κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν δίκαιος κριτής, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι ὑπενεγκεῖν;
§139.3 Ἀναμένουσιν ὑμᾶς, ἀδελφοί, οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν οὐδὲ κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη, ἀλλὰ πάντες, διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο. οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἄλλοι δὲ ἐπρίσθησαν, οἱ δὲ ἐν φόνῳ μαχαίρας ἀπέθανον. ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων. μακάριος καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. μακαριώτερος δὲ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
§139.4 Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτόν με παραγενέσθαι, οὐδὲν ἂν προετίμησα τῆς συντυχίας ὑμῶν, ὥστε καὶ ἰδεῖν τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, καὶ περιπτύξασθαι, καὶ κοινωνῆσαι τῶν προσευχῶν καὶ τῶν πνευματικῶν ἐν ὑμῖν χαρισμάτων. ἐπειδὴ δὲ τὸ σῶμά μοι λοιπὸν ὑπὸ χρονίας νόσου κατανάλωται, ὡς μηδὲ ἀπὸ τῆς κλίνης δύνασθαί με καταβαίνειν, καὶ οἱ ἐφεδρεύοντες ἡμῖν πολλοί, ὡς λύκοι ἅρπαγες, ἐπιτηροῦντες καιρὸν πότε δυνηθῶσι διαρπάσαι τὰ πρόβατα τοῦ Χριστοῦ, ἀναγκαίως ἐπὶ τὴν διὰ τοῦ γράμματος ἐπίσκεψιν ἦλθον, παρακαλῶν προηγουμένως μὲν ἐκτενεῖς τὰς ὑπὲρ ἐμοῦ ποιεῖσθαι ὑμᾶς δεήσεις, ἵνα καταξιωθῶ τὰς γοῦν λειπομένας ἡμέρας ὥρας δουλεῦσαι τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον τῆς βασιλείας, ἔπειτα καὶ συγγνώμην ἔχειν μου τῇ ἀπολείψει καὶ τῇ βραδυτῆτι ταύτῃ τῶν γραμμάτων. μόλις γὰρ ηὐπορήσαμεν ἀνθρώπου τοῦ δυναμένου ἐξυπηρετήσασθαι ἡμῶν τῇ ἐπιθυμίᾳ· λέγομεν δὲ τὸν υἱὸν ἡμῶν Εὐγένιον τὸν μονάζοντα, διοὗ παρακαλῶ εὔξασθαι ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας πάσης, καὶ ἀντιγράψαι ἡμῖν τὰ περὶ ὑμῶν, ἵνα γνόντες εὐθυμότερον διατεθῶμεν.
§140.1 Τίς δώσει μοι πτέρυγας, ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι πρὸς ὑμᾶς καὶ καταπαύσω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ συντυχίᾳ τῆς ὑμετέρας ἀγάπης. νυνὶ δὲ οὐχὶ πτερύγων ἐνδεῶς ἔχω μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος, πάλαι μέν μοι ὑπὸ μακρᾶς τῆς ἀρρωστίας πεπονηκότος, νῦν δὲ ὑπὸ τῶν συνεχῶν θλίψεων παντελῶς συντετριμμένου. τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχήν, τίς οὕτω παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχήν, καὶ κατακαμφθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις μερίμναις παντελῶς ἐκτακῆναι; ἀλλὰ δυνατὸς ἅγιος Θεὸς δοῦναί τινα λύσιν τῶν ἀμηχάνων καὶ χαρίσασθαι ἡμῖν τινὰ τῶν μακρῶν πόνων ἀναπνοήν. ὥστε καὶ ὑμᾶς τὴν αὐτὴν ἔχειν ἀξιῶ παράκλησιν καὶ τῇ ἐλπίδι τῆς παρακλήσεως χαίροντας ὑμᾶς τὸ παρὸν ἀλγεινὸν τῶν θλίψεων ὑπομένειν. εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφʼ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα, δίκαιος ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ δυνάμεθα ὑπενεγκεῖν, ἀλλʼ ἐπὶ τοῖς προπεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. μὴ οὖν ἀποκάμωμεν ἐναθλοῦντες εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μηδὲ διἀνελπιστίας τὰ πονηθέντα ἡμῖν προώμεθα. οὐ γὰρ μία πρᾶξις ἀνδρείας οὐδὲ βραχὺς πόνος τὸ τῆς ψυχῆς καρτερὸν διαδείκνυσιν, ἀλλʼ δοκιμάζων ἡμῶν τὰς καρδίας διὰ μακρᾶς καὶ παρατεταμένης τῆς δοκιμασίας βούλεται ἡμᾶς τῆς δικαιοσύνης στεφανίτας ἀποδειχθῆναι.
§140.2 Μόνον ἀνένδοτον φυλασσέσθω τὸ φρόνημα ἡμῶν, ἄσειστον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διατηρείσθω, καὶ ἥξει ἐν τάχει ἀντιληψόμενος ἡμῶν· ἥξει καὶ οὐ χρονιεῖ. προσδέχου γὰρ θλίψιν ἐπὶ θλίψει, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρόν, ἔτι μικρόν. οὕτως οἶδε ψυχαγωγεῖν τῇ ἐπαγγελίᾳ τοῦ μέλλοντος τοὺς ἑαυτοῦ τροφίμους τὸ Πνεῦμα τὸ ἅγιον. μετὰ γὰρ τὰς θλίψεις ἐλπίς, ἐκ τοῦ σύνεγγυς δὲ πάρεστι τὰ ἐλπιζόμενα. κἂν γὰρ ὅλον τις εἴποι τὸν ἀνθρώπινον βίον, σμικρότατόν ἐστι διάστημα παντελῶς, συγκρίσει ἐκείνου τοῦ ἀπεράντου αἰῶνος τοῦ ἐν ταῖς ἐλπίσιν ἀποκειμένου.
§140.3 Πίστιν δὲ ἡμεῖς οὔτε παρʼ ἄλλων γραφομένην ἡμῖν νεωτέραν παραδεχόμεθα, οὔτε αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλʼ ἅπερ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσιν ἡμᾶς διαγγέλλομεν. ἔστι τοίνυν ἐκ πατέρων ἐμπολιτευομένη τῇ ἐκκλησίᾳ ἡμῶν γραφεῖσα παρὰ τῶν ἁγίων πατέρων πίστις τῶν κατὰ τὴν Νίκαιαν συνελθόντων· ἣν ἡγούμεθα μὲν διὰ στόματος εἶναι καὶ παρʼ ὑμῖν, οὐ παραιτούμεθα δέ, ἵνα μὴ ὄκνου ἔγκλημα ἀπενεγκώμεθα, καὶ αὐτὰ τὰ ῥήματα ἐνσημᾶναι τῷ γράμματι. ἔστι δὲ ταῦτα. πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διοὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. τὸν διἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα· σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτέ, ὅτε οὐκ ἦν· καί, πρὶν γεννηθῆναι οὐκ ἦν· καί, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο· ἐξ ἑτέρας ὑποστάσεως οὐσίας φάσκοντας εἶναι, τρεπτόν, ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
§140.4 Πιστεύομεν τούτοις. ἐπειδὴ δὲ ἀδιόριστός ἐστιν περὶ τοῦ ἁγίου Πνεύματος λόγος, οὔπω τότε τῶν πνευματομάχων ἀναφανέντων, τὸ χρῆναι ἀναθεματίζεσθαι τοὺς λέγοντας τῆς κτιστῆς εἶναι καὶ δουλικῆς φύσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐσίγησαν. οὐδὲν γὰρ ὅλως τῆς θείας καὶ μακαρίας Τριάδος κτιστόν.
§141.1 Ἐδεξάμην ἤδη δύο ἐπιστολὰς παρὰ τῆς ἐνθέου καὶ τελειοτάτης φρονήσεώς σου, ὧν μὲν ὑπέγραφεν ἡμῖν ἐναργῶς, ὅπως μὲν προσεδοκήθημεν ὑπὸ τοῦ λαοῦ τοῦ ὑπὸ τὴν χεῖρα τῆς ὁσιότητός σου, ὅσον δὲ ἐλυπήσαμεν ἀπολειφθέντες τῆς ἁγιωτάτης συνόδου. δὲ ἑτέρα, παλαιοτέρα μέν, ὡς εἰκάζω τῷ γράμματι, ὕστερον δὲ ἡμῖν ἀποδοθεῖσα, διδασκαλίαν περιεῖχε πρέπουσάν σοι καὶ ἡμῖν ἀναγκαίαν, μὴ καταρρᾳθυμεῖν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, μηδὲ κατὰ μικρὸν προΐεσθαι τοῖς ὑπεναντίοις τὰ πράγματα, ἀφʼ ὧν τὰ μὲν ἐκείνων αὐξήσει, τὰ δὲ ἡμέτερα μειωθήσεται. καὶ οἶμαι πρὸς ἑκατέραν ἀποκεκρίσθαι· πλὴν ἀλλὰ καὶ νῦν, ἐπειδὴ ἄδηλον εἰ οἱ πιστευθέντες τὴν διακονίαν διέσωσαν ἡμῶν τὰς ἀποκρίσεις, περὶ τῶν αὐτῶν ἀπολογοῦμαι· πρὸς μὲν τὴν ἀπόλειψιν ἀληθεστάτην πρόφασιν γράφων, ἧς οἶμαι τὴν ἀκοὴν καὶ μέχρι τῆς σῆς ὁσιότητος διαβεβηκέναι, ὅτι ὑπὸ ἀρρωστίας κατεσχέθην τῆς μέχρις αὐτῶν με τῶν πυλῶν τοῦ θανάτου καταγαγούσης. καὶ ἔτι καὶ νῦν, ἡνίκα ἀπέστελλον περὶ τούτων, λείψανα φέρων τῆς ἀρρωστίας ἔγραφον. ταῦτα δέ ἐστι τοιαῦτα, ὥστε ἐξαρκεῖν ἑτέρῳ νοσήματα εἶναι δύσφορα.
§141.2 Πρὸς δὲ τό, ὅτι οὐ ῥᾳθυμίᾳ ἡμετέρᾳ τὰ τῶν ἐκκλησιῶν τοῖς ἐναντίοις προδέδοται, εἰδέναι βούλομαι τὴν θεοσέβειάν σου, ὅτι οἱ κοινωνικοὶ δῆθεν ἡμῖν τῶν ἐπισκόπων, ὄκνῳ, τῷ πρὸς ἡμᾶς ὑπόπτως ἔχειν ἔτι καὶ μὴ καθαρῶς, τῇ παρὰ τοῦ διαβόλου ἐγγινομένῃ πρὸς τὰς ἀγαθὰς πράξεις ἐναντιώσει, συνάρασθαι ἡμῖν οὐκ ἀνέχονται. ἀλλὰ σχήματι μὲν δῆθεν οἱ πλείους ἐσμὲν μετʼ ἀλλήλων, προστεθέντος ἡμῖν καὶ τοῦ χρηστοῦ Βοσπορίου, ἀληθείᾳ δὲ πρὸς οὐδὲν ἡμῖν τῶν ἀναγκαιοτάτων συναίρονται· ὥστε με καὶ ὑπὸ τῆς ἀθυμίας ταύτης τὸ πλεῖστον μέρος πρὸς τὴν ἀνάληψιν ἐμποδίζεσθαι, συνεχῶς μοι τῶν ἀρρωστημάτων ἐκ τῆς σφοδρᾶς λύπης ἀποστρεφόντων.
§141.3 Τί δʼ ἂν ποιήσαιμι μόνος, τῶν κανόνων, ὡς καὶ αὐτὸς οἶδας, ἐνὶ τὰς τοιαύτας οἰκονομίας μὴ συγχωρούντων; καίτοι τίνα θεραπείαν οὐκ ἐθεράπευσα; ποίου κρίματος αὐτοὺς οὐκ ἀνέμνησα τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ καὶ διὰ τῆς συντυχίας; ἦλθον γὰρ καὶ μέχρι τῆς πόλεως κατὰ ἀκοὴν τοῦ ἐμοῦ θανάτου. ἐπεὶ δὲ ἔδοξε τῷ Θεῷ ζῶντας ἡμᾶς παρʼ αὐτῶν καταληφθῆναι, διελέχθημεν αὐτοῖς τὰ εἰκότα. καὶ παρόντα μὲν αἰδοῦνται, καὶ ὑπισχνοῦνται τὰ εἰκότα πάντα, ἀπολειφθέντες δὲ πάλιν πρὸς τὴν ἑαυτῶν ἀνατρέχουσι γνώμην. ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν, προδήλως τοῦ Κυρίου ἐγκαταλιπόντος ἡμᾶς, τοὺς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψύξαντας τὴν ἀγάπην. ἀλλὰ πρὸς πάντα ἡμῖν ἀρκεσάτω μεγάλη σου καὶ δυνατωτάτη πρὸς Θεὸν ἱκεσία. τάχα γὰρ ἂν γενοίμεθά τι τοῖς πράγμασι χρήσιμοι, διαμαρτόντες τῶν σπουδαζομένων, φύγοιμεν τὴν κατάκρισιν.
§142 Συνήγαγον μὲν πάντας ἐν τῇ συνόδῳ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χωρεπισκόπους, ὥστε γνωρίμους ποιῆσαι τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἀπελείφθης, διὰ γραμμάτων αὐτοὺς ἀναγκαῖόν ἐστι προσαχθῆναί σου τῇ τελειότητι. γνώριζε τοίνυν τὸν ἀδελφὸν τόνδε ἄξιον ὄντα τοῦ πιστεύεσθαι παρὰ τῆς σῆς φρονήσεως διὰ τὸν φόβον τοῦ Κυρίου. καὶ ἅπερ ἂν τῶν πτωχῶν ἕνεκεν ἀναφέρῃ σου τῇ ἀγαθῇ προαιρέσει, καταξίωσον ὡς ἀληθεύοντι πείθεσθαι καὶ τὴν δυνατὴν ἐπικουρίαν παρέχεσθαι τοῖς καταπονουμένοις. καταξιώσεις δὲ δηλονότι καὶ πτωχοτροφίαν τῆς συμμορίας τῆς ὑπʼ αὐτὸν ἐπισκέψασθαι καὶ πάντη ἀνεῖναι τῆς συντελείας. τοῦτο γὰρ ἤδη καὶ τῷ ἑταίρῳ σου συνήρεσε τὴν μικρὰν κτῆσιν τῶν πενήτων ἀλειτουργητον καταστῆσαι.
§143 Εἰ μὲν αὐτῷ μοι δυνατὸν ἦν συμπαρεῖναι τῇ τιμιότητί σου, διἐμαυτοῦ ἂν πάντως ἀνήνεγκα περὶ ὧν ἐβουλόμην καὶ προέστην τῶν καταπονουμένων. ἐπεὶ δέ με ἀρρωστία σώματος καὶ ἀσχολίαι πραγμάτων ἀφέλκουσιν, ἀντʼ ἐμαυτοῦ σοι τὸν ἀδελφὸν τόνδε τὸν χωρεπίσκοπον συνίστημι, ὥστε σε αὐτῷ γνησίως προσχόντα χρήσασθαι συμβούλῳ, ὡς φιλαλήθως καὶ ἐμφρόνως δυναμένῳ συμβουλεῦσαι περὶ τῶν πραγμάτων. τὸ γὰρ πτωχοτροφεῖον τὸ παρʼ αὐτοῦ οἰκονομούμενον ἐπειδὰν καταξιώσῃς θεάσασθαι(ὄψει γάρ, εὖ οἶδα, καὶ οὐ παραδραμῇ, ἐπειδὴ οὐδὲ ἄπειρος εἶ τοῦ ἔργου, ἀλλʼ, ὡς δεῖνά μοι ἀνήνεγκεν, ἓν τῶν ἐν τῇ Ἀμασείᾳ ἐξ ὧν ἔδωκέ σοι Κύριος διατρέφεις), ἐπειδὰν οὖν ἴδῃς καὶ τοῦτο, πάντα αὐτῷ παρέξῃ τὰ ἐπιζητούμενα. ἤδη γάρ μοι καὶ ἑταῖρός σου κατεπηγγείλατο φιλανθρωπίαν τινὰ περὶ τὰ πτωχοτροφεῖα. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἄλλον αὐτὸς μιμήσῃ (σὲ γὰρ εἰκὸς ἑτέροις εἶναι τῶν καλῶν ἡγεμόνα), ἀλλʼ ἵνα γνῷς ὅτι δὴ περὶ αὐτῶν τούτων καὶ ἄλλοι ἡμᾶς ἐδυσωπήθησαν.
§144 Γνωρίζεις πάντως τόνδε ἐκ τῆς κατὰ τὴν πόλιν συντυχίας, ὅμως δέ σοι αὐτὸν καὶ διὰ τῆς ἐπιστολῆς προσάγομεν συνιστῶντες, ὅτι εἰς πολλά σοι τῶν σπουδαζομένων χρήσιμος ἔσται, διὰ τὸ καὶ συνετῶς καὶ εὐλαβῶς δύνασθαι ὑποτίθεσθαι τὰ πρακτέα. δὲ ἐμοὶ εἰς τὸ οὖς διελέχθης, ταῦτα νῦν ἐστὶ καιρὸς ἐπιδείξασθαι, ἐπειδάν σοι προειρημένος ἀδελφὸς τὰ τῶν πτωχῶν ὑποδείξῃ.
§145 Οἶδα τοὺς μυρίους πόνους σου, οὓς ἀνέτλης ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τῶν ἀσχολιῶν τὸ πλῆθος οὐκ ἀγνοῶ, ἃς ἔχεις, τὴν οἰκονομίαν οὐ παρέργως ἀλλὰ κατὰ τὸ θέλημα τοῦ Κυρίου διατιθέμενος. καὶ τὸν ἐκ γειτόνων ὑμῖν ἐπικαθήμενον ἐννοῶ, ἀνάγκη ὑμᾶς, ὥσπερ ὄρνιθας ἀετῷ ὑποπτήσσοντας, μὴ πόρρω τῆς σκέπης ἕκαστον ἀποτρέχειν. τούτων με οὐδὲν λέληθεν. ἀλλʼ πόθος πρᾶγμα βίαιον, καὶ ἐλπίσαι τὰ μὴ ἐνδεχόμενα καὶ ἐγχειρῆσαι τοῖς ἀδυνάτοις· μᾶλλον δὲ ἐπὶ Κύριον ἐλπὶς ἰσχυρότατον πάντων. οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλʼ ἰσχύϊ πίστεως προσδοκῶ καὶ πόρον ἐν ἀμηχάνοις φανήσεσθαι καὶ πάντων ῥᾳδίως σε τῶν κωλυμάτων περιγενήσεσθαι, πρὸς τὸ ἰδεῖν σε τὴν φιλτάτην τῶν ἐκκλησιῶν, καὶ μέντοι καὶ ὀφθῆναι παρʼ αὐτῆς· πάντων αὐτῇ τῶν ἀγαθῶν προτιμότατον, τῷ σῷ προσβλέψαι προσώπῳ καὶ τῆς σῆς ἀκοῦσαι φωνῆς. μὴ τοίνυν αὐτῇ τὰς ἐλπίδας ἀτελεῖς καταστήσῃς. καὶ γὰρ πέρυσιν ἀπὸ τῆς Συρίας ἐπανελθών, ἣν ἐδεξάμην ἐπαγγελίαν, ταύτην διακομίσας, πῶς οἴει μετέωρον αὐτὴν κατέστησα ταῖς ἐλπίσι; μὴ οὖν εἰς ἄλλον καιρὸν ὑπέρθῃ τὴν ἐπίσκεψιν αὐτῆς, θαυμάσιε. καὶ γὰρ ἐὰν δυνατὸν ἰδεῖν αὐτήν ποτε, ἀλλʼ οὐχὶ καὶ μεθʼ ἡμῶν, οὓς ἐπείγει νόσος ἀπᾶραι λοιπὸν τοῦ ὀδυνηροῦ τούτου βίου.
§146 Οὐκ ἔχω μέμψασθαί σοι ἀργίαν οὐδὲ ῥᾳθυμίαν, ὅτι καιροῦ παραπεσόντος γραμμάτων ἀπεσιώπησας. ἣν γὰρ διὰ τῆς τιμίας ἐμοὶ χειρὸς διεπέμψω προσηγορίαν πολλῶν ἐπιστολῶν τιμιωτέραν ποιοῦμαι. ἀντὶ οὖν ταύτης προσαγορεύω σε, καὶ παρακαλῶ σπουδαίως ἀντέχεσθαι τῆς κατὰ ψυχὴν σωτηρίας, πάντα τὰ πάθη τῆς σαρκὸς παιδαγωγοῦντα τῷ λόγῳ, καὶ διηνεκῶς τὴν περὶ Θεοῦ ἔννοιαν, οἷον ἐν ναῷ τινὶ ἁγιωτάτῳ, τῇ σαυτοῦ ψυχῇ ἐνιδρυμένην ἔχοντα· ἐπὶ πάσης δὲ πράξεως καὶ παντὸς λόγου πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Χριστοῦ δικαστήριον, ὥστε σοι τὰς κατὰ μέρος ἐνεργείας συναχθείσας ἐπὶ τῆς ἀκριβοῦς ἐκείνης καὶ φοβερᾶς ἐξετάσεως δόξαν ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ἐνεγκεῖν, ἐπὶ πάσης τῆς κτίσεως τῶν ἐπαίνων ἀξιουμένῳ. εἰ δὲ καταδέχοιτο τὴν μέχρις ἡμῶν ὁδὸν μέγας, οὐ μικρὸν κέρδος ἰδεῖν σε μετʼ αὐτοῦ ἐπὶ τῆς ἡμετέρας.
§147 Μῦθον ἐνόμιζον τέως τὰ τοῦ Ὁμήρου, ὅτε ἐπῄειν αὐτοῦ τὸ ἕτερον μέρος τῆς ποιήσεως, ἐν τὰ τοῦ Ὀδυσσέως πάθη μεταδιδάσκει. ἀλλʼ ἐκεῖνα τὰ μυθικὰ τέως καὶ ἄπιστα πάνυ ἡμᾶς πιθανὰ νομίζειν ἐδίδαξεν περὶ τὸν πάντα ἄριστον Μάξιμον περιπέτεια. καὶ γὰρ καὶ οὗτος ἄρχων ἐγένετο ἔθνους οὐ φαυλοτάτου, ὥσπερ ἐκεῖνος στρατηγὸς τῶν Κεφαλλήνων. καὶ πολλὰ χρήματα ἄγων ἐκεῖνος γυμνὸς ἐπανῆλθε, καὶ τοῦτον οὕτως συμφορὰ διέθηκεν, ὡς κινδυνεῦσαι ἐν ἀλλοτρίοις ῥάκεσιν ὀφθῆναι τοῖς οἴκοι. καὶ ταῦτα πέπονθε, Λαιστρυγόνας τάχα που ἐφʼ ἑαυτὸν παροξύνας, καὶ Σκύλλῃ περιπεσὼν ἐν γυναικείᾳ μορφῇ κυνείαν ἐχούσῃ ἀπανθρωπίαν καὶ ἀγριότητα. ἐπεὶ οὖν μόλις αὐτῷ ὑπῆρξε τὸν ἄφυκτον τοῦτον διανήξασθαι κλύδωνα, σὲ διἡμῶν ἱκετεύει, ἀξιῶν αἰδεσθῆναι τὴν κοινὴν φύσιν καὶ ἐπὶ ταῖς παρʼ ἀξίαν αὐτοῦ συμφοραῖς ἀλγήσαντα, μὴ σιωπῇ κρύψαι τὰ κατʼ αὐτόν, ἀλλὰ διαγγεῖλαι τοῖς ἐν δυνάμει, ὥστε μάλιστα μὲν καὶ γενέσθαι τινὰ αὐτῷ βοήθειαν πρὸς τὴν σκευωρηθεῖσαν ἐπήρειαν· εἰ δὲ μή, δημοσιευθῆναι γοῦν τὴν προαίρεσιν τοῦ εἰς αὐτὸν ἐμπαροινήσαντος. ἀρκοῦσα γὰρ τῷ ἠδικημένῳ παραμυθία τῶν ἐπιβουλευσάντων αὐτῷ τῆς πονηρίας φανέρωσις.
§148.1 Πολλὴν φέρει τοῖς καταπονουμένοις παραμυθίαν καὶ τὸ ἔχειν ἀποδύρασθαι τὰς ἑαυτῶν συμφοράς, καὶ μάλιστα ὅταν ἀνδρῶν ἐπιτύχωσι δυναμένων ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας συμπαθῆσαι τοῖς ἀλγεινοῖς. ὅθεν καὶ αἰδεσιμώτατος ἀδελφὸς Μάξιμος, τῆς πατρίδος ἡμῶν ἡγησάμενος, παθὼν οἷα οὐδέπω τις ἀνθρώπων ἕτερος, καὶ πάντων μὲν γυμνωθεὶς τῶν προσόντων, ὅσα τε ἦν αὐτῷ πατρῷα καὶ ὅσα ἐκ προτέρων πόνων ὑπῆρχε συνειλεγμένα, κακοπαθήσας δὲ τῷ σώματι μυρία ταῖς ἄνω καὶ κάτω πλάναις, καὶ οὐδὲ αὐτὴν τὴν ἐπιτιμίαν ἀνεπηρέαστον διασώσας, ἧς ἕνεκα πάντα πονεῖν τοῖς ἐλευθέροις σύνηθες, πολλὰ μὲν πρὸς ἡμᾶς περὶ τῶν συμβάντων αὐτῷ ἀπωλοφύρατο, ἠξίωσε δὲ διἡμῶν ὡς ἐν κεφαλαίῳ φανερὰν γενέσθαι σοι τὴν περιστᾶσαν αὐτῷ τῶν κακῶν Ἰλιάδα. κἀγώ, ἐπειδὴ ἄλλως οὐδὲν ἀφελεῖν αὐτοῦ τῶν δεινῶν ἠδυνήθην, ἑτοίμως ταύτην ἔδωκα τὴν χάριν· τὸ ὀλίγα ἐκ πολλῶν ὧν ἤκουσα παρʼ αὐτοῦ διαγγεῖλαι τῇ κοσμιότητί σου, ἐπειδὴ αὐτὸς ἐρυθριᾷν μοι ἐδόκει τὰς ἑαυτοῦ συμφορὰς ἐναργῶς διηγήσασθαι.
§148.2 Εἰ γὰρ καὶ οὐ πονηρὸν τὸν ἠδικηκότα συνίστησι τὰ γενόμενα, ἀλλʼ οὖν γε τὸν πεπονθότα τῆς ἐλεεινοτάτης ὄντα μερίδος δείκνυσιν, ἐπειδὴ αὐτὸ τὸ περιπεσεῖν τοῖς θεηλάτοις κακοῖς ἀπόδειξίν πως ἔχειν δοκεῖ τοῦ παραδεδόσθαι τοῖς πάθεσιν. ἀλλʼ ἀρκεῖ αὐτῷ πρὸς παραμυθίαν τῶν συμβάντων τὸ εὐμενεῖ αὐτὸν προσβλέψαι τῷ ὄμματί σε καὶ τὴν πολυαρκῆ χάριν, ἧς πάντες ἀπολαύοντες δαπανᾷν οὐ δύνανται, τὴν τῆς σῆς ἡμερότητος λέγω, καὶ ἐπʼ αὐτὸν ἀφεθῆναι. ὅτι δὲ καὶ ἐν δικαστηρίοις μεγάλη αὐτῷ ἀφορμὴ πρὸς τὴν νίκην παρὰ σοῦ ῥοπή, πάντες ἀκριβῶς πεπείσμεθα. δικαιότατος δὲ πάντων καὶ αὐτὸς οὗτος, τὴν ἐπιστολὴν ἡμῶν, ὥς τι ὄφελος αὐτῷ ἐσομένην, ἐπιζητήσας· ὃν μετὰ τῶν ἄλλων ἴδοιμεν τῇ κατὰ δύναμιν αὐτοῦ φωνῇ τὴν σὴν εὐφημοῦντα σεμνότητα.
§149 Καὶ αὐτὸς ὑπέβαλες ὀφθαλμῷ τὴν κακοπάθειαν τοῦ πρότερον μὲν εὐδοκίμου, νῦν δὲ ἐλεεινοτάτου πάντων Μαξίμου, τοῦ ἄρξαντος τῆς πατρίδος ἡμῶν, ὡς οὐκ ὤφελενϲ οἶμαι γὰρ ἂν πολλοῖς ἀπευκτὴν ἔσεσθαι τὴν τῶν ἐθνῶν ἀρχήν, εἰ πρὸς τοιοῦτον πέρας μέλλουσι καταστρέφειν αἱ προστασίαι. ὥστε τί δεῖ ἡμᾶς τὰ καθʼ ἕκαστον ἀπαγγέλλειν, ὧν τε εἴδομεν, ὧν τε ἠκούσαμεν, ἀνδρὶ διὰ πολλὴν τῆς διανοίας ὀξύτητα ἱκανῷ ἐξ ὀλίγων τῶν πραχθέντων στοχάσασθαι τὰ λειπόμενα; πλὴν ἐκεῖνό γε εἰπών, ἴσως οὐ περιττός σοι φανήσομαι, ὅτι πολλῶν ὄντων καὶ δεινῶν τῶν εἰς αὐτὸν τολμηθέντων πρὸ τῆς σῆς παρουσίας, τοιαῦτα γέγονε τὰ μετὰ ταῦτα, ὡς φιλανθρωπίαν ποιῆσαι νομισθῆναι τὰ φθάσαντα. τοσαύτην εἶχεν ὑπερβολὴν ὕβρεως καὶ ζημίας καὶ τῆς εἰς αὐτὸ τὸ σῶμα κακοπαθείας, τὰ δὴ ὕστερον αὐτῷ παρὰ τοῦ κρατοῦντος ἐξευρεθέντα. καὶ νῦν ἔμφρουρος ἥκει τὰ λείψανα τῶν ὧδε κακῶν αὐτοῦ ἀποπληρώσων, ἐὰν μὴ σὺ τὴν μεγάλην σαυτοῦ χεῖρα ὑπερσχεῖν ἐθελήσῃς τῷ καταπονουμένῳ. περιττὸν μὲν οὖν οἶδα ποιῶν, τὴν σὴν χρηστότητα εἰς φιλανθρωπίαν παρακαλῶν. πλὴν ἀλλʼ ἐπειδὴ βούλομαι γενέσθαι χρήσιμος τῷ ἀνδρί, ἱκετεύω σου τὴν σεμνοπρέπειαν προσθεῖναί τι τῇ ἐκ φύσεως περὶ τὸ καλὸν σπουδῇ διἡμᾶς, ὥστε ἐναργὲς τῷ ἀνδρὶ γενέσθαι τῆς ὑπὲρ αὐτοῦ παρακλήσεως ἡμῶν τὸ ὄφελος.
§150.1 Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι, καὶ ὧν τε αὐτὸς εἶπον, ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου, οὐκ ἐπιλέλησμαι. καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. εἰ γὰρ καὶ τῇ καρδίᾳ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι, καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων, ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τῆς ὁδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. καθέζομαι δὲ ἐπʼ ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες ἀποσκοπεύων τὸ μέλλον. οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. τούτων δὲ πρόξενος λόγος δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. πάλιν μοι χρεία φαρμάκων ἑτέρων, ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ πονηροῦ φαντασίας. ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφʼ ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου λογίζομαι διδασκάλου. ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν, οἱονεί τινα λήμην, ἀφαιρεθέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω, οὐδʼ ἐπʼ ὀλίγον τὴν ὠφέλειαν φέρειν.
§150.2 καὶ τὴν σὴν λογιότητα συνορᾷν, καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι· καὶ ἐάν ποτε δῷ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιότητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων ἐνδεής εἰμι γνωρίζειν δύναμαι· πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης ὁρμῆς, οὔτε ὀκλάζει μου ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπʼ ἐμοί, καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, ὥσπερ ἀκούω. ἀλλʼ ἔτι μέν με καὶ αἱ ἔξωθεν ἀρχαὶ συστέλλουσιν, ὥσπερ λειποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζητούντων. ἐπέχει δέ με μάλιστα ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα.
§150.3 Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης, καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. ἐγὼ γὰρ οὕτω νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῇν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ, κοινῇ προσεφύγομεν; τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ δηλονότι, εἴπερ οὖν ἄξιος καὶ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι· ἀνέγνων γάρ που ἐν Ψαλμοῖς, ὅτι Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν. οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ τὸ κέρδος φέρουσαν. ἐὰν δέ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ παρερριμμένῳ στενάζειν, ἀκολουθήσει μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ.
§150.4 Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν ἐπέταξεν ἡμῖν λογιότης σου. καὶ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρʼ ἡμῶν δυνατὸν ἦν, καὶ ἐπιστολῆς ὑπερέβαινε μέτρον· ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν. καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μέν, ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος· ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· ἑτέραν δέ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴ ἔχειν δύο χιτῶνας. προσετίθει δὲ τούτοις καὶ τό· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν· ὅτι ἔμπορος εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινὰ ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ. καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο· ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρʼ ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. καὶ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρʼ αὐτοῦ λήψεται τὸν μισθόν· δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέρριψε κυνί, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν.
§150.5 Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθʼ ἡμέραν, ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος· πλὴν ἀλλʼ ἐβουλόμην παρʼ αὐτοῦ ἐκείνου σε μαθεῖν. ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. ηὐχόμην δὲ μετὰ σοῦ ποτὲ καταλαβεῖν αὐτόν, ἵνα καὶ τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. ἐκεῖνο γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι περὶ τοῦ πῶς χρὴ ζῇν τὸν Χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτʼ ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν αὐτῷ δυναμένῳ.
§151.1 Εἴ τι ὄφελος ἡμετέρων γραμμάτων, μηδένα χρόνον διαλίπῃς ἐπιστέλλων ἡμῖν καὶ διεγείρων ἡμᾶς πρὸς τὸ γράφειν. αὐτοὶ μὲν γὰρ προδήλως ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον· εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετε παρʼ ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων. εἰ μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα. ὑμεῖς δέ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε κατακηλεῖτε ἡμᾶς τοῖς γράμμασι. καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. ἐοίκασι δέ σου αἱ ἐξ ἰατρικῆς παραινέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐπαγόντων τὸν σίδηρον, ἀλλʼ ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων.
§151.2 μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· ἐπειδή, φησί, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς γίνεται βουλόμεθα. ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συγκατατίθεσθαι οὐ καταδέχομαι, τὸ δὲ ἀβουλήτως τινὰς ποιεῖν τι τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ καίειν τὸν ἄρρωστον ἄλλως ποιεῖν ἀλγεῖν βουλητόν· ἀλλʼ οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι· οὔτε οἱ πλέοντες ἑκουσίως ἐκβάλλουσι τὰ ἀγώγιμα, ἀλλʼ ὥστε διαφυγεῖν τὰ ναυάγια ὑφίστανται τὴν ἐκβολήν, τὸν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων, φέρειν δʼ οὖν ὅμως· ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς ἐπʼ αὐτὸν ἐλπίδος οὐδὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς προτιμότερον.
§152 Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα ῥᾳθυμίας λήθης. σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; πῶς δὲ καταρρᾳθυμῆσαι, ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκουμένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; ἀλλὰ δήλη ἡμῶν αἰτία τῆς σιωπῆς· ὀκνοῦμεν διὄχλου γίνεσθαι ἀνδρὶ τοσούτῳ. εἰ δὲ πρὸς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω, οὐ μόνον πεμπόμενα παρ ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαρρηκότως καὶ γράψομέν γε εἰς τὸ ἐφεξῆς, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις, πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν. ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε, ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθά, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθʼ ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπʼ ἀρχῆς εἰς τέλος διασωσάμενος.
§153 Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου, τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν καὶ ὑπʼ οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν, ἣν ἅπαξ κρίσει τῇ ὀρθοτάτῃ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει, καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς, ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος.
§154.1 Καλῶς ἐποίησας, καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον, κατάρξας τῶν πρὸς ἡμᾶς γραμμάτων καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλεσάμενος. καὶ γὰρ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας, ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι, οἱ δὲ πνευματικῶς ἀγαπᾷν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται. χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας ἐν τῷ δεῖξαι ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἀγάπη, ἀλλʼ εἰσί που τῆς οἰκουμένης οἱ τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. καὶ τοίνυν ἔδοξέ μοι τὸ καθʼ ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συναφείᾳ· ἄλλοις κατʼ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν, ὧν χαρίεσσα μὲν λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. τοιοῦτοι δὲ καὶ ὑμεῖς οἱ τῶν ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει, οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως τὸ περιπόθητον ἔχοντες.
§154.2 Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶς ἔχειν περὶ τὰ μέγιστα. ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ· καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρχειν βοήθειαν ἐξ ἁγίου· καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ, ὅπως ἂν ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης ὁμόζυγος αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοιμίοις ἡμῖν στῆσαι τὴν εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παραπιπτούσης προφάσεως ἐπιστέλλειν καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν, καὶ τὰ περὶ τῶν αὐτοῦ ἐκκλησιῶν, ὅπως ἔχει κατὰ τὴν συμφωνίαν, σημαίνειν· περὶ δὲ τῶν ἐνταῦθα προσεύχεσθαι, ὥστε γενέσθαι καὶ παρʼ ἡμῖν γαλήνην μεγάλην, ἐπιτιμήσαντος τοῦ Κυρίου ἡμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ.
§155.1 Πρὸς πολλὰς τὰς διὰ τῆς ἐπιστολῆς ἣν πρώτην καὶ μόνην κατηξίωσεν ἡμῖν εὐγένειά σου διαπέμψασθαι ἐγγεγραμμένας κατηγορίας ἀπορῶ ἀπολογήσασθαι, οὐ διὰ τὴν τοῦ δικαίου ἔνδειαν, ἀλλὰ διὰ τὸ ἐν πλήθει τῶν ἐπιφερομένων δύσκολον εἶναι τῶν καιριωτέρων τὴν προτίμησιν, καὶ ὅθεν δεῖ πρῶτον ἡμᾶς ἄρξασθαι τῆς θεραπείας. τάχα δεῖ αὐτῇ τῇ τάξει τῶν γεγραμμένων χρησαμένους ὁδῷ πρὸς ἕκαστον ἀπαντᾷν.
§155.2 Τοὺς ἐπὶ Σκυθίαν ἀπαίροντας ἐντεῦθεν μέχρι σήμερον οὐκ ἐγνωρίσαμεν· ἀλλʼ οὐδὲ τῶν ἐκ τῆς οἰκίας ὑπέμνησαν ἡμᾶς, ὥστε προσειπεῖν σε διαὐτῶν, καίτοι πάνυ διὰ σπουδῆς τιθεμένους ἐπὶ πάσης προφάσεως προσφθέγγεσθαί σου τὴν τιμιότητα. ἐπιλαθέσθαι δέ σου ἐν προσευχαῖς ἀδύνατον, εἰ μὴ πρότερον τοῦ ἔργου ἡμῶν ἐπιλαθώμεθα, εἰς ἔταξεν ἡμᾶς Κύριος. μέμνησαι γὰρ πάντως τῶν κηρυγμάτων τῶν ἐκκλησιαστικῶν, πιστὸς ὢν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι καὶ ὑπὲρ τῶν ἐν ἀποδημίαις ἀδελφῶν δεόμεθα, καὶ ὑπὲρ τῶν ἐν ταῖς στρατείαις ἐξεταζομένων, καὶ ὑπὲρ παρρησιαζομένων διὰ τὸ ὄνομα Κυρίου, καὶ ὑπὲρ τῶν τοὺς πνευματικοὺς καρποὺς ἐπιδεικνυμένων, ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὰς εὐχὰς ποιούμεθα· ὧν πάντως ἐν τοῖς πλείοσιν καὶ ἐν τοῖς πᾶσι νομίζομεν καὶ τὴν σὴν ἐμπεριλαμβάνεσθαι τιμιότητα. ἰδίᾳ δέ σου ἡμεῖς πῶς ἂν ἐπιλαθώμεθα, τοσαῦτα ἔχοντες τὰ κινοῦντα ἡμᾶς πρὸς μνήμην, ἀδελφὴν τοιαύτην, ἀδελφιδοὺς τοιούτους, συγγένειαν οὕτω χρηστήν, οὕτως ἀγαπῶσαν ἡμᾶς, οἶκον, οἰκέτας, φίλους, ἐξ ὧν, κἂν μὴ βουλώμεθα, ἀναγκαίως ὑπομιμνησκόμεθά σου τῆς ἀγαθῆς προαιρέσεως;
§155.3 Περὶ δὲ τοῦδε ἀδελφὸς δεῖνα οὐδὲν ἡμῖν ἤνεγκεν ἐπαχθές, οὐδὲ παρʼ ἡμῶν βλάπτουσα αὐτόν τις κρίσις ἐξενήνεκται οὐδεμία. τρέψον οὖν τὴν λύπην ἐπὶ τοὺς τὰ ψευδῆ διηγησαμένους, ἀπολύσας πάσης μέμψεως καὶ τὸν χωρεπίσκοπον καὶ ἐμέ. εἰ δέ τινα δίκην γυμνάζει σχολαστικὸς δεῖνα, ἔχει δικαστήρια δημόσια καὶ νόμους. ἀξιῶ οὖν ὑμᾶς ἐπὶ τούτοις μηδεμίαν ἔχειν μέμψιν.
§155.4 Αὐτὸς δὲ ὅσα ποιεῖς ἀγαθά, σεαυτῷ θησαυρίζεις· καὶ ἣν παρέχῃ ἀνάπαυσιν τοῖς διὰ τὸ ὄνομα τοῦ Κυρίου διωκομένοις, ταύτην σεαυτῷ ἐν ἡμέρᾳ τῆς μισθαποδοσίας προετοιμάζεις. καλῶς δὲ ποιήσεις, ἐὰν καὶ λείψανα μαρτύρων τῇ πατρίδι ἐκπέμψῃς, εἴπερ, ὡς ἐπέστειλας ἡμῖν, ἐκεῖ διωγμὸς ποιεῖ καὶ νῦν μάρτυρας τῷ Κυρίῳ.
§156.1 Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι πρὸς τὸ μῆκος τῶν γραμμάτων, ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι ἐπιστολὴ ὑπὸ τῆς κατὰ τὴν ἀνάγνωσιν ἡδονῆς. τί γὰρ ἥδιον ἄκουσμα τοῦ τῆς εἰρήνης ὀνόματος; τί τοῦ ὑπὲρ τῶν τοιούτων βουλεύεσθαι ἱεροπρεπέστερον καὶ μᾶλλον τῷ Κυρίῳ κεχαρισμένον; σοὶ μὲν οὖν παράσχοι Κύριος τὸν μισθὸν τῆς εἰρηνοποιίας, οὕτω καλῶς προαιρουμένῳ καὶ σπουδαίως ἐγκειμένῳ πράγματι μακαριστῷ. ἡμᾶς δὲ νόμιζε, τιμία κεφαλή, ἕνεκα μὲν τοῦ προῃρῆσθαι καὶ εὔχεσθαι ἰδεῖν ποτὲ τὴν ἡμέραν ἐν πάντες τὸν αὐτὸν πληρώσουσι σύλλογον, οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχωρεῖν τῶν εἰς τὴν σπουδὴν τούτων πρωτείων. καὶ γὰρ ἂν εἴημεν ὡς ἀληθῶς πάντων ἀνθρώπων ἀτοπώτατοι, σχίσμασι καὶ κατατομαῖς ἐκκλησιῶν ἐφηδόμενοι, καὶ μὴ τὴν συνάφειαν τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ τὸ μέγιστον τῶν ἀγαθῶν τιθέμενοι. ὅσον μέντοι τῆς ἐπιθυμίας ἡμῖν περίεστι, τοσοῦτον γίνωσκε τῆς δυνάμεως ἐνδεῖν. οὐ γὰρ ἀγνοεῖ σου τελεία φρόνησις, ὅτι τὰ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν, ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας ἀγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόρριζα ἐξελεῖν τῶν καμνόντων τὰ ἀρρωστήματα. οἶδας δὲ λέγω, καὶ εἰ δεῖ τρανότερον εἰπεῖν, οὐδεὶς φόβος.
§156.2 Τὴν φιλαυτίαν ἔθει μακρῷ ταῖς ψυχαῖς ἐρριζωθεῖσαν εἷς ἀνὴρ ἀνελεῖν οὐχ οἷός τε, οὐδʼ ἐπιστολὴ μία, οὐδὲ χρόνος βραχύς. τὰς γὰρ ὑπονοίας καὶ τὰς ἐξ ἀντιλογιῶν παρατριβὰς παντελῶς ἀναιρεθῆναι, μὴ ἀξιοπίστου τινὸς μεσιτεύοντος τῇ εἰρήνῃ, ἀμήχανον. καὶ εἰ μὲν ἐπέρρει ἡμῖν τὰ παρὰ τῆς χάριτος καὶ ἦμεν δυνατοὶ λόγῳ καὶ ἔργῳ καὶ τοῖς πνευματικοῖς χαρίσμασι δυσωπῆσαι τοὺς ἀντιδιατιθεμένους, ἔδει κατατολμῆσαι τοῦ τοσούτου πράγματος. τάχα δὲ οὐδʼ ἂν τότε συνεβούλευσας ἡμῖν μόνοις ἐλθεῖν ἐπὶ τὴν ἐπανόρθωσιν, ὄντος τοῦ ἐπισκόπου τῇ τοῦ Θεοῦ χάριτι, φροντὶς ἀνῆκε προηγουμένως τῆς ἐκκλησίας· ὃν οὔτε αὐτὸν ἐλθεῖν πρὸς ἡμᾶς οἷόν τε, καὶ ἡμῖν ἀποδημήσειν τέως ὑπὸ τοῦ χειμῶνος οὐ ῥᾴδιον, μᾶλλον δὲ παντελῶς ἀδύνατον, οὐ μόνον καθότι τὸ σῶμά μοι ὑπὸ μακρᾶς ἀρρωστίας ἀπείρηκεν, ἀλλʼ ὅτι καὶ αἱ τῶν Ἀρμενιακῶν ὀρῶν αἱ ὑπερβάσεις μικρὸν ὕστερον ἄβατοι γίνονται καὶ τοῖς πάνυ καθʼ ἡλικίαν σφριγῶσι. γράμματι δὲ αὐτῷ σημᾶναι ταῦτα οὐ παραιτήσομαι. οὐ μέντοι προσδοκῶ τι ἐκ τῶν γραμμάτων ἀξιόλογον ἀποβήσεσθαι, τῆς τε τοῦ ἀνδρὸς ἀκριβείας στοχαζόμενος καὶ αὐτῆς τῆς φύσεως τῶν γραμμάτων· ὅτι οὐ πέφυκεν ἐναργῶς δύνασθαι δυσωπεῖν διαπεμπόμενος λόγος. πολλὰ γὰρ δεῖ εἰπεῖν, πολλὰ καὶ ἀντακοῦσαι, καὶ λῦσαι τὰ ὑποπίπτοντα, καὶ ἀνθυπενεγκεῖν τὰ ὑφορμοῦντα, ὧν οὐδὲν δύναται ἐν τοῖς γράμμασι λόγος, ἀργὸς καὶ ἄψυχος ἐν τῷ χάρτῃ διερριμμένος.
§156.3 Πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐκ ἀποκνήσω γράψαι. γίνωσκε μέντοι, ὡς ἀληθῶς εὐλαβέστατε καὶ πολυπόθητε ἡμῖν ἀδελφέ, ὅτι οὐδεμία μοι πρὸς οὐδένα τῇ τοῦ Θεοῦ χάριτι ἰδιάζουσά ἐστι φιλονεικία. οὐδὲ γὰρ πολυπραγμονήσας οἶδα τὰ ἐγκλήματα, οἷς ἕκαστος ὑπεύθυνος ἔστιν ὀνομάζεται. ὥστε οὕτως ὑμᾶς προσέχειν τῇ ἡμετέρᾳ διανοίᾳ προσήκει, ὡς μηδὲν ἡμῶν δυναμένων ποιῆσαι κατὰ πρόσκλισιν, μηδὲ προειλημμένων εἰς τὴν κατά τινων διαβολήν. μόνον εἰ εὐδοκία γένοιτο τοῦ Κυρίου ἐκκλησιαστικῶς πάντα καὶ ἀκολούθως πραχθῆναι.
§156.4 Ελύπησε δὲ ἡμᾶς ποθεινότατος υἱὸς Δωρόθεος συνδιάκονος, ἀπαγγείλας περὶ τῆς εὐλαβείας σου, ὅτι ὤκνησας μετασχεῖν αὐτῷ τῆς συνάξεως. καίτοι οὐ τοιαῦτα ἡμῖν ἦν τὰ ὡμιλημένα, εἴ τι ἐγὼ μέμνημαι. ἀποστεῖλαι μέντοι πρὸς τὴν δύσιν ἐμοὶ μὲν παντελῶς ἐστὶν ἀδύνατον, οὐδένα ἔχοντι τῶν εἰς τὴν διακονίαν ταύτην ἐπιτηδείων. τῶν δὲ αὐτόθεν ἀδελφῶν, ἐάν τις αἱρῆται τὸν ὑπὲρ τῶν ἐκκλησιῶν κόπον ἀναδέξασθαι, οἶδε δηλονότι καὶ πρὸς τίνας ὁρμήσει, καὶ ἐπὶ ποίῳ σκοπῷ, καὶ παρὰ τίνων ἐφοδιασθῇ τοῖς γράμμασι, καὶ ποταποῖς τούτοις. ἐγὼ μὲν γὰρ ἐν κύκλῳ περισκεψάμενος ὁρῶ μεθʼ ἑαυτοῦ οὐδένα. καὶ εὔχομαι μὲν τοῖς ἑπτακισχιλίοις ἐναριθμηθῆναι τοῖς μὴ κάμψασι γόνυ τῇ Βάαλ. πλὴν ὅτι ζητοῦσι καὶ ἡμῶν τὴν ψυχὴν οἱ πᾶσι τὰς ἑαυτῶν ἐπιβάλλοντες χεῖρας. οὐ μέντοι τούτου γε ἕνεκεν ἐλλείψομέν τι τῆς ὀφειλομένης σπουδῆς ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.
§157 Πῶς οἴει βαρέως ἤνεγκα διαμαρτών σου τῆς συντυχίας κατὰ τὸ θέρος; καίτοι οὐδὲ τῶν ἄλλων τοιαύτη γέγονεν, ὥστε μέχρι κόρου ἡμῖν προελθεῖν· ἀλλʼ οὖν καὶ ὄναρ ἰδεῖν τὰ ποθούμενα φέρει τινὰ τοῖς ἀγαπῶσι παραμυθίαν. σὺ δὲ οὐδὲ ἐπιστέλλεις, οὕτως ἀργὸς εἶ, ὥστε μηδὲ τὴν ὑπόλειψιν ἄλλῃ τινὶ αἰτίᾳ μᾶλλον τῷ ἀργῶς ἔχειν πρὸς τὰς ὑπὲρ τῆς ἀγάπης ἀποδημίας λογίζεσθαι. ἀλλὰ τοῦτο μὲν πεπαύσθω ἡμῖν. εὔχου δὲ ὑπὲρ ἡμῶν καὶ παρακάλει τὸν Κύριον μὴ ἐγκαταλιπεῖν ἡμᾶς, ἀλλʼ ὡς ἐκ τῶν ἐπελθόντων παρήγαγεν ἡμᾶς πειρασμῶν, οὕτω καὶ ἐκ τῶν προσδοκωμένων ῥύσασθαι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ, ἐφʼ ἠλπίσαμεν.
§158 Ἐπειδὴ ἀντέστησάν μοι αἱ ἁμαρτίαι μου πρὸς τὸ μὴ δυνηθῆναί με ἣν πάλαι εἶχον ἐπιθυμίαν τῆς ὑμετέρας συντυχίας ἀγαγεῖν εἰς πέρας, γράμμασι γοῦν παραμυθοῦμαι τὴν ἀπόλειψιν· καὶ παρακαλοῦμεν μὴ διαλιπεῖν μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς, ἵνα, ἐὰν ζῶμεν, καταξιωθῶμεν ὑμῶν ἀπολαῦσαι, εἰ δὲ μή, διὰ τῆς βοηθείας τῶν προσευχῶν ὑμῶν μετὰ ἀγαθῆς ἐλπίδος μεταναστεύσωμεν ἀπὸ τοῦ κόσμου τούτου. τὸν δὲ ἀδελφὸν τὸν ἐπὶ ταῖς καμήλοις παρατιθέμεθα ὑμῖν.
§159.1 Ὅσην εὐφροσύνην παρέσχε μοι τὸ γράμμα τῆς κοσμιότητός σου εἰκάζεις πάντως αὐτοῖς τοῖς ἐπεσταλμένοις. τί γὰρ ἂν ἥδιον γένοιτο ἀνθρώπῳ εὐχὴν ποιουμένῳ φοβουμένοις Θεὸν ἀεὶ προσομιλεῖν καὶ τοῦ παρʼ αὐτῶν κέρδους μεταλαμβάνειν, γραμμάτων τοιούτων, διὧν Θεοῦ γνῶσις ἐπιζητεῖται; εἰ γὰρ τὸ ζῇν ἡμῖν Χριστός, ἀκολούθως καὶ λόγος ἡμῶν περὶ Χριστοῦ ὀφείλει εἶναι, καὶ ἔννοια καὶ πᾶσα πρᾶξις τῶν ἐντολῶν αὐτοῦ ἠρτῆσθαι, καὶ ψυχὴ ἡμῶν κατʼ αὐτὸν μεμορφῶσθαι. χαίρω τοίνυν περὶ τοιούτων ἐρωτώμενος καὶ συγχαίρω τοῖς ἐρωτῶσιν. ἡμῖν τοίνυν ἑνὶ μὲν λόγῳ τῶν ἐν Νικαίᾳ συνελθόντων πατέρων πίστις πασῶν τῶν ὕστερον ἐφευρεθεισῶν προτετίμηται· ἐν ὁμοούσιος ὁμολογεῖται Υἱὸς τῷ Πατρί, καὶ τῆς αὐτῆς ὑπάρχων φύσεως ἧς γεννήσας. φῶς γὰρ ἐκ φωτός, καὶ Θεὸν ἐκ Θεοῦ, καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ, καὶ τὰ τοιαῦτα πάντα, ὑπό τε τῶν ἁγίων ἐκείνων ὡμολογήθη· καὶ ὑφʼ ἡμῶν νῦν, τῶν εὐχομένων κατʼ ἴχνη βαίνειν ἐκείνοις, προσμαρτυρεῖται.
§159.2 Ἐπειδὴ δὲ τὸ νῦν ἀνακύψαν παρὰ τῶν ἀεὶ καινοτομεῖν ἐπιχειρούντων ζήτημα, παρασιωπηθὲν τοῖς πάλαι διὰ τὸ ἀναντίρρητον, ἀδιάρθρωτον κατελείφθη (λέγω δὴ τὸ περὶ τοῦ ἁγίου Πνεύματος). προστίθεμεν τὸν περὶ τούτου λόγον ἀκολούθως τῇ τῆς Γραφῆς ἐννοίᾳ· ὅτι ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν. ἐπειδὴ οὖν βάπτισμα ἡμῖν δέδοται παρὰ τοῦ Σωτῆρος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἀκόλουθον τῷ βαπτίσματι τὴν ὁμολογίαν τῆς πίστεως παρεχόμεθα, ἀκόλουθον δὲ καὶ τὴν δοξολογίαν τῇ πίστει, συνδοξάζοντες Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως. οὐ γὰρ ἂν τῶν αὐτῶν μετέσχε τιμῶν τὸ ἀπεξενωμένον κατὰ τὴν φύσιν. τοὺς δὲ κτίσμα λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον ἐλεοῦμεν, ὡς εἰς τὸ ἀσυγχώρητον πτῶμα τῆς εἰς αὐτὸ βλασφημίας διὰ τῆς τοιαύτης φωνῆς καταπίπτοντας. ὅτι γὰρ διώρισται κτίσις θεότητος οὐδενὸς λόγου προσδεῖ τοῖς κατὰ μικρὸν ταῖς Γραφαῖς ἐγγεγυμνασμένοις. μὲν γὰρ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ· κτίσις ζωῆς προσδεής ἐστι, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· κτίσις διδασκαλίας προσδεῖται, τὸ Πνεῦμά ἐστι τὸ δίδασκον· κτίσις ἁγιάζεται, τὸ Πνεῦμά ἐστι τὸ ἁγίαζον. κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν πάσας τὰς ὑπερκοσμίους δυνάμεις, διὰ τοῦ Πνεύματος τὴν ἁγιωσύνην λαμβάνουσιν. αὐτὸ δὲ τὸ Πνεῦμα φυσικὴν ἔχει τὴν ἁγιότητα, οὐ κατὰ χάριν λαβόν, ἀλλὰ συνουσιωμένην αὐτῷ· ὅθεν καὶ τῆς προσηγορίας τῆς τοῦ ἁγίου ἐξαιρέτως τετύχηκεν. τοίνυν φύσει ἅγιον, ὡς φύσει ἅγιος Πατήρ, καὶ φύσει ἅγιος Υἱός, οὔτε αὐτοὶ τῆς θείας καὶ μακαρίας Τριάδος χωρίσαι καὶ διατεμεῖν ἀνεχόμεθα, οὔτε τοὺς εὐκόλως τῇ κτίσει συναριθμοῦντας ἀποδεχόμεθα.
§159.3 Ταῦτα, ὥσπερ ἐν κεφαλαίῳ, ἀρκούντως τῇ εὐλαβείᾳ ὑμῶν εἰρήσθω. ἀπὸ γὰρ μικρῶν σπερμάτων γεωργήσετε τὸ πλεῖον τῆς εὐσεβείας, συνεργοῦντος ὑμῖν τοῦ ἁγίου Πνεύματος. δίδου γὰρ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται. τὴν δὲ τελειοτέραν διδασκαλίαν εἰς τὴν κατʼ ὀφθαλμοὺς συντυχίαν ὑπερθησόμεθα, διἧς καὶ τὰ ἀντικείμενα ἐπιλύσασθαι, καὶ πλατυτέρας τὰς ἐκ τῶν Γραφῶν παρασχέσθαι μαρτυρίας, καὶ πάντα τύπον τὸν ὑγιῆ τῆς πίστεως βεβαιώσασθαι δυνατόν. τὸ δὲ νῦν ἔχον συγγνώμην νείματε τῇ βραχύτητι. καὶ γὰρ οὐδʼ ἂν ἐπέστειλα τὴν ἀρχήν, εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἐλλιπῶς παρασχέσθαι.
§160.1 Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα Διοδώρου, τὰ δὲ ἐφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι μᾶλλον Διοδώρου. δοκεῖ γάρ μοί τις τῶν τεχνικῶν, τὸ σὸν πρόσωπον ὑποδύς, οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις. ὅς γε, ἐρωτηθεὶς ὑπό τινος, εἰ θεμιτὸν αὐτῷ πρὸς γάμον ἀγαγέσθαι τῆς γυναικὸς τελευτησάσης τὴν ἀδελφήν, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πράως ἤνεγκε τὴν ἀκοήν, καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίως καὶ ἀγωνιστικῶς συγκατέπραξεν. εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἀπέστειλα καὶ ἐξήρκεις σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. ἐπεὶ δὲ δείξας πάλιν ἀφείλετο καὶ ὥσπερ τι τρόπαιον καθʼ ἡμῶν περιέφερε, κεκωλυκότων τὸ ἐξ ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἐπέστειλα νῦν σοι, ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν ἐπὶ τὸν νόθον ἐκεῖνον λόγον καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλιπεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχάνοντας.
§160.2 Πρῶτον μὲν οὖν, μέγιστον ἐπὶ τῶν τοιούτων ἐστί, τὸ παρʼ ἡμῖν ἔθος, ἔχομεν προβάλλειν, νόμου δύναμιν ἔχον, διὰ τὸ ὑφʼ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἐάν τις πάθει ἀκαθαρσίας ποτὲ κρατηθεὶς ἐκπέσῃ πρὸς δυεῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτον, μηθʼ ὅλως εἰς ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον διαλῦσαι αὐτοὺς ἀπʼ ἀλλήλων. ὥστε, εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ καλοῦ φυλακήν. ἐπειδὴ δὲ τὴν ἐπιστολὴν γράψας ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι· καίτοι γε ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου παρʼ ἑκάστου πρόληψις.
§160.3 Γέγραπται, φησίν, ἐν τῷ Λευιτικῷ· Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς. δῆλον δὴ οὖν ἐκ τούτου εἶναί φησιν ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. πρὸς δὴ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ· ὅτι, ὅσα νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἐπεὶ οὕτω γε καὶ περιτομῇ, καὶ Σαββάτῳ, καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα. οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν, ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. ἠρωτήθημεν εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπʼ ἀδελφῇ. εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὅτι οὐ γέγραπται. τὸ δʼ ἐκ τῆς τοῦ ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος· ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν. τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπʼ ἐκείνου ἁρμόζει. γέγραπται γάρ, φησίν· οὐ λήψῃ ἀντίζηλον, ὡς τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. δὴ συνηγορῶν τῷ πάθει ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. ἀνῃρημένης οὖν τῆς αἰτίας, διἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν, τί τὸ κωλῦον ἔσται λαμβάνειν τὰς ἀδελφάς; ἀλλʼ οὐ γέγραπται ταῦτα, φήσομεν. ἀλλʼ οὐδὲ ἐκεῖνα ὥρισται. δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέραις τὴν ἄδειαν δίδωσιν. ἔδει δέ, καὶ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων.
§160.4 Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν νομοθέτης, ἀλλʼ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῆρεν Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μεθίσταται. ἔχει γὰρ οὕτως λέξις. κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν παρῳκήσατε ἐπʼ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. ὥστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι· διὸ μηδὲ τῆς ἐπʼ αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλʼ ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει πρὸς τὴν τοῦ μύσους διαβολήν. πῶς οὖν, τὸ μεῖζον ἀπαγορεύσας, τὸ ἔλαττον ἐσιώπησεν; ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ἔτι ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου.
§160.5 Ἡμᾶς δὲ τί χρὴ ποιεῖν; τὰ γεγραμμένα λέγειν, τὰ σιωπηθέντα προσεξεργάζεσθαι; αὐτίκα τὸ μὴ δεῖν μιᾶ ἑταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱὸν ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ προφήτῃ μεγίστης κατηγορίας ἠξίωται. Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν τὸ μὲν τῶν δαιμόνων διδασκαλεῖον ἐξεῦρεν, δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλενϲ ὡς καὶ ἀπόστολος Παῦλός φησι· Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀρρένων ἀρρητοποιίας καὶ τὰς τῶν θηλειῶν περιλαμβάνων. ὥστε οὐ πάντως σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις.
§160.6 Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην. τὸ γάρ. Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός; οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. ὥστε διὰ τῆς γυναικὸς ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα, μηδὲ τὴν ἑαυτοῦ θυγατέρα, οὕτως οὐδʼ ἀδελφὴν γυναικός, διότι μηδὲ ἀδελφὴν ἑαυτοῦ. καὶ τὸ ἀνάπαλιν, οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν. κοινὰ γὰρ ἐπʼ ἀμφοτέρων τῆς συγγενείας τὰ δίκαια. ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ καιρὸς συνεσταλμένος ἐστίν, Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. ἐὰν δέ μοι παραναγινώσκῃ τὸ Αὐξάνεσθε καὶ πληθύνεσθε, καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. πορνείας παραμυθία δεύτερος γάμος, οὐκ ἐφόδιον εἰς ἀσέλγειαν. εἰ οὐκ ἐγκαρτερεύονται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν.
§160.7 Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. μὴ ποιήσῃς, ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων· μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. μόνον γὰρ τὸ γένος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται.
§160.8 Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. πλείονά με λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς· εὔχομαι δὲ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλʼ ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.
§161.1 Εὐλογητὸς Θεός, τοὺς καθʼ ἑκάστην γενεὰν εὐαρεστοῦντας αὐτῷ ἐκλεγόμενος, καὶ γνωρίζων τὰ σκεύη τῆς ἐκλογῆς, καὶ κεχρημένος αὐτοῖς πρὸς τὴν λειτουργίαν τῶν ἁγίων· καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῄς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν διἡμῶν προσδοκωμένην κλῆσιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας, καὶ ἀγαγὼν εἰς τὰ μέσα τῆς Πισιδίας, ὥστε ἀνθρώπους ζωγρεῖν τῷ Κυρίῳ καὶ ἕλκειν ἀπὸ τοῦ βυθοῦ εἰς τὸ φῶς τοὺς ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. λέγε οὖν καὶ σὺ τὰ τοῦ μακαρίου Δαβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου, ποῦ φύγω; τοιαῦτα γὰρ θαυματουργεῖ φιλάνθρωπος ἡμῶν Δεσπότης. ὄνοι ἀπόλλυνται, ἵνα βασιλεὺς Ἰσραὴλ γένηται. ἀλλʼ ἐκεῖνος μὲν Ἰσραηλίτης ὢν τῷ Ἰσραὴλ ἐδόθη· σὲ δὲ θρεψαμένη καὶ πρὸς τοσοῦτον ἀναβιβάσασα τῆς ἀρετῆς ὕψος οὐκ ἔχει, ἀλλὰ τὴν γείτονα ὁρᾷ τῷ ἰδίῳ κόσμῳ σεμνυνομένην. ἐπειδὴ δὲ εἷς λαὸς πάντες οἱ εἰς Χριστὸν ἠλπικότες καὶ μία Ἐκκλησία νῦν οἱ Χριστοῦ, κἂν ἐκ διαφόρων τόπων προσαγορεύηται, χαίρει καὶ πατρὶς καὶ εὐφραίνεται ταῖς τοῦ Κυρίου οἰκονομίαις, καὶ οὐχ ἡγεῖται ἕνα ἄνδρα ἐζημιῶσθαι, ἀλλὰ διἑνὸς ἐκκλησίας ὅλας προσειληφέναι. μόνον παράσχοι Κύριος καὶ παρόντας ὁρᾷν ἡμᾶς καὶ ἀπόντας ἀκούειν τὴν προκοπήν σου τὴν ἐν τῷ εὐαγγελίῳ καὶ τὴν εὐταξίαν τῶν ἐκκλησιῶν.
§161.2 Ἀνδρίζου τοίνυν καὶ ἴσχυε, καὶ προπορεύου τοῦ λαοῦ, ὃν ἐπίστευσε τῇ δεξιᾷ σου Ὕψιστος. καὶ ὡς νοήμων κυβέρνησιν ποιησάμενος, πάσης ζάλης ἀπὸ τῶν αἱρετικῶν πνευμάτων ἐγειρομένης ὑψηλότερος γενόμενος τῇ γνώμῃ, ἀβάπτιστον τοῖς ἁλμυροῖς καὶ πικροῖς τῆς κακοδοξίας κύμασι διαφύλασσε τὴν ὁλκάδα, ἀναμένων τὴν γαλήνην, ἣν ποιήσει Κύριος, ἐπειδὰν εὑρεθῇ φωνὴ ἀξία τοῦ διαναστῆσαι αὐτὸν πρὸς τὴν ἐπιτίμησιν τῶν πνευμάτων καὶ τῆς θαλάσσης. εἰ δὲ βούλει ἡμᾶς λοιπὸν ὑπὸ τῆς μακρᾶς ἀρρωστίας ἐπειγομένους πρὸς τὴν ἀναγκαίαν ἔξοδον ἐπισκέψασθαι, μήτε καιρὸν ἀναμείνῃς, μήτε τὸ παρʼ ἡμῶν σύνθημα, εἰδὼς ὅτι πατρικοῖς σπλάγχνοις πᾶσα εὐκαιρία ἐστὶ περιπτύσσεσθαι τέκνον ἀγαπητὸν καὶ λόγου παντὸς κρείττων κατὰ ψυχὴν διάθεσις.
§161.3 Βάρος δὲ ὑπερβαῖνον τὴν δύναμιν μὴ ὀδύρου. εἰ μὲν γὰρ αὐτὸς ἦς μέλλων φέρειν τὸ βάσταγμα τοῦτο, οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλʼ ἀφορητὸν παντελῶς. εἰ δὲ Κύριος συνδιαφέρων, Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει. μόνον ἐκεῖνο παραφυλάσσειν ἐν πᾶσι παρακλήθητι, μὴ αὐτὸς τοῖς μοχθηροῖς ἔθεσι συμπεριφέρεσθαι, ἀλλὰ τὰ κακῶς προειλημμένα διὰ τῆς δεδομένης σοι παρὰ Θεοῦ σοφίας μετατιθέναι πρὸς τὸ χρήσιμον. καὶ γὰρ ἀπέστειλέ σε Χριστὸς οὐχ ἑτέροις κατακολουθεῖν, ἀλλʼ αὐτὸν καθηγεῖσθαι τῶν σωζομένων. καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα, ἐὰν μὲν ἔτι ὦμεν ἐπὶ τῆς ζωῆς ταύτης, ἰδεῖν σε μετὰ τῆς ἐκκλησίας καταξιωθῶμεν· ἐὰν δὲ ἀπελθεῖν λοιπὸν προσταχθῶμεν, ἐκεῖ ὑμᾶς ἴδωμεν παρὰ τῷ Κυρίῳ, τὴν μὲν ὡς ἄμπελον εὐθηνοῦσαν ἐπʼ ἀγαθοῖς ἔργοις, σὲ δέ, ὡς σοφὸν γεωργὸν καὶ ἀγαθὸν δοῦλον ἐν καιρῷ διδόντα τοῖς ὁμοδούλοις τὸ σιτομέτριον, πιστοῦ καὶ φρονίμου οἰκονόμου τὸν μισθὸν κομιζόμενον.
§161.5 Οἱ σὺν ἡμῖν πάντες ἀσπάζονταί σου τὴν εὐλάβειαν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ εἴης· εὐδοκιμῶν ἐπὶ χαρίσμασι Πνεύματος καὶ σοφίας φυλαχθείης.
§162.1 Ἔοικέ μοι τοῦτο καὶ ὄκνον ἐμποιεῖν πρὸς τὸ γράφειν καὶ ἀναγκαῖον αὐτὸ πάλιν ὑποδεικνύναι. ὅταν μὲν γὰρ πρὸς τὸ τῆς ἐπιδημίας τῆς ἐμαυτοῦ ἀπίδω χρέος καὶ τὸ τῆς συντυχίας ὑπολογίσωμαι ὄφελος, πάνυ μοι τῶν ἐπιστολῶν ὑπερορᾷν ἔπεισιν ὡς οὐδὲ σκιᾶς λόγον ἐκπληροῦν δυναμένων πρὸς τὴν ἀλήθειαν· ὅταν δὲ πάλιν λογίσωμαι, ὅτι μόνη παραμυθία ἐστὶ τῶν μεγίστων καὶ πρώτων διαμαρτόντα προσειπεῖν ἄνδρα τοσοῦτον, καὶ ἱκετεῦσαι συνήθως ὥστε μὴ ἐπιλανθάνεσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν, οὐ μικρόν τί μοι κρίνειν τὸ τῶν ἐπιστολῶν ἔπεισι. τὴν μὲν οὖν ἐλπίδα τῆς παρουσίας οὔτε αὐτὸς ῥίψαι τῆς ψυχῆς βούλομαι, οὔτε τὴν σὴν θεοσέβειαν ἀπογνῶναι. αἰσχύνομαι γὰρ εἰ μὴ ταῖς σαῖς εὐχαῖς τοσοῦτον φανείην θαρσῶν, ὡς καὶ νέος ἐκ γέροντος ἔσεσθαι, εἰ τούτου γένοιτο χρεία, οὐχ ὅπως ἐρρωμενέστερος μικρὸν ἐξ ἀσθενοῦς καὶ ἐξιτήλου παντάπασιν, ὁποῖος δὴ νῦν εἰμί.
§162.2 Τοῦ δὲ μὴ ἤδη παρεῖναι τὰ αἴτια λόγῳ μὲν εἰπεῖν οὐ ῥᾴδιον, οὐ μόνον ὑπὸ τῆς παρούσης ἀσθενείας ἐξειργομένῳ, ἀλλʼ οὐδὲ σχόντι ποτὲ τοσαύτην τοῦ λόγου δύναμιν, ὥστε παντοδαπὴν καὶ ποικίλην νόσον ἐναργῶς ἐξαγγεῖλαι. πλὴν ὅτι ἀπὸ τῆς ἡμέρας τοῦ Πάσχα μέχρι νῦν πυρετοὶ καὶ διάρροιαι, καὶ σπλάγχνων ἐπαναστάσεις, ὥσπερ κύματά με ἐπιβαπτίζοντα ὑπερσχεῖν οὐκ ἐᾷ. τὰ δὲ παρόντα οἷα καὶ τίνα ἦν, εἴποι ἂν καὶ ἀδελφὸς Βάραχος, εἰ καὶ μὴ τῆς ἀληθείας ἀξίως, ἀλλʼ ὅσον μαρτυρῆσαι τῇ αἰτίᾳ τῆς ὑπερθέσεως. πάνυ δὲ πέπεισμαι, εἰ γνησίως ἡμῖν συνεύξαιο, πάνθʼ ἡμῖν λυθήσεσθαι ῥᾳδίως τὰ δυσχερῆ.
§163 Εἶδόν σου τὴν ψυχὴν ἐν τοῖς γράμμασι. καὶ γὰρ τῷ ὄντι οὐδεὶς γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόρρητα. τότε γὰρ τὸ τοῦ ἤθους εὐσταθές, καὶ τὸ τῆς τιμῆς ἀληθινόν, καὶ τὸ τῆς γνώμης ἐν πᾶσιν ἀκέραιον ἱκανῶς ἡμῖν ἐν τοῖς γράμμασι λόγος ἐχαρακτήρισεν· ὅθεν καὶ μεγάλην ἡμῖν παραμυθίαν τῆς ἀπολείψεώς σου παρέσχετο. μὴ τοίνυν διαλίπῃς τῇ ἀεὶ παραπιπτούσῃ προφάσει χρώμενος πρὸς τὸ ἐπιστέλλειν καὶ τὴν διὰ μακροῦ ταύτην ὁμιλίαν χαρίζεσθαι· ἐπειδὴ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀπόγνωσιν ἡμῖν λοιπὸν ἀσθένεια τοῦ σώματος ἐμποιεῖ. ἣν ὁπόση ἐστὶν ἐρεῖ σοι θεοφιλέστατος ἐπίσκοπος Ἀμφιλόχιος, καὶ γνωρίσας τῷ ἐπὶ πλεῖον συγγεγενῆσθαι ἡμῖν καὶ δυνατὸς ὢν λόγῳ παραστῆσαι τὰ θεαθέντα. γνωρίζεσθαι δὲ βούλομαι τὰ ἐμαυτοῦ δυσχερῆ οὐκ ἄλλου τινὸς ἕνεκεν τῆς πρὸς τὸ ἐφεξῆς συγγνώμης, ὡς μὴ ῥᾳθυμίας ἔχειν κατάγνωσιν ἐὰν ἄρα ἐλλίπωμεν τὴν ἐπίσκεψιν ὑμῶν. καίτοιγε οὐκ ἀπολογίας μᾶλλον παραμυθίας δεῖ πρὸς τὴν ζημίαν ταύτην. εἰ γὰρ ἦν μοι δυνατὸν συνεῖναί σου τῇ σεμνότητι, πολλῷ ἂν ἐγὼ τῶν παρʼ ἄλλοις σπουδαζομένων ταύτην ἐμαυτῷ προτιμοτέραν ἐθέμην.
§164.1–189.8
§164.1 Ὅσης ἡμᾶς εὐφροσύνης ἐνέπλησε τὰ γράμματα τῆς ὁσιότητός σου ἡμεῖς μὲν οὐκ ἂν ῥᾳδίως ἐνδείξασθαι δυνηθείημεν, ἀσθενοῦντος τοῦ λόγου πρὸς τὴν ἐνάργειαν· αὐτὸς δὲ καὶ παρὰ σεαυτῷ εἰκάζειν ὀφείλεις, τεκμαιρόμενος τῷ κάλλει τῶν ἐπεσταλμένων. τί γὰρ οὐκ εἶχε τὰ γράμματα; οὐ τὴν πρὸς Κύριον ἀγάπην; οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς ἀθλήσεως ὑπογράφοντα, ὥστε ὑπʼ ὄψιν ἡμῖν ἀγαγεῖν τὰ πράγματα; οὐ τὴν περὶ ἡμᾶς αὐτοὺς τιμήν τε καὶ διάθεσιν; οὐχ τι ἂν εἴποι τις τῶν καλλίστων; ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα, καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις, καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι, ἡνίκα ἤνθουν αἱ ἐκκλησίαι τοῦ Θεοῦ, ἐρριζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ, ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώκοντες, φανεροὶ δὲ οἱ διωκόμενοι· πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο, καὶ τὸ αἷμα τῶν μαρτύρων ἄρδον τὰς ἐκκλησίας πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς. τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν, εἰρήνην ἐκείνην, ἣν Κύριος ἡμῖν κατέλιπεν, ἧς νῦν οὐδʼ ἴχνος ἡμῖν λοιπὸν ὑπολέλειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπʼ ἀλλήλων ἀπεδιώξαμεν. πλὴν ἀλλʼ ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ τῆς μακρόθεν, ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων, διἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο; τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; ὅτε μέντοι εἴδομεν τὸν ἀθλητήν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην, ὃς παρὰ τῷ δικαίῳ κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιρρώσας ἀγῶνα.
§164.2 Ἐπεὶ δὲ καὶ τοῦ μακαρίου ἀνδρὸς Εὐτυχοῦς εἰς μνήμην ἡμᾶς ἤγαγες, καὶ ἐσέμνυνας ἡμῶν τὴν πατρίδα ὡς αὐτὴν παρασχομένην τῆς εὐσεβείας τὰ σπέρματα, εὔφρανας μὲν ἡμᾶς τῇ ὑπομνήσει τῶν παλαιῶν, ἐλύπησας δὲ τῷ ἐλέγχῳ τῶν ὁρωμένων. οὐδεὶς γὰρ ἡμῶν Εὐτυχεῖ τὴν ἀρετὴν παραπλήσιος, οἵ γε τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι τῇ δυνάμει τοῦ Πνεύματος καὶ τῇ ἐνεργείᾳ τῶν παρʼ αὐτοῦ χαρισμάτων, ὥστε καὶ τοὺς ἡμέρως ἔχοντας τῇ ὑπερβολῇ τῶν ἁμαρτιῶν ἡμῶν ἐξηγριῶσθαι. ἑαυτοῖς γὰρ λογιζόμεθα καὶ ταῖς ἡμετέραις ἁμαρτίαις τὴν αἰτίαν τοῦ ἐπὶ τοσοῦτον χυθῆναι τὴν τῶν αἱρετικῶν δυναστείαν. σχεδὸν γὰρ οὐδὲν μέρος τῆς οἰκουμένης διαπέφευγε τὸν ἐκ τῆς αἱρέσεως ἐμπρησμόν. τὰ δὲ σὰ διηγήματα, ἐνστάσεις ἀθλητικαί, σώματα ὑπὲρ τῆς εὐσεβείας καταξαινόμενα, θυμὸς βαρβαρικὸς ὑπὸ τῶν ἀκαταπλήκτων τὴν καρδίαν καταφρονούμενος, αἱ ποικίλαι βάσανοι τῶν διωκόντων, αἱ διὰ πάντων ἐνστάσεις τῶν ἀγωνιζομένων, τὸ ξύλον, τὸ ὕδωρ, τὰ τελειωτικὰ τῶν μαρτύρων. τὰ δὲ ἡμέτερα οἷα; ἀπέψυκται ἀγάπη· πορθεῖται τῶν πατέρων διδασκαλία· ναυάγια περὶ τὴν πίστιν πυκνά· σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα· λαοὶ τῶν εὐκτηρίων οἴκων ἐξελαθέντες ἐν τῷ ὑπαίθρῳ πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην τὰς χεῖρας αἴρουσι. καὶ αἱ μὲν θλίψεις βαρεῖαι, μαρτύριον δὲ οὐδαμοῦ, διὰ τὸ τοὺς κακοῦνταλβ́ἡμᾶς τὴν αὐτὴν ἡμῖν ἔχειν προσηγορίαν. ὑπὲρ τούτων αὐτός τε δεήθητι τοῦ Κυρίου, καὶ πάντας τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ εἰς τὴν ὑπὲρ τῶν ἐκκλησιῶν προσευχὴν συμπαράλαβε, ἵνα εἴπερ ἔτι χρόνοι τινὲς ὑπολείπονται τῇ συστάσει τοῦ κόσμου, καὶ μὴ πρὸς τὴν ἐναντίαν φορὰν συνελαύνεται τὰ πάντα, διαλλαγεὶς Θεὸς ταῖς ἑαυτοῦ ἐκκλησίαις ἐπαναγάγῃ αὐτὰς πρὸς τὴν ἀρχαίαν εἰρήνην.
§165.1 Παλαιὰν ἡμῖν εὐχὴν ἅγιος Θεὸς ἐξεπλήρωσε, καταξιώσας ἡμᾶς γράμμασι τῆς ἀληθινῆς σου θεοσεβείας ἐντυχεῖν. τὸ μὲν γὰρ μέγιστον καὶ τῆς μεγίστης σπουδῆς ἄξιον αὐτόν σε ἰδεῖν καὶ ὀφθῆναί σοι, καὶ τῶν ἐν σοὶ τοῦ Πνεύματος χαρισμάτων διἑαυτῶν ἀπολαῦσαι· ἐπειδὴ δὲ τοῦτο τε τοῦ τόπου διάστασις ἀφαιρεῖται, καὶ αἱ ἰδίᾳ ἑκάτερον ἡμῶν κατέχουσαι περιστάσεις, δευτέρας εὐχῆς ἄξιον γράμμασι συνεχέσι τῆς ἐν Χριστῷ σου ἀγάπης τρέφεσθαι τὴν ψυχήν. καὶ νῦν ἡμῖν ὑπῆρξεν, ὅτε ἐλάβομεν εἰς χεῖρας τὴν ἐπιστολὴν τῆς συνέσεώς σου· πλέον γὰρ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων. καὶ γὰρ ἦν τῷ ὄντι καὶ αὐτήν σου καθορᾷν τὴν ψυχήν, οἷον διἐσόπτρου τινὸς τῶν λόγων διαφαινομένην. πολυπλασίονα δὲ ἡμῖν τὴν εὐφροσύνην ἐποίει οὐ μόνον τὸ τοιοῦτον εἶναί σε ὁποῖον πάντων μαρτυρία παρίστησιν, ἀλλʼ ὅτι τὰ ἐν σοὶ καλὰ τῆς πατρίδος ἡμῶν ἐστὶ σεμνολογήματα. οἷον γὰρ εὐθαλής τις κλάδος ῥίζης γενναίας ἀφορμηθεὶς τῶν πνευματικῶν καρπῶν τὴν ὑπερορίαν ἐνέπλησας. ὥστε εἰκότως πατρὶς ἡμῶν τοῖς οἰκείοις βλαστήμασιν ἐπαγάλλεται. καὶ ἡνίκα τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνας διήθλεις, ἐδόξαζε τὸν Θεόν, ἀκούουσα τὴν τῶν πατέρων ἀγαθὴν κληρονομίαν διαφυλαττομένην ἔν σοι.
§165.2 Οἷα δέ σου καὶ τὰ παρόντα; μάρτυρι, νέον ἀθλήσαντι ἐπὶ τῆς γείτονος ὑμῖν βαρβάρου, τὴν ἐνεγκοῦσαν ἐτίμησας, οἷόν τις εὐγνώμων γεωργὸς τοῖς παρασχομένοις τὰ σπέρματα τὰς ἀπαρχὰς τῶν καρπῶν ἀποπέμπων. ὄντως πρέποντα ἀθλητῇ Χριστοῦ τὰ δῶρα· μάρτυς τῆς ἀληθείας ἄρτι τὸν τῆς δικαιοσύνης ἀναδησάμενος στέφανον· ὃν καὶ ὑπεδεξάμεθα χαίροντες, καὶ ἐδοξάσαμεν τὸν Θεὸν τὸν ἐν πᾶσι τοῖς ἔθνεσι πληρώσαντα λοιπὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ. παρακέκλησο δὲ καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ σπουδαίως ὑπὲρ τῶν ψυχῶν ἡμῶν προσεύχεσθαι τῷ Κυρίῳ, ἵνα καταξιωθῶμέν ποτε ἄρξασθαι καὶ αὐτοὶ δουλεύειν τῷ Θεῷ κατὰ τὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ, ἃς ἔδωκεν ἡμῖν εἰς σωτηρίαν.
§166.1 Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως· ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵνʼ εἴπω τὸ τοῦ Δαβίδ), ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. καὶ μακάριος σοι πλησιάζειν ἠξιωμένος. καὶ μακαριώτερος δὲ ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα, ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετήν, οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλʼ ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεφάνης, καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης.
§166.2 Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν· ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. τῆς πραγματείας οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς Θεὸς εἰς τέλος, οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον· ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν, καὶ ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει, καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σεαυτὸν δηλῶν, ποιῆσαι νῦν κατηξίωσας.
§167 Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καὶ τὸ τούτου μεῖζον, εὐλογῶν ἡμᾶς ἐν τοῖς γράμμασιν. ἡμεῖς δέ, εἰ μὲν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, κατηξιώθημεν ἂν καὶ μέχρι σου γενόμενοι περιπτύξασθαί σου τὴν θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας. ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν, πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνεχόμενοι, δεύτερόν ἐστι ποιοῦμεν· προσαγορεύομεν τὴν σὴν τελειότητα, καὶ ἀξιοῦμεν μὴ κάμνειν σε μεμνημένον ἡμῶν. οὐ γὰρ ὠφέλεια μόνον ἡμῖν τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώπισμα, ὅτι λόγος ἡμῶν ἐστὶ παρὰ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα, ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.
§168 Ὅσον ὀδύρομαι τὴν ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείας διαθλοῦντι ἀγῶνα. πέπεισμαι γὰρ ὅτι Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότοσϲ ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα, ἡλίκος ἐστὶ τὴν σύνεσιν· διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. ἀλλὰ παράσχοι Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας· ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν, τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ, ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην, καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ, οὗ μιᾶς ἡμέρας συνουσία αὐταρκές ἐστιν ἐφόδιον πρὸς σωτηρίαν.
§169.1 Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ ἥμερον καὶ φιλάνθρωπον τὴν τοῦ καταφρονητοῦ Γλυκερίου (τέως γὰρ οὕτω γράφομεν) αἰχμαλωσίαν συναγαγών, καὶ τὴν κοινὴν ἀσχημοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. δεῖ δὲ ὅμως τὴν σὴν εὐλάβειαν μαθοῦσαν τὰ κατʼ αὐτὸν οὕτω λῦσαι τὴν ἀτιμίαν.
§169.2 Οὗτος νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυκέριος ἐχειροτονήθη μὲν παρʼ ἡμῶν τῆς κατὰ Οὐήνεσαν ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος· παρθένους δὲ ἀθλίας συναγαγὼν κατʼ ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας ἀγελαρχεῖν ἐπεχείρησε, καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθείς, ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλʼ ἀφορμὴν βίου ταύτην ὥσπερ ἄλλος τινὰ προστησάμενος· καὶ μικροῦ τὴν ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε, περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν χωρεπίσκοπον καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον.
§169.3 Καὶ τέλος, ἵνα τι μὴ λόγῳ ἐπιτιμηθῇ μικρὸν παρʼ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν (καὶ γὰρ καὶ τοὺς νέους ἐγύμναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. συλήσας νῶν παρθένων ὅσας ἠδύνατο, καὶ νύκτα τηρήσας, δραπέτης γίνεται. πάνυ σοι δεινὰ ταῦτα φανεῖται. σκόπει καὶ τὸν καιρόν. ἤγετο μὲν ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπόμενον καὶ περιχορεύοντα, καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος· ἀλλʼ ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας, καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους, καὶ μετʼ ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι, περιυβρίζει καὶ ἀτιμοῖ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος.
§169.4 Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ γὰρ κοινὸς πάντων ἡμῶν γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρθένων ἐπανελθεῖν· τύχοι γὰρ ἄν τινος φιλανθρωπίας εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθένους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ ἐκκλησίᾳ. εἰ δὲ μή, τάς γε βουλομένας τυραννεῖσθαι μῂ συγχωρήσῃς, ἀλλʼ ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς. μαρτυρόμεθά σοι ὡς καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετʼ ἐπιστήμης καὶ τῆς πρεπούσης εὐσταθείας, τοῦτο ἄριστον, εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.
§170 Μέχρι τίνος ἀπονοῇ, καὶ κακῶς μὲν βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς δὲ ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. εἰ γὰρ καὶ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς. ταῦτά σοι παρʼ ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι, καὶ πρὸ τῶν ἄλλων σὸς πρεσβύτερος, οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. εἰ δὲ μακρύνεις ἀφʼ ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας, οὐ πρὸς Θεόν, ἀλλʼ εἰς βάραθρον.
§171 Ἐπέσταλκά σοι καὶ πρώην περὶ Γλυκερίου καὶ τῶν παρθένων. οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλʼ ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην, ὡς ἐφʼ ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς, αὐτὸς πάσχων τι πρὸς ἡμᾶς, ἄλλοις χαριζόμενος. ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτου ἐγγυητής. καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τῶν μελῶν, εἰ καὶ καλῶς ἐτμήθησαν. εἰ δὲ ἀντιτείνοιεν, ἐπʼ ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.
§172 Ὅπως ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν οὐδὲν δεόμεθα γράφειν. εἰκάζεις γὰρ πάντως αὐτοῖς οἷς ἐπέστειλας τοιούτοις οὖσι. τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ἐψύγη τῶν πολλῶν ἀγάπη; οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ, καὶ ῥῆμα εἰρηνικόν, καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερευχαριστήσαμεν τῷ Κυρίῳ, δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. εἰ γὰρ ἐπιστολαὶ τοιαῦται, ὁποία συντυχία; καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; εὖ δὲ ἴσθι, εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι πρὸς τὴν σὴν τελειότητα. καίτοιγε μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις παλαιὰ αὕτη τοῦ σώματος ἀρρωστία, ἀλλʼ ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας. τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν πατέρων πρεσβεύοντι πίστιν, ὡς τῶν τιμίων ἀδελφῶν καὶ συμπρεσβυτέρων λόγος, καταξιωθῆναι περιτυχεῖν, ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν ἐκκλησιῶν ἐπανελθεῖν, ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες, ἐργάται ὄντες τῶν ἐντολῶν ἀνεπαίσχυντοι, διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ, καὶ ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα διαφυλάσσοντες.
§173 Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μὲν οὖν καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντι τῆς ἐπαγγελίας τὰ ἐφεξῆς ἐπάγειν. τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός, τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν, καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾷν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται· ὥστε καὶ γλώσσῃ πεπεδημένῃ κεχρῆσθαι καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως τοῦ Θεοῦ, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς Δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ὡς ἐπʼ αὐτῆς τῆς ἀληθείας εὕρομεν. καὶ μὲν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ὑπάρχει ἡμῖν ἐκ φύσεως πλεονέκτημα κατὰ σῶμα κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος καταβεβλημένον, συντριμμὸς τῆς καρδίας, τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἡμῶν λειπούσης τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου τὴν μνήμην πρὸς ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπʼ αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.
§174.1 Ἐγώ, καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν, ἐπέσχον ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς ὑμῖν πειρασμοὺς ἐπεγείρειν διὰ τοὺς φιλέχθρως πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας, ὥστε πολυπραγμονεῖν εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἐχρῆν περὶ τῶν κατὰ τὴν ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρελθόντι χρόνῳ ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος.
§174.2 Ὅτι μακαρία ἐστὶ ψυχὴ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθʼ ἣν πᾶσα κτίσις περιστήσεται τὸν κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν, τοιοῦτος οὐδὲν παντελῶς ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. οἷς δʼ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἐνθυμήσεις ἐκπεσεῖν.
§174.3 Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ, καὶ ἔχε τὸν αὐτοῦ φόβον ἐν τῇ καρδίᾳ, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. μεγάλη γὰρ καὶ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. καὶ μὴ διαλίπῃς ταῦτα ποιοῦσα. καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν σαρκὶ ταύτῃ ζωὴν ἀγαθὴ ἔσται βοηθὸς προσευχή, καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. ὥσπερ δὲ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἀθυμία καὶ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλʼ ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι.
§175.1 Πρώην ἐπέστελλέ μοι σεμνότης σου ἄλλα τινὰ καὶ περὶ πίστεως γράψαι ἡμᾶς ἐναργῶς προστάσσουσα. ἀλλʼ ἐγὼ τὴν μὲν σὴν περὶ τὸ πρᾶγμα ἄγαμαι σπουδήν, καὶ εὔχομαι τῷ Θεῷ ἀνενδότως σοι τῶν ἀγαθῶν τὴν αἵρεσιν ἐνυπάρχειν καὶ ἀεί σε προκόπτοντα καὶ γνώσει καὶ ἔργοις ἀγαθοῖς τελειοῦσθαι· διὰ δὲ τὸ μὴ βούλεσθαι περὶ πίστεως σύνταγμα καταλιμπάνειν μηδὲ γράφειν διαφόρους πίστεις, παρετηρησάμην μὴ ἀποστεῖλαι ἐπεζητήσατε.
§175.2 Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομένων, οἳ ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες, ἐὰν ἡμῶν τὰ αἴσχιστα καταψεύσωνται. ἐκείνους μὲν γὰρ φανεροῖ παρελθὼν χρόνος, καὶ προϊοῦσα πεῖρα φανερωτέρους ποιήσει. ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν, ἀλλʼ ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν. ὀνόματα δὲ ἡμῖν ἀρκεῖ ἐκεῖνα ὁμολογεῖν, παρελάβομεν παρὰ τῆς ἁγιας Γραφῆς καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν σωτηρία ἡμῶν, ἀλλʼ ἐν τῇ ὑγιεῖ περὶ τῆς θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.
§176 Παράσχοι ἅγιος Θεὸς ἐρρωμένῳ σοι τὸ σῶμα, καὶ ἀπὸ πάσης ἀσχολίας ἀνειμένῳ, καὶ πάντα πράττοντι κατὰ νοῦν, τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν παράκλησις γένηται, ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε ἡμῶν τῇ πόλει, ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν, ἣν διἔτους ἄγειν ἐπὶ τοῖς μάρτυσιν ἔθος ἐστὶν ἡμῶν τῇ ἐκκλησίᾳ. πέπεισο γάρ, τιμιώτατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι πολλῶν εἰς πεῖραν ἐλθὼν παρʼ ἡμῖν λαὸς τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας, ὡς τῆς σῆς παρουσίας· τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆκας. ἵνα οὖν καὶ Κύριος δοξασθῇ, καὶ λαοὶ εὐφρανθῶαι, καὶ τιμηθῶσι μάρτυρες, καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλομένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι, καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου, ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι καὶ συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. ἔστι δὲ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. διὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου τὴν μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου.
§177 Καταλέγειν μὲν πάντας τοὺς διἡμᾶς εὐεργετηθέντας παρὰ τῆς σῆς μεγαλονοίας οὐ ῥᾴδιον· οὕτω πολλοὺς μὲν σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι διὰ τῆς μεγάλης σου χειρός, ἣν Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο. δικαιότατος δὲ πάντων καὶ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, αἰδεσιμώτατος ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσών, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. διὸ παρακαλοῦμεν, καὶ τῷ δικαίῳ χαριζόμενον, καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα, καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας, ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρί, καὶ προστῆναι αὐτοῦ μετὰ τῆς ἀληθείας. ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἣν εἰ μὴ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιρρήτως ἐπιδειχθήσεσθαι.
§178 Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου καὶ γενόμενος ἐπὶ μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδʼ ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου, τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρʼ ἡμῶν. ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι αὐτός, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι. δὲ παρʼ ἡμῶν λεχθῆναι προσῆκε ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα, μηδὲ τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπονοίας παραπολαῦσαι· ἀλλὰ τυχεῖν δικαστηρίου, καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. ῥᾷστα γὰρ οὕτω καὶ συκοφαντία φανερὰ γενήσεται, καὶ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κῆρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμένων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος.
§179 Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. διὸ θαρρούντως πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν καὶ ἐκ προγόνων, πλείονος δὲ διἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφʼ ἡμῶν παραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην, τῆς μὲν ἀληθείας ἕνεκεν εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. μεγάλη γὰρ ἂν γένοιτο αὐτῷ ῥοπὴ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι, προηγουμένως μὲν τῷ δικαίῳ χαριζόμενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.
§180.1 Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρημένῳ ἔπαθον τὴν ψυχήν. τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρʼ ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; καὶ βουλευσάμενος πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος, μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχερείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. σὸν οὖν τὸ ἐφεξῆς, τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ἐφʼ ἡμῖν μάρτυσιν ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι.
§180.2 Τὸ δὲ πρᾶγμα γνωρίσει ἐπιδοθεῖσα παρʼ αὐτοῦ δέησις τοῖς βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπρᾶξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. καὶ γὰρ Χριστιανῷ χαρίζῃ, καὶ εὐγενεῖ, καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. ἐὰν δὲ προσθῶμεν, ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθα χάριν, πάντως, κἂν μικρὸν ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῆς σῆς σεμνότητος ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθʼ ἡμᾶς ἀνεχομένης, οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.
§181 Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γενώμεθα παραμυθία. καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόντων λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστὶν κοινὸς ἡμῶν πατήρ. ἀμέλει καὶ νῦν οὐ γράμμασι σημαίνειν ἔχομεν· ἀλλʼ αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα καὶ ἀπαγγέλλοντα ἐν οἷς αὐτὸν κατέλιπε, καὶ ὅπως καὶ φέροντα τὰ συμπίπτοντα. εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα Κύριος ταχεῖαν ἀπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.
§182 Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς ἐκκλησίας, τοσοῦτον μακαρίζομεν ὑμᾶς εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, παράσχοι ὑμῖν Κύριος μακροθύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας καὶ τῆς γενναίας ἐνστάσεως, ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε, τὸν μέγαν μισθὸν ὑποδέξησθε.
§183.1 Ὅταν ἀπίδω ὅτι μὲν πειρασμὸς κατὰ πάσης ἤδη κέχυται τῆς οἰκουμένης, καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν πεπείρανται παθημάτων, οὐ πανταχοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπʼ ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον, ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται, ἐγγύς εἰμι καὶ χάριν ἔχειν τοῖς οἰκονομηθεῖσιν. εἰ γὰρ μὴ ἐγεγόνει θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς.
§183.2 Ἄγε οὖν, θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα, καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφήν, καὶ περίστητε μὲν τὸν ποιμένα τῆς ἐκκλησίας, ὅταν δῷ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων φανῆναι θρόνων, ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ἡμῖν διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν δυνατόν, δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμειβόμενοι, καὶ ἅμα οὐ μικρῶς ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.
§184 Οἶδα ὅτι στυγνοποιὸν πρᾶγμα ὀρφανία καὶ πολυάσχολον, διὰ τὸ ἐρημίαν ἐπάγειν τῶν προεστώτων. ὅθεν λογίζομαι καὶ τὴν σὴν εὐλάβειαν ἐπιστυγνάζουσαν τοῖς συμβεβηκόσι μὴ ἐπιστέλλειν ἡμῖν, καὶ ὁμοῦ ἐν πλείονι εἶναι νῦν ἀσχολίᾳ, περιτρέχειν τὰ τοῦ Χριστοῦ ποίμνια διὰ τὴν πανταχόθεν τῶν ἐχθρῶν ἐπανάστασιν. ἀλλʼ ἐπειδὴ πάσης λύπης παρηγορία πρὸς τοὺς ὁμοψύχους ἐστὶν ὁμιλία, καταξίου ὁσάκις ἂν δυνατόν σοι ἐπιστέλλειν ἡμῖν, καὶ αὐτός τε ἀναπαύεσθαι ἐν τῷ φθέγγεσθαι πρὸς ἡμᾶς, καὶ ἡμᾶς παρηγορεῖν ἐν τῷ μεταδιδόναι ἡμῖν τῶν σεαυτοῦ ῥημάτων. τοῦτο δὲ καὶ ἡμεῖς σπουδάσομεν ποιῆσαι ὁσάκις ἂν ἡμῖν ἐνδιδῷ τὰ πράγματα. εὔχου δὲ καὶ αὐτὸς καὶ πᾶσαν τὴν ἀδελφότητα παρακάλεσον σπουδαίως δυσωπεῖν τὸν Κύριον, ἵνα δείξῃ ποτὲ ἡμῖν λύσιν τῆς περιεχούσης ἡμᾶς κατηφείας.
§185 Οἶδα ὅτι, εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλʼ ἐν τῇ καρδίᾳ σου ὑπάρχει μνήμη ἡμῶν. καὶ τοῦτο τεκμαίρομαι, οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλʼ ὅτι σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. πλὴν ἀλλʼ ὅσον δυνατόν σοι ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν, καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. οὗτος γάρ ἐστιν τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις τῷ σώματι, διἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. παράσχοι δὲ Κύριος καὶ τὴν κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρʼ αὐτοῦ δωρεαῖς.
§186.1 Ὡς καλὴ φιλοσοφία, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἰατρεύεσθαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει· ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρʼ αὐτῇ καὶ πρὸς ὑγίειαν ἀρκεῖ. τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω· ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν, καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας.
§186.2 Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν, καὶ τῆς παροιμίας καταγελάσεσθαι, ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατʼ αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλʼ οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτʼ ἄρα ἦν, τοὺς Ὀλυμπίους χορτάζουσα.
§187 Δὶς κράμβη θάνατος, βάσκανός φησι παροιμία. ἐγὼ δὲ πολλάκις αἰτήσας ἅπαξ ἀποθανοῦμαι· πάντως δὲ καὶ μὴ αἰτήσας. εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδύ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν.
§188.1 Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώμεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπʼ αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκόμενοι· καὶ γίνεται ἡμῶν διδάσκαλος περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων, ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παρʼ ἑαυτῶν ἐπιλογίσασθαι.
§188.2 Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον, καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῶν καθʼ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας· τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ· καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν Διονύσιον παρῆλθεν. ἐκεῖνο γὰρ ἔκρινον οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς· αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερρηγμένους, καὶ κατʼ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους· σχίσματα δὲ τοὺς διαἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλʼ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν, καὶ συναπῆλθον τούτῳ τινὲς καταλιπόντες τὴν καθολικὴν Ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας. αἱρέσεις δέ, οἷον τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιονιστῶν, καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν· εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεώς ἐστιν διαφορά. ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ, συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρέτικοι· εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι· εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλʼ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον, καὶ πᾶσιν ἐναργές, οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν.
§188.3 Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. πλὴν ἀλλʼ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαρούς, καὶ Ἐγκρατίτας, καὶ Ὑδροπαραστάτας· διότι μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν· οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφʼ ἑαυτοῖς· ἐπέλιπε γὰρ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν πατέρων ἔσχον τὰς χειροτονίας καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν· οἱ δὲ ἀπορραγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι. διὸ ὡς παρὰ λἁ̣̣̓κῶν βαπτιζομένους τοὺς παρʼ αὐτῶν, ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν.
§188.4 Τὸ δὲ τῶν Ἐγκρανιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι ἵνʼ αὐτοὺς ἀπροσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι· ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. νομίζω τοίνυν, ὅτι ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις παρʼ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον, καὶ τοῖς οἰκονομήσασι τὰ καθʼ ἡμᾶς πατράσιν ἀκολουθητέον. ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω. οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους χρίεσθαι ἐπὶ τῶν πιστῶν δηλονότι, καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. οἶδα δὲ ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοΐν, καὶ Σατρυνῖνον, ἀπʼ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησιάς, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς.
§188.5 Φθείρασα κατʼ ἐπιτήδευσιν, φόνου δίκην ὑπέχει. ἀκριβολογία δὲ ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παρʼ ἡμῖν οὐκ ἔστιν. ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γεννηθησόμενον, ἀλλὰ καὶ αὐτὴ ἑαυτῇ ἐπιβουλεύσασα· διότι ὡς ἐπὶ τὸ πολὺ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. πρόσεστι δὲ τούτῳ καὶ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος, κατά γε τὴν ἐπίνοιαν τῶν ταῦτα τολμῶντων. δεῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν τὸ μέτρον τῶν δέκα ἐτῶν· ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν.
§188.6 Διάκονος, μετὰ τὴν διακονίαν πορνεύσας, ἀπόβλητος μὲν τῆς διακονίας ἔσται· εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον, τῆς κοινωνίας οὐκ εἰρχθήσεται. διότι ἀρχαῖός ἐστι κανὼν τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι· ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ τῷ, Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό· καὶ διἑτέραν δὲ αἰτίαν· ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφʼ οὗ ἐξέπεσον τόπον ἀναλαμβάνονται· δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως. ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ τῆς διακονίας, ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων. καθόλου δὲ ἀληθέστερόν ἐστιν ἴαμα τῆς ἁμαρτίας ἀναχώρησις. ὥστε διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατʼ ἐγκράτειαν ἀποστὰς τῶν ἡδονῶν, ὑφʼ ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας· ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ.
§188.7 Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, ὃν καὶ ἐπὶ τῶν διγάμων, ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη· τοὺς δὲ τριγάμους ἐν τρισὶ καὶ τέταρσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. ὀνομάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. διὸ καὶ Κύριος τῇ Σαμαρείτιδι πέντε ἄνδρας διαμειψάσῃ, Ὃν νῦν, φησίν, ἔχεις, οὐκ ἔστι σου ἀνήρ· ὡς οὐκέτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς τῆς γυναικὸς καλεῖσθαι προσρήματι. συνηθειαν δὲ κατελάβομεν ἐπὶ τῶν τριγάμων πενταετίας ἀφορισμόν· οὐκ ἀπὸ κανόνων, ἀλλʼ ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. δεῖ δὲ μὴ πάντη αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλʼ ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν τρισί· καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μέν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως ἐπιδειξαμένους καρπόν τινα μετανοίας ἀποκαθιστᾷν τῷ τόπῳ τῆς κοινωνίας.
§188.8 Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή· δέχεσθαι δὲ δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας εἰ ἀληθινὴν ἐπιδείκνυνται μετάνοιαν, καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ.
§188.9 Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλογίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾷν αὐτῶν τὴν συνάφειαν. τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελές, καὶ τοῖς αἱρετικοῖς οὐ δώσει καθʼ ἡμῶν λαβήν, ὡς διὰ τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς.
§188.10 Ἀρρενοφθόροι καὶ ζωοφθόροι, καὶ φονεῖς, καὶ φαρμακοί, καὶ μοιχοί, καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι. ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον, καὶ ἐπὶ τούτων φύλαξον. τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετανοήσαντας ἐπὶ τῇ ἀκαθαραίᾳ, ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐδʼ ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι. τε γὰρ ἄγνοια συγγνώμης ἀξίους αὐτοὺς ποιεῖ, καὶ τὸ ἑκούσιον τῆς ἐξαγορεύσεως, καὶ παράτασις ἐν τοσούτῳ χρόνῳ γενομένη. σχεδὸν γὰρ ὅλην γενεὰν ἀνθρώπου παρεδόθησαν τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ ἀσχημονεῖν. ὥστε κέλευσον αὐτοὺς ἤδη ἀνυπερθέτως δεχθῆναι, μάλιστα εἰ καὶ δάκρυα ἔχουσι δυσωποῦντά σου τὴν εὐσπλαγχνίαν, καὶ βίον ἐπιδείκνυνται ἄξιον συμπαθείας.
§188.11 ἀξίνῃ παρὰ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ γαμετῆς χρησάμενος φονεύς ἐστι. καλῶς δέ με ὑπέμνησας καὶ ἀξίως τῆς σεαυτοῦ συνέσεως εἰπεῖν περὶ τούτων πλατύτερον· διότι πολλαὶ ἐν τοῖς ἑκουσίοις καὶ ἀκουσίοις διαφοραί. ἀκούσιον μὲν γάρ ἐστι παντελῶς καὶ πόρρω τοῦ κατάρξαντος τὸ ἀκοντίσαντα λίθον ἐπὶ κύνα δένδρον ἀνθρώπου τυχεῖν. μὲν γὰρ ὁρμὴ ἦν τὸ θηρίον ἀμύνασθαι, τὸν καρπὸν κατασεῖσαι· ὑπέβη δὲ αὐτομάτως τῇ πληγῇ κατὰ πάροδον παραπεσών· ὥστε τὸ τοιοῦτον ἀκούσιον. ἀκούσιον μέντοι καὶ εἴ τις βουλόμενος ἐπιστρέψαι τινά, ἱμάντι ῥάβδῳ μὴ σκληρᾷ τύπτοι, ἀποθάνῃ δὲ τυπτόμενος. γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἠβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνελεῖν. ἐν τοῖς ἀκουσίοις ἐστὶ κἀκεῖνο, τὸ ἀμυνόμενόν τινα ἐν μάχῃ ξύλῳ χειρί, ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνεγκεῖν, ὥστε κακῶσαι αὐτόν, οὐχ ὥστε παντελῶς ἀνελεῖν. ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ. γὰρ τοσούτῳ χρησάμενος ὀργάνῳ πρὸς ἄμυναν, μὴ πεφεισμένως τὴν πληγὴν ἐπαγαγών, δῆλός ἐστι, διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους, ἀφειδῶν τοῦ ἀνθρώπου. ὁμοίως καὶ ξύλῳ βαρεῖ, καὶ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρησάμενος, τοῖς ἀκουσίοις ἐναριθμεῖται, ἄλλο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας. ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγήν, ὥστε ἀνελεῖν τὸν πληγέντα· καίτοι σπουδὴ ἦν αὐτῷ συντρίψαι τυχόν, οὐχὶ δὲ καὶ παντελῶν θανατῶσαι. μέντοι ξίφει χρησάμενος, ᾡτινιοῦν τοιούτῳ, οὐδεμίαν ἔχει παραίτησιν· καί μάλιστα τὴν ἀξίνην ἀκοντίσας. καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέτρον τῆς πληγῆς ἐπʼ αὐτῷ εἶναι, ἀλλʼ ἠκόντισεν, ὥστε καὶ τῷ βάρει τοῦ σιδήρου, καὶ τῇ ἀκμῇ, καὶ τῇ διὰ πλείστου φορᾷ, ὀλεθρίαν ἀναγκαίως τὴν πληγὴν γενέσθαι.
§188.12 Ἑκούσιον δὲ πάλιν παντελῶς, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχον, οἷόν ἐστι τὸ τῶν λῃστῶν καὶ τὸ τῶν πολεμικῶν ἐφόδων. οὗτοι μὲν γὰρ διὰ χρήματα ἀναιροῦσι, τὸν ἔλεγχον ἀποφεύγοντες· οἵ τε ἐν τοῖς πολέμοις ἐπὶ φόνους ἔρχονται, οὔτε φοβῆσαι, οὔτε σωφρονίσαι, ἀλλʼ ἀνελεῖν τοὺς ἐναντιουμένους ἐκ τοῦ φανεροῦ προαιρούμενοι. καὶ μέντοι, κἄν διἄλλην τινὰ αἰτίαν περίεργον φάρμακόν τις ἐγκεράσῃ, ἀνέλῃ δέ, ἑκούσιον τιθέμεθα τὸ τοιοῦτον· οἷον ποιοῦσιν αἱ γυναῖκες πολλάκις, ἐπαοιδαῖς τισι καὶ καταδέσμοις πρὸς τὸ ἑαυτῶν φίλτρον ἐπάγεσθαί τινας πειρώμεναι, καὶ προσδιδοῦσαι αὐτοῖς φάρμακα, σκότωσιν ἐμποιοῦντα ταῖς διανοίαις. αἱ τοιαῦται τοίνυν ἀνελοῦσαι, εἰ καὶ ἄλλο προελόμεναι ἄλλο ἐποίησαν, ὅμως διὰ τὸ περίεργον καὶ ἀπηγορευμένον τῆς ἐπιτηδεύσεως ἐν τοῖς ἑκουσίως φονεύουσι καταλογίζονται. καὶ αἱ τοίνυν τὰ ἀμβλωθρίδια διδοῦσαι φάρμακα φονεύτριαί εἰσι καὶ αὐταί, καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλητήρια. ταῦτα μὲν εἰς τοσοῦτον.
§188.13 δὲ τοῦ Κυρίου ἀπόφασις, κατὰ μὲν τὴν τῆς ἐννοίας ἀκολουθίαν ἐξ ἴσου καὶ ἀνδράσι καὶ γυναιξὶν ἁρμόζει, περὶ τοῦ μὴ ἐξεῖναι γάμου ἐξίστασθαι, παρεκτὸς λόγου πορνείας. δὲ συνήθεια οὐχ οὕτως ἔχει, ἀλλʼ ἐπὶ μὲν τῶν γυναικῶν πολλὴν εὑρίσκομεν ἀκριβολογίαν, τοῦ μὲν ἀποστόλου λέγοντος· Ὅτι κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι· τοῦ δὲ Ἱερεμίου· Ὅτι, ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται· καὶ πάλιν· ἔχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. δὲ συνήθεια καὶ μοιχεύοντας ἄνδρας καὶ ἐν πορνείαις ὄντας κατέχεσθαι ὑπὸ γυναικῶν προστάσσει. ὥστε τῷ ἀφειμένῳ ἀνδρὶ συνοικοῦσα οὐκ οἶδα εἰ δύναται μοιχαλις χρηματίζειν· τὸ γὰρ ἔγκλημα ἐνταῦθα τῆς ἀπολυσάσης τὸν ἄνδρα ἅπτεται, κατὰ ποίαν αἰτίαν ἀπέστη τοῦ γάμου. εἶτε καὶ τυπτομένη, μὴ φέρουσα τὰς πληγάς, ὑπομένειν ἐχρῆν μᾶλλον διαζευχθῆναι τοῦ συνοικοῦντος· εἴτε τὴν εἰς τὰ χρήματα ζημίαν μὴ φέρουσα, οὐδὲ αὕτη πρόφασις ἀξιόλογος. εἰ δὲ διὰ τὸ ἐν πορνείᾳ αὐτὸν ζῇν, οὐκ ἔχομεν τοῦτο ἐν τῇ συνηθείᾳ τῇ ἐκκλησιαστικῇ τὸ παρατήρημα· ἀλλὰ καὶ ἀπίστου ἀνδρὸς χωρίζεσθαι οὐ προσετάχθη γυνή, ἀλλὰ παραμένειν, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ὥστε καταλιποῦσα, μοιχαλίς, εἰ ἐπʼ ἄλλον ἦλθεν ἄνδρα. δὲ καταλειφθεὶς συγγνωστός ἐστι, καὶ συνοικοῦσα τῷ τοιούτῳ οὐ κατακρίνεται. εἰ μέντοι ἀνὴρ ἀποστὰς τῆς γυναικός, ἐπʼ ἄλλην ἦλθε, καὶ αὐτὸς μοιχός, διότι ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ συνοικοῦσα αὐτῷ μοιχαλίς, διότι ἀλλότριον ἄνδρα πρὸς ἑαυτὴν μετέστησεν.
§188.14 οἱ ὀμνύοντες μὴ καταδέχεσθαι τὴν λειροτονίαν, ἐξομνύμενοι, μὴ ἀναγκαζέσθωσαν ἐπιορκεῖν. εἰ γὰρ καὶ δοκεῖ τις εἶναι κανὼν συγχωρῶν τοῖς τοιούτοις, ἀλλὰ πείρᾳ ἐγνώκαμεν, ὅτι οὐκ εὐοδοῦνται οἱ παρορκήσαντες. σκοπεῖν δὲ δεῖ καὶ τὸ εἶδος τοῦ ὅρκου, καὶ τὰ ῥήματα, καὶ τὴν διάθεσιν ἀφʼ ἧς ὀμωμόκασι, καὶ τὰς κατὰ λεπτὸν ἐν τοῖς ῥήμασι προσθήκας· ὡς ἐὰν μηδεμία μηδαμόθεν παραμυθία, χρὴ παντελῶς ἐᾷν τοὺς τοιούτους. τὸ μέντοι κατὰ Σευῆρον πρᾶγμα, ἤτοι τὸν ὑπὸ τούτου χειροτονηθέντα πρεσβύτερον, τοιαύτην τινά μοι δοκεῖ παραμυθίαν ἔχειν, εἰ καὶ σοι συνδοκεῖ. τὸν ἀγρὸν ἐκεῖνον τὸν ὑποκείμενον τῇ Μηστείᾳ, ἐπεκηρύχθη ἄνθρωπος, κέλευσον Οὐασόδοις ὑποτελεῖν· οὕτω γὰρ κἀκεῖνος οὐ παρορκήσει μὴ ἀναχωρῶν τοῦ τόπου· καὶ Λογγῖνος, ἔχων τὸν Κυριακὸν μεθʼ ἑαυτοῦ, οὐκ ἐρημώσει τὴν ἐκκλησίαν, οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν διὰ τὴς ἀργίας καταδικάσει. καὶ ἡμεῖς δόξομεν μὴ παρὰ κανόνας ποιεῖν τι, συμπεριφερόμενοι τῷ Κυριακῷ, ὀμόσαντι μὲν συμπαραμένειν Μινδανοῖς, καταδεξαμένῳ δὲ τὴν μετάθεσιν. γάρ ἐπάνοδος φυλακὴ ἔσται τοῦ ὅρκου. τὸ δὲ εἶξαι αὐτὸν τῇ οἰκονομίᾳ εἰς ἐπιορκίαν αὐτῷ οὐ λογισθήσεται, διὰ τὸ μὴ προσκεῖσθαι τῷ ὅρκῳ, μηδὲ πρὸς βραχὺ ἀναχωρήσειν Μινδάνων, ἀλλὰ παραμενεῖν εἰς τὸ ἐφεξῆς. Σευήρῳ δὲ προφασιζομένῳ τὴν λήθην ἡμεῖς συγχωρήσομεν, εἰπόντες, ὅτι τῶν κρυπτῶν γνώστης οὐ περιόψεται τὴν ἑαυτοῦ Ἐκκλησίαν ὑπὸ τοιούτου λυμαινομένην, ποιοῦντος μὲν ἀκανονίστως τὸ ἐξ ἀρχῆς, ὅρκῳ δὲ καταδεσμοῦντος παρὰ τὰ εὐαγγέλια, παρορκεῖν δὲ διδάσκοντος διὧν μετετέθη, ψευδομένου δὲ νῦν διὧν τὴν λήθην σχηματίζεται. ἐπειδὴ δὲ οὐκ ἐσμὲν καρδιῶν κριταί, ἀλλʼ ἐξ ὧν ἀκούομεν κρίνομεν, δῶμεν τῷ Κυρίῳ τὴν ἐκδίκησιν, αὐτοὶ δὲ ἀδιακρίτως αὐτὸν δεξώμεθα, συγγνώμην δόντες ἀνθρωπίνῳ πάθει τῇ λήθῃ.
§188.15 δὲ τὸν ἀκούσιον ποιήσας φόνον ἀρκούντως ἐξεπλήρωσε τὴν δίκην ἐν τοῖς ἕνδεκα ἔτεσι. δῆλον γὰρ ὅτι ἐπὶ τῶν πληγέντων τὰ Μωυσέως παρατηρήσομεν· καὶ τὸν κατακλιθέντα μὲν ἐπὶ τῶν πληγῶν ἃς ἔλαβε, βαδίσαντα δὲ πάλιν ἐπὶ τῇ ῥάβδῳ αὐτοῦ, οὐ λογισόμεθα πεφονεῦσθαι. εἰ δὲ καὶ οὐκ ἐξανέστη μετὰ τὰς πληγάσἀλλʼ οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν τυπτήσας φονευτὴς μέν, ἀλλʼ ἀκούσιος διὰ τὴν πρόθεσιν.
§188.16 Τοὺς διγάμους παντελῶς κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε.
§188.17 Τοὺς ἐν πολέμοις φόνους οἱ πατέρες ἡμῶν ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο· ἐμοὶ δοκεῖν, συγγνώμην δόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένοις. τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, ὡς τὰς χεῖρας μὴ καθαροὺς τριῶν ἐτῶν τῆς κοινωνίας μόνης ἀπέχεσθαι.
§188.18 τόκους λαμβάνων, ἐὰν καταδέξηται τὸ ἄδικον κέρδος εἰς πτωχοὺς ἀναλῶσαι, καὶ τοῦ λοιποῦ τοῦ νοσήματος τῆς φιλοχρηματίας ἀπαλλαγῆναι, δεκτός ἐστιν εἰς ἱερωσύνην.
§188.19 Θαυμάζω δέ σου, τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος, καὶ λογιζομένου ὅτι ἠναγκασμένη ἐστὶν λέξις τῆς ἑρμηνείας τὸ αὑτῆς εὔσημον ἐκδιδούσης, οὐ τὸ κυρίως ὑπὸ τῆς Ἑβραϊκῆς φωνῆς σημαινόμενον μετατιθείσης. ἐπεὶ δὲ δεῖ μὴ ἀργῶς παρελθεῖν τὸ ὑπʼ ἀνδρὸς ζητητικοῦ κινηθὲν πρόβλημα, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐν τῇ κοσμοποιίᾳ τὴν αὐτὴν ἔλαχον γένεσιν. ἐκ τῶν ὑδάτων γὰρ ἐξήχθη ἀμφότερα τὰ γένη. τὸ δὲ αἴτιον, ὅτι ταὐτόν ἐστιν ἑκατέροις ἰδίωμα. τὰ μὲν γὰρ διανήχεται τὸ ὕδωρ τὰ δὲ ἐπινήχεται τῷ ἀέρι. διὰ τοῦτο μὲν οὖν κοινῇ αὐτῶν ἐπεμνήσθη. τὸ δὲ σχῆμα τοῦ λόγου ὡς μὲν πρὸς τοὺς ἰχθύας ἀκαταλλήλως ἀποδοθέν, ὡς δὲ πρὸς πάντα τὰ ἐν ὕδασι διαιτώμενα καὶ πάνυ οἰκείως. τὰ γὰρ πετεινὰ τοῦ οὐρανοῦ ὑποτέτακται τῷ ἀνθρώπῳ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ πάντα τὰ διαπορευόμενα τρίβους θαλασσῶν. οὐ γὰρ εἴ τι ἔνυδρον, καὶ ἰχθύς ἐστιν, ὡς τὰ κητώδη, φάλαιναι, καὶ ζύγαιναι, καὶ δελφῖνες, καὶ φῶκαι, καὶ προσέτι ἵπποι, καὶ κύνες, καὶ πρίονες, καὶ ξιφίαι, καὶ οἱ θαλάσσιοι βοῦς, εἰ δὲ βούλει, καὶ ἀκάληφαι, καὶ κτένες, καὶ τὰ ὀστρακόρινα πάντα, ὧν οὐδέν ἐστιν ἰχθύς, καὶ πάντα διαπορεύεται τρίβους θαλασσῶν· ὡς εἶναι τρία τὰ γένη, πετεινὰ οὐρανοῦ, ἰχθύας θαλάσσης, καὶ ὅσα τῶν ἐνύδρων τοῖς ἰχθύσιν ἀντιστελλόμενα διαπορεύονται καὶ αὐτὰ τὰς τρίβους θαλασσῶν.
§188.20 δὲ Νεεμᾶν οὐχὶ μέγας παρὰ Κυρίῳ, ἀλλὰ παρʼ αὐτῷ τῷ κυρίῳ αὐτοῦ· τουτέστι, τῶν παραδυναστευόντων ἦν τῷ βασιλεῖ τῶν Σύρων. πρόσεχε οὖν ἀκριβῶς τῇ Γραφῇ καὶ αὐτόθεν εὑρήσεις τὴν λύσιν τοῦ ζητήματος.
§189.1 Ἕστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλανθρωπία τὸ ἐπιτήδευμα. καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως, καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος· εἴπερ τὸ πάντων προτιμότατον, ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθʼ ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ὑμετέρα τέχνη. ἀλλά σοι διαφερόντως περιδέξιός ἐστιν ἐπιστήμη, καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους, οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστημάτων ἐπινοῶν τὴν διόρθωσιν. ταῦτα δὲ λέγω, οὐ μόνον ταῖς τῶν πολλῶν φήμαις ἑπόμενος, ἀλλὰ καὶ τῇ κατʼ ἐμαυτὸν διδαχθεὶς πείρᾳ, ἐν πολλοῖς τε ἄλλοις, καὶ διαφερόντως νῦν ἐν τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ· ἣν ῥεύματος πονηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν τῆς καρδίας ἡμῶν τῇ ἐπαντλήσει τῶν παρηγορικῶν λόγων διαφορήσας. ἐγὼ γάρ, πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν ἡμῶν καὶ ποικίλην καθʼ ἡμῶν ἐπιχείρησιν ἀποβλέπων, σιωπᾷν ᾤμην δεῖν καὶ δέχεσθαι καθʼ ἡσυχίαν τὰ ἐπαγόμενα, μηδὲ ἀντερεῖν τοῖς καθωπλισμένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ, τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν ἀκμὴν εἰσωθοῦντι. σὺ δέ, καλῶς ποιῶν, μὴ καταπροδιδόναι τὴν ἀλήθειαν ἐνεκελεύου, ἀλλὰ διελέγχειν τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ παραβλαβεῖεν, κατευημεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους.
§189.2 Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθʼ ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπήσαντα· τοῦ δὲ ἀρνὸς πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰτίαν εὐχερῶς διαλύοντος, μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾷν· οὕτως οἷς τὸ καθʼ ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τὸ δοκεῖν ἄνευ αἰτίας μισεῖν, αἰτίας πλάττουσι καθʼ ἡμῶν καὶ ἐγκλήματα· καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετʼ ὀλίγον δὲ ἄλλο, καὶ αὖθις ἕτερον τῆς καθʼ ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσι. βέβηκε δὲ αὐτοῖς ἐπʼ οὐδενὸς κακία· ἀλλʼ ὅταν τούτου τοῦ ἐγκλήματος ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται, καὶ ἀπʼ ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον· κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα, τοῦ μισεῖν οὐκ ἀφίστανται. τρεῖς θεοὺς πρεσβεύεσθαι παρʼ ἡμῶν αἰτιῶνται, καὶ περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν, καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. ἀλλʼ ὑπερμάχεται ἡμῶν ἀλήθεια, καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας δεικνύντων ἡμῶν, ὅτι ἀνατεθεμάτισται παρʼ ἡμῶν πᾶς τρεῖς λέγων θεούς, καὶ οὐδὲ Χριστιανὸς εἶναι κρίνεται. ἀλλʼ ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθʼ ἡμῶν Σαβέλλιος, καὶ ἐξ ἐκείνου νόσος ἐπιθρυλλεῖται τῷ ἡμετέρῳ λόγῳ. πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον τὴν ἀλήθειαν προβαλλόμεθα, δεικνύντες ὅτι ἐπίσης τῷ Ἰουδαϊσμῷ καὶ τὴν τοιαύτην αἵρεσιν φρίττομεν.
§189.3 Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα. ἀλλὰ καινοτομίαν ἡμῖν προφέρουσιν, οὑτωσὶ τὸ ἔγκλημα καθʼ ἡμῶν συντιθέντες τρεῖς ὑποστάσεις ὁμολογούντων· μίαν ἀγαθότητα, καὶ μίαν δύναμιν, καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. καὶ οὐκ ἔξω τοῦτό φασι τῆς ἀληθείας· λέγομεν γάρ. ἀλλʼ ἐγκαλοῦντες τοῦτο προφέρουσιν, ὅτι συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει, καὶ Γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; οὐ νομίζομεν δίκαιον εἶναι τὴν παρʼ αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ἀπόδειξιν ὀρθότητος συνήθεια, ἔξεστι καὶ ἡμῖν πάντως ἀντιπροβάλλεσθαι τὴν παρʼ ἡμῖν ἐπικρατοῦσαν συνήθειαν. εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἀκολουθητέον ἐκείνοις. οὐκοῦν θεόπνευστος ἡμῖν διαιτησάτω Γραφή, καὶ παρʼ οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ψῆφος. τί οὖν ἐστι τὸ ἔγκλημα; δύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθʼ ἡμῶν προενήνεκται· ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις· ἕτερον δὲ τὸ μηκέτι μηδὲν τῶν θεαπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν, καθὼς προείρηται, τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα, καὶ πάντα τὰ τοιαῦτα μοναδικῶς ἐξαγγέλλειν. πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως. οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν.
§189.4 Ἀλλʼ ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς λόγος. γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέγοντι, τῷ μηδεμίαν, συνθήσεται. οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. ἀλλʼ οὔτε πολλὰς λέγειν θεόπνευστος συγχωρεῖ διδασκαλία, εἴπου καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα, ὅτι Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ ἑτέρωθι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνον τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; ἀλλʼ ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπόν· ἐπὶ μὲν τοῦ Πατρὸς καταδέχεσθαι τὸν Θεὸν εἶναι, καὶ τὸν Υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συντιθέμενοι, τὸ δὲ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συναριθμούμενον, μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπαραλαμβάνεσθαι, ἀλλʼ ἐκ Πατρὸς μέχρι τοῦ Υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν, ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ Πνεύματος. οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν.
§189.5 Τίς οὖν ἡμέτερος λόγος; παραδιδοὺς Κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνάπτει καὶ τὸ Πνεῦμα τὸ ἅγιον. τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν. οὐ γὰρ ἐν τινὶ συντεταγμένον, ἐν ἑτέροις ἀποσχοινίζεται. ἀλλʼ ἐν τῇ ζωοποιῷ δυνάμει, καθʼ ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ, καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατόν, καὶ πανταχοῦ δηλονότι, τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν. οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον Πατρὶ καὶ Υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. οὐδὲ γὰρ οἴδαμέν τινα τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ τὸ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ Πνεύματι, τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον. πάντα γὰρ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. οὐ γὰρ ἐπʼ ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ προσηγορία, ἐφʼ ἕτερον δὲ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου, ἀλλʼ ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον. κἂν Θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. εἰ δὲ πάντα τὰ ὀνόματα τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατὰ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ἡμῶν ὁδηγοῦντα, τίς λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν, πρὸς Πατέρα τε καὶ Υἱὸν συγχωροῦντα τῷ Πνεύματι, μόνης ἀποσχοινίζειν αὐτὸ τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν, μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτῳ πάντως ἀνάξιον. εἰ δὲ μικρότερον, κατὰ τὸν ἐκείνων λόγον, ἐστὶν ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς Πατέρα τε καὶ Υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον. καταμανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως, εὑρεθησεται μηδὲν τῆς τοῦ Θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. τεκμήριον δὲ ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται· μᾶλλον δὲ οὐ φείδεται θεία Γραφὴ τῆς ὁμωνυμίας ταύτης, οὐδὲ ἐπὶ τῶν ἀπεμφαινόντων πραγμάτων, ὡς ὅταν τὰ εἴδωλα τῇ τοῦ Θεοῦ προσηγορίᾳ κατονομάζῃ. θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀρθήτωσαν, καὶ ὑποκάτω τῆς γῆς βληθήτωσαν· καί, Πάντες, φησίν, οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. καὶ ἐγγαστρίμυθος ἐν ταῖς μαγγανείαις αὐτῆς ψυχαγωγοῦσα τῷ Σαοὺλ τὰς ἐπιζητουμένας ψυχάς, θεοὺς ἑωρακέναι φησίν. ἀλλὰ καὶ Βαλαὰμ οἰωνιστής τις ὢν καὶ μάντις, καὶ διὰ χειρὸς τὰ μαντεῖα φέρων, καθώς φησιν Γραφή, καὶ τὴν ἐκ δαιμόνων διδασκαλίαν διὰ τῆς οἰωνιστικῆς περιεργίας ἑαυτῷ κατορθώσας, παρὰ Θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς Γραφῆς ἱστορεῖται. καὶ πολλὰ τοιαῦτά ἐστι συλλεξάμενον ἐκ τῶν θείων παραθέσθαι Γραφῶν, ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν ὑπὲρ τὰς λοιπὰς τὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτε, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως λεγόμενον εὑρίσκομεν. τὸ δὲ τοῦ ἁγίου ὄνομα, καὶ τοῦ ἀφθάρτου, καὶ τοῦ εὐθέος, καὶ τοῦ ἀγαθοῦ, οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις ὀνόμασι κοινωνεῖν τὸ ἅγιον Πνεῦμα πρὸς τὸν Υἱὸν καὶ τὸν Πατέρα οὐκ ἀντιλέγουσι, τίς λόγος, τούτῳ μόνῳ κατασκευάζειν ἀκοινώνητον εἶναι, οὗ μετέχειν ἐδείχθη, κατά τινα ὁμώνυμον χρῆσιν καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα;
§189.6 Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην, ἀκοινώνητον δὲ εἶναι πρὸς Πατέρα καὶ Υἱὸν τὴν τοῦ Πνεύματος φύσιν, καὶ διὰ τοῦτο μηδὲ τῆς κατὰ τὸ ὄνομα τοῦτο κοινωνίας μετέχειν. οὐκοῦν δειξάτωσαν, διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἐπέγνωσαν. εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι, καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλοτρίως διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· ἐπειδὴ δὲ μὲν ὑψηλοτέρα τῆς τῶν ζητουμένων ἐστὶ κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν περὶ τῶν διαφευγόντων τὴν γνῶσιν ἡμῶν λογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐνεργουμένας διαφόρους εἶναι, καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχασόμεθα. οὐδὲ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι· (οὔτε ψύχει τὸ πῦρ, οὔτε θερμαίνει κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται ἀπʼ ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι. ἐὰν δὲ μίαν νοήσωμεν τὴν ἐνέργειαν Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ἐν μηδενὶ διαφέρουσάν τι παραλλάσσουσαν, ἀνάγκη τῇ ταυτότητι τῆς ἐνεργείας τὸ ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι.
§189.7 Ἁγιάζει, καὶ ζωοποιεῖ, καὶ φωτίζει, καὶ παρακαλεῖ, καὶ πάντα τὰ τοιαῦτα, ὁμοίως Πατὴρ καὶ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. καὶ μηδεὶς κατʼ ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν, ἀκούσας τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν Πατέρα λέγοντος· Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνοματί σου. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· πᾶσα χάρις καὶ δύναμις, ὁδηγία, ζωή, παράκλησις, πρὸς τὸ ἀθάνατον μεταβολή, εἰς ἐλευθερίαν μετάστασις, καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθόν, μέχρις ἡμῶν καταβαίνει. δὲ ὑπὲρ ἡμᾶς οἰκονομία, ἔν τε τῇ νοητῇ κτίσει καὶ τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερκειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἀγίου Πνεύματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντας. εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπʼ ἐκείνων τὴν τοῦ Πνεύματος δύναμιν, ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονομίας. μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν. δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ Πατρὸς καὶ Υἱοῦ τῇ δυνάμει τοῦ Πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. οὐκοῦν τῆς ἐνεργείας ταυτότης ἐπὶ Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον. ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ Πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην τῆς οὐσίας κοινότης συντίθεται.
§189.8 Ἀλλʼ οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς Γραφῆς, ὅτι χειροτονητὴ φύσις οὐ γίνεται. Μωϋσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος, ὅτι Θεόν σε δέδωκα τῷ Φαραώ. οὐκοῦν ἐξουσίας τινός, εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς, ἔνδειξιν προσηγορία φέρει. δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ἡμέτερος λόγος. εὐεργέτην γάρ, καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον, καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. ὧν δὲ λόγος ἕτερος, τούτων καὶ φύσις διάφορος. οὐκοῦν ἄλλο μέν τί ἐστιν οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη· ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων σημασία, ἐξ ἐνεργείας τινὸς ἀξίας ὀνομαζομένων.
§189.9–206.2
§189.9 Τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν· τῆς δὲ κατὰ τὴν φύσιν παραλλαγῆς οὐδεμίαν καταλαμβάνομεν ἐναργῆ τὴν ἀπόδειξιν· καθὼς εἴρηται, τῆς τῶν ἐνεργειῶν ταὐτότητος τὸ κοινὸν τῆς φύσεως ὑποσημαινούσης. εἴτε οὖν ἐνεργείας ὄνομα θεότης, ὡς μίαν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω μίαν φαμὲν εἶναι τὴν θεότητα· εἴτε κατὰ τὰς τῶν πολλῶν δόξας, φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγήν, οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν Τριάδα διοριζόμεθα.
§190.1 Ἀξίως τῆς σεαυτοῦ ἐμμελείας καὶ σπουδῆς, ἧς ἀεὶ ἐπαινέτης εἰμὶ ἐγώ, ἐμερίμνησας τὰ περὶ τῆς ἐκκλησίας Ἰσαύρων. ὅτι μὲν οὖν τῷ παντὶ λυσιτελέστερον ἦν εἰς πλείονας ἐπισκόπους καταδιαιρεθῆναι τὴν μέριμναν, αὐτόθεν εἶναι δῆλον καὶ τῷ τυχόντι νομίζω· οὐδὲ γὰρ τὴν σὴν σύνεσιν τοῦτο ἔλαθεν, ἀλλʼ ὡς ἔχει καὶ ἐπεσημήνω καλῶς καὶ ἐγνώρισας ἡμῖν. ἐπεὶ δὲ οὐκ εὔκολον εὑρεῖν ἄνδρας ἀξίους, μήπου ἕως βουλόμεθα τὸ ἐκ τοῦ πλήθους ἀξιόπιστον ἔχειν, καὶ ὑπὸ πλειόνων ἀκριβέστερον ποιεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ οἰκονομεῖσθαι, λάθωμεν διὰ τὸ τῶν καλουμένων ἀδόκιμον εἰς εὐτέλειαν τὸν λόγον καταβαλόντες, ἀδιαφορίας μελέτην τοῖς λαοῖς ἐμποιεῖν; οἶδας γὰρ καὶ αὐτός, ὅτι ὁποῖοι δʼ ἄν ὦσιν οἰ προεστῶτες, τοιαῦτα ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχομένων γίνεσθαι εἴωθεν. ὥστε τάχα βέλτιον ἕνα τινὰ δόκιμον, εἴπερ καὶ τοῦτο ῥᾴδιον, προβαλέσθαι τῆς πόλεως προστάτην, καὶ ἐπιτρέψαι τῷ ἐκείνου κινδύνῳ οἰκονομεῖσθαι τὰ καθʼ ἕκαστον· μόνον ἐὰν τις δοῦλος Θεοῦ, ἐργάτης ἀνεπαίσχυντος, μὴ σκοπῶν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν· ὃς ἐὰν εἰδῇ ἑαυτὸν μικρότερον πρὸς τὴν φροντίδα, προσλήψεται ἐργάτας εἰς τὸν θερισμόν. ἐὰν οὖν εὕρωμεν τοιοῦτον, ὁμολογῶ πολλῶν ἀντάξιον εἶναι τὸν ἕνα, καὶ ταῖς ἐκκλησίαις λυσιτελέστερον, καὶ ἡμῖν δὲ ἀκινδυνότερον, οὕτως οἰκονομῆσαι τῶν ψυχῶν τὴν ἐπιμέλειαν. ἐὰν δὲ τοῦτο μὴ ῥᾴδιον , σπουδὴ γενέσθω ἡμῖν πρότερον ταῖς μικροπολιτείαις ἤτοι μικροκωμίαις ταῖς ἐκ παλαιοῦ ἐπισκόπων θρόνον ἐχούσαις δοῦναι τοὺς προϊσταμένους· καὶ τότε τὸν τῆς πόλεως ἀναστήσομεν, μήποτε ἐμπόδιον ἡμῖν πρὸς τὴν μετὰ ταῦτα οἰκονομίαν γένηται προβαλλόμενος, καὶ εὐθὺς ἀρξώμεθα ἡμεῖς τοῖς οἴκοι πολεμεῖν, διὰ τὸ πλειόνων βούλεσθαι ἄρχειν, καὶ μὴ καταδέχεσθαι τὰς χειροτονίας τῶν ἐπισκόπων. ἐὰν δὲ τοῦτο βαρὺ , καὶ χρόνος μὴ ἐπιτρέπῃ, ἐκεῖνο σπουδασάτω σὴ σύνεσις, τοῦ ποιῆσαι περιγράψαι τῷ Ἰσαύρων τὸν ἴδιον κύκλον, διὰ τὸ χειροτονῆσαι αὐτὸν προσοίκους τινάς. τὸ δὲ ἐφεξῆς ἡμῖν ὑπάρξει τεταμιευμένον, εἰς τὸ κατὰ τὸν προσήκοντα καιρὸν δοῦναι πᾶσι τοῖς λοιποῖς ἐπισκόπους, οὓς ἂν κυριωτέρους εἶναι κρίνωμεν αὐτοί, διὰ πολλῆς ἐξετάσεως δοκιμάσαντες.
§190.2 Ἠρωτήσαμεν Γεώργιον, ὡς ἐκέλευσεν θεοσέβειά σου, καὶ εἶπεν καὶ σὴ εὐλάβεια ἀνήνεγκεν, ἐφʼ οἷς ἀνάγκη ἡμᾶς τὴν ἡσυχίαν ἄγειν, ἐπιρρίψαντας ἐπὶ Κύριον τὴν μέριμναν τοῦ οἴκου. πιστεύω γὰρ τῷ ἁγίῳ Θεῷ, ὅτι δώσει σύνεσιν, πρὸς τὸ ἑτέρῳ τρόπῳ ἐξελέσθαι τῶν ἀναγκῶν, καὶ ἡμῖν ἄλυπον τὴν ζωὴν προξενῆσαι. ἐὰν οὖν οὐ δοκῇ τοῦτο, αὐτὸς καταξίωσον ὑπομνηστικόν μοι ἀποστεῖλαι, περὶ τίνος χρὴ ἀξιώματος σπουδὴν εἰσενέγκασθαι, ἵνα ἀρξώμεθα αἰτεῖν ἕκαστον τῶν ἐν δυνάμει φίλων τὴν χάριν ταύτην, εἴτε προῖκα, εἴτε καὶ μετρίου τιμήματος, ὡς ἂν ἡμᾶς Κύριος εὐοδώσῃ.
§190.3 Ἐπέστειλα τῷ ἀδελφῷ Οὐαλερίῳ, ὡς προσέταξας. τὰ Νύσσης πράγματα ὅμοιά ἐστι τοῖς παρὰ τῆς σῆς θεοσεβείας καταλειφθεῖσι, καὶ προκόπτει ἐπὶ τὸ βέλτιον τῇ συνεργίᾳ τῶν σῶν προσευχῶν. οἱ μέντοι τότε ἀπορραγέντες ἡμῶν, οἱ μὲν ἀπῆλθον ἐπὶ τὸ στρατόπεδον, οἱ δὲ μένουσι τὴν ἐκεῖθεν ἀναμένοντες φήμην. δυνατὸς δὲ Κύριος καὶ τούτων ματαιῶσαι τὰς ἐλπίδας, κἀκείνοις ἄπρακτον τὴν ἐπάνοδον ποιῆσαι.
§190.4 Τὸ μάννα Φίλων ἑρμηνεύων ἔφη, ὥσπερ ἐκ παραδόσεώς τινος Ἰουδαϊκῆς δεδιδαγμένος, τοιαύτην αὐτοῦ εἶναι τὴν ποιότητα, ὥστε κατὰ τὴν φαντασίαν τοῦ ἐσθίοντος μετακιρνᾶσθαι· καὶ εἶναι μὲν καθʼ ἑαυτὸ οἱονεὶ κέγχρον ἑψημένον ἐν μέλιτι, παρέχειν δὲ νῦν μὲν ἄρτου, νῦν δὲ κρέως· καὶ κρέως τοιοῦδε, πετεινοῦ χερσαίου· νῦν δὲ λαχάνου, καὶ λαχάνου τοῦ κατὰ τὴν ἐπιθυμίαν ἑκάστου· καὶ ἰχθύος, ὡς τὸ ἰδίωμα τῆς καθʼ ἕκαστον γένος ποιότητος ἀκριβῶς ἐν τῇ γεύσει τοῦ ἐσθίοντος διασώζεσθαι.
§190.5 Ἅρματα ἀναβάτας τριστάτας ἔχοντα οἶδεν Γραφή, διὰ τὸ τῶν λοιπῶν ἁρμάτων δύο εἶναι τοὺς ἐπιβάτας, τόν τε ἡνίοχον καὶ τὸν ὁπλίτην· τὰ δὲ τοῦ Φαραῶ δύο μὲν εἶχε τοῦς πολεμοῦντας, ἕνα δὲ τὸν τὰς ἡνίας τῶν ἵππων ἔχοντα.
§190.6 Σύμπιος ἡμῖν ἐπέστειλε θεραπευτικὴν ἐπιστολὴν καὶ κοινωνικήν, ἡμεῖς ἀντιγράψαντες ἐπέμψαμεν τῇ εὐλαβείᾳ σου τὰ γράμματα, ἵνα ἄγαν ἐγκρίνας κελεύσῃς αὐτῷ ἀποσταλῆναι, δηλονότι μετὰ προσθήκης καὶ σῶν γραμμάτων.
§190.7 Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.
§191 Ἐντυχόντες τοῖς γράμμασι τῆς εὐλαβείας σου, πολλὴν τῷ Θεῷ τὴν χάριν ἔσχομεν, ὅτι ἀρχαίας ἀγάπης ἴχνη εὕρομεν ἐν τοῖς ῥήμασι τῆς ἐπιστολῆς· ὅς γε οὐκ ἔπαθες τὸ τῶν πολλῶν, οὐδὲ φιλονείκως ἔσχες πρὸς τὸ μὴ καὶ αὐτὸς κατάρξαι τῆς ἀγαπητικῆς ὁμιλίας· ἀλλʼ ὡς πεπαιδευμένος τὸ ἐκ ταπεινοφροσύνης μεγαλεῖον περιγινόμενον τοῖς ἁγίοις, οὕτως εἵλου διὰ τῶν δευτερείων ἔμπροσθεν ἡμῶν ἀποφανθῆναι. καὶ γὰρ οὗτος νόμος τῆς ἐν Χριστιανοῖς νίκης, καὶ ἔλαττον ἔχειν καταδεξάμενος στεφανοῦται. ἵνα οὖν μὴ ἀπολειφθῶμεν τοῦ ἀγαθοῦ ζήλου, ἰδοὺ καὶ αὐτοὶ ἀντιφθεγγόμεθά σου τὴν σεμνότητα, καὶ δείκυμεν τὴν προαίρεσιν ἡμῶν, ὅτι Θεοῦ χάριτι τῆς κατὰ τὴν πίστιν συμφωνίας ἐρρωμένης ἡμῖν, οὐδὲν ἕτερόν ἐστι τὸ ἐμποδίζον πρὸς τὸ εἶναι ἡμᾶς ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι διὰ τῆς κλήσεως. τῆς οὖν σῆς ἐστιν ἀγάπης τῇ ἀγαθῇ ἀρχῇ καὶ τὰ ἐφεξῆς ἀποδοῦναι, συστατεῖν μὲν περὶ σεαυτὸν τοὺς ὁμοψύχους, δηλῶσαι δὲ καὶ χρόνον καὶ τόπον τῆς συντυχίας, ἵνα οὕτω τῇ τοῦ Θεοῦ χάριτι ἀπολαβόντες ἀλλήλους, τῷ ἀρχαίῳ εἴδει τῆς ἀγάπης τὰς ἐκκλησίας οἰκονομήσωμεν, τοὺς παρʼ ἑκατέρου μέρους βαδίζοντας τῶν ἀδελφῶν ὡς ἴδια μέλη προσιέμενοι, προπέμποντες ὡς ἐπὶ οἰκείους, καὶ ὑποδεχόμενοι πάλιν ὡς παρʼ οἰκείων. τοῦτο γὰρ ἦν ποτε τῆς Ἐκκλησίας τὸ καύχημα, ὅτι ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἐπὶ τὰ πέρατα μικροῖς συμβόλοις ἐφοδιαζόμενοι οἱ ἐξ ἑκάστης ἐκκλησίας ἀδελφοὶ πάντας πατέρας καὶ ἀδελφοὺς εὕρισκον· νῦν μετὰ τῶν ἄλλων ἀφῄρηται ἡμῶν ἐχθρὸς τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ, καὶ κατὰ πόλεις περιγεγράμμεθα, καὶ ἕκαστος διὑποψίας ἔχομεν τὸν πλησίον. καὶ τί γὰρ ἄλλο, ἐψύξαμεν τὴν ἀγάπην, ἀφʼ ἧς μόνης τοὺς ἑαυτοῦ μαθητὰς Κύριος ἡμῶν εἶπε χαρακτηρίζεσθαι; καὶ εἰ δοκεῖ, πρότερον αὐτοὶ μετʼ ἀλλήλων γνωρίσατε ἑαυτούς, ἵνα γνῶμεν πρὸς τίνας ἡμῖν ἔσται συμφωνία. καὶ οὕτως ἐκ κοινῆς συγκαταθέσεως τόπον τινὰ τοῖς ἀμφοτέροις ἀνεπαχθῆ, καὶ χρόνον ταῖς ὁδοιπορίαις πρέποντα ἐκλεξάμενοι, δραμούμεθα παρʼ ἀλλήλοις, καὶ Κύριος ἡμᾶς κατευοδώσει. ἐρρωμένος καὶ εὔθυμος εἴης, ὑπερευχόμενός μου, καὶ χαρισθείης μοι τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.
§192 Εἰ αὐτὸς διπλῆν ἔλαβες χάριν, ὡς αὐτὸς τῇ ἀνυπερβλήτῳ προθυμίᾳ περὶ τὰ ἀγαθὰ ἔργα ἐπέστειλας ἡμῖν, μίαν μὲν τῷ δέξασθαι γράμματα, δευτέραν δὲ τῷ ὑπουργῆσαι τῇ χρείᾳ ἡμῶν· πόσην τινὰ χρὴ νομίζειν ἡμᾶς ἔχειν τὴν χάριν, γράμμασί τε τῆς ἡδίστης φωνῆς ἐντυχόντας, καὶ τὴν ἐπιζητηθεῖσαν χρείαν τοσούτῳ τάχει πληρωθεῖσαν ὁρῶντας. ὥστε ἡδέως δεξάμενοι τὸ ἀποσταλὲν διὰ τὴν οἰκείαν αὐτοῦ φύσιν, πολλῷ ἥδιον αὐτὸ προσηκάμεθα τῷ σὲ εἶναι τὸν τῆς κατασκευῆς αὐτοῦ προεστῶτα. παράσχοι δὲ ἡμῖν Κύριος ἰδεῖν σε ἐν τάχει, ὥστε ἀπὸ γλώττης ὁμολογῆσαι τὴν χάριν, καὶ πάντων ὁμοῦ τῶν ἐν σοὶ καλῶν ἀπολαῦσαι.
§193 Ἡμῖν οὐδʼ ὅσον ταῖς γεράνοις ὑπάρχει τὰ δυσχερῆ τοῦ χειμῶνος διαφυγεῖν, ἀλλʼ ἕνεκα μὲν τοῦ προϊδέσθαι τὸ μέλλον οὐδὲν ἴσως τῶν γεράνων χείρους ἐσμέν· τῷ δὲ κατὰ τὸν βίον αὐτεξουσίῳ τοσούτον τῶν ὀρνίθων ἀπολιμπανόμεθα, ὅσον καὶ τοῦ πέτεσθαι δύνασθαι, μικροῦ δεῖν. πρῶτον μὲν γάρ με ἀσχολίαι τινὲς τῶν κατὰ τὸν βίον πραγμάτων ἐπέσχον· ἔπειτα δὲ πυρετοὶ συνεχεῖς καὶ λάβροι οὕτω μου τὸ σῶμα κατεδαπάνησαν, ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ· εἶτα τεταρταίων προσβολαὶ πρὸς πλεῖον εἴκοσι διαρκέσασαι κύκλους. νυνὶ δὲ ὅτε δοκῶ τῶν πυρετῶν ἀπηλλάχθαι, οὕτως ὑπὸ τῆς ἀδυναμίας διάκειμαι, ὥστε μηδὲν ἐν τούτῳ ἀποδεῖν ἀραχνίου. ὅθεν μοι πᾶσα μὲν ὁδὸς ἄβατος, πᾶσα δὲ πνεύματος προσβολὴ πλείονα φέρει τὸν κίνδυνον αἱ τρικυμίαι τοῖς πλέουσιν. ἀνάγκη τοίνυν ὑπὸ δωματίῳ κεκρύφθαι, καὶ ἀναμένειν τὸ ἔαρ, ἐάνπερ διαρκέσαι πρὸς αὐτὸ δυνηθῶμεν, ἀλλὰ μὴ προδιαμάρτοιμεν ὑπὸ τοῦ κακοῦ τοῦ τοῖς σπλάγχνοις ἐνιδρυμένου. ἐὰν δὲ διασώσῃ ἡμᾶς Κύριος τῇ μεγάλῃ αὐτοῦ χειρί, ἀσμενέστατα μὲν τὴν ἐσχατιὰν ὑμῶν καταληψόμεθα, ἀσμενέστατα δὲ σὲ τὴν φίλην ἡμῖν κεφαλὴν περιπτυξόμεθα. μόνου εὔχου πρὸς τὸ συμφέρον τῇ ψυχῇ τὴν ζωὴν ἡμῶν οἰκονομεῖσθαι.
§194.1 Οἷα ποιεῖς, θαυμάσιε, προλαμβάνων ἡμᾶς εἰς τὸ τῆς ταπεινώσεως μέτρον; ὅς γε τοιοῦτος ὢν τὴν παίδευσιν, καὶ οὕτως εἰδὼς ἐπιστέλλειν, ὡς δηλοῖ τὰ γράμματα, ὅμως ἀξιοῖς ὡς ἐπὶ τολμηροτέρᾳ τινὶ ἐγχειρήσει καὶ ὑπερβαινούσῃ σου τὴν ἀξίαν, συγγνώμης παρʼ ἡμῶν τυγχάνειν. ἀλλὰ τῆς εἰρωνείας ταύτης ἀφέμενος, ἐπίστελλε ὑμῖν διὰ πάσης προφάσεως. εἴτε γὰρ ἡμῖν λόγων μέτεστιν, ἥδιστα λογίου ἀνδρὸς γράμμασιν ἐντευξόμεθα· εἴτε καὶ τὸ τῆς ἀγάπης καλὸν ὅσον ἐστὶ παρὰ τῆς Γραφῆς πεπαιδεύμεθα, τοῦ παντὸς ἀξίαν τιθέμεθα ἀνδρὸς ἀγαπῶντος ἡμᾶς ὁμιλίαν. εἴη δέ σε γράφειν εὐχόμεθά σοι ἀγαθά, ὑγείαν σώματος καὶ εὐθηνίαν οἴκου παντός.
§194.2 Τὰ δὲ ἡμέτερα μηδὲν ἀνεκτότερα γίνωσκε τῆς συνηθείας εἶναι. ἀρκεῖ δὲ τοσοῦτον εἰπεῖν, καὶ ἐνδείξασθαί σοι τοῦ σώματος ἡμῶν τὴν ἀσθένειαν. τὴν γὰρ νῦν κατέχουσαν ἡμᾶς εἰς τὸ ἀρρωστεῖν ὑπερβολήν, οὔτε λόγῳ ἐνδείξασθαι ῥᾷδιον, οὔτε ἔργῳ πεισθῆναι, εἴπερ ἐκείνων, ὧν αὐτὸς ᾔδεις, εὑρέθη τι πλεῖον παρʼ ἡμῖν εἰς ἀρρωστίαν. Θεοῦ δὲ τοῦ ἀγαθοῦ ἔργον δοῦναι ἡμῖν δύναμιν, πρὸς τὸ ἐν ὑπομονῇ φέρειν τὰς ἐπὶ συμφέροντι ἡμῖν ἐπαγομένας εἰς τὸ σῶμα πληγὰς παρὰ τοῦ εὐεργετοῦντος ἡμᾶς Κυρίου.
§195 Διὰ τὸ μακρὰν ἀπῳκίσθαι τῶν ὁδευομένων τοπων τὴν Κολώνειαν, ἣν Κύριος ἔδωκεν ὑπὸ σοὶ διιθύνεσθαι, πολλάκις κἂν τοῖς ἄλλοις ἀδελφοῖς ἐπιστέλλωμεν τοῖς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὀκνηρῶς πέμπομεν γράμματα πρὸς τὴν εὐλάβειάν σου, μηδένα ἐλπίζοντες εἶναι τὸν μέχρις ἐκείνων διακομίζοντα. ἀλλὰ νῦν αὐτόν σε παρέσεσθαι προσδοκῶντες, διαπεμφθήσεσθαι τὴν ἐπιστολὴν παρὰ τῶν ἐπισκόπων οἷς ἐπεστείλαμεν, καὶ γράφομεν τῇ εὐλαβείᾳ σου, καὶ προσαγορεύομέν σε διὰ τοῦ γράμματος, ὁμοῦ μὲν σημαίνοντες ὅτι δοκοῦμεν ἔτι εἶναι ὑπὲρ τῆς γῆς, ὁμοῦ δὲ παρακαλοῦντες προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα Κύριος ἐλαττώσῃ τὰς θλίψεις, καὶ τὸ πολὺ τοῦτο βάρος τῆς ὀδύνης τῆς νῦν ἐπικειμένης ταῖς καρδίαις ἡμῶν, οἷόν τι νέφος, ἀφʼ ἡμῶν ἀπαγάγῃ. ἔσται δὲ τοῦτο ἐὰν ταχεῖαν δῷ τὴν ἐπάνοδον τοῖς θεοφιλεστάτοις ἐπισκόποις, οἳ νῦν εἰσιν ἐν τῇ διασπορᾷ, δίκας διδόντες ὑπὲρ τῆς εὐσεβείας.
§196 Διάττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατʼ ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια στρατιωτικὰ παρέχοντα, νῦν δὲ βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. εὐχόμεθα δὲ τῷ Θεῷ, κατὰ λόγον σοι προϊοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προσελθεῖν, καὶ φανῆναί ποτε τῇ πατρίδι. ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου, ὅσον ἀναπνεῖν μόνον.
§197.1 Μεγάλαι ἀεὶ καὶ πολλαὶ τοῦ Δεσπότου ἡμῶν αἱ δωρεαί, καὶ οὔτε τὸ μέγεθος αὐτῶν μετρητόν, οὔτε τὸ πλῆθος ἀριθμητόν. μία δὲ τῶν μεγίστων δωρεῶν ἐστι τοῖς εὐαισθήτως δεχομένοις τὰς χάριτας καὶ παροῦσα αὕτη, ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι διὰ τῆς ἐν τοῖς γράμμασι προσφωνήσεως. καὶ γνώσεως τρόπον διττὸν ἡμῖν ἐχαρίσατο· ἕνα μὲν διὰ τῆς συντυχίας, ἕτερον δὲ τὸν διὰ τὴς τοῦ γράμματος ὁμιλίας. ἐπεὶ οὖν ἐγνωρίσαμέν σε διὧν ἐφθέγξω, καὶ ἐγνωρίσαμεν, οὐ τὸν σωματικὸν χαρακτῆρα ταῖς μνήμαις ἡμῶν ἐντυπωσάμενοι, ἀλλὰ τοῦ ἔσω ἀνθρώπου τὸ κάλλος τῇ ποικιλίᾳ τῶν λόγων καταμαθόντες, ὅτι ἕκαστος ἡμῶν ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ, ἐδοξάσαμεν τὸν Θεὸν ἡμῶν, τὸν καθʼ ἑκάστην γενεὰν ἐκλεγόμενον τοὺς αὐτῷ εὐαρεστοῦντας· ὃς πρότερον μὲν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἤγειρεν ἄρχοντα τῷ λαῷ αὐτοῦ· καὶ τὸν Ἀμῶς ἐκ τοῦ αἰπολίου ἐνδυναμώσας διὰ τοῦ Πνεύματος ὕψωσεν εἰς προφήτην· νῦν δὲ ἄνδρα ἐκ τῆς βασιλευούσης πόλεως, ἀρχὴν ὅλου ἔθνους πεπιστευμένον, ὑψηλὸν τῷ φρονήματι, γένους λαμπρότητι, περιφανείᾳ βίου, λόγων δυνάμει, πᾶσι τοῖς κατὰ τὸν βίον περίβλεπτον, εἵλκυσεν εἰς τὴν τῶν ποιμνίων τοῦ Χριστοῦ ἐπιμέλειαν· ὃς πάντα ῥίψας τὰ τοῦ βίου πλεονεκτήματα καὶ ἡγησάμενος αὐτὰ ζημίαν ἵνα Χριστὸν κερδήσῃ, τοὺς οἴακας δέξασθαι ἐπετράπη τῆς μεγάλης καὶ περιβοήτου νηὸς ἐπὶ τῇ εἰς Θεὸν πίστει, τοῦ Χριστοῦ Ἐκκλησίας. ἄγε τοίνυν, Θεοῦ ἄνθρωπε, ἐπειδὴ οὐ παρʼ ἀνθρώπων παρέλαβες ἐδιδάχθης τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλʼ αὐτός σε Κύριος ἀπὸ τῶν κριτῶν τῆς γῆς ἐπὶ τὴν καθέδραν τῶν ἀποστόλων μετέθηκεν, ἀγωνίζου τὸν καλὸν ἀγῶνα, διόρθωσαι τὰ ἀρρωστήματα τοῦ λαοῦ, εἴ τινος ἄρα τὸ πάθος τῆς Ἀρειανῆς μανίας ἥψατο· ἀνανέωσαι τὰ ἀρχαῖα τῶν πατέρων ἴχνη, καὶ τῆς πρὸς ἡμᾶς ἀγάπης ὃν κατεβάλου θεμέλιον ἐποικοδομεῖν σπούδαζε τῇ συνεχείᾳ τῶν προσρήσεων. οὕτω γὰρ δυνησόμεθα ἐγγὺς ἀλλήλων εἶναι τῷ πνεύματι, εἰ καὶ τῇ οἰκήσει τῇ ἐπὶ τῆς γῆς παμπληθὲς ἀπῳκίσμεθα.
§197.2 δὲ περὶ τὸν μακαριώτατον Διονύσιον τὸν ἐπίσκοπον φιλοτιμία σου καὶ σπουδὴ πᾶσάν σοι μαρτυρεῖ ἀγάπην πρὸς τὸν Κύριον, τιμὴν εἰς τοὺς προλαβόντας, σπουδὴν περὶ τὴν πίστιν. γὰρ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις τὴν ἀναφορὰν ἐπὶ τὸν Δεσπότην ἔχει, δεδουλεύκασι· καὶ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν δῆλός ἐστι τὸν ἴσον ζῆλον ἔχων τῆς πίστεως, ὥστε μία αὕτη πρᾶξις πολλῆς ἀρετῆς ἔχει τὴν μαρτυρίαν. γνωρίζομεν δέ σου τῇ ἐν Χριστῷ ἀγάπῃ, ὅτι οἱ σπουδαιότατοι ἀδελφοί, οἱ παρὰ τῆς εὐλαβείας σου εἰς τὴν τοῦ ἀγαθοῦ ἔργου διακονίαν προτιμηθέντες, πρῶτον μὲν παντὶ τῷ κλήρῳ ἔπαινον ἤνεγκαν διὰ τῆς ἐμμελείας τῶν τρόπων· ἐν γὰρ τῇ καθʼ ἑαυτοὺς εὐσχημοσύνῃ τὸ κοινὸν πάντων εὐσταθὲς κατεμήνυον· ἔπειτα πάσῃ σπουδῇ καὶ ἐμμελείᾳ χρησάμενοι, κατετόλμησαν μὲν χειμῶνος ἀβάτου, ἔπεισαν δὲ μετὰ πάσης εὐτονίας τοὺς πιστοὺς φύλακας τοῦ μακαρίου σώματος τὰ φυλακτήρια τῆς ἑαυτῶν ζωῆς παραχωρῆσαι τούτοις. καὶ γίνωσκε ὅτι οὔτε ἀρχαὶ οὔτε δυναστεῖαι ἀνθρώπων ἐξίσχυσαν ἄν ποτε βιάσασθαι τοὺς ἀνθρώπους ἐκείνους, εἰ μὴ τὸ εὔτονον τῆς προαιρέσεως τῶν ἀδελφῶν τούτων ἐξεδυσώπησεν αὐτοὺς πρὸς τὴν συγχώρησιν. συνήργησε δὲ μάλιστα πρὸς τὸ καταπραχθῆναι τὰ σπουδαζόμενα καὶ παρουσία τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου υἱοῦ ἡμῶν Θηρασίου τοῦ συμπρεσβυτέρου, ὃς αὐθαιρέτως τὸν κόπον τῆς ὁδοιπορίας ὑποδεξάμενος, ἔπαυσε μὲν τὸ σφοδρὸν τῆς ὁρμῆς τῶν ἐκεῖ πιστῶν, λόγῳ δὲ συμπείσας τοὺς ἀντεχομένους, ἐπὶ πρεσβυτέρων καὶ διακόνων καὶ ἄλλων πολλῶν τῶν φοβουμένων τὸν Κύριον μετὰ τῆς πρεπούσης εὐλαβείας ἀνελόμενος τὰ λείψανα, συνδιέσωσε τοῖς ἀδελφοῖς· μετὰ τοσαύτης χαρᾶς ὑποδέξασθε, μεθʼ ὅσης λύπης προέπεμψαν οἱ φυλάσσοντες. μηδεὶς διακρινέσθω· μηδεὶς ἀμφιβαλλέτω· οὗτός ἐστιν ἐκεῖνος ἀήττητος ἀθλητής. ταῦτα γνωρίζει τὰ ὀστᾶ Κύριος, τὰ συνδιαθλήσαντα τῇ μακαρίᾳ ψυχῇ. ταῦτα μετʼ αὐτῆς στεφανώσει ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ κατὰ τὸ γεγραμμένον· ὅτι δεῖ ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἔπραξε διὰ τοῦ σώματος. μία λάρναξ ἦν ὑποδεξαμένη τὸ τίμιον ἐκεῖνο σῶμα· οὐδεὶς πλησίον αὐτοῦ κατακείμενος· ἐπίσημος ταφή· μάρτυρος τιμή. Χριστιανοὶ οἱ ξενίσαντες καὶ ταῖς ἰδίαις χερσὶ κατέθεντο τότε, καὶ ἀνείλοντο νῦν. οὗτοι ἔκλαυσαν μὲν ὡς πατέρος καὶ προστάτου στερούμενοι· προέπεμψαν δέ, τὴν ὑμετέραν χαρὰν τῆς ἰδίας παρακλήσεως προτιμοτέραν θέμενοι. οἱ παραδόντες τοίνυν εὐλαβεῖς· οἱ ὑποδεξάμενοι ἀκριβεῖς. οὐδαμοῦ ψεῦδος, οὐδαμοῦ δόλος· μαρτυροῦμεν ἡμεῖς· ἀσυκοφάντητος ἔστω παρʼ ὑμῶν ἀλήθεια.
§198.1 Μετὰ τὴν ἐπιστολήν, τὴν διὰ τῶν ὀφφικιαλίων κομισθεῖσαν ἡμῖν, μίαν ἄλλην ἐδεξάμην μετὰ ταῦτα πρὸς ἡμᾶς ἀποσταλεῖσαν. αὐτοὶ δὲ ἐπεστείλαμεν, οὐ πολλὰς μέν, διὰ τὸ μηδὲ ἐπιτυχεῖν τῶν πρὸς ὑμᾶς ἀφικνουμένων, πλὴν πλείους τῶν τεσσάρων, ἐν αἷς καὶ τὰς ἀπὸ Σαμοσάτων κομισθείσας ἡμῖν ἐπὶ τοῖς πρώτοις γράμμασι τῆς σῆς θεοσεβείας ἐσφραγισμένας διεπεμψάμεθα τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Λεοντίῳ τῷ ἐξισωτῇ τῆς Νικαίας, παρακαλέσαντες διἐκείνου τῷ φροντίζοντι τῆς οἰκίας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Σωφρονίου ἀποκομισθῆναι, ὥστε ἐκεῖνον ἐπιμεληθῆναι τῆς πρὸς ὑμᾶς διακομιδῆς. ἐπεὶ οὖν πολλὰς διαβαίνουσι χεῖρας αἱ ἐπιστολαί, εἰκὸς τὴν παρὰ ἕνα ἀσχολίαν ῥᾳθυμίαν αἰτίαν γενέσθαι τοῦ μὴ ὑποδέχεσθαι τὴν σὴν εὐλάβειαν. ὥστε συγγνώμην ἔχε, παρακαλοῦμεν, τῇ σπάνει τῶν γραμμάτων.
§198.2 Τὸ δέ, ὅτι ἀποστεῖλαί τινα δέον ἐξ ἡμῶν αὐτῶν, οὐκ ἐποιήσαμεν τοῦτο, αὐτὸς μὲν τῇ σεαυτοῦ συνέσει ὀρθῶς ἐπεζήτησας καὶ καθήψω ἡμῶν· γίνωσκε δὲ τὸν παρʼ ἡμῖν χειμῶνα τοσοῦτον γεγενῆσθαι, ὥστε πάσας μὲν ὁδοὺς ἐγκλεισθῆναι μέχρι τῶν ἡμερῶν τοῦ Πάσχα, μηδένα δὲ ἡμᾶς ἔχειν τὸν εὐθαρσῶς πρὸς τὰ τῆς ὁδοῦ δυσχερῆ διακείμενον. καὶ γάρ, εἰ καὶ πολυάνθρωπόν πως εἶναι δοκεῖ τὸ ἱερατεῖον ἡμῶν, ἀλλὰ ἀνθρώπων ἀμελετήτως ἐχόντων πρὸς τὰς ὁδοιπορίας, διὰ τὸ μήτε ἐμπορεύεσθαι μήτε τὴν ἔξω διατριβὴν αἱρεῖσθαι, τὰς δὲ ἑδραίας τῶν τεχνῶν μεταχειρίζεσθαι τοὺς πολλούς, ἐκεῖθεν ἔχοντας τὴν ἀφορμὴν τοῦ ἐφημέρου βίου. αὐτίκα καὶ τὸν ἀδελφὸν τοῦτον, ὃν νῦν ἀπεστείλαμεν πρὸς τὴν εὐλάβειάν σου· ἐκ τῆς χώρας μεταστειλάμενοι, ἐχρησάμεθα αὐτῷ διακόνῳ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων, ἵνα καὶ τὰ ἡμέτερα σαφῶς διαγγείλῃ, καὶ τὰ αὐτόθεν ἡμῖν ἐναργῶς καὶ ταχέως τῇ τοῦ Θεοῦ χάριτι διακομίσῃ. καὶ τὸν ποθεινότατον ἀδελφὸν Εὐσέβιον τὸν ἀναγνώστην πάλαι ἐπειγόμενον πρὸς τὴν σὴν θεοσέβειαν ἐπέσχομεν, τὸ τῶν ἀέρων εὐκραὲς ἀναμένοντες. καὶ νῦν μέντοι ἐν φροντίδι οὐ τῇ τυχούσῃ εἰμί, μήποτε αὐτῷ τὸ περὶ τὰς ὁδοιπορίας ἄηθες ξενισμὸν ἐμποιήσῃ, καὶ ἀρρωστίας αἰτίαν παράσχῃ τῷ σώματι εὐαφόρμως ἔχοντι πρὸς τὴν ἀσθένειαν.
§198.3 Τὰ μέντοι καινοτομηθέντα περὶ τὴν ἀνατολὴν περιττὸν ἡμᾶς ἐστι διὰ γραμμάτων σημαίνειν. αὐτῶν τῶν ἀδελφῶν ἀκριβῶς δυναμένων ἀφʼ ἑαυτῶν διαγγεῖλαι. γίνωσκε δέ, τιμιωτάτη μοι κεφαλή, ὅτι ἡνίκα ταῦτα ἐπέστελλον, οὕτω διεκείμην φαύλως, ὥστε πάσας με λοιπὸν τοῦ ζῇν τὰς ἐλπίδας ἐπιλελοιπέναι. καὶ γὰρ οὐδὲ ἐξαριθμήσασθαι δυνατὸν τῶν ἐπιγινομένων μοι συμπτωμάτων τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, καὶ τὸ μέγεθος τῶν πυρετῶν, καὶ τὴν κακοήθειαν ὁποῖα· πλὴν ὅτι ἐκ πάντων ἓν τὸ συναγόμενον, πληρῶσαι ἡμᾶς λοιπὸν τὸν χρόνον τῆς παροικίας τοῦ δυστήνου τούτου καὶ ὀδυνηροῦ βίου.
§199.1 Πάλαι πρὸς τὰς παρὰ τῆς εὐλαβείας σου προταθείσας ἡμῖν ἐρωτήσεις ἀποκρινάμενος, οὐκ ἀπέστειλα τὸ γράμμα, τοῦτο μὲν ὑπὸ τῆς ἀρρωστίας τῆς μακρᾶς καὶ ἐπικινδύνου ἀσχοληθείς, τοῦτο δὲ ὑπὸ τῆς ἀπορίας τῶν διακονουμένων. ὀλίγοι γὰρ παρʼ ἡμῖν καὶ ὁδοῦ ἔμπειροι καὶ παρεσκευασμένοι πρὸς τὰς τοιαύτας ὑπηρεσίας. ὥστε μαθὼν τὰς αἰτίας τῆς βραδυτῆτος, δὸς ἡμῖν τὴν συγγνώμην.
§199.2 Ἐθαυμάσαμεν δέ σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην, ὅτι καὶ μαθεῖν καταδέχῃ, τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος, καὶ μανθάνειν παρʼ ἡμῶν, οἷς οὐδὲν μέγα πρόσεστι πρὸς γνῶσιν. ἀλλʼ ὅμως, ἐπειδὴ καταδέχῃ διὰ τὸν φόβον τοῦ Θεοῦ ποιεῖν πρᾶγμα οὐ ῥᾳδίως παρʼ ἑτέρου γινόμενον, χρὴ καὶ ἡμᾶς τῇ προθυμίᾳ σου καὶ τῇ ἀγαθῇ σπουδῇ συναίρεσθαι καὶ ὑπὲρ δύναμιν.
§199.3 Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου, εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον, διὰ τὸν ὅρκον. ἐγὼ δὲ ἤδη τινὰ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετʼ αὐτοῦ ὀμωμοκότων τοῖς κατʼ Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθεικώς· ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. τὸ αὐτὸ δὲ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἱερωσύνη, ἀλλʼ ἐν Ἰκονίῳ· ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. ἔστιν οὖν δεκτὸς ἐκεῖνος ἀνήρ, ἀπαιτούμενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου, ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάσαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς.
§199.4 Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑποπεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν πατέρες ἡμῶν ἁπλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων, ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθʼ ὁμοιότητα τῶν διγάμων διαταξάμενοι. ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι προϊοῦσα Ἐκκλησία, κραταιοτέρα γίνεται, καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσέχειν ἀκριβῶς τῷ τε κατʼ ἔννοιαν φαινομένῳ πράγματι, καὶ τῇ τῆς Γραφῆς διανοίᾳ, ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου. χηρεία γὰρ παρθενίας ἐλάττων· οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου. Νεωτέρας δὲ χήρας παραιτοῦ. ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χρίστου, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ, ὡς τὴν εἰς Χριστὸν ἀθετήσασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ Δεσπότῃ; μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν φθορᾶς ἀναπλῆσαι τὸν οἶκον, καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ δήπου χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι καί, τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν, ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. οὐκοῦν μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται, δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεξάμενοι εἰς κοινωνίαν, πρὶν παύσασθαι τῆς ἁμαρτίας, οὕτω δῆλον ὅτι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ, καὶ ἀποταξαμένη τῷ γάμῳ, καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα. τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφʼ οὗπερ ἂν ἡλικία τὴν τοῦ λόγου συμπλήρωσιν ἔχῃ. οὐδὲ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον εἶτα παραμείνασαν, καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις, καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν, καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. πολλὰς γὰρ γονεῖς προσάγουσι καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινὲς πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικούμενοι. ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην.
§199.5 Ἀνδρῶν δὲ ὁμολογίας οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν· οἳ κατὰ τὸ σιωπώμενον δοκοῦσι παραδεδέχθαι τῆν ἀγαμίαν. πλὴν καὶ ἐπʼ ἐκείνων ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσήκειν· ἐρωτᾶσθαι αὐτούς, καὶ λαμβάνεσθαι τὴν παρʼ αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ.
§199.6 Ὅσαι γυναῖκες, ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμολόγησαν, εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. ὅσα γὰρ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. αἱ δὲ μήπω ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ οὐδὲ τὴν νομοθεσίαν ἐπιγινώσκουσι τοῦ Δεσπότου. ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ μετὰ πάντων καὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. καὶ καθόλου τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται. τούτους δὲ δηλονότι ἄνευ βαπτίσματος Ἐκκλησία οὐ παραδέχεται. ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως.
§199.7 Εἰ ἀνὴρ γυναικὶ συνοικῶν, ἐπειδὰν μὴ ἀρκεσθεὶς τῷ γάμῳ εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον, καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις· οὐ μέντοι ἔχομεν κανόνα, τῷ τῆς μοιχείας αὐτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἁμαρτία γένηται· διότι μοιχαλὶς μέν, Μιαινομένη, φησί, μιανθήσεται, καὶ οὐκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς· καὶ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. μέντοι πορνεύσας οὐκ ἀποκλεισθήσεται τῆς πρὸς γυναῖκα ἑαυτοῦ συνοικήσεως. ὥστε μὲν γυνὴ ἀπὸ πορνείας ἐπανιόντα τὸν ἄνδρα αὐτῆς παραδέξεται, δὲ ἀνὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. καὶ τούτων δὲ λόγος οὐ ῥᾴδιος· δὲ συνήθεια οὕτω κεκράτηκε.
§199.8 Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναῖκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι, πρὶν ἀφελέσθαι αὐτῶν, καὶ ἐπʼ ἐξουσίᾳ τῶν ἐξ ἀρχῆς μνηστευσαμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτάς, εἴτε ἀποστῆναι· εἰ δὲ σχολάζουσάν τις λάβοι, ἀφαιρεῖσθαι μὲν δεῖ, καὶ τοῖς οἰκείοις ἀποκαθιστᾷν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν, εἴτε ἀδελφοί, εἴτε οἱτινεσοῦν προεστῶτες τῆς κόρης· κἂν μὲν ἕλωνται αὐτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον· ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. τὸν μέντοι ἐκ διαφθορᾶς εἴτε λαθραίας εἴτε βιαιοτέρας γυναῖκα ἔχοντα ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἐπιτίμησις. χρὴ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν, καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς ἐκκλησίας· τῷ δευτέρῳ δεχθῆναι εἰς ἀκρόασιν· τῷ τρίτῳ εἰς μετάνοιαν· τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ, ἀπεχομένους τῆς προσφορᾶς· εἶτα αὐτοὺς ἐπιτρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ.
§199.9 Περὶ δὲ τῶν δύο ἀδελφὰς γαμούντων, ἀδελφοῖς δυσὶ γαμουμένων, ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται, οὗ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. δὲ ἀδελφοῦ ἰδίου γυναῖκα λαβὼν οὐ πρότερον δεχθήσεται πρὶν ἀποστῆναι αὐτῆς.
§199.10 Χήραν, τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τουτέστι, τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ἀπόστολος γαμούμένην παρορᾶσθαι. ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλʼ ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. μέντοι χήρα ἑξηκονταετὴς γεγονυῖα, ἐὰν ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. ἐὰν μέντοι πρὸ ἑξήκοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου.
§199.11 τὴν διεφθαρμένην ὑφʼ ἑαυτοῦ εἰς γυναῖκα κατέχων τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται.
§199.12 πορνεία γάμος οὐκ ἔστιν· ἀλλʼ οὐδὲ γάμου ἀρχή. ὥστε, ἐὰν δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν· ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται.
§199.13 Περὶ τοῦ πρεσβυτέρου, τοῦ κατʼ ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντος, ὥρισα ἐχρῆν· καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. ἀρκετὸν γὰρ τῷ τοιούτῳ συγγνώμη. εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. εὐλογία γὰρ ἁγιασμοῦ μετάδοσίς ἐστιν. δὲ τοῦτο μὴ ἔχων, διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα πῶς ἑτέρῳ μεταδώσει; μήτε τοίνυν δημοσίᾳ μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ κατανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω, ἀλλὰ ἀρκούμενος τῇ προεδρίᾳ προσκλαιέτω τῷ Κυρίῳ, συγχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα.
§199.14 Ἐκεῖνό γε μὴν γελοῖόν μοι κατεφάνη, τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν. ὥστε καταξίωσον διδάσκειν αὐτοὺς τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελιῶν ἀπέχεσθαι· τὴν μέντοι χρῆσιν ἀδιάφορον εἶναι συγχώρησον. οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον μετʼ εὐχαριστίας λαμβανόμενον. ὥστε εὐχὴ καταγέλαστος, οὐχ ἀποχὴ ἀναγκαία.
§199.15 Ἄρχοντας μέντοι ὀμνύειν, ἐπὶ τὸ κακοποιεῖν τοὺς ἀρχομένους, καὶ πάνυ θεραπεύεσθαι προσῆκε. θεραπεία δὲ τούτων διττή· μία μέν, μὴ ὀμνύειν αὐτοὺς διδάσκεσθαι προχείρως· ἑτέρα δέ, μὴ ἐπιμένειν ἐν ταῖς πονηραῖς κρίσεσιν. ὥστε ὅρκῳ προληφθείς τις εἰς κακοποιίαν ἑτέρου, τὴν μὲν ἐπὶ τῇ προπετείᾳ τοῦ ὅρκου μετάνοιαν ἐπιδεικνύσθω, μὴ μέντοι προσχήματι εὐλαβείας τὴν πονηρίαν ἑαυτοῦ βεβαιούτω. οὐδὲ γὰρ Ἡρώδῃ συνήνεγκεν εὐορκήσαντι, ὃς ἵνα μὴ ἐπιορκήσῃ δῆθεν, φονεὺς ἐγένετο τοῦ προφήτου. ἅπαξ δὲ ὅρκος ἀπηγόρευται· πολλῷ δὲ δήπου εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι. ὥστε μεταφρονεῖν τὸν ὀμνύοντα χρή, οὐχὶ σπουδάζειν βεβαιοῦν ἑαυτοῦ τὸ ἀνόσιον. ἐξέτασον γὰρ πλατύτερον τὴν ἀτοπίαν. εἴ τις ὀμόσειεν ἐνεξορύξειν τοὺς ὀφθαλμοὺς τοῦ ἀδελφοῦ, εἰ καλὸν τὸ τοιοῦτον εἰς ἔργον ἀγαγεῖν αὐτῷ; εἴ τις φονεύσειν; εἴ τις ὅλως διὅρκου ἔντολήν τινα παραβήσεσθαι; ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. ὥσπερ δὲ τὴν ἐντολὴν ἀμεταθέτοις κρίμασι προσῆκε βεβαιοῦσθαι, οὕτω τὴν ἁμαρτίαν παντοίως καθήκει ἀκυροῦσθαι καὶ ἀφανίζεσθαι.
§199.16 Περὶ τῶν ἁρπαζόντων κανόνα μὲν παλαιὸν οὐκ ἔχομεν, ἰδίαν δὲ γνώμην ἐποιησάμεθα· τρία ἔτη καὶ αὐτοὺς καὶ τοὺς συναρπάζοντας αὐτοῖς ἔξω τῶν εὐχῶν γίνεσθαι. τὸ δὲ μὴ βιαίως γινόμενον ἀνεύθυνόν ἐστιν, ὅταν μὴ φθορὰ μηδὲ κλοπὴ ἡγουμένη τοῦ πράγματος. αὐτεξουσία δὲ χήρα, καὶ ἐπʼ αὐτῇ τὸ ἀκολουθῆσαι. ὥστε τῶν σχημάτων ἡμῖν οὐ φροντιστέον.
§199.17 ἀναχωρήσαντος τοῦ ἀνδρὸς καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ ἑτέρῳ συνοικήσασα, μοιχᾶται.
§199.18 Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες κληρικοὶ τοῦ βαθμοῦ κατάγονται, τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται· οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.
§199.19 γυνὴ διὰ τῆς ὁδοῦ κυήσασα καὶ ἀμελήσασα τοῦ κυήματος τῷ τοῦ φόνου ἐγκλήματι ὑποκείσθω.
§199.20 Τὰς μοιχευθείσας γυναῖκας καὶ ἐξαγορευούσας διεὐλάβειαν, ὁπωσοῦν ἐλεγχομένας, δημοσιεύειν οὐκ ἐκέλευσαν οἱ πατέρες ἡμῶν, ἵνα μὴ θανάτου αἰτίαν παράσχωμεν ἐλεγχθείσαις· ἵστασθαι δὲ αὐτὰς ἄνευ κοινωνίας προσέταξαν μέχρι τοῦ συμπληροῦσθαι τὸν χρόνον τῆς μετανοίας.
§199.21 Ἐπὶ δὲ τοῦ καταλειφθέντος ἀνδρὸς ὑπὸ τῆς γυναικὸς χρὴ σκοπεῖν τὴν αἰτίαν τῆς ἐγκαταλείψεως· κἂν φανῇ ἀλόγως ἀναχωρήσασα, μὲν συγγνώμης ἐστὶν ἄξιος, δὲ ἐπιτιμίου. δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται.
§199.22 Στρατιώτιδες, αἱ τῶν ἀνδρῶν ἀφανῶν ὄντων γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧπερ ἂν καὶ αἱ διὰ τὴν ἀποδημίαν τῶν ἀνδρῶν μὴ ἀναμείνασαι τὴν ἐπάνοδον· πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν.
§199.23 Μετὰ τὸ ἀφαιρεθῆναι τὴν ἀλλοτρίαν γαμήσας ἐπὶ μὲν τῇ πρώτῃ μοιχείαν ἐγκληθήσεται, ἐπὶ δὲ τῇ δευτέρᾳ ἀνεύθυνος ἔσται.
§199.24 Αἱ κόραι αἱ παρὰ γνώμην πατρὸς ἀκολουθήσασαι πορνεύουσι· διαλλαγέντων δὲ τῶν γονέων, δοκεῖ θεραπείαν λαμβάνειν τὸ γεγονός· οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστανται, ἀλλʼ ἐπιτιμηθήσονται τρία ἔτη.
§199.25 τῷ μοιχῷ συζῶσα μοιχαλίς ἐστι πάντα τὸν χρόνον.
§199.26 παρὰ γνώμην τοῦ δεσπότου ἀνδρὶ ἑαυτὴν ἐκδιδοῦσα ἐπόρνευσεν· δὲ μετὰ ταῦτα πεπαρρησιασμένῳ γάμῳ χρησαμένη ἐγήματο. ὥστε ἐκεῖνο μὲν πορνεία, τοῦτο δὲ γάμος. αἱ γὰρ συνθῆκαι τῶν ὑπεξουσίων οὐδὲν ἔχουσι βέβαιον.
§199.27 ἐν τῇ χηρείᾳ ἑαυτῆς ἐξουσίαν ἔχουσα ἀνδρὶ συνοικεῖν ἀνέγκλητος, εἰ μηδείς ἐστιν διασπῶν τὸ συνοικέσιον· τοῦ ἀποστόλου εἰπόντος· ἐὰν δὲ ἀποθάνῃ ἀνήρ, ἐλευθέρα ἐστίν θέλει γαμηθῆναι· μόνον ἐν Κυρίῳ.
§199.28 Οἱ ἄνευ τῶν κρατούντων γάμοι πορνεῖαί εἰσιν. οὔτε οὖν πατρὸς ζῶντος, οὔτε δεσπότου, οἱ συνιόντες ἀνεύθυνοί εἰσιν. ὡς ἐὰν ἐπινεύσωσιν οἱ κύριοι τὴν συνοίκησιν, τότε λαμβάνει τὸ τοῦ γάμου βέβαιον.
§199.29 Ὃς θανάτου πληγὴν τῷ πλησίον ἔδωκε φονεύς ἐστιν, εἴτε ἦρξε τῆς πληγῆς εἴτε ἠμύνατο.
§199.30 διάκονος τῷ Ἕλληνι συμπορνεύσασα δεκτή ἐστιν εἰς μετάνοιαν, εἰς δὲ τὴν προσφορὰν δεχθήσεται τῷ ἑβδόμῳ ἔτει, δηλονότι, ἐν ἁγνείᾳ ζῶσα. δὲ μετὰ τὴν πίστιν Ἕλλην πάλιν τῇ ἱεροσυλίᾳ προσιών, ἐπὶ τὸν ἔμετον ὑποστρέφει. ἡμεῖς δὲ τῆς διακόνου τὸ σῶμα, ὡς καθιερωμένον, οὐκέτι ἐπιτρέπομεν ἐν χρήσει εἶναι σαρκικῇ.
§199.31 Ἐάν τις τὸ ὄνομα λαβὼν τοῦ Χριστιανισμοῦ, ἐνυβρίζῃ τὸν Χριστόν, οὐδὲν ὄφελος αὐτῷ ἀπὸ τῆς προσηγορίας.
§199.32 δὲ τῷ καταλειφθέντι πρὸς καιρὸν παρὰ τῆς γυναικὸς κατὰ ἄγνοιαν γημαμένη, εἶτα ἀφεθεῖσα διὰ τὸ ἐπανελθεῖν πρὸς αὐτὸν τὴν προτέραν, ἐπόρνευσε μέν, ἐν ἀγνοίᾳ δέ. γάμου οὖν οὐκ εἰρχθήσεται. κάλλιον δέ, ἐὰν μείνῃ οὕτως.
§199.33 Ἐγκρατῖται καὶ Σακκοφόροι καὶ Ἀποτακτῖται τῷ αὐτῷ οὐχ ὑπόκεινται λόγῳ, καὶ Ναυατιανοί, ὅτι περὶ μὲν ἐκείνων κανὼν ἐξεφωνήθη, εἰ καὶ διάφορος· τὰ δὲ κατὰ τούτους ἀποσεσιώπηται. ἡμεῖς μέντοι ἑνὶ λόγῳ ἀναβαπτίζομεν τοὺς τοιούτους. εἰ δὲ παρʼ ὑμῖν ἀπηγόρευται τὸ τοῦ ἀναβαπτισμοῦ, ὥσπερ οὖν καὶ παρὰ Ῥωμαίοις, οἰκονομίας τινὸς ἕνεκα, ἀλλʼ ἡμέτερος λόγος ἰσχὺν ἐχέτω. ὅτι ἐπειδὴ ὥσπερ Μαρκιωνιστῶν ἐστιν ἀποβλάστημα κατʼ αὐτοὺς αἵρεσις, βδελυσσομένων τὸν γάμον, καὶ ἀποστρεφομένων τὸν οἶνον, καὶ τὴν κτίσιν τοῦ Θεοῦ μεμιασμένην εἶναι λεγόντων, οὐ δεχόμεθα αὐτοὺς εἰς τὴν Ἐκκλησίαν, ἐὰν μὴ βαπτισθῶσιν εἰς τὸ ἡμέτερον βάπτισμα. μὴ γὰρ λεγέτωσαν ὅτι Εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα ἐβαπτίσθημεν, οἵ γε κακῶν ποιητὴν ὑποτιθέμενοι τὸν Θεόν, ἐφαμίλλως τῷ Μαρκίωνι καὶ ταῖς λοιπαῖς αἱρέσεσιν. ὥστε, ἐὰν ἀρέσῃ τοῦτο, δεῖ πλείονας ἐπισκόπους ἐν ταὐτῷ γενέσθαι καὶ οὕτως ἐκθέσθαι τὸν κανόνα, ἵνα καὶ τῷ ποιήσαντι τὸ ἀκίνδυνον καὶ ἀποκρινόμενος τὸ ἀξιόπιστον ἔχῃ ἐν τῇ περὶ τῶν τοιούτων ἀποκρίσει.
§199.34 δὲ ἐγκαταλειφθεῖσα παρὰ τοῦ ἀνδρός, κατὰ τὴν ἐμὴν γνώμην, μένειν ὀφείλει. εἰ γὰρ Κύριος εἶπεν, ὅτι Ἐάν τις καταλίπῃ γυναῖκα ἐκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι, ἐκ τοῦ μοιχαλίδα αὐτὴν ὀνομάσαι ἀπέκλεισεν αὐτὴν τῆς πρὸς ἕτερον κοινωνίας. πῶς γὰρ δύναται μὲν ἀνὴρ ὑπεύθυνος εἶναι, ὡς μοιχείας αἴτιος, δὲ γυνὴ ἀνέγκλητος εἶναι, μοιχαλὶς παρὰ τοῦ Κυρίου διὰ τὴν πρὸς ἕτερον ἄνδρα κοινωνίαν προσαγορευθεῖσα;
§199.35 Αἱ πρὸς ἀνάγκην γενόμεναι φθοραὶ ἀνεύθυνοι ἔστωσαν. ὥστε καὶ δούλη, εἰ ἐβιάσθη παρὰ τοῦ οἰκείου δεσπότου, ἀνεύθυνός ἐστιν.
§199.36 Τριγαμίας νόμος οὐκ ἔστιν. ὥστε νόμῳ γάμος τρίτος οὐκ ἄγεται. τὰ μέντοι τοιαῦτα ὡς ῥυπάσματα τῆς Ἐκκλησίας ὁρῶμεν· δημοσίαις δὲ καταδίκαις οὐχ ὑποβάλλομεν, ὡς τῆς ἀνειμένης πορνείας αἱρετώτερα.
§200.1 Ἡμᾶς ἀρρωστίαι ἐξ ἀρρωστιῶν τε διαδέχονται, καὶ ἀσχολίαι ἐκκλησιαστικῶν τε ὁμοῦ πραγμάτων καὶ τῶν ταῖς ἐκκλησίαις ἐπηρεαζόντων συνέσχον παρὰ πάντα τὸν χειμῶνα, καὶ τὸν μέχρι ταύτης τῆς ἐπιστολῆς χρόνον. διὸ οὔτε ἀποστεῖλαί τινα οὔτε ἐπισκέψασθαι τὴν εὐλάβειάν σου δυνατὸν ἡμῖν ἐγένετο. εἰκάζομεν δὲ καὶ τὰ σὰ τοιαῦτα ἕτερα εἶναι· οὐ κατὰ τὴν ἀρρωστίαν λέγω, μὴ γένοιτο· παράσχοι γὰρ Κύριος ὑγείαν τῷ σώματι σου διαρκῆ πρὸς ὑπηρεσίαν τῶν ἐντολῶν αὐτοῦ· ἀλλʼ ὅτι μέριμνα τῶν ἐκκλησιῶν καὶ σοὶ τὸν αὐτὸν ἐμβάλλει περισπασμόν. καὶ νῦν ἔμελλόν τινα ἀποστέλλειν αὐτοῦ τούτου ἕνεκεν, ὥστε γνωρίσαι ἡμῖν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπεὶ δὲ ποθεινότατος υἱὸς Μελέτιος, παραπέμπων τοὺς νεολέκτους, ὑπέμνησεν ἡμᾶς, ὅτι εἴη σε διαὐτοῦ προσειπεῖν, ἐδεξάμεθα τὴν ὑπόθεσιν τῶν γραμμάτων ἄσμενοι, καὶ τῷ διακόνῳ τῶν ἐπιστολῶν ἐπεδράμομεν, ἀνδρὶ ἐξαρκοῦντι καὶ ἀντʼ ἐπιστολῆς εἶναι, διά τε τὸ τοῦ τρόπου φιλάληθες, καὶ διὰ τὸ μηδὲν ἀγνοεῖν τῶν καθʼ ἡμᾶς. διοὗ παρακαλοῦμεν τὴν εὐλάβειάν σου προηγουμένως εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα δῷ Κύριος ἐμοὶ μὲν ἀπαλλαγὴν τοῦ φορτικοῦ τούτου σώματος, ταῖς δὲ ἐκκλησίαις αὐτοῦ τὴν εἰρήνην, σοὶ δὲ ἡσυχιάν καὶ ἄδειαν τοῦ, ἐπειδὰν διαθῇ τὰ κατὰ τὴν Λυκαονίαν ἀποστολικῶς, ὡς ἐνήρξω, ἐπισκέπτεσθαι καὶ τὰ ὧδε, κἄν τε ἐνδημῶμεν τῇ σαρκί, κἂν ἀποδημῆσαι ἤδη πρὸς τὸν Κύριον ἐπιταχθῶμεν, ἵνα αὐτός, ὡς ἰδίων, ὅπερ οὖν καὶ ἔστιν, ἀντέχῃ τῶν καθʼ ἡμᾶς τόπων καὶ στηρίζῃς μὲν τὰ σαθρά, ἐπεγείρῃς δὲ τὰ νωθρά, πάντα δὲ τῇ χάριτι τοῦ Πνεύματος, τοῦ ὄντος ἐν σοί, μετακοσμήσῃς πρὸς τὸ εὐάρεστον τῷ Κυρίῳ.
§200.2 Τοὺς δὲ τιμιωτάτους υἱοὺς ἡμῶν Μενέτιον καὶ Μελίτιον, οὓς πόρρωθεν οἶδας καὶ ἑαυτοῦ κρίνεις, ἔχε ἐν παρακαταθήκῃ, εὐχόμενος ὑπὲρ αὐτῶν. αὔταρκες γὰρ αὐτοῖς τοῦτο πρὸς πᾶσαν ἀσφάλειαν. ὥστε καὶ τοὺς συνόντας τῇ ὁσιότητί σου, καὶ πάντα τὸν κλῆρον καὶ τὸν λαὸν τὸν ὑπὸ σοῦ ποιμαινόμενον, καὶ τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργοὺς προσειπεῖν παρʼ ἡμῶν καταξίωσον. τῆς μνήμης τοῦ μακαριωτάτου μάρτυρος Εὐψυχίου μέμνησο, καὶ μὴ ἀναμείνῃς δευτέραν ὑπόμνησιν, μηδὲ ἐμπρόθες μον σπουδάσῃς ποιήσασθαι τὴν ἀπάντησιν, ἀλλὰ προλαβεῖν καὶ εὐφρᾶναι ἡμᾶς, ἐὰν ἄρα ἔτι ὦμεν ἐπὶ τῆς γῆς. ἕως τότε ἐρρωμένος ἐν Κυρίῳ, ὑπερευχόμενος ἡμῶν, διαφυλαχθείης ἡμῖν καὶ ταῖς τοῦ Θεοῦ ἐκκλησίαις χάριτι τοῦ ἁγίου.
§201 Πολλῶν ἕνεκεν ἐπιθυμῶ συντυχεῖν σοι, ἵνα καὶ συμβούλῳ χρήσωμαι περὶ τῶν ἐν χερσὶ πραγμάτων, καὶ ὅλως ἵνα διὰ μακροῦ θεασάμενός σε ἔχω παραμυθίαν τινὰ τῆς ἀπολείψεως. ἐπειδὴ δὲ τὰ αὐτὰ ἀμφοτέρους ἐπέσχεν, τε ὑμῖν συμβᾶσα ἀσθένεια, καὶ παλαιοτέρα ἡμῶν ἀρρωστία, μήπω ἀπολείψασα, ἀμφοτέροις δῶμεν συγγνώμην, εἰ βούλει, ἀμφότεροι, ὥστε διἑαυτῶν ἀλλήλους ἀφεῖναι τοῦ ἐγκλήματος.
§202 Καὶ ἄλλως μέν ποι πολλοῦ ἄξιον τὸ συντυγχάνειν τῇ σεμνότητί σου, νῦν δὲ καὶ μάλιστα, ὅτε τοιοῦτόν ἐστι τὸ συνάγον ἡμᾶς πρᾶγμα. ἀλλʼ ἐπειδὴ τὰ λείψανα τῆς ἀρρωστίας μου τοιαῦτα, ὡς μηδὲ τὴν βραχυτάτην μοι κίνησιν συγχωρεῖν, ὅς γε ἵνα τὴν μέχρι τῶν μαρτύρων ὁδὸν ὀχήματι πορευθῶ πάλιν μικροῦ πρὸς τὴν αὐτὴν ὑπέστρεψα νόσον, ἀνάγκη συγγνώμης τυχεῖν παρʼ ὑμῶν. κἂν μὲν δυνατὸν ὑπερτεθῆναι τὸ πρᾶγμα ὀλίγαις ὕστερον ἡμέραις, καὶ συνέσομαι ὑμῖν τῇ τοῦ Θεοῦ χάριτι καὶ κοινωνήσω τῶν φροντίδων. ἐὰν δὲ ἐπείγῃ τὰ σπουδαζόμενα, πράξατε μὲν τῇ τοῦ Θεοῦ συνεργίᾳ τὰ χερσί, συναριθμήσατε δέ με ἑαυτοῖς ὡς παρόντα καὶ τῶν καλῶς γινομένων συνεφαπτόμενον. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ ἁγίου.
§203.1 Ἐγένετό μοι πολλὴ ὁρμὴ τῆς συντυχίας ὑμῶν, καὶ ἀεί τι ἐπεγένετο κώλυμα, ἐμποδίζον μου τῇ προθυμίᾳ. γὰρ τοῦ σώματος ἀσθένεια συνεπόδισέ με (ἣν οὐκ ἀγνοεῖτε πάντως, ὅση μοι πάρεστιν ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, συντραφεῖσά μοι καὶ παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), αἱ τῶν ἐκκλησιῶν ἐπιμέλειαι, οἱ πρὸς τοὺς ἐπανισταμένους τῷ λόγῳ τῆς ἀληθείας ἀγῶνες. διὸ μέχρι τοῦ παρόντος ἐν θλίψει πολλῇ καὶ λύπῃ διάγω, συνειδὼς ὅτι τὸ καθʼ ὑμᾶς ἐλλέλειπταί μοι. ἐγὼ γὰρ ἀκούσας παρὰ τοῦ Θεοῦ τοῦ διὰ τοῦτο τὴν διὰ σαρκὸς ἐπιδημίαν καταδεξαμένου, ἵνα καὶ τοῖς ὑποδείγμασι τῶν πρακτέων ῥυθμίσῃ τὸν βίον ἡμῶν καὶ διὰ τῆς ἰδίας φωνῆς ἀναγγείλῃ ἡμῖν τὸ εὐαγγέλιον τῆς βασιλείας, ὅτι Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ ὅτι ἐξιτήριον δῶρον τοῖς ἑαυτοῦ μαθηταῖς, μέλλων συμπληροῦν τὴν ἐν σαρκὶ οἰκονομίαν, τὴν ἑαυτοῦ εἰρήνην Κύριος κατέλιπεν εἰπών· Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ δύναμαι πεῖσαι ἐμαυτόν, ὅτι ἄνευ τῆς ἐν ἀλλήλοις ἀγάπης καὶ ἄνευ τοῦ, τὸ εἰς ἐμὲ ἧκον, εἰρηνεύειν πρὸς πάντας δύναμαι ἄξιος κληθῆναι δοῦλος Ἰησοῦ Χριστοῦ. πολὺν μὲν γὰρ ἀνέμεινα χρόνον, εἴ ποτε καὶ παρὰ τῆς ὑμετέρας ἀγάπης γένηται τις πρὸς ἡμᾶς ἐπισκέψις. οὐ γὰρ ἀγνοεῖτε ὅτι δημοσίᾳ προκείμενοι πᾶσιν, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, ἡμεῖς τὸν θυμὸν τῶν αἱρετικῶν κυμάτων ὑποδεχόμεθα, καὶ περὶ ἡμᾶς ῥηγνύμενοι, τὰ κατόπιν ἡμῶν οὐκ ἐπικλύζουσι. τὸ δὲ ἡμεῖς ὅταν εἴπω, οὐκ εἰς τὴν ἀνθρωπίνην ἀναφέρω δύναμιν, ἀλλʼ εἰς τὴν τοῦ Θεοῦ χάριν, τοῦ ἐν τῇ ἀσθενείᾳ τῶν ἀνθρώπων τὸ δυνατὸν ἑαυτοῦ δεικνύντος, καθά φησιν προφήτης ἐκ προσώπου Κυρίου λέγων· ἐμὲ οὐ φοβηθήσεσθε, τὸν τιθέντα ἄμμον ὅριον τῇ θαλάσσῃ; τῷ γὰρ ἀσθενεστάτῳ πάντων καὶ εὐκαταφρονήτῳ πράγματι, τῇ ψάμμῳ, τὴν μεγάλην καὶ βαρεῖαν θάλασσαν ἐπέδησεν δυνατός. ἐπεὶ οὖν τοιοῦτόν τι ἐστὶ καὶ τὸ καθʼ ἡμᾶς, ἀκόλουθον ἦν παρὰ τῆς ὑμετέρας ἀγάπης καὶ τῶν γνησίων τινὰς ἀποστέλλεσθαι συνεχῶς εἰς ἐπίσκεψιν ἡμῶν τῶν καταπονουμένων, καὶ γράμματα ἀγαπητικὰ φοιτᾷν πρὸς ἡμᾶς συνεχέστερον, τοῦτο μὲν στηρίζοντα ἡμῶν τὴν προθυμίαν, τοῦτο δέ, καὶ εἴ τι σφαλλόμεθα, ἐπανορθούμενα. οὐκ ἀρνούμεθα γὰρ μυρίοις σφάλμασιν ὑποκεῖσθαι, ἄνθρωποι ὄντες καὶ ἐν σαρκὶ ζῶντες.
§203.2 Ἀλλʼ ἐπειδὴ τὸν πρὸ τούτου χρόνον, διὰ τὸ μὴ συνιδεῖν τὸ πρέπον, παρελίπετε τὰ ὀφειλόμενα ἡμῖν, ἀδελφοὶ τιμιώτατοι, διὰ τὸ προληφθῆναι παρὰ τινῶν εἰς τὰς καθʼ ἡμῶν διαβολάς, οὐκ ἐνομίσατε ἡμᾶς ἀξίους εἶναι ἀγαπητικῆς ἐπισκέψεως· ἰδοὺ νῦν καὶ κατάρχομεν τοῦ γράμματος αὐτοί, καὶ τὰς ἐπιφερομένας ἡμῖν αἰτίας ὁμολογοῦμεν ἑτοίμως ἔχειν ἐφʼ ὑμῶν ἀποδύσασθαι· μόνον ἐὰν καταδέχωνται οἱ ὑβρίζοντες ὑμᾶς ἀντιπρόσωποι ἡμῖν ἐπὶ τῆς ὑμετέρας εὐλαβείας καταστῆναι. ἐλεγχθέντες μὲν γὰρ καὶ ἡμεῖς τὴν ἁμαρτίαν ἡμῶν ἐπιγνωσόμεθα, καὶ ὑμεῖς μετὰ τοὺς ἐλέγχους συγγνώμην ἕξετε παρὰ τῷ Κυρίῳ ἐκ τῆς τῶν ἁμαρτωλῶν ἡμῶν κοινωνίας ἑαυτοὺς ὑποστέλλοντες, καὶ οἱ ἐλέγξαντες μισθὸν ἕξουσιν, ὡς τὴν κεκρυμμένην ἡμῶν κακίαν δημοσιεύσαντες. ἐὰν δὲ πρὸ τῶν ἐλέγχων καταδικάζητε ἡμᾶς, ἡμεῖς μὲν οὐδὲν ἐσόμεθα ἠδικημένοι, ἐκτὸς τοῦ ζημιωθῆναι τὸ πάντων ἡμῖν τιμιώτατον κτῆμα τὴν πρὸς ὑμᾶς ἀγάπην· ὑμεῖς δὲ καὶ τοῦτο αὐτὸ πείσεσθαι ἡμᾶς οὐκ ἔχοντες, καὶ τῷ εὐαγγελίῳ δόξετε μάχεσθαι τῷ εἰπόντι·
§203.3 Μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον, καὶ γνῷ τί ποιεῖ; δὲ καταχέων ἡμῶν τὰς λοιδορίας, τὸν δὲ τῶν λεγομένων ἔλεγχον μὴ ἐπάγων, φανήσεται πονηρὰν ἑαυτῷ προσηγορίαν ἐπενεγκών, ἐκ τῆς ἀτόπου τῶν λόγων χρήσεως. τὸν γὰρ διαβάλλοντα πῶς ἄλλως προσῆκεν ὀνομάζειν, οὐχὶ ἣν ἐξ αὐτοῦ τοῦ πράγματος ἐπιτηδεύει προσηγορίαν αὐτῷ τιθεμένους; μήτε οὖν λοιδορῶν ἡμᾶς διάβολος ἔστω, ἀλλὰ κατήγορος· μᾶλλον δὲ μηδὲ τὸ τοῦ κατηγόρου δεχέσθω ὄνομα, ἀλλʼ ἀδελφὸς ἔστω ἐν ἀγάπῃ νουθετῶν, καὶ ἐπὶ διορθώσει ἐπάγων τὸν ἔλεγχον· μήτε ὑμεῖς λοιδοριῶν γένησθε ἀκροαταί, ἀλλʼ ἐλέγχων δοκιμασταί· μήτε ἡμεῖς ἀνιάτρευτοι καταλειφθῶμεν, μὴ φανερουμένης ἡμῖν τῆς ἁμαρτίας ἡμῶν.
§203.4 Μὴ γὰρ ἐκεῖνος ὑμᾶς λογισμὸς κατεχέτω, ὅτι οἱ τὴν παραλίαν οἰκοῦντες ἔξω ἐσμὲν τοῦ πάθους τῶν πολλῶν, καὶ οὐδὲν τῆς παρʼ ἑτέρων ἐπικουρίας δεόμεθα· ὥστε τίς ἡμῖν χρεία τῆς πρὸς ἑτέρους κοινωνίας; γὰρ Κύριος τὰς μὲν νήσους τῆς ἠπείρου διὰ θαλάσσης διέστησε, τοὺς δὲ νησιώτας τοῖς ἡπειρώταις διὰ τῆς ἀγάπης συνέδησεν. οὐδὲν ἡμᾶς χωρίζει ἀπʼ ἀλλήλων, ἀδελφοί, ἐὰν μὴ τῇ προαιρέσει τὸν χωρισμὸν ὑποστῶμεν. εἷς ἡμῶν Κύριος, μία πίστις, ἐλπὶς αὐτή. εἴτε κεφαλὴν ἑαυτοὺς τῆς καθόλου Ἐκκλησίας λογίζεσθε, οὐ δύναται κεφαλὴ εἰπεῖν τοῖς ποσί, χρείαν ὑμῶν οὐκ ἔχω· εἴτε καὶ ἐν ἄλλῃ τάξει τῶν ἐκκλησιαστικῶν μελῶν ἑαυτοὺς τάσσετε, οὐ δύνασθε λέγειν τοῖς ἐν τῷ αὐτῷ σώματι κατατεταγμένοις ἡμῖν τό, χρείαν ὑμῶν οὐκ ἔχομεν. αἵ τε γὰρ χεῖρες ἀλλήλων δέονται, καὶ οἱ πόδες ἀλλήλους στηρίζουσι, καὶ οἱ ὀφθαλμοὶ ἐν τῆ συμφωνίᾳ τὸ ἐναργὲς τῆς καταλήψεως ἔχουσιν. ἡμεῖς μὲν γὰρ ὁμολογοῦμεν τὸ ἑαυτῶν ἀσθενὲς καὶ ἐπιζητοῦμεν τὴν σύμπνοιαν ὑμῶν. οἴδαμεν γὰρ ὅτι κἂν μὴ παρῆτε τῷ σώματι, τῇ διὰ τῶν εὐχῶν βοηθείᾳ μέγα παρέξετε ἡμῖν ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ὄφελος. ὑμᾶς δὲ οὐκ ἔστιν οὔτε παρὰ ἀνθρώποις εὐπρεπὲς οὔτε τῷ Θεῷ εὐάρεστον ταῖς τοιαύταις κεχρῆσθαι φωναῖς, αἷς οὐδὲ τὰ ἔθνη κέχρηνται τὰ μὴ εἰδότα τὸν Θεόν. ἀλλὰ κἀκεῖνα ἀκούομεν, κἂν εἰς πάντα αὐτάρκη τὴν χώραν νέμωνται, τῆς γοῦν τῶν μελλόντον ἕνεκεν ἀδηλίας τὴν πρὸς ἀλλήλους συμμαχίαν ἀσπάζεσθαι καὶ τὴν ἐπιμιξίαν ὡς ἔχουσάν τι κέρδος μεταδιώκειν. ἡμεῖς δέ, ἐκείνων ὄντες τῶν πατέρων, οἳ ἐνομοθέτησαν διὰ μικρῶν χαρακτήρων τὰ τῆς κοινωνίας σύμβολα ἀπὸ περάτων τῆς γῆς εἰς πέρατα περιφέρεσθαι, καὶ πάντας πᾶσι πολίτας καὶ οἰκείους εἶναι, νῦν ἀποτέμνομεν ἑαυτοὺς τῆς οἰκουμένης, καὶ οὔτε ἐπαισχυνόμεθα τῇ μονώσει, οὔτε ζημίαν φέρειν τὸν διασπασμὸν τῆς ὁμονοίας τιθέμεθα· οὔτε φρίσσομεν, ὅτι εἰς ἡμᾶς φθάνει φοβερὰ τοῦ Κυρίου ἡμῶν προφητεία, εἰπόντος, ὅτι Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἀγάπη τῶν πολλῶν;
§203.5 Μὴ ταῦτα, ἀδελφοὶ τιμιώτατοι, μὴ ἀνάσχησθε τοῦτο, ἀλλὰ καὶ ἐπὶ τοῖς παρελθοῦσι παρακαλέσατε ἡμᾶς γράμμασιν εἰρηνικοῖς καὶ ἀγαπητικαῖς προσφωνήσεσιν, οἱονεὶ πραείᾳ τινὶ ἐπαφῇ τὸ τῆς καρδίας ἡμῶν ἕλκος, ἐκ τῆς παρελθούσης ἀμελείας ἐνεποιήσατε ἡμῖν, παραμυθούμενοι. καὶ εἴτε αὐτοὶ βούλεσθε πρὸς ἡμᾶς ἀπαντῆσαι καὶ διἑαυτῶν ἐρευνῆσαι τὰ ἀρρωστήματα ἡμῶν, εἰ ὄντως τοιαῦτά ἐστιν οἷα ἀκούετε, ταῖς ἐκ τοῦ ψεύδους προσθήκαις βαρύτερα ὑμῖν ἀπαγγέλλεται τὰ ἁμαρτήματα ἡμῶν, γενέσθω καὶ τοῦτο· ἕτοιμοι ἡμεῖς ὑπτίαις χερσὶ τὴν παρουσίαν ὑμῶν ὑποδέξασθαι, καὶ προθεῖναι ἑαυτοὺς εἰς ἀκριβῆ βάσανον· μόνον ἀγάπη ἡγείσθω τῶν γινομένων· εἴτε καὶ βούλεσθε παρʼ ἑαυτοῖς ὑποδεῖξαί τινα τόπον, ἐν γενόμενοι καὶ ὑμῖν τὸ ὀφειλόμενον τῆς ἐπισκέψεως χρέος ἀποπληρώσομεν καὶ ἑαυτῶν τὴν ἐνδεχομένην πεῖραν παρέξομεν, ὥστε καὶ τὰ προλαβόντα ἰάσασθαι, καὶ τοῦ λοιποῦ μηδεμίαν διαβολαῖς χώραν καταλιπεῖν, καὶ τοῦτο γενέσθω. πάντως γὰρ εἰ καὶ ἀσθενῆ περιφέρομεν σάρκα, ἀλλʼ ἕως ἀναπνέωμεν, ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδομὴν τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ.
§203.6 Μὴ οὖν παραλογίσησθε ἡμῶν τὴν παράκλησιν ταύτην, μὴ εἰς ἀνάγκην ἡμᾶς ἀγάγητε καὶ πρὸς ἄλλους ἐξειπεῖν τὴν ὀδύνην ἡμῶν. μέχρι γὰρ νῦν, γινώσκετε, ἀδελφοί, ἐν ἑαυτοῖς τὴν λύπην στέγομεν, αἰσχυνόμενοι τοῖς πόρρωθεν ἡμῶν κοινωνικοῖς τὴν πρὸς ἡμᾶς ἀλλοτρίωσιν ὑμῶν διαγγεῖλαι, ἵνα μὴ κἀκείνους θλίψωμεν καὶ χαρὰν τοῖς μισοῦσιν ἡμᾶς ἐμποιήσωμεν. ταῦτα μόνος ἐπέστειλα νῦν· γνώμῃ δὲ τῶν ἐν Καππαδοκίᾳ πάντων ἀδελφῶν ἔπεμψα, οἳ καὶ παρεκάλεσάν με, μὴ τῷ τυχόντι χρήσασθαι διακόνῳ τοῦ γράμματος, ἀλλʼ ἀνδρὶ ὃς δυνήσεται ὅσα διὰ τῆς ἐπιστολῆς παρήκαμεν φοβούμενοι μὴ εἰς ἀμετρίαν πολλὴν τὸν λόγον ἐκβάλωμεν, ταῦτα διὰ τῆς ἑαυτοῦ συνέσεως, ἣν ἔχει ἐκ τῆς χάριτος τοῦ Θεοῦ, ἀναπληρῶσαι. λέγομεν δὲ τὸν ποθεινότατον ἡμῖν καὶ εὐλαβέστατον ἀδελφὸν Πέτρον τὸν συμπρεσβύτερον, ὃν καὶ δέξασθε ἐν ἀγάπῃ καὶ προπέμψατε πρὸς ἡμᾶς εἰρηνικῶς, ἵνα γένηται ἡμῖν ἀγαθῶν ἄγγελος.
§204.1 Πολὺν χρόνον ἀπεσιωπήσαμεν πρὸς ἀλλήλους, ἀδελφοὶ τιμιώτατοι ἡμῖν καὶ περιπόθητοι, ὥσπερ οἱ πρὸς ὀργὴν διαναστάντες. καίτοι τίς οὕτω βαρύμηνις καὶ δυσδιάλλακτος τῷ λελυπηκότι, ὥστε ὅλῃ σχεδὸν ἀνθρώπου γενεᾷ τὴν ἐκ τοῦ μίσους ὀργὴν συμπαρεκτεῖναι; περὶ ἡμᾶς ἐστιν ἰδεῖν γινόμενον, οὐδεμιᾶς τοῦ διεζεῦχθαι δικαίας ἀφορμῆς ὑπαρχούσης, οὐκοῦν ὅσα γε ἴσμεν αὐτοί, ἀλλὰ τὸ ἐναντίον, πολλῶν καὶ μεγάλων πρὸς τὴν ἄκραν ἡμῖν φιλίαν καὶ ἕνωσιν ἐνυπαρχόντων τὸ ἐξ ἀρχῆς· ἑνὸς μὲν τοῦ μεγίστου καὶ πρώτου, τῆς ἐντολῆς τοῦ Κυρίου διαρρήδην εἰπόντος, ὅτι Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· καὶ πάλιν τοῦ Ἀποστόλου σαφῶς τὸ τῆς ἀγάπης καλὸν παριστῶντος ἡμῖν, τοῦτο μὲν ἐν οἷς ἀποφαίνεται πλήρωμα νόμου εἶναι τὴν ἀγάπην, τοῦτο δὲ ὅταν προτίθησι πάντων ὁμοῦ τῶν μεγάλων τὸ τῆς ἀγάπης καλόν, ἐν οἷς φησιν· Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν, κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾷν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθῇ, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι· οὐχ ὡς δυναμένου ποτὲ τῶν ἀπηριθμημένων ἑκάστου δίχα τῆς ἀγάπης ἐνεργηθῆναι, ἀλλὰ βουλομένου τοῦ ἁγίου, ὡς αὐτὸς εἶπε, τῷ καθʼ ὑπερβολὴν τρόπῳ τὴν κατὰ πάντων ὑπεροχὴν προσμαρτυρῆσαι τῇ ἐντολῇ.
§204.2 Δεύτερον δέ, ὅτι εἴ τι μέγα συμβάλλεται πρὸς συνάφειαν καὶ τὸ τῶν αὐτῶν μετασχεῖν διδασκάλων, οἱ αὐτοὶ ὑμῖν τέ εἰσι καὶ ἡμῖν διδάσκαλοί τε τῶν μυστηρίων τοῦ Θεοῦ, καὶ πατέρες πνευματικοί, οἱ ἐξ ἀρχῆς τὴν Ἐκκλησίαν τὴν ὑμετέραν θεμελιώσαντες. Γρηγόριον λέγω τὸν πάνυ, καὶ ὅσοι ἐφεξῆς ἐκείνῳ τῆς παρʼ ὑμῖν ἐπισκοπῆς τὸν θρόνον διαδεξάμενοι, ἄλλος ἐπʼ ἄλλῳ ὥσπερ τινὲς ἀστέρες ἐπανατέλλοντες, κατὰ τῶν αὐτῶν ἰχνῶν ἐπέβησαν, ὥστε διάγνωστα καταλιπεῖν τῆς κατʼ οὐρανὸν πολιτείας τὰ σημεῖα τοῖς βουλομένοις. εἰ δὲ καὶ αἱ σωματικαὶ οἰκειότητες οὐκ ἀπόβλητοι, ἀλλὰ καὶ μέγα συμβαλλόμεναι πρὸς ἀρραγῆ συνάφειαν καὶ κοινωνίαν βίου, καὶ ταῦτα ἡμῖν ὑπῆρξε πρὸς ὑμᾶς τὰ δίκαια. τίνος οὖν ἕνεκεν, σεμνοτάτη πόλεων (διὑμῶν γὰρ τῇ πόλει πάσῃ διαλέγομαι), οὐ γράμμα ἥμερον αὐτόθεν, οὐ φωνὴ δεξιά, ἀλλʼ ἤνοικται μὲν ὑμῶν τὰ ὦτα τοῖς διαβάλλειν ἐπιχειροῦσιν; ὥστε τοσοῦτον πλέον στενάζειν ὀφείλω, ὅσῳπερ ἂν μᾶλλον ἴδω τὸ σπουδαζόμενον αὐτοῖς κατορθούμενον· ἐπειδὴ τὸ τῆς διαβολῆς ἔργον φανερὸν ἔχει τὸν καθηγούμενον, ὅς ἀπὸ πολλῶν ὑπάρχων ἀδικημάτων γνώριμος, ἀπὸ ταύτης μάλιστα τῆς πονηρίας χαρακτηρίζεται, ὥστε καὶ ὄνομα αὐτῷ γενέσθαι τὴν ἁμαρτίαν. πλὴν ἀλλʼ ὑμεῖς ἀνάσχεσθέ μου τῆς παρρησίας· ἀμφοτέρας τὰς ἀκοὰς τοῖς διαβάλλουσιν ἡμᾶς ἀναπετάσαντες, πάντα ἀνεξετάστως ταῖς ψυχαῖς παραδέχεσθε· καὶ οὐδεὶς τοῦ ἀληθοῦς τὸ ψεῦδος φυλοκρινῶν. τίς ἠπόρησέ ποτε πονηρῶν ἐγκλημάτων μόνος ἀγωνιζόμενος; τίς ἠλέγχθη ψευδόμενος μὴ παρόντος τοῦ συκοφαντουμένου; ποῖον ῥῆμα οὐκ ἔστι πιθανὸν τοῖς ἀκούουσιν, ἐὰν μὲν λοίδορος διατείνηται, μὴν οὕτως ἔχειν, δὲ λοιδορούμενος μήτε παρῇ, μήτε ἐπακούῃ τῶν βλασφημιῶν; οὐδὲ αὐτὴ τοῦ βίου συνήθεια παιδεύει ὑμᾶς πρὸς ταῦτα, ὅτι δεῖ τὸν μέλλοντα ἴσον καὶ κοινὸν ἀκροατὴν γενήσεσθαι, μὴ ὅλον ἀπάγεσθαι παρὰ τοῦ προλαβόντος, ἀλλʼ ἀναμένειν καὶ τὴν ἀπολογίαν τοῦ ἐναγομένου, ἵνʼ οὕτως ἐκ τῆς παραθέσεως ἑκατέρων τῶν λόγων διαδειχθῇ ἀλήθεια; κρῖμα δίκαιον κρίνατε πρόσταγμά ἐστιν ἓν τῶν ἀναγκαιοτάτων εἰς σωτηρίαν.
§204.3 Καὶ ταῦτα λέγω, οὐκ ἐπιλελησμένος τῶν ἀποστολικῶν ῥημάτων, ὅτι φεύγων ἐκεῖνος τὰ ἀνθρώπινα κριτήρια, ὅλον ἑαυτοῦ τὸν βίον ταῖς εὐθύναις τοῦ ἀνεξαπατήτου δικαστηρίου ἐταμιεύετο ἐν οἷς φησιν· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφʼ ὑμῶν ἀνακριθῶ, ὑπὸ ἀνθρωπίνης ἡμέρας. ἀλλʼ ὅμως ἐπειδὴ προλαβοῦσαι διαβολαὶ ψευδεῖς κατέσχον ὑμῶν τὰς ἀκοάς, καὶ διαβέβληται μὲν ἡμῶν βίος, διαβέβληται δὲ περὶ τὸν Θεὸν ἡμῶν πίστις, εἰδὼς ὅτι τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς λόγος ἐστὶν αὐτῷ, καὶ ἑαυτόν· τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιώπησα, εὖ ἴστε, οὐ καταφρονῶν τῆς παρʼ ὑμῖν ὑπολήψεως,(πῶς γὰρ ὅς γε ἵνα μὴ ταύτην ζημιωθῶ, ταῦτα ἐπιστέλλω καὶ ἀγωνίζομαι νῦν;) ἀλλʼ ὁρῶν ὅτι ἐν τρισὶ τοῖς βλαπτομένοις τὰ ἐλάττονα ζημιούμενος εἰμὶ ἐγώ. ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε· καὶ τούτων αἴτιος ἐμὲ μὲν ὑμῶν διίστησιν, ἑαυτὸν δέ ἀλλοτριοῖ τοῦ Κυρίου· διότι οὐκ ἔστι Θεῷ ἐκ τῶν ἀπηγορευμένων οἰκειωθῆναι. ὑμῶν οὖν μᾶλλον ἕνεκεν ἐμαυτοῦ ποιοῦμαι τοὺς λόγους, καὶ τοῦ ὑμᾶς ἐξελέσθαι βλάβης οὐκ ἀνεκτῆς. τί γὰρ ἂν καὶ μεῖζον πάθοι κακόν τις τὸ τιμιώτατον τῶν ὄντων ζημιωθείς, τὴν ἀλήθειαν;
§204.4 Τί οὖν φημι, ἀδελφοί; οὐχ ὅτι ἀναμάρτητός τις ἐγώ, οὔθʼ ὅτι βίος ἐμὸς οὐχὶ πλήρης ἐστὶ μυρίων ἐλαττωμάτων· οἶδα γὰρ ἐμαυτὸν καὶ οὐ διαλείπω γε στάζων τὸ δάκρυον ὑπὲρ τῶν ἁμαρτημάτων, εἴ πως δυνηθείην ἐξιλάσασθαί μου τὸν Θεὸν καὶ διαφυγεῖν τὴν ἀπειληθεῖσαν κόλασιν· ἀλλʼ ὅτι τὰ ἡμέτερα κρίνων, εἰ μὲν καθαρὸν ἔχειν διαβεβαιοῦται τὸν ὀφθαλμόν, καρφολογείτω ἡμῶν τό ὄμμα. ὁμολογοῦμεν γὰρ δεῖσθαι πολλῆς τῆς ἐκ τῶν ὁγιαινόντων ἐπιμελείας· εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ, ὅσῳπερ ἂν μᾶλλον καθαρὸς, διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν, ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς ἑαυτὸν δικαιῶν κατέκρινε τὸν τελώνην, μετʼ ἐμοῦ ζητείτω τὸν ἰατρόν, καὶ μὴ πρὸ καιροῦ κρινέτω, ἕως ἂν ἔλθῃ Κύριος, ὃς ἀποκάλυψει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. μεμνήσθω δὲ καὶ τοῦ εἰπόντος· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· καί, Μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. ὅλως δέ, ἀδελφοί, εἰ μὲν ἰάσιμα ἡμῶν ἐστι τὰ πλημμελήματα, τί οὐχὶ πείθεται τῷ διδασκάλῳ τῶν ἐκκλησιῶν λέγοντι· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον; εἰ δὲ ἀνίατος ἡμῶν ἀνομία, τί οὐχὶ εἰς πρόσωπον ἡμῖν ἀντικαθίσταται καὶ δημοσιεύσας ἡμῶν τὰ ἀνομήματα ἐλευθεροῖ τῆς παρʼ ἡμῶν βλάβης τὰς ἐκκλησίας; μὴ τοίνυν ἀνάσχησθε τῆς ὑπʼ ὀδόντα λαλουμένης καθʼ ἡμῶν λοιδορίας. τοῦτο γὰρ κἂν παιδίσκη μία τῶν ἐκ μύλωνος ποιήσειε, κἂν τῶν ἀγοραίων τις μεθʼ ὑπερβολῆς ἐπιδείξαιτο, οἷς γλῶσσα πρὸς πᾶσαν ἠκόνηται λοιδορίαν. ἀλλʼ εἰσὶν ἐπίσκοποι· κληθῶσιν εἰς ἀκρόασιν. ἔστι κλῆρος κατὰ πᾶσαν τοῦ Θεοῦ παροικίαν· συναχθήτωσαν οἱ δοκιμώτατοι. λεγέτω μετὰ παρρησίας βουλόμενος, ἵνα ἔλεγχος τὸ γινόμενον, καὶ μὴ λοιδορία. ὑπʼ ὄψιν ἀγέτω τὰ λανθάνοντά μου τῆς πονηρίας· μισείτω δὲ μηδὲ τότε, ἀλλὰ νουθετείτω ὡς ἀδελφόν. ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον χαλεπαίνεσθαι.
§204.5 Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν συγγραφή· πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. ἀναγνωσθήτω τὸ ἔγκλημα. δοκιμασθήτω, εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον, τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς διανοίας οὐκ ἀκριβὲς κεκτημένοις. ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἶσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσορρόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη, τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρμένοις. ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν τῆς τῶν συγγραψαμένων ἕξεως κριτὴς ἀπολιμπάνηται. δεῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. τὰ μὲν γεωργίας ἔργα οὐ δυνατός ἐστι κρίνειν γε μὴ γεωργικός, καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς· λόγων δὲ κριτὴς εὐθὺς βουλόμενος ἔσται, μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι, οὔτε χρόνον ἐν μεμάθηκεν, οὔτε ὅλως ἐπαΐων τι μικρὸν μεῖζον τῶν περὶ λόγους. ἐγὼ δὲ ὁρῶ, ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύματος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ἀπόστολος, ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών· μὲν γὰρ διὰ τοῦ Πνεῦματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων· ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων. ὥστε εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευματικῶν τὰ ἡμέτερα κρίνειν βουλόμενος· εἰ δέ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν. καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρʼ ἡμῶν. ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοί, ἐφʼ ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν. οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν, ὥστε πάντων δεῖσθαι τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; ἀλλʼ ἐὰν μὲν ἀναντίρρητα ὑμῖν φανῇ ἐφʼ ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας· ἐὰν δέ τι δοκεῖ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσιτῶν δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα· καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδεῖξεις. πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν.
§204.6 Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρίᾳ γυναικί, παρʼ ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρʼ ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα, ὅσα πρὸς αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε, καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν. ἐπειδὴ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν, τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι, οὐδὲ μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσωνύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. ἀλλʼ εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον, καὶ ῥήματα λαλοῦντας εὐσεβῆ, τοῖς γε παρʼ ἡμῶν λεγομένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα, οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατʼ αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν πατέρων ἡμῶν ἀκολουθήσαντες. ἐγὼ γὰρ δεξάμενος γράμματα τοῦ μακαριωτάτου πατρὸς Ἀθανασίου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, καὶ ἔχω ἐν ταῖς χερσὶ καὶ προβάλλομαι τοῖς ἐπιζητοῦσιν, ἐν οἷς φανερῶς διηγόρευσεν, εἴ τις ἐκ τῆς τῶν Ἀρειανῶν αἱρέσεως βούλοιτο μετατίθεσθαι, ὁμολογῶν τὴν ἐν Νικαίᾳ πίστιν, τοῦτον προσίεσθαι, μηδὲν διακρινομένους ἐπʼ αὐτῷ· καὶ τούτου τοῦ δόγματος κοινωνούς μοι παρεχομένου τούς τε τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐπισκόπους ἅπαντας, νομίζων ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνδρὶ τοσούτῳ διὰ τὸ ἀξιόπιστον τῶν νομοθετησάντων, ὁμοῦ δὲ καὶ ἐπιθυμῶν τὸν τῆς εἰρηνοποιίας μισθὸν ὑποδέξασθαι, τοὺς ταύτην ὁμολογοῦντας τὴν πίστιν ἐγκατέτασσον τῇ μερίδι τῶν κοινωνικῶν.
§204.7 Δικαιότερον δὲ τὰ καθʼ ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς δευτέρου τῶν μὴ ὀρθοποδούντων πρὸς τὴν ἀλήθειαν, ἀλλʼ ἐκ τοῦ πλήθους τῶν κατὰ τὴν οἰκουμένην ἐπισκόπων συνημμένων ἡμῖν χάριτι τοῦ Κυρίου. ἐξετασθῶσι δὲ Πισίδαι, Λυκάονες, Ἰσαῦροι, Φρύγες ἑκάτεροι, Ἀρμενίων ὅσον ὑμῖν ἐστι πρόσοικον, Μακεδόνες, Ἀχαιοί, Ἰλλύριοι, Γάλλοι, Ἱσπανοί, Ἰταλία σύμπασα, Σικελιῶται, Ἄφροι, Αἰγύπτου τὸ ὑγιαῖνον, τῆς Συρίας ὁπόσον λείψανον οἵτινες πέμπουσί τε πρὸς ἡμᾶς γράμματα καὶ πάλιν δέχονται παρʼ ἡμῶν. ὧν ἐστιν ὑμῖν ἔκ τε τῶν ἐκεῖθεν φερομένων γραμμάτων μαθεῖν καὶ ἐκ τῶν ἐντεῦθεν πάλιν ἀντιπεμπομένων αὐτοῖς διδαχθῆναι, ὅτι σύμψυχοι πάντες ἐσμέν, τὸ ἓν φρονοῦντες. ὥστε τὴν πρὸς ἡμᾶς κοινωνίαν ἀποδιδράσκων μὴ λανθανέτω ὑμῶν τὴν ἀκρίβειαν, πάσης ἑαυτὸν τῆς Ἐκκλησίας ἀπορρηγνύς. περιβλέψασθε, ἀδελφοί, πρὸς τίνας ἐστὶν ὑμῖν κοινωνία· ἐπειδὰν παρʼ ἡμῶν μὴ δεχθῆτε, τίς λοιπὸν ὑμᾶς ἐπιγνώσεται; μὴ ἀγάγητε ἡμᾶς εἰς ἀνάγκην σκυθρωπόν τι βουλεύσασθαι περὶ τῆς φιλτάτης ἡμῖν ἐκκλησίας. μὴ ποιήσητέ με, νῦν ἐν τῇ καρδίᾳ κρύπτω τῇ ἐμαυτοῦ, κατʼ ἐμαυτὸν στενάζων καὶ ὀδυρόμενος τοῦ καιροῦ τὴν κακότητα, ὅτι αἰτίας οὐκ οὔσης, αἱ μέγισται τῶν ἐκκλησιῶν, καὶ ἐκ παλαιοῦ πρὸς ἀλλήλας ἀδελφῶν τάξιν ἐπέχουσαι, αὗται νῦν διεστήκασι· μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι. μὴ ἐκβιάσησθέ με ἀφεῖναι ῥήματα, μέχρι τοῦ νῦν τῷ ἐκ τοῦ λογισμοῦ χαλινῷ κεκρυμμένα ἔχω παρʼ ἐμαυτῷ. βέλτιόν ἐστιν ἡμᾶς ἐκποδῶν γενέσθαι, τὰς δὲ ἐκκλησίας ὁμονοεῖν πρὸς ἀλλήλας, διὰ τὰς μειρακιώδεις ἡμῶν μικροψυχίας κακὸν τοσοῦτον ἐπάγεσθαι τοῖς λαοῖς τοῦ Θεοῦ. ἐρωτήσατε τοὺς πατέρας ὑμῶν, καὶ ἀναγγελοῦσιν ὑμῖν, ὅτι εἰ καὶ τῇ θέσει τοῦ τόπου διῃρῆσθαι ἐδόκουν αἱ παροικίαι, ἀλλὰ τῷ γε φρονήματι ἓν ἦσαν, καὶ μιᾷ γνώμῃ ἐκυβερνῶντο. συνεχεῖς μὲν τοῦ λαοῦ αἱ ἐπιμιξίαι· συνεχεῖς δὲ τοῦ κλήρου ἐπιδημίαι· αὐτοῖς δὲ τοῖς ποιμέσι τοσοῦτον περιῆν τῆς πρὸς ἀλλήλους ἀγάπης, ὥστε ἑκάτερον αὐτῶν διδασκάλῳ τῷ ἑτέρῳ καὶ ἡγεμόνι χρῆσθαι εἰς τὰ πρὸς Κύριον.
§205.1 Πάλιν ἡμεῖς τὸν ἀγαπητὸν καὶ συμπρεσβύτερον Μελέτιον ἐκινήσαμεν, ἐπὶ τὴν σὴν ἀγάπην προσηγορίας ἡμῶν διακομίζοντα. οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν, ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο, δουλαγωγῶν τὴν σάρκα διὰ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίναντες διὰ τοιούτων προσφθέγγεσθαί σε, τῶν δυναμένων ὅσα διαφεύγει τὸ γράμμα παρʼ ἑαυτῶν ῥᾳδίως ἀναπληρῶσαι, καὶ οἱονεὶ ἀντʼ ἐπιστολῆς ἐμψύχου γενέσθαι τῷ τε γράφοντι καὶ τῷ δεχομένῳ, καὶ τὸν αὐτοῦ δὲ πόθον ἀναπληροῦντες, ὃν ἔχει ἀεὶ περὶ τὴν σὴν τελειότητα, ἀφʼ οὗ εἰς πεῖραν ἀφίκετο τῶν ἐν σοὶ καλῶν, καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν· διοὗ καὶ τὸ τῆς ἐπισκέψεως ἀποπληροῦμεν χρέος, καὶ παρακαλοῦμεν προσεύχεσθαί σε ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, ἵνα δῷ ἡμῖν Κύριος ἤρεμον καὶ ἡσύχιον βίον διάγειν, τῆς ἐκ τῶν ἐχθρῶν τοῦ εὐαγγελίου ἐπηρείας ἀπαλλαγέντας.
§205.2 Εἰ δὲ καὶ τῇ σῇ συνέσει ἀκόλουθον καὶ ἀναγκαῖον καταφαίνεται εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν, καὶ συντυχεῖν καὶ τοῖς λοιποῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς τὴν παραλίαν κατοικοῦσιν ἐπισκόποις, αὐτὸς καὶ ἡμῖν ἀπόδειξον τόπον καὶ καιρὸν καθʼ ὃν ἔσται τοῦτο, καὶ τοῖς ἀδελφοῖς ἐπίστειλον, ἵνα ἐπὶ ὡρισμένοις καταλιπόντες ἕκαστος τὴν ἐν χερσὶν ἀσχολίαν, δυνηθῶμέν τι τῶν εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ ποιῆσαι, καὶ ἀνελεῖν μὲν τὰς ἐξ ὑπονοιῶν νῦν ἡμῖν πρὸς ἀλλήλους ἐγγινομένας λύπας, κυρῶσαι δὲ τὴν ἀγάπην, ἧς ἄνευ ἀτελῆ εἶναι πάσης ἐντολῆς ἐργασίαν αὐτὸς ἡμῖν Κύριος διωρίσατο.
§206.1 Νῦν μάλιστα τῆς τοῦ σώματος ἀσθενείας αἰσθάνομαι, ὅτε ὁρῶ μοι τοσοῦτον ἐμποδίζουσαν τῇ τῆς ψυχῆς ὠφελείᾳ. εἰ γάρ μοι κατὰ νοῦν ἐχώρει τὰ πράγματα, οὐκ ἂν διἐπιστολῶν οὐδὲ διὰ μέσων ἀνθρώπων προσεφθεγγόμην ὑμᾶς, ἀλλʼ αὐτὸς ἂν διἐμαυτοῦ καὶ τὸ τῆς ἀγάπης ἀπεπλήρουν χρέος καὶ ἐγγύθεν ἀπέλαυον τοῦ πνευματικοῦ κέρδους. νῦν δὲ οὕτω διάκειμαι, ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι, ἃς ἀναγκαίως ποιούμεθα ἐπισκεπτόμενοι τὰς κατὰ τὴν χώραν ἡμῶν παροικίας. ἀλλὰ παράσχοι Κύριος καὶ ὑμῖν ἰσχὺν καὶ προθυμίαν, καὶ ἐμοὶ πρὸς τῇ σπουδῇ ἣν ἔχω νῦν, καὶ δύναμιν, ὥστε, καθὼς παρεκάλεσα ὑμᾶς, πραγματεύσασθαι ἡμῖν τὴν ἀπόλαυσιν, γενομένοις ἐπὶ τῆς Κομανικῆς ἐνορίας.
§206.2 Φοβοῦμαι δὲ περὶ τῆς σῆς κοσμιότητος, μήπου σοι ἐμπόδιον γένηται περὶ τῶν οἰκείων λύπη. καὶ γὰρ ἔμαθον ὅτι σε ἔθλιψε παιδίου τελευτή· οὗ τὴν στέρησιν, ὡς μὲν πάππῳ, λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ πρὸς τοσοῦτον ἤδη διαβεβηκότι τῆς ἀρετῆς, καὶ ἐπισταμένῳ τῶν ἀνθρωπίνων τὴν φύσιν ἐκ τῆς κατὰ τὸν χρόνον ἐμπειρίας καὶ ἐκ τῆς πνευματικῆς διδασκαλίας, ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν. καὶ γὰρ οὐ τὰ αὐτὰ ἀπαιτεῖ ἡμᾶς τε καὶ τοὺς τυχόντας τῶν ἀνθρώπων Κύριος. οἱ μὲν γὰρ συνηθείᾳ ζῶσιν, ἡμεῖς δὲ κανόνι τῆς πολιτείας τῇ ἐντολῇ τοῦ Κυρίου κεχρήμεθα, καὶ τοῖς προλαβοῦσι τῶν μακαρίων ἀνδρῶν ὑποδείγμασιν, ὧν τὸ μεγαλοφυὲς τῆς διανοίας ἐπὶ τῶν περιστατικῶν καιρῶν μάλιστα διεδείκνυτο. ἵνα οὖν καὶ αὐτὸς ὑπόδειγμα ἀνδρείας καὶ τῆς ἐπὶ τοῖς ἐλπιζομένοις ἀληθινῆς διαθέσεως καταλίπῃς τῷ βίῳ, δεῖξον σαυτὸν μὴ καμπτόμενον τῷ πάθει, ἀλλʼ ὑψηλότερον ὄντα τῶν λυπηρῶν, τῇ μὲν θλίψει ὑπομένων, τῇ δὲ ἐλπίδι χαίρων. μηδὲν οὖν τούτων γένηται κώλυμα πρὸς τὴν ἐλπιζομένην ἡμῖν συντυχίαν. τοῖς μὲν γὰρ νηπίοις αὐτάρκης ἡλικία πρὸς τὸ ἀνέγκλητον, ἡμεῖς δὲ ὑπεύθυνοί ἐσμεν τὰ διατεταγμένα ἡμῖν ὑπηρετεῖν τῷ Δεσπότῃ καὶ εἰς πάντα εὔθετοι εἶναι τῇ οἰκονομίᾳ τῶν ἐκκλησιῶν, ἧς μεγάλους τοὺς μισθοὺς τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις Κύριος ἡμῶν ἐταμιεύσατο.
§207.1–223.1
§207.1 μὲν συμφωνία τοῦ καθʼ ἡμῶν μίσους, καὶ τὸ μέχρις ἑνὸς πάντας ἀκολουθῆσαι τῷ προεστῶτι τοῦ καθʼ ἡμῶν πολέμου, ἔπειθέ με ὁμοίως ἀποσιωπᾷν πρὸς ἅπαντας, καὶ μήτε γράμματος φιλικοῦ μήτε τινὸς ὁμιλίας κατάρχειν, ἀλλʼ ἐν ἡσυχίᾳ πέττειν τὴν ἐμαυτοῦ λύπην· ἐπειδὴ δὲ χρὴ πρὸς τὰς διαβολὰς μὴ ἀποσιωπᾷν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἡμᾶς αὐτοὺς ἐκδικῶμεν, ἀλλʼ ἵνα μὴ συγχωρήσωμεν εὐοδωθῆναι τῷ ψεύδει καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ, ἀναγκαῖον ἐφάνη μοι καὶ τοῦτο προθεῖναι τοῖς πᾶσι, καὶ ἐπιστεῖλαι ὑμῶν τῇ συνέσει, εἰ καὶ ὅτι πρώην κοινῇ παντὶ τῷ πρεσβυτερίῳ γράψας, οὐδεμιᾶς παρʼ ὑμῶν ἀποκρίσεως ἠξιώθην. μὴ κολακεύετε, ἀδελφοί, τοὺς τὰ πονηρὰ δόγματα ταῖς ψυχαῖς ὑμῶν ἐπάγοντας· μηδὲ καταδέξησθε περιορᾷν ἐν γνώσει ὑμετέρᾳ τὸν λαὸν τοῦ Θεοῦ διὰ τῶν ἀσεβῶν διδαγμάτων καταστρεφόμενον. Σαβέλλιος Λίβυς καὶ Μάρκελλος Γαλάτης μόνοι ἐκ πάντων ἐτόλμησαν καὶ διδάξαι ταῦτα καὶ γράψαι, ἅπερ νῦν παρʼ ὑμῖν ὡς ἴδια ἑαυτῶν εὑρήματα ἐπιχειροῦσι προφέρειν οἱ καθηγούμενοι τοῦ λαοῦ, βαμβαίνοντες τῇ γλώσσῃ, καὶ οὐδὲ εἰς πιθανὴν κατασκευὴν ἄγειν τὰ σοφίσματα ταῦτα καὶ τοὺς παραλογισμοὺς ἐξαρκοῦντες. οὗτοι ῥητὰ καὶ ἄρρητα καθʼ ἡμῶν δημηγοροῦσι, καὶ πάντα τρόπον τὰς συντυχίας ἡμῶν ἐκκλίνουσι. τίνος ἕνεκεν; οὐχὶ τὸν ἐπὶ τοῖς πονηροῖς δόγμασιν ἑαυτῶν ἔλεγχον ὑφορώμενοι; οἵ γε ἐπὶ τοσοῦτον ἡμῶν κατηναισχύντησαν, ὥστε καὶ ὀνείρους τινὰς ἐφʼ ἡμᾶς συμπλάσαι, διαβάλλοντες ἡμῶν τὰς διδασκαλίας ὡς βλαβεράς· οἳ κἂν πάντα τὰ τῶν φυλλοχόων μηνῶν φαντάσματα ταῖς ἑαυτῶν κεφαλαῖς ὑποδέξωνται, οὐδεμίαν ἡμῖν βλασφημίαν δυνήσονται προστρίψασθαι, πολλῶν ὄντων τῶν ἐφʼ ἑκάστης ἐκκλησίας μαρτυρούντων τῇ ἀληθείᾳ.
§207.2 Κἂν τὴν αἰτίαν ἐρωτηθῶσι τοῦ ἀκηρύκτου τούτου καὶ ἀσπόνδου πολέμου, ψαλμοὺς λέγουσι καὶ τρόπον μελῳδίας τῆς παρʼ ὑμῖν κεκρατηκυίας συνηθείας παρηλλαγμένον, καὶ τοιαῦτά τινα, ἐφʼ οἷς ἐχρῆν αὐτοὺς ἐγκαλύπτεσθαι. ἐγκαλούμεθα δέ, ὅτι καὶ ἀνθρώπους ἔχομεν τῆς εὐσεβείας ἀσκητάς, ἀποταξαμένους τῷ κόσμῳ καὶ πάσαις ταῖς βιωτικαῖς μερίμναις, ἃς ἀκάνθαις παρεικάζει Κύριος, εἰς καρποφορίαν ἐλθεῖν τὸν λόγον μὴ συγχωρούσαις. οἱ τοιοῦτοι τὴν νεκρότητα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσι· καὶ ἄραντες τὸν ἑαυτῶν σταυρὸν ἕπονται τῷ Θεῷ. ἐγὼ δὲ παντὸς ἂν τιμησαίμην τοῦ ἐμαυτοῦ βίου, ἐμὰ εἶναι τὰ ἀδικήματα ταῦτα, καὶ ἔχειν ἄνδρας παρʼ ἐμαυτῷ, ὑπʼ ἐμοὶ διδασκάλῳ, τὴν ἄσκησιν ταύτην προελομένους. νῦν δὲ ἐν Αἰγύπτῳ μὲν ἀκούω τοιαύτην εἶναι ἀνδρῶν ἀρετήν· καὶ τάχα τινὲς καὶ ἐπὶ τῆς Παλαιστίνης τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν κατορθοῦσιν. ἀκούω δέ τινας καὶ ἐπὶ τῆς Μέσης τῶν ποταμῶν τελείους καὶ μακαρίους ἄνδρας. ἡμεῖς δὲ παῖδές ἐσμεν πρός γε τὴν τῶν τελείων σύγκρισιν. εἰ δὲ καὶ γυναῖκες εὐαγγελικῶς ζῇν προελόμεναι, παρθενίαν μὲν γάμου προτιμῶσαι, δουλαγωγοῦσαι δὲ τὸ φρόνημα τῆς σαρκός, καὶ ἐν πένθει ζῶσαι τῷ μακαριζομένῳ, μακάριαι τῆς προαιρέσεως, ὅπου ἂν ὦσι τῆς γῆς. παρὰ δὲ ἡμῖν μικρὰ ταῦτα, στοιχουμένων ἔτι καὶ εἰσαγομένων πρὸς τὴν εὐσέβειαν. εἰ δέ τινα ἀκοσμίαν τῷ βίῳ τῶν γυναικῶν ἐπιφέρουσιν, ἀπολογεῖσθαι μὲν ὑπὲρ αὐτῶν οὐ καταδέχομαι· ἐκεῖνο δὲ ὑμῖν διαμαρτύρομαι, ὅτι μέχρι νῦν Σατανᾶς πατὴρ τοῦ ψεύδους εἰπεῖν οὐ κατεδέξατο, ταῦτα αἱ ἄφοβοι καρδίαι καὶ τὰ ἀχαλίνωτα στόματα ἀεὶ φθέγγεται ἀδεῶς. γινώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι ἡμεῖς εὐχόμεθα καὶ ἀνδρῶν καὶ γυναικῶν συντάγματα ἔχειν, ὧν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, τῶν τὴν σάρκα σταυρωσάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οἳ οὐ μεριμνῶσι περὶ βρωμάτων καὶ ἐνδυμάτων, ἀλλʼ ἀπερίσπαστοι ὄντες καὶ εὐπάρεδροι τῷ Κυρίῳ, νυκτὸς καὶ ἡμέρας προσμένουσι ταῖς δεήσεσιν. ὧν τὸ στόμα οὐ λαλεῖ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ ψάλλουσιν ὕμνους τῷ Θεῷ ἡμῶν διηνεκῶς, ἐργαζόμενοι ταῖς ἑαυτῶν χερσίν, ἵνα ἔχωσι μεταδιδόναι τοῖς χρείαν ἔχουσι.
§207.3 Πρὸς δὲ τὸ ἐπὶ ταῖς ψαλμῳδίαις ἔγκλημα, μάλιστα πρὸς ἁπλουστέρους φοβοῦσιν οἱ διαβάλλοντες ἡμᾶς, ἐκεῖνο εἰπεῖν ἔχω· ὅτι τὰ νῦν κεκρατηκότα ἔθη πάσαις ταῖς τοῦ Θεοῦ ἐκκλησίαις συνῳδά ἐστι καὶ σύμφωνα. ἐκ νυκτὸς γὰρ ὀρθρίζει παρʼ ἡμῖν λαὸς ἐπὶ τὸν οἶκον τῆς προσευχῆς, καὶ ἐν πόνῳ καὶ θλίψει καὶ συνοχῇ δακρύων ἐξομολογούμενοι τῷ Θεῷ, τελευταῖον ἐξαναστάντες τῶν προσευχῶν εἰς τὴν ψαλμῳδίαν καθίστανται. καὶ νῦν μὲν διχῆ διανεμηθέντες ἀντιψάλλουσιν ἀλλήλοις, ὁμοῦ μὲν τὴν μελέτην τῶν λογίων ἐντεῦθεν κρατύνοντες, ὁμοῦ δὲ καὶ τὴν προσοχὴν καὶ τὸ ἀμετεώριστον τῶν καρδιῶν ἑαυτοῖς διοικούμενοι· ἔπειτα πάλιν ἐπιτρέψαντες ἑνὶ κατάρχειν τοῦ μέλους, οἱ λοιποὶ ὑπηχοῦσι· καὶ οὕτως ἐν τῇ ποικιλίᾳ τῆς ψαλμῳδίας τὴν νύκτα διενεγκόντες, μεταξὺ προσευχόμενοι, ἡμέρας ἤδη ὑπολαμπούσης πάντες κοινῇ, ὡς ἑξ ἑνὸς στόματος καὶ μιᾶς καρδίας, τὸν τῆς ἑξομολογήσεως ψαλμὸν ἀναφέρουσι τῷ Κυρίῳ, ἴδια ἑαυτῶν ἕκαστος τὰ ῥήματα τῆς μετανοίας ποιούμενοι. ἐπὶ τούτοις λοιπὸν εἰ ἡμᾶς ἀποφεύγετε, φεύξεσθε μὲν Αἰγυπτίους, φεύξεσθε δὲ καὶ Λίβυας ἀμφοτέρους, Θηβαίους, Παλαιστίνους, Ἄραβας, Φοίνικας, Σύρους, καὶ τοὺς πρὸς τῷ Εὐφράτῃ κατῳκισμένους, καὶ πάντας ἁπαξαπλῶς, παρʼ οἷς ἀγρυπνίαι καὶ προσευχαὶ καὶ αἱ κοιναὶ ψαλμῳδίαι τετίμηνται.
§207.4 Ἀλλʼ οὐκ ἦν, φησί, ταῦτα ἐπὶ τοῦ μεγάλου Γρηγορίου. ἀλλʼ οὐδὲ αἱ λιτανεῖαι ἃς ὑμεῖς νῦν ἐπιτηδεύετε. καὶ οὐ κατηγορῶν ὑμῶν λέγω· ηὐχόμην γὰρ πάντας ὑμᾶς ἐν δάκρυσι ζῇν καὶ μετανοίᾳ διηνεκεῖ. ἐπεὶ καὶ ἡμεῖς οὐδὲν ἕτερον λιτανεύομεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· πλὴν ὅσον οὐκ ἀνθρωπίνοις ῥήμασιν, ὥσπερ ὑμεῖς, ἀλλὰ τοῖς λογίοις τοῦ Πνεύματος τὸν Θεὸν ἡμῶν ἐξιλεούμεθα. ὅτι δὲ οὐκ ἦν ταῦτα ἐπὶ τοῦ θαυμαστοῦ Γρηγορίου, τίνας ἔχετε μάρτυρας, οἵ γε οὐδὲν τῶν ἐκείνου μέχρι νῦν διεσώσασθε; Γρηγόριος οὐ κατεκαλύπτετο ἐπὶ τῶν προσευχῶν. πῶς γάρ; γε τοῦ ἀποστόλου γνήσιος μαθητὴς τοῦ εἰπόντος· Πᾶς ἀνὴρ προσευχόμενος προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ· καί, Ἀνὴρ μὲν οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν αὐτοῦ, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων. ἔφευγε τοὺς ὅρκους καθαρὰ ἐκείνη ψυχή, καὶ ἀξία τῆς τοῦ ἁγίου Πνεύματος κοινωνίας, ἀρκουμένη τῷ ναὶ καὶ τῷ οὔ, διὰ τὸ πρόσταγμα τοῦ Κυρίου τοῦ εἰπόντος· Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. οὐκ ἠνείχετο εἰπεῖν τὸν ἑαυτοῦ ἀδελφὸν μωρὸν ἐκεῖνος· ἐφοβεῖτο γὰρ τὴν ἀπειλὴν τοῦ Κυρίου. θυμὸς καὶ ὀργὴ καὶ πικρία ἐκ τοῦ στόματος ἐκείνου οὐκ ἐξεπορεύετο. λοιδορίαν ἐμίσει ὡς εἰς βασιλείαν οὐρανῶν οὐκ εἰσάγουσαν. φθόνος καὶ ὑπερηφάνεια τῆς ἀδόλου ψυχῆς ἐκείνης ἀπελήλατο. οὐκ ἂν παρέστη τῷ θυσιαστηρίῳ, πρὶν καταλλαγῆναι τῷ ἀδελφῷ. ψευδῆ λόγον καὶ τεχνικὸν ἐπὶ διαβολῇ τινων μεμηχανημένον οὕτως ἐβδελύττετο, ὡς εἰδὼς ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου γεγένηται, καὶ ὅτι Κύριος ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. τούτων εἰ μηδέν ἐστιν ἐν ὑμῖν, ἀλλὰ καθαρεύετε πάντων, τῷ ὄντι ἐστὲ μαθηταὶ τοῦ μαθητοῦ τῶν ἐντολῶν τοῦ Κυρίου. εἰ δὲ μή, σκοπεῖτε μὴ τὸν κώνωπα διυλίζετε, περὶ μὲν ἤχου φωνῆς τοῦ κατὰ τὰς ψαλμῳδίας ἀκριβολογούμενοι, τὰς δὲ μεγίστας τῶν ἐντολῶν παραλύοντες. εἰς τούτους με τοὺς λόγους ἤγαγεν ἀνάγκη τῆς ἀπολογίας, ἵνα διδαχθῆτε ἐκβάλλειν τὴν δοκὸν τῶν ὀφθαλμῶν ὑμῶν, καὶ τότε ἐξαίρειν τὰ ἀλλότρια κάρφη. πλὴν ἀλλὰ πάντα συγχωροῦμεν, εἰ καὶ ὅτι οὐδὲν ἀνεξέταστον παρὰ τῷ Θεῷ. μόνον ἐρρώσθω τὰ προηγούμενα, καὶ τὰς περὶ τὴν πίστιν καινοτομίας κατασιγάσατε. τὰς ὑποστάσεις μὴ ἀθετεῖτε. τὸ ὄνομα τοῦ Χριστοῦ μὴ ἀπαρνεῖσθε. τὰς τοῦ Γρηγορίου φωνὰς μὴ παρεξηγεῖσθε. εἰ δὲ μή, ἕως ἂν ἐμπνέωμεν καὶ δυνώμεθα φθέγγεσθαι, ἀμήχανον ἡμᾶς ἐπὶ τοσαύτῃ λύμῃ ψυχῶν σιωπᾷν.
§208 Μακρὸν ἀπεσιώπησας χρόνον, καὶ ταῦτα λαλίστατος ὤν, καὶ μελέτην τοῦτο καὶ τέχνην ποιησάμενος ἀεί τι λαλεῖν καὶ σεαυτὸν δεικνύναι διὰ τῶν λόγων. ἀλλʼ ἔοικεν Νεοκαισάρεια αἰτία εἶναί σοι τῆς πρὸς ἡμᾶς σιωπῆς. καὶ ἐοίκαμεν ἀντὶ χάριτος δέχεσθαι τὸ μὴ μνημονεύεσθαι παρὰ τοῖς αὐτοῦ· ἐπειδὴ ἡμῖν μνήμη οὐκ ἀγαθή ἐστιν, ὡς τῶν ἀκουόντων λόγος. ἀλλὰ σὺ πάλαι τῶν μισουμένων ἦσθα διἡμᾶς, οὐ τῶν διἑτέρους ἡμᾶς μισεῖν ἀνεχομένων. αὐτὸς τοίνυν ἔσο, καὶ ἐπιστέλλων οὗπερ ἂν ᾖς, καὶ μεμνημένος ἡμῶν τὰ εἰκότα, εἴ τί σοι μέλει τοῦ δικαίου. δίκαιον δήπου τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας.
§209 Συνεκληρώθης ταῖς λύπαις καὶ τοῖς ὑπὲρ ἡμῶν ἀγῶσι. τοῦτο δὲ ἀπόδειξιν ἔχει νεανικῆς ψυχῆς. γὰρ τὰ ἡμέτερα οἰκονομῶν Θεὸς τοῖς τὰ μεγάλα διαφέρειν δυναμένοις ἀγωνίσματα μείζονας ὑποθέσεις εὐδοκιμήσεων προξενεῖ. καὶ σὺ τοίνυν βάσανον τῆς περὶ τοὺς φίλους ἀρετῆς, ὥσπερ τὴν κάμινον τῷ χρυσίῳ, τὸν σαυτοῦ βίον προέθηκας. εὐχόμεθα οὖν τῷ Θεῷ καὶ τοὺς λοιποὺς βελτίους γενέσθαι, καί σε ὅμοιον ἑαυτῷ διαμεῖναι, καὶ τὰ τοιαῦτα ἐγκαλοῦντα μὴ παύσασθαι, οἷα νῦν ἐνεκάλεσας, τὴν τῶν γραμμάτων ἔνδειαν ἀντὶ μεγίστης ἀδικίας ἡμῖν προφέρων. φίλου γὰρ τὸ ἔγκλημα, καὶ ἀνάμενε τῷ τὰ τοιαῦτα ἀπαιτεῖν ὀφλήματα. οὐ γὰρ οὕτω τις ἄτοπός εἰμι φιλίας χρήστης.
§210.1 Ὅλως μὲν οὐδὲν ἐδεόμην τὴν ἐμαυτοῦ γνώμην δημοσιεύειν ὑμῖν, οὐδὲ τὰς αἰτίας λέγειν, διἃς νῦν ἐγὼ ἐπὶ τῶν τόπων εἰμὶ τούτων· καὶ γὰρ οὐδὲ ἄλλως τῶν φανητιώντων ἐγώ, οὐδὲ τὸ πρᾶγμα τοσούτων μαρτύρων ἄξιον. ἀλλʼ, οἶμαι, οὐχ βουλόμεθα ποιοῦμεν, ἀλλʼ ἐφʼ προκαλοῦνται ἡμᾶς οἱ καθηγούμενοι. ἐπεὶ· ἔμοιγε τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. ἐπεὶ δὲ πάντων, ὡς ἀκούω, τῶν κατὰ τὴν ὑμετέραν πόλιν τὰ ὦτα διατεθρύλληται, καὶ εἰσί τινες λογοποιοί, δημιουργοὶ τοῦ ψεύδους, πρὸς αὐτὸ τοῦτο μεμισθωμένοι, οἳ τὰ ἐμὰ ὑμῖν ἐξηγοῦνται, οὐκ ᾠήθην δεῖν περιιδεῖν ὑμᾶς γνώμῃ πονηρᾷ καὶ φωνῇ ῥυπώσῃ δίδασκομένους, ἀλλʼ αὐτὸς εἰπεῖν τὰ ἐμαυτοῦ ὅπως ἔχει. ἐγὼ καὶ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τοῦτο συνήθειαν (ἐνταῦθα γὰρ ἐτράφην παρὰ τῇ ἐμαυτοῦ τίτθῃ), καὶ διὰ τὴν μετὰ ταῦτα ἐπὶ πλεῖστον διατριβήν, ὅτε φεύγων τοὺς πολιτικοὺς θορύβους, ἐπιτήδειον ἐμφιλοσοφῆσαι διὰ τὴν ἐκ τῆς ἐρημίας ἡσυχίαν τὸ χωρίον τοῦτο καταμαθών, πολλῶν ἐτῶν ἐφεξῆς ἐνδιέτριψα χρόνον, καὶ διὰ τὴν νῦν τῶν ἀδελφῶν ἐνοίκησιν, βραχείας ἀναπνοῆς ἐκ τῶν κατεχουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχών, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην, οὐχ ὡς ἑτέροις ἐντεῦθεν πράγματα παρέξων, ἀλλʼ ὡς αὐτὸς τὴν ἐμαυτοῦ θεραπεύσων ἐπιθυμίαν.
§210.2 Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν, καὶ ὀνειροσκόπους μισθοῦσθαι, καὶ ἐν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; ἐγὼ γάρ, εἰ καὶ παρʼ ἄλλοις τισὶν ἦσαν αἱ διαβολαί, ὑμᾶς ἂν τῆς ἐμαυτοῦ γνώμης μάρτυρας παρεστησάμην. καὶ νῦν ἀξιῶ αὐτῶν ἕκαστον τῶν παλαιῶν ἐκείνων ἀναμνησθῆναι, ὅτε ἐκάλει μὲν ἡμᾶς πόλις ἐπὶ τὴν τῶν νέων ἐπιμέλειαν, πρεσβεία δὲ παρῆν τῶν παρʼ ὑμῖν ἀνδρῶν οἱ ἐν τέλει· μετὰ δὲ ταῦτα, ὅπως πανδημεὶ πάντες περιχυθέντες ἡμᾶς, τί μὲν οὐχὶ διδόντες; τί δὲ οὐχ ὑπισχνούμενοι; ὅμως κατασχεῖν ἡμᾶς οὐκ ἠδυνήθησαν. πῶς οὖν τότε καλούμενος οὐχ ὑπακούων, νῦν ἐπεχείρουν ἂν ἄκλητος εἰσωθίζεσθαι; πῶς δὲ τοὺς ἐπαινοῦντάς με καὶ θαυμάζοντας ἀποφεύγων, ἔμελλον ἂν νῦν διώκειν τοὺς διαβάλλοντας; μὴ οἰηθῆτε, ἄριστοι· οὐχ οὕτως εὔωνα τὰ ἡμέτερα. οὔτε γὰρ ἄν τις ἀκυβερνήτου πλοίου σωφρονῶν ἐπιβαίη, οὔτε ἐκκλησίᾳ παραβάλοι, τὸν κλύδωνα καὶ τὴν ζάλην αὐτοὶ οἱ ἐπὶ τῶν οἰακῶν καθεζόμενοι ἐμποιοῦσι. πόθεν γὰρ γέγονε θορύβου πλήρης πόλις, ὅτε οἱ μὲν ἔφευγον, οὐδενὸς διώκοντος, οἱ δὲ ὑπεξῄεσαν, οὐδενὸς ἐπιόντος· χρησμολόγοι δὲ καὶ ὀνειροσκόποι πάντες ἐμορμολύττοντο; πόθεν ἄλλοθεν ταῦτα; οὐχὶ καὶ παιδὶ γνώριμον, ὅτι ἐκ τῶν ἡγουμένων τοῦ πλήθους; ὧν τὰς αἰτίας τῆς ἔχθρας ἐμοὶ μὲν οὐκ εὐπρεπὲς λέγειν, ὑμῖν δὲ συνορᾷν καὶ πάνυ ῥᾴδιον. ὅταν γὰρ μὲν πικρία καὶ διάστασις μηδεμίαν ἔχοι ὑπερβολὴν εἰς χαλεπότητα, δὲ τῆς αἰτίας ἐξήγησις ἀνυπόστατος παντελῶς καὶ καταγέλαστος , δῆλόν ἐστι τῆς ψυχῆς τὸ ἀρρώστημα, ἀλλοτρίοις μὲν ἀγαθοῖς ἐπισυμβαῖνον, οἰκεῖον δὲ καὶ πρῶτον κακὸν ὑπάρχον τῷ κεκτημένῳ. οἷς καὶ ἄλλο δή τι χάριεν πρόσεστιν. ἀμυσσόμενοι γὰρ ἐν τῷ βάθει καὶ ὀδυνώμενοι, ἐκλαλῆσαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται. τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα· εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγμασι. τὴν δὲ ἀληθεστάτην αἰτίαν διἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. ἀλλʼ ἀκούσατε.
§210.3 Πίστεως διαστροφὴ παρʼ ὑμῖν μελετᾶται, ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς· Γρηγορίου καὶ τῶν ἐφεξῆς ἀπʼ ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου· οὗ τὰ διδάγματα ἔναυλα ὑμῖν ἐστιν ἔτι καὶ νῦν δηλονότι. τὸ γὰρ τοῦ Σαβελλίου κακόν, πάλαι μὲν κινηθέν, καταβεσθὲν δὲ τῇ παραδόσει τοῦ μεγάλου, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι, οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθʼ ἡμῶν ὀνείρους πλάττοντες. ἀλλʼ ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλάς, ἃς ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμός, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν, καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν, τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαισμός ἐστιν Σαβελλισμός, ἐν προσχήματι Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγόμενος. γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ, οὐχὶ ἀρνεῖται μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾄδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. λέγουσι γάρ, ὡς οἱ ἀκηκοότες φασί, διατείνεσθαι τοὺς παρʼ ὑμῖν σοφοὺς καὶ λέγειν, ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί· καὶ ἐπὶ τούτῳ γάννυσθαι μέν, καὶ μέγα φρονεῖν, ὡς ἐπὶ οἰκείῳ εὑρήματι. εἴρηται γάρ, φησίν· Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ διὰ τὸ εἰρῆσθαι, Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, δῆλόν ἐστι, φασίν, ὅτι ἕν ἐστιν ὄνομα. οὐ γὰρ εἴρηται εἰς τὰ ὀνόματα ἀλλʼ εἰς τὸ ὄνομα.
§210.4 Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφʼ αἵματος ἡμετέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζω τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφʼ ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ. ἐντεῦθεν γὰρ Ἀνόμοιος ἡμᾶς σπαράσσει, ἑτέρωθεν δέ, ὡς ἔοικεν, Σαβέλλιος. ἀλλʼ ὑμᾶς παρακαλῶ, τοῖς βδελυροῖς τούτοις καὶ μηδένα παρατρέψαι δυναμένοις σοφίσμασι μὴ προσέχειν τὸν νοῦν, εἰδέναι δέ, ὅτι ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ ὑπὲρ πᾶν ὄνομα, αὐτὸ τὸ καλεῖσθαι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸν Πέτρου λόγον· Οὐδέ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν δεῖ σωθῆναι ἡμᾶς. πρὸς δὲ τό, ὅτι Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ἐκεῖνο εἰδέναι χρή, ὅτι ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν ἐπιγραφόμενος τὸν Πατέρα, ταῦτα λέγει. εἰ δὲ εἴρηται, Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, οὐ παρὰ τοῦτο χρὴ νομίζειν ἓν ἡμῖν ὄνομα παραδεδόσθαι. ὡς γὰρ εἰπὼν Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τρία μὲν εἶπεν ὀνόματα, συνέδησε δὲ αὐτὰ ἀλλήλοις διὰ τῆς καὶ συλλαβῆς· οὕτως εἰπὼν ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, τρία εἰπών, συνέπλεξεν αὐτὰ τῷ συνδέσμῳ, ἑκάστῳ ὀνόματι ἴδιον ὑποβεβλῆσθαι τὸ σημαινόμενον ἐκδιδάσκων, διότι πραγμάτων ἐστὶ σημαντικὰ τὰ ὀνόματα. τὰ δὲ πράγματα ἰδιάζουσαν καὶ αὐτοτελῆ τὴν ὕπαρξιν ἔχειν οὐδεὶς τῶν καὶ μικρὸν μετεχόντων τοῦ φρονεῖν ἀμφιβάλλει. πατρὸς γὰρ καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος φύσις μὲν αὐτή, καὶ θεότης μία· ὀνόματα δὲ διάφορα, περιωρισμένας καὶ ἀπηρτισμένας τὰς ἐννοίας ἡμῖν παριστῶντα. ἀμήχανον γάρ, μὴ ἐν τοῖς ἑκάστου ἰδιώμασι τὴν διάνοιαν γενομένην ἀσύγχυτον, δυνηθῆναι Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι τὴν δοξολογίαν ἀποπληρῶσαι. ἐὰν μὲν οὖν ἀρνῶνται μὴ λέγειν ταῦτα, μηδὲ διδάσκειν οὕτω, κατώρθωται ἡμῖν τὰ σπουδαζόμενα. καίτοι χαλεπὴν αὐτοῖς οὖσαν ὁρῶ τὴν ἄρνησιν, διὰ τὸ πολλοὺς ἔχειν τῶν λόγων τούτων τοὺς μάρτυρας. πλὴν ἀλλʼ οὐ σκοποῦμεν τὰ παρελθόντα, τὰ παρόντα μόνον ὑγιαινέτωσαν. ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμένωσιν, ἀνάγκη καὶ πρὸς ἄλλας ἐκκλησίας ἐκβοῆσαι ἡμᾶς τὴν καθʼ ὑμᾶς συμφοράν, καὶ ποιῆσαι παρὰ πλειόνων ἐπισκόπων γράμματα ὑμῖν ἀφικέσθαι, τὸ μέγεθος τοῦτο τῆς ὑποκατασκευαζομένης ἀσεβείας καταρρηγνύντα. γὰρ προὔργου τι ἔσται εἰς τὴν σπουδὴν πάντως παροῦσα διαμαρτυρία ἀφήσει ἡμᾶς τῆς αἰτίας ἐπὶ τοῦ κριτηρίου.
§210.5 Ἤδη δὲ καὶ ἐν συντάγμασιν οἰκείοις κατεβάλοντο τοὺς λόγους τούτους, οὕσπερ καὶ ἀπέστειλαν πρῶτον τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Μελετίῳ τῷ ἐπισκόπῳ, καὶ λαβόντες παρʼ αὐτοῦ τὰς προσηκούσας ἀποκρίσεις, ὡς αἱ τῶν τεράτων μητέρες ἐπαισχυνόμεναι τοῖς πηρώμασι τῆς φύσεως, οὕτω καὶ αὐτοὶ τὰς αἰσχρὰς ἑαυτῶν ὠδῖνας τῷ προσήκοντι σκότῳ κατακρύψαντες τιθηνοῦνται. καθῆκαν δέ τινα πεῖραν διἐπιστολῆς καὶ πρὸς τὸν ὁμόψυχον ἡμῶν Ἄνθιμον τὸν Τυάνων ἐπίσκοπον, ὡς ἄρα Γρηγορίου εἰπόντος ἐν ἐκθέσει Πίστεως, Πατέρα καὶ Υἱὸν ἐπινοίᾳ μὲν εἶναι δύο, ὑποστάσει δὲ ἕν. τοῦτο δὲ ὅτι οὐ δογματικῶς εἴρηται, ἀλλʼ ἀγωνιστικῶς ἐν τῇ πρὸς Αἰλιανὸν διαλέξει, οὐκ ἠδυνήθησαν συνιδεῖν οἱ ἐπὶ λεπτότητι τῶν φρενῶν ἑαυτοὺς μακαρίζοντες. ἐν πολλὰ τῶν ἀπογραψαμένων ἐστὶ σφάλματα, ὡς ἐπʼ αὐτῶν τῶν λέξεων δείξομεν ἡμεῖς, ἐὰν Θεὸς θέλῃ. ἔπειτα μέντοι τὸν Ἕλληνα πείθων, οὐχ ἡγεῖτο χρῆναι ἀκριβολογεῖσθαι περὶ τὰ ῥήματα· ἀλλʼ ἔστιν ὅπη καὶ συνδιδόντα τῷ ἔθει τοῦ ἐναγομένου, ὡς ἂν μὴ ἀντιτείνοι πρὸς τὰ καίρια. διὸ δὴ καὶ πολλὰς ἂν εὕροις ἐκεῖ φωνάς, τὰς νῦν τοῖς αἱρετικοῖς μεγίστην ἰσχὺν παρεχομένας· ὡς τὸ κτίσμα, καὶ τὸ ποίημα, καὶ εἴ τι τοιοῦτον. πολλὰ δὲ καὶ περὶ τῆς πρὸς τὸν ἄνθρωπον συναφείας εἰρημένα, εἰς τὸν περὶ τῆς θεότητος ἀναφέρουσι λόγον οἱ ἀπαιδεύτως τῶν γεγραμμένων ἀκούοντες· ὁποῖόν ἐστι καὶ τοῦτο, τὸ παρὰ τούτων περιφερόμενον. εὖ γὰρ εἰδέναι χρή, ὅτι ὥσπερ τὸ κοινὸν τῆς οὐσίας μὴ ὁμολογῶν εἰς πολυθεΐαν ἐκπίπτει, οὕτως τὸ ἰδιάζον τῶν ὑποστάσεων μὴ διδοὺς εἰς τὸν Ἰουδαϊσμὸν ὑποφέρεται. δεῖ γὰρ τὴν διάνοιαν ἡμῶν οἱονεὶ ἐπερεισθεῖσαν ὑποκειμένῳ τινὶ καὶ ἐναργεῖς αὐτοῦ ἐντυπωσαμένην τοὺς χαρακτῆρας, οὕτως ἐν περινοίᾳ γενέσθαι τοῦ ποθουμένου. μὴ γὰρ νοήσαντες τὴν πατρότητα, μηδὲ περὶ ὃν ἀφώρισται τὸ ἰδίωμα τοῦτο ἐνθυμηθέντες, πῶς δυνατὸν Θεοῦ Πατρὸς ἔννοιαν παραδέξασθαι; οὐ γὰρ ἐξαρκεῖ διαφορὰς προσώπων ἀπαριθμήσασθαι, ἀλλὰ χρὴ ἕκαστον πρόσωπον ἐν ὑποστάσει ἀληθινῇ ὑπάρχον ὁμολογεῖν. ἐπεὶ τόν γε ἀνυπόστατον τῶν προσώπων ἀναπλασμὸν οὐδὲ Σαβέλλιος παρῃτήσατο, εἰπὼν τὸν αὐτὸν Θεόν, ἕνα τῷ ὑποκειμένῳ ὄντα, πρὸς τὰς ἑκάστοτε παραπιπτούσας χρείας μεταμορφούμενον, νῦν μὲν ὡς Πατέρα, νῦν δὲ ὡς Υἱόν, νῦν δὲ ὡς Πνεῦμα Ἅγιον διαλέγεσθαι. ταύτην πάλαι κατασβεσθεῖσαν τὴν πλάνην ἀνανεοῦνται νῦν οἱ τῆς ἀνωνύμου ταύτης αἱρέσεως ἐφευρεταί, οἱ τὰς ὑποστάσεις ἀθετοῦντες, καὶ τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ ἀπαρνούμενοι. οὓς ἐὰν μὴ παύσωνται λαλοῦντες κατὰ τοῦ Θεοῦ ἀδικίαν, ὀδύρεσθαι χρὴ μετὰ τῶν ἀρνησιχρίστων.
§210.6 Ταῦτα ἀναγκαίως ὑμῖν διεστειλάμεθα, ἵνα τὰς ἀπὸ τῶν πονηρῶν διδαγμάτων βλάβας φυλάξησθε. τῷ ὄντι γάρ, εἰ χρὴ τὰς πονηρὰς διδασκαλίας τοῖς ὀλεθρίοις φαρμάκοις ἐξομοιοῦν, ὡς οἱ παρʼ ὑμῖν ὀνειροσκόποι φασί, ταῦτα ἐστι καὶ κώνειον, καὶ ἀκόνιτον, καὶ εἴ τι ἕτερον φάρμακον ἀνδροφόνον. ταῦτα ψυχῶν δηλητήρια, οὐχ οἱ ἡμέτεροι λόγοι, ἅπερ αἱ οἰνόπληκτοι μήνιγγες ἐκβοῶσι, πολυφάνταστοι οὖσαι διὰ τὸ πάθος· οὕς εἴπερ ἐσωφρόνουν, ἐχρῆν εἰδέναι, ὅτι ταῖς ἀχράντοις καὶ πάσης κηλῖδος κεκαθαρμέναις ψυχαῖς τὸ προφητικὸν ἐναυγάζει χάρισμα. οὔτε γὰρ κατόπτρῳ ῥυπῶντι δυνατὸν τῶν εἰκόνων δέξασθαι τὰς ἐμφάσεις, οὔτε ψυχὴν ταῖς βιωτικαῖς προειλημμένην μερίμναις καὶ τοῖς ἐκ τοῦ φρονήματος τῆς σαρκὸς ἐπισκοτουμένην πάθεσι δυνατὸν ὑποδέξασθαι τοῦ Ἁγίου Πνεύματος τὰς ἐλλάμψεις. οὐ γὰρ πᾶν ἐνύπνιον εὐθὺς προφητεία, ὥς φησι Ζαχαρίας· κύριος ἐποίησε φαντασίαν, καὶ ὑετὸν χειμερινόν, διότι οἱ ἀποφθεγγόμενοι ἐλάλησαν κόπους, καὶ τὰ ἐνύπνια ψευδῆ ἐλάλουν. οὗτοι δὲ κἀκεῖνο ἀγνοοῦσιν, οἱ κατὰ τὸν Ἠσαΐαν ἐνυπνιαζόμενοι καὶ κοίτην φιλοῦντες νυστάξαι, ὅτι πολλάκις ἐνέργεια πλάνης ἀποστέλλεται ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. καὶ ἔστι πνεῦμα ψευδές, ἐν τοῖς ψευδοπροφήταις γενόμενον τὸν Ἀχαὰβ ἐξηπάτησε. ταῦτα εἰδότες, ἔδει μὴ τοσοῦτον ὑπεραρθῆναι, ὥστε ἑαυτοῖς προφητείαν προσμαρτυρεῖν, οἵ γε δείκνυνται καὶ τοῦ οἰωνοσκόπου Βαλαὰμ τῆς ἀκριβείας ἀπολειπόμενοι. ὃς ὑπὸ τοῦ βασιλέως τῶν Μωαβιτῶν ἐπὶ μεγίσταις δωρεαῖς μετακληθείς, οὐκ ἠνέσχετο ἀφεῖναι φωνὴν παρὰ τὸ βούλημα τοῦ Θεοῦ, οὐδὲ ἀράσασθαι τὸν Ἰσραήλ, ὃν οὐκ ἀρᾷται Κύριος. εἰ μὲν οὖν ταῖς ἐντολαῖς τοῦ Κυρίου αἱ κατὰ τὸν ὕπνον αὐτῶν φαντασίαι συντρέχουσιν, ἀρκείσθωσαν τοῖς Εὐαγγελίοις, οὐδεμιᾶς βοηθείας ἐκ τῶν ὀνείρων εἰς τὴν ἀξιοπιστίαν προσδεομένοις· εἰ δὲ μὲν Κύριος τὴν ἑαυτοῦ εἰρήνην ἀφῆκεν ἡμῖν, καὶ ἐντολὴν καινὴν ἔδωκεν ἡμῖν, ἵνα ἀγαπῶμεν ἀλλήλους, τὰ δὲ ὀνείρατα μάχην καὶ διάστασιν καὶ ἀγάπης ἀφανισμὸν ὑφηγεῖται, μὴ διδότωσαν καιρὸν τῷ διαβόλῳ διὰ τοῦ ὕπνου ταῖς ψυχαῖς αὐτῶν ἐπιβαίνειν, μηδὲ κυριώτερα ποιείτωσαν τὰ παρʼ ἑαυτῶν φαντάσματα τῶν σωτηρίων διδαγμάτων.
§211 Καὶ τοῖς γράμμασιν ἐντυχὼν τῆς τιμιότητος σου, ἡδίων ἐμαυτοῦ καὶ εὐθυμότερος ἐγενόμην, καὶ τοῖς ποθεινοτάτοις υἱέσιν εἰς ὁμιλίαν ἐλθών, αὐτόν σε ἔδοξα καθορᾷν. οἳ πάνυ μου τὴν ψυχὴν κεκακωμένην παραλαβόντες, οὕτω διέθηκαν, ὥστε ἐπιλαθέσθαι με τοῦ παρʼ ὑμῖν κωνείου, οἱ ὀνειροπῶλαι καὶ ὀνειροκάπηλοι, εἰς τὴν τῶν ἐκμισθωσαμένων αὐτοὺς χάριν, καθʼ ἡμῶν περιφέρουσιν· ἐπιστολὰς δὲ τὰς μὲν ἔπεμψα, τὰς δὲ καὶ εἰς ὕστερον δώσομεν, ἐὰν ἐθέλῃς. μόνον εἴη τί ὄφελος παρʼ αὐτῶν τοῖς λαμβάνουσιν.
§212.1 Ἐμὲ δὲ τί οἴει πεπονθέναι, τίαν γνώμην ἐσχηκέναι, ἐπειδὴ ἐπεδήμησα μὲν τῷ Δαζιμῶνι, ἔμαθον δὲ ὀλίγαις ὕστερον ἡμέραις τῆς παρουσίας ἡμῶν ἐξεληλυθέναι σου τὴν λογιότητα; οὐ γὰρ μόνον διὰ τὸ ἐκ παιδὸς θαῦμα ἔσχον περὶ σέ, εὐθὺς ἀπὸ διατριβῶν αὐτῶν ἀεὶ πολλοῦ ἀξίαν ἐθέμην τὴν ὁμιλίαν σου, ἀλλὰ καὶ διὰ τὸ μηδὲν οὕτω σπουδαῖον εἶναι νῦν, ὡς φιλαλήθη ψυχὴν ὑγιὲς τῶν πραγμάτων τὸ κριτήριον κεκτημένην· ὅπερ ἡγούμεθα παρὰ σοὶ διασώζεσθαι. καὶ γὰρ τῶν λοιπῶν τοὺς πλείστους ὁρῶμεν, ὥσπερ ἐν ταῖς ἱπποδρομίαις, τοὺς μὲν ὡς τούτους, τοὺς δὲ ὡς ἐκείνους διῃρημένους, καὶ συνεκβοῶντας τοῖς στασιάζουσι. σὲ δὲ καὶ φόβου καὶ θεραπείας καὶ παντὸς ἀγεννοῦς πάθους ὑψηλότερον ὄντα, εἰκὸς ὀφθαλμῷ ὑγιαίνοντι καθορᾷν τὴν ἀλήθειαν. καὶ γὰρ αἰσθάνομαί σου μὴ παρέργως ἔχοντος πρὸς τὰ τῶν ἐκκλησιῶν, ὅπου γε καὶ πρὸς ἡμᾶς ἔπεμψάς τινα περὶ τούτων ἐπιστολήν, ὡς ἐν τοῖς ἔναγχος τούτοις ἐδήλους γράμμασιν, ἣν τίς παραλαβὼν ὥστε διακομίσαι, ἡδέως ἂν μάθοιμι, ὥστε εἰδέναι τὸν ἀδικήσαντα. οὐ γὰρ ἐνέτυχόν πω γράμμασι σοῖς πρὸς ἡμᾶς περὶ τούτων.
§212.2 Πόσου πότʼ ἂν οὖν οἴει πρίασθαί με τὴν ὁμιλίαν σου, ὑπὲρ τοῦ γνωρίσαι μέ σοι τὰ λυποῦντά με (φέρει γάρ, ὡς οἶσθα, καὶ τὸ ἐξειπεῖν ῥᾳστώνην τινὰ τοῖς ὀδυνωμένοις), ἀποκρίνασθαί τε περὶ τῶν ἐπιζητουμένων· οὐ γράμμασιν ἀψύχοις καταπιστεύσαντα, ἀλλʼ αὐτὸν διἐμαυτοῦ ἐναργῶς λέγοντα ἕκαστα, καὶ ἐπεξιόντα. οἱ γὰρ ἔμψυχοι λόγοι δραστικωτέραν ἔχουσι τὴν πειθώ· πρός τε τὸ εὐεπιχείρητον καὶ πρὸς συκοφαντίαν εὐάλωτον, οὐκέτι ὅμοιοι τοῖς γεγραμμένοις εἰσί. καὶ γὰρ οὐδὲν ἀτόλμητον λοιπὸν οὐδενί, ὅπου γε καὶ οἱ τὰ μέγιστα παρʼ ἡμῶν πιστευθέντες, οὓς ᾐσθανόμεθα μετὰ τῶν ἀνθρώπων ὁρῶντες, ὡς μεῖζόν τι ὄντας κατὰ ἄνθρωπον, οὖτοι κατεδέξαντο συγγράμματά τινος τὰ ὁποῖα δήποτε ὡς ἡμέτερα παραπέμπειν· καὶ ἐπʼ αὐτοῖς διαβάλλειν ταῖς ἀδελφότησιν, ὡς μηδὲν λοιπὸν τοῦ ἡμετέρου ὀνόματος φευκτότερον εἶναι τοῖς εὐλαβέσι. τὸ γὰρ ἀγνοηθῆναι γενόμενος ἐξ ἀρχῆς ἐπιτηδεύσας, ὡς οὐκ οἶδα εἴ τις ἄλλος τῶν ἐπεσκεμμένων τὴν ἀνθρωπίνην ἀσθένειαν, νῦν καθάπερ τὸ ἐναντίον προελόμενος πᾶσιν ἀνθρώποις γνώριμον ἐμαυτὸν καταστῆσαι, οὕτω πανταχοῦ γῆς, προσθήσω δὲ ὅτι καὶ θαλάσσης, διατεθρύλλημαι. οἵ τε γὰρ τὸν ἔσχατον ὅρον τῆς ἀσεβείας ἐπιτηδεύοντες, καὶ τὸ ἄθεον τῆς ἀνομοιότητος δόγμα ταῖς ἐκκλησίαις ἐπάγοντες, πρὸς ἐμὲ τὸν πόλεμον ἔχουσιν· οἵ τε τὴν μέσην ἐλαύνοντες, ὡς οἴονται, καὶ ἀπὸ μὲν τῶν αὐτῶν ἐκείνων ἀρχῶν ὡρμημένοι, τῇ δὲ τῶν λογισμῶν ἀκολουθίᾳ μὴ ἐφιέντες διὰ τὸ ὑπεναντίον ταῖς ἀκοαῖς τῶν πολλῶν, ἡμᾶς δυσχεραίνουσι καὶ πλύνουσι μὲν ταῖς λοιδορίαις, ἐφʼ ὅσον δύνανται, οὐδεμιᾶς δὲ ἀπέχονται τῆς ἐπιβουλῆς, εἰ καὶ ὅτι Κύριος ἀπράκτους αὐτῶν τὰς ἐγχειρήσεις ἐποίησε. ταῦτα πῶς οὐ λυπηρά; πῶς οὐχὶ ὀδυνηράν μοι τὴν ζωὴν κατασκευάζοντα; ὅς γε μίαν τίθεμαι τῶν κακῶν παραμυθίαν τὴν ἀσθένειαν τῆς σαρκός, ὑφʼ ἧς πέπεισμαι μὴ πολὺν χρόνον παραμένειν τῇ δυστήνῳ ταύτῃ ζωῇ. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
§212.3 Σὲ δὲ ἐπὶ τοῖς πάθεσι τοῦ σώματος παρακαλῶ μεγαλοφυῶς καὶ ἀξίως τοῦ καλέσαντος ἡμᾶς Θεοῦ διακεῖσθαι· ὃς ἐὰν ἴδῃ ἡμᾶς μετʼ εὐχαριστίας δεξαμένους τὰ παρόντα, ἐπανήσει τὰ λυποῦντα, ὡς ἐπὶ τοῦ Ἰώβ, τοῖς μεγάλοις στεφάνοις τῆς ὑπομονῆς ἀμείψεται ἐν τῇ μετὰ ταύτην τὴν ζωὴν ἡμῶν καταστάσει.
§213.1 Κύριος παρασχόμενός μοι ταχεῖαν ἐπὶ ταῖς θλίψεσι τὴν ἀντίληψιν αὐτός σοι τῆς ἀναπαύσεως, ἣν ἀνέπαυσας ἡμᾶς ἐν τῇ παρούσῃ διὰ τοῦ γράμματος ἐπισκέψει, παράσχοιτο τὴν ἀντίληψιν, τῇ ἀληθινῇ καὶ μεγάλῃ εὐφροσύνῃ τοῦ πνεύματος τὸν ἐπὶ τῇ παρακλήσει μισθὸν τῆς ταπεινώσεως ἡμῶν ἀποπληρῶν. ἔτυχον γάρ πως τὴν ψυχὴν κεκακωμένος, ἐν πολυανθρώπῳ συλλήψει κτηνώδη τινὰ καὶ παντελῶς ἄλογον τοῦ λαοῦ καταμαθὼν ῥᾳθυμίαν, καὶ τῶν ἀγόντων αὐτοὺς παλαιὰν καὶ δυσδιόρθωτον συνήθειαν τοῦ κακοῦ. ἐπεὶ δὲ εἶδον τὰ γράμματα καὶ τὸν ἐν αὐτοῖς τῆς ἀγάπης θησαυρόν, ἐπέγνων ὅτι ἐπέλαμψεν ἡμῖν τοῖς ἐν πικρίᾳ ζῶσι γλυκεῖαν παραμυθίαν οἰκονομῶν τὰ ἡμέτερα. διὰ καὶ ἀντιφθέγγομαί σου τὴν ὁσιότητα, παρακαλῶν τὴν συνήθη παράκλησιν, μὴ διαλιπεῖν σε εὐχόμενον ὑπὲρ τῆς ἐλεεινῆς μου ζωῆς, μήποτε, τῇ φαντασίᾳ τοῦ βίου τούτου καταβαπτισθείς, ἐπιλάθωμαι μὲν τοῦ Θεοῦ τοῦ ἐγείροντος ἀπὸ γῆς πτωχόν, ἔπαρσιν δέ τινα παθὼν εἰς κρῖμα ἐμπέσω τοῦ διαβόλου· ῥαθυμήσας δὲ τῆς οἰκόνομίας καθεύδων ὑπὸ τοῦ Δεσπότου καταληφθῶ, καὶ διὰ τῶν βλαβερῶν ἔργων προστιθείς, καὶ τύπτων τὴν συνείδησιν τῶν συνδούλων, καὶ μετὰ τῶν μεθυόντων γινόμενος, ἐν τῇ δικαιοκρισίᾳ τοῦ Θεοῦ πάθω τὰ τοῖς πονηροῖς τῶν οἰκονόμων ἠπειλημένα. παρακαλῶ οὖν σε ἐπὶ πάσῃ προσευχῇ δέεσθαι τοῦ Θεοῦ νήφειν ἡμᾶς ἐν πᾶσιν, ἵνα μὴ αἰσχύνη γινώμεθα καὶ ὄνειδος τῷ ὀνόματι τοῦ Χριστοῦ, ἐν τῇ ἀποκαλύψει τῶν κρυπτῶν τῆς καρδίας ἡμῶν κατὰ τὴν μεγάλην ἡμέραν τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
§213.2 Γίνωσκε δέ με ἐν προσδοκίᾳ εἶναι τοῦ κατʼ ἐπήρειαν τῶν αἱρετικῶν ἀνακληθήσεσθαι εἰς τὸ στρατόπεδον, ἐπὶ προφάσει δὴ τῆς εἰρήνης· καὶ τοῦτο ἀκούσαντα καὶ τὸν ἐπίσκοπον τόνδε ἐπεσταλκέναι ἡμῖν σπουδάσαι περὶ τὴν Μεσοποταμίαν γενέσθαι, καὶ τὸν ἐκεῖ τοὺς ὁμοδόξους καὶ ἐπικρατύνοντας τὰ τῶν ἐκκλησιῶν συναγαγόντα, μετʼ αὐτῶν ὁρμῆσαι πρὸς τὸν βασιλέα. ἐμοὶ δὲ τάχα μὲν οὐδὲ τὸ σῶμα αὐτὸ πρὸς τὴν ἐν τῷ χειμῶνι ὁδοιπορίαν ἀρκέσει· τέως δὲ οὐδὲ ἀναγκαῖον τὸ πρᾶγμα ἐφάνη, πλὴν εἰ μὴ αὐτὸς συμβουλεύσῃς. ἀναμενῶ γὰρ καὶ τὴν παρὰ τῆς θεοσεβείας σου συμβουλήν, ὥστε κρατυνθῆναι τὴν γνώμην. διὸ παρακαλῶ θᾶττον ἡμῖν διά τινος τῶν σπουδαίων ἀδελφῶν τὸ παραστὰν τῇ τελειότητί σου καὶ ἐνθέῳ συνέσει φανερωθῆναι.
§214.1 Ὅτε ἠκούσαμεν τὴν σεμνότητά σου πάλιν ἐκβεβιάσθαι πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν, εὐθὺς μὲν διεταράχθημεν (εἰρήσεται γὰρ τἀληθές), λογιζόμενοι ὅπως σοι παρὰ γνώμην ἐστίν, ἅπαξ ἀφεθέντι τῶν δημοσίων φροντίδων, καὶ σχολάσαντι τῇ ἐπιμελείᾳ τῆς ἑαυτοῦ ψυχῆς, πάλιν ἀναγκάζεσθαι πρὸς τὰ αὐτὰ ὑποστρέφειν. ἔπειτα εἰς ἔννοιαν ἐλθόντες, ὡς ὅτι τάχα Κύριος, βουλόμενος τῶν μυρίων ὀδυνῶν, αἳ νῦν τὰς καθʼ ἡμᾶς Ἐκκλησίας συνέχουσι, μίαν ταύτην χαρίσασθαι παραμυθίαν, τὴν σὴν σεμνοπρέπειαν πάλιν ᾠκονόμησεν ἐπὶ τῶν πραγμάτων φανῆναι, καὶ δὴ καὶ εὐθυμότεροι ἦμεν, ὡς μέλλοντες ἔτι γοῦν ἅπαξ, πρὶν ἀπιέναι τῆς ζωῆς ταύτης, συντεύξεσθαι τῇ τιμιότητί σου.
§214.2 Ἀλλὰ πάλιν ἡμᾶς ἑτέρα φήμη κατέσχεν, ὡς ἐπὶ τῆς Ἀντιοχείας διάγοντος καὶ τὰ ἐν χερσὶ πράγματα ταῖς μεγάλαις ἀρχαῖς συνδιέποντος. πρὸς δὲ τῇ φήμῃ ταύτῃ κατέλαβεν ἡμᾶς ἀκοή, ὅτι καὶ οἱ τῆς κατὰ Παυλῖνον συντάξεως ἀδελφοὶ διαλέγονταί τινα τῇ ὀρθότητί σου περὶ τῆς πρὸς ἡμᾶς ἑνώσεως· ἡμᾶς δὲ λέγω τοὺς τῆς μερίδος τοῦ ἀνθρώπου τοῦ Θεοῦ, Μελετίου, τοῦ ἐπισκόπου. οὓς καὶ γράμματα ἀκούω νῦν τῶν Δυτικῶν περιφέρειν, αὐτοῖς τὴν ἐπισκοπὴν τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιτρέποντα, παραλογιζόμενα δὲ τὸν θαυμασιώτατον ἐπίσκοπον τῆς ἀληθινῆς τοῦ Θεοῦ Ἐκκλησίας Μελέτιον. καὶ οὐ θαυμάζω τοῦτο. οἱ μὲν γὰρ ἀγνοοῦσι παντελῶς τὰ ἐνταῦθα· οἱ δέ, καὶ δοκοῦντες εἰδέναι, φιλονεικότερον μᾶλλον ἀληθέστερον αὐτοῖς ἐξηγοῦνται. πλὴν ἀλλʼ ἐκείνους μὲν οὐδὲν ἀπεικὸς ἀγνοεῖν τὴν ἀλήθειαν καὶ ἀποκρύπτεσθαι τὴν αἰτίαν, διἣν εἰς τὸ γράφειν Παυλίνῳ ἦλθεν μακαριώτατος ἐπίσκοπος Ἀθανάσιος. τὴν δὲ σὴν τελειότητα αὐτοῦ ἔχουσαν τοὺς δυναμένους τὰ μεταξὺ τῶν ἐπισκόπων γενόμενα ἐπὶ τῆς Ἰοβιανοῦ βασιλείας ἀκριβῶς διηγήσασθαι, παρακαλοῦμεν ὑπʼ αὐτῶν πληροφορηθῆναι. πλὴν ἀλλʼ ἐπειδὴ οὐδενὸς κατηγοροῦμεν, πρὸς πάντας δὲ ἔχειν εὐχόμεθα τὴν ἀγάπην, καὶ μάλιστα πρὸς τοὺς οἰκείους τῆς πίστεως, συγχαίρομεν τοῖς κομισαμένοις τὰ ἀπὸ Ῥώμης γράμματα. κἄν τινα σεμνὴν καὶ μεγάλην ἔχῃ αὐτοῖς μαρτυρίαν, εὐχόμεθα ἀληθῆ εἶναι ταύτην καὶ διαὐτῶν τῶν ἔργων βεβαιουμένην. οὐ μέντοι τούτου γε ἕνεκεν δυνάμεθά ποτε ἑαυτοὺς πεῖσαι Μελέτιον ἀγνοῆσαι, τῆς ὑπʼ αὐτὸν ἐκκλησίας ἐπιλαθέσθαι, τὰ ζητήματα, ὑπὲρ ὧν ἐξ ἀρχῆς διάστασις γέγονε, μικρὰ ἡγήσασθαι, καὶ ὀλίγην ἔχειν διαφορὰν νομίσαι πρὸς τὸν τῆς εὐσεβείας σκοπόν. ἐγὼ γάρ, οὐχ ὅπως εἰ ἐπιστολήν τις ἀνθρώπων δεξάμενος, ἐπʼ αὐτῇ μέγα φρονεῖ, τούτου ἕνεκεν ὑποσταλῆναί ποτε καταδέξομαι· ἀλλʼ οὐδʼ ἂν ἐξ αὐτῶν ἥκῃ τῶν οὐρανῶν, μὴ στοιχῇ δὲ τῷ ὑγιαίνοντι λόγῳ τῆς πίστεως, δύναμαι αὐτὸν κοινωνὸν ἡγήσασθαι τῶν ἁγίων.
§214.3 Ἐνθυμήθητι γάρ, θαυμάσιε, ὅτι οἱ παραχαράκται τῆς ἀληθείας, οἱ τὸ Ἀρειανὸν σχίσμα τῇ ὑγιεῖ τῶν πατέρων ἐπεισαγαγόντες πίστει, οὐδεμίαν ἄλλην αἰτίαν προβάλλονται τοῦ μὴ παραδέχεσθαι τὸ εὐσεβὲς τῶν πατέρων δόγμα, τὴν τοῦ ὁμουσίου διάνοιαν, ἣν αὐτοὶ πονηρῶς καὶ ἐπὶ διαβολῇ τῆς ὅλης πίστεως ἐξηγοῦνται, λέγοντες τὸν Υἱὸν κατὰ τὴν ὑπόστασιν ὁμοούσιον λέγεσθαι παρʼ ἡμῶν. οἷς ἐάν τινα δῶμεν ἀφορμήν, ἐκ τοῦ περιφέρεσθαι τοῖς διἁπλότητα μᾶλλον διὰ κακίαν ταῦτα τὰ τούτοις παραπλήσια λέγουσιν, οὐδὲν κωλύει καὶ ἡμᾶς ἀναντιρρήτους μὲν δοῦναι καθʼ ἑαυτῶν τὰς λαβάς, ἰσχυρὰν δὲ ἐκείνοις κατασκευάσαι τὴν αἵρεσιν, οἷς μία μελέτη ἐστίν, ἐν τοῖς ἐπὶ τῆς ἐκκλησίας λόγοις οὐ τὰ ἑαυτῶν κατασκευάζειν, ἀλλὰ τὰ ἡμέτερα διαβάλλειν.
§214.4 Τίς δʼ ἂν γένοιτο τῆς διαβολῆς ταύτης χαλεπωτέρα, καὶ μᾶλλον δυναμένη τοὺς πολλοὺς διασαλεῦσαι, εἰ φανείησάν τινες ἐξ ἡμῶν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μίαν ὑπόστασιν λέγοντες, οἳ κἂν πάνυ τὸ τῶν προσώπων διάφορον ἐναργῶς δογματίζωσιν, ἀλλʼ οὖν τῷ παρὰ τοῦ Σαβελλίου προειλῆφθαι τὸ αὐτὸ τοῦτο λέγοντος· ἕνα μὲν εἶναι τῇ ὑποστάσει τὸν Θεόν, προσωποποιεῖσθαι δὲ ὑπὸ τῆς Γραφῆς διαφόρως κατὰ τὸ ἰδίωμα τῆς ὑποκειμένης ἑκάστοτε χρείας· καὶ νῦν μὲν τὰς πατρικὰς ἑαυτῷ περιτιθέναι φωνάς, ὅταν τούτου καιρὸς τοῦ προσώπου, νῦν δὲ τὰς Υἱῷ πρεπούσας, ὅταν πρὸς τὴν ἡμετέραν ἐπιμέλειαν πρὸς ἄλλας τινὰς οἰκονομικὰς ἐνεργείας ὑποβαίνῃ, νῦν δὲ τὸ τοῦ Πνεύματος ὑποδύεσθαι προσωπεῖον, ὅταν καιρὸς τὰς ἀπὸ τοῦ τοιούτου προσώπου φωνὰς ἀπαιτῇ. ἐὰν οὖν καὶ παρʼ ἡμῖν φανῶσί τινες ἓν τῷ ὑποκειμένῳ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα λέγοντες, τρία δὲ πρόσωπα τέλεια ὁμολογοῦντες, πῶς οὐχὶ σαφῆ καὶ ἀναντίρρητον δόξουσι παρέχεσθαι τὴν ἀπόδειξιν τοῦ ἀληθῆ εἶναι τὰ λεγόμενα περὶ ἡμῶν;
§214.5 Περὶ δὲ τοῦ ὅτι ὑπόστασις καὶ οὐσία οὐ ταὐτόν ἐστι, καὶ αὐτοί, ὡς νομίζω, ὑπεσημήναντο οἱ ἀπὸ τῆς δύσεως ἀδελφοί, ἐν οἷς τὸ στενὸν τῆς ἑαυτων γλώττης ὑφορώμενοι τὸ τῆς οὐσίας ὄνομα τῇ Ἑλλάδι φωνῇ παραδεδώκασιν, ἵνα, εἴ τις εἴη διαφορὰ τῆς ἐννοίας, σώζοιτο αὐτὴ ἐν τῇ εὐκρινεῖ καὶ ἀσυγχύτῳ διαστάσει τῶν ὀνομάτων. εἰ δὲ δεῖ καὶ ἡμᾶς τὸ δοκοῦν ἡμῖν ἐν βραχεῖ εἰπεῖν, ἐκεῖνο ἐροῦμεν, ὅτι ὃν ἔχει λόγον τὸ κοινὸν πρὸς τὸ ἴδιον, τοῦτον ἔχει οὐσία πρὸς τὴν ὑπόστασιν. ἕκαστος γὰρ ἡμῶν καὶ τῷ κοινῷ τῆς οὐσίας λόγῳ τοῦ εἶναι μετέχει, καὶ τοῖς περὶ αὐτὸν ἰδιώμασιν δεῖνα ἔστι καὶ δεῖνα. οὕτω κἀκεῖ μὲν τῆς οὐσίας λόγος κοινός, οἷον ἀγαθότης, θεότης, εἴ τι ἄλλο νοοῖτο· δὲ ὑπόστασις ἐν τῷ ἰδιώματι τῆς πατρότητος, τῆς υἱότητος, τῆς ἁγιαστικῆς δυνάμεως θεωρεῖται. εἰ μὲν οὖν ἀνυπόστατα λέγουσι τὰ πρόσωπα, αὐτόθεν ἔχει λόγος τὴν ἀτοπίαν· εἰ δὲ ἐν ὑποστάσει εἶναι αὐτὰ ἀληθινῇ συγχωροῦσιν, ὁμολογοῦσι, καὶ ἀριθμείτωσαν, ἵνα καὶ τοῦ ὁμοουσίου λόγος διαφυλαχθῇ ἐν τῇ ἑνότητι τῆς θεότητος καὶ τῆς εὐσεβείας ἐπίγνωσις Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἐν τῇ ἀπηρτισμένῃ καὶ ὁλοτελεῖ ἑκάστου τῶν ὀνομαζομένων ὑποστάσει κηρύσσηται. ὅμως δὲ ἐκεῖνο βούλομαι πεπεῖσθαι τὴν σεμνότητά σου, ὅτι καὶ σὲ καὶ πάντα τὸν παραπλησίως σοι τῆς ἀληθείας φροντίζοντα, καὶ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγωνιζομένους μὴ ἀτιμάζοντα, ἀναμένειν δεῖ καθηγήσασθαι τῆς συναφείας ταύτης καὶ τῆς εἰρήνης τοὺς προστάτας τῶν ἐκκλησιῶν, οὓς ἐγὼ στύλους καὶ ἑδραίωμα τῆς ἀληθείας καὶ τῆς Ἐκκλησίας τίθεμαι· καὶ τοσούτῳ πλέον αὐτοὺς αἰδοῦμαι, ὅσῳ ἂν μακρότερον ἐξοικισθῶσιν, ἀντὶ τιμωρίας αὐτοῖς ἐπαγομένου τοῦ χωρισμοῦ. παρακαλῶ οὖν, φύλαξον ἡμῖν σεαυτὸν ἀπρόληπτον, ἵνʼ ἔχωμέν σοι γοῦν ἐπαναπαύεσθαι, ὃν ἐν πᾶσι βακτηρίαν ἡμῖν καὶ ἔρεισμα Θεὸς ἐχαρίσατο.
§215 Εὐθὺς ἐπιτυχὼν ἀφορμῆς, ἐπέστειλα τῷ θαυμασιωτάτῳ ἀνδρὶ Τερεντίῳ τῷ κόμητι, λογισάμενος ἀνυποπτότερον εἶναι τὸ διὰ ξένων αὐτῷ γράφειν περὶ τῶν προκειμένων, καὶ ἅμα βουλόμενος μηδεμίαν ἐγγενέσθαι διατριβὴν τῷ πράγματι τὸν ποθεινότατον ἀδελφὸν Ἀκάκιον. τῷ διαψηφιστῇ τῆς τάξεως τῶν ἐπάρχων ἔδωκα οὖν τὴν ἐπιστολὴν δημοσίῳ δρόμῳ ὁδεύοντι, καὶ ἐνετειλάμην πρώτοις ὑμῖν ἐμφανίσαι τὸ γράμμα. τὴν δὲ ἐπὶ Ῥώμην ὁδὸν οὐκ οἶδα ὅπως οὐδεὶς ἀνήγγειλε τῇ συνέσει ὑμῶν, ὅτι ἐν τῷ χειμῶνι παντελῶς ἐστιν ἄπορος, τῆς μεταξὺ χώρας ἀπὸ Κωνσταντινουπόλεως μέχρι τῶν καθʼ ἡμᾶς ὅρων πολεμίων πεπληρωμένης. εἰ δὲ δεῖ θαλάσσῃ χρήσασθαι, ἔσται καιρός, μόνον ἐὰν καταδέξηται καὶ τὸν πλοῦν καὶ τὴν ὑπὲρ τῶν τοιούτων πραγμάτων πρεσβείαν, θεοφιλέστατος ἐπίσκοπος Γρηγόριος ἀδελφός. ἐγὼ μὲν γὰρ οὔτε τοὺς συναπερχομένους αὐτῷ ὁρῶ, καὶ αὐτὸν γινώσκω παντελῶς ἄπειρον ὄντα τῶν κατὰ τὰς ἐκκλησίας· καὶ εὐγνώμονι μὲν ἀνδρὶ αἰδέσιμον αὐτοῦ καὶ πολλοῦ ἀξίαν τὴν συντυχίαν, ὑψηλῷ δὲ καὶ μετεώρῳ, ἄνω που καθημένῳ, καὶ διὰ τοῦτο ἀκούειν τῶν χαμόθεν αὐτῷ τὴν ἀλήθειαν φθεγγομένων μὴ δυναμένῳ, τί ἂν γένοιτο ὄφελος τοῖς κοινοῖς παρὰ τῆς τοῦ τοιούτου ἀνδρὸς ὁμιλίας, ὃς ἀλλότριον ἔχει θωπείας ἀνελευθέρου τὸ ἦθος;
§216.1 Πολλαὶ μὲν ἡμᾶς καὶ ἄλλαι ἀποδημίαι τῆς πατρίδος ἀπήγαγον. καὶ γὰρ μέχρι τῆς Πισιδίας διέβημεν, ὥστε μετὰ τῶν ἐκεῖ ἐπισκόπων τὰ κατὰ τοὺς ἐν τῇ Ἰσαυρίᾳ ἀδελφοὺς τυπῶσαι. κἀκεῖθεν ἐπὶ τὸν Πόντον ἡμᾶς διεδέξατο ἀποδημία, ἱκανῶς τὸν Δαζιμῶνα ταράξαντος τοῦ Εὐσταθίου, καὶ πολλοὺς ἀναπείσαντος τῶν ἐκεῖ ἀποσχισθῆναι τῆς ἐκκλησίας ἡμῶν. ἐγενόμεθα δὲ καὶ μέχρι τοῦ οἰκιδίου Πέτρου τοῦ ἀδελφοῦ ἡμῶν, διὰ τὸ προσεγγίζειν τοῖς κατὰ Νεοκαισάρειαν τόποις πολλῆς μὲν τοῖς ἐκεῖ ταραχῆς παρέσχεν αἰτίαν, πολλῆς δὲ ὕβρεως ἡμῖν ὑπόθεσιν προεξένησεν. οἱ μὲν γὰρ ἔφευγον, οὐδενὸς διώκοντος, ἡμεῖς δὲ ἐνομιζόμεθα ἐπιθυμίᾳ τῶν παρʼ αὐτοῖς ἐπαίνων καὶ ἄκλητοι εἰσωθίζεσθαι.
§216.2 Ἐπεὶ δὲ ἐπανήλθομεν, ἐκ τῶν ὄμβρων καὶ τῶν ἀθυμιῶν πολλὴν ἀρρωστίαν συναγαγόντες, εὐθὺς ἡμᾶς ἐκ τῆς Ἀνατολῆς κατέλαβε γράμματα, σημαίνοντα τοῖς περὶ Παυλῖνον ἀπὸ τῆς Δύσεως ἐπιστολάς τινας, ὥσπερ τινὸς ἀρχῆς συνθήματα, κεκομίσθαι, καὶ μέγα φρονεῖν τοὺς στασιαστὰς τοῦ μέρους ἐκείνου, καὶ ἐπαγάλλεσθαι τοῖς γράμμασιν, εἶτα καὶ πίστιν προτείνεσθαι, καὶ ἐπὶ ταύτῃ ἑτοίμως ἔχειν συνάπτεσθαι τῇ καθʼ ἡμᾶς Ἐκκλησίᾳ. πρὸς δὲ τούτοις κἀκεῖνο ἡμῖν ἀπηγγέλθη, ὅτι ὑπηγάγοντο πρὸς τὴν ὑπὲρ αὐτῶν σπουδὴν τὸν πάντα ἄριστον ἄνδρα Τερέντιον, ταχέως ἐπέστειλα, καθʼ ὅσον ἦν μοι δυνατόν, ἐπέχων αὐτὸν τῆς ὁρμῆς καὶ διδάσκων τὴν κατʼ αὐτοὺς ἀπάτην.
§217.1 Απὸ ὁδοῦ μακρᾶς ἐπανελθὼν (ἐγενόμην γὰρ μέχρι τοῦ Πόντου ἐκκλησιαστικῶν ἕνεκεν χρειῶν καὶ κατʼ ἐπίσκεψιν τῶν ἐπιτηδείων), καὶ τὸ σῶμά μου συντετριμμένον ἐπαναγαγών, καὶ τὴν ψυχὴν μετρίως κεκακωμένος, ἐπειδὴ τὸ γράμμα τῆς εὐλαβείας σου ἐπὶ χεῖρας ἔλαβον, πάντων ἀθρόως ἐπελαθόμην, καὶ τῆς φωνῆς τῆς πασῶν ἐμοὶ ἡδίστης καὶ χειρὸς τῆς φιλτάτης ὑποδεξάμενος σύμβολα. ὃς οὖν ἐκ τῶν γραμμάτων οὕτως ἐγενόμην ἡδίων, εἰκάζειν ὀφείλεις πόσου ἀξίαν ποιοῦμαι τὴν συντυχίαν σου, ἣν οἰκονομήσειεν ἅγιος γενέσθαι, ὅπου ἀνεπαχθὲς καὶ αὐτὸς ἡμᾶς προσκαλέσῃ. καὶ γὰρ οὐ χαλεπόν μοι, εἰ καταλάβοις τὸν οἶκον τὸν ἐπὶ τῆς Εὐφημιάδος, γενέσθαι ὁμοῦ, τά τε ὧδε ὀχληρὰ διαφεύγοντι, καὶ πρὸς τὴν ἀνυπόκριτόν σου ἀγάπην ἐπειγομένῳ. τάχα δέ μοι καὶ ἄλλως ἀναγκαίαν ποιεῖ τὴν μέχρι Ναζιανζοῦ ὁδὸν ἀθρόα τοῦ θεοφιλεστάτου ἐπισκόπου Γρηγορίου ἀναχώρησις, μετὰ ποίας αἰτίας γενομένη ἀγνοουμένη μέχρι τοῦ νῦν. δὲ ἄνθρωπος, περὶ οὗ κἀγὼ ἤμην διαλεχθεὶς τῇ τελειότητί σου, καὶ αὐτὸς νῦν ἤλπισας ἕτοιμον εἶναι, γίνωσκε ὅτι μακρᾷ ἀρρωστίᾳ περιπεσών, καὶ κάμνων λοιπὸν περὶ αὐτὰς τὰς ὄψεις ἐκ τοῦ παλαιοῦ πάθους καὶ τῆς ἔναγχος αὐτῷ ἐπισυμβάσης νόσου, παντελῶς ἄχρηστος πρὸς τὰς τυχούσας ἐνεργείας ἀπέμεινεν. ἄλλος δὲ οὐκ ἔστι παρʼ ἡμῖν. ὥστε βέλτιον, εἰ καὶ ἡμῖν ἐπέτρεψαν τὸ πρᾶγμα, ἀλλʼ οὖν ἐξ αὐτῶν ἐκείνων τινὰ προβληθῆναι. καὶ γὰρ ἡγεῖσθαι χρὴ ταῦτα μὲν τῆς ἀνάγκης εἶναι τὰ ῥήματα, τὴν δὲ ψυχὴν αὐτῶν ἐκεῖνο βούλεσθαι, ὅπερ ἐξ ἀρχῆς ἐπεζήτησαν, οἰκεῖον εἶναι τὸν καθηγούμενον. εἰ δέ ἐστί τις τῶν νεοφωτίστων, κἂν δοκῇ τῷ Μακεδονίῳ, κἂν μή, ἐκεῖνος προβληθήτω. τυπώσεις δὲ αὐτὸν πρὸς τὸ δέον, τοῦ ἐν πᾶσι συνεργοῦντός σοι Κυρίου καὶ τὴν εἰς τοῦτο χάριν παρεχομένου.
§217.2 Τὸ κατὰ τοὺς κληρικοὺς ἀδιορίστως οἱ κανόνες ἐξέθεντο, κελεύσαντες μίαν ἐπὶ τοῖς παραπεσοῦσιν ὁρίζεσθαι τιμωρίαν, τὴν ἔκπτωσιν τῆς ὑπηρεσίας, εἴτε ἐν βαθμῷ τυγχάνοιεν, εἴτε καὶ ἀχειροθέτῳ ὑπηρεσίᾳ προσκαρτεροῖεν.
§217.3 τοῦ κυήματος κατὰ τὴν ὁδὸν ἀμελήσασα, εἰ μὲν οὖν δυναμένη περισώσασθαι κατεφρόνησεν, συγκαλύψειν τὴν ἁμαρτίαν ἐντεῦθεν νομίζουσα, ὅλως θηριώδει καὶ ἀπανθρώπῳ λογισμῷ χρησαμένη, ὡς ἐπὶ φόνῳ κρινέσθω. εἰ δὲ οὐκ ἠδυνήθη περιστεῖλαι, καὶ διἐρημίαν καὶ ἀπορίαν τῶν ἀναγκαίων διεφθάρη τὸ γεννηθέν, συγγνωστὴ μήτηρ.
§217.4 χήρα δούλη τάχα οὐ μέγα ἔπταισεν, ἑλομένη δεύτερον γάμον ἐν σχήματι ἁρπαγῆς. ὥστε οὐδὲν τούτου ἕνεκεν ἐγκαλεῖσθαι χρή. οὐ γὰρ τὰ σχήματα κρίνεται, ἀλλʼ προαίρεσις. δῆλον δὲ ὅτι τὸ τῆς διγαμίας μένει αὐτὴν ἐπιτίμιον.
§217.5 Τὰς τῶν ἀκουσίων φόνων διαφορὰς πρὸ χρόνου οἶδα ἐπιστείλας τῇ θεοσεβείᾳ σου κατὰ τὸ ἐμοὶ δυνατὸν καὶ πλέον ἐκείνων οὐδὲν εἰπεῖν δύναμαι· τῆς δὲ σῆς συνέσεώς ἐστὶ κατὰ τὸ ἰδίωμα τῆς περιστάσεως ἐπιτείνειν τὰ ἐπιτίμια, καὶ ὑφεῖναι.
§217.6 Οἱ τοῖς λῃσταῖς ἀντεπεξιόντες, ἔξω μὲν ὄντες τῆς κοινωνίας εἴργονται τοῦ ἀγαθοῦ· κληρικοὶ δὲ ὄντες τοῦ βαθμοῦ καθαιροῦνται. πᾶς γάρ, φησίν, λαβὼν μάχαιραν ἐν μαχαίρᾳ ἀποθανεῖται.
§217.7 ἑκουσίως φονεύσας, μετὰ δὲ τοῦτο μεταμεληθείς, εἴκοσιν ἔτεσιν ἀκοινώνητος ἔσται τοῖς ἁγιάσμασι. τὰ δὲ εἴκοσιν ἔτη οὕτως οἰκονομηθήσεται ἐπʼ αὐτῷ. ἐν τέσσαρσιν ἔτεσι προσκλαίειν ὀφείλει, ἔξω τῆς θύρας ἑστὼς τοῦ εὐκτηρίου οἴκου, καὶ τῶν εἰσιόντων πιστῶν δεόμενος εὐχὴν ὑπὲρ αὐτοῦ ποιεῖσθαι, ἐξαγορεύων τὴν ἰδίαν παρανομίαν. μετὰ δὲ τὰ τέσσαρα ἔτη εἰς τοὺς ἀκροωμένους δεχθήσεται· καὶ ἐν πέντε ἔτεσι μετʼ αὐτῶν ἐξελεύσεται. ἐν ἑπτὰ ἔτεσι μετὰ τῶν ἐν ὑποπτώσει προσευχόμενος ἐξελεύσεται· ἐν τέσσαρσι συστήσεται μόνον τοῖς πιστοῖς, προσφορᾶς δὲ οὐ μεταλήψεται. πληρωθέντων δὲ τούτων μεθέξει τῶν ἁγιασμάτων.
§217.8 ἀκουσίως φονεύσας ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων. οἰκονομηθήσεται δὲ τὰ δέκα ἔτη ἐπʼ αὐτῷ οὕτω· δύο μὲν ἔτη προσκλαύσει, τρία δὲ ἔτη ἐν ἀκροωμένοις διατελέσει, τέσσαρσιν ὑποπίπτων, καὶ ἐνιαυτῷ συσταθήσεται μόνον· καὶ τῷ ἑξῆς εἰς τὰ ἅγια δεχθήσεται.
§217.9 μοιχεύσας ἐν ιἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· ἐν τέσσαρσι μὲν προσκλαίων ἔτεσιν, ἐν πέντε δὲ ἀκροώμενος, ἐν τέσσαρσιν ὑποπίπτων, ἐν δυσὶ συνεστὼς ἄνευ κοινωνίας.
§217.10 πόρνος ἐν ἑπτὰ ἔτεσιν ἀκοινώνητος ἔσται τῶν ἁγιασμάτων· δύο προσκλαίων, καὶ δύο ἀκροώμενος, καὶ δύο ὑποπίπτων, καὶ ἑνὶ συνεστως μόνον· τῷ ὀγδόῳ δεχθήσεται εἰς τὴν κοινωνίαν.
§217.11 παρθενίαν ὁμολογήσασα καὶ ἐκπεσοῦσα τῆς ἐπαγγελίας τὸν χρόνον τοῦ ἐπὶ τῆς μοιχείας ἁμαρτήματος ἐν τῇ οἰκονομίᾳ τῆς καθʼ ἑαυτὴν ζωῆς πληρώσει. τὸ αὐτὸ καὶ ἐπὶ τῶν βίον μοναζόντων ἐπαγγειλαμένων καὶ ἐκπιπτόντων.
§217.12 κλέψας, εἰ μὲν ἀφʼ ἑαυτοῦ μεταμεληθεὶς κατηγορήσειεν ἑαυτοῦ, ἐνιαυτὸν κωλυθήσεται μόνον τῆς κοινωνίας τῶν ἁγιασμάτων· εἰ δὲ ἐλεγχθείη, ἐν δυσὶν ἔτεσι. μερισθήσεται δὲ αὐτῷ χρόνος εἰς ὑπόπτωσιν καὶ σύστασιν· καὶ τότε ἀξιούσθω τῆς κοινωνίας.
§217.13 τὴν ἀσχημοσύνην ἐν τοῖς ἄρρεσιν ἐπιδεικνύμενος τὸν χρόνον τοῦ ἐν τῇ μοιχείᾳ παρανομοῦντος οἰκονομηθήσεται.
§217.14 ἐν ἀλόγοις τὴν ἑαυτοῦ ἀσέβειαν ἐξαγορεύων τὸν αὐτὸν χρόνον ἐξομολογούμενος παραφυλάξεται.
§217.15 ἐπίορκος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· δυσὶν ἔτεσι προσκλαίων, τρισὶν ἀκροώμενος, τέσσαρσιν ὑποπίπτων, ἐνιαυτὸν συνεστὼς μόνον· καὶ τότε τῆς κοινωνίας ἀξιούμενος.
§217.16 γοητείαν φαρμακείαν ἐξαγορεύων τὸν τοῦ φονέως χρόνον ἐξομολογήσεται, οὕτως οἰκονομούμενος, ὡς ἐν ἐκείνῳ τῷ ἁμαρτήματι ἑαυτὸν ἐλέγξας.
§217.17 τυμβωρύχος ἐν δέκα ἔτεσιν ἀκοινώνητος ἔσται· ἐν δυσὶ προσκλαίων, ἐν γἀκροώμενος, ἐν δʼ ὑποπίπτων, ἐνιαυτὸν συνεστώς· καὶ τότε δεχθησόμενος.
§217.18 Ἀδελφομιξία τὸν τοῦ φονέως χρόνον ἐξομολογηθήσεται.
§217.19 τῆς ἀπειρημένης συγγενείας εἰς γάμον ἀνθρώπων σύστασις, εἰ φωραθείη ἐν ἁμαρτήμασι γεγενημένη, τὰ τῶν μοιχῶν ἐπιτίμια δέξεται.
§217.20 Ἀναγνώστης, εἰ τῇ ἑαυτοῦ μνηστῇ πρὸ τοῦ γάμου συναλλάξειεν, ἐνιαυτὸν ἀργήσας, εἰς τὸ ἀναγινώσκειν δεχθήσεται, μένων ἀκρόκοπος. κλεψιγαμήσας δὲ ἄνευ μνηστείας, παυθήσεται τῆς ὑπηρεσίας. τὸ αὐτὸ καὶ ὑπηρέτης.
§217.21 Διάκονος ἐν χείλεσι μιανθεὶς καὶ μέχρι τούτου ἡμαρτηκέναι ὁμολογήσας, τῆς λειτουργίας ἐπισχεθήσεται· τοῦ δὲ μετέχειν τῶν ἁγιασμάτων μετὰ τῶν διακόνων ἀξιωθήσεται. τὸ δὲ αὐτὸ καὶ πρεσβύτερος. εἰ δέ τι τούτου πλεῖον φωραθείη τις ἡμαρτηκώς, ἐν οἵῳ ἂν βαθμῷ, καθαιρεθήσεται.
§217.22 συνεγνωκὼς ἑκάστῳ τῶν προειρημένων ἁμαρτημάτων, καὶ μὴ ὁμολογήσας, ἀλλʼ ἐλεγχθείς, τοῦ τοσούτου χρόνου, εἰς ὃν ἐργάτης τῶν κακῶν ἐπιτετίμηται, καὶ αὐτὸς ἔσται ἐν ἐπιτιμίῳ.
§217.23 μάντεσιν ἑαυτὸν ἐπιδούς, τισι τοιούτοις, τὸν χρόνον τοῦ φονέως καὶ αὐτὸς οἰκονομηθήσεται,
§217.24 τὸν Χριστὸν ἀρνησάμενος καὶ παραβὰς τὸ τῆς σωτηρίας μυστήριον, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς αὐτοῦ προσκλαίειν ὀφείλει καὶ ἐξομολογεῖσθαι χρεωστεῖ, ἐν τῷ καιρῷ ἐκβαίνει τοῦ βίου τοῦ ἁγιάσματος ἀξιούμενος πίστει τῆς παρὰ Θεοῦ φιλανθρωπίας.
§217.25 Ἐὰν μέντοιγε ἕκαστος τῶν ἐν τοῖς προγεγραμμένοις ἁμαρτήμασι γενομένων σπουδαῖος γένηται ἐξομολογούμενος, πιστευθεὶς παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας λύειν καὶ δεσμεῖν, εἰ φιλανθρωπότερος γένοιτο, τὸ ὑπερβάλλον τῆς ἐξομολογήσεως ὁρῶν τοῦ ἡμαρτηκότος, εἰς τὸ ἐλαττῶσαι τὸν χρόνον τῶν ἐπιτιμίων, οὐκ ἔσται καταγνώσεως ἄξιος· τῆς ἐν ταῖς Γραφαῖς ἱστορίας γνωριζούσης ἡμῖν τοὺς μετὰ μείζονος πόνου ἐξομολογουμένους ταχέως τὴν τοῦ Θεοῦ φιλανθρωπίαν καταλαμβάνειν.
§217.26 ἀδελφῇ ἰδίᾳ ἐκ πατρὸς ἐκ μητρὸς συμμιανθεὶς εἰς οἶκον προσευχῆς μὴ ἐπιτρεπέσθω παρεῖναι, ἕως ἂν ἀποστῇ τῆς παρανόμου καὶ ἀθεμίτου πράξεως. μετὰ δὲ τὸ ἐλθεῖν εἰς συναίσθησιν τῆς φοβερᾶς ἁμαρτίας ἐκείνης, τριετίαν προσκλαιέτω, τῇ θύρᾳ τῶν εὐκτηρίων οἴκων παρεστηκώς, καὶ δεόμενος τοῦ λαοῦ εἰσιόντος ἐπὶ τὴν προσευχήν, ὥστε ἕκαστον μετὰ συμπαθείας ὑπὲρ αὐτοῦ ἐκτενεῖς ποιεῖσθαι πρὸς τὸν Κύριον τὰς δεήσεις. μετὰ δὲ τοῦτο ἄλλην τριετίαν εἰς ἀκρόασιν μόνην παραδεχθήτω, καὶ ἀκούων τῶν Γραφῶν καὶ τῆς διδασκαλίας ἐκβαλλέσθω, καὶ μὴ καταξιούσθω προσευχῆς. ἔπειτα, εἴπερ μετὰ δακρύων ἐξεζήτησεν αὐτὴν καὶ προσέπεσε τῷ Κυρίῳ μετὰ συντριμμοῦ καρδίας καὶ ταπεινώσεως ἰσχυρᾶς, διδόσθω αὐτῷ ὑπόπτωσις ἐν ἄλλοις τρισὶν ἔτεσι. καὶ οὕτως, ἐπειδὰν τοὺς καρποὺς τῆς μετανοίας ἀξίους ἐπιδείξηται, τῷ δεκάτῳ ἔτει εἰς τὴν τῶν πιστῶν εὐχὴν δεχθήτω χωρὶς προσφορᾶς· καὶ δύο ἔτη συστὰς εἰς τὴν εὐχὴν τοῖς πιστοῖς, οὕτω λοιπὸν καταξιούσθω τῆς τοῦ ἀγαθοῦ κοινωνίας.
§217.27 αὐτὸς τύπος καὶ περὶ τῶν τὰς νύμφας ἑαυτῶν λαμβανόντων.
§217.28 μέντοι καταλιμπάνων τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα καὶ ἑτέραν συναγόμενος, κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν τῷ τῆς μοιχείας ὑπόκειται κρίματι. κεκανόνισται δὲ παρὰ τῶν πατέρων ἡμῶν τοὺς τοιούτους ἐνιαυτὸν προσκλαίειν, διετίαν ἐπακροᾶσθαι, τριετίαν ὑποπίπτειν, τῷ δὲ ἑβδόμῳ συνίστασθαι τοῖς πιστοῖς· καὶ οὕτω τῆς προσφορᾶς καταξιοῦσθαι, ἐὰν μετὰ δακρύων μετανοήσωσιν.
§217.29 δὲ αὐτὸς τύπος κρατείτω καὶ ἐπὶ τῶν τὰς δύο ἀδελφὰς λαμβανόντων εἰς συνοικέσιον, εἰ καὶ κατὰ διαφόρους χρόνους.
§217.30 Οἱ δὲ ταῖς μητρυιαῖς ταῖς ἑαυτῶν ἐπιμαινόμενοι τῷ αὐτῷ ὑπόκεινται κανόνι, ᾧκαὶ οἱ ταῖς ἑαυτῶν ἀδελφαῖς ἐπιμαινόμενοι.
§217.31 Τὴν δὲ πολυγαμίαν οἱ πατέρες ἀπεσιώπησαν, ὡς κτηνώδη καὶ παντελῶς ἀλλοτρίαν τοῦ γένους τῶν ἀνθρώπων. ἡμῖν δὲ παρίσταται πλέον τι πορνείας εἶναι τὸ ἁμάρτημα. διὸ εὔλογον τοὺς τοιούτους ὑποβάλλεσθαι τοῖς κανόσι· δηλονότι ἐνιαυτὸν προσκλαύσαντας, καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς εἶναι.
§217.32 Ἐπειδὴ δὲ πολλοὶ ἐν τῇ τῶν βαρβάρων καταδρομῇ παρέβησαν τὴν εἰς Θεὸν πίστιν, ὅρκους ἐθνικοὺς ἐπιτελέσαντες, καὶ ἀθεμίτων τινῶν γευσάμενοι τῶν ἐν τοῖς εἰδώλοις τοῖς μαγικοῖς προσενεχθέντων αὐτοῖς, οὗτοι κατὰ τοὺς ἤδη παρὰ τῶν πατέρων ἡμῶν ἐξενεχθέντας κανόνας οἰκονομείσθωσαν. οἱ μὲν γὰρ ἀνάγκην χαλεπὴν ἐκ βασάνων ὑπομείναντες, καὶ μὴ φέροντες τοὺς πόνους, καὶ ἑλκυσθέντες πρὸς τὴν ἄρνησιν, ἐν τρισὶν ἔτεσιν ἀδέκτους εἶναι, καὶ ἐν δυσὶν ἀκροᾶσθαι· καὶ ἐν τρισὶν ὑποπεσόντας, οὕτω δεκτοὺς γενέσθαι εἰς τὴν κοινωνίαν· οἱ δὲ ἄνευ ἀνάγκης μεγάλης προδόντες τὴν εἰς Θεὸν πίστιν, καὶ ἁψάμενοι τῆς τραπέζης τῶν δαιμονίων, καὶ ὀμόσαντες ὅρκους Ἑλληνικούς, ἐκβάλλεσθαι μὲν ἐν γʼ ἔτεσι, καὶ ἐν ἀκροᾶσθαι· ἐν ὑποπτώσει δὲ εὐξαμένους ἐν ἔτεσι, καὶ ἐν ἄλλοις γʼ συστάντας τοῖς πιστοῖς εἰς τὴν δέησιν, οὕτω δεκτοὺς εἶναι τῇ τοῦ ἀγαθοῦ κοινωνίᾳ.
§217.33 Καὶ περὶ τῶν ἐπιορκησάντων, εἰ μὲν ἐκ βίας καὶ ἀνάγκης παρέβησαν τοὺς ὅρκους, κουφοτέροις ὑπόκεινται ἐπιτιμίοις, ὥστε μετὰ ἔτη εἶναι αὐτοὺς δεκτούς· εἰ δὲ ἄνευ ἀνάγκης προδόντες τὴν ἑαυτῶν πίστιν, ἐν δυσὶν ἔτεσι προσκλαύσαντες, καὶ ἐν δυσὶν ἀκροασάμενοι, καὶ ἐν πέντε ἐν ὑποπτώσει εὐξάμενοι, καὶ ἐν δυσὶν ἄλλοις ἄνευ προσφορᾶς εἰς τὴν κοινωνίαν τῆς προσευχῆς παραδεχθέντες, οὕτω τελευταῖον ἀξιόλογον, δηλαδή, τὴν μετάνοιαν ἐπιδειξάμενοι, ἀποκαταστήσονται εἰς τὴν κοινωνίαν τοῦ σώματος τοῦ Χριστοῦ.
§217.34 Οἱ καταμαντευόμενοι καὶ ταῖς συνηθείαις τῶν ἐθνῶν ἀκολουθοῦντες, εἰσάγοντές τινας εἰς τοὺς ἑαυτῶν οἴκους ἐπὶ ἀνευρέσει φαρμακειῶν, καὶ καθάρσει, ὑπὸ τὸν κανόνα πιπτέτωσαν τῆς ἑξαετίας. ἐνιαυτὸν προσκλαύσαντες, καὶ ἐνιαυτὸν ἀκροασάμενοι, καὶ ἐν γ ἔτεσιν ὑποπίπτοντες, καὶ ἐνιαυτὸν συστάντες τοῖς πιστοῖς, οὕτω δεχθήτωσαν.
§217.35 Πάντα δὲ ταῦτα γράφομεν, ὥστε τοὺς καρποὺς δοκιμάζεσθαι τῆς μετανοίας. οὐ γὰρ πάντως τῷ χρόνῳ κρίνομεν τὰ τοιαῦτα, ἀλλὰ τῷ τρόπῳ τῆς μετανοίας προσέχομεν. ἐὰν δὲ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς μᾶλλον δουλεύειν θέλωσιν τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν πρὸς αὐτοὺς κοινὸς λόγος. ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν. μὴ τοίνυν καταδεξώμεθα συναπόλλυσθαι τοῖς τοιούτοις· ἀλλὰ φοβηθέντες τὸ βαρὺ κρίμα, καὶ τὴν φοβερὰν ἡμέραν τῆς ἀνταποδόσεως τοῦ Κυρίου πρὸ τῶν ὀφθαλμῶν λαβόντες, μὴ θελήσωμεν ἁμαρτίαις ἀλλοτρίαις συναπόλλυσθαι. εἰ γὰρ μὴ ἐπαίδευσεν ἡμᾶς τὰ φοβερὰ τοῦ Κυρίου, μηδὲ αἱ τηλικαῦται πληγαὶ εἰς αἴσθησιν ἡμᾶς ἤγαγον, ὅτι διὰ τὴν ἀνομίαν ἡμῶν ἐγκατέλιπεν ἡμᾶς Κύριος καὶ παρέδωκεν εἰς χεῖρας βαρβάρων, καὶ ἀπήχθη αἰχμάλωτος εἰς τοὺς πολεμίους λαὸς καὶ παρεδόθη τῇ διασπορᾷ, διότι ταῦτα ἐτόλμων οἱ τὸ ὄνομα τοῦ Χριστοῦ περιφέροντες· εἰ μὴ ἔγνωσαν, μηδὲ συνῆκαν, ὅτι διὰ ταῦτα ἦλθεν ἐφʼ ἡμᾶς ὀργὴ τοῦ Θεοῦ, τίς ἡμῖν κοινὸς πρὸς τούτους λόγος; ἀλλὰ διαμαρτύρεσθαι αὐτοῖς καὶ νυκτὸς καὶ ἡμέρας καὶ δημοσίᾳ καὶ ἰδίᾳ ὀφείλομεν· συναπάγεσθαι δὲ αὐτῶν ταῖς πονηρίαις μὴ καταδεχώμεθα, προσευχόμενοι μάλιστα μὲν κερδῆσαι αὐτοὺς καὶ ἐξελέσθαι τῆς παγίδος τοῦ πονηροῦ· ἐὰν δὲ τοῦτο μὴ δυνηθῶμεν, σπουδάσωμεν τὰς γοῦν ἑαυτῶν ψυχὰς τῆς αἰωνίου κατακρίσεως περισώσασθαι.
§218.1 Τὴν μὲν χρεῖαν, ἧς ἕνεκεν παρεγένετο ἀδελφὸς Αἰλιανός, κατώρθωσεν ἐφʼ ἑαυτοῦ, οὐδεμιᾶς παρʼ ἡμῶν συνεργίας προσδεηθείς· ἡμῖν δὲ διπλῆν ἔδωκε χάριν, κομίσας τε γράμματα τῆς σῆς θεοσεβείας καὶ ἀφορμὴν τῶν πρὸς σὲ γραμμάτων ἡμῖν παρασχόμενος. καὶ προσαγορεύομεν οὖν διαὐτοῦ τὴν ἀληθινήν σου καὶ ἀμίμητον ἀγάπην· καὶ παρακαλοῦμεν προσεύχεσθαι περὶ ἡμῶν, νῦν, εἴπερ ποτέ, τῆς ἐκ τῶν προσευχῶν σου βοηθείας προσδεομένων. τὸ γὰρ σῶμά μου, ἐκ τῆς ὁδοῦ τῆς ἐπὶ τὸν Πόντον συντριβέν, ὑπὸ ἀρρωστίας συνέχεται οὐκ ἀνεκτῶς. ἐκεῖνο δὲ καὶ πάλαι ἐβουλόμην γνώριμον ποιῆσαι τῇ σῇ συνέσει (οὐχ ὡς ὑπʼ ἄλλης προηγουμένης αἰτίας διακρουσθεὶς ἐξελαθόμηννῦν δὲ ὑπομιμνήσκω, ἵνα καταξιώσῃς ἄνδρα σπουδαῖον πέμψαι εἰς τὴν Λυκίαν, κατασκέψασθαι, τίνες εἰσὶν οἱ τῆς ὀρθῆς πίστεως. δεῖ γὰρ τάχα μὴ παροφθῆναι αὐτούς, εἴπερ ἀληθῆ ἐστιν τις τῶν ἐκεῖθεν παραγενομένων πρὸς ἡμᾶς εὐλαβῶν διηγήσατο· ὅτι πάντη πρὸς τὸ Ἀσιανὸν φρόνημα ἀπηλλοτριωμένοι, ἡμᾶς καταδέχονται ἐπιγράφεσθαι κοινωνούς. εἰ δὲ μέλλει τις ἀπιέναι, ἐπιζητησάτω ἐν Κορυδάλοις Ἀλέξανδρον ἀπὸ μοναζόντων ἐπίσκοπον, καὶ ἐν Λιμύρᾳ Διάτιμον, καὶ ἐν Μύροις Τατιανὸν καὶ Πολέμωνα καὶ Μακάριον πρεσβυτέρους, ἐν Πατάροις ἐπίσκοπον Εὔδημον, ἐν Τελμεσῷ Ἱλάριον ἐπίσκοπον, ἐν Φέλῳ Λολλιανὸν ἐπίσκοπον.
§218.2 Τούτους καὶ ἔτι πλείους ἀνεγνώρισέ τις ἡμῖν, ὡς ὑγιαίνοντας περὶ τὴν πίστιν· καὶ πολλὴν ἔσχον χάριν τῷ Θεῷ, εἴ τινες ὅλως ἐν τῷ κλίματι τῷ Ἀσιανῷ ἔξω εἰσὶ τῆς βλάβης τῶν αἱρετικῶν. ἐὰν μὲν οὖν δυνατόν, τέως ἄνευ γραμμάτων αὐτοὺς κατασκεψώμεθα· πεισθέντες δέ, λοιπὸν καὶ ἀποστέλλομεν ἐπιστολήν, καὶ σπουδάζομέν τινα ἐξ αὐτῶν προσκαλέσασθαι εἰς τὴν συντυχίαν ἡμῶν. γένοιτο δὲ πάντα ἐν καιρῷ περὶ τὴν ποθεινοτάτην ὑμῖν ἐκκλησίαν τὴν Ἰκονίου. πάντα τὸν τίμιον κλῆρον καὶ τοὺς συνόντας τῇ θεοσεβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ.
§219.1 πάντα μέτρῳ καὶ σταθμῷ ὁρίζων ἡμῖν Κύριος, καὶ τοὺς πειρασμοὺς ἐπάγων μὴ ὑπερβαίνοντας ἡμῶν τὴν δύναμιν, ἀλλὰ δοκιμάζων μὲν διὰ τῆς περιστάσεως τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας, οὐκ ἐῶν δὲ πειρασθῆναι ὑπὲρ δύνανται ὑπενεγκεῖν, καὶ ποτίζων δάκρυσιν ἐν μέτρῳ τοὺς ὀφείλοντας διδαχθῆναι, εἰ ἐν ταῖς θλίψεσι τὸ πρὸς τὸν Θεὸν εὐχάριστον διασώζουσι, μάλιστα ἐπὶ τῆς οἰκονομίας τῆς καθʼ ὑμᾶς τὸ ἑαυτοῦ φιλάνθρωπον ἐφανέρωσε, μὴ συγχωρήσας ὑμῖν τὸν παρὰ τῶν ἐχθρῶν διωγμὸν τοιοῦτον ἐπενεχθῆναι, οἷον δύνασθαι περιτρέψαι τινὰς διασαλεῦσαι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως. κούφοις γὰρ καὶ εὐκαταγωνίστοις ἀντιπάλοις παραζεύξας ὑμᾶς, ἐν τῇ κατʼ αὐτῶν νίκῃ τὸ βραβεῖον ὑμῖν τῆς ὑπομονῆς ηὐτρέπισεν. ἀλλʼ κοινὸς ἐχθρὸς τῆς ζωῆς ἡμῶν, ταῖς ἑαυτοῦ μεθοδείαις ἀντιμαχόμενος τοῦ Θεοῦ τῇ χρηστότητι, ἐπειδὴ εἶδεν ὑμᾶς ὡς τεῖχος κραταιὸν τῆς ἔξωθεν προσβολῆς καταφρονοῦντας, ἐν ὑμῖν αὐτοῖς, ὡς ἀκούω, ἐπενόησε γενέσθαι τινὰς λύπας πρὸς ἀλλήλους καὶ μικροψυχίας· αἳ παρὰ μὲν τὴν πρώτην μικραί εἰσι καὶ εὐθεράπευτοι, προϊόντος δὲ τοῦ χρόνου ὑπὸ φιλονεικίας αὐξανόμεναι, εἰς ἀνίατον παντελῶς ἐκπίπτειν πεφύκασι. διὸ ὥρμησα πρὸς τὴν διὰ τοῦ γράμματος τοῦδε παράκλησιν. εἰ μὲν ἦν δυνατόν, αὐτὸς ἂν παρεγενόμην, καὶ διἐμαυτοῦ ἱκέτευσα ὑμᾶς· ἐπειδὴ δὲ τοῦτο οἱ καιροὶ οὐκ ἐπιτρέπουσι, τὴν ἐπιστολὴν ταύτην ἀνθʼ ἱκετηρίας ὑμῖν προτείνομεν, ἵνα αἰδεσθέντες ἡμῶν τὰς παρακλήσεις καταλύσητε πᾶσαν τὴν πρὸς ἀλλήλους φιλονεικίαν, καὶ ταχέως μοι διαπέμψησθε τὴν ἀγαθὴν ἀγγελίαν, ὅτι ἀφήκατε ἀλλήλοις τὰς μέμψεις.
§219.2 Ἐκεῖνο γὰρ εἰδέναι βούλομαι τὴν σύνεσιν ὑμῶν, ὅτι ἐκεῖνος μέγας παρὰ Θεῷ, ταπεινοφρόνως ὑποκατακλιθεὶς τῷ πλησίον καὶ ἀνεπαισχύντως ἐφʼ ἑαυτὸν ἀναδεξάμενος τὰ ἐγκλήματα, κἂν μὴ ἀληθῆ , ὑπὲρ τοῦ τὸ μέγα ὄφελος τὴν εἰρήνην χαρίσασθαι τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ. γενέσθω οὖν ἐν ὑμῖν ἅμιλλα ἀγαθή, τίς πρῶτος καταξιθωῇ υἱὸς Θεοῦ κληθῆναι, διὰ τῆς εἰρηνοποιίας ἑαυτῷ τὸ ἀξίωμα τοῦτο περιποιησάμενος. ἐπέστειλε δὲ καὶ θεοφιλέστατος ἐπίσκοπος ὑμῖν τὰ πρέποντα, καὶ ἐπιστελεῖ πάλιν τὰ ἐπιβάλλοντα αὐτῷ. πλὴν ἀλλὰ καὶ ἡμεῖς. διὰ τὸ ἔτι συγκεχωρῆσθαι ἐγγύτεροι ὑμῶν εἶναι, ἀμελεῖν τῶν καθʼ ὑμᾶς οὐ δυνάμεθα. ὅθεν καὶ παραγενομένου τοῦ εὐλαβεστάτου ἀδελφοῦ Θεοδώρου τοῦ ὑποδιακόνου, καὶ εἰπόντος τὴν ἐκκλησίαν ἐν λύπῃ εἶναι καὶ ταραχῇ, σφοδρῶς συντριβέντες καὶ βαθείᾳ ὀδύνῃ τὴν καρδίαν πληγέντες, ἡσυχάσαι οὐκ ἠνειχόμεθα· ἀλλὰ παρεκαλέσαμεν ὑμᾶς, πᾶσαν δικαιολογίαν τὴν πρὸς ἀλλήλους ῥίψαντας, καταπράξασθαι τὴν εἰρήνην, ἵνα μήτε ἡδονὴν τοῖς ἐναντίοις παράσχησθε, μήτε τὸ καύχημα τῆς Ἐκκλησίας προδῶτε, νῦν εἰς πᾶσαν τὴν οἰκουμένην διαβεβόηται, ὅτι οἱ πάντες, ὡς ὑπὸ μιᾶς ψυχῆς καὶ καρδίας οἰκονομούμενοι, ἐν ἑνὶ σώματι οὕτω διάγετε. πάντα τὸν λαὸν τοῦ Θεοῦ, τούς τε ἐν ἀξιώμασι καὶ δυναστείαις πολιτικαῖς καὶ τοῦ παντὸς κλήρου τὸ πλήρωμα διὰ τῆς ὑμετέρας εὐλαβείας κατασπαζόμεθα, καὶ παρακαλοῦμεν ὁμοίους ἑαυτοῖς διαμεῖναι. οὐδεμίαν γὰρ προσθήκην ἐπιζητοῦμεν, διὰ τὸ πᾶσαν ὑπερβολὴν προλαβόντας αὐτοὺς διὰ τῆς τῶν ἀγαθῶν ἔργων ἐπιδείξεως ἀποκλεῖσαι.
§220.1 Μεγάλην Κύριος ἔδωκε παραμυθίαν τοῖς ἀπολιμπανομένοις τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, τὴν διὰ τοῦ γράμματος ὁμιλίαν, ἐξ ἧς ἔστι μανθάνειν οὐ τὸν σωματικὸν χαρακτῆρα, ἀλλʼ αὐτῆς τῆς ψυχῆς τὴν διάθεσιν. ὅθεν καὶ νῦν δεξάμενοι τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, ὁμοῦ τε ἐγνωρίσαμεν ὑμᾶς, καὶ τὴν περὶ ὑμᾶς ἀγάπην ταῖς καρδίαις ἡμῶν ἀνελάβομεν, οὐ δεηθέντες χρόνου μακροῦ συνήθειαν ἐμποιοῦντος ἡμῖν. ἐξ αὐτῆς γὰρ τῆς ἐναποκειμένης τοῖς γράμμασι διανοίας εἰς τὸ φίλτρον τοῦ κάλλους τῆς ψυχῆς ὑμῶν ἐξεκαύθημεν. καὶ γὰρ πρὸς τοῖς ἐπεσταλμένοις, τοιούτοις οὖσιν, ἔτι καὶ τῶν μεσιτευόντων ἀδελφῶν ἐπιτηδειότης ἐναργέστερον ἡμῖν ἐδείκνυ τὰ καθʼ ὑμᾶς. γὰρ ποθεινότατος καὶ εὐλαβέστατος συμπρεσβύτερος ἡμῶν Ἀκάκιος, πλείονα τῶν ἐπεσταλμένων διηγούμενος, καὶ ὑπʼ ὄψιν ἄγων τὴν καθημερινὴν ὑμῶν ἄθλησιν καὶ τὴν εὔτονον ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν, τοσοῦτον ἡμῖν ἐνεποίησε τὸ θαῦμα, καὶ τοσοῦτον ἤγειρε τὸν πόθον τῆς ἀπολαύσεως τῶν ἐν ὑμῖν καλῶν, ὥστε προσεύχεσθαι ἡμᾶς τῷ Κυρίῳ γενέσθαι ποτὲ καιρὸν καὶ διὰ τῆς οἰκείας πείρας γνωρίσαι τὰ καθʼ ὑμᾶς. καὶ γὰρ ἀπήγγειλεν ἡμῖν οὐ μόνον ὑμῶν τῶν τὴν λειτουργίαν τοῦ θυσιαστηρίου πεπιστευμένων τὴν ἀκρίβειαν, ἀλλὰ καὶ τοῦ δήμου παντὸς τὴν συμφωνίαν, καὶ τῶν καθηγουμένων τῆς πόλεως καὶ προπολιτευομένων αὐτῆς τὸ μεγαλοφυὲς τῶν τρόπων, καὶ τὸ γνήσιον τῆς περὶ Θεὸν διαθέσεως, ὥστε μακαρίσαι ἡμᾶς τὴν ἐκ τῶν τοιούτων συμπληρουμένην ἐκκλησίαν, καὶ εὔχεσθαι νῦν πλέον δοθῆναι ὑμῖν τὴν πνευματικὴν γαλήνην, ἵνα νῦν ἐν τῷ καιρῷ τῆς ἀθλήσεως ἐπεδείξασθε, τούτων ἐκ τῷ τῆς ἀνέσεως χρόνῳ κομίσησθε τὴν ἀπόλαυσιν. πέφυκε γάρ πως τὰ δυσχερῆ κατὰ τὴν πεῖραν ἡδονὴν φέρειν τοῖς ὑπομιμνησκομένοις. τὸ δὲ νῦν ἔχον παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν, μηδὲ ἀπαγορεύειν πρὸς τὴν συνέχειαν τῶν κακώσεων. ἐγγὺς γὰρ οἱ στέφανοι, καὶ ἐγγὺς ἀντίληψις τοῦ Κυρίου. μὴ ἐκχέητε τὰ προπεπονημένα ὑμῖν· μὴ ἀχρειώσητε τὸν κόπον τὸν διὰ πάσης τῆς οἰκουμένης βεβοημένον. ὀλιγοχρόνιοι τῶν ἀνθρωπίνων πραγμάτων αἱ καταστάσεις· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. ἐξηράνθη χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα.
§220.2 Τῆς διαμενούσης ἐντολῆς ἀντεχόμενοι, τῆς παρερχομένης φαντασίας καταφρονήσωμεν. πολλὰς Ἐκκλησίας ἀνώρθωσε τὸ καθʼ ὑμᾶς ὑπόδειγμα. πολύν, κατὰ τὸ λανθάνον, ἑαυτοῖς συνηγάγετε τὸν μισθόν, διὧν τοὺς ἀπειροτέρους εἰς τὸν ὅμοιον ζῆλον προσεκαλέσασθε. πλούσιος μισθαποδότης, δυνάμενος ὑμῖν ἄξια χαρίσασθαι τῶν ἀγώνων τά ἔπαθλα.
§221.1 Ἔγνωμεν ὑμᾶς προλαβόντες, ποθεινότατοι, ἐκ τῆς ἐκβεβοημένης ὑμῶν εὐλαβείας καὶ τοῦ στεφάνου τῆς κατὰ Χριστὸν ὁμολογίας. καὶ ἴσως ἄν τις ὑμῶν φαίη· Καὶ τίς εἰς τὴν μακρὰν ταῦτα διαπορθμεύσας; Κύριος αὐτός, ὃς τοὺς εὐσεβοῦντας εἰς αὐτὸν τρόπῳ λύχνου τιθεὶς ἐπὶ τὴν λυχνίαν, φαίνειν ποιεῖ καθʼ ὅλης τῆς οἰκουμένης. οὐχὶ τοὺς ἀριστέας τῶν ἀγωνιστῶν ἀνακηρύττειν εἴωθε τὸ τῆς νίκης βραβεῖον, καὶ τοὺς μηχανικοὺς τοῦ ἔργου ἐπίνοια; εἰ δὲ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἄληστος μνήμη διαμένει, τοὺς κατὰ Χριστὸν εὐσεβοῦντας, περὶ ὧν αὐτός φησιν Κύριος· Τοὺς δοξάζοντάς με δοξάσω, πῶς οὐχὶ γνωρίμους καὶ διαφανεῖς τοῖς πᾶσι καταστήσει, ταῖς ἀκτῖσι τοῦ ἡλίου συνεφαπτῶν τῆς ἐξαστραπτούσης αὐτῶν λαμπηδόνος τὸ φαιδρόν;
§221.2 Μείζονα δὲ αὖθις ἡμῖν τὸν περὶ ὑμᾶς πόθον ἐνεθήκατε γραμμάτων ἡμᾶς ἀξιώσαντες, καὶ γραμμάτων τοιούτων, ἐν οἷς πρὸς τοῖς προλαβοῦσιν ὑπὲρ τῆς εὐσεβείας παλαίσμασι πλουσίαν καὶ ἀκμαιοτέραν τὴν ὑπὲρ τῆς ἀληθοῦς πίστεως καρτεροψυχίαν ἐπεδαψιλεύσασθε. ἐφʼ οἷς συνηδόμεθα ὑμῖν, καὶ συνευχόμεθα, ὅπως τῶν ὅλων Θεός, οὗ ἀγών, καὶ οὗ τὸ σκάμμα, καὶ διοὗ οἱ στέφανοι, προθυμίαν ἐμποιήσῃ, ῥῶσιν ψυχῆς παράσχῃ, καὶ εἰς τελείαν εὐδοκίμησιν τὴν παρʼ αὐτῷ τὸ ἔργον ὑμῶν ἀγάγῃ.
§222.1 Τὸ γράμμα τῆς εὐλαβείας ὑμῶν τοιοῦτον γέγονεν ἡμῖν ἐν καιρῷ θλίψεως ἐπιφανέν, ὁποῖον γίνεται πολλάκις ἀγωνισταῖς ἵπποις, ἐν μεσημβρίᾳ σταθερᾷ λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις ἐν μέσῳ τῷ σταδίῳ, ὕδωρ τοῖς στόμασι προσχυθέν. ἀνεπνεύσαμεν γὰρ ἐκ τῆς συνεχείας τῶν πειρασμῶν, καὶ ὁμοῦ τε τοῖς ῥήμασιν ὑμῶν ἐπερρώσθημεν, καὶ τῇ μνήμῃ τῶν καθʼ ὑμᾶς ἀγωνισμάτων εὐτονώτεροι γεγόναμεν πρὸς τὸ ἀνενδότως ὑπενεγκεῖν τὸν προκείμενον ἡμῖν ἀγῶνα. γὰρ ἐμπρησμός, τὰ πολλὰ τῆς Ἀνατολῆς ἐπινειμάμενος ὑφέρπει ἤδη καὶ τὴν ἡμετέραν, καὶ τὰ κύκλῳ πάντα περιφλέξας ἅπτεσθαι φιλονεικεῖ καὶ τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν, ἃς τέως ἐκίνει πρὸς δάκρυον ἐκ γειτόνων καπνός. ἅπτεσθαι δʼ οὖν λοιπὸν καὶ ἡμῶν ἐπείγεται, ὃν Κύριος ἀποστρέψειε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ διακόψειε τὴν φλόγα τοῦ πονηροῦ τούτου πυρός. τίς γὰρ οὕτω δειλὸς καὶ ἄνανδρος, πρὸς πόνους ἀθλητικοὺς ἀμελέτητος, ὡς μὴ τοῖς ὑμετέροις ὑποφωνήμασιν ἐπιρρωσθῆναι πρὸς τὸν ἀγῶνα, καὶ εὔχεσθαι μεθʼ ὑμῶν στεφανίτης ἀναρρηθῆναι; προλαβόντες γὰρ ἐναπεδύσασθε τῷ τῆς εὐσεβείας σταδίῳ, καὶ πολλὰς μὲν ἀπεκρούσασθε πείρας αἱρετικῶν παλαισμάτων, πολὺν δὲ τὸν καύσωνα τῶν πειρασμῶν ὑπηνέγκατε, οἵ τε κορυφαῖοι τῆς ἐκκλησίας ὑμεῖς, οἷς θεραπεία τοῦ θυσιαστηρίου πεπίστευται, καὶ οἱ καθʼ ἕνα τοῦ λαοῦ, καὶ οἱ δυνατώτεροι. τοῦτο γὰρ καὶ μάλιστα θαυμαστὸν ὑμῶν καὶ πάσης ἀποδοχῆς ἄξιον, ὅτι πάντες εἷς ἐστε ἐν Κυρίῳ, οἱ μὲν καθηγούμενοι πρὸς τὸ ἀγαθόν, οἱ δὲ ἐφεπόμενοι μετὰ συμπνοίας. διὸ καὶ κρείττους ἐστὲ τῆς τῶν ἀντιπάλων ἐπιχειρήσεως, οὐδεμίαν παρέχοντες ἀπʼ οὐδενὸς μέλους λαβὴν τοῖς ἀνταγωνιζομένοις.
§222.2 Τούτου χάριν εὐχόμεθα νυκτὸς καὶ ἡμέρας τῷ Βασιλεῖ τῶν Αἰώνων φυλάξαι μὲν τὸν λαὸν ἐν τῇ ὁλοκληρίᾳ τῆς πίστεως, φυλάξαι δὲ αὐτῷ τὸν κλῆρον, ὥσπερ κεφαλὴν ἀκέραιον ἐπὶ τοῦ ὕψους κειμένην, καὶ τὴν ἀφʼ ἑαυτῆς προμήθειαν τοῖς ὑποκειμένοις τοῦ σώματος μέλεσι παρεχομένην. ὀφθαλμῶν γὰρ τὰ καθʼ ἑαυτοὺς ἐνεργούντων, ἔντεχνοι μὲν τῶν χειρῶν αἱ ἐργασίαι, ἀπρόσκοποι δὲ τῶν ποδῶν αἱ κινήσεις, οὐδὲν δὲ μέρος τοῦ σώματος τῆς προσηκούσης προνοίας ἀποστερεῖται. ὥστε παρακαλοῦμεν ὑμᾶς, ποεῖτε καὶ ποιήσετε, ἀντέχεσθαι ἀλλήλων, καὶ ὑμᾶς μὲν τοὺς τὴν τῶν ψυχῶν ἐπιμέλειαν πεπιστευμένους συνέχειν τοὺς καθʼ ἕκαστον, καὶ θάλπειν ὡς τέκνα ἀγαπητά, τὸν δὲ λαὸν τὴν πατράσιν ὀφειλομένην αἰδὼ καὶ τιμὴν ὑμῖν ἀποσώζειν, ἵνα ἐν τῇ εὐσχημοσύνῃ τῆς ἐκκλησίας σώζηται μὲν ὑμῶν ἰσχύς, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, δοξάζηται δὲ τὸ ὄνομα τοῦ Θεοῦ, πλεονάζῃ δὲ καὶ πληθύνῃ τὸ τῆς ἀγάπης καλόν. ἀκούοντες δὲ ἡμεῖς εὐφραινώμεθα ἐπὶ τῇ προκοπῇ ὑμῶν τῇ κατὰ Θεόν· καὶ εἰ μὲν ἔτι διὰ σαρκὸς ἐπιδημεῖν τῷ κόσμῳ τούτῳ κελευόμεθα, καὶ ἴδοιμέν ποτε ὑμᾶς ἐν τῇ εἰρήνῃ τοῦ Θεοῦ· ἐὰν δὲ κελευσθῶμεν λοιπὸν ἀπᾶραι τῆς ζωῆς ταύτης, ἴδωμεν ὑμᾶς ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μετὰ τῶν διὑπομονῆς καὶ πάσης ἐπιδείξεως ἀγαθῶν ἔργων εὐδοκιμούντων στεφανωθέντας.
§223.1 Καιρός, φησί, τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν, τοῦ Ἐκκλησιαστοῦ λόγος. οὐκοῦν καὶ νῦν, ἐπειδὴ αὐτάρκης τῆς σιωπῆς ἐγένετο χρόνος, εὔκαιρον λοιπὸν ἀνοῖξαι τὸ στόμα εἰς φανέρωσιν τῆς ἀληθείας τῶν ἀγνοουμένων. ἐπεὶ καὶ μέγας Ἰὼβ πολὺν μὲν χρόνον σιωπῇ τὰς συμφορὰς ἤνεγκεν, αὐτῷ τούτῳ τὴν ἀνδρείαν ἐπιδεικνύμενος, τῷ ἐγκαρτερεῖν τοῖς δυσφορωτάτοις πάθεσιν, ὅτε δὲ ἱκανῶς ἐν τῇ σιωπῇ διήθλησε, καὶ διέμεινεν ἐν τῷ βάθει τῆς καρδίας ἀποστέγων τὴν ἀλγηδόνα, τότε ἀνοίξας τὸ στόμα ἀπεφθέγξατο ἐκεῖνα πάντες ἴσασι. καὶ ἡμῖν τοίνυν τρίτον τοῦτο ἔτος τῆς σιωπῆς ζηλωτὸν ἐγένετο τοῦ προφήτου τὸ καύχημα λέγοντος· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. διὸ ἐναπεκλείσαμεν τῷ βάθει τῆς καρδίας ἡμῶν τὴν ἐκ τῆς συκοφαντίας ἡμῖν ἐγγινομένην ὀδύνην. τῷ ὄντι γὰρ συκοφαντία ἄνδρα ταπεινοῖ, καὶ συκοφαντία περιφέρει πτωχόν. εἰ οὖν τοσοῦτον τὸ ἐκ τῆς συκοφαντίας κακόν, ὥστε καὶ τὸν τέλειον ἤδη (τοῦτο γὰρ διὰ τῆς προσηγορίας τοῦ ἀνδρὸς λόγος αἰνίσσεται) κατάγειν ἀπὸ τοῦ ὕψους καὶ τὸν πτωχόν, τουτέστι τὸν ἐνδεῶς ἔχοντα τῶν μεγάλων δογμάτων (καθὼς καὶ τῷ προφήτῃ δοκεῖ λέγοντι· Ἴσως πτωχοί εἰσι· διὰ τοῦτο οὐκ ἀκούσονται. πορεύσομαι πρὸς τοὺς ἁδρούς· πτωχοὺς τοὺς περὶ τὴν σύνεσιν ἐνδεεῖς λέγων· καὶ ἐνταῦθα, δηλονότι, τοὺς οὔπω κατηρτισμένους τὸν ἔσω ἄνθρωπον, οὐδὲ εἰς τὸ τέλειον ἐφθαρκότας τῆς ἡλικίας μέτρον, τούτους περιφέρεσθαι καὶ σαλεύεσθαι παροιμία φησίνἀλλʼ ὅμως ᾤμην χρῆναι σιωπῇ φέρειν τὰ λυπηρά, ἐκδεχόμενός τινα διαὐτῶν τῶν ἔργων ἐπανόρθωσιν. οὐδὲ γὰρ κακίᾳ τινί, ἀλλʼ ἀγνοίᾳ τῆς ἀληθείας ἡγούμην ἐκεῖνα καθʼ ἡμῶν εἰρῆσθαι.
§223.2–236.4
§223.2 Ἐπειδὴ δὲ ὁρῶ τῷ χρόνῳ συμπροϊοῦσαν τὴν ἔχθραν, καὶ μὴ μεταμελομένους ἐπὶ τοῖς ἐξ ἀρχῆς λαληθεῖσι, μηδʼ ὅπως τὰ παρελθόντα ἐξιάσοιντο ποιουμένους τινὰ φροντίδα, ἀλλʼ ἐπεξεργαζομένους, καὶ πρὸς τὸν ἐξ ἀρχῆς σκοπὸν συντεταγμένους, ὃν ἐνεστήσαντο, κακῶσαι ἡμῶν τὴν ζωὴν καὶ χρᾶναι τὴν ὑπόληψιν παρὰ τοῖς ἀδελφοῖς μηχανώμενοι, οὐκέτι μοι τὸ τῆς σιωπῆς ἀσφαλὲς καταφαίνεται. ἀλλʼ εἰσῆλθέ με τὸ τοῦ Ἡσαΐου λέγοντος· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς τίκτουσα. γένοιτο δὲ καὶ ἡμᾶς καὶ τὸν ἐπὶ τῇ σιωπῇ μισθὸν δέξασθαι, καὶ λαβεῖν τινα ἐπὶ τοῖς ἐλέγχοις δύναμιν, ὥστε ἐλέγξαντας ἡμᾶς ξηρᾶναι τὸν πικρὸν τοῦτον τῆς καθʼ ἡμῶν ῥυείσης ψευδολογίας χείμαρρον, ὥστε ἂν εἰπεῖν καὶ ἡμᾶς· ὅτι Χείμαρρον διῆλθεν ψυχὴ ἡμῶν· καὶ τό, Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς.
§223.3 Ἐγὼ πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι, καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιοπονίᾳ, ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστὰς ἀπέβλεψα μὲν πρὸς τὸ θαυμαστὸν φῶς τῆς ἀληθείας τοῦ εὐαγγελίου, κατεῖδον δὲ τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀποκλαύσας, ηὐχόμην δοθῆναί μοι χειραγωγίαν πρὸς τὴν εἰσαγωγὴν τῶν δογμάτων τῆς εὐσεβείας. καὶ πρό γε πάντων ἐπιμελὲς ἦν μοι διόρθωσίν τινα τοῦ ἤθους ποιήσασθαι, πολὺν χρόνον ἐκ τῆς πρὸς τοὺς φαύλους ὁμιλίας διαστραφέντος. καὶ τοίνυν ἀναγνοὺς τὸ Εὐαγγέλιον, καὶ θεασάμενος ἐκεῖ μεγίστην ἀφορμὴν εἰς τελείωσιν τὴν διάπρασιν τῶν ὑπαρχόντων, καὶ τὴν πρὸς τοὺς ἐνδεεῖς τῶν ἀδελφῶν κοινωνίαν, καὶ ὅλως τὸ ἀφροντίστως ἔχειν τοῦ βίου τούτου, καὶ ὑπὸ μηδεμιᾶς συμπαθείας πρὸς τὰ ὧδε τὴν ψυχὴν ἐπιστρέφεσθαι, ηὐχόμην εὑρεῖν τινα τῶν ἀδελφῶν ταύτην ἑλόμενον τὴν ὁδὸν τοῦ βίου, ὥστε αὐτῷ συνδιαπεραιωθῆναι τὸν βραχὺν τοῦτον τοῦ βίου κλύδωνα.
§223.4 Καὶ δὴ πολλοὺς μὲν εὗρον κατὰ τὴν Ἀλεξάνδρειαν, πολλοὺς δὲ κατὰ τὴν λοιπὴν Αἴγυπτον, καὶ ἐπὶ τῆς Παλαιστίνης ἑτέρους, καὶ τῆς κοίλης Συρίας καὶ τῆς Μεσοποταμίας· ὧν ἐθαύμαζον μὲν τὸ περὶ δίαιταν ἐγκρατές, ἐθαύμαζον δὲ τὸ καρτερικὸν ἐν πόνοις, ἐξεπλάγην τὴν ἐν προσευχαῖς εὐτονίαν, ὅπως ὕπνου κατεκράτουν, ὑπʼ οὐδεμιᾶς φυσικῆς ἀνάγκης κατακαμπτόμενοι, ὑψηλὸν ἀεὶ καὶ ἀδούλωτον τῆς ψυχῆς τὸ φρόνημα διασώζοντες, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, μὴ ἐπιστρεφόμενοι πρὸς τὸ σῶμα, μηδὲ καταδεχόμενοι αὐτῷ προσαναλῶσαί τινα φροντίδα, ἀλλʼ ὡς ἐν ἀλλοτρίᾳ τῇ σαρκὶ διάγοντες, ἔργῳ ἐδείκνυσαν, τί τὸ παροικεῖν τοῖς ὧδε, καὶ τί τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. ἐκεῖνα θαυμάσας, καὶ μακαρίσας τῶν ἀνδρῶν τὴν ζωήν, ὅτι ἔργῳ δεικνύουσι τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ηὐχόμην καὶ αὐτός, καθόσον ἐμοὶ ἐφικτόν, ζηλωτὴς εἶναι τῶν ἀνδρῶν ἐκείνων.
§223.5 Τούτου γοῦν ἕνεκεν θεασάμενός τινας ἐπὶ τῆς πατρίδος ξηλοῦν τὰ ἐκείνων ἐπιχειροῦντας, ἐνόμισά τινα βοήθειαν εὑρηκέναι πρὸς τὴν ἐμαυτοῦ σωτηρίαν, καὶ ἀπόδειξιν ἐποιούμην τῶν ἀφανῶν τὰ ὁρώμενα. ἐπεὶ οὖν ἄδηλα ἑκάστου ἡμῶν τὰ ἐν τῷ κρυπτῷ, ἡγούμην αὐτάρκη μηνύματα εἶναι τῆς ταπεινοφροσύνης τὸ ταπεινὸν τοῦ ἐνδύματος, καὶ ἤρκει μοι πρὸς πληροφορίαν τὸ παχὺ ἱμάτιον, καὶ ζώνη, καὶ τῆς ἀδεψήτου βύρσης τὰ ὑποδήματα. καὶ πολλῶν ἀπαγόντων με τῆς πρὸς αὐτοὺς συνηθείας, οὐκ ἠνειχόμην, ὁρῶν αὐτοὺς τοῦ ἀπολαυστικοῦ βίου τὸν καρτερικὸν προτιμῶντας· καὶ διὰ τὸ παρηλλαγμένον τῆς πολιτείας ζηλοτύπως εἶχον πρὸς αὐτούς. ὅθεν οὐδὲ τὰς περὶ τῶν δογμάτων διαβολὰς προσιέμην, καίτοι πολλῶν διαβεβαιουμένων μὴ ὀρθὰς ἔχειν περὶ Θεοῦ τὰς ὑπολήψεις, ἀλλὰ τῷ προστάτῃ τῆς νῦν αἱρέσεως μαθητευθέντας, τὰ ἐκείνου λάθρα κατασπείρειν διδάγματα· ὧν ἐπειδὴ οὐδέποτε αὐτήκοος ἐγενόμην, συκοφάντας ἡγούμην τοὺς ἀπαγγέλλοντας. ἐπεὶ δὲ λοιπὸν ἐκλήθημεν εἰς τὴν προστασίαν τῆς ἐκκλησίας, τοὺς μὲν παραδοθέντας ἡμῖν φύλακας καὶ σκοπευτὰς τοῦ βίου ἐν προσποιήσει δὴ βοηθείας καὶ κοινωνίας ἀγαπητικῆς σιωπῶ, ἵνα μὴ δόξω ἄπιστα λέγων ἐμαυτὸν διαβάλλειν, πιστευόμενος μισανθρωπίας ἀφορμὴν τοῖς πιστεύουσιν ἐμποιεῖν. καὶ ἐμοὶ μικροῦ συνέβη, εἰ μή με ταχὺ προκατελάβοντο οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. μικροῦ γὰρ εἰς τὴν κατὰ πάντων ἐξέπεσον ὑποψίαν, οὐδὲν ἡγούμενος εἶναι παρʼ οὐδενὶ πιστόν, ἐκ τῶν δολερῶν τραυμάτων τὴν ψυχὴν πεπληγμένος. ἀλλʼ ὅμως ἐδόκει τέως εἶναί τι ἡμῖν σχῆμα τῆς πρὸς αὐτοὺς συνηθείας. καὶ προσβολαὶ μὲν ἐγένοντο ἡμῖν περὶ δογμάτων καὶ ἅπαξ καὶ δίς· καὶ ἐδόξαμεν μὴ διακρίνεσθαι συμφωνήσαντες. ὡς δὲ ηὕρισκον μὲν ἡμᾶς τὰς αὐτὰς ἀφιέντας φωνὰς περὶ τῆς εἰς Θεὸν πίστεως, ἃς παρὰ πάντα τὸν χρόνον ἤκουσαν παρʼ ἡμῶν. εἰ γὰρ καὶ τἄλλα ἡμῶν στεναγμῶν ἄξια, ἀλλʼ οὖν ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν Κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ Θεοῦ ὑπολήψεις, ἑτέρως φρονῶν μετέμαθον ὕστερον. ἀλλʼ ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ Θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· οὐ γὰρ ἄλλα ἐξ ἄλλων μετέλαβον ἐν τῇ τοῦ λόγου συμπληρώσει, ἀλλὰ τὰς παραδοθείσας μοι παρʼ αὐτῶν ἀρχὰς ἐτελείωσα. ὥσπερ γὰρ τὸ σπέρμα αὐξανόμενον, μεῖζον μὲν ἀπὸ μικροῦ γίνεται ταὐτὸν δέ ἐστιν ἐν ἑαυτῷ, οὐ κατὰ γένος μεταβαλλόμενον, ἀλλὰ κατʼ αὔξησιν τελειούμενον, οὕτω λογίζομαι καὶ ἐμοὶ τὸν αὐτὸν λόγον διὰ τῆς προκοπῆς ηὐξῆσθαι, οὐχὶ δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς ὄντος τὸν νῦν ὑπάρχοντα γεγενῆσθαι. ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδός, ἐνθυμείσθωσαν δὲ τὸ τοῦ Χριστοῦ δικαστήριον, εἴ ποτε ἄλλο τι ἤκουσαν παρʼ ἡμῶν, παρʼ νῦν λέγομεν, οἱ νῦν ἡμᾶς διαθρυλλήσαντες ἐπὶ κακοδοξίᾳ, καὶ ταῖς στηλιτευτικαῖς ἐπιστολαῖς, ἃς συνέγραψαν καθʼ ἡμῶν, πᾶσαν περικτυπήσαντες ἀκοήν. ὅθεν καὶ ἡμεῖς πρὸς τὴν ἀνάγκην ἤλθομεν τῆς ἀπολογίας ταύτης.
§223.6 Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν, οὔτε ἀπὸ συγγραφῆς, ἣν αὐτοὶ προκατεβαλόμεθα περὶ πίστεως, ἐλεγχθῆναι δυνάμενοι, οὔτε ἀπὸ ῥημάτων, ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. ἀλλʼ οὐδὲ μάρτυς εὑρέθη λέγων παρʼ ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. πόθεν οὖν κρινόμεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπιβλαβῶς, μήτε ἐν ταῖς κατʼ οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; τοῦ καινοῦ δράματοσϲ δεῖνα, φησίν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστειλας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω. ἀλλʼ, φίλε τῆς ἀληθείας ἄνθρωπε, τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; οὐ γὰρ ἀπέστειλας, οὐδʼ ἠρώτησας, οὐδὲ παρʼ ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; τίς σοι εἰπών, ὅτι εἴκοσίν ἐστιν ἐτῶν συγγραφὴ αὐτή; πόθεν δὲ δῆλον ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα, πρὸς ὃν καὶ παρʼ ἐμοῦ ἐπιστολὴ διεπέμφθη; εἰ δὲ κἀκεῖνος συγγραφεύς, κἀγὼ ἐκείνῳ ἐπέστειλα, καὶ χρόνος εἷς τῶν τʼ ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἀπόδειξις;
§223.7 Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι θεοφιλέστατος ἀδελφὸς Γρηγόριος, τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; εἰ ἤκουσάς τι τοιοῦτον; ἔλαβες ἔμφασιν μικρὰν μείζονα; πόσας δὲ ἡμέρας ἐπὶ τῆς ἀντιπέραν κώμης, παρὰ τῇ μητρί μου, ἔνθα ὡς φίλοι μετʼ ἀλλήλων διάγοντες, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ λόγων κινουμένων ἡμῖν; εἰ εὑρέθημέν τι συγγενὲς ἔχοντες ἐν τῇ διανοίᾳ; ὅτε δὲ τὸν μακάριον Σιλουανὸν κατὰ ταὐτὸν ἐπεσκεπτόμεθα, οὐχ ὁδὸς ἡμῖν τοὺς περὶ τούτων εἶχε λόγους; ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε μετὰ πλειόνων ἐπισκόπων μέλλοντες ὁρμᾷν ἐπὶ Λάμψακον, προσεκαλέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ λόγοι; οὐχὶ δὲ πάντα τὸν χρόνον οἱ σοὶ ταχυγράφοι παρῆσαν ἐμοὶ ὑπαγορεύοντι τὰ πρὸς τὴν αἵρεσιν; οὐ τῶν σῶν μαθητῶν οἱ γνησιώτατοι πάντα μοι τὸν χρόνον παρῆσαν; οὐ τὰς ἀδελφότητας ἐπισκεπτόμενος, καὶ συνδιανυκτερεύων αὐταῖς ἐν ταῖς προσευχαῖς, λέγων καὶ ἀκούων ἀεὶ τὰ περὶ Θεοῦ ἀφιλονείκως, οὐκ ἀκριβεῖς παρεῖχον τῆς ἐννοίας ἐμαυτοῦ τὰς ἀποδείξεις; πῶς οὖν ἐν τοσούτῳ χρόνῳ πεῖρα ἐλάττων ἐφάνη τῆς οὕτω σαθρᾶς καὶ ἀδρανοῦς ὑπονοίας; τίνα δὲ ἔδει πρὸ σοῦ μάρτυρα εἶναι τῆς ἐμῆς διαθέσεως; τὰ ἐπὶ Χαλκηδόνος λαληθέντα ἡμῖν περὶ πίστεως, τὰ ἐν Ἡρακλείᾳ πολλάκις, τὰ πρότερον ἐπὶ τῆς Καισαρείας ἐν τῷ προαστείῳ, εἰ μὴ πάντα σύμφωνα παρʼ ἡμῶν; εἰ μὴ πάντα ἀλλήλοις συμβαίνοντα; ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις, ὅπερ οὐχὶ μεταβολή ἐστιν ἐκ τοῦ χείρονος πρὸς τὸ βέλτιον, ἀλλὰ συμπλήρωσις τοῦ λείποντος κατὰ τὴν προσθήκην τῆς γνώσεως. πῶς δὲ κἀκεῖνο οὐκ ἐνθυμῇ, ὅτι πατὴρ οὐ λήψεται ἁμαρτίαν παιδός, οὐδὲ υἱὸς λήψεται ἁμαρτίαν πατρός, ἕκαστος δὲ ἐν τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται; ἐμοὶ δὲ οὔτε πατὴρ παρὰ σοὶ διαβαλλόμενος, οὔθʼ υἱός. οὔτε γὰρ διδάσκαλός μου γέγονεν οὔτε μαθητής. εἰ δὲ δεῖ τὰς τῶν γεννησάντων ἁμαρτίας ἐγκλήματα τοῖς τέκνοις γίνεσθαι, πολὺ δικαιότερον τὰ Ἀρείου κατὰ τῶν μαθητῶν αὐτοῦ γίνεσθαι· καὶ εἴ τις Ἀέτιον ἐγέννησε τὸν αἱρετικόν, ἐπὶ τὴν κεφαλὴν τοῦ πατρὸς ἀναβαίνειν τοῦ παιδὸς τὰ ἐγκλήματα. εἰ δʼ οὐ δίκαιον ἐπʼ ἐκείνοις ἐγκαλεῖσθαί τινα, πολλῷ δήπου δικαιότερον ἡμᾶς ἐπὶ τοῖς μηδὲν ἡμῖν προσήκουσι μὴ ὑπέχειν εὐθύνας, εἴ γε καὶ ἥμαρτον ὅλως, εἴ τι καὶ γέγραπται αὐτοῖς ἄξιον κατακρίσεως. συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατʼ αὐτῶν λεγομένοις, ἐπειδὴ κατʼ ἐμοῦ πεῖρα τὸ πρὸς συκοφαντίαν εὔκολον τῶν κατηγορούντων συνίστησι.
§223.8 Καὶ γὰρ εἰ μὲν ἀπατηθέντες, καὶ νομίσαντες ἐμὲ κοινωνὸν εἶναι τῆς γνώμης τῶν συγγραψάντων ἐκεῖνα τὰ Σαβελλίου ῥήματα, ἅπερ αὐτοὶ περιφέρουσιν, ἐπὶ τὴν κατʼ ἐμοῦ διαβολὴν ἦλθον, οὐδʼ οὕτω μὲν ἦσαν συγγνώμης ἄξιοι, πρὸ ἐναργῶν ἀποδείξεων εὐθὺς ταῖς βλασφημίαις βάλλοντες καὶ τιτρώσκοντες τοὺς μηδὲν ἀδικήσαντας, ἵνα μὴ εἴπω, ὅτι καὶ τοὺς εἰς τὴν ἄκραν αὐτοῖς φιλίαν συνδεδεμένους, καὶ ὅτι ἀπόδειξις τοῦ μὴ Πνεύματι ἄγεσθαι ἁγίῳ τὸ ψευδεῖς ἔχειν ἐν ἑαυτοῖς τὰς ὑπολήψεις. πολλὰ γὰρ δεῖ μεριμνῆσαι καὶ πολλὰς ἀγρύπνους νύκτας διενεγκεῖν, καὶ μετὰ πολλῶν δακρύων ἐκζητῆσαι παρὰ Θεοῦ τὴν ἀλήθειαν, τὸν μέλλοντα φιλίας ἀδελφοῦ διατέμνεσθαι. εἰ γὰρ οἱ τοῦ κόσμου τούτου ἄρχοντες, ὅταν τινὰ τῶν κακούργων θανάτῳ καταδικάζειν μέλλωσιν, ἀφέλκονται τὰ παραπετάσματα, καλοῦσι δὲ τοὺς ἐμπειροτάτους πρὸς τὴν ὑπὲρ τῶν προκειμένων σκέψιν, καὶ πολὺν ἐνσχολάζουσι χρόνον, νῦν μὲν τοῦ νόμου τὸ αὐστηρὸν ὁρῶντες, νῦν δὲ τὴν κοινωνίαν τῆς φύσεως δυσωπούμενοι, καὶ πολλὰ στενάξαντες καὶ τὴν ἀνάγκην ἀπολοφυρόμενοι, πάνδημοι πᾶσι γίνονται πρὸς ἀνάγκην ὑπηρετοῦντες τῷ νόμῳ, οὐ κατʼ οἰκείαν ἡδονὴν ἐπάγοντες τὴν κατάκρισιν, πόσῳ χρὴ πλείονος σπουδῆς ἄξιον ἡγεῖσθαι καὶ μερίμνης καὶ τῆς μετὰ πλειόνων βουλῆς τὸν μέλλοντα φιλίας ἀδελφῶν ἀπορρήγνυσθαι, τῆς ἐν πολλῷ χρόνῳ βεβαιωθείσης; ἀλλὰ μία ἐπιστολὴ καὶ αὐτὴ ἀμφίβολος. οὐδὲ γὰρ ἂν εἴποιεν ἐκ τῶν τῆς ὑπογραφῆς συμβόλων αὐτὴν ἐπεγνωκέναι, οἵ γε οὐχὶ τὴν πρώτως γραφεῖσαν, ἀλλὰ τὴν μεταγραφεῖσαν εἰς χεῖρας ἔλαβον. ἐξ ἑνὸς τοίνυν γράμματος, καὶ τούτου παλαιοῦ. εἴκοσι γὰρ ἔτη ἐστὶν εἰς τὸν νῦν χρόνον ἀφʼ οὗ γέγραπταί τι πρὸς τὸν ἄνδρα ἐκεῖνον. ἐν δὲ τῷ μεταξὺ τούτῳ χρόνῳ οὐδένα τοιοῦτον ἔχω μάρτυρα τῆς ἐμαυτοῦ προαιρέσεως καὶ τοῦ βίου, ὡς τοὺς νῦν ἐφεστῶτάς μοι κατηγόρους.
§223.9 Ἀλλʼ οὐ γὰρ ἐπιστολὴ τοῦ χωρισμοῦ αἰτία, ἑτέρα δέ ἐστι τῆς διαστάσεως ὑπόθεσις, ἣν ἐγὼ λέγειν αἰσχύνομαι, κἂν ἐσίγησα δὲ πάντα τὸν χρόνον, εἰ μὴ τὰ νῦν πεπραγμένα ἀναγκαίαν μοι καθίστη διὰ τὸ τῶν πολλῶν λυσιτελὲς τῆς ὅλης αὐτῶν προαιρέσεως τὴν φανέρωσιν. ἐνόμισαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν. καὶ ἐπειδὴ ὑπογραφῇ τινι πίστεως προελήφθησαν, ἣν ἡμεῖς αὐτοῖς προετείναμενοὐκ αὐτοὶ ἀπιστοῦντες αὐτῶν τῷ φρονήματι (ὁμολογῶ γάρ), ἀλλὰ τὰς ἐπʼ αὐτοῖς ὑπονοίας, ἃς οἱ πολλοὶ τῶν ὁμοψύχων ἡμῶν ἀδελφῶν εἶχον, θεραπεῦσαι βουλόμενοιἵνα μηδὲν ἐκ τῆς ὁμολογίας ἐκείνης δόξῃ αὐτοῖς ἐμπόδιον ἀπαντᾷν, πρὸς τὸ ὑπὸ τῶν νῦν κρατούντων παραδεχθῆναι, ἀπείπαντο τὴν πρὸς ἡμᾶς κοινωνίαν· καὶ ὑπόθεσις τῆς ἀπορρήξεως τὸ γράμμα τοῦτο ἐπενοήθη. σημεῖον δὲ τῶν λεγομένων ἐναργέστατον, ὅτι ἀποκηρύξαντες ἡμᾶς, καὶ συνθέντες τὰς μέμψεις ἃς ἠβούλοντο καθʼ ἡμῶν, πρὶν ἡμῖν ἀποστεῖλαι, τὰ γράμματα περιέπεμπον πανταχοῦ. ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας, παρʼ ἄλλοις ἐφάνη ἐπιστολή· οἳ ἐξ ἑτέρων διαδεξάμενοι, ἑτέροις ἔμελλον παραπέμπειν. οὕτω γὰρ ἐπενόησαν ἕνα ἑνὶ παραδιδόναι, ἵνα ταχεῖα αὐτοῖς κατὰ πᾶσαν τὴν χώραν γένηται διάδοσις. καὶ ταῦτʼ ἐλέγετο μὲν ἔτι τότε παρὰ τῶν σαφέστατα ἡμῖν τὰ ἐκείνων ἐξαγγελλόντων, ἐκρίναμεν δὲ σιωπᾷν, ἕως ἂν ἀποκαλύπτων τὰ βαθέα σαφεστάτοις καὶ ἀναντιρρήτοις ἐλέγχοις δημοσιεύσῃ τὰ κατʼ αὐτούς.
§224.1 Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας καὶ ἐπῄνεσα τὴν προσηγορίαν ἣν εὐστόχως ὠνόμασας τὸ βιβλίον τὸ ὑπʼ αὐτῶν συγγεγραμμένον, προσαγορεύσας βιβλίον ἀποστασίου. ὅπερ οἱ συγγράψαντες (ἀπὸ τῆς ἀγάπης ἡμῶν ἀποστῆναι) τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, ἐννοεῖν οὐκ ἔχω. προθέντες γὰρ ἡμετέραν κατηγορίαν, καὶ σφοδρῶν ἡμῶν καταδραμόντες, καὶ διηγησάμενοι ἐβούλοντο, οὐχ οἷα ἀλήθεια ἔχει, σχηματισάμενοι ἑαυτῶν πολλὴν ταπείνωσιν, καὶ ἡμῖν περιθέντες ὑπερηφανίας ὄγκον, ὡς μὴ δεξαμένοις τοὺς παρʼ αὐτῶν ἀποσταλέντας, πάντα ψευδῆ, τά γε πλεῖστα αὐτῶν, ἵνα μὴ ἐπικινδύνως φθέγξωμαι, ὡς ἀνθρώπους πείθοντες, καὶ οὐχὶ Θεόν, καὶ ζητοῦντες ἀνθρώποις ἀρέσαι, καὶ οὐχὶ Θεῷ, παρʼ οὐδέν ἐστιν ἀληθείας προτιμότερον, οὕτω συνέγραψαν. εἶτα ἐκεῖνοι τοῖς καθʼ ἡμῶν γράμμασιν ὑπέταξαν ῥήματα αἱρετικά, τὸν συγγραφέα τῆς ἀσεβείας ἀποκρυψάμενοι, ἵνʼ οἱ πολλοὶ καὶ ἁπλούστεροι ἐκ τῆς προτεταγμένης ἡμῶν κατηγορίας ἡμέτερα εἶναι νομίσωσι τὰ συνημμένα, διὰ τὸ παρὰ τῶν τεχνικῶς ἡμᾶς διαβαλλόντων σιωπηθῆναι μὲν τὸ ὄνομα τοῦ πατρὸς τῶν πονηρῶν δογμάτων, καταλειφθῆναι δὲ τῇ ὑπονοίᾳ τῶν ἀκεραιοτέρων τὸ ἡμᾶς εἶναι τοὺς ταῦτα ἐνθυμηθέντας γράψαντας. ταῦτα οὖν γινώσκοντας ὑμᾶς παρακαλοῦμεν αὐτούς τε μὴ ταράσσεσθαι, καὶ τῶν σαλευομένων τοὺς θορύβους κατασιγάζειν· εἰ καὶ ὅτι οἴδαμεν δυσπαράδεκτον ἡμῶν οὖσαν τὴν ἀπολογίαν, διὰ τὸ ὑπὸ προσώπων ἀξιοπίστων προκατασχεθῆναι ἡμῶν τὰς πονηρὰς βλασφημίας.
§224.2 Περὶ μὲν οὖν τοῦ ὅτι οὐκ ἔστιν ἡμέτερα τὰ ὡς ἡμέτερα περιφερόμενα, νομίζω, εἰ καὶ πάνυ καθʼ ἡμῶν θυμὸς ἐπισκοτεῖ τοῖς λογισμοῖς αὐτῶν πρὸς τὸ συνορᾷν τὸ συμφέρον, ὅμως, ἐὰν ἐρωτηθῶσι παρʼ ὑμῶν αὐτῶν, μὴ ἂν αὐτοὺς εἰς τοσοῦτον ἐλθεῖν σκληρότητος, ὥστε τολμῆσαι φθέγξασθαι τῷ ἰδίῳ στόματι τὸ ψεῦδος καὶ εἰπεῖν ὅτι ἐμά ἐστι τὰ συντάγματα. εἰ δʼ οὐκ ἐμά, διὰ τί κρίνομαι ὑπὲρ τῶν ἀλλοτρίων; ἀλλʼ ἐροῦσιν, ὅτι κοινωνὸς Ἀπολλιναρίου ἐγώ, καὶ τῶν τοιούτων δογμάτων τὴν διαστροφὴν ἔχων ἐν ἐμαυτῷ. ἀπαιτηθήτωσαν τὰς ἀποδείξεις. εἰ μὲν γὰρ καρδίαν ἀνθρώπου διερευνᾷν ἴσασι, τοῦτο ὁμολογησάτωσαν, καὶ γνωρίσατε αὐτῶν τὴν περὶ πάντα ἀλήθειαν· εἰ δὲ ἐκ τῶν φαινομένων καὶ πᾶσι προδήλων ἐλέγχουσί μου τὴν κοινωνίαν, δειξάτωσαν κανονικὰ γράμματα παρʼ ἐμοῦ πρὸς αὐτὸν διαπεμπόμενα, παρʼ ἐκείνου πρὸς ἐμέ, τῶν κληρικῶν τὰς πρὸς ἡμᾶς ἐπιμιξίας, εἴ τινα αὐτῶν εἰς κοινωνίαν εὐχῆς ἐδεξάμεθά ποτε. εἰ δὲ ἐπιστολὴν προφέρουσι τὴν λοιπὸν πρὸ κέ ἐτῶν γραφεῖσαν αὐτῷ, παρὰ λαϊκοῦ πρὸς λαϊκόν, καὶ οὐδὲ ταύτην ὡς γέγραπται παρʼ ἐμοῦ, ἀλλὰ μεταποιηθεῖσαν, ὑπὸ τίνων δὲ Θεὸς οἶδε· γνωρίσατε αὐτόθεν τὴν ἀδικίαν, ὅτι οὐδεὶς ἐν ἐπισκοπῇ ὢν ἐγκαλεῖται, εἴ τι κατὰ ἀδιαφορίαν ἐν τῷ λαϊκῷ βίῳ ἀπαρατηρήτως ἔγραψε, καὶ τοῦτο μηδὲ περὶ πίστεως, ἀλλὰ ψιλὸν γράμμα φιλικὴν ἔχον προσηγορίαν. τάχα δὲ κἀκεῖνοι φαίνονται καὶ Ἕλλησι καὶ Ἰουδαίοις γράψαντες καὶ μὴ ἔχοντες ἔγκλημα. μέχρι γὰρ σήμερον οὐδεὶς ἐκρίθη ἐπὶ τοιούτῳ πράγματι, ἐφʼ ἡμεῖς καταδικαζόμεθα παρὰ τῶν διυλιζόντων τοὺς κώνωπας. ὅτι μὲν οὖν οὔτε ἐγράψαμεν ἐκεῖνα, οὔτε συντεθείμεθα αὐτοῖς, ἀλλὰ καὶ ἀναθεματίζομεν τοὺς ἔχοντας ἐκεῖνο τὸ πονηρὸν φρόνημα, τὸ τῆς συγχύσεως τῶν ὑποστάσεων, ἐν ἀσεβεστάτη αἵρεσις τοῦ Σαβελλίου ἀνενεώθη, τοῦτο μὲν οὖν γνώριμον τῷ Θεῷ, τῷ τὰς καρδίας γινώσκοντι, γνώριμον δὲ καὶ πάσῃ τῇ ἀδελφότητι τῇ εἰς πεῖραν ἐλθούσῃ τῆς ἡμετέρας ταπεινώσεως. καὶ αὐτοὶ δὲ ἐκεῖνοι, οἱ νῦν σφοδροὶ κατήγοροι ἡμῶν, ἐρευνησάτωσαν τὸ ἴδιον συνειδός, καὶ γνώσονται, ὅτι ἐκ παιδὸς μακρὰν ἐγενόμεθα τῶν τοιούτων δογμάτων.
§224.3 Τί δέ ἐστι τὸ ἡμέτερον φρόνημα, εἴ τις ἐπιζητεῖ, γνώσεται ἀπʼ αὐτοῦ τοῦ γραμματίου, ἐν ὑπογραφὴ αὐτῶν ἐστιν ἰδιόχειρος. ἣν ἐκεῖνοι βουλόμενοι ἀθετῆσαι, τὴν ἑαυτῶν μεταβολὴν κρύπτουσιν ἐν τῇ ἡμετέρᾳ συκοφαντίᾳ. οὐ γὰρ ὁμολογοῦσιν, ὅτι μετεμελήθησαν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι αὐτοῖς βιβλίῳ ὑπογράφοντες· ἀλλʼ ἡμῖν ἐπιφέρουσιν ἐγκλήματα ἀσεβείας, νομίζοντες ἀγνοεῖσθαι, ὅτι πρόσχημα μὲν αὐτοῖς ἐστιν ἀφʼ ἡμῶν ἀναχώρησις· τῇ δὲ ἀληθείᾳ τῆς πίστεως ἀνακεχωρήκασιν, ἣν πολλάκις ἐπὶ πολλῶν ἐγγράφως ὁμολογήσαντες, τὸ τελευταῖον καὶ παρʼ ἡμῶν ἐπιδοθεῖσαν ἐδέξαντο, καὶ ὑπέγραψαν, πᾶσιν ἔξεστιν ἀναγινώσκειν, καὶ παρʼ αὐτῶν τῶν γραμμάτων διδάσκεσθαι τὴν ἀλήθειαν. γνωρίμη δὲ αὐτῶν ἔσται προαίρεσις, ἐάν τις μετὰ τὴν ὑπογραφήν, ἣν ἡμῖν ἐπέδωκαν, ἀναγνῷ τὴν πίστιν, ἣν Γελασίῳ ἐπέδωκαν, καὶ γνῷ πόσον τὸ διάφορον ἐκείνης τῆς ὁμολογίας πρὸς ταύτην. οἱ τοίνυν οὕτως εὐκόλως πρὸς τὰ ἐναντία μετατρεπόμενοι μὴ τὰ ἀλλότρια κάρφη διερευνάτωσαν, ἀλλὰ τὴν δοκὸν τὴν ἐν τῷ οἰκείῳ ὀφθαλμῷ ἐκβαλλέτωσαν.
§224.4 Ἐντελέστερον δὲ διἄλλης ἐπιστολῆς περὶ πάντων καὶ ἀπολογούμεθα καὶ διδάσκομεν, ἥτις πληροφορήσει τοὺς τὸ πλέον ἐπιζητοῦντας. ὑμεῖς δὲ ἐν τῷ παρόντι, ταῦτα ἡμῶν δεξάμενοι τὰ γράμματα, πᾶσαν ἄφετε λύπην, καὶ κυρώσατε τὴν εἰς ἡμᾶς ἀγάπην, διἣν σφοδρῶς ἀντέχομαι τῆς πρὸς ὑμᾶς ἑνώσεως. καὶ μεγίστη ἡμῖν ἐστι λύπη, καὶ ἀπαραμύθητος ὀδύνη τῇ καρδίᾳ ἡμῶν, ἐὰν τοσοῦτον κατισχύσωσιν ὑμῶν αἱ καθʼ ἡμῶν διαβολαί, ὥστε ψῦξαι τὴν ἀγάπην καὶ ἀπαλλοτριῶσαι ἡμᾶς ἀπʼ ἀλλήλων. ἔρρωσθε.
§225.1 Πολλὴν χάριν ἔχομεν ἀεὶ τῷ Θεῷ, καὶ βασιλεῦσι τοῖς ἐπιμελομένοις ἡμῶν, ὅταν ποτὲ ἴδωμεν τῆς πατρίδος ἡμῶν τὴν ἀρχὴν ἀνδρὶ πιστευθεῖσαν πρῶτον μὲν Χριστιανῷ, ἔπειτα ὀρθῷ τὸν τρόπον, καὶ ἀκριβεῖ τῶν νόμων φύλακι, καθʼ οὓς πολιτευόμεθα τὰ ἀνθρώπινα. διαφερόντως δὲ ἐπὶ τῆς σῆς ἐπιδημίας ταύτην τὴν χάριν ὡμολογήσαμεν τῷ Θεῷ καὶ τῷ θεοφιλεῖ βασιλεῖ. αἰσθόμενοι δὲ ὅτι τινὲς τῶν ἐχθρῶν τῆς εἰρήνης ἔμελλον τὰ σεμνά σου δικαστήρια καθʼ ἡμῶν διοχλεῖν, ἐξεδεχόμεθα κληθήσεσθαι παρὰ τῆς μεγαλονοίας σου, ὥστε διδαχθῆναι παρʼ ἡμῶν τὴν ἀλήθειαν· εἴπερ ἄρα κατεδέχετό σου μεγάλη φρόνησις τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκειοῦσθαι τὰς ἐξετάσεις. ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον, τὸν δὲ ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Γρηγόριον κινηθεῖσά σου ἐξουσία ἐπὶ ταῖς Φιλοχάρους λοιδορίαις ἀναρπαγῆναι προσέταξεν, δὲ ὑπήκουσε μὲν τῷ προστάγματι, (πῶς γὰρ οὐκ ἔμελλεν;) ὑπὸ δὲ πλευριτικοῦ πάθους κατασχεθείς, καὶ ἅμα ἐκ τῆς προσγενομένης αὐτῷ ψύξεως, τῆς τῶν νεφρῶν ἀρρωστίας συνήθως ἐπαναστάσης, ἠναγκάσθη, ἀπαραιτήτως ὑπὸ τῶν στρατιωτῶν κατεχόμενος, ἐπιμελείας ἕνεκεν τοῦ σώματος καὶ παραμυθίας τῶν ἀφορήτων ὀδυνῶν, πρός τι χωρίον ἡσυχίαν ἔχον μετατεθῆναι· τούτου χάριν πάντες ἤλθομεν ἐπὶ τὸ ἱκετεῦσαι τὸ μέγεθός σου, μηδὲν ἀγανακτῆσαι τῇ ἀναβολῇ τῆς ἀπαντήσεως, καὶ γὰρ οὔτε τι τῶν δημοσίων χεῖρον ἔσχεν ἐκ τῆς ἡμετέρας ὑπερθέσεως, οὔτε τι τῶν ἐκκλησιαστικῶν τούτου ἕνεκεν παρεβλάβη.
§225.2 Ἀλλʼ εἰ μὲν περὶ χρημάτων ἐστὶν λόγος, ὡς διαφορηθέντων, αὐτοῦ εἰσιν οἱ ταμίαι τῶν ἱερῶν χρημάτων ἕτοιμοι δοῦναι λόγον τῷ βουλομένῳ, καὶ δεῖξαι τὴν συκοφαντίαν τῶν κατατολμησάντων τῆς ἀκριβοῦς ἀκοῆς σου· ῥᾴδιον γὰρ αὐτοῖς ἀπʼ αὐτῶν τῶν γραμμάτων τοῦ μακαρίου ἐπισκόπου φανερὰν τὴν ἀλήθειαν τοῖς ἐπιζητοῦσι ποιῆσαι· εἰ δέ τι ἕτερόν ἐστι κανονικὸν ἐξετάσεως δεόμενον, καὶ τούτου καταδέχεται ὑποδέξασθαι τὴν ἀκρόασιν καὶ τὴν κρίσιν μεγαλόνοιά σου, πάντων ἡμῶν χρεία, ὅτι εἴπερ τι ἐλλέλειπται τῶν κανονικῶν, οἱ χειροτονήσαντες αἴτιοι, οὐχ κατὰ πᾶσαν ἀνάγκην ὑποδέξασθαι τὴν λειτουργίαν ἐκβιασθείς.
§225.3 Ὥστε ἱκετεύομέν σε φυλάξαι ἡμῖν τὴν ἀκρόασιν ἐπὶ τῆς πατρίδος, καὶ μὴ ἕλκειν εἰς τὴν ὑπερορίαν, μηδὲ εἰς ἀνάγκην ἄγειν συντυχίας ἐπισκόπων, πρὸς οὓς οὔπω τὰ περὶ τῶν ἐκκλησιαστικῶν ζητημάτων ἀπελυσάμεθα. ὁμοῦ δὲ καὶ φείσασθαι τοῦ γήρως ἡμῶν καὶ τῆς ἀσθενείας δεόμεθα. γνώσῃ γὰρ αὐτῇ τῇ πείρᾳ, τοῦ Θεοῦ βουλομένου, ὡς οὔτε μικρὸν οὔτε μεῖζον παρεῖταί τι τῶν κανονικῶν ἐν τῇ καταστάσει τοῦ ἐπισκόπου. εὐχόμεθα οὖν ἐπὶ τῆς σῆς ἀρχῆς καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν ὁμόνοιαν καὶ εἰρήνην καταπραχθῆναι· ἧς μήπω γενομένης, βαρὺ ἡμῖν ἐστι καὶ τὸ τῆς συντυχίας, διὰ τὸ πολλοὺς τῶν ἁπλουστέρων βλάπτεσθαι ἐν τῇ διαστάσει ἡμῶν τῇ πρὸς ἀλλήλους.
§226.1 Δυνατὸς μὲν ἅγιος Θεὸς καὶ τὴν διὰ τῆς συντυχίας εὐφροσύνην ἡμῖν χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει. ἕως δὲ τοῦθʼ ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς, καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέστατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ εὐαγγελίου Μελέτιον τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφʼ ὑμῖν, καὶ τὴν μέριμναν τῶν ψυχῶν ἡμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως, ἵνα καὶ ἡμεῖς ἔχωμεν παρρησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμπρότητι τῶν ἁγίων δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ.
§226.2 Ἅμα δὲ ἡμῖν πολλὴν μέριμναν ἐμποιεῖ τοῦ κατασχόντος καιροῦ τούτου χαλεπότης, ἐν πᾶσαι μὲν ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. ἤνοιξαν γάρ τινες ἀφειδῶς στόματα κατὰ τῶν ὁμοδούλων. λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἀλήθεια συγκεκάλυπται. καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως· οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως, ὅθεν κἀγὼ ἀκούσας ὅτι πολλαὶ κατʼ ἐμοῦ περιφέρονται ἐπιστολαί, στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγοροῦσαι ἐπὶ πράγμασιν, ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, καὶ ἐποίησα· τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστίν, ἐν τυπτόμενος ὑπὸ τῶν διαβολῶν φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος, ὅτι ἔχω Κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς συκοφαντίας. ἐπειδὴ δὲ ὁρῶ, ὅτι πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκεν ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, οὐδένα κρίνει νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ.
§226.3 Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. ὥστε κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. οἱ γὰρ ἡμῖν κακοδοξίαν ἐγκαλοῦντες ἐφάνησαν νῦν ἐκ τοῦ προφανοῦς τῇ μερίδι τῶν αἱρετικῶν προστιθέμενοι, οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφως ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται. νοήσατε τὴν συνήθειαν τῶν ταῦτα τολμώντων, ὅτι ἔθος αὐτοῖς ἀεὶ πρὸς τὸ δυνατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς ἀσθενοῦντας τῶν φίλων καταπατεῖν θεραπεύειν δὲ τοὺς κρατοῦντας. οἱ γὰρ τὰς πολυθρυλλήτους ἐκείνας ἐπιστολὰς κατὰ Εὐδοξίου καὶ πάσης αὐτῶν τῆς μερίδος συγγράφοντες, καὶ περιπέμποντες πάσαις ταῖς ἀδελφότησι, καὶ διαμαρτυρόμενοι φεύγειν τὴν κοινωνίαν αὐτῶν ὡς ὄλεθρον τῶν ψυχῶν, καὶ διὰ τοῦτο μὴ καταδεξάμενοι τὰς ἐπὶ καθαιρέσει αὐτῶν ἐξενεχθείσας ψήφους, ἐπειδὴ παρʼ αἱρετικῶν ἦσαν γενόμεναι, ὡς ἔπειθον ἡμᾶς τότε, οὗτοι νῦν πάντων ἐπιλαθόμενοι, μετʼ αὐτῶν γεγόνασι. καὶ οὐδεμία αὐτοῖς ἄρνησις καταλείπεται· φανερῶς γὰρ ἀπεκάλυψαν ἑαυτῶν τὴν προαιρεσίν, ἐν Ἀγκύρᾳ τὰς κατʼ οἶκον αὐτῶν κοινωνίας κατασπαζόμενοι, ἐπειδὴ εἰς τὸ κοινὸν ὑπʼ αὐτῶν ἐκείνων οὔπω ἐδέχθησαν. ἐρωτήσατε οὖν αὐτούς, εἰ ὀρθόδοξος νῦν Βασιλείδης κοινωνικὸς Ἐκδικίου, διὰ τί ἀπὸ τῆς Δαρδανίας ἐπανιόντες, τὰ θυσιαστήρια ἐκείνου ἐν τῇ χώρᾳ τῶν Γαγγρηνῶν κατέστρεφον, καὶ ἑαυτῶν τραπέζας ἐτίθεσαν; διὰ τί καὶ μέχρι νῦν ἐπέρχονται ταῖς ἐκκλησίαις τῆς Ἀμασείας καὶ Ζήλων, καὶ παρʼ ἑαυτῶν ἐγκαθιστῶσι πρεσβυτέρους καὶ διακόνους; εἰ μὲν γὰρ ὡς ὀρθοδόξοις κοινωνοῦσι, τίνος ἕνεκεν ὡς αἱρετικοῖς ἐπέρχονται; εἰ δὲ ὡς αἱρετικοὺς ὑπειλήφασι, πῶς τὴν κοινωνίαν αὐτῶν οὐκ ἐκτρέπονται; ταῦτα οὐχὶ καὶ παιδικῇ διανοίᾳ δῆλά ἐστιν, ἀδελφοὶ τιμιώτατοι, ὅτι ἀεὶ πρὸς τὸ ἴδιον συμφέρον βλέποντες διαβάλλειν τινάς, συνιστᾷν ἐπιχειροῦσι;
§226.4 Καὶ ἡμῶν τοίνυν ἀπέστησαν, οὔτε ἀγανακτήσαντες, ὅτι οὐκ ἀντεγράψαμεν (τοῦτο γάρ ἐστιν ἐφʼ οὗ μάλιστα λέγουσι παρωξύνθαι), οὔτε ὅτι τοὺς χωρεπισκόπους, οὓς λέγουσιν ἀπεσταλκέναι, οὐκ ἐδεξάμεθα. καίτοι δώσουσι λόγον τῷ Κυρίῳ οἱ τοῦτο κατασκευάζοντες. εἷς γάρ τις Εὐστάθιος ἀποσταλείς, καὶ γράμματα διαδοὺς τῇ τάξει τοῦ Οὐικαρίου, τρεῖς ἡμέρας ποιήσας ἐπὶ τῆς πόλεως, καὶ μέλλων ἀπαίρειν ἐπὶ τὰ ἴδια, ἑσπέρας ἤδη βαθείας, καθεύδοντί μοι λέγεται πλησιάσαι τῷ οἰκήματι ἡμῶν. ἀκούσας δὲ ὅτι καθεύδω, ἀπελθών, οὐκέτι τῇ ὑστεραίᾳ ἡμῖν προσήγγισεν, ἀλλʼ οὕτως ἀφοσιωσάμενος τὸ καθʼ ἡμᾶς, ἐπανῆλθε. καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ἠδικήσαμεν ἡμεῖς, καὶ οἱ μακρόθυμοι οὐκ ἀντεστάθμησαν τὴν πρὸ τούτου δουλείαν ἡμῶν, ἣν ἐδουλεύσαμεν αὐτοῖς ἐν ἀγάπῃ, τῷ πταίσματι τούτῳ· ἀλλὰ τοσοῦτον ἐβάρυναν τὴν καθʼ ἡμῶν ὀργὴν ἐπὶ ταύτῃ τῇ ἁμαρτίᾳ, ὥστε πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις, τό γε εἰς αὐτοὺς ἧκον, ἐκκηρύκτους ἡμᾶς ποιῆσαι.
§226.5 Οὐ μὴν αὕτη γέ ἐστι κατὰ ἀλήθειαν τῆς διαστάσεως αἰτία· ἀλλʼ ἐπειδὴ ἐνόμισαν εὐδοκιμήσειν τότε παρὰ τῷ Εὐζωΐῳ, εἰ ἡμῶν ἑαυτοὺς ἀλλοτριώσειαν, ἐκείνας ἑαυτοῖς ἐπενόησαν τὰς προφάσεις, ἵνα εὕρωσί τινα σύστασιν παρʼ αὐτοῖς διὰ τοῦ πρὸς ἡμᾶς πολέμου. οὗτοι νῦν καὶ τὴν ἐν Νικαίᾳ διαβάλλουσι πίστιν, καὶ ὁμοουσιάστας ἡμᾶς ἀποκαλοῦσι, διὰ τὸ ἐν ἐκείνῃ τῇ πίστει τὸν μονογενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιον ὁμολογεῖσθαι, οὐχ ὡς ἀπὸ μιᾶς οὐσίας μερισθείσης εἰς δύο ἀδελφά, μὴ γένοιτο· οὐ γὰρ τοῦτο ἐνόησεν ἁγία ἐκείνη καὶ θεοφιλὴς σύνοδος, ἀλλʼ ὡς, ὅπερ ἐστὶ κατὰ τὴν οὐσίαν Πατήρ, τοῦτο ὀφείλοντος νοεῖσθαι καὶ τοῦ Υἱοῦ. οὕτω γὰρ ἡμῖν ἐκεῖνοι αὐτοὶ ἡρμήνευσαν εἰπόντες, φῶς ἐκ φωτός. ἔστι δὲ ἐν Νικαίᾳ πίστις, παρʼ αὐτῶν ἀπὸ τῆς δύσεως κομισθεῖσα, ἣν ἐπέδωκαν τῇ συνόδῳ τῇ ἐν Τυάνοις, ὑφʼ ἧς καὶ παρεδέχθησαν. ἀλλʼ ἔχουσί τι σοφὸν δόγμα εἰς τὰς τοιαύτας ἑαυτῶν μεταβολάς· ὅτι τοῖς ῥήμασι τῆς πίστεως ὡς ἰατροὶ κέχρηνται κατὰ καιρόν, ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμοζόμενοι. τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσῆκεν, ἀλλʼ ὑμᾶς νοεῖν. δώσει γὰρ ὑμῖν Κύριος σύνεσιν πρὸς τὸ γνωρίζειν, τίς μὲν εὐθὴς λόγος, τίς δὲ σκολιὸς καὶ διεστραμμένος, εἰ γὰρ ἄλλοτε ἄλλας δεῖ πίστεις συγγράφειν, καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἀπόφασις τοῦ εἰπόντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. εἰ δὲ ἐκεῖνα ἀληθῆ, μηδεὶς ὑμᾶς ἐξαπατάτω τοῖς κενοῖς τούτοις λόγοις. διαβάλλουσι γὰρ ἡμᾶς ὡς καινοτομοῦντας περὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ἐρωτήσατε οὖν τίς καινοτομία. ἡμεῖς γὰρ ὁμολογοῦμεν καὶ παρελάβομεν, μετὰ Πατρὸς καὶ Υἱοῦ τετάχθαι τὸν Παράκλητον, οὐ μετὰ τῆς κτίσεως ἀριθμεῖσθαι. εἰς γὰρ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκαμεν· καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. διὰ τοῦτο οὐδέποτε τῆς πρὸς τὸν Πατέρα καὶ Υἱὸν συναφείας τὸν Παράκλητον ἀποσπῶμεν. γὰρ νοῦς ἡμῶν φωτιζόμενος ὑπὸ τοῦ Πνεύματος πρὸς Υἱὸν ἀναβλέπει, καὶ ἐν αὐτῷ ὡς ἐν εἰκόνι θεωρεῖ τὸν Πατέρα. οὔτε οὖν ὀνόματα παρʼ ἑαυτῶν ἐπινοοῦμεν, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Παράκλητον ὀνομάζομεν, οὔτε τὴν ὀφειλομένην αὐτῷ δόξαν ἀθετεῖν καταδεχόμεθα. ταῦτά ἐστι τὰ ἡμέτερα μετὰ πάσης ἀληθείας. ἐπὶ τούτοις κατηγορῶν κατηγορείτω· διώκων ἡμᾶς διωκέτω· πιστεύων ταῖς καθʼ ἡμῶν διαβολαῖς ἑτοιμαζέσθω πρὸς τὴν διαδικασίαν. Κύριος ἐγγύς, μηδὲν μεριμνῶμεν.
§226.6 Εἴ τις ἐν Συρίᾳ συγγράφει, τοῦτο οὐδὲν πρὸς ἡμᾶς. ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησί, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. οἱ ἐμοὶ λόγοι ἐμὲ κρινέτωσαν· ὑπὲρ δὲ ἀλλοτρίων ἡμᾶς σφαλμάτων μηδεὶς καταδικαζέτω, μηδὲ τὰς πρὸ εἴκοσιν ἐτῶν γραφείσας παρʼ ἡμῶν ἐπιστολὰς εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν. ἡμεῖς γάρ, πρὸ τῶν συγγραμμάτων, λαϊκοὶ ὄντες πρὸς λαϊκοὺς ἐπεστέλλομεν, πρὸ τοῦ τινὰ καὶ ὑπόνοιαν τοιαύτην κατʼ αὐτῶν κινεῖσθαι· καὶ ἐπεστέλλομεν οὐδὲν περὶ πίστεως, οὐδʼ οἷα νῦν ἐπὶ τῇ καθʼ ἡμῶν διαβολῇ περιφέρουσιν οὗτοι, ἀλλὰ ψιλὰς προσηγορίας, ἀγαπητικὴν προσφώνησιν ἀποπληρούσας. ἡμεῖς γὰρ ὁμοίως καὶ τοὺς τὰ Σαβελλίου νοσοῦντας καὶ τοὺς τὰ Ἀρείου δόγματα ἐκδικοῦντας, ὡς ἀσεβεῖς, ἀποφεύγομεν καὶ ἀναθεματίζομεν. εἴ τις τὸν αὐτὸν Πατέρα λέγει καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ ἓν πρᾶγμα πολυώνυμον ὑποτίθεται, καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν προσηγοριῶν ἐκφωνουμένην, τὸν τοιοῦτον ἡμεῖς ἐν τῇ μερίδι τῶν Ἰουδαίων τάσσομεν. ὁμοίως καὶ εἴ τις ἀνόμοιον λέγει κατὰ τὴν οὐσίαν τὸν Υἱὸν τῷ Πατρί, εἰς κτίσμα κατάγει τὸ Πνεῦμα τὸ ἅγιον, ἀναθεματίζομεν, καὶ ἐγγὺς εἶναι τῆς Ἑλληνικῆς τιθέμεθα πλάνης. ἀλλὰ τὰ μὲν στόματα τῶν κατηγορούντων ἡμᾶς ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων γραμμάτων ἀμήχανον· μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν καὶ μείζονα καὶ χαλεπώτερα καθʼ ἡμῶν κατασκευάζειν. τὰς μέντοι ὑμετέρας ἀκοὰς φυλαχθῆναι οὐ χαλεπόν. ὥστε, ἐστιν ἐφʼ ὑμῖν, τοῦτο ποιήσατε. ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον ταῖς διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε· καὶ πρὸς τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. καὶ εἰ μὲν εὕρητε παρʼ ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσιν. ἀγρυπνοῦσιν ἐκεῖνοι πρὸς τὸ ἡμᾶς κακοποιῆσαι· τοῦτο παρʼ ὑμῶν οὐκ ἐπιζητοῦμεν. ἐμπορικὸν βίον μεταχειριζόμενοι, παρεμπόρευμα ποιοῦνται τὴν ἡμετέραν διαβολήν· ὑμᾶς δὲ οἴκοι μένειν καὶ εὐσχημονεῖν, ἐν ἡσυχίᾳ τὸ ἔργον τοῦ Χριστοῦ πληροῦντας, παρακαλοῦμεν, τὰς μέντοι συντυχίας αὐτῶν, τὰς δολερῶς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων γινομένας, ἐκκλίνειν· ἵνα καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀκεραίαν φυλάξητε, καὶ τὴν τῶν πατέρων πίστιν ἄθραυστον διασώσητε, καὶ παρὰ τῷ Κυρίῳ εὐδόκιμοι φανῆτε ὡς φίλοι τῆς ἀληθείας.
§227.1 Καὶ τί οὕτω καλὸν καὶ εὐδόκιμον παρὰ θεῷ καὶ ἀνθρώποις ὡς ἀγάπη τελεία, ἣν πλήρωμα παντὸς εἶναι νόμου παρὰ τοῦ σοφοῦ δεδιδάγμεθα διδασκάλου; ὥστε ἀποδέχομαι ὑμῶν τὸ διάπυρον τῆς περὶ τὸν ποιμένα ὑμῶν διαθέσεως. οὔτε γὰρ παιδὶ φιλοπάτορι πατρὸς ἀγαθοῦ στέρησις ἀνεκτή, οὔτε ἐκκλησίᾳ Χριστοῦ ποιμένος καὶ διδασκάλου ἀναχώρησις φορητή. ὥστε καλῆς καὶ ἀγαθῆς προαιρέσεως ἀπόδειξιν ἐν τῇ ὑπερβαλλούσῃ περὶ τὸν ἐπίσκοπον ὑμῶν διαθέσει παρέχεσθε. ἀλλὰ τὸ χρηστὸν ὑμῶν τοῦτο καὶ περὶ τὸν πνευματικὸν πατέρα ἐνδιάθετον, μέτρῳ καὶ λογισμῷ γινόμενον, ἀπόδεκτόν ἐστιν, ἐκβαῖνον δὲ τοὺς ὅρους οὐκ ἔτι τῆς αὐτῆς ἀποδοχῆς ἄξιον γίνεται.
§227.2 Οἰκονομία καλὴ περὶ τὸν θεοφιλέστατον ἀδελφὸν ὑμῶν τὸν συλλειτουργὸν Εὐφρόνιον παρὰ τῶν οἰκονομεῖν τὰς ἐκκλησίας πεπιστευμένων γεγένηται, ἀναγκαία τῷ καιρῷ, λυσιτελὴς καὶ τῇ ἐκκλησίᾳ πρὸς ἣν μετετέθη καὶ ὑμῖν αὐτοῖς ἀφʼ ὧν ἐλήφθη. ταύτην μὴ ἀνθρωπίνην νομίσητε, μηδὲ ἐκ λογισμῶν κεκινῆσθαι τὰ γήινα φρονοῦντων ἀνθρώπων, ἀλλὰ τῇ συνηθείᾳ τοῦ Πνεύματος τοὺς τὴν μέριμναν ἀνηρτημένους τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τοῦτο ποιῆσαι πέπεισθε, καὶ ἐμβάλλεσθε τῇ διανοίᾳ τὴν ὁρμὴν ταύτην, καὶ σπουδάσατε αὐτὴν τελειῶσαι. δέξασθε οὖν ἡσυχῇ καὶ μετʼ εὐχαριστίας τὸ γενόμενον, ἐκεῖνο πεπεισμένοι, ὅτι οἱ μὴ δεχόμενοι παρὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τὰ ταῖς ἐκκλησίαις διατυπούμενα τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθίστανται. μὴ δικαιολογεῖσθε πρὸς τὴν μητέρα ὑμῶν τὴν ἐν Νικοπόλει ἐκκλησίαν. μὴ τραχύνεσθε πρὸς τοὺς τῶν ψυχῶν ὑμῶν ἀναδεδεγμένους τὴν μέριμναν. ἐν γὰρ τῷ τὰ τῆς Νικοπόλεως συνεστάναι πράγματα καὶ τὸ καθʼ ὑμᾶς μέρος συνδιασωθήσεται· ἐὰν δὲ ἐκείνης ἅψηταί τις σάλος κἂν μυρίους ἔχητε τοὺς φυλάσσοντας ὑμᾶς, συμπαραναλωθήσεται τῷ κεφαλαίῳ καὶ τὸ μέρος. ὡς οὖν οἱ τοῖς ποταμοῖς παροικοῦντες, ἐπειδὰν ἴδωσί τινας πόρρωθεν ὀχυρώματα καταβαλλομένους τοῖς ῥεύμασιν, ἴσασιν ὅτι αὐτοῖς προδιοικοῦνται τὴν ἀσφάλειαν, τὰς ἐπιδρομὰς τῶν ῥευμάτων ἀποκρουόμενοι, οὕτω καὶ οἱ νῦν τὸ βάρος τῆς φροντίδος τῶν ἐκκλησιῶν ἀναδεξάμενοι ἐν τῇ τῶν ἄλλων φυλακῇ τὴν καθʼ ὑμᾶς ἄδειαν διοικοῦνται· καὶ ἐν σκέπῃ γενήσεσθε πάσης ταραχῆς, ἑτέρων ὑποδεχομένων τοῦ πολέμου τὰς προσβολάς. πρὸς δὲ κἀκεῖνο ἐνθυμεῖσθαι ὑμᾶς προσῆκεν, ὅτι οὐχ ὑμᾶς ἀπέβαλεν, ἀλλʼ ἑτέρους προσέλαβεν. οὐ δήπου γὰρ βάσκανοι τινές ἐσμεν ἡμεῖς, ὥστε τὸν δυνάμενον καὶ ἄλλοις τῶν ἑαυτοῦ χαρισμάτων μεταδιδόναι ἀναγκάζειν ὑμῖν ἐναποκλείειν τὴν χάριν καὶ τῷ καθʼ ὑμᾶς μόνῳ χωρίῳ στενοχωρεῖν. οὔτε γὰρ πηγὴν περιφράσσων καὶ ὕδατος ἔξοδον λυμαινόμενος, οὔτε διδασκαλίαν διαρκῆ κωλύων ἐπὶ πλεῖον χωρεῖν ἔξω τοῦ πάθους τῆς βασκανίας ἐστίν. ἐχέτω τοίνυν καὶ τὴν Νικοπόλεως μέριμναν, καὶ τὸ ὑμέτερον προσθήκη ἔστω τῶν ἐκεῖ φροντισμάτων. τῷ μὲν γὰρ ἀνδρὶ πλείων προσῆλθεν κόπος, ὑμῶν δὲ οὐδὲν ἐλαττοῦται ἐπιμέλεια.
§227.3 Ἐκεῖνο δέ με πάνυ ἐλύπησε, καὶ ἔξω ἐφάνη τοῦ μέτρου, τὸ εἰρῆσθαι, ὅτι ἀποτυχόντες τῶν ἐπιζητουμένων τὰ δικαστήρια καταληψόμεθα, καὶ ἐπιστήσομεν ἀνθρώπους τοῖς πράγμασιν, οἷς καταστροφὴ τῶν ἐκκλησιῶν εὐχῆς ἐστι τὸ κεφάλαιον. μή ποτε οὖν ἄφρονι θυμῷ φερόμενοί τινες παραπείσωσιν ὑμᾶς φθέγξασθαί τι εἰς τὸ δημόσιον, καὶ γένηται μέν τις ἐντεῦθεν καταστροφή, περιτραπῇ δὲ τῶν γινομένων τὸ βάρος ταῖς κεφαλαῖς τῶν τὴν αἰτίαν παρασχομένων. ἀλλὰ δέξασθε καὶ τὴν ἡμετέραν συμβουλὴν ἐν πατρικοῖς ὑμῖν σπλάγχνοις προσαγομένην, καὶ τὴν τῶν θεοφιλεστάτων ἐπισκόπων οἰκονομίαν, κατὰ βούλησιν Θεοῦ γενομένην. καὶ ἀναμείνατε καὶ ἡμᾶς, οἳ παραγενόμενοι, ἐὰν Κύριος ἡμῖν συνεργήσῃ, ὅσα οὐκ ἐνεχώρει διὰ τῆς ἐπιστολῆς παρακαλέσαι τὴν εὐλάβειαν ὑμῶν, διἑαυτῶν παραινέσομεν, καὶ τὴν ἐνδεχομένην παραμυθίαν διαὐτῶν τῶν ἔργων ἐπαγαγεῖν ὑμῖν πειρασόμεθα.
§228 Ἐδεξάμην τὰ γράμματα τῆς κοσμιότητος ὑμῶν, καὶ εὐχαρίστησα τῷ παναγίω Θεῷ, ὅτι ἄσχολοι ὄντες περὶ τὴν μέριμναν τῶν δημοσίων, οὐκ ἐν παρέργῳ τίθεσθε τὰ τῶν ἐκκλησιῶν· ἀλλʼ ἕκαστος, ὡς ὑπὲρ ἰδίου πράγματος καὶ συνέχοντος αὐτοῦ τὴν ζωήν, οὕτως ἐμερίμνησε· καὶ ἐπεστείλατε ἡμῖν ἀνιώμενοι ἐπὶ τῷ χωρισμῷ τοῦ θεοφιλεστάτου ἐπισκόπου ὑμῶν Εὐφρονίου, ὃν οὐκ ἀφείλετο ὑμῶν Νικόπολις, ἀλλὰ δικαιολογουμένη μὲν εἴποι ἂν ὅτι τὸν οἰκεῖον ἀπέλαβε· θεραπευομένη δὲ φθέγξεται ὑμῖν φωνὴν μητρὶ φιλοστόργῳ πρέπουσαν, ὅτι κοινὸν ἕξει πρὸς ὑμᾶς τὸν πατέρα, ὃς ἐν μέρει ἑκατέροις τῆς ἑαυτοῦ μεταδώσει χάριτος, οὔτε ἐκείνους ἐάσει τι παθεῖν ἐκ τῆς τῶν ἐναντίων ἐπιδρομῆς, καὶ ὑμᾶς τῆς συνήθους κηδεμονίας οὐκ ἀποστερήσει. τοῦ τε οὖν καιροῦ τὴν χαλεπότητα λογισάμενοι, καὶ τὸ τῆς οἰκονομίας ἀναγκαῖον σώφρονι γνώμῃ καταμαθόντες, σύγγνωτε μὲν τοῖς ἐπισκόποις ἐπὶ ταύτην ἐλθοῦσι τὴν ὁδὸν τῆς καταστάσεως τῶν ἐκκλησιῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· παραινέσατε δὲ ἑαυτοῖς, πρέπει ἀνδράσι τέλειον μὲν τὸν οἰκεῖον νοῦν κεκτημένοις, εἰδόσι δὲ καὶ τὰς παρὰ τῶν ἀγαπώντων ὑποθήκας προσίεσθαι. ὑμᾶς μὲν γὰρ εἰκὸς πολλὰ τῶν κινουμένων ἀγνοεῖν, διὰ τὸ ἐν ἐσχατιᾷ τῆς Ἀρμενίας τετάχθαι· ἡμεῖς δὲ οἱ μέσοις ἐμβεβηκότες τοῖς πράγμασι, καὶ πανταχόθεν ἐφʼ ἑκάστης ἡμέρας τὰς ἀκοὰς βαλλόμενοι τῶν καταστρεφομένων ἐκκλησιῶν, ἐν πολλῷ ἀγῶνί ἐσμεν, μήποτε κοινὸς ἐχθρὸς τῇ μακρᾷ εἰρήνῃ τοῦ βίου ὑμῶν βασκήνας, ἐπισπεῖραι δυνηθῇ τὰ ἑαυτοῦ ζιζάνια καὶ τοῖς καθʼ ὑμᾶς τόποις, καὶ γένηται καὶ τὸ τῶν Ἀρμενίων μέρος κατάβρωμα τῶν ὑπεναντίων. ἀλλὰ νῦν μὲν ἡσυχάσατε, ὥσπερ σκεύους ἀγαθοῦ χρῆσιν κοινὴν ἔχειν πρὸς τοὺς γείτονας ὑμῶν καταδεξάμενοι· μικρὸν δὲ ὕστερον, ἂν δῷ Κύριος τὴν ἐπιδημίαν ἡμῶν, καὶ τελεωτέραν παραμυθίαν τῶν γενομένων ἐκδέξεσθε, ἐὰν τοῦτο ὑμῖν ἀναγκαῖον καταφανῇ.
§229.1 Καὶ παρʼ ἑνὸς εὐλαβοῦς καὶ δευτέρου γενόμενον ἔργον πληροφορεῖ ἡμᾶς τῇ συμβουλίᾳ τοῦ Πνεύματος γίγνεσθαι. ὅταν γὰρ μηδὲν ἀνθρώπινον πρὸ ὀφθαλμῶν κείμενον, μηδὲ σκοπῷ οἰκείας ἀπολαύσεως πρὸς τὰς ἐνεργείας ὁρμῶσιν οἱ ὅσιοι, ἀλλʼ τι εὐάρεστον τῷ Θεῷ προθέμενοι, δῆλον ὅτι Κύριός ἐστιν τὰς καρδίας αὐτῶν κατευθύνων. ὅπου δὲ ἄνδρες πνευματικοὶ τῶν βουλευμάτων κατάρχουσιν. ἕπεται δὲ τούτοις λαὸς Κυρίου ἐν συμφωνίᾳ τῆς γνώμης, τίς ἀμφιβαλεῖ μὴ οὐχὶ τῇ κοινωνίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸ αἷμα αὐτοῦ ὑπὲρ τῶν ἐκκλησιῶν ἐκχέαντος, τὴν βουλὴν γεγενῆσθαι; ὅθεν καὶ αὐτοὶ καλῶς εἰκάσατε τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Ποιμένιον κατὰ Θεὸν κεκινῆσθαι, ὃς καὶ ἐπέστη ὑμῖν ἐν καιρῷ, καὶ ἦλθεν ἐπὶ τὸν τρόπον τοῦτον τῆς παραμυθίας. οὗ ἐγὼ οὐχὶ τὴν εὕρεσιν μόνον τοῦ συμφέροντος ἐπαινῶ, ἀλλὰ καὶ τὸ τῆς γνώμης γενναῖον θαυμάζω, ὅτι μὴ εἰς ὑπερθέσεις ἀγαγὼν τὸ πρᾶγμα, ἐξέλυσε μὲν τὴν σπουδὴν τῶν ἐπιζητούντων, ἔδωκε δὲ καιρὸν φυλακῆς τοῖς ἀντιποιουμένοις, ἐπήγειρε δὲ τὰς ἐπιβουλὰς τῶν ἐφεδρευόντων, ἀλλʼ εὐθὺς τῷ καλῷ βουλεύματι τὸ τέλος ἐπήγαγεν. ὃν πανέστιον φυλάξειεν Κύριος τῇ ἑαυτοῦ χάριτι, ὥστε τὴν ἐκκλησίαν ὁμοίαν ἑαυτῇ διαμεῖναι ἐν τῇ ὁμοτίμῳ τοῦ προλαβόντος διαδοχῇ, καὶ μὴ δοῦναι χώραν τῷ πονηρῷ, ὃς νῦν, εἴπερ ποτέ, τῇ καταστάσει τῶν ἐκκλησιῶν δυσχεραίνει.
§229.2 Τοὺς δὲ ἐν Κολωνείᾳ ἀδελφοὺς πολλὰ μὲν καὶ ἡμεῖς παρεκαλέσαμεν διὰ γραμμάτων, καὶ ὑμεῖς δὲ ἀποδέχεσθαι αὐτῶν ὀφείλετε τὴν διάθεσιν μᾶλλον παροξύνειν αὐτούς, ὡς διὰ σμικρότητα παροφθέντας, μηδὲ τῇ καταφρονήσει προάγειν αὐτοὺς εἰς φιλονεικίαν. διότι πεφύκασί πως οἱ φιλονεικοῦντες ἀβουλότεροι γίνεσθαι, καὶ πολλὰ τῶν ἰδίων κακῶς διατίθεσθαι ὑπὲρ τοῦ λυπῆσαι τοὺς ἐναντιουμένους. οὐδεὶς δὲ οὕτω μικρὸς ὡς μὴ δύνασθαι νῦν κακῶν μεγάλων ἀφορμὴν παρασχεῖν τοῖς ἐθέλουσιν ἀφορμήν. καὶ τοῦτο οὐ στοχαζόμενοι λέγομεν, ἀλλὰ πείρᾳ κακῶν οἰκείων δεδιδαγμένοι, παραγάγοι Θεὸς ταῖς ὑμετέραις προσευχαῖς. συνεύξασθε δὲ καὶ ἡμῖν τὴν εὐοδίαν, ἵνα παραγενόμενοι ἐφησθῶμεν ὑμῖν ἐπὶ τῷ παρόντι ποιμένι, καὶ συμπαρακληθῶμεν ἐπὶ τῇ ἀναχωρήσει τοῦ κοινοῦ πατρὸς ἡμῶν.
§230.1 Αἱ περὶ τὰς ἐκκλησίας οἰκονομίαι γίνονται μὲν παρὰ τῶν πεπιστευμένων τὴν προστασίαν αὐτῶν, βεβαιοῦνται δὲ παρὰ τῶν λαῶν. ὥστε μὲν ἦν ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις, πεπλήρωται· τὸ δὲ λειπόμενον ἤδη πρὸς ὑμᾶς βλέπει, ἐὰν καταξιώσητε ἐκθύμως περιέχεσθαι τοῦ δεδομένου ὑμῖν ἐπισκόπου, καὶ τὰς παρὰ τῶν ἔξωθεν πείρας ἰσχυρῶς ἀποκρούεσθαι. οὐδὲν γὰρ οὕτω δυσωπεῖ οὔτε ἄρχοντας οὔτε τοὺς λοιπούς, ὅσοι βασκαίνουσιν ὑμῶν τῇ εἰρηνικῇ καταστάσει, ὡς σύμφωνον περὶ τὴν τοῦ δεδομένου ἀγάπην, καὶ τὸ ἰσχυρὸν τῆς ἐνστάσεως. ἀπόγνωσιν γὰρ ἐμποιεῖ αὐτοῖς πάσης ἐπιχειρήσεως πονηρᾶς, ἐὰν ἴδωσι μήτε κλῆρον μήτε λαὸν τὰς αὐτῶν ἐπινοίας παραδεχόμενον. ἣν οὖν γνώμην ἔχετε περὶ τοῦ καλοῦ, ταύτην κοινὴν ποιήσασθε τῆς πόλεως· καὶ τοῖς δήμοις καὶ πᾶσι τοῖς οἰκοῦσι τὴν χώραν διαλέχθητε ἐπιρρώσοντες αὐτῶν τὰς καλὰς προαιρέσεις, ὥστε διαβοηθῆναι παρὰ πᾶσι τὸ γνήσιον ὑμῶν τῆς εἰς Θεὸν ἀγάπης. ἐὰν δὲ καὶ αὐτοὶ καταξιωθῶμέν ποτε παραγενέσθαι καὶ ἐπισκέψασθαι τὴν ἐκκλησίαν τὴν τροφὸν τῆς εὐσεβείας, ἣν ὡς μητρόπολιν τῆς ὀρθοδοξίας τιμῶμεν, διὰ τὸ ἐκ παλαιοῦ ὑπὸ τιμιωτάτων ἀνδρῶν καὶ ἐκλεκτῶν τοῦ Θεοῦ οἰκονομεῖσθαι αὐτὴν ἀντεχομένων τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὧν ἄξιον εἶναι τὸν νῦν ἀναφανέντα καὶ ὑμεῖς ἐδοκιμάσατε, καὶ ἡμεῖς συνεθέμεθα.
§230.2 Μόνον φυλαχθείητε παρὰ τῆς χάριτος τοῦ Θεοῦ, παραλύοντος μὲν τὰ πονηρὰ βουλεύματα τῶν ἐχθρῶν, ἰσχὺν δὲ καὶ εὐτονίαν πρὸς φυλακὴν τῶν καλῶς δεδογμένων ταῖς ψυχαῖς ὑμῶν ἐμποιοῦντος.
§231.1 Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς, καὶ λυπεῖ με τοῦτο οὐ σμικρῶς. ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾷν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο. ἀλλʼ οὐκ ἔξεστί μοι γράφειν διἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων· ἐπεὶ οὐδὲν ἐκώλυεν, οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθʼ ἑκάστην ἡμέραν συμπίπτοντα διαγγέλλειν σου τῇ ἀγάπῃ. ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθʼ ἡμᾶς, σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα, ὡς τὰ ἡμέτερα. ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. διοὗ καὶ προσφθεγγόμεθά σου τὴν εὐλάβειαν, καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ διἡμᾶς· οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλʼ ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις, καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς ἐκκλησίας εὔχου.
§231.2 Γίνωσκε δέ, ὅτι μὲν θεοφιλέστατος ἀδελφὸς ἡμῶν ὑπερόριός ἐστι, τὰς ὀχλήσεις μὴ φέρων τῶν ἀναισχύντων. Δόαρα δὲ χειμάζεται, τοῦ κήτους τοῦ πολυσάρκου τὰ ἐκεῖ συνταράσσοντος. ἡμῖν δὲ οἱ ἐχθροὶ τὰς ἐπιβουλὰς ἐπὶ τοῦ στρατοπέδου τυρεύουσιν, ὡς τῶν εἰδότων λόγος· δὲ χεὶρ τοῦ Κυρίου τέως ἐστὶ μεθʼ ἡμῶν. μόνον εὔχου μὴ ἐγκαταλειφθῆναι ἡμᾶς εἰς τέλος. καὶ γὰρ καὶ ἀδελφὸς διάγει ἄνετος· καὶ Δόαρα τὸν παλαιὸν ἀπέλαβε μουλίωνα· πλέον δὲ ἔχει οὐδέν· καὶ τὰς βουλὰς τῶν ἐχθρῶν ἡμῶν διασκεδάσει Κύριος. πάντων μέντοι καὶ τῶν παρόντων καὶ τῶν προσδοκωμένων λυπηρῶν λύσις ἡμῖν τὸ σὲ θεάσασθαι. ὥστε ἐὰν γένηταί σοί ποτε δυνατόν, ἕως ἔτι ἐσμὲν ὑπὲρ γῆς, καταξίωσον ἡμᾶς ἰδεῖν.
§231.3 Τὸ περὶ τοῦ Πνεύματος βιβλίον γέγραπται μὲν ἡμῖν καὶ ἐξείργασται, ὡς αὐτὸς οἶδας· ἀποστεῖλαι δὲ ἐν χάρτῃ γεγραμμένον ἐκώλυσάν με οἱ μετʼ ἐμοῦ ἀδελφοί, εἰπόντες παρὰ τῆς εὐγενείας σου ἐντολὰς ἔχειν ἐν σωματίῳ γράψαι. ἵνʼ οὖν μή τι δόξωμεν ὑπεναντίον ποιεῖν τῷ προστάγματί σου, ἐπέσχομεν νῦν, ἀποστελοῦμεν δὲ μικρὸν ὕστερον, μόνον ἐάν τινος ἐπιτηδείου τοῦ διακομίζοντος ἐπιτύχωμεν. ἐρρωμένος καὶ εὔθυμος εὐχόμενος τῷ Κυρίῳ ὑπὲρ ἡμῶν χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.
§232.1 Πᾶσα ἡμέρα γράμματα ἔχουσα τῆς θεοσεβείας σου ἑορτὴ ἡμῖν ἐστι, καὶ ἑορτῶν μεγίστη. ὅταν δὲ καὶ σύμβολα ἐπιφέρηται ἑορτῆς, τί ἄλλο χρὴ ὀνομάζειν οὐχὶ ἑορτὴν ἑορτῶν, ὥσπερ παλαιὸς νόμος Σάββατα Σαββάτων προσαγορεύειν εἰώθει; εὐχαριστοῦμεν οὖν τῷ Κυρίῳ, μαθόντες ὅτι καὶ ἔρρωσαι τῷ σώματι, καὶ εἰρηνευούσῃ τῇ ἐκκλησίᾳ τῆς σωτηρίου οἰκονομίας τὴν ἀνάμνησιν ἐτέλεσας.
§232.2 Ἡμᾶς δὲ θόρυβοί τινες διετάραξαν· οὐ μὴν ἔξω κατηφείας διηγάγομεν, τῷ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν πεφυγαδευμένον εἶναι. ἀλλʼ ὑπὲρ μὲν ἐκείνου προσεύχου, ἵνα δῴη αὐτῷ Θεός ποτε ἐπιδεῖν τὴν ἑαυτοῦ ἐκκλησίαν τῶν αἱρετικῶν δηγμάτων τὰ τραύματα ἰαθεῖσαν· ἡμᾶς δὲ λίαν καταξίωσον ἐπισκέψασθαι, ἕως ἔτι ἐσμὲν ἐπὶ γῆς. ποίησον ἔργον σαυτῷ μὲν ἀκόλουθον, ἡμῖν δὲ εὐχῆς ἄξιον τῆς μεγίστης. θαυμάσαι δέ ἐστι καὶ τὴν διάνοιαν τῶν εὐλογιῶν, ὅτι διαἰνιγμάτων ηὔξω ἡμῖν γῆρας ἰσχυρόν. ἔδειξας γάρ, ὅτι διὰ μὲν τῶν λαμπηνῶν πρὸς τοὺς νυκτερινοὺς διεγείρεις καμάτους, διὰ δὲ τῶν τραγημάτων τὸ πᾶσι τοῖς μέρεσι τετονῶσθαι κατεγγυᾷ. οὐ γὰρ ἔμοιγε καθʼ ἡλικίαν τὸ τρώγειν, πάλαι τῶν ὀδόντων ἔκ τε τοῦ χρόνου καὶ τῆς ἀρρωστίας ἐκτετριμμένων. πρὸς μὲν οὖν τὰ ἐπερωτηθέντα γεγόνασί τινες ἐν τῷ ὑπομνηστικῷ ἀποκρίσεις, οἵας ἐμοὶ δυνατὸν ἦν, καὶ ὡς καιρὸς ἐδίδου.
§233.1 Οἶδα καὶ αὐτὸς ἀκούσας τούτου, καὶ γνωρίζω τῶν ἀνθρώπων τὴν κατασκευήν. τί οὖν ἐροῦμεν πρὸς ταῦτα; ὅτι καλὸν μὲν νοῦς· καὶ ἐν τούτῳ ἔχομεν τὸ κατʼ εἰκόνα τοῦ κτίσαντος· καὶ καλὸν τοῦ νοῦ ἐνέργεια· καὶ ὅτι ἀεικίνητος ὢν οὗτος, πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων, πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. ἀλλʼ ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύκασι, κατὰ τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν, μὲν πονηρά, τῶν δαιμόνων, πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη, δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν τοῦ Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα· ὅταν μὲν ἐφʼ ἑαυτοῦ μένῃ νοῦς, μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα, ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ, ἀφανίσας τὸ οἰκεῖον κριτήριον φαντασίαις σύνεστιν ἀλλοκότοις. τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει, ἀλλὰ Θεόν, καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει, ἀλλὰ σεβάσματα. ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα, καὶ τὰς τοῦ Πνεύματος ὑποδέξηται χάριτας, τότε γίνεται τῶν θειοτέρων καταληπτικός, ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον.
§233.2 Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις, καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέργειαι. γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα, καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα· οἷον μοιχεῖαι, κλοπαί, εἰδωλολατρείαι, συκοφαντίαι, ἔριδες, θυμοί, ἐριθεῖαι, φυσιώσεις, καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ἀπόστολος Παῦλος ἀπηριθμήσατο· καλά· μέση τίς ἐστι τῆς ψυχῆς ἐνέργεια, οὔτε κατεγνωσμένον τι ἔχουσα, οὔτε ἐπαινετόν· ὡς τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις, ἃς δὴ καὶ μέσας προσαγορεύομεν, οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν κακίαν ἀποκλινούσας. ποία γὰρ κακία κυβερνητικῆς ἰατρικῆς; οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθʼ ἑαυτάς, ἀλλʼ ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς, οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικός, καὶ καθορᾷ τὰ θεῖα κάλλη, τοσοῦτον μέντοι, ὅσον χάρις ἐνδίδωσι καὶ κατασκευὴ αὐτοῦ ὑποδέχεται.
§233.3 Ὥστε ἀφέντες ἐκείνας τὰς διαλεκτικὰς ἐρωτήσεις, μὴ κακεντρεχῶς, ἀλλʼ εὐλαβῶς ἐξεταζέτωσαν τὴν ἀλήθειαν. δέδοται ἡμῖν τὸ τοῦ νοῦ κριτήριον εἰς τὴν τῆς ἀληθείας σύνεσιν. ἔστι δὲ αὐτοαλήθεια Θεὸς ἡμῶν. ὥστε προηγούμενόν ἐστιν τῷ νῷ τὸν Θεὸν ἡμῶν ἐπιγινώσκειν, ἐπιγινώσκειν δὲ οὕτως ὡς δυνατὸν γνωρίζεσθαι τὸν ἀπειρομεγέθη ὑπὸ τοῦ μικροτάτου. οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι, ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται. οὐδὲ γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ ἐν μιᾷ ῥοπῇ καθορᾶται, ἀλλὰ φαντασία μὲν ὄψεως ἡμᾶς περιίσταται, κατὰ δὲ τὴν ἀλήθειαν πολλά, ἵνα μὴ πάντα εἴπω, ἔστιν ἐν αὐτῷ τὰ ἀγνοούμενα· ἀστέρων φύσις, μεγέθη τούτων, διαστήματα, κινήσεις, συνδρομαί, ἀποστάσεις, αἱ λοιπαὶ σχέσεις, αὐτὴ οὐσία τοῦ στερεώματος, τὸ βάθος τὸ ἀπὸ τῆς κοίλης περιφερείας ἐπὶ τὴν κυρτὴν ἐπιφάνειαν. ἀλλʼ ὅμως οὐκ ἂν εἴποιμεν ἀόρατον εἶναι τὸν οὐρανὸν διὰ τὰ ἀγνοούμενα, ἀλλʼ ὁρατὸν διὰ τὴν μετρίαν αὐτοῦ κατανόησιν. οὕτω δὴ καὶ περὶ Θεοῦ. εἰ μὲν βεβλαμμένος ἐστὶν ὑπὸ δαιμόνων νοῦς, εἰδωλολατρήσει, πρὸς ἄλλο τι εἶδος ἀσεβείας παρατραπήσεται· εἰ δὲ τῇ τοῦ Πνεύματος ἑαυτὸν ἐπιδέδωκε βοηθείᾳ, τὴν ἀλήθειαν γνωρίσει, καὶ Θεὸν ἐπιγνώσεται. ἐπιγνώσεται δέ, ὡς ἀπόστολος εἶπεν, ἐκ μέρους, ἐν δὲ τῇ μετὰ ταῦτα ζωῇ τελεώτερον· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. ὥστε καὶ καλὸν τοῦ νοῦ τὸ κριτήριον καὶ πρὸς εὔχρηστον τέλος, τὴν Θεοῦ κατανόησιν, δεδομένον, ἐνεργοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν.
§234.1 Ο οἶδας, σέβεις, ἀγνοεῖς; ἐὰν ἀποκρινώμεθα, οἴδαμεν, τοῦτο προσκυνοῦμεν, ταχεῖα παρʼ αὐτῶν ἀπάντησις, Τίς οὐσία τοῦ προσκυνουμένου; ἐὰν δὲ ἀγνοεῖν ὁμολογήσωμεν τὴν οὐσίαν, πάλιν ἡμῖν περιτρέψαντες λέγουσιν, ὅτι Οὐκοῦν οὐκ οἴδατε προσκυνεῖτε. ἡμεῖς δὲ λέγομεν, ὅτι τὸ εἰδέναι πολύσημον. καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν, καὶ τὴν δύναμιν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα, καὶ τὴν πρόνοιαν ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως· οὐκ αὐτὴν τὴν οὐσίαν. ὥστε ἐπηρεαστικὴ ἐρώτησις. οὐ γὰρ τὴν οὐσίαν μὴ φάσκων εἰδέναι ὡμολόγησε τὸν Θεὸν μὴ ἐπίστασθαι, ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα συναγομένης ἡμῖν τῆς περὶ Θεοῦ ἐννοίας. ἀλλʼ ἁπλοῦς, φησίν, Θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπαριθμήσῃ γνωστόν, τῆς οὐσίας ἐστί. τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον. τοσούτων τῶν ἀπηριθμημένων ὄντων, πότερον ταῦτα πάντα μιᾶς οὐσίας ὀνόματα; καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ καὶ τὸ φιλάνθρωπον, τὸ δίκαιον καὶ τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὸ ἀνταποδοτικόν, τὸ μεγαλεῖον καὶ τὸ προνοητικόν; καὶ ὅπερ ἂν τούτων εἴπωμεν, τὴν οὐσίαν δηλοῦμεν; εἴπερ γὰρ τοῦτο λέγουσι, μὴ ἐρωτάτωσαν, εἰ τὴν οὐσίαν οἴδαμεν τοῦ Θεοῦ, ἀλλὰ πυνθανέσθωσαν ἡμῶν, εἰ φοβερὸν οἴδαμεν τὸν Θεόν, εἰ δίκαιον, εἰ φιλάνθρωπον. ταῦτα ὁμολογοῦμεν εἰδέναι. εἰ δὲ ἄλλο τι λέγουσι τὴν οὐσίαν, μὴ παραλογιζέσθωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. αὐτοὶ γὰρ ὡμολόγησαν ἄλλο καὶ ἄλλο εἶναι τήν τε οὐσίαν καὶ τῶν ἀπηριθμημένων ἕκαστον. ἀλλʼ αἱ μὲν ἐνέργειαι ποικίλαι, δὲ οὐσία ἁπλῆ. ἡμεῖς δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτῇ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος.
§234.2 Ἀλλʼ εἰ τὴν οὐσίαν, φησίν, ἀγνοεῖς, αὐτὸν ἀγνοεῖς. σὺ δὲ ἀντίστρεψον, ὅτι εἰ τὴν οὐσίαν λέγεις εἰδέναι, αὐτὸν οὐκ ἐπίστασαι. οὔτε γὰρ λυσσόδηκτος βλέπων τὸν κύνα ἐν τῇ φιαλῇ, πλεῖον ὁρᾷ τῶν ὑγιαινόντων· ἀλλὰ διὰ τοῦτο ἐλεεινός, ὅτι οἴεται βλέπειν μὴ ὁρᾷ. μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον. γίνωσκε τοίνυν ὅτι παιζόντων ἐστὶν φωνή· εἰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀγνοεῖς, μὴ γινώσκεις, σέβεις. ἐγὼ δέ, ὅτι μὲν ἔστιν οἶδα, τί δὲ οὐσία ὑπὲρ διάνοιαν τίθεμαι. πῶς οὖν σώζομαι; διὰ τῆς πίστεως. πίστις δὲ αὐτάρκης εἰδέναι ὅτι ἐστὶ Θεός, οὐχὶ τί ἐστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. εἴδησις ἄρα τῆς θείας οὐσίας, αἴσθησις αὐτοῦ τῆς ἀκαταληψίας· καὶ σεπτόν, οὐ τὸ καταληφθὲν τίς οὐσία, ἀλλʼ ὅτι ἐστὶν οὐσία.
§234.3 Καὶ ἀντερωτάσθωσαν οὕτω. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· μονογενὴς Υἱός, ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, οὗτος ἐξηγήσατο. τί ἐξηγήσατο τοῦ Πατρὸς μονογενής; τὴν οὐσίαν, τὴν δύναμιν; εἰ τὴν δύναμιν, ὅσον ἐξηγήσατο ἡμῖν, τοσοῦτον γνωρίζομεν. εἰ τὴν οὐσίαν, εἰπέ, ποῦ εἶπεν αὐτοῦ τὴν ἀγεννησίαν οὐσίαν; Ἀβραὰμ πότε προσεκύνησεν; οὐχ ὅτε ἐπίστευσε; πότε δὲ ἐπίστευσεν; οὐχ ὅτε ἐκλήθη; ποῦ οὖν ἐνταῦθα κατάληψις αὐτῷ ἐμαρτυρήθη παρὰ τῆς Γραφῆς; οἱ μαθηταὶ δὲ αὐτὸν πότε προσεκύνησαν; οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν γνῶσις, ἀπὸ δὲ τῆς γνώσεως προσκύνησις. πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι; πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ, οὕτως μὲν προσκύνησις τῇ πίστει ἀκολουθεῖ, δὲ πίστις ἀπὸ δυνάμεως βεβαιοῦται. εἰ δὲ λέγεις τὸν πιστεύοντα καὶ γινώσκειν, ἀφʼ ὧν πιστεύει, ἀπὸ τούτων καὶ γινώσκει· καὶ ἀνάπαλιν, ἀφʼ ὧν γινώσκει, ἀπὸ τούτων καὶ πιστεύει. γινώσκομεν δὲ ἐκ τῆς δυνάμεως τὸν Θεόν. ὥστε πιστεύομεν μὲν τῷ γνωσθέντι, προσκυνοῦμεν δὲ τῷ πιστευθέντι.
§235.1 Τί πρότερον, γνῶσις, πίστις; ἡμεῖς δὲ λέγομεν, ὅτι καθόλου μὲν ἐπὶ τῶν μαθημάτων πίστις γνώσεως προηγεῖται, ἐπὶ δὲ τοῦ καθʼ ἡμᾶς λόγου, κἂν λέγῃ τις προκατάρχειν τὴν γνῶσιν τῆς πίστεως, οὐ διαφερόμεθα, γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον. ἐπὶ μὲν γὰρ τῶν μαθημάτων πιστεῦσαι δεῖ πρῶτον, ὅτι ἄλφα λέγεται, καὶ μαθόντα τοὺς χαρακτῆρας καὶ τὴν ἐκφώνησιν, ὕστερον λαβεῖν καὶ τὴν ἀκριβῆ κατανόησιν τῆς δυνάμεως τοῦ στοιχείου. ἐν δὲ τῇ περὶ Θεοῦ πίστει ἡγεῖται μὲν ἔννοια περὶ τοῦ ὅτι ἐστὶ Θεός, ταύτην δὲ ἐκ τῶν δημιουργημάτων συνάγομεν. σοφὸν γάρ, καὶ δυνατόν, καὶ ἀγαθόν, καὶ πάντα αὐτοῦ τὰ ἀόρατα ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοοῦτες ἐπιγινώσκομεν. οὕτω δὴ καὶ Δεσπότην ἑαυτῶν αὐτὸν καταδεχόμεθα. ἐπειδὴ γὰρ παντὸς μὲν τοῦ κόσμου δημιουργὸς Θεός, μέρος δὲ κόσμου ἡμεῖς, καὶ ἡμῶν ἄρα δημιουργὸς Θεός. ταύτῃ δὲ τῇ γνώσει πίστις ἀκολουθεῖ, καὶ τῇ τοιαύτῃ πίστει προσκύνησις.
§235.2 Νῦν δὲ ἐπειδὴ πολύσημόν ἐστι τὸ τῆς γνώσεως ὄνομα, οἱ καταπαίζοντες τῶν ἀκεραιοτέρων, καὶ ὁμοίως ἐπιδεικνύμενοι τοῖς παραδόξοις, ὡς οἱ ἐν τοῖς θεάτροις ἐν ταῖς πάντων ὄψεσι τὰς ψήφους κλέπτοντες, τῇ ἐρωτήσει τοῦ καθόλου τὸ πᾶν συναρπάζουσιν. ἐπειδὴ γὰρ τὸ τῆς γνώσεως ὄνομα ἐπὶ πολὺ διαβαίνει, καὶ γνωστόν τί ἐστι, τὸ μὲν κατὰ ἀριθμόν, τὸ δὲ κατὰ μέγεθος, τὸ δὲ κατὰ δύναμιν, τὸ δὲ κατὰ τὸν τρόπον τῆς ὑπάρξεως, τὸ δὲ κατὰ τὸν χρόνον τῆς γεννήσεως, τὸ δὲ κατʼ οὐσίαν, οὗτοι ἐν ἐρωτήματι τὸ ὅλον παραλαμβάνοντες, ἐὰν μὲν λάβωσιν ἡμᾶς ὁμολογοῦντας ὅτι γινώσκομεν, ἀπαιτοῦσιν ἡμῖν τῆς οὐσίας τὴν εἴδησιν· ἐὰν δὲ ἴδωσιν ἡμᾶς εὐλαβουμένους πρὸς τὴν ἀπόφασιν, περιτρέπουσιν ἡμῖν τῆς ἀσεβείας τὸ ὄνειδος. ἀλλʼ ἡμεῖς εἰδέναι μὲν ὁμολογοῦμεν τὸ γνωστὸν τοῦ Θεοῦ, εἰδέναι δέ τι πάλιν ἐκφεύγει ἡμῶν τὴν κατάληψιν ἀδύνατον. ὡς οὖν ἐάν με ἐρωτήσῃς, εἰ οἶδα, τί ἐστιν ἄμμος, κἂν ἀποκρίνωμαι, ὅτι ἐπίσταμαι, συκοφαντήσεις προδηλως, ἐὰν εὐθὺς καὶ τὸν ἀριθμὸν αὐτῆς ἀπαιτήσῃς, διότι μὲν πρώτη σου ἐρώτησις πρὸς τὸ εἶδος ἔφερε τῆς ἄμμου, δὲ δευτέρα, συκοφαντία, περὶ τὸν ἀριθμὸν αὐτῆς περιετράπη. ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι· Οἶδας Τιμόθεον; Οὐκοῦν ἐὰν Τιμόθεον οἶδας, οἶδας αὐτοῦ καὶ τὴν φύσιν, ἀλλὰ μὴν ὡμολόγησας εἰδέναι Τιμόθεον, ἀπόδος τοίνυν ἡμῖν τὸν λόγον τῆς Τιμόθεου φύσεως. ἐγὼ δὲ καὶ οἶδα Τιμόθεον, καὶ οὐκ οἶδα, οὐ μὴν κατὰ ταὐτὸν καὶ ἐν τῷ αὐτῷ. οὐ γὰρ καθʼ οἶδα, κατὰ τοῦτο καὶ οὐκ οἶδα, ἀλλὰ κατʼ ἄλλο μὲν οἶδα, κατʼ ἄλλο δὲ ἀγνοῶ. οἶδα μὲν γὰρ αὐτὸν κατὰ τὸν χαρακτῆρα καὶ τὰ λοιπὰ ἰδιώματα, ἀγνοῶ δὲ αὐτοῦ τὴν οὐσίαν. ἐπεὶ καὶ ἐμαυτὸν οὕτω τούτῳ τῷ λόγῳ καὶ οἶδα καὶ ἀγνοῶ. οἶδα μὲν γὰρ ἐμαυτὸν ὅστις εἰμί, οὐκ οἶδα δὲ καθὸ τὴν οὐσίαν μου ἀγνοῶ.
§235.3 Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν, πῶς εἶπεν Παῦλος, ὅτι Νῦν μὲν ἐκ μέρους γινώσκομεν. ἆρα ἐκ μέρους τὴν οὐσίαν αὐτοῦ γινώσκομεν, οἱονεὶ μέρη τῆς οὐσίας αὐτοῦ γινώσκομεν; ἀλλʼ ἄτοπον, ἀμερὴς γὰρ Θεός. ἀλλʼ ὅλην αὐτὴν γινώσκομεν; πῶς οὖν, Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται; οἱ δὲ εἰδωλολάτραι τί ἐγκαλοῦνται; οὐχ ὅτι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν; Γαλάται δὲ οἱ ἀνόητοι ὑπὸ τοῦ Παύλου διὰ τί ὀνειδίζονται, λέγοντος· Νυνὶ δὲ γνόντες τὸν Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; γνωστὸς δὲ πῶς ἦν ἐν τῇ Ἰουδαίᾳ Θεός; ἆρα ἐπειδὴ ἐν τῇ Ἰουδαίᾳ οὐσία, ἥτις ποτὲ ἦν, ἐπεγνώσθη; ἔγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτόν· δηλονότι βοῦς καθʼ ὑμᾶς ἔγνω τὴν οὐσίαν τοῦ κυρίου· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. ἔγνω οὖν καὶ ὄνος τῆς φάτνης τὴν οὐσίαν. Ἰσραὴλ δέ με, φησίν, οὐκ ἔγνω. τοῦτο ἐγκαλεῖται καθʼ ὑμᾶς Ἰσραήλ, ὅτι τὴν οὐσίαν, ἥτις ποτέ ἐστι, τοῦ Θεοῦ οὐκ ἐπέγνω. ἔκχεον, φησί, τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε· τουτέστι, τὰ τὴν οὐσίαν σου μὴ κατειληφότα. ἀλλὰ πολλαχῶς γνῶσις, ὡς ἔφαμεν. τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις, καὶ τῶν θαυμασίων αὐτοῦ κατανόησις, καὶ τήρησις τῶν ἐντολῶν, καὶ οἰκείωσις πρὸς αὐτόν· οἱ δὲ πάντα ταῦτα παρωσάμενοι, ἐπὶ ἓν σημαινόμενον τὴν γνῶσιν ἕλκουσι, τὴν θεωρίαν αὐτῆς τοῦ Θεοῦ τῆς οὐσίας. θήσεις, φησίν, ἀπέναντι τῶν μαρτυρίων, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. ἆρα τὸ γνωσθήσομαι, ἀντὶ τοῦ τὴν οὐσίαν μου ἐμφανίσω; ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. ἆρα οὖν τῶν μὲν ἑαυτοῦ τὴν οὐσίαν ἔγνω, τῶν δὲ ἀπειθούντων ἀγνοεῖ τὴν οὐσίαν; ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ. ἆρα τὴν οὐσίαν αὐτῆς ἐγνώρισε; καὶ περὶ τῆς Ῥεβέκκας, Παρθένος, φησίν· ἀνὴρ οὐκ ἔγνω αὐτήν· καί, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἆρα Ῥεβέκκας μὲν τὴν οὐσίαν οὐδεὶς ἐπέγνω; Μαρία δὲ τοῦτό φησιν· ὅτι οὐδενὸς ἀνδρὸς ἐνόησα τὴν οὐσίαν; τὸ ἔγνω ἐπὶ τῶν γαμικῶν συμπλοκῶν ἔθος τῇ Γραφῇ ὀνομάζειν; καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου, τουτέστιν, ἐμφανισθήσεσθαι τοῖς λατρεύουσι. καὶ τὸ Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, τουτέστιν, ἐδέξατο αὐτοὺς διὰ τῶν ἀγαθῶν ἔργων εἰς τὴν πρὸς αὐτὸν οἰκείωσιν.
§236.1 Ἐζητημένον ἤδη παρὰ πολλοῖς τὸ εὐαγγελικὸν ῥητὸν περὶ τοῦ ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν ἡμέραν τοῦ τέλους καὶ τὴν ὥραν, καὶ μάλιστα συνεχῶς προβαλλόμενον παρὰ τῶν Ἀνομοίων ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς εἰς ἀπόδειξιν τοῦ κατὰ τὴν οὐσίαν ἀνομοίου, καὶ τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως, ὡς οὐ δυναμένου οὔτε τὴν αὐτὴν ἔχειν φύσιν, οὔτε ἐν ὁμοιότητι μιᾷ νοεῖσθαι τοῦ μὴ πάντα εἰδότος πρὸς τὸν ἐμπεριλαβόντα τὴν εἴδησιν τῶν ὅλων τῇ προγνωστικῇ ἑαυτοῦ καὶ ἐπιβλητικῇ τῶν μελλόντων δυνάμει, τοῦτο νῦν παρὰ τῆς σῆς συνέσεως ἡμῖν ὡς καινὸν προεβλήθη. τοίνυν ἐκ παιδὸς παρὰ τῶν πατέρων ἠκούσαμεν, καὶ διὰ τὴν πρὸς τὰ καλὰ φιλίαν ἀβασανιστως παρεδεξάμεθα, ταῦτα εἰπεῖν ἔχομεν, τῶν μὲν Χριστομάχων τὴν ἀναισχυντίαν οὐ διαλύοντα (τίς γὰρ ἂν καὶ φανείη λόγος τῆς ὁρμῆς αὐτῶν ἰσχυρότερος;)· τοῖς δὲ ἀγαπῶσι τὸν Κύριον, καὶ τῆς ἐκ τοῦ λόγου ἀποδείξεως ἰσχυροτέραν τὴν ἐκ πίστεως πρόληψιν κεκτημένοις, ἀρκοῦσαν ἴσως παρεχόμενα τὴν πληροφορίαν.
§236.2 Ὅτι τὸ οὐδεὶς καθολικὸν μὲν εἶναι δοκεῖ ῥῆμα, ὡς μηδὲ ἓν πρόσωπον διὰ τῆς φωνῆς ταύτης ὑπεξῃρῆσθαι· ἔστι δὲ οὐχ οὕτω παρὰ τῇ Γραφῇ ἀναφερόμενον, ὡς τετηρήκαμεν ἐπὶ τοῦ, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς Θεός. οὐδὲ γὰρ ἐκεῖ ἑαυτὸν ἔξω τιθεὶς τῆς τοῦ ἀγαθοῦ φύσεως Υἱός, ταῦτα λέγει. ἀλλʼ ἐπειδὴ τὸ πρῶτον ἀγαθὸν Πατήρ, τὸ οὐδεὶς συνυπακουομένου τοῦ πρῶτος, εἰρῆσθαι πιστεύομεν. καὶ τὸ Οὐδεὶς οἶδε τὸν Υἱὸν εἰ μὴ Πατήρ. οὐδὲ γὰρ ἐκεῖ ἄγνοιαν τοῦ Πνεύματος κατηγορεῖ, ἀλλὰ πρώτῳ τῷ Πατρὶ ὑπάρχειν τὴν γνῶσιν τῆς ἑαυτοῦ φύσεως μαρτυρεῖ. οὕτω καὶ τὸ Οὐδεὶς οἶδε τὴν πρώτην εἴδησιν τῶν τε ὄντων καὶ τῶν ἐσομένων ἐπὶ τὸν Πατέρα ἀνάγοντος, καὶ διὰ πάντων τὴν πρώτην αἰτίαν τοῖς ἀνθρώποις ὑποδεικνύντος εἰρῆσθαι νομίζομεν. ἐπεὶ πῶς ταῖς λοιπαῖς μαρτυρίαις τῆς Γραφῆς ἀκολουθεῖ τὸ ῥητόν, ταῖς κοιναῖς ἡμῶν ἐννοίαις συμβαίνειν δύναται, τῶν πεπιστευκότων εἰκόνα δὲ εἶναι τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Μονογενῆ, εἰκόνα δέ, οὐ χαρακτῆρος σωματικοῦ, ἀλλʼ αὐτῆς τῆς θεότητος, καὶ τῶν ἐπινοουμένων τῇ οὐσίᾳ τοῦ Θεοῦ μεγαλείων, εἰκόνα δυνάμεως, εἰκόνα σοφίας, καθὸ εἴρηται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία; μέρος δὲ δηλονότι τῆς σοφίας γνῶσις· ἣν οὐκ ἐξεικονίζει πᾶσαν, εἴπερ τινῶν ἀπολείπεται. πῶς δὲ καὶ Πατήρ, διοὗ τοὺς αἰῶνας ἐποίησε, τούτῳ τὸ ἐλάχιστον μέρος τῶν αἰώνων, τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, οὐκ ἔδειξεν; πῶς τῶν ὅλων ποιητὴς τοῦ ἐλαχίστου μέρους τῶν ὑπʼ αὐτοῦ κτισθέντων τῆς γνώσεως ἀπολείπεται; δὲ λέγων, πλησίον τοῦ τέλους, τάδε καὶ τάδε ἐν τῷ οὐρανῷ σημεῖα καὶ ἐν τοῖς κατὰ γῆν χωρίοις φανήσεσθαι, πῶς αὐτὸ τὸ τέλος ἀγνοεῖ; ἐν οἷς γὰρ λέγει, Οὔπω τὸ τέλος, οὐχ ὡς ἀμφιβάλλων, ἀλλʼ ὡς εἰδὼς διορίζεται. ἔπειτα μέντοι εὐγνωμόνως σκοποῦντι, πολλὰ καὶ ἀπὸ τοῦ ἀνθρωπίνου μέρους Κύριος διαλέγεται τοῖς ἀνθρώποις· οἷον, Δός μοι πιεῖν, φωνή ἐστι τοῦ Κυρίου τὴν σωματικὴν χρείαν ἐκπληροῦσα. καίτοι αἰτῶν οὐχὶ σὰρξ ἦν ἄψυχος, ἀλλὰ θεότης σαρκὶ ἐμψύχῳ κεχρημένη. οὕτω καὶ νῦν τὸ τῆς ἀγνοίας ἐπὶ τὸν οἰκονομικῶς πάντα καταδεξάμενον, καὶ προκόπτοντα παρὰ Θεῷ καὶ ἀνθρώποις σοφίᾳ καὶ χάριτι, λαμβάνων τις, οὐκ ἔξω τῆς εὐσεβοῦς ἐνεχθήσεται διανοίας.
§236.3 Τῆς σῆς δʼ ἂν εἴη φιλοπονίας ἐκθέσθαι τὰς εὐαγγελικὰς ῥήσεις καὶ συγκρῖναι ἀλλήλαις τήν τε Ματθαίου καὶ τὴν Μάρκου. οὗτοι γὰρ μόνοι συνενεχθέντες περὶ τὸν τόπον τοῦτον ἀλλήλοις φαίνονται. μὲν οὖν τοῦ Ματθαίου λέξις οὕτως ἔχει· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ Πατὴρ μόνος· δὲ τοῦ Μαρκου· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ Υἱός, εἰ μὴ Πατήρ. τί τοίνυν ἐστὶν ἐν τούτοις ἐπισημήνασθαι ἄξιον; ὅτι μὲν Ματθαῖος οὐδὲν εἶπε περὶ τῆς τοῦ Υἱοῦ ἀγνωσίας, δοκεῖ δὲ τῷ Μάρκῳ συμφέρεσθαι κατὰ τὴν ἔννοιαν, ἐκ τοῦ φάναι, Εἰ μὴ Πατὴρ μόνος. ἡμεῖς δὲ ἡγούμεθα τὸ μόνος πρὸς τὴν τῶν ἀγγέλων ἀντιδιαστολὴν εἰρῆσθαι· τὸν δὲ Υἱὸν μὴ συμπαραλαμβάνεσθαι τοῖς ἑαυτοῦ δούλοις κατὰ τὴν ἄγνοιαν.
§236.4 Ἀψευδὴς γὰρ εἰπών, ὅτι Πάντα ὅσα ἔχει Πατὴρ ἐμά ἐστιν. ἓν δὲ ὧν ἔχει καὶ γνῶσίς ἐστι τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας. παρασιωπήσας τοίνυν, ὡς ὁμολογούμενον, τὸ ἑαυτοῦ πρόσωπον ἐν τῇ λέξει τοῦ Ματθαίου Κύριος τοὺς ἀγγέλους εἶπεν ἀγνοεῖν, εἰδέναι δὲ τὸν Πατέρα μόνον, τὴν τοῦ Πατρὸς γνῶσιν κατὰ τὸ σιωπώμενον καὶ ἑαυτοῦ εἶναι λέγων, διὰ τὸ καὶ ἐν ἄλλοις εἰρηκέναι· Καθὼς γινώσκει με Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα. εἰ δὲ γινώσκει Πατὴρ τὸν Υἱὸν ὅλον διὅλου, ὥστε καὶ τὴν ἐναποκειμένην αὐτῷ σοφίαν πᾶσαν ἐπίστασθαι, κατὰ τὸ ἴσον μέτρον καὶ ἐπιγνωσθήσεται παρὰ τοῦ Υἱοῦ, δηλονότι, μετὰ πάσης τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας καὶ τῆς προγνώσεως τῶν μελλόντων. ταύτης μὲν οὖν ἀξιοῦμεν τῆς παραμυθίας τὸ παρὰ τῷ Ματθαίῳ κείμενον· Εἰ μὴ Πατὴρ μόνος. τὸ δὲ Μάρκου, ἐπειδὴ φανερῶς δοκεῖ καὶ τὸν Υἱὸν ἀπομερίζειν τῆς γνώσεως, οὕτω νοοῦμεν· ὅτι οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλʼ οὐδὲ Υἱὸς ἔγνω, εἰ μὴ Πατήρ· τουτέστιν, αἰτία τοῦ εἰδέναι τὸν Υἱὸν παρὰ τοῦ Πατρός. καὶ ἀβιαστός ἐστι τῷ εὐγνωμόνως ἀκούοντι ἐξήγησις αὕτη, ἐπειδὴ οὐ πρόσκειται τὸ μόνος, ὡς καὶ παρὰ τῷ Ματθαίῳ. ἔστιν οὖν νοῦς παρὰ τῷ Μάρκῳ τοιοῦτος· περὶ δὲ τῆς ἡμέρας ἐκείνης ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλʼ οὐδʼ ἂν Υἱὸς ἔγνω, εἰ μὴ Πατήρ· ἐκ γὰρ τοῦ Πατρὸς αὐτῷ ὑπῆρχε δεδομένη γνῶσις. τοῦτο δὲ εὐφημότατόν ἐστι καὶ θεοπρεπὲς περὶ τοῦ Υἱοῦ λέγειν, ὅτι οὗπέρ ἐστιν ὁμοούσιος, ἐξ αὐτοῦ καὶ τὸ γινώσκειν ἔχει καὶ τὸ ἐν πάσῃ σοφίᾳ καὶ δόξῃ τῇ πρεπούσῃ αὐτοῦ τῇ θεότητι θεωρεῖσθαι.
§236.5–252
§236.5 Περὶ δὲ τοῦ Ἰεχονίου, ὃν ἐκκήρυκτον ἀπὸ τῆς Ἰουδαίας γῆς γεγενῆσθαί φησιν προφήτης Ἱερεμίας εἰπών· Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· καὶ ὅτι ἀπερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ, καὶ οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβίδ, ἄρχων ἐν τῷ Ἰούδᾳ· ἁπλοῦς καὶ σαφής ἐστιν λόγος. καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ Ναβουχοδονόσορ, λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ καὶ πρότερον· ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαβίδ. ἐπανελθόντες δὲ οἱ περὶ τὸν Σαλαθιὴλ καὶ Ζοροβάβελ, δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης, διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ τὴν βασιλικὴν φυλήν. ὅθεν κύριος καὶ βασιλεύς ἐστι καὶ ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. καὶ οὐκ ἐξέλιπε μὲν βασιλικὴ φυλὴ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας, οὐ μὴν ἔτι ἐκάθισεν ἐπὶ τοῦ θρόνου Δαβὶδ τὸ σπέρμα τοῦ Ἰεχονίου. θρόνος γὰρ δηλονότι λέγεται τὸ βασιλικὸν ἀξίωμα. πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαβὶδ πᾶσα Ἰουδαία, καὶ Ἰδουμαία χώρα καὶ Μωαβῖτις, καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ πορρωτέρω μέχρι τῆς Μέσης τῶν ποταμῶν· καὶ καθʼ ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος τῶν μετὰ ταῦτα, πῶς οὐκ ἀληθὴς τοῦ προφήτου λόγος, ὅτι οὐκ ἔτι καθιεῖται ἐπὶ τοῦ θρόνου Δαβὶδ ἐκ τοῦ σπέρματος Ἰεχονίου; οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης ἐπειλημμένος ἐξ αὐτοῦ. οὐ μέντοι ἐξέλιπεν τοῦ Ἰούδα φυλή, ἕως οὗ ἦλθεν ἀπέκειτο, ὃς οὐδὲ αὐτὸς ἐκαθέσθη ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης λοιπὸν τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν υἱὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην, καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς τέσσαρας ἀρχὰς κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς ἀρχῆς κράτος ἔχοντος Τιβερίου. ἀλλὰ θρόνον λέγει Δαβίδ, ἐφʼ ὃν Κύριος ἐκάθισε, τὴν ἀκαθαίρετον βασιλείαν. αὐτὸς γάρ ἐστι προσδοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης· Ἔσται γάρ, φησίν, ῥίζα τοῦ Ἰεσσαί, καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσι. τέθεικα γάρ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. καὶ θήσομαι, φησίν, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. οὕτως οὖν καὶ ἱερεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς Θεός, καὶ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη· καὶ ἐνευλογηθήσονται τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν.
§236.6 Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸν σεμνὸν αὐτῶν πρόβλημα· διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. ἐπεί τοι λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλʼ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς γε φαγὼν οὐκ ἠνόμησεν. Πρὸς δὲ τοὺς λέγοντας καθʼ εἱμαρμένην διοικεῖσθαι τὰ ἀνθρώπινα, μὴ παρʼ ἡμῶν ζήτει λόγους, ἀλλὰ ταῖς οἰκείαις τῆς ῥητορικῆς ἀκίσιν αὐτοὺς κατατίτρωσκε· μακρότερον γάρ ἐστι τὸ πρόβλημα τῆς παρούσης μου ἀσθενείας.
§236.7 Περὶ δὲ τῆς ἐν τῷ βαπτίσματι ἀνανεύσεως οὐκ οἶδα τί ἐπῆλθέ σοι ἐρωτῆσαι, εἴπερ ἐδέξω τὴν κατάδυσιν τὸν τύπον τῶν τριῶν ἡμερῶν ἐκπληροῦν. βαπτισθῆναι γὰρ τρισσάκις ἀδύνατον μὴ ἀναδύντα τοσαυτάκις.
§236.8 Τὸν δὲ φάγον παροξυτονοῦμεν ἡμεῖς.
§236.9 Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθʼ ἕκαστον· οἷον, ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. διὰ τοῦτο οὐσίαν μὲν μίαν ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν, ὥστε τὸν τοῦ εἶναι λόγον μὴ διαφόρως ἀποδιδόναι, ὑπόστασιν δὲ ἰδιάζουσαν, ἵνʼ ἀσύγχυτος ἡμῖν καὶ τετρανωμένη περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἔννοια ἐνυπάρχῃ. μὴ γὰρ νοούντων ἡμῶν τοὺς ἀφωρισμένους περὶ ἕκαστον χαρακτῆρας, οἷον πατρότητα καὶ υἱότητα καὶ ἁγιασμόν, ἀλλʼ ἐκ τῆς κοινῆς ἐννοίας τοῦ εἶναι ὁμολογούντων Θεόν, ἀμήχανον ὑγιῶς τὸν λόγον τῆς πίστεως ἀποδίδοσθαι. χρὴ οὖν τῷ κοινῷ τὸ ἰδιάζον προστιθέντας, οὕτω τὴν πίστιν ὁμολογεῖν· κοινὸν θεότης, ἴδιον πατρότης· συνάπτοντας δὲ λέγειν· Πιστεύω εἰς Θεὸν Πατέρα. καὶ πάλιν ἐν τῇ τοῦ Υἱοῦ ὁμολογίᾳ τὸ παραπλήσιον ποιεῖν, τῷ κοινῷ συνάπτειν τὸ ἴδιον, καὶ λέγειν· Πιστεύω εἰς Θεὸν Υἱόν. ὁμοίως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου κατὰ τὸ ἀκόλουθον τῆς ἐκφωνήσεως τὴν προφορὰν σχηματίζοντας λέγειν· Πιστεύω καὶ εἰς τὸ θεῖον Πνεῦμα τὸ ἅγιον· ὥστε διὅλου καὶ τὴν ἑνότητα σώζεσθαι ἐν τῇ τῆς μιᾶς θεότητος ὁμολογίᾳ, καὶ τὸ τῶν προσώπων ἰδιάζον ὁμολογεῖσθαι ἐν τῷ ἀφορισμῷ τῶν περὶ ἕκαστον νοουμένων ἰδιωμάτων. οἱ δὲ ταὐτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιίστασθαι λέγειν τρεῖς ὑποστάσεις, εὑρίσκονται μὴ φεύγοντες τὸ τοῦ Σαβελλίου κακόν, ὃς καὶ αὐτὸς πολλαχοῦ συγχέων τὴν ἔννοιαν, ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε παρεμπίπτουσαν χρείαν μετασχηματίζεσθαι.
§236.10 Καὶ περὶ ὧν ἠρώτησας, πῶς τὰ μέσα καὶ τὰ ἀδιάφορα περὶ ἡμᾶς οἰκονομεῖται, εἴτε συντυχίᾳ τινὶ αὐτομάτῳ, εἴτε τῇ δικαίᾳ τοῦ Θεοῦ προνοίᾳ, ἐκεῖνό φαμεν, ὅτι ὑγεία καὶ νόσος, πλοῦτος καὶ πενία, δόξα καὶ ἀτιμία, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθούς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναντίων τὰ προηγούμενα, καὶ ἔχει τινὰ ἀξίαν λεγόμενα. ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ Θεοῦ, ὡς τῷ Ἀβραάμ, καὶ τῷ Ἰώβ, καὶ τοῖς τοιούτοις· τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς γε μετὰ τοσαύτην παρὰ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ ἀναντιρρήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. μέντοι δίκαιος οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντα ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλʼ οἰκονομικός. οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. τὴν δὲ νόσον ὡς ἄθλησιν οἱ δίκαιοι δέχονται, μεγάλους ἐπὶ τῇ ὑπομονῇ τοὺς στεφάνους ἀναμένοντες. ἄλλον δέ τινα ἐφιστᾷν τῇ διοικήσει τούτων οὐκ ἀπεμφαῖνον μόνον, ἀλλὰ καὶ ἀσεβές.
§237.1 Ἐγὼ καὶ διὰ τοῦ βικαρίου τῆς Θρᾴκης ἐπέστειλα τῇ θεοσεβείᾳ σου, καὶ διά τινος πραιποσίτου τῶν κατὰ Φιλιππούπολιν θησαυρῶν ἐκ τῆς ἡμετέρας ἐπὶ τὴν Θρᾴκην διαβαίνοντος ἔγραψα ἑτέρας ἐπιστολάς, καὶ παρεκάλεσα αὐτὸν ἀνελέσθαι, ὅταν ἀπαίρῃ. ἀλλʼ οὔτε βικάριος ὑπεδέξατο ἡμῶν τὰ γράμματα. περιοδευόντων γὰρ ἡμῶν τὴν παροικίαν, ἐπιστὰς τῇ πόλει ἑσπέρας, ὄρθρου βαθέος πάλιν ἀπήλασεν· ὥστε τοὺς οἰκονόμους λαθεῖν τῆς ἐκκλησίας τὴν τοῦ ἀνδρὸς ἐπιδημίαν, καὶ οὕτω μεῖναι παρʼ ἡμῖν τὰ γράμματα. δὲ πραιπόσιτος τάχα, ἀβουλήτου τινὸς αὐτὸν περιστάσεως κατασχούσης, ἐξώρμησε, μήτε τὰς ἐπιστολὰς ἀνελόμενος, μήτε ἡμᾶς θεασάμενος. ἄλλου δὲ οὐδενὸς ἦν ἐπιτυχεῖν. ὅθεν ἐμείναμεν λυπούμενοι, ὅτι μήτε ἐπιστέλλειν ἡμῖν ἔξεστι, μήτε δέχεσθαι παρὰ τῆς σῆς θεοσεβείας γράμματα. καίτοιτγε ἐβουλόμην, εἴ μοι ἦν δυνατόν, τὰ ἐφʼ ἑκάστης ἡμέρας συμπίπτοντα ἡμῖν διαγγέλλειν σοι. οὕτω γὰρ πολλὰ καὶ παράδοξά ἐστι τὰ πράγματα, ὥστε ἱστορίας ἐφημερίδος χρῄζειν, ἣν καὶ συνέταξα, εὖ ἴσθι, εἰ μὴ τῇ συνεχείᾳ τῶν προσπιπτόντων τοὺς λογισμοὺς εἶχον τῶν προκειμένων ἐκκρουομένους.
§237.2 Ἐπεδήμησεν ἡμῖν βικάριος, τὸ πρῶτον καὶ μέγιστον τῶν ἡμετέρων κακῶν. ἅνθρωπος εἰ μὲν καὶ αἱρετικὸς τὸ φρόνημα, οὐκ ἐπίσταμαι (οἶμαι γὰρ αὐτὸν παντὸς ἄπειρον εἶναι λόγου, καὶ μηδὲ ἔχειν τινὰ σπουδὴν μηδὲ μελέτην περὶ τὰ τοιαῦτα. ἐν ἄλλοις γὰρ αὐτὸν ὁρῶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἐνασχολούμενον), πλὴν ἀλλὰ φιλαιρετικός· καὶ οὐ πλέον ἐκείνους φιλῶν πρὸς ἡμᾶς ἀπεχθῶς ἔχων. συνεκρότησε μὲν γὰρ σύνοδον ἀθετούντων ἐν μέσῳ τῷ χειμῶνι ἐπὶ τῆς Γαλατίας· καὶ ἐξέβαλε μὲν τὸν Ὕψιν, ἀντικατέστησε δὲ τὸν Ἐκδίκιον. ἀγώγιμον δὲ προσέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμόν, ὑπὸ ἑνὸς ἀνθρώπου, καὶ τούτου ἀσήμου, αἰτιαθέντα. εἶτα μικρὸν ἀσχοληθεὶς περὶ τὸ στρατόπεδον, πάλιν ἡμῖν ἐπῆλθε θυμοῦ καὶ φόνου πνέων, καὶ πάντας μὲν μιᾷ φωνῇ τοὺς ἱερατικοὺς τῆς ἐν Καισαρείᾳ ἐκκλησίας παρέδωκε τῇ βουλῇ· ἐν δὲ Σεβαστείᾳ ἐκαθέσθη πολλὰς ἡμέρας φυλοκρινῶν, καὶ τοὺς μὲν ἡμῖν κοινωνοῦντας βουλευτὰς ὀνομάζων, καὶ καταδικάζων τῇ ὑπηρεσίᾳ τῶν δημοσίων, τοὺς δὲ τῷ Εὐσταθίῳ προσκειμένους ταῖς μεγίσταις τιμαῖς περιέπων.
§237.3 Πάλιν σύνοδον περὶ Νύσσαν Γαλατῶν καὶ Ποντικῶν συγκροτηθῆναι προσέταξεν. οἱ δὲ ὑπήκουσαν, καὶ συνδραμόντες ἔπεμψάν τινα ταῖς ἐκκλησίαις, ὃν οὐκ ἂν ἑλοίμην ἐγὼ εἰπεῖν ὁποῖος, εἰκάζειν δὲ ἔξεστι τῇ σῇ φρονήσει ποταπὸν εἰκὸς εἶναι τὸν τοιαύταις προαιρέσεσιν ἀνθρώπων ὑπηρετούμενον. καὶ νῦν ὅτε ταῦτα ἐπέστελλον τὸ αὐτὸ τοῦτο σύνταγμα ἐπὶ τὴν Σεβάστειαν ὥρμησε, τῷ τε Εὐσταθίῳ συναφθῆναι, καὶ μετʼ αὐτοῦ τὰ τῶν Νικοπολιτῶν καταστρέψασθαι. γὰρ μακάριος Θεόδοτος κεκοίμηται. καὶ τέως μὲν τὰς πρώτας τοῦ βικαρίου προσβολὰς γενναίως καὶ καρτερῶς ἀπεκρούσαντο· πείθειν γὰρ αὐτοὺς ἐπειρᾶτο δέξασθαι τὸν Εὐστάθιον, καὶ διαὐτοῦ λαβεῖν τὸν ἐπίσκοπον· ὡς δὲ εἶδεν αὐτοὺς ἑκόντας οὐκ ἐνδιδόντας, νῦν πειρᾶται βιαιοτέρᾳ χειρὶ ἐγκαταστῆσαι τὸν διδόμενον. ὑποθρυλλεῖται δέ τις καὶ συνόδου προσδοκία, καθʼ ἣν προαιροῦνται καλέσαντες ἡμᾶς λαβεῖν κοινωνούς, χρήσασθαι τῇ συνηθείᾳ. τὰ μὲν οὖν τῶν ἐκκλησιῶν τοιαῦτα. ἐγὼ δὲ αὐτὸς ὅπως διάκειμαι κατὰ τὸ σῶμα σιωπᾷν ἡγοῦμαι βέλτιον εἶναι γράφειν, διότι τὰ μὲν ἀληθῆ λέγων λυπήσω, ψεύσασθαι δὲ οὐκ ἀνέχομαι.
§238.1 Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, καὶ οὐδὲν ἔσχον καινότερον τῶν ἐγνωσμένων ἤδη παρʼ αὐτῶν διδαχθῆναι. καὶ γὰρ ἔφθασεν φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρʼ ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν, καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών· αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. ἀλλὰ ἐκεῖνος μὲν παντὸς τοῦ ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπʼ ἐλπίδι τῶν ἀποκειμένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου, ἀλλὰ εἴ τι ἑαυτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων, καὶ ῥήματα πίστεως καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο.
§238.2 Ὑμᾶς δὲ τί καταπονεῖ τὸ συμβάν; τί χείρους ἑαυτῶν γεγόνατε παρὰ τοῦτο; ἔλειψεν εἷς ἐκ τοῦ πληρώματος ὑμῶν, εἰ δὲ καὶ συναπῆλθέ που ἄλλος εἷς δεύτερος, ἐλεεινοὶ τοῦ πτώματος οὗτοι, ὑμῶν δὲ τὸ σῶμα ὁλόκληρόν ἐστι τῇ τοῦ Θεοῦ χάριτι. καὶ γὰρ καὶ τὸ ἀχρειωθὲν ἀπερρύη, καὶ οὐκ ἐκολοβώθη τὸ μένον. εἰ δὲ ἀνιᾷ ὑμᾶς, ὅτι τῶν τοίχων ἐξεβλήθητε, ἀλλʼ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε, καὶ ἄγγελος τῆς ἐκκλησίας ἔφορος συναπῆλθεν ὑμῖν. ὥστε κενοῖς ἐγκατακλίνονται καθʼ ἑκάστην ἡμέραν, ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ βαρὺ ἑαυτοῖς τὸ κρῖμα κατασκευάζοντες. εἰ δέ τις καὶ κόπος ἐστὶν ἐν τῷ πράγματι, πέπεισμαι τῷ Κυρίῳ μὴ εἰς κενὸν ὑμῖν ἀποβήσεσθαι τοῦτο. ὥστε ὅσῳ ἂν ἐν πλείοσι πειρατηρίοις γένησθε, τοσούτῳ πολυτελέστερον παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀναμένετε. μήτε οὖν δυσφορεῖτε τοῖς παροῦσι, μήτε ἀποκάμνετε τῇ ἐλπίδι. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ἥξει πρὸς ὑμᾶς ἀντιλαμβανόμενος ὑμῶν, καὶ οὐ χρονιεῖ.
§239.1 Ἔδωκεν Κύριος ἡμῖν καὶ νῦν διὰ τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Ἀντιόχου τοῦ συμπρεσβυτέρου προσφθέγξασθαί σου τὴν ὁσιότητα, καὶ σὲ μὲν παρακαλέσαι τὰ συνήθη ποιεῖν, προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἑαυτοῖς δὲ εὑρεῖν τινα τῆς μακρᾶς ἀπολείψεως παραμυθίαν ἐκ τῆς διὰ τοῦ γράμματος ὁμιλίας. προσευχόμενος δὲ τοῦτο πρῶτον καὶ μέγιστον παρακαλοῦμεν αἰτεῖν παρὰ τοῦ Κυρίου, ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οἳ τοσοῦτον κατεκράτησαν τῶν λαῶν, ὥστε οὐδὲν ἕτερον νῦν τὰ τῆς Ἰουδαϊκῆς ἁλώσεως ἡμᾶς ἐνεικονίζεσθαι πράγματα. ὅσῳ γὰρ ἐπὶ τὸ ἀσθενέστερον ὑπορρέουσιν αἱ ἐκκλησίαι, τοσοῦτον ἐπακμάζουσιν αἱ τῶν ἀνθρώπων φιλαρχίαι. καὶ εἰς δυστήνους ἀνθρώπους οἰκότριβας περιέστη νῦν τὸ τῆς ἐπισκοπῆς ὄνομα, οὐδενὸς αἱρουμένου ἀντεισάγειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ, τῶν ἀπεγνωσμένων, ὁποῖοί εἰσιν οἱ νῦν ἐπιπεμφθέντες παρʼ Ἀνυσίου τοῦ θρέμματος Εὐιππίου, καὶ Ἐκδικίου τοῦ Παρνασσηνοῦ· ὃν κακὸν ἑαυτῷ τῆς μελλούσης ζωῆς ἐφόδιον ἐναφῆκε ταῖς ἐκκλησίαις καταστήσας. οὗτοι νῦν ἐξήλασαν μὲν τῆς Νύσσης τὸν ἀδελφὸν τὸν ἐμόν, καὶ ἀντεισήγαγον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον ὀλίγων ὀβολῶν ἄξιον, τὴν δὲ τῆς πίστεως διαφθορὰν ἐφάμιλλον τοῖς καταστήσασι. Δοάροις δὲ τῇ κώμῃ φθορὸν ἄνθρωπον, ὀρφανῶν οἰκέτην, ἀποδράντα μὲν τοὺς ἑαυτοῦ δεσπότας, διὰ δὲ κολακείας ἀθέου γυναίου πρότερον μὲν Γεωργίῳ ἐκέχρητο πρὸς τὸ ἴδιον θέλημα, νῦν δὲ τούτον ἔσχε διάδοχον ἐκείνου, ἔπεμψαν, τὸ ἐλεεινὸν τῆς ἐπισκοπῆς καθυβρίζοντες ὄνομα. τὰ δὲ Νικοπολιτῶν τίς ἂν πρὸς ἀξίαν ὀδύραιτο, τοῦ ἀθλίου Φρόντωνος πρότερον μὲν δῆθεν τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν σχηματιζομένου, τελευταῖον δὲ αἰσχρῶς προδόντος καὶ τὴν πίστιν καὶ ἑαυτόν, καὶ μισθὸν τῆς προδοσίας λαβόντος ὄνομα ἀτιμίας; ἐδέξατο μὲν γὰρ παρʼ αὐτῶν ἐπισκοπῆς ἀξίωμα, ὡς οἴεται, γέγονε δὲ τῇ τοῦ Θεοῦ χάριτι κοινὸν βδέλυγμα πάσης τῆς Ἀρμενίας. πλὴν ὅτι οὔτε αὐτοῖς ἀτόλμητόν τι, οὔτε ἀποροῦσι τῶν ἀξίων αὐτοῖς συνεργῶν. τὰ δὲ λοιπὰ τῆς Συρίας ἄμεινον ἡμῶν καὶ οἶδε καὶ διηγήσεται ἀδελφὸς Ἀντίοχος.
§239.2 Τοῖς δὲ ἐκ τῆς δύσεως αὐτὸς προενέτυχες, διηγησαμένου πάντα τοῦ ἀδελφοῦ Δωροθέου· ποταπὰς χρὴ δοῦναι πάλιν ἐπιστολὰς ἀπιόντι; ἴσως γὰρ κοινωνήσει τῆς ὁδοῦ τῷ καλῷ Σαγκτισσίμῳ, πολλὴν ἔχοντι σπουδήν, καὶ περιιόντι τὴν ἀνατολήν, καὶ παρʼ ἑκάστου τῶν ἐπισήμων ὑπογραφὰς καὶ ἐπιστολὰς κομιζομένῳ. τίνα οὖν δεῖ ἐπιστεῖλαι διαὐτῶν, τοῖς ἐπιστέλλουσι πῶς συνθέσθαι, αὐτὸς μὲν ἀπορῶ· ἐὰν δὲ εὕρῃς ἐν τάχει τοὺς πρὸς ἡμᾶς ἀφικνουμένους, καταξίωσον ἡμῖν γνωρίσαι. ἐμοὶ μὲν γὰρ τὸ τοῦ Διομήδους ἐπέρχεται λέγειν· μὴ ὄφελες λίσσεσθαι· διότι, φησίν, ἀγήνωρ ἐστὶν ἀνήρ. τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη ἑαυτῶν ὑπεροπτικώτερα γίνεσθαι πέφυκε. καὶ γὰρ ἐὰν μὲν ἱλασθῇ ἡμῖν Κύριος, ποίας ἑτέρας προσθήκης δεόμεθα· ἐὰν δὲ ἐπιμείνῃ ὀργὴ τοῦ Θεοῦ, ποία βοήθεια ἡμῖν τῆς δυτικῆς ὀφρύος; οἳ τὸ ἀληθὲς οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχονται, ψευδέσι δὲ ὑπονοίαις προειλημμένοι, ἐκεῖνα ποιοῦσι νῦν, πρότερον ἐπὶ Μαρκέλλῳ, πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικήσαντες, τὴν δὲ αἵρεσιν διἑαυτῶν βεβαιώσαντας. ἐγὼ μὲν γὰρ αὐτὸς ἄνευ τοῦ κοινοῦ σχήματος ἐβουλόμην αὐτῶν ἐπιστεῖλαι τῷ κορυφαίῳ· περὶ μὲν τῶν ἐκκλησιαστικῶν οὐδέν, εἰ μὴ ὅσον παραινίξασθαι, ὅτι οὔτε ἴσασι τῶν παρʼ ἡμῖν τὴν ἀλήθειαν, οὔτε τὴν ὁδὸν διἧς ἂν μανθάνοιεν καταδέχονται· καθόλου δὲ περὶ τοῦ μὴ δεῖν τοῖς ὑπὸ τῶν πειρασμῶν ταπεινωθεῖσιν ἐπιτίθεσθαι, μηδὲ ἀξίωμα κρίνειν ὑπερηφάνιαν, ἁμάρτημα καὶ μόνον ἀρκοῦν ἔχθραν ποιῆσαι εἰς Θεόν.
§240.1 Καὶ ἐπιστείλαντες ἡμῖν καλῶς ἐποιήσατε καὶ διὰ τοιούτου ἀνδρὸς ἐπιστείλαντες, ὃς καὶ ἄνευ γραμμάτων ἐξήρκεσεν ἂν ἡμῖν τήν τε ἐπὶ ταῖς φροντίσι παραμυθίαν ἱκανὴν παρασχεῖν καὶ διδασκαλίαν ἀκριβῆ τῶν πραγμάτων ποιήσασθαι. πολλὰ γὰρ ἦν ἐπεζητοῦμεν παρὰ τοῦ σαφέστατα ἐπισταμένου μαθεῖν, διὰ τὸ τὰς φήμας πεπλανημένως πρὸς ἡμᾶς διαβαίνειν, πάντα εὐσταθῶς καὶ ἐμπείρως διηγήσατο ἡμῖν ποθεινότατος καὶ τιμιώτατος ἀδελφὸς ἡμῶν Θεοδόσιος συμπρεσβύτερος. τοίνυν ἑαυτοῖς συμβουλεύομεν, ταῦτα καὶ πρὸς τὴν ὑμετέραν εὐλάβειαν γράφομεν· ὅτι πολλοῖς συνέβη ταῦτα, καὶ ὑμῖν, καὶ οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ ἐν τῷ παρελθόντι χρόνῳ μυρία τῶν τοιούτων τὰ ὑποδείγματα· τὰ μὲν ἐγγράφως αἱ ἱστορίαι καταλελοίπασι, τὰ δὲ τῇ ἀγράφῳ μνήμῃ παρὰ τῶν εἰδότων διεδεξάμεθα· ὅτι καὶ κατὰ ἄνδρα ἕκαστον, καὶ κατὰ πόλεις πειρασμοὶ περιέσχον ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου τοὺς εἰς αὐτὸν ἠλπικότας. ἀλλʼ ὅμως παρῆλθε πάντα, καὶ οὐδὲν τῶν σκυθρωπῶν ἀθάνατον ἔσχε τὸ λυπηρόν. ὡς γὰρ αἱ χάλαζαι, καὶ οἱ χείμαρροι, καὶ ὅσα τῶν κακῶν αὐτοσχέδια, τὰ μὲν μαλακὰ ῥᾳδίως ἔβλαψε καὶ διελυμήνατο, τοῖς δὲ ἀντιτύποις περιτυχόντα ἔπαθέ τι μᾶλλον ἔδρασεν, οὕτω καὶ οἱ λάβροι κατὰ τῆς Ἐκκλησίας πειρασμοὶ κινηθέντες ἀσθενέστεροι τοῦ στερεώματος τῆς εἰς Χριστὸν πίστεως διεδείχθησαν. ὡς οὖν παρῆλθε τῆς χαλάζης τὸ νέφος, καὶ παρερρύη τὴν χαράδραν χείμαρρος (τὸ μὲν γὰρ εἰς αἰθρίαν διελύθη, δὲ ἐνηφανίσθη τῷ βυθῷ, ξηρὰν καὶ ἄνικμον τὴν ὁδὸν διἧς ἐρρύη καταλιπών), οὕτω καὶ τὰ νῦν ἡμᾶς χειμάζοντα μικρὸν ὕστερον οὐκ ἔσται· μόνον ἐὰν καταδεξώμεθα μὴ τὸ παρὸν ὁρᾷν, ἀλλὰ τοῖς μικρὸν πορρωτέρω ταῖς ἐλπίσιν ἐνατενίζειν.
§240.2 Εἴτε οὖν βαρὺς πειρασμός, ἀδελφοί, ὑπομείνωμεν τὰ ἐπίπονα· οὐδεὶς γὰρ μὴ πληγεὶς ἐν ἀγῶσι, μηδὲ κονισάμενος, στεφανοῦται. εἴτε κοῦφα ταῦτα τοῦ διαβόλου τὰ παίγνια, καὶ οἱ ἐπιπεμφθέντες ἡμῖν, ὀχληροὶ μέν, διότι τούτου εἰσὶν ὑπηρέται, εὐκαταφρόνητοι δέ, ὅτι τῇ πονηρίᾳ αὐτῶν Θεὸς ἀδυναμίαν συνῆψε, φυλαξώμεθα τὴν κατάγνωσιν, ὡς ἐπὶ μικροῖς παθήμασι μεγάλα ὀδυρόμενοι. ἓν γάρ ἐστιν ὀδύνης ἄξιον, αὐτοῦ ἐκείνου ἀπώλεια, τοῦ τῆς προσκαίρου ἕνεκεν δόξης (εἴπερ οὖν δόξαν χρὴ λέγειν τὸ δημοσίᾳ ἀσχημονεῖν) τῆς αἰωνίας τῶν δικαίων τιμῆς ἑαυτὸν ἀποστερήσαντος. τέκνα ὁμολογητῶν, καὶ τέκνα μαρτύρων ἐστέ, τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν. τοῖς οἰκείοις ἕκαστος χρησάσθω ὑποδείγμασι πρὸς τὴν ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν. οὐδεὶς ἡμῶν πληγαῖς κατεξάνθη, οὐδενὸς οἶκος ἐδημεύθη, οὐ τὴν ὑπερορίαν ᾠκήσαμεν, οὐ δεσμωτήριον ἐγνωρίσαμεν. τί πεπόνθαμεν δεινόν; εἰ μὴ τάχα τοῦτο λυπηρόν, ὅτι μηδὲν πεπόνθαμεν, μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων. εἰ δὲ ὅτι δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ, ἐνθυμήθητε, ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γὰρ τὸν διἀγχόνης θάνατον τοῦ μετʼ αἰσχύνης ζῇν προτιμήσας, ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν, καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων, ἑαυτὸν αἱρετώτερον.
§240.3 Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι, καὶ οὐ Χριστιανοί, τὸ ἀεὶ αὐτοῖς κατὰ τὸν βίον τοῦτον λυσιτελοῦν τοῦ κατʼ ἀλήθειαν ζῇν προτιμῶντες. ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχήν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Χριστοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. οὐκ οἶδα ἐπίσκοπον, μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον. αὕτη ἐστὶν ἐμὴ κρίσις. ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθʼ ἡμῶν μερίδα, ταὐτὰ ἡμῖν φρονήσετε δηλονότι. εἰ δὲ ἐφʼ ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστος κύριός ἐστιν, ἡμεῖς ἀθῶοι ἀπὸ τοῦ αἵματος τούτου. ταῦτα δὲ ἔγραψα, οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τὸ τινῶν ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προληφθῆναί τινα εἰς κοινωνίαν, μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι. πάντα τὸν κλῆρον, τόν τε κατὰ τὴν πόλιν καὶ τὸν ἐπὶ τῆς παροικίας, μετὰ παντὸς τοῦ λαοῦ φοβουμένου τὸν Κύριον, ἀσπαζόμεθα διὑμῶν.
§241 Οὐχ ὥστε πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλʼ ὥστε ἑαυτοῖς τέ τινα παραμυθίαν δοῦναι διὰ τῶν στεναγμῶν, οἳ πεφύκασί πως τὸ ἐν τῷ βάθει ἀλγεινὸν διαφορεῖν, ὅταν γίνωνται· καὶ τὴν σὴν μεγαλόνοιαν πρὸς ἐκτενεστέραν τὴν ὑπὲρ τῶν ἐκκλησιῶν εὐχὴν παρορμῆσαι. ἐπεὶ καὶ Μωϋσῆς ηὔχετο μὲν ἀεὶ ὑπὲρ τοῦ λαοῦ δηλονότι· ὅτε μέντοι πρὸς τὸν Ἀμαλὴκ ἀγὼν αὐτῷ συνειστήκει, οὐ καθῆκε τὰς χεῖρας ἐξ ἕω μέχρις ἑσπέρας· ἀλλʼ ἔκτασις τῶν χειρῶν τοῦ ἁγίου τῷ τέλει τῆς μάχης συναπηρτίζετο.
§242.1 Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπʼ αὐτὸν ὑποσχομένου, εἰ καὶ ἐν μέσῳ πελάγει κακῶν ἀπελήφθημεν, καὶ τρικυμίαις παρὰ τῶν πνευμάτων τῆς πονηρίας ἐγειρομέναις ἡμῖν βασανιζόμεθα, ὅμως ἀντέχομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ, καὶ οὐ παρελύσαμεν τὸν τόνον τῆς ὑπὲρ τῶν ἐκκλησιῶν σπουδῆς, οὐδὲ ὥσπερ ἐν χειμῶνι τοῦ κλύδωνος ὑπερέχοντος ἀπογνόντες τῆς σωτηρίας τὴν διάλυσιν ἀναμένομεν· ἀλλʼ ἔτι ἐχόμεθα τῆς ἐνδεχομένης ἡμῖν σπουδῆς, εἰδότες ὅτι καὶ καταποθεὶς ὑπὸ τοῦ κήτους, διὰ τὸ μὴ ἀπογνῶναι ἑαυτοῦ, ἀλλὰ βοῆσαι πρὸς Κύριον, τῆς σωτηρίας κατηξιώθη. οὕτω δὴ καὶ αὐτοὶ πρὸς ἔσχατον ἥκοντες τῶν κακῶν, τῆς εἰς Θεὸν ἐλπίδος οὐκ ἀφιέμεθα· ἀλλὰ πανταχόθεν αὐτοῦ περισκοπούμεθα τὴν βοήθειαν. ὅθεν καὶ πρὸς ὑμᾶς ἀπεβλέψαμεν νῦν, τιμιώτατοι ἡμῖν ἀδελφοί, οὓς πολλάκις μὲν ἐν καιρῷ τῶν θλίψεων ἐπιφανήσεσθαι ἡμῖν προσεδοκήσαμεν. ἀποπεσόντες δὲ τῆς ἐλπίδος, εἴπομεν πρὸς ἑαυτοὺς καὶ ἡμεῖς, ὅτι Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. τοιαῦτα γὰρ ἡμῶν τὰ παθήματα, ὡς καὶ τῶν περάτων ἐφικέσθαι τῆς καθʼ ἡμᾶς οἰκουμένης· καὶ εἴπερ πάσχοντος μέλους ἑνὸς συμπάσχει πάντα τὰ μέλη, ἔπρεπε δήπου καὶ ἡμῖν ἐν πολλῷ χρόνῳ πεπονηκόσι συνδιατεθῆναι τὴν εὐσπλαγχνίαν ὑμῶν. οὐ γὰρ τῶν τόπων ἐγγύτης ἀλλʼ κατὰ πνεῦμα συνάφεια ἐμποιεῖν πέφυκε τὴν οἰκείωσιν, ἣν ἡμῖν εἶναι πρὸς τὴν ἀγάπην ὑμῶν πεπιστεύκαμεν.
§242.2 Τί δήποτε οὖν οὐ γράμμα παρακλήσεως, οὐκ ἀδελφῶν ἐπίσκεψις, οὐκ ἄλλο τι τῶν ὀφειλομένων ἡμῖν παρὰ τοῦ θεσμοῦ τῆς ἀγάπης γεγένηται; τρισκαιδέκατον γὰρ ἔτος ἐστίν, ἀφʼ οὗ αἱρετικὸς ἡμῖν πόλεμος ἐπανέστη· ἐν πλείους γεγόνασι ταῖς ἐκκλησίαις αἱ θλίψεις τῶν μνημονευομένων ἀφʼ οὗ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καταγγέλλεται. ὧν τὰ καθʼ ἕκαστον διηγεῖσθαι ὑμῖν παραιτούμεθα, μή ποτε τὸ τοῦ λόγου ἡμῶν ἀσθενὲς τὴν ἐναργείαν τῶν κακῶν ὑπεκλύσῃ· καὶ ἅμα οὐδὲ ἡγούμεθα ὑμᾶς διδασκαλίας προσδεῖσθαι, τὴν ἀλήθειαν τῶν πραγμάτων πάλαι τῇ φήμῃ δεδιδαγμένους. κεφάλαιον δὲ τοῦ κακοῦ· οἱ λαοὶ τοὺς τῶν προσευχῶν καταλιπόντες οἴκους, ἐν ταῖς ἐρήμοις συνάγονται, θέαμα ἐλεεινόν· γυναῖκες, καὶ παιδία, καὶ γέροντες, καὶ οἱ ἄλλως ἀσθενεῖς, ἐν ὄμβροις λαβροτάτοις, καὶ νιφετοῖς καὶ ἀνέμοις καὶ παγετῷ τοῦ χειμῶνος, ὁμοίως δὲ καὶ ἐν θέρει ὑπὸ τὴν φλόγα τοῦ ἡλίου ἐν τῷ ὑπαίθρῳ ταλαιπωροῦντες. καὶ ταῦτα πάσχουσι διὰ τὸ τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι.
§242.3 Πῶς ἂν ὑμῖν ταῦτα λόγος ἐναργῶς παραστήσειεν, εἰ μὴ αὐτὴ πεῖρα καὶ διὰ τῶν ὀφθαλμῶν θέα κινήσειειν ὑμᾶς πρὸς συμπάθειαν; ὥστε παρακαλοῦμεν ὑμᾶς νῦν γοῦν χεῖρα ὀρέξαι ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις εἰς γόνυ κλιθείσαις ἤδη, καὶ ἀποστεῖλαί τινας τοὺς τῶν μισθῶν ὑπομιμνήσκοντας τῶν ἀποκειμένων ἐπὶ τῇ ὑπομονῇ τῶν ὑπὲρ Χριστοῦ παθημάτων. οὐ γὰρ τοσοῦτον συνήθης λόγος ἐνεργεῖν πέφυκεν, ὅσον ξένη φωνὴ ἐμποιεῖν τὴν παράκλησιν, καὶ ταῦτα παρὰ ἀνδρῶν γινομένη πανταχοῦ ἐπὶ τοῖς καλλίστοις τῇ τοῦ Θεοῦ χάριτι γνωριζομένων, ὁποίους ὑμᾶς φήμη πᾶσιν ἀνθρώποις περιαγγέλλει, ἀτρώτους κατὰ τὴν πίστιν διαμείναντας, ἄσυλον τὴν ἀποστολικὴν παρακαταθήκην διαφυλάξαντας. ἀλλʼ οὐχὶ καὶ τὰ ἡμέτερα τοιαῦτα· ἀλλʼ ἔχομέν τινας ἐπιθυμίᾳ δόξης, καὶ τῇ μάλιστα καταστρεφούσῃ Χριστιανῶν ψυχὰς φυσιώσει, καταθαρρήσαντάς τινων καινοτομίας ῥημάτων, ὅθεν αἱ ἐκκλησίαι σαθρωθεῖσαι, ὥσπερ ἀγγεῖα ἀραιωθέντα, τὴν αἱρετικὴν διαφθορὰν εἰσρυεῖσαν ἐδέξαντο. ἀλλʼ ὑμεῖς, ἀγαπητοὶ ἡμῖν καὶ περιπόθητοι, γένεσθε τῶν μὲν τραυματιῶν ἰατροί, τῶν δὲ ὑγιαινόντων παιδοτρίβαι, τὸ μὲν νενοσηκὸς ὑγιάζοντες τὸ δὲ ὑγιαῖνον ἀλείφοντες εἰς εὐσέβειαν.
§243.1 τῆς καταστάσεως καὶ συγχύσεως τῶν ἐκκλησιῶν. Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ ὁμοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος ἐπίσκοπος Καισαρείας τῆς Καππαδοκίας.
§243.2 Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθʼ ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως, κατὰ τὴν τῶν μελῶν συμφωνίαν. διόπερ εἰ καὶ πλεῖστον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. ἐπεὶ οὖν οὐ δύναται κεφαλὴ τοῖς ποσὶν εἰπεῖν, χρείαν ὑμῶν οὐκ ἔχω, πάντως οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν τοῖς δοξαζομένοις ἐν τῇ εἰρήνῃ, ἐχαρίσατο ὑμῖν Κύριος. ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν· ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν, οὐ συνεχωρήθητε διαναστῆναι πρὸς τὴν ἀντίληψιν ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθʼ ὑμᾶς οἰκουμένης φανερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν· εἰ δὲ τοῦτο δύσκολον, ἀλλʼ ἐλθεῖν τινας παρʼ ὑμῶν εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵνʼ ὀφθαλμοῖς ὑποβάλωσι τὰ πάθη τῆς ἀνατολῆς, ἅπερ ἀκοαῖς ἀδύνατον παραδέξασθαι, τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα ὑμῖν τὰ ἡμέτερα.
§243.3 Διωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν βαρύτατος. διώκονται γὰρ ποιμένες, ἵνα διασκορπισθῶσι τὰ ποίμνια. καὶ τὸ βαρύτατον, ὅτι οὔτε οἱ μὲν κακούμενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οὔτε οἱ λαοὶ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι, διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι. ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. διὰ τοῦτο ἀπελαύνονται μὲν τῶν πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται. οὐ πολιὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ἀπὸ μόνης συκοφαντίας ἑάλωσαν, καὶ μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. τινὲς δὲ οὔτε ἐγνώρισαν κατηγόρους, οὔτε εἶδον δικαστήρια, οὔτε ἐσυκοφαντήθησαν τὴν ἀρχήν, ἀλλʼ ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασθέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν, ταῖς ἐκ τῆς ἐρημίας κακοπαθείαις παραδοθέντες εἰς θάνατον. τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν· φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, καὶ παντὸς τοῦ κλήρου λεηλασία. ἀνάγκη γὰρ προσκυνῆσαι τῇ εἰκόνι, τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. στεναγμοὶ λαῶν, δάκρυον διηνεκὲς καὶ κατʼ οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων πάσχουσιν. οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν, ὥστε πατρὸς στερηθείς, πράως φέρειν τὴν ὀρφανίαν. ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. μία φωνὴ ἐλεεινὰ π̣̣̔̓ντων καὶ σκυθρωπὰ φθεγγομένων. ἐξῇρται χαρὰ καὶ εὐφροσύνη πνευματική. εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί· οἶκοι προσευχῶν ἀπεκλείσθησαν· ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳδίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλλίαμα, τὸ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγινόμενον τῶν πιστευόντων εἰς Κύριον. ἡμῖν πρέπει λέγειν, ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, οὔτε προφήτης, οὔτε ἡγούμενος, οὔτε προσφορά, οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου, καὶ εὑρεῖν ἔλεος.
§243.4 Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης, τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ποιεῖσθαι ἡμᾶς νομίζειν προσῆκεν, οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. οἴδαμεν γάρ, ὅτι οὐκ ἄν ποτε ἐπιλάθοισθε ἡμῶν, οὐ μᾶλλόν γε μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. ἀλλʼ ἐπειδὴ οἱ περιωδυνίᾳ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν· οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, διὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς ἐξαγγέλλομεν, εἴ πως ἄν, σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες, δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν. εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν, καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆσεσθαι εἰς ἡμᾶς. νῦν δὲ φοβούμεθα, μήποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν καταναλώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως· καὶ δέος ἐστί, μὴ τὰς ἡμετέρας ἐκκλησίας καταφαγοῦσα, ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθʼ ὑμᾶς παροικίας. τάχα μὲν οὖν διὰ τὸ παρʼ ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν, πρῶτοι παρεδόθημεν εἰς κατάβρωσιν τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Θεοῦ· τάχα δέ, καὶ μᾶλλόν ἐστιν εἰκάσαι, ὅτι ἐπειδὴ τὸ εὐαγγέλιον τῆς βασιλείας ἀπὸ τῶν ἡμετέρων τόπων ἀρξάμενον εἰς πᾶσαν ἐξῆλθε τὴν οἰκουμένην, διὰ τοῦτο κοινὸς τῶν ψυχῶν ἡμῶν ἐχθρός, τὰ τῆς ἀποστασίας σπέρματα, ἀπὸ τῶν αὐτῶν τόπων τὴν ἀρχὴν λαβόντα, εἰς πᾶσαν οἰκουμένην διαδοθῆναι φιλονεικεῖ. ἐφʼ οὓς γὰρ ἔλαμψεν φωτισμὸς τῆς γνώσεως τοῦ Χριστοῦ, ἐπὶ τούτους ἐλθεῖν καὶ τὸ τῆς ἀσεβείας σκότος ἐπινοεῖ.
§243.5 Ὑμέτερα οὖν λογίσασθε τὰ πάθη ἡμῶν, ὡς γνήσιοι μαθηταὶ τοῦ Κυρίου. οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, οὐχ ὑπὲρ ἄλλου τινὸς τῶν προσκαίρων καταπολεμούμεθα, ἀλλʼ ὑπὲρ τοῦ κοινοῦ κτήματος, τοῦ πατρικοῦ θησαυροῦ τῆς ὑγιαινούσης πίστεως, ἑστήκαμεν ἀγωνιζόμενοι. συναλγήσατε ἡμῖν, φιλάδελφοι, ὅτι ἀποκέκλεισται μὲν παρʼ ἡμῖν τῶν εὐσεβούντων τὰ στόματα, ἤνοικται δὲ πᾶσα θρασεῖα καὶ βλάσφημος γλῶσσα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀδικίαν. οἱ στῦλοι καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας ἐν διασπορᾷ, ἡμεῖς δέ, οἱ διὰ σμικρότητα παροφθέντες, ἀπαρρησίαστοι. ἀγωνιάσατε ὑπὲρ τῶν λαῶν· καὶ μὴ τὸ καθʼ ἑαυτοὺς σκοπεῖτε μόνον, ὅτι ἐν λιμέσιν εὐδίοις ὁρμίζεσθε, τῆς τοῦ Θεοῦ χάριτος πᾶσαν ὑμῖν σκέπην χαρισαμένης ἀπὸ τῆς ζάλης τῶν πνευμάτων τῆς πονηρίας. ἀλλὰ καὶ ταῖς χειμαζομέναις τῶν ἐκκλησιῶν χεῖρα ὀρέξατε, μήποτε ἐγκαταλειφθεῖσαι, παντελῶς ὑπομείνωσι τῆς πίστεως τὸ ναυάγιον. στενάξατε ἐφʼ ἡμῖν ὅτι Μονογενὴς βλασφημεῖται, καὶ ἀντιλέγων οὐκ ἔστι. τὸ Πνεῦμα τὸ ἅγιον ἀθετεῖται, καὶ δυνάμενος ἐλέγχειν ἀποδιώκεται. πολυθεΐα κεκράτηκε. μέγας Θεὸς παρʼ αὐτοῖς καὶ μικρός. Υἱὸς οὐχὶ φύσεως ὄνομα, ἀλλὰ τιμῆς τινος εἶναι προσηγορία νενόμισται· τὸ Πνεῦμα τὸ ἅγιον, οὐ συμπληρωτικὸν εἶναι τῆς ἁγίας Τριάδος, οὐδὲ κοινωνὸν τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλʼ ἕν τι τῶν ἐκ τῆς κτίσεως, εἰκῆ καὶ ὡς ἔτυχε, Πατρὶ καὶ Υἱῷ προσερρῖφθαι. τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας πολλάς, τὸν ταῖς πονηραῖς ταύταις διδασκαλίαις πρὸς τὴν ἀπώλειαν συνωθούμενον. παρασύρονται τῶν ἀκεραιοτέρων αἱ ἀκοαί· εἰς συνήθειαν λοιπὸν ἦλθον τῆς αἱρετικῆς δυσσεβείας. συνεκτρέφεται τὰ νήπια τῆς Ἐκκλησίας τοῖς λόγοις τῆς ἀσεβείας. τί γὰρ καὶ ποιήσουσι; βαπτίσματα παρʼ ἐκείνοις, προπομπαὶ τῶν ἐξοδευόντων, ἐπισκέψεις τῶν ἀσθενούντων, παρακλήσεις τῶν λυπουμένων, βοήθειαι τῶν καταπονουμένων, ἀντιλήψεις παντοδαπαί, μυστηρίων κοινωνίαι· πάντα, διἐκείνων ἐπιτελούμενα, σύνδεσμος γίνεται τοῖς λαοῖς τῆς πρὸς αὐτοὺς ὁμονοίας· ὥστε μικροῦ χρόνου προελθόντος, μηδʼ εἰ γένοιτό τις ἄδεια, ἐλπίδα λοιπὸν εἶναι τοὺς ὑπὸ τῆς χρονίας ἀπάτης κατασχεθέντας, πάλιν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἀνακληθῆναι.
§243.6 Τούτων ἕνεκεν πολλοὺς ἡμᾶς ἐχρῆν συνδραμεῖν πρὸς τὴν ὑμετέραν σεμνότητα, καὶ ἕκαστον τῶν ἑαυτοῦ πραγμάτων ἐξηγητὴν γενέσθαι. νῦν δὲ καὶ αὐτὸ τοῦτο δεῖγμα γενέσθω ὑμῖν τῆς κακοπαθείας, ἐν διάγομεν, ὅτι οὐδʼ ἀποδημίας ἐσμὲν κύριοι. εἰ γάρ τις καὶ πρὸς τὸ βραχύτατον τῆς ἐκκλησίας ἑαυτοῦ ἀποσταίη, ἐκδότους ἀφήσει τοὺς λαοὺς τοῖς ἐφεδρεύουσιν. ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι ἕνα ἀπεστείλαμεν ἀντὶ πολλῶν, τὸν εὐλαβέστατον καὶ ἀγαπητὸν ἀδελφὸν ἡμῶν Δωρόθεον τὸν συμπρεσβύτερον· ὃς καὶ ὅσα διαπέφευγεν ἡμῶν τὰ γράμματα τῇ παρʼ ἑαυτοῦ διηγήσει δυνατός ἐστιν ἀναπληρῶσαι, παρηκολουθηκὼς πᾶσι μετὰ ἀκριβείας, καὶ ζηλωτὴς ὑπάρχων τῆς ὀρθῆς πίστεως. ὃν προσδεξάμενοι ἐν εἰρήνῃ διὰ ταχέων ἡμῖν ἀποπέμψατε, ἀγαθὰ ἡμῖν εὐαγγέλια φέροντα τῆς σπουδῆς ὑμῶν, ἣν ἔχετε πρὸς τὸ ἀντιλαμβάνεσθαι τῆς ἀδελφότητος.
§244.1 Ἐνέτυχόν σου τοῖς γράμμασιν, διὰ τοῦ ἀδελφοῦ ἡμῶν Στρατηγίου τοῦ συμπρεσβυτέρου ἀπέστειλας, καὶ ἐνέτυχον ἡδέως. πῶς γὰρ οὐκ ἔμελλον, καὶ παρὰ ἀνδρὸς συνετοῦ γεγραμμένοις, καὶ παρὰ καρδίας τὴν πρὸς πάντας ἀγάπην ἐκ τῆς ἐντολῆς τοῦ Κυρίου κατορθοῦν δεδιδαγμένης; καὶ σχεδὸν ἐγνώρισα τῆς ἐν τῷ παρελθόντι χρόνῳ σιωπῆς τὴν αἰτίαν. ἀποροῦντι γὰρ ἐῴκεις καὶ ἐκθαμβουμένῳ, εἰ Βασίλειος ἐκεῖνος, τοιῶσδε δουλεύσας ἐκ παιδὸς τῷ δεῖνι, τάδε ποιήσας ἐπὶ τῶν καιρῶν τῶνδε καὶ τάδε, τὸν πρὸς τοὺς μυρίους πόλεμον τῆς πρὸς τὸν ἕνα θεραπείας ἕνεκεν καταδεξάμενος· οὗτος νῦν ἕτερος γέγονεν ἐξ ἑτέρου, καὶ πόλεμον ἀντὶ τῆς ἀγάπης ἀνῄρηται, καὶ ὅσα ἄλλα ἐπέστειλας, ἱκανῶς τῆς ψυχῆς τὴν ἔκπληξιν ἐν τῇ παραλόγῳ τῶν πραγμάτων μεταβολῇ ἐνδεικνύμενος. καὶ εἴ τι ἡμῶν καὶ καθήψω, οὐκ ἐδεξάμην τοῦτο δυσκόλως. οὐ γὰρ οὕτως εἰμὶ ἀνουθέτητος, ὡς πρὸς τὰς ἀγαπητικὰς ἐπιπλήξει τῶν ἀδελφῶν δυσχεραίνειν. τοσοῦτον γὰρ ἀπέχω τοῖς ἐπεσταλμένοις ἄχθεσθαι, ὥστε μικροῦ καὶ ἐγέλασα ἐπʼ αὐτοῖς, εἴ τοσούτων ὄντων καὶ τηλικούτων, ἡμῖν ἐδόκει τὴν πρὸς ἀλλήλους φιλίαν πρότερον βεβαιοῦν, αὐτὸς ἐπὶ μικροῖς τοῖς μέχρι σοῦ φθάσασι τηλικαύτην ἔγραψας τὴν ἔκπληξιν πεπονθέναι. ἄρʼ οὖν καὶ σὺ τὸ τῶν πολλῶν πέπονθας, οἳ καταλιπόντες τῶν πραγμάτων ἐξετάζειν τὴν φύσιν, τοῖς ἀνθρώποις προσέχουσι, περὶ ὧν οἱ λόγοι, καὶ γίνονται, οὐχὶ τῆς ἀληθείας ἐξετασταί, ἀλλὰ τῆς διαφορᾶς τῶν προσώπων δοκιμασταί, ἐπιλαθόμενοι τῆς παραινέσεως, ὅτι Ἐπιγινώσκειν πρόσωπον ἐν κρίσει, οὐ καλόν.
§244.2 Πλὴν ἀλλʼ ἐπειδὴ Θεὸς πρόσωπον ἐν κρίσει ἀνθρώπου οὐ λαμβάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. ὅτι οὐδὲν παρʼ ἡμῶν τὸ ἐξ ἀρχῆς, οὔτε μικρὸν οὔτε μεῖζον, γέγονε τῆς διαστάσεως αἴτιον· ἀλλʼ ἄνθρωποι μισοῦντες ἡμᾶς, διἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδέν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς, καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα, ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα, καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας. ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθʼ ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάττειν τῷ μὴ παρόντι· τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως, πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε, ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι. ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταὐτῷ· τούς τε Νικοπολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρός, καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειούσης. καὶ δὴ καὶ συγγέγραπτο μὲν πίστις, προσηνέχθη δὲ παρʼ ἡμῶν· ὑπεγράφη δέ ὡς ὑπεγράφη, καὶ χωρίον ὑπεδείχθη συνόδου δευτέρας, καὶ καιρὸς ἕτερος, ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις, καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοινωνίαν.
§244.3 Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν, καὶ οἱ σὺν ἡμῖν ἀδελφοὶ οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι, ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρʼ ἡμῶν, καὶ ἡμεροδρόμοι σημαίνοντες, ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγμένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδεὶς ἦν, οὔτε προτρέχων, οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων, οἱ δὲ παρʼ ἡμῶν ἀποσταλέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρʼ ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι, μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκόπῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι· ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν, ἀφωσιωμένον καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων. καὶ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν αὐτῷ συνόντων ἀποστείλας, ἐδήλωσέ τινα, ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι πρέποντα. ἐπιστεῖλαι γὰρ οὐκ ἠξίωσεν, οὐ τὸν ἐκ τῶν γραμμάτων ἔλεγχον ὑφορώμενος τοσοῦτον, ὅσον φροντίζων τοῦ μὴ εἰς ἀνάγκην ἐλθεῖν προσειπεῖν ἡμᾶς ὡς ἐπισκόπους· πλήν γε δή, ὅτι σφοδρὰ ἦν τὰ ῥήματα, καὶ ἀπὸ καρδίας ἐκθερμανθείσης ἐξενεχθέντα. ἐπὶ τούτοις διελύθημεν κατῃσχυμμένοι, καὶ συμπεπτωκότες τῇ γνώμῃ, οὐκ ἔχοντες τι τοῖς ἐρωτῶσιν ἀποκρινούμεθα. χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ, καὶ ἀποδημία μέχρι Κιλίκων· κἀκεῖθεν ἐπάνοδος. καὶ γράμματα εὐθύς, ἀπαγόρευσιν ἔχοντα τῆς πρὸς ἡμᾶς κοινωνίας.
§244.4 δὲ αἰτία τῆς ἀπορρήξεως, ὅτι Ἀπολλιναρίῳ, φησίν, ἐπεστείλαμεν, καὶ τὸν συμπρεσβύτερον ἡμῶν Διόδωρον ἔχομεν κοινωνικόν. ἐγὼ δὲ Ἀπολλινάριον μὲν ἐχθρὸν οὐδέποτε ἡγησάμην, ἀλλʼ ἔστιν ἐφʼ οἷς καὶ αἰδοῦμαι τὸν ἄνδρα· οὐ μὴν οὕτως ἐμαυτὸν τῷ ἀνθρώπῳ συνῆψα, ὥστε τὰ ἐκείνου ἐγκλήματα αὐτὸς ὑποδέχεσθαι· ὅπου γε ἔχω τινὰ καὶ αὐτὸς ἐγκαλεῖν αὐτῷ, ἐντυχών τισι τῶν συνταγμάτων αὐτοῦ. οὐ μὴν περὶ τοῦ Πνεύματος τοῦ ἁγίου αἰτήσας αὐτὸν οἶδα βιβλίον, ἀποσταλὲν ὑποδεξάμενος. ἀλλὰ πολυφωνότατον μὲν αὐτὸν ἀκούω πάντων συγγραφέων γεγενῆσθαι, ὀλίγοις δὲ ἐντετύχηκα τῶν συνταγμάτων αὐτοῦ· οὐδὲ γὰρ σχολή μοί ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι, καὶ ἅμα δυσχερής τις εἰμὶ πρὸς τὴν τῶν νεωτέρων παραδοχήν, γε τὸ σῶμα οὐδὲ τῇ ἀναγνώσει τῶν θεοπνεύστων Γραφῶν φιλοπόνως καὶ καθʼ ὃν δεῖ τρόπον συγχωρεῖ παραμένειν. τί οὖν πρὸς ἐμὲ τοῦτο, εἴ τις συνέγραψέ τι μὴ ἀρέσκον τῷ δεῖνι; καίτοι εἰ δεῖ ἄλλον ὑπὲρ ἄλλου τὰς εὐθύνας ὑπέχειν, ἐμοὶ ἐγκαλῶν ὑπὲρ Ἀπολλιναρίου ἀπολογείσθω ἡμῖν ὑπὲρ Ἀρείου τοῦ ἰδίου διδασκάλου. καὶ ὑπὲρ Ἀετίου τοῦ ἰδίου αὐτοῦ μαθητοῦ. ἡμεῖς δὲ οὔτε ἐδιδάχθημέν τι, οὔτε ἐμαθητεύθημεν τῷ ἀνδρί, οὗ τὰ ἐγκλήματα ἡμῖν περιτρέπουσι.
§244.5 Διόδωρον δέ, ὡς θρέμμα τοῦ μακαρίου Σιλουανοῦ, τὸ ἐξ ἀρχῆς ὑπεδεξάμεθα· νῦν δὲ καὶ ἀγαπῶμεν καὶ περιέπομεν διὰ τὴν προσοῦσαν αὐτῷ τοῦ λόγου χάριν, διἧς πολλοὶ τῶν ἐντυγχανόντων βελτίους γίνονται.
§244.6 Ἐπὶ τούτοις τοῖς γράμμασι διατεθεὶς ὡς εἰκὸς ἦν, καὶ ἐκπλαγεὶς πρὸς τὴν οὕτω παράλογον καὶ ἀθρόαν μεταβολήν, οὐδὲ ἀντιφθέγξασθαι ἠδυνήθην. συνδέδετο μὲν γάρ μοι καρδία, παρεῖτο δὲ γλῶσσα, νεναρκήκει δὲ χείρ· καὶ ἔπαθον πάθος ψυχῆς ἀγεννοῦς (εἰρήσεται γὰρ τἀληθές, πλὴν ἀλλὰ συγγνώμης ἄξιονμικροῦ καὶ εἰς μισανθρωπίαν ἐξέπεσον, καὶ πᾶν μοι ἦθος ὕποπτον ἐνομίσθη, καὶ μὴ εἶναι ἐν ἀνθρώπου φύσει τὸ τῆς ἀγάπης καλόν, ἀλλὰ ῥῆμα εἶναι εὐπρόσωπον καλλωπισμόν τινα παρέχον τοῖς κεχρημένοις, οὐ μὴν ἐνυπάρχειν κατʼ ἀλήθειαν καρδίᾳ ἀνθρώπου τὴν διάθεσιν ταύτην, εἰ γὰρ δοκῶν ἐκ παιδὸς εἰς γῆρας βαθὺ ἐπιμέλειαν ἑαυτοῦ πεποιῆσθαι ἐκ τοιούτων προφάσεων οὕτω ῥᾳδίως ἐξηγριώθη, μηδὲν τῶν ἡμετέρων ὑπολογισάμενος, μηδὲ τὴν ἐν τῷ παρελθόντι πεῖραν τῆς οὕτως εὐτελοῦς διαβολῆς κυριωτέραν θέμενος, ἀλλʼ οἷόν τις πῶλος ἀδάμαστος, οὔπω φέρειν καλῶς τὸν ἀναβάτην δεδιδαγμένος, ἐκ μικρᾶς ὑποψίας ἀνεχαίτισε καὶ ἀπεσείσατο καὶ χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο· τί χρὴ περὶ τῶν ἄλλων ὑπονοεῖν, πρὸς οὓς οὔτε ἡμῖν τοσαῦτα τῆς φιλίας ἐστὶν ἐνέχυρα οὔτε παρʼ αὐτῶν τοιαύτη τῆς τῶν τρόπων ἐπιμελείας ἐπίδειξις; ταῦτα κατʼ ἐμαυτὸν ἀνελίσσων ἐν τῇ ψυχῇ, καὶ συνεχῶς στρέφων ἐν τῇ καρδίᾳ, μᾶλλον δὲ ἀναστρεφόμενος ὑπʼ αὐτῶν τὴν καρδίαν, οὕτω δακνόντων με καὶ νυσσόντων διὰ τῆς μνήμης, οὐδὲν ἐκείνοις ἀπεκρινάμην τοῖς γράμμασιν, οὐχ ὑπεροψίᾳ σιωπήσας (μὴ τοῦτο οἰηθῇς, ἀδελφέ· οὐ γὰρ ἀνθρώποις ἀπολογούμεθα, ἀλλὰ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν), ἀπορίᾳ δὲ καὶ ἀμηχανίᾳ καὶ τῷ μὴ ἔχειν εἰπεῖν τι τῆς λύπης ἄξιον.
§244.7 Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμματα πρὸς Δαζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν οὕτως ὀξεῖα διάδοσις, ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. φασὶ δέ τινες, ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. τίνα δὲ ἦν τὰ καθʼ ἡμῶν πρὸς Δαζίζαν ἐπεσταλμένα, πάντως μὲν οἶδας. οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τίθενται, ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλιπεῖν. εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλʼ ἐγώ σοι ἀποστέλλω. ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους, δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστερον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα, οὐ Νικοπολίταις διακονούμενοι, ἀλλʼ αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. τούτων μὲν οὖν κριτὴς Κύριος· καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν τοσαύτῃ κέχρηνται διαστάσει, ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούντων αὐτοῖς πληροφορίαν συμφύρειν, ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν, οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς ἐπέδωκαν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ Ῥώμης βιβλίον, παρʼ ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἣν εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην, διἧς ὑπήχθησαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ· διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκείνου ἀπολογίαν, τὸ ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώσωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. ἀλλʼ οἱ τὰς μακροτάτας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες, καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες, νῦν λοιδοροῦνται ἡμᾶς, ὡς δολίως πορευομένους, καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβουλευόντων ποιοῦντας. δηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. εἶδον γὰρ Κύζικον, καὶ μετʼ ἄλλης πίστεως ἐπανῆλθον.
§244.8 Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τὰ ἐναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατʼ αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες, μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν ἐκκλησιῶν ἀποστῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων· διότι, φασίν, οὐκ ἦσαν Πνεύματος ἁγίου μέτοχοι, οὐδὲ Θεοῦ χάριτι τὰς ἐκκλησίας οἰκονομοῦντες, ἀλλʼ ἀνθρωπίνῃ δυναστείᾳ καὶ ἐπιθυμίᾳ δόξης κενῆς τὰ προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρʼ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται. οὓς ἐρώτησον ἀντʼ ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν, ὡς οὔτʼ ὀφθαλμοὺς ἐχόντων, οὔτʼ ὦτα, οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γενομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, τε καθῃρημένος ὑπὸ Εὐιππίου, καὶ παρʼ αὐτοῦ κεχειροτονημένος; τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ καταφυτεύειν, οὔτʼ ἂν ἐξερρίζωσε τοῦτον, οὔτʼ ἂν ἐκεῖνον ἐφύτευσεν. εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον. ἀλλʼ εἷς σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν, καὶ μηδεμιᾶς κατʼ αὐτοῦ διαβολῆς φείδεσθαι, τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον.
§244.9 Οἷαι γὰρ αὐτῶν καὶ αἱ νῦν κατὰ τῆς Ἐκκλησίας οἰκονομίαι. φρικταὶ μὲν διὰ τὴν τῶν ποιούντων εὐκολίαν, ἐλεειναὶ δὲ διὰ τὴν τῶν πασχόντων ἀναισθησίαν. Εὐιππίου τέκνα καὶ Εὐιππίου ἔκγονα, διὰ πρεσβείας ἀξιοπίστου ἐκ τῆς ὑπερορίας μετακληθέντες εἰς τὴν Σεβάστειαν, ἐπιστεύθησαν τὸν λαόν. παρέλαβον τὸ θυσιαστήριον, ζύμη ἐγένοντο τῆς ἐκεῖ ἐκκλησίας. παρʼ ὧν ἡμεῖς μὲν ὡς ὁμοουσιασταὶ διωκόμεθα. Εὐστάθιος δὲ βαστάσας ἐν τῷ χάρτῃ ἀπὸ Ῥώμης μέχρι Τυάνων τὸ ὁμοούσιον, οὗτος νῦν αὐτοῖς ἀνακέκραται, εἰ καὶ ὅτι παραδεχθῆναι εἰς τὴν πολυπόθητον αὐτῶν κοινωνίαν οὐκ ἠδυνήθη, φοβηθέντων τὸ πλῆθος τῶν κατʼ αὐτοῦ συμφωνησάντων, αἰδεσθέντων τὸ ἀξιόπιστον. τίνες γὰρ ἦσαν οἱ συνειλεγμένοι, καὶ πῶς μὲν χειροτονηθεὶς ἕκαστος, ἀπὸ ποίου δὲ τοῦ ἐξ ἀρχῆς βίου ἐπὶ ταύτην παρῆλθε τὴν δυναστείαν νῦν, ἐγὼ μὲν μή ποτε οὕτω σχολάσαιμι, ὥστε τὰς ἐκείνων πράξεις ἐκδιηγεῖσθαι. ἔμαθον γὰρ προσεύχεσθαι· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. αὐτὸς δὲ ἐρευνήσας μαθήσῃ· κἄν σε διαφύγῃ, τὸν κριτὴν πάντως οὐ λήσεται. μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν, ἀσθενήσας πυρετῷ λαβροτάτῳ, καὶ ἐγγίσας μέχρις αὐτῶν τῶν πυλῶν τοῦ θανάτου, εἶτα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνακληθείς, δυσχερῶς εἶχον πρὸς τὴν ἐπάνοδον, λογιζόμενος εἰς οἷα πάλιν ἔρχομαι κακά· καὶ κατʼ ἐμαυτὸν ἐσκόπουν, τί ποτε ἄρα ἐστὶ τὸ ἐν τῷ βάθεῖ τῆς σοφίας ἀποκείμενον τοῦ Θεοῦ, δι ἐμοὶ πάλιν τῆς ἐν σαρκὶ ζωῆς ἡμέραι συνεχωρήθησαν. ἐπειδὴ δὲ ἔγνων ταῦτα, ἐλογισάμην, ὅτι ἐβουλήθη ἡμᾶς Κύριος ἰδεῖν παυσαμένας τοῦ σάλου τὰς ἐκκλησίας, ὃν ἔπαθον πρὸ τούτου ἐπὶ τῷ χωρισμῷ τῶν διὰ τὴν περιπεπλασμένην αὐτοῖς σεμνότητα πάντα πιστευομένων. καὶ τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρός γε τὸ ἐφεξῆς καταστῆσαι Κύριος ἐβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι, αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλʼ αἱ αὐταὶ διαμένουσιν, ὡς προηνέχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος, οὕτω διαιωνίζουσαι.
§244.10 Ἄνθρωποι δὲ ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατʼ ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις. καὶ μάλιστα δὴ οὗτοι, περὶ ὧν λόγος, πολυτροπώτατοι τῶν εἰς ἡμετέραν πεῖραν ἡκόντων ἐφάνησαν. εἰ μὲν καὶ εἰς τὰ λοιπὰ τοῦ βίου πράγματα εἴποιεν ἂν οἱ συμβεβιωκότες, δʼ οὖν ἐμοὶ ἐφάνη, τὸ περὶ τὴν πίστιν αὐτῶν εὐμετάθετον, οὐκ οἶδα μέχρι τοῦ νῦν ἐν ἄλλοις οὔτε αὐτὸς ἱστορήσας οὔτε ἀκούσας ἑτέρων. Ἀρείῳ κατηκολούθουν τὸ ἐξ ἀρχῆς· μετέθεντο πρὸς Ἑρμογένην, τὸν κατὰ διάμετρον ἐχθρὸν ὄντα τῆς Ἀρείου κακοδοξίας, ὡς δηλοῖ αὐτὴ πίστις κατὰ Νίκαιαν παρʼ ἐκείνου τοῦ ἀνδρὸς ἐκφωνηθεῖσα ἐξ ἀρχῆς. ἐκοιμήθη Ἑρμογένης, καὶ πάλιν μετέστησαν πρὸς Εὐσέβιον, ἄνδρα κορυφαῖον τοῦ κατὰ Ἄρειον κύκλου, ὡς οἱ πειραθέντες φασίν. ἐκεῖθεν ἐκπεσόντες διἃς δήποτε αἰτίας, πάλιν ἀνέδραμον εἰς τὴν πατρίδα, καὶ πάλιν τὸ Ἀρειανὸν ὑπέκρυπτον φρόνημα. παρελθόντες εἰς τὴν ἐπισκοπήν, ἵνα τὰ ἐν μέσῳ παραλίπω, ὅσας ἐξέθεντο πίστεις. ἐπʼ Ἀγκύρας ἄλλην, ἑτέραν ἐν Σελευκείᾳ, ἑτέραν ἐν Κωνσταντινουπόλει, τὴν πολυθρύλλητον, ἐν Λαμψάκῳ ἑτέραν, μετὰ ταῦτα τὴν ἐν Νίκῃ τῆς Θράκης, νῦν πάλιν τὴν ἐν Κυζίκῳ· ἧς τὰ μὲν ἄλλα οὐκ ἐπίσταμαι, τοσοῦτον δὲ ἀκούω, ὅτι τὸ ὁμοούσιον κατασιγάσαντες, τὸ κατʼ οὐσίαν ὅμοιον νῦν ἐπιφέρουσι, καὶ τὰς εἰς Πνεῦμα τὸ ἅγιον βλασφημίας μετʼ Εὐνομίου συγγράφουσι. τούτων δὲ τῶν πίστεων ἃς ἀπηριθμησάμην, εἰ καὶ μὴ πᾶσαι πρὸς ἀλλήλας ἔχουσιν ἐναντίως, ἀλλʼ οὖν τὸ εὐμετάβολον τοῦ τρόπου ὁμοίως συνιστῶσι, διὰ τὸ μηδέποτε αὐτοὺς ἐπὶ τῶν αὐτῶν ἑστάναι ῥημάτων. ταῦτά ἐστιν ἀληθῆ, μυρίων ἑτέρων ἀποσιωπηθέντων.
§244.11 Ἐπειδὴ δὲ καὶ πρὸς ὑμᾶς διέβησαν νῦν, ἀξιοῦμεν ἀντιγράψαι διὰ τοῦ αὐτοῦ ἀνδρὸς (λέγω δὲ τοῦ συμπρεσβυτέρου ἡμῶν Στρατηγίου), εἴτε αὐτὸς διέμεινας πρὸς ἡμᾶς, εἴτε καὶ ἠλλοιώθης ἀπὸ τῆς συντυχίας. οὔτε γὰρ ἐκείνους εἰκὸς ἦν σιωπῆσαι, οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασθαι. εἰ μὲν οὖν μένοις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ τοῦτο ἄριστον καὶ εὐχῆς τῆς ἀνωτάτω ἄξιον· εἰ δέ σε πρὸς ἑαυτοὺς μετέθηκαν, λυπηρὸν μέν. πῶς γὰρ οὐκ ἀδελφοῦ τοιούτου χωρισμός; πλὴν εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν φέρειν τὰς τοιαύτας ζημίας παρʼ αὐτῶν ἐκείνων ἱκανῶς ἐγυμνάσθημεν.
§245.1 Πάλαι δεξάμενος τὰ παρὰ τῆς σῆς ἀγάπης γράμματα, ἀνέμενον διὰ γνησίου προσώπου ἀντεπιστεῖλαι, ἵνα καὶ ὅσα τὴν ἐπιστολὴν διαφύγῃ διάκονος τῶν γραμμάτων ἀναπληρώσῃ. ἐπεὶ οὖν παρεγένετο ἡμῖν ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς ἡμῶν Στρατήγιος, αὐτῷ ἐνόμισα δίκαιον εἶναι χρήσασθαι διακόνῳ, τῷ καὶ εἰδότι τὴν ἡμετέραν γνώμην καὶ δυναμένῳ γνησίως τε ἅμα καὶ εὐλαβῶς διακονῆσαι τὰ παρʼ ἡμῶν.
§245.2 Γίνωσκε τοίνυν, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, πολλοῦ ἀξίαν τίθεσθαι ἡμᾶς τὴν πρὸς σὲ ἀγάπην, ἧς, ἕνεκα μὲν τῆς κατὰ ψυχὴν διαθέσεως, οὐδεμίαν ὥραν ἀπολειφθεῖσιν ἑαυτοῖς συνεγνώκαμεν, εἰ καὶ ὅτι πολλαὶ καὶ μεγάλαι λύπης εὐλόγου γεγόνασιν ἀφορμαί. ἀλλʼ οὖν ἐκρίναμεν τοῦτο, ὥσπερ ἐν τρυτάνῃ, τὰ χρηστότερα τοῖς ἀηδεστέροις ἀντιτιθέντες, τῇ τῶν ἀμεινόνων ῥοπῇ προσθέσθαι τὴν γνώμην. ἐπειδὴ δὲ τὰ πράγματα ἠλλοιώθη παρʼ ὧν ἥκιστα ἐχρῆν τοῦτο γενέσθαι, συγγίνωσκε καὶ ἡμῖν οὐχὶ τὴν γνώμην ἀλλοιωθεῖσιν, ἀλλὰ τὴν τάξιν μεταθεμένοις. μᾶλλον δὲ ἡμεῖς μὲν ἐπὶ τῆς αὐτῆς μενοῦμεν τάξεως, ἕτεροι δέ εἰσιν οἱ συνεχῶς μετατιθέμενοι, νῦν δὲ καὶ φανερῶς πρὸς τοὺς ἐναντίους αὐτομολοῦντες· ὧν ὅσου ἀξίαν ἐτιθέμεθα τὴν κοινωνίαν, ἕως ἦσαν ἐπὶ τῆς ὑγιαινούσης μερίδος, οὐδὲ αὐτὸς ἀγνοεῖς. νῦν δὲ εἰ μήτε ἐκείνοις συνεπόμεθα, καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς ἐκκλίνομεν, συγγνώμης ἂν δικαίως τύχοιμεν, μηδὲν προτιμότερον τῆς ἀληθείας καὶ τῆς οἰκείας ἑαυτῶν ἀσφαλείας τιθέμενοι.
§246 Οταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερραγμένους, καὶ ἀγαπᾷν δικαίους, συντρίβειν δὲ ὑπερηφάνους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας, πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι καὶ οἶδα, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν Κύριος τὴν γαλήνην. μόνον μὴ ἀποκάμητε προσευχόμενοι· ἀλλʼ ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε προθεῖναι τὰ ὑποδείγματα.
§247.1 Ὅτε ἐνέτυχον τοῖς γράμμασι τῆς ὁσιότητος ὑμῶν, ὅσον ἐστέναξα καὶ ὠδυράμην, ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυτοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτούς, πόρθησιν δὲ οἴκων, καὶ ἐρήμωσιν πόλεως, καὶ πατρίδος ὅλης ἀνατροπήν, διωγμὸν ἐκκλησίας καὶ φυγὴν ἱερέων, ἐπανάστασιν λύκων, καὶ ποιμνίων διασποράν. ἀλλʼ ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην ἀποβλέψας, οἶδα καὶ πέπεισμαι, καὶ ὑμᾶς γινῶσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἐγκατάλειψις. μὲν γὰρ πεπόνθαμεν διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχίαν φιλάνθρωπος ἐπιδείξεται.
§247.2 Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικετεύοντες, καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα. καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων.
§248.1 Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδωμεν, ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου· ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαριστοῦμεν τῷ Κυρίῳ, τῷ ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου, ὃς πλέον ἐπενείματο τὴν καθʼ ἡμᾶς παροικίαν. ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν δικαιόκριτης ἄγγελον Σατάν, ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα, καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν· μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον, ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην, ὅτι Ἀσκλήπιός τις, διὰ τὸ μὴ ἑλέσθαι τὴν πρὸς τὸν Δωὴκ κοινωνίαν, τυπτόμενος παρʼ αὐτῶν ταῖς πληγαῖς ἐναπέθανε, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν Κύριος ταῖς σαῖς εὐχαῖς δώσει καὶ τὴν ὑπομονήν, ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπʼ αὐτὸν ἐλπίδος.
§248.2 Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν. κἂν εὕρῃς τινὰ τὸν πιστῶν σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρήσαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. ἐρρωμένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος, χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
§249 Συγχαίρω τῷ ἀδελφῷ τῷδε, καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ, καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. ἀγαθὸν γὰρ αὑτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα, τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγήν, ἐξελέξατο. ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι, καὶ παρακαλῶ διαὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα, ῥυσθέντες τῶν πειρασμῶν τούτων, ἀρξώμεθα δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον.
§250.1 Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις, ἐδεξάμην δʼ οὖν ὅμως διὰ τοῦ ποθεινοτάτου Στρατηγίου, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι, ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα, καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ.
§250.2 Πλὴν ἀλλʼ , ἐπειδὴ πάλιν ὁρῶ μακρότερόν μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλμένων παρὰ τῆς σῆς συνέσεως ἀποκρίνεσθαι, τοσοῦτον λέγω· ὅτι τὸ τῆς εἰρήνης καλόν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηνεύειν, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας· εἰ δὲ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκόπει τίνες εἰσίν, οἷς ἀνέμιξαν ἑαυτούς, οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλʼ οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνομαστὶ μεμνῆσθαι. οὗτοι καὶ ἐκλήθησαν παρʼ αὐτῶν εἰς τὴν Σεβάστειαν, καὶ παρέλαβον τὴν ἐκκλησίαν, καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου, καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέδωκαν τῷ λαῷ, ἐπίσκοποι κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ καὶ διὰ πάσης τῆς χώρας ὡς ἅγιοι παρʼ αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι. ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι, καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι.
§250.3 Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ καὶ ὑποστέλλῃ τήν τινων κοινωνίαν; εἰ δέ εἰσί τινες φευκτοί, κατὰ τὸν τῆς ἀκριβείας λόγον εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος, οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο.
§250.4 Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, σύγγνωθι ἡμῖν μὴ καταδεχομένοις τῆς ζύμης γενέσθαι τῶν ἑτεροδιδασκαλούντων. ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνων ἀφέμενος λόγων, ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου.
§251.1 Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων ἡμᾶς πραγμάτων καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει, ἐν ἑστήκατε καὶ καυχᾶσθε ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. τῷ ὄντι γὰρ δυσεύρετον λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν ἐκκλησίαν εἰλικρινῆ, μηδὲν ἐκ τῆς τῶν καιρῶν χαλεπότητος παραβλαβεῖσαν, ἀλλʼ ἀκεραίαν καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθʼ ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ἀναδεικνὺς τοὺς καθʼ ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως.
§251.2 Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθʼ ὧν τὰς ψευδεῖς καθʼ ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε, μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῇ πράξει ταύτῃ. ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρʼ ἑαυτοῖς, καὶ ἔστι κατʼ ἀλήθειαν, ὅτι οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ καλῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτούς, διαβάλλουσί με νῦν ἐπʼ ἐκείνοις, εἰς αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι.
§251.3 Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν, ἴδια ἔγγραφα ὑμῖν κατηγορίας προφέροντες, ἀλλʼ ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες, οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες, καὶ μὴ καταδεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατʼ αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. καὶ τὴν αἰτίαν προσετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. ταῦτα δὲ ἐγένετο πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθελόντων αὐτούς, Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος, καὶ οἱ λοιποὶ τῶν ὑμῖν οἱ δὲ νῦν κρατοῦντες τῶν ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι, οἱ μὲν ἀντʼ αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπʼ ἐκείνων αὐτῶν προαχθέντες.
§251.4 Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπάτωσαν ἡμῖν, πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι, ὧν τὴν καθαίρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρʼ ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, παρʼ ἐκείνου καθῃρημένος; εἰ δὲ αἱρετικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίου νῦν διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; ἀλλὰ παιδιαὶ αὗται, κατὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι, πρὸς τὸ ἑαυτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾷν ἐπιχειρούντων.
§251.5 Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέτρεψε παριὼν τὴν Παφλαγονίαν Εὐστάθιος, καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει· καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου, ὥστε δεχθῆναι. ἀφώρισε τὸν εὐλαβέστατον ἀδελφὸν Ἐλπίδιον διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν· καὶ νῦν ἱκέτης ἐστὶ τῶν Ἀμασέων, ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν. τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά. καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστάσεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. ἡμεῖς δὲ διαβαλλόμεθα, οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλʼ ἐπειδὴ τοῦτο ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς διαὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν, οἵους ἴσασι μὲν καὶ οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς· ἐμοὶ δὲ μὴ παράσχοι Κύριος τοσαύτην σχολήν ποτε, ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι. πλὴν ἀλλʼ ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῶν καὶ συμμύσταις παραπεμφθέντες διεξῆλθον μὲν διὰ πάσης αὐτῶν τῆς χώρας, τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες· εἰσήχθησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας. παρεδόθη γὰρ αὐτοῖς λαός, παρεδόθη τὸ θυσιαστήριον. οἳ ἐπειδὴ μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον ἴσασιν οἱ παρόντες. οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. εἰ δὲ λέγουσιν ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν, καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως, καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. καὶ τὰ μὲν ἐκείνων τοιαῦτα.
§251.6 Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπεινοί, οἱ αὐτοὶ δὲ ἀεὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. πίστις παρʼ ἡμῖν οὐκ ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινουπόλει, καὶ ἄλλη ἐν Ζήλοις, καὶ ἐν Λαμψάκῳ ἄλλη, καὶ ἐπὶ Ῥώμης ἑτέρα· καὶ νῦν περιφερομένη οὐ διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ αὐτὴ ἀεὶ. ὡς γὰρ παρελάβομεν παρὰ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· ὡς βαπτιζόμεθα, οὕτω πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν, οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, οὔτε προτιθέντες Πατρός, πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. τίς γὰρ οὕτω τολμηρός, ὃς τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; ἀλλʼ οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. καὶ ἡμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι, φυλάξατε ἑαυτοὺς τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. στήκετε ἐν τῇ πίστει, περιβλέψατε εἰς τὴν οἰκουμένην, καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός, δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν, καὶ ὑμῖν συνευχόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
§252 Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν, ἐξαιρέτως δὲ ὑμῖν τοῖς ἀρετῆς ἀντιποιουμένοις, οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν Δεσπότην εὔνοιαν ἐπιδείκνυσθε· ἄλλως τε καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκριβείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ Δάμας, καὶ περὶ αὐτοὺς χορός, ὧν μνήμη διἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς, τὸν ἴδιον ἑαυτῆς κόσμον Ἐκκλησία, διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα, τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέψεως ὑμῶν συνήθειαν. ὡς οὖν ἐργασίας μεγάλης προκειμένης ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρʼ ὑμῶν οἰκοδομήν, καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκείμενον, δέξασθε ἡμῶν τὴν παράκλησιν καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖν εὐεργεσίαν παρεχόμενοι.
§253–268.1
§253 Τὴν μέριμναν, ἣν ἔχετε ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, ἐν μέρει μὲν διαναπαύσει ποθεινότατος καὶ εὐλαβέστατος ἡμῶν ἀδελφὸς Σαγκτίσσιμος συμπρεσβύτερος, διηγησάμενος πάσης τῆς δύσεως τὴν περὶ ἡμᾶς ἀγάπην τε καὶ διάθεσιν· ἐν μέρει δὲ καὶ διαναστήσει καὶ πλέον παροξυνεῖ, ὅσην σπουδὴν ἐπιζητεῖ τὰ παρόντα πράγματα, ἐναργῶς ὑμῖν διἑαυτοῦ παραστήσας. καὶ γὰρ τῶν μὲν ἄλλων ἕκαστος, ὥσπερ ἐξ ἡμισείας, ἡμῖν ἀπήγγειλε καὶ τὰς γνώμας τῶν ἐκεῖσε ἀνδρῶν καὶ τὴν κατάστασιν τῶν πραγμάτων· αὐτὸς δέ, ἱκανὸς ὢν καὶ προαίρεσιν ἀνδρῶν καταμαθεῖν καὶ κατάστασιν πραγμάτων ἀκριβῶς διερευνήσασθαι, πάντα ὑμῖν ἐρεῖ, καὶ πρὸς πάντα χειραγωγήσει τὴν ἀγαθὴν σπουδὴν ὑμῶν. ὥστε ἔχετε ὕλην πρέπουσαν τῇ τελείᾳ ὑμῶν προαιρέσει ἣν ἀεὶ ἐν ταῖς ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μερίμναις ἐδείξατε.
§254 Παράσχοι Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ, καὶ ὅσα ἐνελίπομεν τῷ γράμματι ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. ὀψὲ γὰρ τοῦ γράφειν ἠρξάμεθα, καὶ πολλὴ ἡμῖν τῆς ἀπολογίας χρεία. ἐπειδὴ δὲ πάρεστιν ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτίσσιμος συμπρεσβύτερος, αὐτὸς πάντα διηγήσεταί σοι, τά τε ἡμέτερα καὶ τὰ ἀπὸ τῆς δύσεως. καὶ ἐπʼ ἐκείνοις μὴν εὐφρανεῖ, τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπών, ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ὑμετέρα μέριμνα, καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως, ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων, καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσει ἡμᾶς Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι, καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητί σου.
§255 Εἴθε ἦν μοι δυνατὸν καὶ καθʼ ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου. ἀφʼ οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σοῦ, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μή, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶ σημαίνειν τὰ κατʼ ἐμαυτὸν καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπειδὴ δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλʼ ὅσα Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετʼ εὐχαριστίας, ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχομένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου, τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου, ὃς πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον, πάντα διηγήσεταί σοι μετʼ ἀκριβείας ὅσα κατέλαβεν ἐν τῇ δύσει· ὑπὲρ ὧν καὶ εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ, καὶ προσκυνεῖν αὐτόν, ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην, καὶ ἀπολάβωμεν ἀλλήλους μετʼ ἐλευθερίας. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρʼ ἡμῶν.
§256.1 συμπρεσβυτέροις Ἀκακίῳ, Ἀετίῳ, Παύλῳ καὶ Σιλουάνῳ, καὶ Σιλουίνῳ καὶ Λουκίῳ διακόνοις, καὶ λοιποῖς μονάζουσιν ἀδελφοῖς, Βασίλειος ἐπίσκοπος. Ἐγὼ ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ πάσχα οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς, πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες, εἰς τὴν καθʼ ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι, οὐχ ὑμῖν συναλγῶν, ἀδελφοί, μὴ γένοιτο ϲ ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν ὑπὸ τῆς κακίας, ὥστε μέχρι τοσούτου τὴν ἑαυτῶν πονηρίαν ἐκτεῖναι. προσεδόκησα δὲ εὐθέως ἐφʼ ἑτοίμην καταφυγὴν τὴν ἡμετέραν ταπείνωσιν πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον ὅτι δώσει μοι Κύριος ἀνάπνευσιν τῶν συνεχῶν ὀδυνῶν ἐκ τοῦ περιπτύξασθαι ὑμᾶς, καὶ τὸν καλὸν ἱδρῶτα, ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε, τῷ ἀργῷ τούτῳ σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ κριτοῦ τῆς ἀληθείας. ἀλλʼ ἐπειδὴ τοῦτο μὲν οὐδʼ εἰς ἔννοιαν ὑμῖν ἦλθεν, οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρʼ ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵνʼ ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι, καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προφάσεις· μίαν μέν, ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε, ἑτέραν δέ, ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρʼ ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες.
§256.2 Ἀλλὰ νῦν Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλαβέστατον ἀδελφὸν Σαγκτίσσιμον τὸν συμπρεσβύτερον, διοὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς ὑπὲρ ἡμῶν, χαίροντας καὶ ἀγαλλιωμένους ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρρησίαν πρὸς τὸν Κύριον μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτόν, ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν ἐκκλησιῶν τοῦτον, ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. πέπεισμαι γὰρ ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσωποῦσα τὸν ἀγαθόν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ, ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν.
§257.1 κατʼ ἐμαυτὸν ἐφθεγξάμην ἀκούσας περὶ τοῦ πειρασμοῦ τοῦ ἐπαχθέντος ὑμῖν παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ταῦτα δὴ διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτήσασθε ἑαυτοῖς μακαρισμόν, τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργαζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον, διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· καὶ ὑμεῖς πεπόνθατε. ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ἡμῶν, ἀλλὰ παρὰ τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν βίος, καὶ οἶκοι ἀνετράπησαν, καὶ αὐτοὶ ἐφυγαδεύθησαν, παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲν ἧττον ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογιζομένων. διόπερ ἐγὼ πέπεισμαι μείζονα ὑμῖν τοῖς τότε μαρτυροῦσι τὸν παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολογουμένην εἶχον, καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, ὑμῖν δὲ ἐπʼ ἴσοις τοῖς κατορθώμασιν αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν.
§257.2 Διὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλʼ ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ καθʼ ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδότας ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λείψανον τῆς εὐσεβείας σωθῆναι, ἐλθὼν Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν ἐκκλησιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλʼ αἱ προαιρέσεις καὶ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι, καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλʼ οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. ὥστε μηδέποτε ὑμᾶς πτοείτω λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι. ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως, ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει Κύριος τοὺς ὁσίους αὐτοῦ. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεεινῆς.
§258.1 Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἀγάπη τῶν πολλῶν, ἤδη κεκρατημένον παρʼ ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχόν, πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν, πρέποντας εἶναι διακόνους εἰρηνικῶν γραμμάτων. οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐ δάκρυον ἀδελφικὸν ἐπʼ ἀδελφῷ κάμνοντι. οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ ἐκκλησίαι στενάζουσαι πανδημεί, οὐχ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνομεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας, οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι, ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς καιριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστήκασιν ἀπʼ ἀλλήλων. πῶς οὖν μὴ θαυμάσομεν τὸν ἐν τοιούτοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς, τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον;
§258.2 Ἐθαύμασα δέ σου κἀκεῖνο, ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω, καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπὸ τινῶν καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν, ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέριμναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις, διὰ τὸ ἁμαρτίαις συζῇν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν, διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογμάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. ἐπεστείλαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν, τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ τῷ Ἰταλῷ, πρὸς τὰ παρʼ αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον δοξολογίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι, οὔπω τοῦ κατʼ αὐτὸ ζητήματος τότε κεκινημένου. τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγματα περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως, οὔτε ἐβασανίσαμεν οὔτε παρεδεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσομεν, οὔτε τι πέρας τῶν λόγων εὑρήσομεν, ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομεν τῇ παρεισαγωγῇ τῶν ξενιζόντων.
§258.3 Τὴν δὲ κατὰ Ἀντιόχειαν ἐκκλησίαν, λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν, δῴη ποτὲ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ, μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς ἐκεῖ τὴν τῶν Χριστιανῶν προσηγορίαν ἐμπολιτεύσασθαι. καὶ τέτμηται μὲν αἵρεσις πρὸς τὴν ὀρθοδοξίαν, τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ὀρθότης. ἡμεῖς δέ, ἐπειδὴ καὶ πρῶτος παρρησιασάμενος ὑπὲρ τῆς ἀληθείας καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου, αἰδεσιμώτατος Μελέτιός ἐστιν ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἐμὴ ἐκκλησία κοινωνικόν, ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνένδοτον ἔνστασιν, ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι, καὶ ἕξομέν γε, ἐὰν Θεὸς θελῇ· ἐπεὶ καὶ μακαριώτατος πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν συνάφεια. ὡς οὐκ ὤφειλε ϲ τῶν δὲ τελευταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προσηκάμεθα, οὐκ ἐκείνους κρίνοντες ἀναξίους, ἀλλὰ μηδὲν ἔχοντες τούτου καταγινώσκειν. καίτοι πολλὰ μὲν ἠκούσαμεν παρὰ τῶν ἀδελφῶν, ἀλλʼ οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικαταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι Μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ καὶ γνῷ τί ποιεῖ; ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφέ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. πρέπον δʼ ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει, μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾷν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν. ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καί, ὅση δύναμις, παρακάλεσον, ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον, καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν, συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους. ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστεθὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκριβῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ· πάντως δέ που καὶ ἐδιδάχθησαν. οὐ γὰρ ἂν εἵλου δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν, μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος.
§258.4 Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημῆναι ἡμῖν κατηξίωσας) πολύ ἐστι παρʼ ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται, ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώπους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό εἰσιν ἐζωγρημένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. οὔτε γὰρ βιβλία ἐστὶ παρʼ αὐτοῖς, οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται, παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. ἐκτὸς δὴ τούτων, ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα, διἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάττοντες· γάμοις ἐπιμαίνονται παρανόμοις· καὶ τὸ πῦρ ἡγοῦνται Θεόν· καὶ εἴ τι τοιοῦτο. τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν μέχρι τοῦ παρόντος τῶν μάγων ἐμυθολόγησεν· ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. διόπερ οὐδὲν ἔχω πλέον ἐπιστέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.
§259 Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ, εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσθαι βραβευτής, ἀποτυγχάνων δὲ λυποῦμαι μέν· πῶς γὰρ οὔ; οὐ μὴν ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν, εἰδὼς ὅτι πάλαι ἀφʼ ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. εἰ δὲ παρʼ ἄλλοις αἰτία τῆς διαστάσεως, παράσχοι Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν· ὥστε τούτου ἕνεκεν μηδὲ ἀπολογεῖσθαί μοι. οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμενοι βίον, καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμποριζόμενοι, πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. ἀλλʼ ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν. καὶ προσεύχεσθε ὑπὲρ ἡμῶν, ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεόν, μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.
§260.1 Καὶ ἄλλως μὲν ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφʼ οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπʼ αὐτοῖς, ἐπειδὴ καὶ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπʼ αὐτοῖς φίλτρον. ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίζουσι γράμματα, καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν.
§260.2 Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν λύσιν ἔχει· τό, Πᾶς ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. διὰ τούτου δὲ τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας, τὸ τοῦ Τιμοθέου παρέδωκεν αὐτῷ Παῦλος, ἀκριβῶς φυλάττοντα, δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σῶματος καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις.
§260.3 Ἔστι δʼ οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ἐπιδέξασθαι λόγον. μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν· ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα ἀποδοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλʼ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιήσειν τῷ ὑποδείγματι. οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπʼ αὐτῷ δεδογμένον ἀποκτείνας αὐτόν. οὗτός ἐστιν νοῦς ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων.
§260.4 Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων διάνοια, ἐπιζητεῖ, τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται, καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; ἀεὶ μὲν οὖν Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. ποσάκις, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ( Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ) ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλʼ ἕως ἑβδομηκοντάκις ἑπτά. οὐ γὰρ ἐπʼ ἄλλον ἀριθμὸν μετέβη Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ διἑπτὰ μὲν ἐτῶν Ἑβραῖος ἀπελύετο τῆς δουλείας· ἑπτὰ δε ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ἐσαββάτιζε μὲν γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλλαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπʼ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλοντο πονηρεύεσθαι. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπʼ αὐτῷ ἐπαχθέντα, καὶ οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμώσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθʼ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἐπίτασις· πέμπτον, ὅτι καὶ πρῶτος φονεὺς Κάϊν, πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα, ὅτι γονεῦσι πένθος ἐποίησεν· ἕβδομον, ὅτι Θεῷ ἐψεύσατο· ἐρωτηθεὶς γάρ, Ποῦ Ἄβελ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. ἐπειδὴ γὰρ εἶπεν Κύριος, ὅτι Ἐπικατάρατος γῆ, ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου· καὶ, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· Κάϊν φησίν· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ πᾶς εὑρίσκων με ἀποκτενεῖ με. πρὸς δὲ τοῦτο Κύριός φησιν· Οὐχ οὕτω· πᾶς ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ Κάϊν, διὰ τὸ τὴν ἐπὶ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ γῆ ἀπʼ αὐτοῦ), καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπʼ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· Ἔσται, φησί, πᾶς εὑρίσκων με, ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα λόγος λέγων, Οὐχ οὕτω, τουτέστιν, οὐκ ἀναιρεθήσῃ. κέρδος γὰρ τοῖς κολαζομένοις θάνατος, ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατʼ ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ σοι τὰ κολαστήρια. ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρτηθέν, ἐφʼ ἐκδίκησις, καὶ τρόπος τῆς κολάσεως, διοὗ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν τῷ πονηρευσαμένῳ.
§260.5 Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν λόγος ἀπηριθμήσατο. νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστι τὰ εἰς κόλασιν αὐτῷ ἐπαγόμενα, καί φαμεν οὕτως. μετὰ τὴν πεῦσιν τοῦ Κυρίου, Ποῦ Ἄβελ ἀδελφός σου; ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν παρεχόμενος, φιλάνθρωπος Δεσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. ἀρνησαμένου γὰρ αὐτοῦ, ταχὺν ποιεῖται τὸν ἔλεγχον, εἰπών· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. ὥστε τὸ Ποῦ Ἄβελ ἀδελφός σου; ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. νῦν δὲ ἐπεφάνη αὐτῷ ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ἀσθενῶν. δὲ οὐ μόνον οὐ κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται, τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα. μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; ἐντεῦθεν λοιπὸν ἀρίθμει τὰς τιμωρίας. ἐπικατάρατος γῆ ἀπὸ σοῦ. μία κόλασις. ἐργᾷ τὴν γῆν. δευτέρα αὕτη. ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ συνέζευκτο, πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλʼ ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὸς ἑαυτῷ ἐποίησε, μιάνας αὐτὴν ἀδελφικῷ αἵματι. ἐργᾷ οὖν τὴν γῆν, δεινὴ τιμωρία, μετὰ τῶν μισούντων διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν. ἐργᾷ τὴν γῆν· τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην, ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς. καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς πόνος οὐ μετρία βάσανος ἦν τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι. ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία ἀκαρπία τῶν πόνων. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. δύο προσέθηκεν ἄλλαις ταῖς τρισί· στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως προσφέρειν δυνάμενον τῷ στόματι οὔτε ποτὸν προσκομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις χρείαις τοῦ σώματος λοιπὸν ὑπηρετεῖσθαι συγχωρουμένης. ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν Κάϊν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. τί ἐστι τὸ Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς; τουτέστιν, εἰ χωρίζεις με τῆς ἀπʼ αὐτῆς ὠφελείας. οὐ γὰρ μετετίθετο ἐφʼ ἕτερον τόπον, ἀλλʼ ἠλλοτριοῦτο τῶν ἀπʼ αὐτῆς καλῶν. Καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. βαρυτάτη κόλασις τοῖς εὐφρονοῦσιν ἀπὸ Θεοῦ χωρισμός. καὶ ἔσται, φησί, πᾶς εὑρίσκων με ἀποκτενεῖ με. εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. τί οὖν Κύριος; οὐχ οὕτως. ἀλλʼ ἔθετο σημεῖον ἐπʼ αὐτόν. ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν τῶν ἀνοσίων ἔργων δημιουργός. καὶ γὰρ τῷ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων αἰσχύνη· ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι, εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον.
§260.6 Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενές, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον, ὅτι Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι εἰ ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν, ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ, ἐπὶ τῷ μακροτέραν δοῦναι τὴν τιμωρίαν. ἔστι δὲ οὐκ ἀληθές. δύο γὰρ φαίνεται φόνους πεποιηκώς, ἐξ ὧν αὐτὸς διηγεῖται. ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον· τὸν ἄνδρα εἰς τραῦμα, καὶ νεανίσκον εἰς μώλωπα. ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ· καὶ ἄλλο ἀνήρ, καὶ ἄλλο νεανίσκος. Ὅτι ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. τετρακοσίας καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος, εἴπερ δικαία τοῦ Θεοῦ κρίσις ἐπὶ τῷ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρασχεῖν τὰς κολάσεις. μὲν γάρ, ὥσπερ οὐκ ἔμαθε παρʼ ἄλλου φονεύειν, οὕτως οὐδὲ εἶδε τιμωρίαν ὑπέχοντα φονευτήν· ἐγὼ δέ, ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι. ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐννενήκοντα δοῦναι κολάσεις.
§260.7 Ἔνιοι δέ τινες πρὸς τοιοῦτον ὥρμησαν λόγον, οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος· ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασι γενεαί, καὶ ἐπήχθη πάσῃ τῇ γῇ τιμωρία, διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλʼ αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀρίθμησον τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὰς γενεάς, καὶ εὑρήσεις, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν, τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον τὸν Κύριον.
§260.8 Ταῦτα μὲν οὖν εἰς δύναμιν ἐξητάσθη, πολλῶν τῶν ἐνόντων ἐξετασθῆναι παρεθέντων, ἵνα μὴ ἔξω τοῦ μέτρου τῆς ἐπιστολῆς τὸν λόγον προαγάγωμεν· ἀρκεῖ δὲ τῇ συνέσει σου καὶ τὰ βραχέα σπέρματα. δίδου γάρ, φησί, τῷ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, καί, Λόγον δεξάμενος σοφός, αἰνέσει αὐτόν, καὶ ἐπʼ αὐτὸν προσθήσει.
§260.9 Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ· εὐλόγησε γὰρ αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ἐν οἷς ἐκεῖνο ἐθαύμασα, πῶς, τὰ προάγοντα ὡς σαφῆ παρελθών, ἓν τοῦτο ἐπεζήτησας, τὸ Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον, πῶς αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν, καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία.
§260.10 Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον, οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ ἐν ἡμῖν χείρονος καταπίπτοντος, καὶ τοῦ βελτίονος διανισταμένου. καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν τοῦ Κυρίου ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὡς ὅταν λέγῃ Παῦλος· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλʼ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεῦματι. οὕτω καὶ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως, ἐν ποτε ἦσαν, καταπίπτουσι. δῆλον δὲ ὅτι οὐδέποτε στήκει ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος μετὰ τοῦ ὄφεως, συνέπεται. οὐκ ἔχει οὖν ὅθεν πέσῃ, διὰ τὸ προκαταβεβλῆσθαι τῇ ἀπιστίᾳ. ὥστε πρώτη εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν πίστεως ἑκάτερον ἡμῖν χαριζομένης. πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίονα πρὸς τὴν ἀνάστασιν. ἐὰν μὴ πέσῃ πορνεία, σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἀλογία συντριβῇ, τὸ λογιστικὸν ἐν ἡμῖν οὐκ ἀνθήσει. οὕτως οὖν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν.
§260.11 Εἰς δὲ σημεῖον ἀντιλεγόμενον· κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον. ἔθηκε γάρ, φησί, Μωσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν, ἐπὶ σταυροῦ. σημεῖόν ἐστι τὸ παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον παρὰ τῶν ἁπλουστέρων, νοούμενον δὲ παρὰ τῶν ἐντρεχῶν τὴν διάνοιαν. ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν· καὶ ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα· καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι. διὰ τοῦτο Εἰς σημεῖον ἀντιλεγόμενον.
§260.12 Ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸν ἐνθυμήσεων. ἐπειδὴ τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ πάθους οἱονεὶ διακρίσει τινὶ ὑπεβάλλετο, κατὰ τὴν τοῦ Κυρίου φωνήν, εἰπόντος, ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί, προφητεύει Συμεὼν καὶ περὶ αὐτῆς τῆς Μαρίας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται, φησί, τις καὶ περὶ τὴν σὴν ψυχὴν σάλος. ἔδει γὰρ τὸν Κύριον ὑπὲρ παντὸς γεύσασθαι θανάτου, καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου, πάντας δικαιῶσαι ἐν τῷ αὐτοῦ αἵματι. καὶ σοῦ οὖν αὐτῆς, τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ Κυρίου, ἅψεταί τις διάκρισις. τουτέστιν ῥομφαία. ὅπως ἂν ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλογισμοὶ αἰνίττεται, ὅτι, μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ, ταχεῖά τις ἴασις ἐπακολουθήσει παρὰ τοῦ Κυρίου, βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπʼ αὐτῷ πίστιν. οὕτω γὰρ εἴδομεν καὶ Πέτρον μετὰ τὸ σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον. τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου διαδειχθῇ.
§261.1 Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, περὶ τῶν καθʼ ὑμᾶς πραγμάτων ἐπεστείλατε. καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετε εἰς τὴν τῶν ἀναγκαίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαρεστήσαμεν τῷ Κυρίῳ. ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι πρὸς τῇ παρὰ τῶν Ἀρεαινῶν ἐπαγομένῃ ταραχῇ ταῖς ἐκκλησίαις, καὶ τῇ συγχύσει, ἣν ἐκεῖνοι περὶ τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνη καινοφωνία, εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων. ἐγράφετε γὰρ εἶναί τινας παρʼ ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπʼ αὐτοῖς, καὶ ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε Κύριος, πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶν ἀνθρώπων, ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα, πρῶτον μὲν διὰ πατριαρχῶν, ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων, καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, διἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωϋσέως· εἶτα προφήτας, προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ. μετὰ πάντας τούτους, ἐπʼ ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
§261.2 Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν Λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν διἑαυτοῦ. εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο τὰ ἑαυτοῦ ἐνεργῶν θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς σαρκὸς τῆς θεοφόρου τὰ πάθη· οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθανόντες· οὐκ ἀνεπλάσθη τὸ διαπεπτωκός· οὐκ ἀνωρθώθη τὸ κατερραγμένον· οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. τίς δὲ χρεία τῆς ἁγίας παρθένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν θεοφόρος σὰρξ προσλαμβάνεσθαι; ἀλλὰ τίς οὕτω τολμηρός, ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦν πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυρίας ἀνανεοῦσθαι; οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλίγας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας, τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα, μορφὴν λέγων δούλου, καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι, καὶ ἐν σχήματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλʼ οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρʼ αὐτοῦ προσειλῆφθαι. τούτοις ἐοίκασι συγγενῆ φθέγγεσθαι οὗτοι, οὓς ἀποδύρεσθαι προσήκει, τὰς νεωτερικὰς ὑμῖν ἐπεισάγοντας ταραχάς.
§261.3 Τὸ δὲ ἐπʼ αὐτὴν λέγειν τὴν θεότητα τὰ τοῦ ἀνθρώπου διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον, οὔτε εἰδότων, ὅτι ἄλλα σαρκὸς πάθη, καὶ ἄλλα σαρκὸς ἐμψύχου, καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύεσθαι· καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶσθαι καὶ πεινᾷν καὶ διψᾷν καὶ ὕπνῳ κρατεῖσθαι· ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. ὅθεν φαίνεται Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος. διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας· οὐ γὰρ ἐν ὁμοιώματι σαρκός, ὡς τούτοις δοκεῖ, ἀλλʼ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. ἀλλʼ ὥσπερ θάνατος, ἐν τῇ σαρκί, διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθείς, κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἁμαρτία ἐξανηλώθη ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ· ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα, μήτε ὑπόδικον θανάτῳ, μήτε ὑπεύθυνον ἁμαρτίᾳ.
§261.4 Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν πατέρων αἱ παραδόσεις. διαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, καὶ κρίσιν Θεοῦ ἀναμένοντι, διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθούμενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν κυριωτέραν ποιεῖται τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσσεσθε τὸν τοιοῦτον.
§261.5 Παράσχοι δὲ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις συνελθεῖν ποτε, ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε, ταῦτα διὰ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀναπληρῶσαι. καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν, οὐ βουλόμενοι ἔξω γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἅμα πεπεισμένοι ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ διὀλίγων ὑπόμνησις.
§262.1 Καλῶς ἐποίησας ἐπιστείλας ἡμῖν, ἔδειξας γὰρ οὐ μικρὸν τὸν καρπὸν τῆς ἀγάπης· καὶ συνεχῶς ποίει τοῦτο. μὴ μέντοι νομίσῃς ἀπολογίας σοι δεῖν, ὅταν ἡμῖν ἐπιστέλλῃς. γνωρίζομεν γὰρ ἑαυτούς, καὶ οἴδαμεν, ὅτι παντὶ ἀνθρώπῳ πρὸς πάντας ὁμοτιμίας ἰσότης ἐστὶ κατὰ τὴν φύσιν, ὑπεροχαὶ δὲ ἐν ἡμῖν οὐ κατὰ γένος, οὐδὲ κατὰ περιουσίαν χρημάτων, οὐδὲ κατὰ τὴν τοῦ σώματος κατασκευήν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τοῦ φόβου τοῦ πρὸς τὸν Θεόν. ὥστε τί κωλύει σε πλεῖον φοβούμενον τὸν Δεσπότην, μείζονα ἡμῶν εἶναι κατʼ αὐτὸ τοῦτο; συνεχῶς οὖν ἡμῖν ἐπίστελλε, καὶ γνώριζε πῶς περὶ σὲ ἀδελφότης, καὶ τίνες τῶν τῆς ἐκκλησίας τῆς καθʼ ὑμᾶς ὑγιαίνουσιν, ἵνα εἰδῶμεν οἷς χρὴ γράφειν, καὶ τίσιν ἐπαναπαύεσθαι. ἐπεὶ δὲ ἀκούω τινὰς εἶναι τοὺς τὸ εὐθὲς περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου δόγμα ἐν διαστρόφοις ὑπολήψεσι παραχαράσσοντας, παρακαλῶ αὐτοὺς διὰ τῆς σῆς ἀγάπης ἀποσχέσθαι τῆς ἀτόπου ἐκείνης ἐννοίας, ἣν ἔχειν τινὲς ἡμῖν καταγγέλλονται, ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος, καὶ οὐχὶ προσλαβόντος διὰ τῆς ἁγίας Μαρίας τὸ τοῦ Ἀδὰμ φύραμα, ἀλλʼ αὐτοῦ τῇ οἰκείᾳ θεότητι εἰς τὴν ὑλικὴν φύσιν μεταβληθέντος.
§262.2 Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. ἀλλʼ ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν, τοῦ Θεοῦ εἰπόντος· Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. ἔπειτα, πῶς εἰς ἡμᾶς διέβη τῆς ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα, τῇ θεότητι συναφθέν, κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; οὐ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα, ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη. πῶς δὲ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα τοῦ Μονογενοῦς φύσις;
§262.3 Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ φήμη, ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισμῶν εἰσιν, ἀναγκαῖον ἡγησάμην, μὴ ψιλὴν ποιήσασθαι τὴν πρόσρησιν, ἀλλʼ ἔχειν τι τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον, δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. ταῦτα οὖν παρακαλοῦμεν, διορθώσεως τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι, εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται.
§263.1 Κύριος Θεὸς ἡμῶν, ἐφʼ ὃν ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε, ἔκ τε τῶν γραμμάτων ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν, καὶ ἐκ τῆς συμπαθείας τῶν καθʼ ἡμᾶς λυπηρῶν ἣν συνεπαθήσατε ἡμῖν, ὡς ἐνδεδυμένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλʼ οὖν φέρει τινὰ ἡμῖν ῥᾳστώνην τὸ ἑτοίμους ἔχειν τοὺς ἰατρούς, δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν τῶν ἀλγημάτων τὴν ἴασιν. διὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν καὶ προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν Κύριος ἄδειαν τοῦ ὡς ἡμᾶς ἀφικέσθαι, μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν. ἐντολῆς γάρ ἐστι τῆς μεγίστης τῶν ἀσθενούντων ἐπίσκεψις. εἰ δὲ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύτην εἰς ἕτερον καιρὸν ταμιεύεται, ἀλλʼ ἐπιστείλατε ἡμῖν ὅσα παρʼ ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν επʼ αὐτοῖς θλίψις· καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ Κύριος διὑμῶν τῶν γνησίως δουλευόντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν.
§263.2 Τὸ μὲν οὖν ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν, φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας, μένει ἐπὶ τῆς ἰδίας πλάνης, καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι· οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ τοῦ Χριστοῦ ποίμνια, καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι, εὐκόλως ἐμβάλλοντες βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν ἀνατολὴν ἐκκλησίας δημοσιευθῆναι, ἵνα ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι, μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι τοῖς πλησιάζουσιν. ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε τοὺς ταραχὰς παρʼ ἡμῖν ἐργαζομένους· καὶ ταῖς ἐκκλησίαις ἡμῶν φανερὸν καταστήσατε. μὲν γὰρ παρʼ ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς, ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων· ὑμεῖς δέ, ὅσον μακρὰν αὐτῶν ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ καὶ τὴν παρὰ τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν. ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος.
§263.3 Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων λύπην, Εὐστάθιος ἐκ τῆς Σεβαστείας τῆς κατὰ τὴν μικρὰν Ἀρμενίαν· ὅς, πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συντιθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ Ἑρμογένει τῷ Καισαρείας, κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν χειροτονίαν ὑπʼ αὐτοῦ δεξάμενος, μετὰ τὴν ἐκείνου κοίμησιν πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. εἶτα ἐκεῖθεν διὰ οἵας δήποτε αἰτίας ἀπελαθείς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. καὶ τυχὼν τῆς ἐπισκοπῆς ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθών, δέδρακε μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκατατάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου Αιβερίου, τίνα δὲ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ ἀποκατέστη τῷ τόπῳ. οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην, ἐφʼ ἐδέχθη, καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι, καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν πνευματομάχων αἱρέσεως. ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ δύναμις τοῦ ἀδικεῖν τὰς ἐκκλησίας, καὶ τῇ παρʼ ὑμῶν δεδομένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν, καὶ ἐπισταλῆναι ταῖς ἐκκλησίαις τίνα μέν ἐστιν ἐφʼ οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε πατέρων.
§263.4 Δεύτερος μετʼ αὐτόν ἐστιν Ἀπολινάριος, οὐ μικρῶς καὶ αὐτὸς τὰς ἐκκλησίας παραλυπῶν. τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην, παρακούσας τοῦ ἐγκλήματος τοῦ λέγοντος, ὅτι Φύλαξαι ποιῆσαι βιβλία πολλά· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολογίας, οὐκ ἐκ γραφικῶν ἀποδείξεων, ἀλλʼ ἐξ ἀνθρωπίνων ἀφορμῶν τὴν κατασκευὴν ἔχοντα· ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊκῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν λατρείαν, καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι, καὶ σαββατίζειν, καὶ βρωμάτων ἀπέχεσθαι, καὶ θυσίας προσοίσειν Θεῷ, καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ, καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; εἶτα καὶ τὰ περὶ σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν ταραχήν, ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντετυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆρα· οἱ δὲ πολλοί, ταῖς καινοτομίαις προσέχοντες, ἐξετράπησαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων.
§263.5 μέντοι Παυλῖνος, εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει αὐτοὶ ἂν εἴποιτε· ἡμᾶς δὲ λυπεῖ, τοῖς Μαρκέλλου προσπεπονθὼς δόγμασι, καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος. οἴδατε δέ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑποστάσει ὁμολογοῦν, ἀλλὰ προενεχθέντα καὶ πάλιν ὑποστρέψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν· ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστιανισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. τούτων τὴν ἐπιμέλειαν γενέσθαι παρʼ ὑμῶν ἐπιζητοῦμεν. γένοιτο δʼ ἄν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶκαι κοινωνικούς, εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπʼ αὐτῶν. καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλαβεῖν, οὐδὲ αὐτοὶ ἀγνοοῦμεν· ἀλλʼ ἐπειδὴ καιρὸς οὐκ ἐνδίδωσι καὶ τὸ ἀναβάλλεσθαι βλαβερόν, τῆς ἀπʼ αὐτῶν βλάβης ἐρριξωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελφούς, ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παρʼ ἑαυτῶν ἀναδιδάξαντες, κινήσωσιν ὑμῶν τὴν εὐλάβειαν εἰς τὸ παρασχέσθαι τὴν ἐπιζητουμένην βοήθειαν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.
§264 Τῷ ὡς ἀληθῶς θεοφιλεστάτῳ καὶ πάσης αἰδοῦς καὶ τιμῆς ἀξίῳ ἐπισκόπῳ Βάρσῃ Βασίλειος ἐν Κυρίῳ χαίρειν. ἐρχομένων τῶν γνησιωτάτων ἀδελφῶν τῶν περὶ Δομνῖνον πρὸς τὴν εὐλάβειάν σου, ἡδέως τὴν ἀφορμὴν τῶν γραμμάτων ἐδεξάμεθα, καὶ προσαγορεύομέν σε διαὐτῶν, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ μέχρι τοσούτου φυλαχθῆναι τῇ ζωῇ ταύτῃ, μέχρις οὗ καταξιωθῶμεν ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ χαρισμάτων. μόνον εὔχου, παρακαλῶ, ἵνα Κύριος μὴ παραδῷ ἡμᾶς εἰς τέλος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ φυλάξῃ τὰς ἑαυτοῦ ἐκκλησίας μέχρι τοῦ καιροῦ τῆς εἰρήνης, ἣν αὐτὸς οἶδεν δίκαιος κριτὴς πότε ἀποδώσει. ἀποδώσει γάρ, καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς εἰς τὸ παντελές. ἀλλʼ ὥσπερ τοῖς Ἰσραηλίταις τὴν ἑβδομηκονταετίαν ὥρισεν ὑπὲρ τῶν ἁμαρτημάτων εἰς τὴν τῆς αἰχμαλωσίας καταδίκην, οὕτω τάχα καὶ ἡμᾶς δυνατὸς χρόνῳ τινὶ ὡρισμένῳ παραδοὺς ἀνακαλέσεταί ποτε καὶ ἀποκαταστήσει εἰς τὴν ἐξ ἀρχῆς εἰρήνην· εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἀποστασία καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. ὅπερ δὲ ἐὰν , προσεύχου ἵνα τὰς θλίψεις παρενέγκῃ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ἀγαθὸς διασώσηται. πᾶσαν τὴν συνοδίαν τὴν καταξιωθεῖσαν συνεῖναι τῇ εὐλαβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. τὴν σὴν εὐλάβειαν οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
§265.1 ἐπισκόποις Αἰγύπτου ἐξορισθεῖσιν Μεγάλην ἐν πᾶσιν εὑρίσκομεν τοῦ ἀγαθοῦ Θεοῦ τὴν περὶ τὰς ἐκκλησίας αὐτοῦ οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ καὶ μὴ πάντῃ κατὰ βούλησιν ἀπαντῶντα, καὶ ταῦτα ἐπʼ ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι, ἐν τῇ δυσθεωρήτῳ τοῦ Θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ τῆς δικαιοσύνης κρίμασιν. ἰδοὺ γὰρ καὶ τὴν ὑμετέραν ἀγάπην ἐκ τῶν κατʼ Αἴγυπτον τόπων ἀναστήσας Κύριος, εἰς μέσην ἀγαγὼν τὴν Παλαιστίνην ἱδρύσατο, κατὰ μίμησιν τοῦ πάλαι Ἰσραήλ, ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν, ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν λογιζόμενοι, ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῶν προβαλλόμενος Κύριος, ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ἐχαρίσατο ὑποδείγματα. ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν δὲ τὸ περὶ τὴν ἀδελφότητα ἐπιμελές, καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέχεσθε τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλʼ εἴ τι πρὸς οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐνεργεῖν προαιρεῖσθε, δίκαιον ἐλογισάμεθα κοινωνοὶ γενέσθαι τῆς ἀγαθῆς μερίδος ὑμῶν καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ. οὗπερ ἕνεκα ἀπεστείλαμεν καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν καὶ συνδιάκονον Ἐλπίδιον, ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρʼ ἑαυτοῦ δυνάμενον ἀπαγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος ἐκφύγῃ διδασκαλίαν.
§265.2 Μάλιστα δὲ ἡμᾶς ἐπέρρωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν· ὅτι οὔτε πλήθει συνταγμάτων οὔτε ποικιλίᾳ σοφισμάτων παρηνέχθη ὑμῶν τὸ στερρὸν τῆς καρδίας· ἀλλʼ ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινοτομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρʼ αὐτῶν βλάβην οὐ κατεδέξασθε. καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολιναρίου τοῦ Λαοδικέως, ὃς τοσούτῳ πλέον ἐλύπησεν ἡμᾶς, ὅσῳ ἔδοξεν εἶναι ἐξ ἡμῶν τὸ ἐξ ἀρχῆς. τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ τῷ ἀλγεινῶ, φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται, ὅτι Εἰ ἐχθρὸς ὠνείδισέ με ὑπήνεγκα ἄν· τὸ δὲ παρʼ ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσφορον παντελῶς καὶ οὐδεμίαν ἔχον παραμυθίαν. ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾷν τῆς εὐθύτητος τῶν δογμάτων. τί γὰρ ἐν ἔργοις παρʼ αὐτοῦ τολμηρὸν καὶ θερμὸν οὐκ ἐπράχθη; τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον; οὐ πᾶσα μὲν Ἐκκλησία ἐφʼ ἑαυτὴν ἐμερίσθη, μάλιστα δὲ ταῖς ὑπὸ τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρʼ αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν τινὰ παρασυναγωγὴν ἐκδικῆσαι; οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὡς ἄνευ λαοῦ καὶ κλήρου ἐπισκόπων περιερχομένων, καὶ ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ σωτηρίας; οὐχὶ οἱ περὶ τοῦ Θεοῦ λόγοι πλήρεις παρʼ αὐτῷ εἰσιν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελλίου διαὐτοῦ νῦν ἀνανεωθείσης ἐν τοῖς συντάγμασιν; εἰ γὰρ περιφέρουσιν οἱ Σεβαστηνοὶ μὴ συμπέπλασται παρʼ ἐχθρῶν, ἀλλὰ κατʼ ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαί, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε, τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ Πνεῦμα, καὶ ἄλλα τινὰ σκοτεινὰ ἀσεβήματα, ἡμεῖς οὐδὲ ταῖς ἀκοαῖς ἡμῶν κατεδεξάμεθα παραδέξασθαι, εὐχόμενοι μηδεμίαν μερίδα ἔχειν πρὸς τοὺς ἐκεῖνα τὰ ῥήματα φθεγξαμένους. οὐχὶ συγκέχυται παρʼ αὐτῷ τῆς ἐνανθρωπήσεως λόγος; οὐκ ἀμφίβολος γέγονε τοῖς πολλοῖς σωτήριος τοῦ Κυρίου ἡμῶν οἰκονομία ἐκ τῶν θολερῶν αὐτοῦ καὶ σκοτεινῶν περὶ σαρκώσεως ζητημάτων; πάντα συναγαγεῖν καὶ εἰς ἔλεγχον καταστῆσαι μακροῦ καὶ χρόνου καὶ λόγου δεῖται. τὸν δὲ τῶν ἐπαγγελιῶν τόπον τίς οὕτως ἠφάνισε καὶ ἠμαύρωσεν, ὡς τούτου μυθοποιία; ὅς γε τὴν μακαρίαν ἐλπίδα, τὴν ἀποκειμένην τοῖς πολιτευσαμένοις κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, οὕτω ταπεινῶς καὶ ἐρριμμένως ἐτόλμησεν ἐξηγήσασθαι, ὥστε εἰς γραώδεις μύθους καὶ λόγους Ἰουδαϊκοὺς ἐκτραπῆναι· ἄνωθεν ἐπαγγέλλεται τοῦ ναοῦ τὴν ἀνανέωσιν, καὶ τῆς νομικῆς λατρείας τὴν παρατήρησιν, καὶ πάλιν ἀρχιερέα τυπικὸν μετὰ τὸν ἀληθινὸν ἀρχιερέα, καὶ θυσίαν ὑπὲρ ἁμαρτιῶν μετὰ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ βαπτίσματα μερικὰ μετὰ τὸ ἓν βάπτισμα, καὶ σποδὸν δαμάλεως ῥαντίζουσαν τὴν Ἐκκλησίαν τὴν οὐκ ἔχουσαν διὰ τῆς εἰς Χριστὸν πίστεως σπῖλον ῥυτίδα τι τῶν τοιούτων, καὶ καθαρισμὸν λέπρας μετὰ τὴν ἀπάθειαν τῆς ἀναστάσεως· καὶ ζηλοτυπίας προσφοράν, ὅτε οὔτε γαμοῦσιν οὔτε γαμίσκονται· ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ· λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν· καὶ ὅλως εἰ νῦν νόμος τῶν ἐντολῶν ἐν δόγμασι κατήργηται, δῆλον ὅτι τότε τὰ δόγματα τοῦ Χριστοῦ ἐν τοῖς νομικοῖς ἐντάλμασιν ἀκυρωθήσεται.
§265.3 Ἐπὶ τούτοις αἰσχύνη μὲν καὶ ἐντροπὴ ἐκάλυψεν ἡμῶν τὰ πρόσωπα, λύπη δὲ βαρεῖα πεπλήρωκεν ἡμῶν τὰς καρδίας. διὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν πραΰτητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας, καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων, ἐβεβαίωσε γὰρ τὸν τῆς παροιμίας λόγον, ὅτι Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν, στερρῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ μεταμέλεια.
§265.4 Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνῆσαι τὴν εὐλάβειαν ὑμῶν, ἵνα μηδὲν ἀπερισκέπτως μηδʼ εὐκόλως περὶ αὐτῶν τυπώσητε. ἀλλʼ ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπομένους αὐτῷ ἀναγκαῖον, ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵνʼ οἱ ἡμῖν συναπτόμενοι διὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφότητος. ἐπεὶ νῦν γε οὐ μετρία κατέσχε λύπη τοὺς πολλούς, ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιότητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν, τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων· καὶ οἱ τῆς δύσεως πάντες σύμφωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν· ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρʼ ἑαυτοῖς, ἑπόμενοι αὐτῶν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὰ γινόμενα μᾶλλον βεβαιωθῇ ἐν τῇ πλειόνων συγκαταθέσει, καὶ εἰρήνη μὴ διεσπᾶτο ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. οὕτως οὖν ἦν πρέπον βουλεύσασθαι ὑμᾶς στιβαρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διαφερόντων. οὐ γὰρ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλʼ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας, ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομένην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει.
§265.5 Ταῦτα, ὅσα ἐδίδου ἡμῖν διὰ τοῦ γράμματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν. παράσχοι δὲ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα, πάντα πρὸς καταρτισμὸν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μεθʼ ὑμῶν οἰκονομήσαντες, μεθʼ ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. τέως δὲ νῦν καταξιώσατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις, ἐφʼ αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες, ὅτι κἂν πάνυ τὸ καθʼ ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ δύσει καὶ τοὺς κατὰ τὴν ἀνατολὴν κοινωνικούς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι.
§266.1 Καλῶς μου καθήψω καὶ πρεπόντως πνευματικῷ ἀδελφῷ, ἀληθινὴν ἀγάπην παρὰ τοῦ Κυρίου δεδιδαγμένῳ, ὅτι σοι μὴ πάντα καὶ μικρὰ καὶ μείζω φανερὰ ποιοῦμεν τῶν τῇδε. καὶ γὰρ ἐπιβάλλει καὶ σοὶ φροντίζειν τῶν καθʼ ἡμᾶς καὶ ἡμῖν τῇ σῇ ἀγάπῃ ἀναφέρειν τὰ ἡμέτερα. ἀλλὰ γίνωσκε, τιμιώτατε ἡμῖν καὶ ποθεινότατε ἀδελφέ, ὅτι τὸ συνεχὲς τῶν θλίψεων, καὶ πολὺς οὗτος κλόνος νῦν σαλεύων τὰς ἐκκλησίας, πρὸς οὐδὲν ἡμᾶς ξενίζεσθαι τῶν γινομένων ποιεῖ. ὡς γὰρ οἱ ἐν τοῖς χαλκείοις τὰς ἀκοὰς κατακτυπούμενοι ἐν μελέτῃ εἰσὶ τῶν ψόφων, οὕτως ἡμεῖς τῇ πυκνότητι τῶν ἀτόπων ἀγγελιῶν εἰθίσθημεν λοιπὸν ἀτάραχον ἔχειν καὶ ἀπτόητον τὴν καρδίαν πρὸς τὰ παράλογα. τὰ μὲν οὖν παρὰ τῶν Ἀρειανῶν ἐκ παλαιοῦ κατὰ τῆς Ἐκκλησίας σκευωρούμενα, εἰ καὶ πολλὰ καὶ μεγάλα καὶ κατὰ πᾶσαν διαβεβοημένα τὴν οἰκουμένην, ἀλλʼ οὖν φορητὰ ἡμῖν ἐστι διὰ τὸ παρὰ φανερῶν ἐχθρῶν καὶ πολεμίων τοῦ λόγου τῆς ἀληθείας γίνεσθαι· οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη θαυμάζομεν, οὐχ ὅταν μέγα τι καὶ νεανικὸν κατὰ τῆς εὐσεβείας τολμήσωσι. λυπεῖ δὲ ἡμᾶς καὶ ταράσσει τὰ παρὰ τῶν ὁμοψύχων καὶ ὁμοδόξων γινόμενα. ἀλλʼ ὅμως καὶ ταῦτα, διὰ τὸ πολλὰ εἶναι καὶ συνεχῶς ἐμπίπτειν ἡμῶν ταῖς ἀκοαῖς, οὐδὲ ταῦτα παράδοξα καταφαίνεται. ὅθεν οὔτε ἐκινήθημεν ἐπὶ τοῖς πρώην γινομένοις ἀτάκτως, οὔτε τὰς σὰς διωχλήσαμεν ἀκοάς, τοῦτο μὲν εἰδότες ὅτι φήμη διακομίσει αὐτομάτως τὰ πεπραγμένα, τοῦτο δὲ ἀναμένοντες ἑτέρους ἀγγέλους τῶν λυπηρῶν γενέσθαι· ἔπειτα οὔτε κρίναντες εὔλογον εἶναι ὑμᾶς ἀγανακτεῖν ἐπὶ τοῖς τοιούτοις, ὥσπερ δυσχεραίνοντας διότι παρώφθητε. αὐτοῖς μέντοι τοῖς ταῦτα ποιήσασιν ἐπεστείλαμεν τὰ πρέποντα, παρακαλοῦντες αὐτούς, ἐπειδή τινα διχόνοιαν ἔπαθον οἱ ἐκεῖ ἀδελφοί, τῆς μὲν ἀγάπης μὴ ἀποστῆναι, τὴν δὲ διόρθωσιν ἀναμένειν παρὰ τῶν δυναμένων ἐκκλησιαστικῶς ἰατρεύειν τὰ πταίσματα. ὅπερ ἐπειδὴ ἐποίησας, καλῶς καὶ προσηκόντως κινηθείς, ἐπῃνέσαμέν σε, καὶ ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὅτι ἐστὶ λείψανον τῆς παλαιᾶς εὐταξίας σωζόμενον παρὰ σοὶ καὶ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσεν ἐν τῷ ἡμετέρῳ διωγμῷ. οὐ γὰρ μεθʼ ἡμῶν ἐδιώχθησαν καὶ οἱ κανόνες. πολλάκις οὖν ὀχληθεὶς παρὰ τῶν Γαλατῶν, οὐδέποτε ἠδυνήθην αὐτοῖς ἀποκρίνασθαι, ἀναμένων τὰς ὑμετέρας ἐπικρίσεις. καὶ νῦν, ἐὰν Κύριος δῷ, καὶ θελήσωσιν ἀνασχέσθαι ἡμῶν, ἐλπίζομεν τὸν λαὸν προσάξειν τῇ ἐκκλησίᾳ, ὡς μὴ αὐτοὺς ἡμᾶς ὀνειδίζεσθαι Μαρκελλιανοῖς προσκεχωρηκέναι, ἀλλʼ ἐκείνους μέλη γενέσθαι τοῦ σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥστε τὸν πονηρὸν ψόγον, τὸν κατασκεδασθέντα ἐκ τῆς αἱρέσεως, ἐναφανισθῆναι τῇ ἡμετέρᾳ προσλήψει, καὶ μὴ ἡμᾶς καταισχυνθῆναι ὡς προσθεμένους αὐτοῖς.
§266.2 Ἐλύπησε δὲ ἡμᾶς ἀδελφὸς Δωρόθεος, ὡς αὐτὸς ἐπέστειλας, μὴ πάντα προσηνῶς μηδὲ πράως διαλεχθεὶς τῇ κοσμιότητί σου. καὶ τοῦτο τῇ τῶν καιρῶν λογίζομαι δυσκολίᾳ. ἐοίκαμεν γὰρ εἰς μηδὲν εὐοδοῦσθαι ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν, εἴπερ οἱ σπουδαιότατοι τῶν ἀδελφῶν οὐχ εὑρίσκονται προσηνεῖς, οὐδὲ εὔθετοι ταῖς διακονίαις τῷ μὴ πάντα κατὰ γνώμην ἡμετέραν ἐπιτελεῖν. ὃς ἐπανελθὼν διηγήσατο ἡμῖν τὰς ἐπὶ τοῦ σεμνοτάτου ἐπισκόπου Δαμάσου πρὸς τὴν σὴν τιμιότητα γενομένας αὐτῷ διαλέξεις, καὶ ἐλύπει ἡμᾶς λέγων τοῖς Ἀρειομανίταις συγκατηριθμῆσθαι τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν τοὺς συλλειτουργοὺς Μελέτιον καὶ Εὐσέβιον. ὧν εἰ καὶ μηδὲν ἄλλο συνίστη τὴν ὀρθοδοξίαν, γοῦν παρὰ τῶν Ἀρειανῶν πόλεμος ἀπόδειξιν ἔχει ὀρθότητος οὐκ ὀλίγην τοῖς εὐγνωμόνως λογιζομένοις. τὴν δὲ σὴν εὐλάβειαν συνάπτειν αὐτοῖς εἰς ἀγάπην ὀφείλει καὶ κοινωνία τῶν ὑπὲρ Χριστοῦ παθημάτων. ἐκεῖνο δὲ πέπεισο, ὡς ἀληθῶς τιμιώτατε, ὅτι οὐκ ἔστι τι ῥῆμα ὀρθοδοξίας, μὴ μετὰ πάσης παρρησίας παρὰ τῶν ἀνδρῶν τούτων ἐκηρύχθη ὑπὸ Θεῷ μάρτυρι καὶ ἀκροαταῖς ἡμῖν. οἳ οὐδʼ ἂν πρὸς ὥραν αὐτῶν ἐδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας αὐτοὺς περὶ τὴν πίστιν εὕρομεν. ἀλλὰ, εἰ δοκεῖ, τὰ παρελθόντα ἐάσωμεν, τοῖς δὲ ἐφεξῆς ἀρχήν τινα δῶμεν εἰρηνικήν. χρῄζομεν γὰρ ἀλλήλων πάντες κατὰ τὴν τῶν μελῶν κοινωνίαν, καὶ μάλιστα νῦν, ὅτε αἱ τῆς ἀνατολῆς ἐκκλησίαι πρὸς ἡμᾶς ἀποβλέπουσι, καὶ τὴν μὲν ὑμετέραν ὁμόνιαν ἀφορμὴν εἰς στηριγμὸν καὶ βεβαιότητα λήψονται· ἐὰν δὲ αἴσθωνται ὑμᾶς ἐν ὑποψίᾳ τινὶ πρὸς ἀλλήλους εἶναι, ἐκλυθήσονται καὶ παρήσουσιν ἑαυτῶν τὰς χεῖρας, πρὸς τὸ μὴ ἀνταίρειν τοῖς πολεμίοις τῆς πίστεως.
§267.1 Ἐγὼ τῆς διαθέσεως μὲν ἕνεκεν, ἧς ἔχω περὶ τὴν σὴν θεοσέβειαν, ἐπεθύμουν αὐτὸς παραγενέσθαι καὶ διἐμαυτοῦ περιπτύξασθαί σου τὴν ἀληθινὴν ἀγάπην, καὶ δοξάσαι τὸν Κύριον τὸν ἐν σοὶ μεγαλυνθέντα καὶ τὸ τίμιόν σου γῆρας περιφανὲς καταστήσαντα πᾶσι τοῖς ἐν τῇ οἰκουμένῃ φοβουμένοις αὐτόν. ἐπειδὴ δὲ καὶ ἀσθένεια τοῦ σώματος βαρεῖα καταπονεῖ με καὶ φροντὶς ἐκκλησιῶν ἐπίκειταί μοι ἀμύθητος, καὶ οὐκ εἰμὶ ἐμαυτοῦ κύριος πρὸς τὸ ἀποδημεῖν ὅπου βούλομαι καὶ συντυγχάνειν οἷς ἐπιθυμῶ, διὰ τοῦ γράμματος ἀναπαύω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ ἀπολαύσει τῶν ἐν σοὶ καλῶν, καὶ παρακαλῶ τὴν ἀνυπέρβλητόν σου εὐλάβειαν εὔχεσθαι ὑπὲρ ἐμοῦ καὶ τῆς Ἐκκλησίας, ἵνα Κύριος δῷ ἡμῖν ἀπροσκόπως παρελθεῖν τὰς λυπουμένας ἡμέρας ὥρας τῆς παρεπιδημίας ἡμῶν· παράσχοι δὲ ἡμῖν καὶ ἰδεῖν τὴν εἰρήνην τῶν ἐκκλησιῶν αὐτοῦ καὶ ἀκοῦσαι περί τε τῶν λοιπῶν συλλειτουργῶν σου καὶ τῶν συναθλητῶν εὐχόμεθα, καὶ περὶ σοῦ αὐτοῦ, νυκτὸς καὶ ἡμέρας οἱ ὑπὸ σὲ λαοὶ ζητοῦσι παρὰ τοῦ Κυρίου τῆς δικαιοσύνης.
§267.2 Γίνωσκε δὲ ὅτι πολλάκις μὲν οὐκ ἐπεστείλαμεν, οὐδὲ ὁσάκις ὀφειλόμενον ἦν, ἐπεστείλαμεν δὲ ὅμως τῇ θεοσεβείᾳ σου. καὶ τάχα οὐκ ἠδυνήθησαν διασῶσαι τὰς προσηγορίας ἡμῶν οἱ πιστευθέντες τὴν διακονίαν τῶν γραμμάτων ἀδελφοί. ἀλλὰ νῦν, ἐπειδὴ ἐπετύχομεν ἡμετέρων τῶν ὁδοιπορούντων πρὸς τὴν σὴν τιμιότητα, καὶ τὰ γράμματα αὐτοῖς ἐνεχειρίσαμεν προθύμως, καὶ ἀπεστείλαμέν τινα, καταξίωσον ὑποδέξασθαι παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἀνυπερηφάνως, καὶ εὐλογῆσαι ἡμᾶς κατὰ μίμησιν τοῦ πατριάρχου Ἰσαάκ. εἰ δέ τι, καὶ ὡς ἀσχολούμενοι καὶ ὑπὸ πλήθους φροντίδων τὸν νοῦν βεβαπτισμένον ἔχοντες, παρείδομεν τῶν πρεπόντων, μὴ λογίσῃ ἡμῖν, μηδὲ λυπηθῆς· ἀλλὰ μίμησαι τὴν σεαυτοῦ ἐν πᾶσι τελειότητα, ἵνα καὶ ἡμεῖς ἀπολαύσωμέν σου τῆς ἀρετῆς ὡς καὶ οἱ λοιποὶ πάντες. ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ.
§268.1 Ἔδειξε καὶ ἐφʼ ἡμῶν Κύριος, ὅτι οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὐτοῦ, τῇ μεγάλῃ καὶ κραταιᾷ χειρὶ αὐτοῦ περισκεπάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. σχεδὸν γὰρ παραπλήσιον τοῦτο τιθέμεθα τῷ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον, καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθεν ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος, ἀβλαβῆ διεφύλαξε. καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆς δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν, τὸ πολύευκτον θέαμα, τοῖς γοῦν ἄλλοις, οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. πέπεισμαι γὰρ ὅτι, τοῖς δάκρυσι τῶν ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷς ἐπὶ σοὶ πάντες στενάζουσι προσχών, φιλάνθρωπος διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ.
§268.2–309.2
§268.2 Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθʼ ὑμῶν διαὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπʼ ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμπρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλαβὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ζωή. διὰ δὲ τὸ ἀκοῦσαι πάντα λῃστῶν καὶ δησερτόρων πεπληρῶσθαι τὰ τῆς ὁδοῦ, ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. ἐὰν δὲ δῷ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρʼ ὑμῖν ἀναγγέλλοντα.
§269.1 Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει ἡμᾶς αὐτοὺς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραύναμεν καὶ τῇ σεμνότητί σου τῆς παρακλήσεως τὸ εἰκὸς ἀπεπληρώσαμεν. ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σώμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἤλθομεν ὁμιλίαν, ὡς ἂν μὴ παντάπασι δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα.
§269.2 Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπʼ αὐτῷ ἀφεῖναι δάκρυον; ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε, τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. ἀλλʼ ὅμως ἐλογισάμεθα ὅτι, ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλλοντα, τοῖς καθήκουσι χρόνοις πάλιν παρὰ τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν ἐπὶ τῷ συμβάντι παρακαλοῦμεν, καί, ὡς οἷόν τε, μετρίως φέρειν τὴν συμφοράν. ἱκανὸς μὲν οὖν καὶ χρόνος μαλάξαι τὴν καρδίαν σου καὶ πάροδον δοῦναι τοῖς λογισμοῖς· ἀλλʼ ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει, διἁπλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. πάντοτε μὲν οὖν χρήσιμον τὸ τῶν Γραφῶν διδασκάλιον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, διἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες πάλιν εἰς γῆν ὑποστρέφομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίων φανῆναι τῆς διαλύσεως.
§269.3 Καλὸς μὲν οὖν καὶ μέγας θαυμαστὸς ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετήν, φημὶ κἀγώ, οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερον· ἀλλʼ ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδάμ, ὡς Ἄβελ, ὡς Νῶε, ὡς Ἀβραάμ, ὡς Μωσῆς, ὡς ὅντινα ἂν εἴποις τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. μὴ οὖν, ἐπειδὴ ἀφῃρέθημεν αὐτόν, ἀγανακτῶμεν, ἀλλʼ ὅτι τὴν ἀρχὴν συνῳκήσαμεν αὐτῷ, χάριν ἔχωμεν τῷ συζεύξαντι. τὸ μὲν γὰρ στερηθῆναι ἀνδρὸς κοινόν σοι πρὸς τὰς ἄλλας γυναῖκας· ἐπὶ δὲ τοιαύτῃ συνοικήσει οὐκ οἶμαι ἄλλην γυναικῶν τὰ ἴσα ἔχειν σεμνύνεσθαι. ἓν γὰρ τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον κτίσας ἡμᾶς ἐδημιούργησεν, ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο, πᾶσα δὲ γλῶσσα τὰ κατʼ αὐτὸν διεξῄει· γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἐκείνην ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν Ἀρινθαῖος. ἀλλʼ ὅμως πέπονθεν οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμβήσεται.
§269.4 Οἴχεται καταλύσας λαμπρῶς, μὴ ὑπὸ γήρως κατακαμφθείς, μὴ καθυφείς τι τῆς περιφανείας· μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι· μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθείς, διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. ὧν ὅτι αὐτή, πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη, μεγίστην ἔχει παραμυθίαν. καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόντων μέριμναν, ὥστε καταξιωθῆναι διἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοιπαῖς γυναιξί· καὶ οὕτω τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.
§270 Πάνυ λυποῦμαι ὅτι οὐχ εὑρίσκω ὑμᾶς ἐπὶ τοῖς ἀπηγορευμένοις οὔτε ἀγανακτοῦντας οὔτε δυναμένους λογίζεσθαι, ὅτι εἰς αὐτὸν τὸν βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην παρανομία ἐστὶ καὶ τυραννὶς γινομένη αὕτη ἁρπαγή, καὶ ὕβρις κατὰ τῶν ἐλευθέρων. οἶδα γὰρ ὅτι, εἰ τοιαύτην εἴχετε γνώμην πάντες, οὐδὲν ἐκώλυε πάλαι τοῦ κακοῦ τὴν συνήθειαν τούτου ἐξελαθῆναι τῆς πατρίδος ἡμῶν· ἀνάλαβε τοίνυν ἐπὶ τοῦ παρόντος ζῆλον Χριστιανοῦ, καὶ κινήθητι ἀξίως τοῦ ἀδικήματος. καὶ τὴν μὲν παῖδα, ὅπουπερ ἂν εὕρῃς, ἀφελόμενος πάσῃ εὐτονίᾳ ἀποκατάστησον τοῖς γονεῦσι· καὶ αὐτὸν δὲ ἐκεῖνον ἐξόρισον τῶν εὐχῶν, καὶ ἐκκήρυκτον ποίησον· καὶ τοὺς συνεπελθόντας αὐτῷ, κατὰ τὸ ἤδη προλαβὸν παρʼ ἡμῶν κήρυγμα, τριετίαν πανοικεὶ τῶν εὐχῶν ἐξόρισον. καὶ τὴν κώμην τὴν ὑποδεξαμένην τὴν ἁρπαγεῖσαν, καὶ φυλάξασαν, ἤτοι ὑπερμαχήσασαν, καὶ αὐτὴν ἔξω τῶν εὐχῶν πανδημεὶ ποίησον· ἵνα μάθωσι πάντες, ὡς ὄφιν, ὡς ἄλλο τι θηρίον, κοινὸν ἐχθρὸν ἡγούμενοι τὸν ἅρπαγα, οὕτως ἀποδιώκειν αὐτὸν καὶ προΐστασθαι τῶν ἀδικουμένων.
§271 Εὐθὺς καὶ κατὰ πόδας τῆς σῆς ἀναχωρήσεως ἐπιστὰς τῇ πόλει, ὅσον ἠθύμησα διαμαρτών σου, τί δεῖ καὶ λέγειν πρὸς ἄνδρα οὐ λόγου δεόμενον, ἀλλὰ πείρᾳ εἰδότα, τῷ τὰ ὅμοια πεπονθέναι; ὅσου γὰρ ἦν ἄξιον ἐμοὶ ἰδεῖν τὸν πάντα ἄριστον Εὐσέβιον, καὶ περιπτύξασθαι, καὶ πρὸς τὴν νεότητα πάλιν τῇ μνήμῃ ἐπανελθεῖν, καὶ ὑπομνησθῆναι ἡμερῶν ἐκείνων, ἐν αἷς καὶ δωμάτιον ἡμῖν ἕν, καὶ ἑστία μία, καὶ παιδαγωγὸς αὐτός, καὶ ἄνεσις, καὶ σπουδή, καὶ τρυφή, καὶ ἔνδεια, καὶ πάντα ἡμῖν ἐξ ἴσου πρὸς ἀλλήλους ὑπῆρχε. πόσου οἴει τίθεσθαί με ἄξιον πάντα ταῦτα διὰ τῆς σῆς συντυχίας ἀναλαβεῖν τῇ μνήμῃ, καὶ τὸ βαρὺ τοῦτο γῆρας ἀποξυσάμενον, νέον δοκεῖν πάλιν ἐκ γέροντος γεγενῆσθαι; ἀλλʼ ἐκείνων μέν με διέφυγεν ἀπόλαυσις, τὸ δὲ διὰ γράμματος ἰδεῖν σου τὴν λογιότητα, καὶ τὸν ἐνόντα τρόπον ἑαυτὸν παραμυθήσασθαι, οὐκ ἀφῃρέθην, τῇ συντυχίᾳ τοῦ αἰδεσιμωτάτου Κυριακοῦ τοῦ συμπρεσβυτέρου· ὃν αἰσχύνομαι συνιστῶν σοι καὶ οἰκεῖον ποιῶν διἐμαυτοῦ, μή ποτε δόξω περίεργόν τι ποιεῖν σοὶ προσάγων τὰ ἴδιά σου καὶ ἐξαίρετα. ἀλλʼ ἐπειδή με δεῖ καὶ μάρτυρα εἶναι τῆς ἀληθείας, καὶ τοῖς συνημμένοις πνευματικῶς τὰ μέγιστα τῶν ἐμοὶ προσόντων χαρίζεσθαι, τὸ μὲν περὶ τὴν ἱερωσύνην ἀνεπηρέαστον τοῦ ἀνδρὸς ἡγοῦμαι καὶ σοὶ φανερὸν εἶναι, βεβαιῶ δὲ κἀγώ, οὐδεμίαν γνωρίζων κατʼ αὐτοῦ παρὰ τῶν πᾶσιν ἐπιβαλλόντων τὰς χεῖρας, τῶν μὴ φοβουμένων τὸν Κύριον, ἐπήρειαν. καίτοιγε εἴ τι ἐγεγόνει παρʼ αὐτῶν, οὔθʼ οὕτως ἀνάξιος ἦν ἀνήρ· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου βεβαιοῦσι τοὺς βαθμοὺς μᾶλλον οἷς ἂν προσπολεμῶσιν, ἀφαιροῦνταί τι τῆς ὑπαρχούσης αὐτοῖς παρὰ τοῦ Πνεύματος χάριτος. πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐδὲ κατεπενοήθη τι τοῦ ἀνδρός. ὡς οὖν πρεσβύτερον ἀνεπηρέαστον καὶ ἡμῖν συνημμένον καὶ πάσης αἰδοῦς ἄξιον, οὕτω καταξίου αὐτὸν ὁρᾷν, σαυτόν τε ὠφελῶν καὶ ἡμῖν χαριζόμενος.
§272.1 Ἀπήγγειλέ μοι Ἀκτίακος διάκονος, ὅτι σέ τινες ἐλύπησαν καθʼ ἡμῶν, διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. ἐγὼ δὲ οὐκ ἐθαύμασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες. πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὐταὶ παραφύεσθαι θεραπεῖαι, οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ, διοὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. καὶ σχεδόν, ὥσπερ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. οὐ τοίνυν ἐθαύμασα, ὡς ἔφην, εἴ τινες, ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶ τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομβοῦσιν.
§272.2 Ἀλλʼ ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σέ, ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ, ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοάς καὶ διαβολὴν κατʼ ἐμοῦ παραδέξασθαι, ὃς πολλοὺς ἀγαπήσας ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας. καὶ γὰρ καὶ εἰ μὴ λόγος ἔπεισέ με ἀγαπᾷν τοιοῦτον ὄντα, ἐξήρκει ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. οἶδας δὲ ὅσον δύναται πρὸς φιλίαν τὸ ἔθος. εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρʼ ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητήσεις, ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευχομένην. μὴ γάρ ποτε εἰς τοῦτο καταβαίη τὰ σά, ὥστε τῆς παρὰ τῶν οὕτω μικρῶν, ὁποῖος αὐτός εἰμι, εὐεργεσίας προσδεηθῆναι.
§272.3 Πῶς οὖν ἔμελλον ἐγὼ ὑπεναντίον τί σοι λέγειν πράττειν ἐν τοῖς κατὰ Μεμνόνιον πράγμασι; ταῦτα γάρ μοι ἀπήγγειλεν διάκονος. πῶς δὲ τὴν Ὑμητίου εὐπορίαν προτιμοτέραν ἐτιθέμην τῆς σῆς οἰκειώσεως, ἀνδρὸς οὕτω δαπανῶντος τὴν οὐσίαν; ἀλλʼ οὐκ ἔστι τούτων οὐδὲν ἀληθές· οὔτε τι εἴρηται παρʼ ἐμοῦ οὔτε πέπρακται ὑπεναντίον. ἐκεῖνο δὲ ἴσως ἀφορμὴν ἔδωκε τοῖς τὰ ψευδῆ λέγουσι, τὸ παρʼ ἐμοῦ πρὸς τινὰς τῶν θορυβούντων λεχθέν, ὅτι Εἰ μὲν προείρηται εἰς ἔργον ἀγαγεῖν τὴν ἑαυτοῦ γνώμην ἄνθρωπος, κἂν θορυβήσητε ὑμεῖς, κἂν μή, γενήσεται πάντως καὶ λαλούντων ὑμῶν καὶ σιωπώντων οὐδὲν ἧττον τὰ σπουδαζόμενα· εἰ δὲ μεταβουλεύσεται, μὴ παρασύρητε τὸ σεμνότατον ὄνομα τοῦ φίλου ἡμῶν, μηδὲ ἐν προσχήματι δῆθεν τῆς περὶ τὸν προστάτην ὑμῶν σπουδῆς ἑαυτοῖς τι κέρδος ἐντεῦθεν, ἐξ ὧν ἐπανατείνεσθε φόβον καὶ ἀπειλήν, καταπράττεσθε. πρὸς δὲ αὐτὸν ἐκεῖνον τὸν τὰς διαθήκας γράφοντα οὔτε διἐμαυτοῦ οὔτε διἑτέρου ἐφθεγξάμην μικρὸν μεῖζον περὶ τοῦ πράγματος τούτου.
§272.4 Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ἀπεγνωσμένον ἡγῇ, καὶ καταφρονεῖν τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες, καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶ σὲ διάθεσιν, τὸν Ἀλέξανδρον μιμούμενος, ὅς, ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι, τῷ μήτε ἁλῶναί ποτε εἰς φιλίαν ἐξαμαρτών, καὶ ἔτι παρὰ τοῦ Θεοῦ μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλʼ ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.
§273 Ἀκριβῶς πεπεισμένος οὕτως ἡμᾶς ἀγαπᾷν τὴν σὴν τιμιότητα, ὥστε τὰ ἡμῖν διαφέροντα οἰκεῖα λογίζεσθαι, τὸ αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν, ὃν οὐ κατὰ συνήθειάν τινα ἀδελφὸν ἡμῶν προσαγορεύομεν, ἀλλὰ κατὰ ἀκριβεστάτην καὶ οὐδεμίαν ἔχουσαν ὑπερβολὴν τῆς φιλίας διάθεσιν, συνιστῶ σου τῇ ὑπερφυεῖ καλοκαγαθίᾳ, καὶ παρακαλῶ οἰκείως τε αὐτὸν θεάσασθαι, καὶ τὴν κατὰ δύναμίν σοι παρασχέσθαι αὐτῷ προστασίαν ἐν οἷς ἂν δέηται τῆς μεγαλονοίας σου· ὥστε με τοῖς πολλοῖς οἷς ἤδη τετύχηκα παρὰ σοὶ ἀγαθοῖς καὶ ταύτην ἔχειν τὴν εὐεργεσίαν συναριθμεῖν.
§274 πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν Ἥραν φιλία μοι καὶ συνήθεια, ὅτι ἐκ πάνυ παιδὸς τὴν ἀρχὴν ἔλαβε, καὶ μέχρι γήρως συμπαρέμεινε τῇ τοῦ Θεοῦ χάριτι, παντὸς ἄμεινον καὶ αὐτὸς ἐπίστασαι. σχεδὸν γὰρ καὶ τὴν τῆς σῆς μεγαλοφυίας ἀγάπην ἐξ ἐκείνου ἡμῖν Κύριος ἐχαρίσατο, ἐξ ὅτου καὶ τὴν πρὸς ἀλλήλους ἡμῖν γνῶσιν προεξένησεν. ἐπεὶ οὖν δεῖται τῆς παρὰ σοῦ προστασίας, παρακαλῶ σε καὶ καθικετεύω, τῇ τε ἀρχαίᾳ περὶ ἡμᾶς διαθέσει χαριζόμενον καὶ τῇ νῦν κατασχούσῃ ἀνάγκῃ προσχόντα, οὕτως οἰκειώσασθαι τὰ κατʼ αὐτὸν πράγματα, ὥστε μηδεμιᾶς αὐτὸν ἑτέρας προστασίας δεηθῆναι, ἀλλʼ ἐπανελθεῖν πρὸς ἡμᾶς πάντα καταπραξάμενον τὰ κατʼ εὐχάς· ὥστε ταῖς πολλαῖς αἷς πεπόνθαμεν παρὰ σοῦ εὐεργεσίαις καὶ ταύτην ἡμᾶς ἔχειν συναριθμεῖν, ἧς οὐκ ἂν μείζονα ἑαυτοῖς, οὐδὲ μᾶλλον ἡμῖν διαφέρουσαν εὑρίσκοντες οἰκειούμεθα.
§275 Προέλαβες τὰς παρʼ ἡμῶν παρακλήσεις ἐν τῇ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν διαθέσει, καὶ γέγονας αὐτῷ εὐχῆς ἀμείνων τῶν τε τιμῶν ταῖς ὑπερβολαῖς αἷς εἰς αὐτὸν ἐπεδείξω καὶ ταῖς ἐφʼ ἑκάστου καιροῦ προστασίαις. ὅμως δὲ καὶ ἡμεῖς, ἐπειδὴ σιωπῇ φέρειν τὰ κατʼ αὐτὸν οὐ δυνάμεθα, παρακαλοῦμέν σου τὴν ἀνυπέρβλητον τιμιότητα καὶ εἰς ἡμετέραν χάριν προσθεῖναι τῇ εἰς τὸν ἄνδρα σπουδῇ, καὶ ἀποπέμψαι αὐτὸν τῇ πατρίδι κρείττονα τῆς παρὰ τῶν ἐχθρῶν αὐτοῦ ἐπηρείας· ἐπεὶ νῦν γε οὐκ ἔξω ἐστὶ βελῶν τοῦ φθόνου, πολλῶν αὐτοῦ ἐπηρεάζειν ἐπιχειρούντων τῇ ἀπραγμοσύνῃ τοῦ βίου. πρὸς οὓς μίαν εὑρήσομεν ἀσφάλειαν ἄρρηκτον, εἰ αὐτὸς ὑπερσχεῖν τὴν χεῖρα τοῦ ἀνδρὸς θελήσειας.
§276 Καὶ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν ἡλικίᾳ πρεσβύτας, καὶ ἡμέτερος δὲ τῶν Χριστιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. ὥστε μὴ περιττόν με ἡγήσῃ, μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθʼ ὃν οἰκονομούμεθα· τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειν ὑποκεῖσθαι προσῆκον, καὶ Θεῷ ὀφείλεσθαι παρʼ αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα. ἐπεὶ οὖν τὸν Θεὸν τὸν ἡμέτερον τῶν Χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρʼ ὑμῖν πολλῶν καὶ διὑλικῶν συμβόλων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον, ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τὴς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατʼ ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. δυσωπήσει μὲν οὖν σε καὶ αὐτὴ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάντα καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψαι σοι τὴν ἐπʼ αὐτῷ λύπην· πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσεις πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως διἡμῶν πληρουμένην, οἳ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλά, καὶ σὲ αὐτὸν οἴονται Χριστιανὸν ὑποδέξασθαι. οὕτως αὐτοὺς περιχαρεῖς διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει.
§277.1 Ἀνήγγειλέ μοι καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός σου, καὶ ἐνεποίησέ μοι πόθον τῆς σῆς συντυχίας, ἐναργῶς ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα· καὶ τοσοῦτον ἐξέκαυσέ μοι τὸ περὶ σὲ φίλτρον, ὥστʼ, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην, καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ, καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος, ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν μεταστάντα βίον, χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λόγῳ ποιῆσαι, ταπεινοφροσύνῃ δὲ κεχρῆσθαι τῇ ὀφειλομένῃ Χριστιανῷ, φρονοῦντι περὶ ἑαυτοῦ οἷα εἰκός, ὅθεν ἔφυ, καὶ οἷ πορεύεται. γὰρ τῆς φύσεως ἔννοια καταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει, καὶ τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι, τοῦ εἰπόντος· Μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. τῷ ὄντι γάρ, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. τοῦτο δὲ ἐστιν παρὰ Θεοῦ τιμή.
§277.2 Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. τε γὰρ νεότης τῶν ἠρινῶν. ἀνθέων ὀξύτερον καταρρεῖ, καὶ ὥρα σώματος νόσῳ χρόνῳ καταμαραίνεται. καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν, οἱ λόγοι, ἄχρι τῆς ἀκοῆς χάριν ἔχουσιν. ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων τοῖς ἐντυγχάνουσιν. ὧν ἐπιμελούμενος, ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου ἀγαθῶν.
§277.3 Τίνι δʼ ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσαιο, μακρότερον εἰπεῖν κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου. ἐπῆλθε δʼ οὖν ἐμοὶ καὶ αὐτὰ ταῦτά σοι προσφθέγξασθαι, ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ Κύριος, ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι.
§278 Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν Ὀρφανήνην γενόμενος ἐπεθύμουν ἰδεῖν. προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνήσειν πρὸς ἡμᾶς διαβῆναι ἐν Ἀτταγαίνοις τελοῦντας τὴν σύνοδον. ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. πάλιν γὰρ ἐκεῖ Εὔησος, πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα καταξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν, νέος φοιτῶν παρὰ γέροντι, ὁμοῦ δὲ καὶ διὰ τῆς συντυχίας δεχόμενός τινα παρʼ ἡμῶν συμβουλήν, διὰ τὸ εἶναί σοι πράγματα πρός τινας τῶν ἐν Καισαρείᾳ, τὰ δεόμενα τῆς ἡμετέρας μεσιτείας πρὸς τὴν διόρθωσιν. ἐὰν οὖν ἀνεπαχθὲς , μὴ κατοκνήσῃς ἡμᾶς καταλαβεῖν.
§279.1 Κἂν πολλοὶ ὦσιν οἱ γράμματα παρʼ ἡμῶν προσκομίζοντες τῇ τιμιότητί σου, ἀλλὰ διὰ τὸ ὑπερβάλλον τῆς σῆς περὶ ἡμᾶς τιμῆς ἡγοῦμαι τὸ πλῆθος τῶν γραμμάτων ὄχλον μηδένα παρέχειν τῇ μεγαλοφυΐᾳ σου. διὰ τοῦτο προθύμως καὶ τῷ ἀδελφῷ τούτῳ τὴν ἐπιστολὴν ἔδωκα ταύτην, εἰδὼς ὅτι καὶ αὐτὸς πάντων τεύξεται τῶν σπουδαζομένων, καὶ ἡμεῖς ἐν τοῖς εὐεργέταις λογισθησόμεθα παρὰ σοί, ἀφορμὰς εὐποιϊῶν προξενοῦντες τῇ ἀγαθῇ προαιρέσει σου.
§279.2 Τὸ μὲν οὖν πρᾶγμα εἰς δεῖται τῆς προστασίας σου αὐτὸς ἐρεῖ, ἐὰν αὐτὸν εὐμενεῖ καταξιώσῃς προσιδεῖν τῷ βλέμματι καὶ δῷς αὐτῷ θάρσος ὥστε φωνῆν ῥῆξαι ἐπὶ τῆς μεγάλης σου καὶ ὑπερφυοῦς ἐξουσίας· ἡμεῖς δὲ τὸ ἡμέτερον διὰ τοῦ γράμματος παριστῶμεν, ὅτι τὸ εἰς αὐτὸν γινόμενον οἰκεῖον ἡγούμεθα κέρδος, διὰ τὸ μάλιστα, ἐκ τῆς Τυανέων αὐτὸν ἀναστάντα τούτου ἕνεκεν ἐλθεῖν πρὸς ἡμᾶς, ὡς μέγα τι ἕξοντα κέρδος, εἰ τὴν ἡμετέραν ἐπιστολὴν ἀνθʼ ἱκετηρίας προβάλοιτο. ἵνα οὖν μήτε αὐτὸς τῶν ἐλπίδων ἐκπέσῃ, καὶ ἡμεῖς τῆς συνήθους τιμῆς ἀπολαύσωμεν, καὶ σοὶ περὶ τὰ ἀγαθὰ σπουδὴ καὶ ἐπὶ τῆς παρούσης ὑποθέσεως πληρωθῇ, ἀξιοῦμεν δεχθῆναι αὐτὸν εὐμενῶς καὶ ἐναρίθμιον γενέσθαι τοῖς οἰκειοτάτοις σοῦ.
§280 Εἰ καὶ τολμηρὸν ἀνδρὶ τοσούτῳ διὰ γραμμάτων ἱκεσίας προσάγειν, ἀλλʼ οὖν προϋπάρχουσα περὶ ἡμᾶς παρὰ σοῦ τιμὴ ἀφαιρεῖται τῆς καρδίας ἡμῶν τὸ δειλόν, καὶ καταθαρροῦμεν ἐπιστέλλειν ὑπὲρ ἀνθρώπων, οἰκείων μὲν ἡμῖν κατὰ γένος, τιμῆς δὲ ἀξίων διὰ τὴν δεξιότητα τῶν ἠθῶν. τοίνυν τὴν ἐπιστολὴν ἡμῶν ταύτην ἐπιδιδοὺς ἐν υἱοῦ μοι τάξει καθέστηκεν. ἐπεὶ οὖν δεῖται μόνης τῆς παρὰ σοῦ εὐμενείας εἰς τὸ γενέσθαι αὐτῷ τὰ ἐπιζητούμενα, καταξίωσον δέξασθαί μου τὸ γράμμα, ἀνθʼ ἱκετηρίας προτείνεταί σοι προειρημένος, καὶ δοῦναι αὐτῷ καιρὸν διηγήσασθαι τὰ καθʼ ἑαυτὸν καὶ διαλεχθῆναι τοῖς δυναμένοις αὐτῷ συνεργῆσαι, ἵνα τῷ προστάγματί σου ταχέως τύχῃ τῶν σπουδαζομένων, καὶ ἐμοὶ ὑπάρξῃ καλλωπίσασθαι ὅτι μοι δέδοται τοιοῦτος παρὰ τῆς χάριτος τοῦ Θεοῦ προστάτης, ὃς τοὺς ἐμοὶ προσήκοντας ἰδίους ἡγεῖται ἱκέτας καὶ πρόσφυγας.
§281 Μέμνημαι τῆς μεγάλης σου τιμῆς, ὅτι μοι μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν σου τῇ μεγαλοφυΐᾳ. κέχρημαι τοίνυν τῇ δωρεᾷ, καὶ ἀπολαύω τῆς φιλανθρωποτάτης χάριτος, ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ διαλέγεσθαι ἀνδρὶ τοσούτῳ, ὁμοῦ δὲ καὶ τῇ σῇ μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς ἀποκρίσεσιν. ἐπεὶ δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ πρωτεύοντος, ὥστε, τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα, ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν, καί τινος εὐμενοῦς νεύματος ἠξιώθην, ἀνανεοῦμαι τὴν αὐτὴν πρεσβείαν, καί σε καθικετεύω καταπεμφθῆναι πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆσαι αὐτῷ τὴν ἐνόχλησιν.
§282 Μὴ καλούμενος ἐγκαλεῖς, καὶ καλούμενος οὐχ ὑπακούεις. ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκέψει μάτην χρησάμενος. οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. ἐπάκουσον οὖν καλοῦσι νῦν, καὶ μὴν γένῃ πάλιν ἀγνώμων, εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ, εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλʼ οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. δὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτο σοι μὴ δοκεῖ, τοῖς γοῦν τιμιωτέροις, τὴν χάριν.
§283.1 Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσκειν μετὰ τὰς κατὰ τὴν ὀρεινὴν μελλούσας παρʼ ἡμῶν τυποῦσθαι· συντυχίας δὲ καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνοδον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων Κύριος οἰκονομήσῃ. στοχάζεσθαι δὲ ὀφείλεις ἐν τῶν κατὰ σεαυτὴν πραγμάτων. εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃ τοσοῦτος περίκειται ὄχλος μεριμνῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφʼ ἑκάστης ἡμέρας ἀσχολίας ἔχειν;
§283.2 Τὸ δὲ σὸν ὄναρ ἡγοῦμαι τελειότερον ἐνδείκνυσθαι, ὡς ἄρα δέοι περὶ τῆς κατὰ ψυχὴν θεωρίας ποιεῖσθαί τινα ἐπιμέλειαν, κἀκείνους τοὺς ὀφθαλμοὺς θεραπεύειν οἷς Θεὸς ὁρᾶσθαι πέφυκεν. ἔχουσα δὲ τὴν ἐκ τῶν θείων Γραφῶν παράκλησιν, οὔτε ἡμῶν οὔτε ἄλλου τινὸς δεηθήσῃ πρὸς τὸ τὰ δέοντα συνορᾷν, αὐτάρκη τὴν ἐκ τοῦ ἁγίου Πνεύματος ἔχουσα συμβουλίαν καὶ ὁδηγίαν πρὸ τὸ συμφέρον.
§284 Οἶμαι μέν τινα ἤδη τύπον κεκρατῆσθαι παρὰ τῇ τιμιότητί σου τῶν μοναζόντων ἕνεκεν, ὡς μηδὲν ἡμᾶς δεῖσθαι ἰδιάζουσαν χάριν ἐπʼ αὐτοῖς αἰτεῖν, ἀλλʼ ἐξαρκεῖν αὐτοῖς, εἰ τῆς κοινῆς μετὰ πάντων ἀπολαύσειαν φιλανθρωπίας· ὅμως δὲ καὶ ἐμαυτῷ ἐπιβάλλειν ἡγούμενος φροντίζειν, τὰ δυνατά, τῶν τοιούτων, ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν. καὶ γὰρ εἴπερ εἰσὶ κατὰ τὸ ἐπάγγελμα ζῶντες, οὔτε χρήματα ἔχουσιν οὔτε σώματα, τὰ μὲν εἰς τὴν τῶν δεομένων κοινωνίαν ἀποκτησάμενοι, τὰ δὲ ἐν νηστείαις καὶ προσευχαῖς κατατρίψαντες. οἶδα δὲ ὅτι τοὺς οὕτω βεβιωκότας παντὸς μᾶλλον διαἰδοῦς ἄξεις, καὶ βουλήσει σεαυτῷ κτήσασθαι βοηθοὺς δυνατοὺς διὰ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας δυσωπῆσαι τὸν Κύριον.
§285 τῆς Ἐκκλησίας φροντίζων καὶ διὰ χειρὸς ἔχων τῶν κτήσεων τὴν ἐπιμέλειαν αὐτός ἐστιν τὴν ἐπιστολὴν ἐπιδιδούς σοι ταύτην, ἀγαπητὸς υἱὸς δεῖνα. τούτῳ καταξίωσον, περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου, δοῦναι καὶ λόγου παρρησίαν, καὶ περὶ ὧν διαβεβαιοῦται προσχεῖν· ἵνα ἀπὸ γοῦν τοῦ νῦν δυνηθῇ Ἐκκλησία ἑαυτὴν ἀναλαβεῖν καὶ τῆς πολυκεφάλου ταύτης ὕδρας ἀπαλλαγῆναι. τοιαύτη γὰρ τῶν πτωχῶν κτῆσις, ὥστε ἀεὶ ἡμᾶς ζητῆσαι τὸν ὑποδεχόμενον αὐτήν, διὰ τὸ προσαναλίσκειν μᾶλλον τὴν Ἐκκλησίαν, τινα καρπὸν ἔχειν ἀπὸ τῶν κτημάτων.
§286 Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ ἐργαζομένων, καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων, οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν, ὡς τὰ δημόσια πράττοντι, τὴν τῶν τοιούτων ὑποδοχήν, ἐπέστειλά σοι, γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφʼ ἡμῶν προσήκει τῆς πρεπούσης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. διὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, δηλοῖ τὸ παρὰ σοὶ κείμενον, καὶ ἐπὶ πάντων τῶν παρόντων γενομένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα, καὶ τὰ μὲν ταμιευθῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι· τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιήσειν πρὸς τὸ ἐφεξῆς. γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται, ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα· εἰ δὲ δοκεῖ σοι καὶ περὶ τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι, ὅτι ἐπιτρέπομέν σοι ποιεῖν βούλει.
§287 Δυσμεταχείριστον ἔοικεν εἶναι τὸ κατὰ τόνδε. οὐ γὰρ ἔχομεν τί χρησόμεθα οὕτω πολυτρόπῳ ἤθει, ὡς ἐκ τῶν ὁρωμένων ἐστὶν εἰκάζειν, ἀπεγνωσμένῳ. εἰς κρίσιν μὲν γὰρ καλούμενος, οὐχ ὑπακούει, κἂν ἀπαντήσῃ, τοσαύτῃ χρῆται περιουσίᾳ λόγων καὶ ὅρκων, ὡς ἀγαπητὸν ἡμῖν ποιεῖν τὸ ταχέως αὐτοῦ χωρισθῆναι. εἶδον δὲ αὐτὸν πολλάκις καὶ περιτρέψαντα τὰς αἰτίας τοῖς ἐγκαλοῦσι. καὶ ὅλως οὐδεμία φύσις τῶν ὅσα τὴν γῆν ἐπιβόσκεται οὕτω ποικίλη καὶ πρὸς κακίαν εὔπλαστος, ὡς τοῦ ἀνθρώπου τούτου, ὡς ἐξ ὀλίγης τῆς πείρας ἔστι τὸ κατʼ αὐτὸν τεκμήρασθαι. τί δὲ ἐρωτᾶτέ με, καὶ οὐ πείθετε ἑαυτοὺς ὑπομένειν τὰς παρʼ αὐτοῦ ἀδικίας ὡς ὀργήν τινα θεήλατον ; ὑπὲρ δὲ τοῦ μὴ ὑμᾶς μολύνεσθαι ἐν κοινωνίᾳ τῶν ἁμαρτημάτων, πανοικεὶ τῶν εὐχῶν κεχωρίσθω, καὶ τῆς ἄλλης τῆς πρὸς τοὺς ἱερατικοὺς κοινωνίας. ἴσως παραφύλαγμα γενόμενος ἐντραπήσεται.
§288 Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. γέγραπται γάρ· Ἐὰν ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ἐθνικὸς καὶ τελώνης· οὖν ἐγένετο καὶ ἐπὶ τοῦδε. ἅπαξ ἐνεκλήθη· ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη· τρίτον ἐπὶ τῆς Ἐκκλησίας. ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστω ἐκκήρυκτος. καὶ διαγγελθήτω πάσῃ τῇ κώμῃ ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς, ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου.
§289.1 Ἐγὼ ἴσον ἡμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾷν τοὺς ἁμαρτάνοντας καὶ ὑπερβαίνειν τὸ μέτρον τῇ τιμωρίᾳ, τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε, ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας· καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπιτρέψαι, ὥστε εἴ τι ὄφελος ἡμῶν παραγγελμάτων, τότε ἂν ἠκούσθην, πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα.
§289.2 Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλὴν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα, καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου. ἵνα ἑνὸς τούτου τύχοιμι, τῆς παρὰ Θεοῦ εὐδοκιμήσεως καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου, ἐπειδὴ ἄνθρωπος, ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμμένος, εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ, καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν, καὶ ἀγνοίᾳ τῶν κατʼ αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένη ἐλάσαι· εἰς τοσοῦτον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως, ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατʼ ἐμοῦ βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. ἐφʼ οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγανακτήσεως, πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασφημίας. πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν διὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὴς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων, διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ.
§289.3 Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις, διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσθαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι, τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. δὲ συναλγῶν οὐκ ἔστιν· ἀλλʼ ὄντως νῦν τῆς ἐρημίας ᾐσθόμην, καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα· καὶ, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω, ἐν τοσαύτη σπάνις μισοπονήρων ἐστίν· οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι.
§289.4 Ταῦτα καὶ πολλῷ ἔτι πληκτικώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα, ἀπῆλθεν, οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν, ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν, οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλʼ εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν, ἧς βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται.
§289.5 Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκίμασον, θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρʼ ἑαυτῷ· μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας· οἷς πάλαι προείρηται παρὰ τοῦ ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα ἐπὶ τῷ πονηρῷ ἔργῳ· Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ. ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον, οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. ἴσως δʼ ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας· καὶ τότε δείξομεν, ὅτι οὐδὲν ἡμῶν ὄφελος, ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.
§290.1 Πολλὰ ἀγαθὰ γένοιτο τοῖς κινοῦσι τὴν τιμιότητά σου πρὸς τὴν συνεχῆ ὁμιλίαν ἡμῶν τὴν διὰ τοῦ γράμματος. μὴ γὰρ οἴου συνηθείας ἕνεκεν λέγεσθαι παρʼ ἡμῶν τὰ τοιαῦτα, ἀλλὰ ἐκ διαθέσεως ἀληθινῆς πλείστου ἀξίαν τίθεσθαι ἡμᾶς τὴν φωνήν σου. τί γὰρ ἂν ἐμοὶ Νεκταρίου γένοιτο τιμιώτερον, τοῦ ἐκ παιδὸς μὲν ἀπὸ τῶν καλλίστων ἡμῖν γνωρισθέντος, νῦν δὲ ἐκ παντοίας ἀρετῆς εἰς τοσοῦτον περιφανείας ἀναδραμόντος; ὥστε μοι φίλων ἁπάντων φίλτατος σά μοι γράμματα διαφέρων.
§290.2 Περὶ μέντοι τῆς τῶν προστησομένων τῆς συμμορίας ἐκλογῆς, εἰ μὲν ἀνθρώποις χαριζόμενος, ἱκεσίαις ἐνδιδούς, φόβῳ εἴκων ποιῶ τι, μήτε ταῦτα ποιήσαιμι. οὐ γὰρ οἰκονόμος, ἀλλὰ κάπηλος ἔσομαι, τὴν δωρεὰν τοῦ Θεοῦ πρὸς ἀνθρωπίνας φιλίας διαμειβόμενος. εἰ δὲ αἱ μὲν διδόμεναι ψῆφοι παρὰ ἀνθρώπων δίδονται ἐκ τῆς ἔξωθεν ἐπιφανείας μαρτυρεῖν ἐχόντων, ἅπερ ἂν μαρτυρῶσιν, αἱ δὲ κρίσεις τῶν ἐπιτηδειοτέρων τῷ εἰδότι τὰ ἀπόρρητα τῶν καρδιῶν παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἐπιτρέπονται, τάχα τῷ παντὶ βέλτιον καταθέμενον τὴν μαρτυρίαν σπουδῆς μὲν καὶ διαστάσεως πάσης ὡς ὑπὲρ οἰκείων τῶν μαρτυρηθέντων ἀφίστασθαι, προσεύχεσθαι δὲ τῷ Θεῷ μὴ λαθεῖν τὸ συμφέρον. οὕτω γὰρ οὐκέτι ἄνθρωπον τῆς ἐφʼ ἑκάτερα ἐκβάσεως αἰτιασόμεθα, ἀλλὰ τῷ Θεῷ τὴν χάριν τῶν γινομένων εἰσόμεθα. καίτοι εἰ κατὰ ἄνθρωπον γίνεται ταῦτα, οὐδὲ γίνεται, ἀλλὰ μίμησις μέν ἐστι, τῆς ἀληθείας δὲ πάμπληθες ἀπολείπεται.
§290.3 Σκέψαι δέ, ὅτι οὐδὲ μικρός τις παραπέπηγε κίνδυνος τῷ ἐκ παντὸς τρόπου τὸ ἑαυτοῦ κρατῆσαι φιλονεικοῦντι, μή ποτε τῶν ἁμαρτανομένων ἐφʼ ἑαυτοὺς ἑλκύσωμεν τὴν μερίδα. πολλὰ γὰρ ἂν ἁμαρτηθείη καὶ παρὰ τῶν οὐκ ἂν προσδοκηθέντων ποτέ, διὰ τὸ εὔκολον τῆς ἀνθρωπίνης φύσεως. εἶτα ἰδίᾳ μὲν τοῖς φίλοις συμβουλεύσαντες πολλάκις τὰ κράτιστα, κἂν ἀπίθανοι δόξωμεν τοῖς βουλευομένοις, οὐ χαλεπαίνομεν· ἐν οἷς δὲ οὐ βουλὴ ἀνθρώπων, ἀλλὰ κρίσις ἐστὶ Θεοῦ, μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχερανοῦμεν; εἰ μὲν οὖν παρὰ ἀνθρώπων δίδοται, τί χρὴ παρʼ ἡμῶν αἰτεῖν, ἀλλʼ οὐχὶ αὐτὸν παρʼ ἑαυτοῦ λαμβάνειν; εἰ δὲ παρὰ Κυρίου, εὔχεσθαι προσῆκεν, ἀλλʼ οὐχὶ ἀγανακτεῖν· καὶ ἐν τῇ εὐχῇ μὴ τὸ ἴδιον θέλημα αἰτεῖν, ἀλλʼ ἐπιτρέπειν τῷ οἰκονομοῦντι τὸ συμφέρον Θεῷ. δὲ Θεὸς ἅγιος ἀπαγάγοι πᾶσαν πεῖραν λυπηρῶν πραγμάτων ἀπὸ τοῦ οἴκου ὑμῶν, καὶ αὐτῷ τε σοὶ καὶ πᾶσι τοῖς προσήκουσί σοι ἄνοσον καὶ ἀβλαβῆ ἐν πάσῃ εὐθηνίᾳ τὸν βίον ἐπιμετρήσειεν.
§291.1 Καὶ τὸ πάντα γράφειν ὅσα φρονῶ οὔτε τῷ μέτρῳ τῆς ἐπιστολῆς ὁρῶ συμβαῖνον οὔτε ἄλλως πρέπον τῷ τῆς προσηγορίας εἴδει, καὶ τὸ σιωπῇ παρελθεῖν μικροῦ καὶ ἀδύνατόν ἐστί μοι, δικαίῳ θυμῷ τῷ κατὰ σοῦ φλεγμαινούσης μοι τῆς καρδίας. μέσην οὖν βαδιοῦμαι, τὰ μὲν γράφων, τὰ δὲ παρείς. καθάψασθαι γάρ σου βούλομαι, εἰ θέμις ἐστίν, ἐν ἰσηγορίᾳ φιλικῇ.
§291.2 Εἰ εἶ Τιμόθεος ἐκεῖνος, ὃν ἐκ παιδὸς οἴδαμεν τοσοῦτον πρὸς τὴν ὀρθότητα καὶ τὸν κατησκημένον βίον τῷ τόνῳ χρώμενον, ὥστε ἐγκαλεῖσθαι τὴν ἐν τούτοις ἀμετρίαν, ἀποστὰς νῦν τοῦ σκοπεῖν πάντα τρόπον τι χρὴ ποιοῦντα τῷ Θεῷ προσοικειοῦσθαι, ἀποβλέπεις πρὸς τὰ τῷ δεῖνι δοκοῦντα περὶ σοῦ, καὶ τῆς ἑτέρων γνώμης τὴν ζωὴν ἔχεις ἐξηρτημένην, καὶ ὅπως μὴ φίλοις ἄχρηστος, μηδὲ ἐχθροῖς ᾖς καταγέλαστος ἐνθυμῇ, καὶ τὴν παρὰ πολλῶν αἰσχύνην, ὡς δεινόν τι, φοβῇ, καὶ οὐκ ἐννοεῖς, ὅτι ἐν ὅσῳ περὶ ταῦτα τρίβῃ, λανθάνεις σεαυτὸν τῆς προηγουμένης ζωῆς ἀμελῶν; ὅτι γὰρ οὐκ ἐγχωρεῖ ἀμφοτέρων ὁμοῦ περιγενέσθαι, τῶν τε κατὰ τὸν κόσμον τοῦτον πραγμάτων καὶ τῆς κατὰ Θεὸν πολιτείας, πλήρεις μὲν αἱ θεῖαι Γραφαὶ ὧν ἐδίδαξαν ἡμᾶς· πλήρης δὲ καὶ αὐτὴ φύσις τῶν τοιούτων ὑποδειγμάτων ἐστίν. ἔν τε γὰρ τῇ κατὰ τὸν νοῦν ἐνεργείᾳ δύο νοῆσαι κατὰ ταὐτὸν νοήματα παντελῶς ἀμήχανον, ἔν τε ταῖς κατὰ τὴν αἴσθησιν ἀντιλήψεσι δύο φωνὰς ὁμοῦ προσπιπτούσας ταῖς ἀκοαῖς δέχεσθαι ἐν ταὐτῷ καὶ διακρίνειν ἀδύνατον· καὶ τοῦτο δύο ἀκουστικῶν πόρων ἡμῖν ἀνεῳγμένων. ὀφθαλμοὶ δέ, ἐὰν μὴ ἀμφότεροι πρὸς ἕν τι τῶν ὁρατῶν ἀποταθῶσιν, ἐνεργεῖν τὸ ἑαυτῶν ἀκριβῶς οὐ δύνανται. καὶ ταῦτα μὲν τὰ παρὰ τῆς φύσεως· τὰ δὲ ἐκ τῶν Γραφῶν σοι διηγεῖσθαι οὐχ ἧττόν ἐστι καταγέλαστον γλαῦκα, φησίν, Ἀθηναίοις ἄγειν.
§291.3 Τί οὖν τὰ ἄμικτα μίγνυμεν, θορύβους πολιτικοὺς καὶ εὐσεβείας ἄσκησιν, ἀλλʼ οὐχὶ ἀποστάντες τῶν θορύβων καὶ τοῦ πράγματα ἔχειν καὶ παρέχειν ἑτέροις, ἡμῶν αὐτῶν γινόμεθα, καὶ ὃν πάλαι ὑπεθέμεθα τῆς εὐσεβείας σκοπὸν βεβαιοῦμεν τῷ ἔργῳ, καὶ δείκνυμεν τοῖς ἐπηρεάζειν ἡμῖν βουλομένοις, ὅτι οὐκ ἔστιν ἐπʼ αὐτοῖς τὸ λυπεῖν ἡμᾶς ὅταν ἐθέλωσι; τοῦτο δὲ ἔσται ἐπειδὰν πάσης λαβῆς ἐλευθέρους ἑαυτοὺς ἀποδείξωμεν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. εἴη δὲ ἡμᾶς ποτε καὶ ἐν ταὐτῷ γενέσθαι καὶ ἀκριβέστερον βουλεύσασθαι περὶ τῶν συμφερόντων ταῖς ψυχαῖς ἡμῶν, ἵνα μὴ ἐν τῇ περὶ τῶν ματαίων φροντίδι καταληφθῶμεν τῆς ἀναγκαίας ἐξόδου ἐπελθούσης ἡμῖν.
§291.4 Τοῖς δὲ ἀποσταλεῖσι παρὰ τῆς ἀγάπης σου ὑπερήσθην, οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι καὶ κατὰ τὴν ἑαυτῶν φύσιν· πολλαπλασίονα δὲ τὴν ἡδονὴν ἐνεποίει προσθήκη τοῦ ἀποστείλαντος. τὰ δὲ ἀπὸ τοῦ Πόντου κηροὺς καὶ ἄκοπα, ἡδέως δέξαι, ὅταν ἀποστείλωμεν· νῦν γὰρ ἡμῖν οὐ παρῆν.
§292.1 Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ἅγιος Θεός, οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. δυνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπόμενον, ὥστε ἰδόντας ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν, τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυμίᾳ, μάλιστα νῦν, ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι, περισχὸν ἡμῶν τὴν ἀνθρωπότητα, τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι.
§292.2 Ἐπειδὴ οὖν οἰκεῖον μέν σε ἑαυτῷ Κύριος διὰ τῆς χάριτος ἐποίησεν, ἠλλοτρίωσε δὲ πάσης τῆς ἁμαρτίας, ἤνοιξε δὲ βασιλείαν οὐρανῶν, καὶ ὁδοὺς τὰς ἀπαγούσας πρὸς τὴν ἐκεῖ μακαριότητα ὑπέδειξε, παρακαλοῦμέν σε, ἄνδρα τοσοῦτον φρονήσει τῶν λοιπῶν ὑπερέχοντα, λελογισμένως τὴν χάριν δέξασθαι, καὶ πιστὸν φύλακα γενέσθαι τοῦ θησαυροῦ, πάσῃ ἐπιμελείᾳ τηροῦντα τῆς βασιλικῆς παρακαταθήκης τὴν φυλακήν, ἵνα ἄσυλον τὴν σφραγῖδα διασωσάμενος παραστῇς τῷ Κυρίῳ ἐκλάμπων ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μηδένα σπῖλον ῥυτίδα ἐμβαλὼν τῷ καθαρῷ τῆς ἀφθαρσίας ἐνδύματι, ἀλλʼ ἐν πᾶσι τοῖς μέλεσι τὸν ἁγιασμὸν διασώζων, ὡς Χριστὸν ἐνδυσάμενος. ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. ἔστω οὖν πάντα τὰ μέλη ἅγια, ὥστε πρέποντα εἶναι σκέπεσθαι τῷ ἁγίῳ καὶ φωτεινῷ περιβλήματι.
§293.1 Πῶς σοι τὸν ἐν μέσῳ τοῦτον χρόνον τὸ σῶμα ἔσχεν; εἰ καθαρῶς ἀπέλαβες τῆς χειρὸς τὴν ἐνέργειαν; πῶς δὲ τὰ λοιπὰ τοῦ βίου πράγματα; εἰ κατὰ γνώμην χωρεῖ σοι, ὥσπερ εὐχόμεθα καὶ ὡς ἔστιν ὀφειλόμενον τῇ σῇ προαιρέσει; καὶ γὰρ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον, οἷς δὲ πεπηγυῖα γνώμη, καὶ ἀεὶ ἑστῶσα καὶ αὐτή, τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. τῷ ὄντι γὰρ κυβερνήτῃ μὲν οὐκ ἐφεῖται γαλήνην ποιεῖν ὅτε βούλεται, ἡμῖν δὲ ἀκύμονα ἑαυτοῖς καθιστᾷν τὸν βίον καὶ πάνυ ῥᾴδιον, ἐὰν τοὺς ἔνδοθεν ἐκ τῶν παθῶν ἐπανισταμένους ἡμῖν θορύβους κατασιγάσωμεν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ὑψηλοτέραν τὴν γνώμην καταστησώμεθα. καὶ γὰρ οὔτε ζημίαι, οὔτε ἀρρωστίαι, οὔτε αἱ λοιπαὶ δυσχέρειαι τοῦ βίου, ἅψονται τοῦ σπουδαίου, ἕως ἂν ἔχῃ τὴν διάνοιαν τῷ Θεῷ, ἐμπορευομένην, καὶ τὸ μέλλον ἀποσκοποῦσαν, καὶ τῆς χαμόθεν ἐγειρομένης ζάλης κούφως καὶ εὐσταλῶς ὑπεραίρουσαν. ἐπεὶ οἵ γε σφοδρῶς ταῖς τοῦ βίου μερίμναις κατειλημμένοι, οἷον ὄρνιθες πολύσαρκοι εἰκῆ τὸ πτερὸν ἔχοντες, κάτω που σύρονται μετὰ τῶν βοσκημάτων.
§293.2 Σὲ δὲ τοσοῦτον ἰδεῖν ὑπὸ τῶν πραγμάτων ἐπετράπημεν, ὅσον οἱ ἐν πελάγει ἀλλήλους παραμειβόμενοι. πλὴν ἀλλʼ , ἐπειδὴ καὶ ἐξ ὄνυχος ἔστιν ὅλον γνωρίσαι τὸν λέοντα, ἐκ βραχείας τῆς πείρας ἡγούμεθά σε ἱκανῶς ἐγνωκέναι. ὅθεν καὶ μέγα ποιούμεθα τὸ ἐν λόγῳ σέ τινι τὰ καθʼ ἡμᾶς τίθεσθαι καὶ μὴ ἀπεῖναί σου τῆς διανοίας, ἀλλὰ διηνεκῶς σοι συνεῖναι διὰ τῆς μνήμης. δεῖγμα δὲ μνήμης τὸ γράφειν· ὅπερ ὅσῳ ἂν συνεχέστερον ποιῇς, τοσούτῳ πλέον ἡμῖν χαριῇ.
§294.1 Πρέπει μέν που καὶ πατράσι παίδων ἰδίων πρόνοια καὶ γεωργοῖς φυτῶν σπερμάτων ἐπιμέλεια, καὶ διδασκάλοις μαθητῶν φροντίς, μάλιστα ὅταν διεὐφυΐαν βελτίους ἐφʼ ἑαυτοῖς ὑποφαίνουσι τὰς ἐλπίδας. χαίρει γὰρ πονῶν καὶ γεωργός, ἁδρυνομένων αὐτῷ τῶν ἀσταχύων τῶν φυτῶν αὐξανομένων, εὐφραίνουσι δὲ καὶ μαθηταὶ διδασκάλους, καὶ παῖδες πατέρας, οἱ μὲν πρὸς ἀρετήν, οἱ δὲ πρὸς αὔξησιν ἐπιδιδόντες. ἡμεῖς δὲ τοσοῦτον μείζονα μὲν ἐφʼ ὑμῖν ἔχομεν τὴν φροντίδα, κρείττονα δὲ τὴν ἐλπίδα, ὅσον εὐσέβεια πάσης μὲν τέχνης, πάντων δὲ ζώων ὁμοῦ καὶ καρπῶν ἐστιν ἀμείνων, ἣν ἐν ἁπαλαῖς ἔτι καὶ καθαραῖς ταῖς ὑμετέραις ψυχαῖς ῥιζωθεῖσαν ὑφʼ ἡμῶν καὶ τραφεῖσαν ἰδεῖν εὐχόμεθα καὶ προελθοῦσαν εἰς ἀκμὴν τελείαν καὶ εἰς καρποὺς ὡραίους, συλλαμβανομένης ἡμῶν ταῖς εὐχαῖς τῆς ὑμετέρας φιλομαθείας. εὖ γὰρ ἴστε καὶ τὴν ἡμετέραν εἰς ὑμᾶς εὔνοιαν καὶ τὴν τοῦ Θεοῦ συνεργίαν ταῖς ὑμετέραις ἐναποκεῖσθαι γνώμαις, ὧν πρὸς τὸ δέον εὐθυνομένων, Θεὸς συνεργὸς καλούμενος παρέσται καὶ ἄκλητος, καὶ πᾶς φιλόθεος ἄνθρωπος πρὸς διδασκαλίαν αὐτεπάγγελτος. ἀνίκητος γὰρ προθυμία τῶν διδάσκειν τι χρήσιμον δυναμένων, ὅταν αἱ τῶν μανθανόντων ψυχαὶ πάσης καθαρεύωσιν ἀντιτυπίας.
§294.2 Οὐκοῦν οὐδὲ σώματος κωλύει χωρισμός, τοῦ δημιουργήσαντος ἡμᾶς διὑπερβολὴν σοφίας καὶ φιλανθρωπίας μὴ συμπεριορίσαντος τοῖς σώμασι τὴν διάνοιαν, μήτε μὴν τῇ γλώττῃ τῶν λόγων τὴν δύναμιν, δόντος δέ τι πλεῖον καὶ ἀπὸ τοῦ χρόνου τοῖς ὠφελεῖν δυναμένοις, ὡς μὴ μόνον τοῖς μακρὰν διεστηκόσιν, ἀλλὰ δὴ καὶ τοῖς λίαν ὀψιγόνοις παραπέμπειν δύνασθαι τὴν διδασκαλίαν. καὶ τοῦτον ἡμῖν πεῖρα πιστοῦται τὸν λόγον, ἐπείπερ οἵ τε πολλοῖς πρότερον ἔτεσι γενόμενοι διδάσκουσι τοὺς νέους, σωζομένης ἐν γράμμασι τῆς διδασκαλίας· ἡμεῖς τε κεχωρισμένοι τοσοῦτον τοῖς σώμασι, τῇ διανοίᾳ σύνεσμεν ἀεί, καὶ προσομιλοῦμεν ῥᾳδίως, τῆς διδασκαλίας οὔτε ὑπὸ γῆς οὔτε θαλάσσης κωλυομένης, εἴ τίς ἐστιν ὑμῖν τῶν ἰδίων ψυχῶν φροντίς.
§295.1 Ἡγοῦμαι μὲν μηδεμιᾶς ἑτέρας ὑμᾶς τῇ τοῦ Θεοῦ χάριτι παρακλήσεως δεῖσθαι, μετὰ τοὺς λόγους οὓς διἡμῶν αὐτῶν ἐποιησάμεθα πρὸς ὑμᾶς, παρακαλοῦντες ὑμᾶς πάντας τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν καταδέξασθαι εἰς μίμημα τῆς ἀποστολικῆς πολιτείας, καὶ ἐδέξασθε ὡς ἀγαθὸν δίδαγμα, καὶ ηὐχαριστήσατε διαὐτὸ τῷ Κυρίῳ. ἐπεὶ οὖν οὐχὶ ῥήματα ἦν τὰ παρʼ ἡμῶν λαληθέντα, ἀλλὰ διδάγματα εἰς ἔργον προελθεῖν ὀφείλοντα ἐπὶ ὠφελείᾳ μὲν ὑμῶν τῶν ἀνεχομένων, ἐπʼ ἀναπαύσει δὲ ἡμετέρᾳ τῶν ὑποθεμένων τὴν γνώμην, εἰς δόξαν δὲ καὶ ἔπαινον τοῦ Χριστοῦ, οὗ τὸ ὄνομα ἐπικέκληται ἐφʼ ἡμᾶς, τούτου χάριν ἀπέστειλα τὸν ποθεινότατον ἡμῶν ἀδελφόν, ἵνα καὶ τὸ πρόθυμον γνωρίσῃ, καὶ τὸ νωθρὸν διεγείρῃ, καὶ τὸ ἀντιτεῖνον φανερὸν ἡμῖν καταστήσῃ.
§295.2 Πολλὴ γὰρ ἐπιθυμία καὶ ἰδεῖν ὑμᾶς συνηγμένους, καὶ ἀκοῦσαι περὶ ὑμῶν ὅτι οὐχὶ τὸν ἀμάρτυρον ἀγαπᾶτε βίον, ἀλλὰ μᾶλλον καταδέχεσθε πάντες καὶ φύλακες τῆς ἀλλήλων ἀκριβείας εἶναι καὶ μάρτυρες τῶν κατορθουμένων. οὕτω γὰρ ἕκαστος καὶ τὸν ἐφʼ ἑαυτῷ μισθὸν τέλειον ἀπολήψεται καὶ τὸν ἐπὶ τῇ τοῦ ἀδελφοῦ προκοπῇ· ὃν καὶ λόγῳ καὶ ἔργῳ παρέχεσθαι ὑμᾶς ἀλλήλοις προσήκει ἐκ τῆς συνεχοῦς ὁμιλίας καὶ παρακλήσεως. ἐπὶ πᾶσι δὲ παρακαλοῦμεν μεμνῆσθαι ὑμᾶς τῆς τῶν πατέρων πίστεως, καὶ μὴ σαλεύεσθαι ὑπὸ τῶν ἐν τῇ ὑμετέρᾳ ἡσυχίᾳ περιφέρειν ὑμᾶς ἐπιχειρούντων, εἰδότας ὅτι οὔτε πολιτείας ἀκρίβεια καθʼ ἑαυτήν, μὴ διὰ τῆς εἰς Θεὸν πίστεως πεφωτισμένη, ὠφέλιμος, οὔτε ὀρθὴ ὁμολογία, ἀγαθῶν ἔργων ἄμοιρος οὖσα, παραστῆσαι ἡμᾶς δυνήσεται τῷ Κυρίῳ· ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος τοῦ Θεοῦ ἄνθρωπος, καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ζωή. πίστις γάρ ἐστιν σώζουσα ἡμᾶς, ὥς φησιν ἀπόστολος, διἀγάπης ἐνεργουμένη.
§296.1 Στοχαζόμενός σου τῆς περὶ ἡμᾶς διαθέσεως, καὶ ἣν ἔχεις περὶ τὸ ἔργον τοῦ Κυρίου σπουδὴν ἐπιγινώσκοντες, κατεθαρρήσαμεν ὡς θυγατρὸς πρώην, καὶ ταῖς ἡμιόνοις ἐπὶ πλεῖον ἐχρησάμεθα, πεφεισμένως μὲν ὡς ἡμετέραις χρώμενοι, παρετείναμεν δʼ οὖν ὅμως αὐτῶν τὴν ὑπηρεσίαν. ταῦτα οὖν ἔδει ἐπισταλῆναί σου τῇ σεμνότητι, ὥστε εἰδέναι ὅτι ἀπόδειξίς ἐστι τῆς διαθέσεως τὸ γενομένον.
§296.2 Ὁμοῦ δὲ καὶ ὑπομιμνήσκομεν διὰ τοῦ γράμματος τὴν κοσμιότητά σου μεμνῆσθαι τοῦ Κυρίου, καὶ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ κόσμου τούτου πρὸ ὀφθαλμῶν ποιουμένην ἀεί, τὸν βίον ἑαυτῆς ῥυθμίζειν πρὸς ἀπολογίαν τοῦ ἀπαραλογίστου κριτοῦ, ἵνα γένηταί σοι παρρησία ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις ἔμπροσθεν τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἡμῶν ἀποκαλύπτειν μέλλοντος ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς αὐτοῦ.
§296.3 Τὴν εὐγενεστάτην θυγατέρα ἀσπαζόμεθα διὰ σοῦ· καὶ παρακαλῶ ἐν τῇ μελέτῃ τῶν λογίων τοῦ Κυρίου διάγειν αὐτήν, ἵνα ἐκτρέφηται ὑπὸ τῆς ἀγαθῆς διδασκαλίας τὴν ψυχήν, καὶ ἐπιδιδῷ πρὸς αὔξησιν καὶ μέγεθος διάνοια αὐτῆς μᾶλλον τὸ σῶμα ὑπὸ τῆς φύσεως.
§297.1 Πάνυ ἐμαυτῷ ἐπιβάλλειν κρίνων καὶ διὰ τὸ τῆς ἡλικίας πρεσβυτικὸν καὶ διὰ τὸ τῆς πνευματικῆς διαθέσεως γνήσιον τὴν ἀσύγκριτόν σου εὐγένειαν καὶ ἐν τῇ σωματικῇ παρουσίᾳ ἐπισκέπτεσθαι, καὶ ἀπούσης μὴ ἀπολιμπάνεσθαι, ἀλλὰ γράμμασιν ἀποπληροῦν τὸ ἐνδέον, ἐπειδὴ εὗρον πρέπουσαν διάκονον τῶν πρὸς τὴν σὴν σεμνότητα γραμμάτων τήνδε διαὐτῆς προσφθέγγομαί σε, προηγουμένως παρορμῶν ἐπὶ τὸ ἔργον τὸ τοῦ Κυρίου, ἵνα σε ἅγιος Θεὸς τιμίως παρενεγκὼν τὰς ἡμέρας τῆς παροικίας σου ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, ἀξίαν καὶ τῶν μελλόντων ἀγαθῶν καταστήσειεν.
§297.2 Ἔπειτα δὲ καὶ τὴν προειρημένην θυγατέρα παρακατατίθεμαί σοι, ἵνα ὡς ἐμὴν μὲν θυγατέρα σεαυτῆς δὲ ἀδελφὴν οὕτω δέξῃ, καὶ περὶ ὧν ἂν τῇ εὐσχήμονί σου καὶ καθαρᾷ ψυχῇ ἀνακοινώσεται, ἰδιοπαθήσῃς καὶ ἀντιλάβῃ αὐτῆς, ὡς παρὰ τοῦ Κυρίου προηγουμένως ἔχουσα τὸν μισθόν, ἔπειτα καὶ ἡμᾶς ἀναπαύουσα τοὺς ἐν σπλάγχνοις Χριστοῦ τὸ τῆς ἀγάπης σοι μέτρον ἀποπληροῦντας.
§298 Ὅτι μὲν περὶ πάντων καταξιοῖς συμβούλοις ἡμῖν καὶ κοινωνοῖς φροντισμάτων κεχρῆσθαι, ποιεῖς πρέπον τῇ σεαυτοῦ τελειότητι· καί σε Θεὸς τῆς τε ἀγάπης τῆς περὶ ἡμᾶς καὶ τῆς ἐπιμελείας τῆς κατὰ τὸν βίον ἀμείψαιτο· ὅτι δέ σου ἥψατο ἀπάτη τούτου, ἐθαύμασα, καὶ ὕδατί τινα δύναμιν ἄλογον παρεῖναι πεπίστευκας, καὶ ταῦτα οὐδεμιᾶς μαρτυρίας βεβαιούσης τὴν φήμην. οὔκουν ἐστί τις τῶν ἐκεῖθεν οὐ μικρὸν οὐ μεῖζον λαβὼν εἰς τὸ σῶμα ὧν ἤλπισε, τὸ ἑαυτοῦ ἀγαθόν· πλὴν εἰ μή τινι ἀπὸ τοῦ αὐτομάτου γέγονε παραμυθία τις, ὁποῖα καὶ καθεύδουσι καὶ ἄλλα τινὰ κατὰ τὸν βίον ἐνεργοῦσιν ἐπιγίνεσθαι πέφυκεν. ἀλλʼ ἀναιρῶν τὴν ἀγάπην τὰ αὐτόματα τῇ τοῦ ὕδατος φύσει λογίζεσθαι τοὺς ἁπλουστέρους ἀναπείθει. ὅτι δὲ ἀληθὴς ἡμῶν λόγος, ἔξεστιν ἐξ αὐτῆς τῆς πείρας σε διδαχθῆναι.
§299.1 Εἰδότι μοι ἔγραφες ὅτι δυσκόλως ἔχεις πρὸς τὴν τῶν κοινῶν ἐπιμέλειαν. καὶ γὰρ παλαιός ἐστι λόγος, τοὺς ἀρετῆς μεταποιουμένους μὴ μεθʼ ἡδονῆς ἑαυτοὺς ἐπιβάλλειν ἀρχαῖς. τὰ γὰρ τῶν ἰατρευόντων ἴδια, ταῦτα ὁρῶ καὶ τῶν ἀρχόντων ὄντα. ὁρῶσι γὰρ δεινά, καὶ πειρῶνται ἀηδῶν, καὶ ἐπʼ ἀλλοτρίαις συμφοραῖς οἰκείας καρποῦνται λύπας, οἵ γε ὡς ἀληθῶς ἄρχοντες. ἐπεὶ ὅσον ἐμπορικὸν τῶν ἀνθρώπων, καὶ πρὸς χρήματα βλέπον, καὶ περὶ τὴν δόξαν ταύτην ἐπτοημένον, μέγιστον τῶν ἀγαθῶν τίθεται τὸ παραλαβεῖν τινα δυναστείαν, ἀφʼ ἧς δυνήσονται φίλους εὖ ποιεῖν, καὶ ἐχθροὺς ἀμύνεσθαι, καὶ ἑαυτοῖς κατακτᾶσθαι τὰ σπουδαζόμενα. ἀλλʼ οὐ τοιοῦτος σύ. πόθεν; ὅς γε καὶ τῆς πολιτικῆς δυνάμεως τοσαύτης οὔσης ἑκὼν ἀνεχώρησας, καὶ ἐξόν σοι κρατεῖν πόλεως ὡς μιᾶς οἰκίας, σὺ δὲ τὸν ἀπράγμονα καὶ ἡσύχιον εἵλου βίον, τὸ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἑτέροις πλείονος ἄξιον τιθέμενος, ὅσου οἱ λοιποὶ τιμῶνται τὸ δυστροπεύειν.
§299.2 Ἀλλʼ ἐπειδὴ ἠβουλήθη Κύριος τὴν Ἰβωριτῶν χώραν μὴ ὑπὸ καπήλοις ἀνθρώποις γενέσθαι, μηδὲ ὥσπερ ἀνδραπόδων ἀγορὰν εἶναι τὴν ἀποτίμησιν, ἀλλʼ ὡς ἔστι δίκαιον ἕκαστον ἀπογράφεσθαι, δέξαι τὸ πρᾶγμα, εἰ καὶ ἄλλως ὀχληρόν, ἀλλʼ οὖν ὡς πρόξενόν σοι γενέσθαι δυνάμενον τῆς παρὰ Θεῷ εὐδοκιμήσεως. καὶ μήτε δυναστείαν ὑποπτήξῃς, μήτε πενίας καταφρονήσῃς, ἀλλὰ τὸ τῶν λογισμῶν ἀρρεπὲς τρυτάνης πάσης ἀρρεπέστερον παράσχου τοῖς διοικουμένοις. οὕτω γὰρ καὶ τοῖς πεπιστευκόσι φανερὰ γενήσεταί σου περὶ τὸ δίκαιον σπουδή, καὶ θαυμάσονταί σε παρὰ τοὺς ἄλλους. κἂν ἐκείνους διαλάθῃ, τὸν Θεὸν ἡμῶν οὐ λήσεται, τὸν μεγάλα ἡμῖν προθέντα τῶν ἀγαθῶν ἔργων τὰ ἆθλα.
§300.1 Ἐπειδὴ ἐν δευτέρᾳ τάξει πατέρων ἔθετο ἡμᾶς Κύριος τοῖς Χριστιανοῖς, τῶν παίδων ἡμῖν τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν διὰ τῆς εὐσεβείας μόρφωσιν ἐπιτρέψας, τὸ συμβὰν ἐπὶ τὸν μακάριον υἱόν σου πάθος καὶ ἡμέτερον ἴδιον εἶναι ἐλογισάμεθα, καὶ ἐπεστενάξαμεν αὐτοῦ τῇ ἀωρίᾳ τοῦ χωρισμοῦ, συμπαθόντες μάλιστά σοι, καὶ ὑπολογισάμενοι ἡλίκον ἔσται τῆς ὀδύνης τὸ βάρος πατρὶ τῷ κατὰ φύσιν, ὅπου γε καὶ ἡμῖν, τοῖς κατὰ τὴν ἐντολὴν ᾠκειωμένοις, τοσοῦτον τῆς καρδίας τὸ κατηφὲς ἐνεγένετο. ἐπʼ ἐκείνῳ μὲν γὰρ οὐδὲν ἔδει σκυθρωπὸν οὔτε παθεῖν, οὔτε φθέγγεσθαι, ἐλεεινοὶ δὲ οἱ τῶν ἐπʼ αὐτῷ ἐλπίδων διαμαρτόντες. καὶ τῷ ὄντι πολλῶν δακρύων καὶ στεναγμῶν ἄξιοι, ἐκπέμψαντες παῖδα ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐπὶ λόγων ἄσκησιν, ὑποδέξασθαι σιωπῶντα τὴν μακρὰν ταύτην καὶ ἀπευκταίαν σιωπήν. ἀλλὰ ταῦτα μὲν ὡς ἀνθρώπους ἡμᾶς εὐθὺς ἐκίνησε, καὶ δάκρυον ἐξεχέαμεν προπετές, καὶ στεναγμὸν ἀφήκαμεν ἐκ μέσης τῆς καρδίας ἀπαίδευτον, τοῦ πάθους ἀθρόως, οἷόν τινος νεφέλης, τὸν λογισμὸν ἡμῶν περισχόντος. ἐπεὶ δὲ ἡμῶν αὐτῶν ἐγενόμεθα, καὶ διεβλέψαμεν τῷ τῆς ψυχῆς ὀφθαλμῷ πρὸς τὴν φύσιν τῶν ἀνθρωπίνων, τῷ μὲν Κυρίῳ ἀπελογησάμεθα, ἐφʼ οἷς κατὰ συναρπαγὴν ψυχὴ ἡμῶν διετέθη πρὸς τὸ συμβάν, ἑαυτοὺς δὲ ἐνουθετήσαμεν μετρίως φέρειν ταῦτα, ἐκ τῆς παλαιᾶς τοῦ Θεοῦ ἀποφάσεως συγκληρωθέντα τῇ ζωῇ τῶν ἀνθρώπων.
§300.2 Οἴχεται παῖς αὐτὸ τῆς ἡλικίας ἄγων τὸ βιώσιμον, διαπρέπων ἐν χοροῖς ὁμηλίκων, ποθεινὸς διδασκάλοις, ἀπὸ ψιλῆς τῆς ἐντεύξεως εἰς εὔνοιαν δυνάμενος καὶ τὸν ἀγριώτατον ἐπισπάσασθαι, ὀξὺς ἐν μαθήμασι, πρᾶος τὸ ἦθος, ὑπὲρ τὴν ἡλικίαν κατεσταλμένος· καὶ πλείω τούτων εἰπὼν ἐλάττω ἄν τις εἴποι τῆς ἀληθείας· ἀλλʼ ὅμως ἄνθρωπος παρʼ ἀνθρώπου γενόμενος. τί τοίνυν λογίζεσθαι τὸν πατέρα τοῦ τοιούτου προσῆκε; τί ἄλλο γε ἀναμνησθῆναι τοῦ ἑαυτοῦ πατρός, ὅτι τέθνηκε; τί οὖν θαυμαστόν, ἐκ θνητοῦ γεννηθέντα θνητοῦ γενέσθαι πατέρα;
§300.3 Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φανῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν, ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ὡς ἐμαυτὸν πείθω, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστίν. εὐχαριστεῖσθαι ὀφείλει τοῦ Θεοῦ διάταξις, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα, ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν ἀνδρὶ ἑτέρῳ συνοικήσουσαν καὶ τῶν προτέρων τέκνων καταμελήσουσαν. τὸ δέ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ζωὴ τοῦ παιδός, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι ; γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ πλειόνων κακῶν ἐστιν ἀφορμή. οὐκ ἐποίησε κακόν· οὐκ ἔρραψε δόλον τῷ πλησίον· οὐκ εἰς ἀνάγκην ἦλθε φρατρίαις καταμιγῆναι πονηρευομένων· οὐκ ἐνεπλάκη τοῖς κατʼ ἀγορὰν κακοῖς· οὐχ ὑπέμεινεν ἀνάγκην ἁμαρτημάτων, οὐ ψεῦδος, οὐκ ἀγνωμοσύνην, οὐ πλεονεξίαν, οὐ φιληδονίαν, οὐ τὰ τῆς σαρκὸς πάθη, ὅσα ταῖς ἀναγώγοις ψυχαῖς ἐγγίνεσθαι πέφυκεν· οὐδεμιᾷ κηλίδι τὴν ψυχὴν ἀπῆλθε κατεστιγμένος, ἀλλὰ καθαρὸς ἀνεχώρησε πρὸς τὴν ἀμείνω λῆξιν. οὐ γῆ κατέκρυψε τὸν ἀγαπητόν, ἀλλʼ οὐρανὸς ὑπεδέξατο. Θεὸς τὰ ἡμέτερα οἰκονομῶν, τὰς τῶν χρόνων ὁροθεσίας ἑκάστῳ νομοθετῶν, ἀγαγὼν εἰς τὴν ζωὴν ταύτην, αὐτὸς καὶ μετέστησεν. ἔχομεν διδασκάλιον ἐν ταῖς ὑπερβολαῖς τῶν συμφορῶν τὴν περιβόητον ἐκείνην φωνὴν τοῦ μεγάλου Ἰώβ· Κύριος ἔδωκεν, Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.
§301.1 Ὅπως διετέθημεν ἐπὶ τῇ ἀκοῇ τοῦ πάθους οὐδεὶς ἂν ἡμῖν λόγος εἰς παράστασιν τῆς ἐναργείας ἀρκέσειε· νῦν μὲν τὴν ζημίαν λογιζόμενοι, ἣν τὸ κοινὸν τῶν εὐλαβῶν ἐζημιώθη τὴν προστάτιν τοῦ καθʼ ἑαυτὴν τάγματος ἀπολέσαν, νῦν δὲ τὴν φαιδρότητα τῆς σῆς σεμνότητος εἰς οἵαν μετέπεσε κατήφειαν ἐννοοῦντες· οἶκον τοῖς πᾶσι μακαριστὸν εἰς γόνυ κλιθέντα, καὶ συμβίωσιν διὰ τῆς ἄκρας ἁρμονίας συμπεφυκυῖαν ὀνείρου θᾶττον διαλυθεῖσαν βλέποντες τῇ διανοίᾳ, πῶς οὐκ ἄν, εἰ καὶ ἀδαμάντινοι ἦμεν, τὰς ψυχὰς κατεκάμφθημεν;
§301.2 Ἡμῖν δὲ καὶ ἐκ τῆς πρώτης μὲν ὁμιλίας οἰκειότης τις ἐγένετο πρὸς τὴν σὴν σεμνοπρέπειαν, καὶ τοσοῦτόν σου τῇ ἀρετῇ προσετέθημεν, ὥστε ἐπὶ πάσης ὥρας διὰ γλώττης ἔχειν τὰ σά· ὅτε δὲ καὶ τῆς μακαρίας ἐκείνης ψυχῆς ἐγενόμεθα ἐν συνηθείᾳ, ὄντως ἐπείσθημεν τὸν τῆς Παροιμίας λόγον ἐφʼ ὑμῖν βεβαιούμενον, ὅτι παρὰ Θεοῦ ἁρμόζεται γυνὴ ἀνδρίοὕτω πρὸς τρόπους ἀλλήλοις ἦτε, ὥσπερ ἐν κατόπτρῳ ἑκάτερος τὸ τοῦ ἑτέρου ἦθος ἐν ἑαυτῷ προδεικνύς. καὶ πολλὰ ἂν εἰπών τις οὐδὲ πολλοστοῦ μέρους τῆς ἀξίας ἐφίκοιτο.
§301.3 Ἀλλὰ τί χρὴ παθεῖν πρὸς νόμον Θεοῦ πάλαι κεκρατηκότα, τὸν ἐλθόντα εἰς γένεσιν τοῖς καθήκουσι χρόνοις πάλιν ὑπεξελθεῖν, καὶ ψυχὴν ἑκάστην λειτουργήσασαν τῷ βίῳ τὰ ἀναγκαῖα, εἶτα τῶν δεσμῶν τοῦ σώματος ἀπολύεσθαι;
§301.4 Οὔτε πρῶτοι πεπόνθαμεν, θαυμάσιε, οὔτε μόνοι· ἀλλʼ ὧν γονεῖς πεπείρανται καὶ πάπποι καὶ οἱ ἄνω τοῦ γένους ἅπαντες, τούτων καὶ ἡμεῖς ἐν πείρᾳ γεγόναμεν. καὶ πλήρης παρὼν βίος τῶν τοιούτων παραδειγμάτων. σὲ δέ, τοσοῦτον τῇ ἀρετῇ τῶν λοιπῶν διαφέροντα, καὶ ἐν μέσοις τοῖς πάθεσι προσῆκε τὸ τῆς ψυχῆς μεγαλοφυὲς ἀταπείνωτον διασώζειν, μὴ τῇ νῦν ζημίᾳ δυσχεραίνοντα, ἀλλὰ τῆς ἐξ ἀρχῆς δωρεᾶς χάριν εἰδότα τῷ δεδωκότι. τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν τῶν τῆς αὐτῆς μετεσχηκότων φύσεως, τὸ δὲ ἀγαθῇ συνοικῆσαι ὀλίγοις τοῖς κατὰ τὸν βίον μακαρισθεῖσιν ὑπῆρξεν· ὅπου καὶ αὐτὸ τὸ λυπηρῶς ἐνεγκεῖν τὴν διάζευξιν οὐ μικρόν ἐστι τῶν ἐκ Θεοῦ δωρεῶν τοῖς εὐγνωμόνως λογιζομένοις· πολλοὺς γὰρ ἔγνωμεν τὴν διάλυσιν τῆς ἀκαταλλήλου συνοικήσεως ὥσπερ βάρους ἀπόθεσιν δεξαμένους.
§301.5 Ἀπόβλεψον πρὸς τὸν οὐρανὸν καὶ τὸν ἥλιον, καὶ πᾶσαν περίσκεψαι τὴν κτίσιν ἐν κύκλῳ, ὅτι ταῦτα μέν, τοσαῦτα ὄντα καὶ τηλικαῦτα, μικρὸν ὕστερον οὐ φανήσεται· καὶ ἐκ πάντων τούτων ἐκεῖνο συνάγαγε, ὅτι μέρος ὄντες τῆς ἀποθνησκούσης κτίσεως, τὸ ἐκ τῆς κοινῆς φύσεως ἐπιβάλλον ἡμῖν ὑπεδεξάμεθα· ἐπεὶ καὶ γάμος αὐτὸς τοῦ ἀποθνήσκειν ἐστὶ παραμυθία. διότι γὰρ εἰς τὸ παντελὲς παραμένειν οὐκ ἐνῆν, τῇ διαδοχῇ τοῦ γένους τὸ πρὸς τὸν βίον διαρκὲς δημιουργὸς ἐμηχανήσατο. εἰ δέ, ὅτι θᾶττον προαπῆρεν ἡμῶν, ἀνιώμεθα, μὴ βασκαίνωμεν τῇ μὴ ἐπὶ πολὺ τῶν ὀχληρῶν τοῦ βίου ἀναπλησθείσῃ, ἀλλὰ κατὰ τὴν χάριν τὴν τῶν ἀνθῶν ἔτι ποθοῦντας ἡμᾶς ἐπιλιπούσῃ. πρὸ πάντων δέ σε τὸ τῆς ἀναστάσεως δόγμα ψυχαγωγησάτω, Χριστιανὸν ὄντα καὶ ἐπʼ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν τὴν ζωὴν διεξάγοντα.
§301.6 Οὕτως οὖν διανοεῖσθαι προσῆκεν, ὡς ὁδόν τινα παρελθούσης, ἣν καὶ ἡμᾶς δεήσει πορεύεσθαι· εἰ δὲ ὅτι πρὸ ἡμῶν, οὐκ ὀδυρμῶν τοῦτο ἄξιον. μικρὸν γὰρ ὕστερον τυχὸν τὸ ἡμέτερον ἐλεεινότερον, εἰ ἐπὶ πλεῖον παραταθέντες πλείοσι γενοίμεθα τιμωρίαις ὑπόχρεοι. ἀλλὰ τῆς λύπης τὸ βάρος λογισμὸς ἡμῶν ἀποσεισάμενος, τὴν περὶ τοῦ πῶς ἡμᾶς προσῆκε πρὸς τὸ ἐφεξῆς εὐαρεστεῖν τῷ Κυρίῳ φροντίδα μεταλαβέτω.
§302.1 Ὅσον μὲν ἐστενάξαμεν ἐπὶ τῇ ἀγγελίᾳ τοῦ πάθους, τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν Βρίσωνα, τί χρὴ καὶ λέγειν ; πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὅς, εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτʼ ἀκούσας αὐτὸν ἀθρόως ἐξ ἀνθρώπων ἀνηρπασμένον, οὐχὶ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τοῦ ἀνδρὸς στέρησιν ἐλογίσατο. ἡμῶν δὲ εὐθὺς τὴν λύπην ἐπὶ σοὶ φροντὶς διεδέξατο, λογιζομένων ὅτι, εἰ τοῖς πόρρω τῆς οἰκειότητος οὔτω βαρὺ καὶ δύσφορον τὸ συμβάν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχήν, οὕτω μὲν φύσει χρηστὴν οὖσαν, καὶ πρὸς τὰς συμπαθείας εὔκολον διὰ τὴν τοῦ τρόπου ἡμερότητα, οὕτω δὲ ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ χωρισμῷ τοῦ ὁμόζυγος. καὶ γάρ, εἰ τῷ ὄντι κατὰ τὸν τοῦ Κυρίου λόγον οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία, δηλονότι οὐχ ἧττόν ἐστιν ἀλγεινὴ τοιαύτη διάζευξις, εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπερρήγνυτο.
§302.2 Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα καὶ μείζω τούτων, δὲ ἐπὶ τοῖς συμβᾶσι παραμυθία τίς; πρῶτον μέν, ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου. εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως νόμοις, ἀλλὰ καταδεχώμεθα τὴν ἐφʼ ἡμῖν τοῦ Θεοῦ οἰκονομίαν, ὃς ἐκέλευσεν ἐκείνην τὴν γενναίαν ψυχὴν καὶ ἀήττητον, μὴ νόσῳ δαπανηθέντος τοῦ σώματος, μηδὲ χρόνῳ καταμαρανθέντος, ἀναχωρῆσαι τοῦ βίου, ἀλλʼ ἐν ἀκμῇ τῆς ἡλικίας καὶ ἐν τῇ λαμπρότητι τῶν κατὰ πόλεμον κατορθωμάτων τὴν ζωὴν καταλῦσαι. ὥστε οὐχ ὅτι ἐχωρίσθημεν ἀνδρὸς τοιούτου, δυσχεραίνειν ὀφείλομεν· ἀλλʼ ὅτι τῆς πρὸς τὸν τοιοῦτον ἄνδρα συνοικήσεως κατηξιώθημεν, εὐχαριστήσωμεν τῷ Κυρίῳ, οὗ πᾶσα σχεδὸν Ῥωμαϊκὴ ἀρχὴ τῆς ζημίας ἐπῄσθητο, ὃν καὶ βασιλεὺς ἀνεκαλέσατο, καὶ στρατιῶται ὠδύραντο καὶ οἱ ἐπὶ τῶν μεγίστων ἀξιωμάτων ὡς γνήσιον υἱὸν κατεπένθησαν.
§302.3 Ἐπεὶ οὖν κατέλιπέ σοι τὴν μνήμην τῆς οἰκείας αὐτοῦ ἀρετῆς, ἀρκοῦσαν νόμιζε ἔχειν παραμυθίαν τοῦ πάθους. ἔπειτα καὶ ἐκεῖνο εἰδέναι σε βούλομαι, ὅτι μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος τῆς λύπης τὸ βάρος ὑπενεγκών, μεγάλην ἔχει παρὰ τῷ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν. οὐδὲ γὰρ ἴσα τοῖς ἔξωθεν ἐπετράπημεν λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις παρὰ τῆς νομοθεσίας τοῦ ἀποστόλου. ἔστωσαν καὶ οἱ παῖδές σου ὥσπερ εἰκόνες ἔμψυχοι, τὴν ἀπουσίαν τοῦ ποθουμένου παραμυθούμενοι. ὥστε περὶ τὴν τεκνοτροφίαν ἀσχολία ἀπαγέτω σου τὴν ψυχὴν ἀπὸ τῶν λυπηρῶν· καὶ μεριμνῶσα δὲ περὶ τοῦ πῶς εὐαρέστως τῷ Κυρίῳ τὸν λειπόμενον ἑαυτῆς χρόνον διενέγκῃς καλὴν ἀσχολίαν ἐπινοήσεις τοῖς λογισμοῖς. γὰρ ἑτοιμασία τῆς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀπολογίας, καὶ σπουδὴ τοῦ εὑρεθῆναι ἡμᾶς ἐναριθμίους τοῖς ἀγαπῶσιν αὐτόν, ἱκανή ἐστιν ἐπισκοτῆσαι τῇ λύπῃ, ὥστε μὴ καταποθῆναι ἡμᾶς ὑπʼ αὐτῆς. παράσχοι δὲ Κύριος τῇ καρδίᾳ σου τὴν ἐκ τοῦ Πνεύματος αὐτοῦ παράκλησιν τοῦ ἀγαθοῦ, ἵνα καὶ ἡμεῖς ἀκούσαντες τὰ περὶ σοῦ ἀνεθῶμεν, καὶ πάσαις ταῖς καθʼ ἡλικίαν σοι ὁμοτίμοις ὑπόδειγμα ᾖς ἀγαθὸν τοῦ κατʼ ἀρετὴν βίου.
§303 Οἱ τοῦ χωρίου τοῦδε ἐκ διαβολῆς, οἶμαι, ψευδοῦς ἔπεισαν τὴν τιμιότητά σου φοράδων τέλεσμα τοῖσδε ἐπαγαγεῖν. ἐπεὶ οὖν καὶ τὸ γινόμενον ἄδικον καὶ διὰ τοῦτο ἀπαρέσκειν ὀφεῖλον τῇ τιμότητί σου, καὶ ἡμῖν λυπηρὸν διὰ τὴν πρὸς τοὺς ἠδικημένους ἡμῖν ὑπάρχουσαν οἰκειότητα, ἐσπεύσαμεν παρακαλέσαι τὴν χρηστότητά σου μὴ ἐᾶσαι προβῆναι τοῖς ἀδικεῖν ἐπιχειροῦσι τὴν ἐπήρειαν.
§304 Οὗτός ἐστιν ὑπὲρ οὗ καὶ πρότερον διελέχθην σοι διὰ τοῦ διακόνου. ἐπειδὴ οὖν ἔχων ἧκε τὴν ἐπιστολὴν παρʼ ἡμῶν, ἀπέλθοι ἔχων βούλεται παρὰ σοῦ.
§305.1 Ἤδη γνώριμος ὑμῖν ἐστιν δεῖνα, ὡς αὐτὰ δηλοῖ τὰ διηγήματα τοῦ ἀνδρός. ἐπὶ πάσης γὰρ ὑμᾶς προφάσεως ἔχει γλῶσσα αὐτοῦ· ἐν ὀρθοδόξων μνήμῃ, ἐν ἀσκητῶν φιλοξενίᾳ, ἐν πάσῃ ἀρετῇ πρώτους ὑμᾶς ἀνὴρ ἄγει. κἂν διδασκάλων τις μνησθῇ, οὐκ ἀνέχεται προθεῖναι ὑμῶν ἑτέρους· ἐὰν ἀγωνιστὰς τῆς εὐσεβείας, καὶ ἱκανοὺς τὸ πιθανὸν τῆς αἱρέσεως διελέγξαι, οὐκ ἂν ἕλοιτο ἕτερον πρὸ ὑμῶν ἀριθμῆσαι, πρὸς πάντα ἄμαχον ὑμῖν καὶ ἀνανταγώνιστον τὴν ἀρετὴν μαρτυρῶν. καὶ οὐ πολὺς αὐτῷ πόνος πεῖσαι, ταῦτα λέγοντι. διηγεῖται γὰρ ἀκοαῖς μείζονα ἐπισταμένων ἀνθρώπων, ὧν ἄν τις νομισθείη μεθʼ ὑπερβολῆς ἀπαγγέλλειν.
§305.2 Οὗτος τοίνυν ἐπανιὼν πρὸς ὑμᾶς γράμματα ᾔτησεν, οὐχ ἵνα ἑαυτὸν ὑμῖν οἰκειώσῃ διἡμῶν, ἀλλʼ ἵνα ἐμὲ εὐεργετήσῃ, τοῦ προσφθέγξασθαι τοῖς ἀγαπητοῖς μου ἀφορμὴν παρασχόμενος· ὃν ἀμείψαιτο Κύριος τῆς ἀγαθῆς προαιρέσεως. καὶ ὑμεῖς δὲ αὐτῷ εὐχαῖς καὶ τῇ ἀγαθῇ ὑμῶν περὶ πάντας προαιρέσει τὴν κατὰ δύναμιν χάριν διανείματε. σημαίνετε ἡμῖν καὶ τὰ τῶν ἐκκλησιῶν ὅπως ἔχει.
§306.1 Αἰσθάνομαι τῆς τιμιότητός σου ἡδέως τὰς ἐπιστολὰς ἡμῶν προσιεμένης, καὶ τὴν αἰτίαν γνωρίζω. φιλάγαθος γὰρ ὢν καὶ πρὸς εὐποιΐας πρόχειρος, ἐπειδή τινα ἑκάστοτε ὕλην παρεχόμεθά σοι ἱκανὴν δέξασθαί σου τῆς προαιρέσεως τὸ μεγαλοφυές, προστρέχεις ἡμῶν ταῖς ἐπιστολαῖς ὡς ἔργων ἀγαθῶν ὑποθέσεις ἐχούσαις. ἥκει τοίνυν καὶ ἄλλη ὑπόθεσις δυναμένη δέξασθαι τῆς σῆς περὶ πάντα δεξιότητος τοὺς χαρακτῆρας, ὁμοῦ καὶ κήρυκα τῶν σῶν ἀγαθῶν ἐπαγομένη.
§306.2 Ἄνδρες γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας κινήσαντες καθηκόντως ἕνεκεν ἀναγκαίου καί, κοινῶς πάσῃ τῇ φύσει τῶν ἀνθρώπων, τοῖς ἀπελθοῦσιν ὀφειλομένου, δέονται τῆς παρὰ σοῦ προστασίας ὥστε κελεῦσαι αὐτοῖς σῶμα οἰκείου ἀνδρός, κατὰ τὴν ἐπιδημίαν τοῦ στρατοπέδου τελευτήσαντος τὸν βίον ἐν τῇ Σεβαστείᾳ, προστάγματι δημοσίῳ συγχωρηθῆναι κινῆσαι· ἔπειτα μέντοι καὶ τὴν δυνατὴν αὐτοῖς παρασχεθῆναι βοήθειαν ἐκ τοῦ δημοσίου δρόμου, ὥστε εὑρέσθαι τινὰ τῆς μακρᾶς πλάνης διὰ τῆς σῆς μεγαλοφυΐας παραμυθίαν. ταῦτα δὲ ὅτι μέχρι τῆς μεγάλης διαβήσεται Ἀλεξανδρείας, καὶ τοῖς ἐκεῖ διακονήσει τὸ θαῦμα τῆς σῆς τιμιότητος φανερὸν τῇ συνέσει σου, κἂν ἐγὼ μὴ λέγω. ἡμεῖς τε πρὸς πολλοῖς οἷς εἰλήφαμεν ἤδη καὶ ταύτην τὴν χάριν ἐναριθμήσομεν.
§307.1 Διωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλόνεικοι φύσεις, καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον . τὸ δὲ αἴτιον, ἄνοια καὶ σκαιότης τρόπων, οὐ προσέχουσα ταῖς παρʼ ἑτέρων συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ οἷς ὑποπίπτουσι λογισμοῖς. ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. δὲ βούλεται νομίζων λυσιτελῆ, οὔκ ἐστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλʼ ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως· καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν.
§307.2 Τοῦτο νῦν τὸ πάθος ὑπομένει τῷ παρόντι συνεζευγμένος ἀνδρί. δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθείς, οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπʼ ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν, καὶ αἱρεῖται, πολλὰ ζημιωθείς, ὀλίγα κερδᾶναι. αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσι.
§307.3 Γενοῦ δὴ βοηθός, φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα, καὶ γινόμενος αὐτοῖς ἀντʼ ἐκείνου δικαστής. εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ, καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.
§308 Καὶ παρούσης τῆς τιμιότητός σου τοῖς ἀδελφοῖς, τῶν ἀπὸ τοῦ χωρίου Καπράλεως ἕνεκεν διελέχθην, καὶ προσήγαγον αὐτοὺς τῇ ἡμερότητί σου, παρακαλέσας σε ἔχοντα πρὸ ὀφθαλμῶν τὴν παρὰ τοῦ Κυρίου μισθαποδοσίαν, προΐστασθαι αὐτῶν, ὡς πενήτων καὶ καταπονουμένων ἐν ἅπασι· καὶ νῦν πάλιν διὰ τοῦ γράμματος τὴν αὐτὴν ἀνανεοῦμαι παράκλησιν, εὐχόμενος τῷ ἁγίῳ Θεῷ καὶ τὴν ὑπάρχουσάν σοι περιφάνειαν καὶ λαμπρότητα τοῦ βίου συντηρηθῆναι καὶ ἐπὶ μείζονα ἐλθεῖν, ἵνα ἀπὸ μείζονος δυνάμεως πολυτελέστερα ἡμᾶς ἔχῃς εὐεργετεῖν. ὅτι γὰρ μία ἡμῖν εὐχὴ παντὸς τοῦ οἴκου ὑμῶν σωτηρία, ἡγοῦμαι πεπεῖσθαί σε.
§309.1 Πάνυ κατέγνων τοῦ ἀδελφοῦ τοῦδε φροντίζοντος ἐπὶ τῇ ἀπογραφῇ τοῦ οἴκου, ὅς γε προλαβὼν τὴν ἀναγκαίαν ἀτέλειαν ἔχει ἀπὸ τῆς πενίας. ἀπὸ γὰρ βίου εὐπόρου, οὕτω τοῦ Κυρίου ἐπὶ συμφέροντι τῆς ψυχῆς αὐτοῦ οἰκονομήσαντος, νῦν εἰς τὴν ἐσχάτην πενίαν περιετράπη, ὡς μόλις μὲν καὶ τῆς ἐφʼ ἡμέραν τροφῆς εὐπορεῖν, ἀνδραπόδου δὲ μηδὲ ἑνὸς κατάρχειν ἀπὸ πολλῶν ὧν πρότερον εἶχεν ἐν τῇ ἑαυτοῦ δεσποτείᾳ. τούτῳ τὸ σῶμα περιλέλειπται μόνον, καὶ τοῦτο ἀσθενὲς καὶ γηραιόν, ὡς καὶ αὐτὸς ὁρᾷς, καὶ παῖδες τρεῖς, προσθήκη φροντίδων ἀνδρὶ πένητι.
§309.2 Ὅτι μὲν οὖν οὐδὲν ἐδεῖτο τῆς ἡμετέρας πρεσβείας, ἱκανὴν ἔχων τὴν πενίαν δυσωπῆσαι διὰ τὸ φιλάνθρωπον τοῦ τρόπου, ἀκριβῶς ἠπιστάμην. ἐπεὶ δὲ δυσάρεστοι οἱ αἰτοῦντες, ἐφοβήθην μήποτε ἐλλιμπάνῃ τι τῶν εἰς αὐτὸν ὀφειλομένων, καὶ ἐπέστειλα, εἰδὼς ὅτι ἡμέρα αὐτῷ, ἐν ἂν πρῶτον ἴδῃ σου τὴν σεμνότητα, ἀρχὴ εὐθύμου βίου πρὸς τὸν μετὰ ταῦτα χρόνον γενήσεται, καὶ δώσει τινὰ βελτίονα τῶν πραγμάτων αὐτοῦ μεταβολήν.
§310–368
§310 Αὐτῷ μοι περισπούδαστον ἦν συντυχεῖν σου τῇ λογιότητι πολλῶν ἕνεκεν· πρῶτον μέν, ὥστε ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν διὰ πολλοῦ τοῦ ἐν τῷ μεταξὺ χρόνου, ἔπειτα δέ, καὶ περὶ τῶν κατὰ Ἀριαραθίαν ἀνθρώπων παρακαλέσαι σε· οἷς ἐκ παλαιοῦ θλιβομένοις ἔδωκεν Κύριος ἀξίαν παραμυθίαν, τῆς σῆς ὀρθότητος τὴν ἐπιστασίαν αὐτοῖς χαρισάμενος. ἔστι δέ τι καὶ ἕτερον τῶν συγγενῶν τῶν ἐμῶν πάνυ βεβαρημένον, καὶ σχεδὸν τὸ καιριώτατον τῆς Ἀριαραθικῆς ἀπορίας ὑπάρχον· καὶ παρακαλῶ κατὰ τὸ ἐνδεχόμενον ἰατρευθῆναι παρὰ τῆς σῆς χρηστότητος, ὥστε φορητὸν τοῦ λοιποῦ γενέσθαι τοῖς κεκτημένοις.
§311 Πολλὰς ἡμῖν ποιοῦσι τὰς ἐπιστολὰς πρὸς τὴν σὴν τιμιότητα οἱ ταῖς διαβεβαιώσεσιν ἡμῶν μὴ προσέχοντες, ἀλλʼ ἴδιόν τι καὶ ἐξαίρετον ἐν τοῖς ἑαυτῶν ἐπιζητοῦντες. πάλαι γὰρ ἡμεῖς αὐτοῖς διεμαρτυράμεθα, ὅτι οὕτως ἔσῃ κοινὸς καὶ ἴσος τῶν δικαίων ἡμῖν φύλαξ, ὥστε μηδένα πλέον ἐπιζητῆσαί τι τῶν εἰς φιλανθρωπίαν, ἐὰν μή που ὑπερβάλῃ τῇ ἀπληστίᾳ. ὅμως δὲ πληροφοροῦντες τόνδε, ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολήν, συνιστῶντές σοι τὸν ἄνδρα καὶ παρακαλοῦντες καλῶς τε αὐτὸν ἰδεῖν, καὶ διὰ τὸ χρόνῳ κεκμηκέναι αὐτοῦ τὸν οἶκον ἐπὶ ταῖς λειτουργίαις, τῆς ἐνδεχομένης αὐτὸν παρακλήσεως ἀξιῶσαι.
§312 Οἶδας τὰς ἐκ τῶν κήνσων καὶ ὠφελείας καὶ βλάβας τὰς γινομένας τοῖς ἀνθρώποις. ὥστε σύγγνωθι τῷδε πολλὴν ποιησαμένῳ σπουδὴν μηδεμίαν ὑπομεῖναι βλάβην, καὶ συνάρασθαι αὐτῷ κατὰ δύναμιν πρὸς τὸ δίκαιον προθυμήθητι.
§313.1 Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τοῦ Θεοῦ, ἀλλʼ ὑπὸ μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀποβλέπομεν, καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχεραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦ σοφίᾳ διοικοῦντος Δεσπότου. μέμνησαι γὰρ δήπου ὅσον ἐδυσχεράναμεν τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φροντίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ διαὐτῶν ἀπώσασθαι τὴν ἐπήρειαν. οὕτω γὰρ ὠνομάζομεν τὸ πρᾶγμα.
§313.2 Ἀλλὰ νῦν ὁρᾶς ὁποῖα τὰ παρόντα. παρέσχε γάρ σοι Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαῦται καὶ αἱ ἐπʼ αὐταῖς μνῆμαι παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πεφύκασιν. ἐπεὶ δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου ἤθους ἐπιτυχεῖν, ἀκριβῶς ἐγὼ πέπεισμαι. ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἐμαυτόν. ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ, καὶ οἴκων γε λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν φιλία τὴν οἰκείαν ἰσχὺν ἔχη), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν.
§313.3 Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος Σουλπικίου ἡμῶν ἕνεκεν παρακλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς, μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε· εἰ δὲ μή, ἀλλʼ ὅσον οἵ τε καιροὶ συγχωροῦσι καὶ τῶν πραγμάτων ἐπιδέχεται φύσις· πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταυτότητος· ὥστε ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.
§314.1 Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι, καὶ μὴ προσερεῖν τὴν σὴν τιμιότητα, τοῦδε πρὸς ὑμᾶς ἀφικνουμένου; ὃς ἐξήρκει μὲν καὶ ἀφʼ ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς ἀποπληρῶσαι χρείαν· ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι, διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾷν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. παντὶ τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι.
§314.2 Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολήν, διἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθά, τε βίος οὗτος ἔχει, καὶ ὅσα τὸν ἐν ταῖς ἐπαγγελίαις μακαρισμὸν ἀποκείμενα φυλάσσει· ἔπειτα καὶ δεόμεθα τοῦ ἁγίου Θεοῦ οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω. ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.
§315 Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυκεφάλου χαλεπωτέραν. ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. διὸ παρακαλοῦμέν σου τὴν εὐγένειαν, καὶ ἡμᾶς τιμῶντα, καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμήν, παρασχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὑτοῖς καταστῆσαι.
§316 Πάνυ πεπεισμένος μηδὲν δεῖσθαι γραμμάτων τοὺς πρὸς τὴν σὴν χρηστότητα ἀφικομένους, διὰ τὸ πλεῖον ποιεῖν ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας ὅσον ἄν τις παρακαλέσας προτρέψαιτό σε πρὸς τὸ ἀγαθόν, ὅμως, διὰ τὸ καθʼ ὑπερβολὴν φροντίζειν τοῦ υἱοῦ τοῦδε, ἐπιστεῖλαι τῇ καθαρᾷ σου καὶ ἀδόλῳ ψυχῇ προήχθην, συνιστῶν σοι τὸν ἄνδρα, καὶ παρακαλῶν, ἐν οἷς ἂν δυνατόν, παρασχέσθαι αὐτῷ εἰς τὰ προκείμενα τὴν κατὰ δύναμίν σοι ἐπικουρίαν. ὅτι δὲ οὐδενὸς ἑτέρου δεηθήσεται προστάτου, σοῦ καταξιώσαντος πάσῃ δυνάμει ἣν ἔδωκέ σοι Κύριος χρήσασθαι εἰς τὴν ὑπὲρ αὐτῷ προστασίαν, ἀκριβῶς ἐπίσταμαι.
§317.1 Σπανίας ἡμῖν τὰς πρὸς τὴν σὴν τιμιότητα κατασκευάζει ἐπιστολὰς τὸ σπάνιον τῶν αὐτόθι ἀποκρίσεων. δεῖγμα γὰρ ποιούμεθα τοῦ ὄχλον ἡμῶν τὸ γράμμα φέρειν τῇ τιμιότητί σου, τὸ μὴ δέχεσθαι ἐφʼ οἷς ἂν ἑκάστοτε γράφομεν τὰς ἀποκρίσεις. πάλιν δὲ εἰς ἑτέραν μεθίστησι διάνοιαν ἔννοια τοῦ πλήθους τῶν περὶ σὲ πραγμάτων, καὶ συγγνώμην ἔχομεν τῷ τοσαῦτα διὰ χειρὸς ἔχοντι ἐπιλανθανομένῳ ἡμῶν, ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία, διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον.
§317.2 Σὲ μὲν οὖν ἅγιος καὶ ἐπὶ μείζονα τῆς περιφανείας ἀγάγοι καὶ τῇ παρούσῃ λαμπρότητι συντηρήσοι τῇ ἑαυτοῦ χάριτι· ἡμεῖς δὲ πᾶσαν πρόφασιν ἀμειβόμεθα γράμμασιν, οὐχ ἥκιστα δὲ τὴν παροῦσαν διὰ τόνδε, ὃν καὶ παρακατατιθέμεθά σοι καὶ ἀξιοῦμεν λαβεῖν τινα αὐτὸν τῆς τῶν γραμμάτων ἡμῶν διακονίας αἴσθησιν.
§318 Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε, δέξαι, καὶ ὡς πατριώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρʼ ἡμῶν συνιστάμενόν σοι· καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. δῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις, οὐ παρʼ ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου, τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.
§319 Κατὰ πόδας τῆς ἀναχωρήσεώς σου ἐπέστη ἡμῖν υἱὸς οὗτος, τὴν ἐπιστολήν σοι ταύτην ἀποδιδούς, χρείαν ἔχων, ὡς ἀνὴρ ἐν ἀλλοδαπῇ διάγων, πάσης τῆς παρὰ τῶν Χριστιανῶν ὀφειλομένης τοῖς ξένοις παραμυθίας. τὸ μὲν οὖν πρᾶγμα οὗτός σοι ἐναργέστερον διηγήσεται, τὴν δὲ βοήθειαν αὐτὸς παρέξεις τήν σοι κατὰ δύναμιν καὶ ἀναγκαίαν τοῖς προκειμένοις. ἐὰν μὲν οὖν παρῇ ἡγεμών, αὐτὸς ξεναγήσεις πρὸς αὐτὸν δηλονότι, ἐπεὶ διὰ τῶν πολιτευομένων παρέξεις αὐτῷ τὰ σπουδαζόμενα. οὐ γὰρ μικρῶς μοι μέλει τὸ πάντα αὐτὸν κατὰ γνώμην πράξαντα ἐπανελθεῖν.
§320.1 Διὰ μακροῦ ἡμῖν ὑπῆρξε προσειπεῖν τὴν τιμιότητά σου, τῷ τὸν ἀνακομίζοντα τὰς ἀποκρίσεις πολὺν χρόνον ἐνδιατρίψαι τῇ ἡμετέρᾳ καὶ ἀνδράσι καὶ πράγμασι δυσχερεστέροις περιπεσεῖν. ἐνιαυτὸν γὰρ ὅλον ἀπεξενώθη τῆς ἐνεγκούσης. ἀπάταις ἀνθρώπων καὶ διαλύσεσιν ὑπαχθείς, εἰ τῆς παρούσης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι, ὀψὲ τοῦ κεφαλαίου τῆς ζημίας ἐπῄσθετο, ἐν τῇ κατὰ μικρὸν ἀπάτῃ τῆς αἰσθήσεως κλεπτομένης.
§320.2 Ἐπεὶ οὖν ἐπάνεισι, τῶν τε τοῦ ἀέρος ὀχληρῶν καὶ τῆς τῶν ἀνδρῶν μοχθηρίας ἀπαλλαγείς, ἀσπαζόμεθά σε διαὐτοῦ, παρακαλοῦντες μεμνῆσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν (πολλῆς γὰρ τῆς ἐκ τῶν εὐχῶν βοηθείας δεόμεθα), καὶ ἅμα σημαίνομεν, ὅτι οἱ ὑπεύθυνοι καταλειφθέντες πρὸς τὴν τοῦ ὀφλήματος ἔκτισιν παρὰ τοῦ μακαρίου ἐπισκόπου, ἐπιμνησθέντος ἐν ταῖς διαθήκαις αὐτοῦ τε τοῦ χρέους, καὶ ὅθεν προσῆκεν ἐκτισθῆναι, καὶ διὰ τίνων, ὑπεριδόντες τῶν φιλικῶν ὑπομνήσεων τὰς ἐκ τῶν δικαστηρίων ἀνάγκας ἐκδέχονται. διὸ ἄπρακτος ἐπανῆλθεν ἑταῖρος ἡμῶν, καὶ ταῦτα αὐτὰ ἠξίωσεν αὐτὸν παρʼ ἡμῶν μαρτυρηθῆναι, ὡς μὴ ἀργίας μηδὲ ῥᾳθυμίας ἔγκλημα σχεῖν παρὰ τῇ τιμιότητί σου. ταῦτα μὲν εἰς τοσοῦτον. τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως ἔχει, εἴτε συγκεχώρηται μένειν ἐπὶ τῆς ὁμοιότητος, εἴτε καὶ πρὸς τὸ χεῖρον ἐκπέπτωκεν, τίνα ἐλπίδα τῆς ἐπὶ τὸ βέλτιον ἔχει μεταβολῆς, γνωρίσαι ἡμῖν διὰ τινὸς τῶν γνησίων ἀδελφῶν καταξίωσον.
§321 Τὸ παριππεῦσαν ἔτος κρυμὸς γέγονε τῇ πατρίδι βαρύς, καὶ τὰς βλεφαρίδας τῶν ἀμπέλων τὰς ἤδη πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν. αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς καὶ ἀβρόχους τὰς φιάλας ἡμῶν ἐξειργάσαντο. τί δήποτʼ οὖν σοι τὴν τῶν φυτῶν ἀκαρπίαν ἐκτραγῳδῆσαι προήχθημεν; ἵνα γένῃ ἡμῖν, κατὰ τὸν Σολομῶντα, καὶ αὐτὴ ἄμπελος κυπρίζουσα, καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐκθλίψασα τοῖς διψῶσι τὴν δρόσον. τίνες δέ εἰσιν οἱ διψῶντες; οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγώ, ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵνʼ ἡμῖν ἐκ ποταμίας ποταμηδὸν τοὺς σοὺς κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. τοῦτο γὰρ τάχος ποιήσασα, πολλῶν μὲν στόματα ξηρὰ θεραπεύσεις, εὐφρανεῖς δὲ πρῶτον ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην ἐμέ.
§322 Δεξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε. τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε τὴν κατάστασιν, οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. αὕτη αἰτία τῆς σιωπῆς ἡμῶν· οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. εἰ γὰρ καὶ ὅλως ἦμεν ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον ( πρότερον ἄν τις ἑαυτὸν ἀγνοήσειενἀλλὰ κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν, καὶ πρὸς τὴν μακρὰν ἀπόλειψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν, ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατόν, διὰ τὰς ἀκουομένας ἀσχολίας, καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀληθινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ πάσχα μεθʼ ἡμῶν ποιῆσαι προθυμηθήσῃ, μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακαλοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς.
§323.1 Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις· ἀλλʼ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. ὅθεν καὶ ἡμῖν τὴν εἰκαιότητα τῶν ἀποδράντων σε, εὐφροσύνης ἐποίησεν ἀφορμήν.
§323.2 Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφάσεως, τοιαῦτα γράφων, οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. καὶ γὰρ εἰ μή φαμεν προσποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλʼ οὖν φυσικῶς πως κατακηλούμεθα παρʼ αὐτοῦ, καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων. πολλάς γε οὖν πέμπε τὰς ἐπιστολάς, καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς βραχύτης, οὐ μᾶλλόν γε ἀνθρώπου.
§323.3 Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον, ὅπως διάκειται, καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν ἐκκλησιῶν ἡσυχάζει· μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ.
§323.4 δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς, καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν· ἐπὶ δὲ τὰ λείψανα τοῦ πράγματος ἡμᾶς ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. ἐπεστείλαμεν γὰρ τῶν χωρεπισκόπῳ τῶν τόπων· ὃς ἐὰν ποιήσῃ τι τῷ προστεταγμένων, αὐτὰ γνωρίσει τὰ πράγματα.
§324.1 Δεῖγμα τοῦ μὴ παρέργως σε ἔχειν περὶ ἡμᾶς τὸ εὐθὺς ἀπʼ αὐτῶν, ὡς εἰπεῖν, τῶν θυρῶν τῆς εἰσόδου προσφθέγγεσθαι ἡμᾶς. ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον, τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς· ἐὰν δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι.
§324.2 Εὖ τοίνυν ἴσθι, ὡς τὰ πάντα ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦτα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει φάρμακα, ὥστε μὴ ὅτι σὺ ἐπέστειλας, ἀλλὰ κἂν Σαυρομάτην τινὰ Σκύθην λάβῃ, πεῖσαι ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης ἐκεῖνα ῥήματα. πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο· μέχρι φωνῆς χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπιτρέπειν παντὶ δικαστηρίῳ τὰ κατʼ αὐτούς, ἐπειδὰν δὲ ἐπʼ αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ τύχοις.
§324.3 Ἀλλὰ ταῦτα μέν μοι πρὸς σὲ εἰρήσθω, ἵνʼ αὐτός τε εἰδείης καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς, μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους.
§325 Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι εὐφροσύνην. νυνὶ δὲ καὶ κοσμιωτάτη γυναικῶν Ἰκέλιον, κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολήν ἀποδοῦσα πλέον εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν, οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς σῆς καλοκἀγαθίας, ἀλλὰ καὶ τῷ παρʼ ἑαυτῆς πᾶσαν ἐπιδεικνύναι ἀρετῆς ἐπιμέλειαν. ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε διαὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ Δεσπότου Θεοῦ. ἀλλʼ ἴδοιμέν ποτε καὶ αὐτὸν σέ, καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν, μήτε ἀρρωστίας, μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.
§326.1 Ἔδωκεν ἡμῖν ἅγιος Θεὸς οἰκειοτάτην πραγμάτων ὑπόθεσιν τὸν ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα, κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφου ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ, ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προιόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ.
§326.2 Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτι καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν, τοῖς πρὸς τὴν μακαρίαν ἐλπίδα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν.
§327.1 Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας, καὶ ἀπόντων μεμνῆσθαι καταξιοῖς (ἦλθε γὰρ εἰς ἡμᾶς ἀκοή), παρὰ τοῦ ἀγαθοῦ Δεσπότου γένοιτό σοι ἀντίδοσις· καί σε ἴδοιμεν ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ βασιλεῖ σεμνότητος ἀπολαύσῃς.
§327.2 Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι, μνήμης τε πάσης καὶ προστασίας ἡμᾶς ἀξιοῦντα, καὶ σεμνῦναι ἡμᾶς καὶ γράμμασιν, ὥστε, ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνομεν ὑμᾶς ἐπιστέλλοντας, συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν
§328 Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά· ἐμαυτὸν δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθʼ ἡμᾶς, μηδὲν ἄμεινον τῆς συνηθείας πράττοντα. τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον.
§329 Πάνυ ἡδέως ἐτέρφθην τοῖς ποταμίοις ἰχθύσι, μνησικακήσας αὐτῶν τὴν φυγὴν ἣν ἔφυγον ὑποδραμόντες τὴν σκέπην τὴν ἐκ τοῦ κρύους. ἰχθύων δὲ ἡμῖν τιμιώτερά σου τὰ γράμματα. ὥστε ἐπίστελλε μᾶλλον ἀπόστελλε. εἰ δὲ ἥδιόν σοι σιωπᾷν, σὺ δὲ ἀλλʼ εὐχόμενος ὑπὲρ ἡμῶν μὴ διαλίπῃς.
§330 Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων. γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦντας φιλῶν.
§331 Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα, καὶ μάτην ἡμῖν ἐνοχλοῦσιν οἱ προσιόντες, οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρορῶσιν ἡμῶν, καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς ἐπιστέλλοντες. ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, διόρθωσαι, εἴ σοι δύναμις, γνώρισον ἡμῖν τὴν αἰτίαν διἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα.
§332 Ἓν γνώρισμα τοῦ ζῇν λόγος. πῶς δὲ σὺ ὑπὲρ γῆν εἶναι νομισθείης, μηδέποτε φθεγγόμενος; ἀλλʼ ἄπωσαι τὴν σιωπήν σου, γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερ ζῇς.
§333 Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. διὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃ τὸ τάχος γράφων. σὺ οὖν, παῖ, τὰ χαράγματα τέλεια ποίει, καὶ τοὺς τόπους ἀκολούθως κατάστιζε. ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτηται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.
§334 Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς· καὶ μήτε αἰωρείσθω πρὸς ὕψος χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν, ὥσπερ τὸν παρʼ Αἰσώπῳ καρκίνον· ἀλλʼ εὐθὺ χώρει, ὥσπερ ἐπὶ στάθμης βαδίζων τεκτονικῆς, πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν, οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων. ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. τῶν γὰρ στίχων κειμένων κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφʼ ἕτερον ἀφʼ ἑτέρου, ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος. ἐν μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας, ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπιζητεῖν, ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. γράφε τοίνυν ὀρθῶς, καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.
§335.1 Αἰσχύνομαι καθʼ ἕνα σοι προσάγων τοὺς Καππαδόκας, ἀλλὰ μὴ πάντας τοὺς ἐν ἡλικίᾳ πείθων λόγων καὶ παιδεύσεως ἀντιποιεῖσθαι καὶ σοὶ κεχρῆσθαι τῆς ἀσκήσεως διδασκάλῳ. ἀλλʼ ἐπειδὴ πάντων εἰσάπαξ ἐπιτυχεῖν, τὰ προσήκοντα σφίσιν αὐτοῖς αἱρουμένων, οὐχ οἷόν τε, τοὺς ἑκάστοτε πειθομένους παραπέμπομέν σοι, τοσοῦτον αὐτοῖς χαριζόμενος, ὅσον καὶ οἱ τοῖς διψῶσι καθηγούμενοι πρὸς τὰς πηγάς.
§335.2 δὲ νῦν προσιὼν μικρὸν ὕστερον ἑαυτοῦ ἕνεκεν σπουδασθήσεται, ἐπειδάν σοι συγγένηται. νῦν δὲ ἀπὸ πατρός ἐστι γνώριμος, μέγα ἐπὶ ὀρθότητι βίου καὶ δυνάμει πολιτικῇ παρʼ ἡμῖν λαβόντος ὄνομα· ὃς καὶ ἐμοὶ εἰς τὴν ἄκραν φιλίαν ἥρμοσται. ἧς ἀμειβόμενος αὐτόν, τῷ παιδὶ ταύτην τὴν χάριν δίδωμι, σοὶ ποιῶν αὐτὸν γνώριμον, πρᾶγμα μεγίστης εὐχῆς ἄξιον τοῖς ἀρετὴν ἀνδρὸς κρίνειν ἐπισταμένοις.
§336.1 Διὰ χρόνου πρὸς ἡμᾶς Καππαδόκης ἥκει νέος. ἓν τοῦτο κέρδος, ὅτι Καππαδόκης. ἀλλὰ καὶ τοῦ πρώτου γένους οὗτος Καππαδόκης. δεύτερον τοῦτο κέρδος. ἀλλὰ καὶ γράμμα τοῦ θαυμαστοῦ Βασιλείου κομίζων ἡμῖν. τουτὶ μὲν ὅτου τίς εἴποι μεῖζον; ἐγὼ γὰρ ὃν ἐπιλελῆσθαί σου νομίζεις, καὶ πάλαι νέον ὄντα ᾐδούμην, σωφροσύνῃ τε πρὸς τοὺς γέροντας ἁμιλλώμενον ὁρῶν, καὶ ταῦτα ἐν ἐκείνῃ τῇ πόλει τῇ ταῖς ἡδοναῖς βρυούσῃ, καὶ λόγων ἤδη μοῖραν κεκτημένον μεγάλην. ἐπειδὴ δὲ ᾠήθης δεῖν καὶ τὰς Ἀθήνας ἰδεῖν, καὶ τὸν Κέλσον ἔπειθες, συνέχαιρον τῷ Κέλσῳ τῆς σῆς ἐξηρτημένῳ ψυχῆς. ἐπανήκοντος δέ σου καὶ ἔχοντος τὴν πατρίδα, ἔλεγον πρὸς ἐμαυτόν· Τί νῦν ἡμῖν Βασίλειος δρᾷ, καὶ πρὸς τίνα βίον ὥρμηκεν; ἆρʼ ἐν δικαστηρίοις τρέπεται, τοὺς παλαιοὺς ῥήτορας ζηλῶν; ῥήτορας εὐδαιμόνων πατέρων ἀπεργάζεται παῖδας; ὡς δὲ ἧκόν τινες ἀπαγγέλλοντες ἀμείνω σε πολλῷ τουτωνὶ τῶν ὁδῶν πορεύεσθαι, καὶ σκοπεῖν, ὅπως ἂν γένοιο Θεῷ μᾶλλον φίλος, συλλέξεις χρυσίον, εὐδαιμόνισά σέ τε καὶ Καππαδόκας, σὲ μὲν τοιοῦτον βουλόμενον εἶναι, ἐκείνους δὲ τοιοῦτον δυναμένους δεικνύναι πολίτην.
§336.2 Φίρμος δὲ ἐκεῖνος ὡς πανταχοῦ διετέλεσε κρατῶν εὖ οἶδα· ἐντεῦθεν γὰρ αὐτῷ τῶν λόγων δύναμις. πολλῶν δὲ ἐπαίνων ἀπολαύσας, οὐκ οἶδα ὅτι πώποτε τηλικούτων, ἡλίκων νῦν ἐν τοῖς σοῖς ἀκήκοα γράμμασι. τὸ γὰρ μηδένα ἂν τὴν ἐκείνου δόξαν ὑπερβαλέσθαι σὲ τὸν λέγοντα εἶναι, πόσον τι χρὴ νομίζειν ἐκείνῳ;
§336.3 Δοκεῖς δέ μοι καὶ τούτους ἀπεσταλκέναι πρὶν τὸν Φιρμῖνον ἰδεῖν· οὐ γὰρ ἂν αὐτὸν οὐκ εἶχε τὰ γράμματα. καὶ νῦν τί ποιεῖ τί μέλλει Φιρμῖνος; ἔτʼ ἔστιν ἐν τοῖς τῶν γάμων πόθοις, ἐκεῖνα μὲν πάλαι πέπαυται, βαρεῖα δὲ βουλή, καὶ πᾶσα ἀνάγκη μένειν; τίνες εἰσὶν ἐλπίδες, ὡς αὖθις ἔσται λόγων κοινωνός; ἀποκρινάσθω τι ἡμῖν, καὶ εἴη μέν τι χρηστόν· εἰ δʼ οὖν τι καὶ λυπήσει, τοῦ βλέπειν γε ἡμᾶς πρὸς τὰς πύλας ἀπαλλάξει. εἰ δὲ Ἀθήνῃσι νῦν Φιρμῖνος ἐτύγχανεν ὤν, τί ἂν ἔδρων οἱ βουλεύοντες παρʼ ὑμῖν; τὴν Σαλαμινίαν ἔπεμπον ἂν ἐπʼ αὐτόν; ὁρᾷς, ὅτι καὶ μόνον ὑπὸ τῶν σῶν ὑβρίζομαι πολιτῶν. οὐ μὴν ἔγωγε τοῦ φιλεῖν καὶ ἐπαινεῖν Καππαδόκας παύσομαι· ἀλλʼ εὔχομαι μὲν αὐτοὺς ἀμείνους γενέσθαι περὶ ἐμέ, μένοντας δὲ ἐπὶ τῶν αὐτῶν οἴσω. Φιρμῖνος δὲ μῆνας ἡμῖν συνεγένετο τέτταρας, ἡμέραν δὲ ἤργησεν οὐδεμίαν. τὸ δὲ συνειλεγμένον ὅσον ἐστίν, αὐτὸς εἴσῃ, καὶ ἴσως οὐ μέμψῃ. πρὸς δὲ τὸ πάλιν αὐτὸν δεῦρο δυνηθῆναι ἐλθεῖν, τίνα χρὴ προσπαρακαλεῖν σύμμαχον; εἴπερ γὰρ εὖ φρονοῦσιν οἱ βουλεύοντες, πρέποι δʼ ἂν ἀνθρώποις πεπαιδευμένοις, τιμήσουσι τοῖς δευτέροις, ἐπειδὴ τοῖς πρώτοις ἐλύπησαν.
§337.1 Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης, υἱὸς ἐμὸς καὶ αὐτός· πάντας γὰρ ἡμῖν εἰσποιεῖ τὸ σχῆμα τοῦτο, ἐν νῦν ἐσμεν. ὥστε κατά γε τοῦτο ἀδελφὸς ἂν εἴη τοῦ προλαβόντος, καὶ τῆς αὐτῆς σπουδῆς ἄξιος ἐμοί τε τῷ πατρὶ καὶ σοὶ τῷ διδασκάλῳ, εἴπερ τι ὅλως πλέον δυνατὸν ἔχειν τοὺς παρʼ ἡμῶν ἐρχομένους. τοῦτο δὲ λέγω, οὐχ ὡς οὐκ ἂν τῆς σῆς λογιότητος πλεῖόν τι τοῖς παλαιοῖς τῶν ἑταίρων χαριζομένης, ἀλλʼ ὡς ἀφθόνου πᾶσι τῆς ὠφελείας σου προκειμένης.
§337.2 Ἀρκοῦν δʼ ἂν εἴη τῷ νεανίσκῳ, πρὸ τῆς ἐκ τοῦ χρόνου πείρας, ἐν τοῖς οἰκείοις τετάχθαι· ὃν ἀποπέμψαιο ἡμῖν, ἄξιον τῶν τε ἡμετέρων εὐχῶν καὶ τῆς σαυτοῦ δόξης, ἣν ἔχεις ἐν τοῖς λόγοις. ἐπάγεται δὲ καὶ ἡλικιώτην τὴν ἴσην ἔχοντα περὶ τοὺς λόγους σπουδήν, εὐπατρίδην καὶ αὐτὸν καὶ ἡμῖν οἰκεῖον· ὃν οὐδὲν ἔλαττον ἕξειν πιστεύομεν, κἂν πλεῖστον τῶν ἄλλων τοῖς χρήμασιν ἀπολείποιτο.
§338.1 Οἶδα ὅτι πολλάκις τοῦτο γράψεις, τό, Ἰδού σοι καὶ ἕτερος ἥκει Καππαδόκης. πολλοὺς γάρ, οἶμαι, πέμψεις, ἀεὶ μὲν καὶ πανταχοῦ τοῖς ἐγκωμίοις τοῖς κατʼ ἐμοῦ χρώμενος, τούτῳ δὲ αὐτῷ καὶ πατέρας κινῶν καὶ παῖδας.
§338.2 Ἀλλʼ γε ἐγένετο περὶ τὴν ἐπιστολήν σου τὴν καλήν, οὐ καλὸν σιωπῆσαι. παρεκάθηντό μοι τῶν ἐν ἀρχῇ γεγενημένων ἄλλοι τε οὐκ ὀλίγοι, καὶ πάντα ἄριστος Ἀλύπιος Ἱεροκλέους ἀνεψιὸς ἐκείνου. ὡς οὖν ἔδοσαν οἱ φέροντες τὴν ἐπιστολήν, σιγῇ διὰ πάσης ἐλθών, Νενικήμεθα, ἔφην, μειδιῶν τε ἅμα καὶ χαίρων. Καὶ τίνα σὺ νενίκησαι νίκην; ἤροντο· καὶ πῶς οὐκ ἀλγεῖς νενικημένος; ἐν κάλλει μέν, ἔφην, ἐπιστολῶν ἥττημαι· Βασίλειος δὲ κεκράτηκε. φίλος δὲ ἀνήρ, καὶ διὰ τοῦτο εὐφραίνομαι. ταῦτα εἰπόντος ἐμοῦ, παρʼ αὐτῶν μαθεῖν ἠβουλήθησαν τῶν γραμμάτων τὴν νίκην. καὶ ἀνεγίνωσκε μὲν Ἀλύπιος, ἤκουον δὲ οἱ παρόντες. ψῆφος δὲ ἠνέχθη, μηδέν με ἐψεῦσθαι. καὶ τὰ γράμματα ἔχων ἀναγνοὺς ἐξῄει, δείξων οἶμαι καὶ ἄλλοις, καὶ μόλις ἀπέδωκε. γράφε τοίνυν παραπλήσια, καὶ νίκα· τουτὶ γάρ ἐστιν ἐμὲ νικᾷν.
§338.3 Καλῶς δὲ κἀκεῖνο εἰκάζεις, ὡς οὐ χρήμασι μετρεῖται τὰ παρʼ ἡμῶν· ἀλλʼ ἀρκεῖ τῷ μὴ δυναμένῳ δοῦναι τὸ βουληθῆναι λαβεῖν. κἂν γὰρ αἴσθωμαί τινα ἐν πενίᾳ λόγων ἐρῶντα, πρὸ τῶν πλουτούντων οὗτος. καίτοι οὐ τοιούτων πεπειράμεθα διδασκάλων· ἀλλʼ οὐδὲν κωλύσει ταύτῃ γε εἶναι βελτίονας. μηδεὶς οὖν πένης ὀκνείτω δεῦρο βαδίζειν, εἰ ἓν ἐκεῖνο κέκτηται μόνον, τὸ ἐπίστασθαι πονεῖν.
§339.1 Τί οὐκ ἂν εἴποι σοφιστὴς ἀνήρ, καὶ σοφιστὴς τοιοῦτος, γε ἴδιον εἶναι τῆς τέχνης ὡμολόγηται, καὶ τὰ μεγάλα μικρὰ ποιεῖν ὅτε βούλεται, καὶ τοῖς μικροῖς περιτιθέναι μέγεθος; ὁποῖον δή τι καὶ περὶ ἡμᾶς ἐπεδείξω. τὴν γὰρ ἐπιστολὴν ἐκείνην τὴν ῥυπῶσαν, ὡς ἂν ὑμεῖς οἱ περὶ τοὺς λόγους τρυφῶντες εἴποιτε, οὐδὲν οὖσαν τῆς ἐν χερσί σου ταύτης ἀνεκτοτέραν, τοσοῦτον ἦρας τῷ λόγῳ, ὡς ἡττηθῆναι δῆθεν αὐτῆς, καὶ ἡμῖν τῶν πρωτείων τοῦ γράφειν παραχωρεῖν· ὅμοιον ποιῶν ταῖς τῶν πατέρων παιδιαῖς, ὅταν ταῖς παρʼ ἑαυτῶν νίκαις παραχωρῶσι τοῖς παισὶν ἐναβρύνεσθαι, οὔτε ἑαυτούς τι ζημιοῦντες, καὶ τῶν παίδων τρέφοντες τὸ φιλότιμον.
§339.2 Τῷ ὄντι δὲ καὶ ἀμύθητον ὅσην ἡδονὴν εἶχεν λόγος ἐν τῇ πρὸς ἡμᾶς παιδιᾷ· οἷον Πολυδάμαντός τινος Μίλωνος παγκρατίου πάλης ἀγωνίαν παραιτουμένου τὴν πρὸς ἐμὲ αὐτόν· πολλὰ γὰρ περισκεψάμενος οὐδὲν εὗρον ἀσθενείας ὑπόδειγμα· ὥστε τοὺς τὰς ὑπερβολὰς τῶν λόγων ἐπιζητοῦντας ἐνταῦθά σε μᾶλλον ἄγανται τῆς δυνάμεως, οὕτω δυνηθέντα ταῖς παιδιαῖς πρὸς ἡμᾶς καταβῆναι, εἰ τὸν βάρβαρον ἦγες ὑπὲρ τὸν Ἄθω πλέοντα. ἀλλʼ ἡμεῖς μέν, θαυμάσιε, Μωσεῖ καὶ Ἠλίᾳ καὶ τοῖς οὕτω μακαρίοις ἀνδράσι σύνεσμεν, ἐκ τῆς βαρβάρου φωνῆς διαλεγομένοις ἡμῖν τὰ ἑαυτῶν, καὶ τὰ παρʼ ἐκείνων φθεγγόμεθα, νοῦν μὲν ἀληθῆ, λέξιν δὲ ἀμαθῆ, ὡς αὐτὰ ταῦτα δηλοῖ· εἰ γάρ τι καὶ ἦμεν παρʼ ὑμῶν διδαχθέντες, ὑπὸ τοῦ χρόνου ἐπελαθόμεθα.
§339.3 Αὐτὸς δὲ ἐπίστελλε ἡμῖν, ἄλλας ὑποθέσεις ἐπιστολῶν ποιούμενος, αἳ καὶ σὲ δείξουσι καὶ ἡμᾶς οὐκ ἐλέγξουσι. τὸν υἱὸν Ἀνυσίου ἤδη σοι προσήγαγον ὡς ἐμαυτοῦ υἱόν. εἰ δὲ ἐμός ἐστι παῖς, τοῦ πατρός ἐστι τὸ παιδίον, πένης ἐκ πένητος. γνώριμον δὲ τὸ λεγόμενον ἀνδρὶ σοφῷ τε καὶ σοφιστῇ.
§340.1 Εἰ πάνυ πολὺν χρόνον ἐσκόπεις, πῶς ἂν ἄριστα συνείποις τοῖς περὶ τῶν σῶν γραμμάτων ἡμετέροις γράμμασιν, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, τοιαῦτα γράφων, ὁποῖα νῦν ἔγραψας. καλεῖς γάρ με σοφιστήν· τοῦ τοιούτου δὲ εἶναι φῂς τὸ δύνασθαι τὰ μικρὰ μὲν μεγάλα ποιεῖν, τὰ δʼ αὖ μεγάλα μικρά. καὶ δὴ τὴν ἐμὴν ἐπιστολὴν βεβουλῆσθαι φῂς δεῖξαι τὴν σὴν καλήν, οὐκ οὖσαν καλήν· εἶναί τε οὐδὲν ἧς νῦν ἔπεμψας βελτίω· ὅλως τε οὐδεμίαν εἶναι παρὰ σοὶ λόγων δύναμιν, τῶν μὲν νῦν ὄντων ἐν χερσὶ βιβλίων τοῦτο οὐ ποιούντων, ὧν δὲ εἶχες πρότερον λόγων ἐξερρυηκότων. καὶ ταῦτα πείθειν ἐπιχειρῶν, οὕτω καλὴν καὶ ταύτην, ἣν λέγεις κακῶς, εἰργάσω τὴν ἐπιστολήν, ὥσθʼ οἱ παρόντες ἡμῖν οὐκ εἶχον μὴ πηδᾷν ἀναγινωσκομένης. ἐθαύμασα οὖν, ὅτι ταύτῃ τὴν προτέραν καθελεῖν ἐπιχειρήσας, τῷ φάναι ταύτῃ τὴν προτέραν ἐοικέναι, ταύτῃ τὴν προτέραν ἐκόσμησας.
§340.2 Ἐχρῆν δὲ ἄρα τὸν τοῦτο βουλόμενον, χείρονα ποιῆσαι ταύτην ἐπὶ διαβολῇ τῆς πρόσθεν. ἀλλʼ οὐκ ἦν, οἶμαι, σόν, ἀδικῆσαι τὴν ἀλήθειαν. ἠδίκητο δʼ ἄν, γράφοντος ἐξεπίτηδες φαυλότερα, καὶ οὐ χρωμένου τοῖς οὖσι. τοῦ αὐτοῦ τοίνυν ἂν εἴη τὸ μήτε ψέγειν δίκαιον ἐπαινεῖν, ἵνα μή σε τὸ πρᾶγμα φέρον εἰς σοφιστὰς ἐμβάλῃ, πειρώμενον ταπεινὰ τὰ μεγάλα ποιεῖν. βιβλίων μὲν οὖν, ὧν φῂς εἶναι χείρω μὲν τὴν λέξιν, ἀμείνω δὲ τὴν διάνοιαν, ἔχου, καὶ οὐδεὶς κωλύει. τῶν δὲ ἡμετέρων μὲν ἀεί, σῶν δὲ πρότερον, αἱ ῥίζαι μένουσί τε καὶ μενοῦσιν ἕως ἂν ᾖς, καὶ οὐδεὶς μήποτε αὐτὰς ἐκτέμοι χρόνος, οὐδʼ ἂν ἥκιστα ἄρδοις.
§341 Οὔπω μοι τῆς λύπης ὑφῆκας, ὥστε με μεταξὺ γράφοντα τρέμειν. ἀλλʼ εἰ μὲν ἀφῆκας, τί οὐκ ἐπιστέλλεις, ἄριστε; εἰ δὲ ἔτι κατέχεις, πάσης λογίας ψυχῆς καὶ τῆς σῆς ἐστιν ἀλλότριον, πῶς ἄλλοις κηρύττων μὴ χρῆναι μέχρι δυσμῶν ἡλίου λύπην φυλάττειν, αὐτὸς ἐν πολλοῖς ἡλίοις ἐφύλαξας; τάχα ζημιῶσαί με προείλου τῆς μελιχρᾶς σου φωνῆς ἀποστερῶν; μὴ σύ γε, γενναῖε, ἀλλὰ γενοῦ πρᾶος, καὶ δὸς ἀπολαῦσαι τῆς παγχρύσου σου γλώττης.
§342.1 Οἱ πρὸς τὸ ῥόδον ἔχοντες, ὡς τοὺς φιλοκάλους εἰκός, οὐδὲ πρὸς αὐτὰς τὰς ἀκάνθας, ὧν τὸ ἄνθος ἐκφύεται, δυσχεραίνουσι. καί τινος ἤκουσα τοιοῦτόν τι περὶ αὐτῶν, παίζοντος τάχα καὶ σπουδάζοντος, ὅτι, καθάπερ ἐρωτικά τινα κνίσματα τοῖς ἐρασταῖς, τὰς λεπτὰς ἐκείνας ἀκάνθας φύσις τῷ ἄνθει προσέφυσε, πρὸς μείζονα πόθον τοῖς εὐπλήκτοις κέντροις τοὺς δρεπομένους ὑπερεθίζουσα.
§342.2 Τί βούλεταί μοι τὸ ῥόδον τοῖς γράμμασιν ἐπεισαγόμενον; πάντως οὐδὲν δεῖ σε διδαχθῆναι τῆς ἐπιστολῆς μεμνημένον τῆς σῆς, τὸ μὲν ἄνθος εἶχε τοῦ ῥόδου, ὅλον ἡμῖν τὸ ἔαρ τῇ εὐγλωττίᾳ διαπετάσασα, μέμψεσι δέ τισι καὶ ἐγκλήμασι καθʼ ἡμῶν ἐξηκάνθωτο. ἀλλʼ ἐμοὶ τῶν σῶν λόγων καθʼ ἡδονήν ἐστι καὶ ἄκανθα, πρὸς μείζονα πόθον τῆς φιλίας ἐκκαίουσα.
§343 Εἰ ταῦτα γλώττης ἀργοτέρας, τίς ἂν εἴης αὐτὴν ἀκονῶν; σοῦ μὲν γὰρ ἐν τῷ στόματι λόγων οἰκοῦσι πηγαί, κρείσσους ναμάτων ἐπιρροῆς· ἡμεῖς δὲ εἰ μὴ καθʼ ἡμέραν ἀρδοίμεθα, λείπεται τὸ σιγᾷν.
§344 Τὸ μὴ συνεχῶς με γράφειν πρὸς τὴν σὴν παίδευσιν, πείθουσι τό τε δέος καὶ ἀμαθία· τὸ δέ σε καρτερικώτατα σιωπᾷν, τί τῆς μέμψεως ἐξαιρήσεται; εἰ δέ τις λογίσαιτο τὸ καὶ ἐν λόγοις σε βιοῦντα ὀκνεῖν ἐπιστέλλειν, καταψηφιεῖταί σου λήθην τὴν πρὸς ἡμᾶς. γὰρ τὸ λέγειν πρόχειρον, καὶ τὸ ἐπιστέλλειν οὐκ ἀνέτοιμον. δὲ ταῦτα κεκτημένος, εἶτα σιγῶν, εὔδηλον ὡς ὑπεροψίᾳ λήθῃ τοῦτο ποιεῖ. ἐγὼ δέ σου τὴν σιωπὴν ἀμείψομαι προσρήσει. χαῖρε τοίνυν, τιμιώτατε, καὶ γράφε εἰ βούλοιο· καὶ μὴ γράφε, εἰ τοῦτό σοι προσφιλές.
§345.1 Μᾶλλον ὅτι μὴ πάλαι σοι γράφειν ἠρξάμην οἶμαί μοι δεῖν ἀπολογίας, νῦν παραιτήσεως ὅτι τοῦτο ποιεῖν ἠρξάμην. ἐγὼ γὰρ ἐκεῖνος, προσθέων, ὁπότε φανείης, καὶ ὡς ἥδιστα ὑπέχων τὰ ὦτα τῷ ῥεύματι τῆς γλώττης, καὶ λέγοντος εὐφραινόμενος, καὶ μόλις ἀπαλλαττόμενος, καὶ πρὸς τοὺς ἑταίρους λέγων, ὡς Οὗτος ἀνὴρ τοσούτῳ καλλίων τῶν Ἀχελῴου θυγατέρων, ὅσῳ θέλγει μὲν ᾗπερ ἐκεῖναι, βλάπτει δὲ οὐχ ὥσπερ ἐκεῖναι. καὶ μικρόν γε τὸ μὴ βλάπτειν, ἀλλʼ ὅτι τὰ τοῦδε μέλη κέρδος τῷ δεξαμένῳ δῆλον. τὸν οὖν οὕτως ἔχοντά με γνώμης, νομίζοντα δὲ καὶ φιλεῖσθαι, λέγειν δὲ δοκοῦντα, μὴ τολμᾷν ἐπιστέλλειν, ἐσχάτης ἀργίας, καὶ τοῦτʼ ἂν εἴη ἅμα ζημιοῦντος αὐτόν. δῆλον γὰρ ὡς ἀμείψῃ μου τὴν ἐπιστολὴν τὴν μικρὰν καὶ φαύλην καλῇ τε καὶ μεγάλῃ, καὶ φυλάξῃ δήπου, μή με καὶ δεύτερον ἀδικῇς. οἶμαι δὲ πολλοὺς βοήσεσθαι πρὸς τὸ ῥῆμα καὶ περιστήσεσθαι πρὸς τὰ πράγματα κεκραγότας· Βασίλειος ἠδικηκέ τι κἂν σμικρόν; οὐκοῦν καὶ Αἰακός, καὶ Μίνως, καὶ τούτου δὲ ἀδελφός.
§345.2 Ἐγὼ δέ σε τῇ μὲν ἄλλῃ νενικηκέναι συγχωρῶ· τίς δὲ ἰδών τέ σε καὶ οὐ φθονῶν; ἓν δέ τί σοι ἡμαρτῆσθαι πρὸς ἡμᾶς, κἄν σε τοῦτʼ ἀναμνήσω, πεῖθε τοὺς ἀγανακτοῦντας μὴ βοᾷν. οὐδείς σοι προσελθὼν καὶ χάριν ἐπαγγείλας, ἢν δοῦναι ῥᾷστον, ἀτυχὴς ἀπῆλθεν. εἰμὶ τοίνυν τῶν χάριν αἰτησάντων μέν, οὐ λαβόντων δέ. τί οὖν ᾔτουν; πολλάκις ἐν στρατηγίῳ σοι συγγενόμενος ἠβουλήθην διὰ τῆς σῆς σοφίας εἰς τὸ βάθος τῆς Ὁμήρου μανίας εἰσελθεῖν. εἰ δὲ τὸ πᾶν οὐ δυνατόν, σὺ δὲ ἀλλʼ εἰς μέρος ἡμᾶς εἰσάγαγε τοῦ κλήρου. μέρους δὲ ἐπεθύμουν, ἐν τῶν Ἑλλήνων κακῶς πεπραχότων, ὃν ὕβρισεν Ἀγαμέμνων ἐθεράπευε δώροις. ταῦτʼ ἐμοῦ λέγοντος, ἐγέλας, ἀρνεῖσθαι μὲν οὐκ ἔχων, ὡς οὐκ ἂν δύναιο βουληθείς, δωρήσασθαι δὲ οὐκ ἐθέλων. ἆρά σοι καὶ τοῖς ἀγανακτοῦσιν, ὅτι σε ἔφην ἀδικεῖν, ἀδικεῖσθαι δοκῶ;
§346 Εἰ μέν τι περὶ τοὺς λόγους τοῖς νέοις οἷς ἔπεμψας προσεθήκαμεν, αὐτὸς κρινεῖς. ἐλπίζω δὲ αὐτό, κἂν μικρὸν , μεγάλου λήψεσθαι δόξαν, διὰ τὴν πρὸς ἡμᾶς φιλίαν. δὲ πρὸς τῶν λόγων ἐπαινεῖς, τὴν σωφροσύνην καὶ τὸ μὴ παραδοῦναι τὰς ψυχὰς ταῖς οὐ καλαῖς ἡδοναῖς, πάνυ τούτου πεποίηνται πρόνοιαν, καὶ διήγαγον, ὡς εἰκὸς ἦν, τοῦ πέμψαντος μεμνημένους. δέχου δὴ τὰ σεαυτοῦ, καὶ ἐπαίνει τοὺς σέ τε κἀμὲ τῷ τρόπῳ κεκοσμηκότας. παρακαλεῖν δέ σε πρὸς τὸ βοηθεῖν, ὅμοιον ἦν τῷ πατέρα παισὶ παρακαλεῖν βοηθεῖν.
§347 Πᾶς μὲν ἐπίσκοπος πρᾶγμα δυσγρίπιστον, σὺ δὲ ὅσῳ τοὺς ἄλλους παρελήλυθας λογιότητι, τοσούτῳ καὶ φόβον μοι παρέχεις, μή πως ἔξαρνος στῇς πρὸς τὴν αἴτησιν. κἀπειδὴ στρωτήρων δέομαι. κάμακας δʼ ἂν χάρακας ἄλλος εἶπε σοφιστής, οὐ χρῄζων, ἀλλὰ τοῖς ῥηματίοις ἐγκαλλωπιζόμενος, τῆς χρείας γινόμενος· ἔγωγε, εἰ μὴ σὺ παράσχοις, ὕπαιθρος διαχειμάσω.
§348.1 Εἰ τὸ κερδαίνειν ταὐτὸ γριπίζειν λέγεται, καὶ ταὐτὴν ἔχει τὴν σημασίαν λέξις ἣν ἐκ τῶν Πλάτωνος ἀδύτων σοφιστική σου ἡμῖν προεχειρίσατο, σκόπησον, θαυμάσιε, τίς μᾶλλόν ἐστι δυσγρίπιστος· ἡμεῖς οἱ οὕτω διἐπιστολιμαίας δυνάμεως ἀποχαρακούμενοι, τὸ τῶν σοφιστῶν γένος, οἷς τέχνη τὸ τελωνεῖν τοὺς λόγους ἐστί. τίς τῶν ἐπισκόπων τοὺς λόγους ἐφοροθέτησε; τίς τοὺς μαθητευομένους μισθοφόρους κατέστησεν; ὑμεῖς οἱ προτιθέντες τοὺς λόγους ὤνια, ὥσπερ οἱ τοῦ μέλιτος ἑψηταὶ τὰ μελίπηκτα. ὁρᾷς ὡς καὶ τὸν γέροντα ὑποσκιρτᾷν παρεκίνησας;
§348.2 Ἐγὼ δέ σοι τῷ ταῖς μελέταις ἐμπομπεύοντι ἰσαρίθμους τοῖς ἐν Θερμοπύλαις ἀγωνιζομένοις στρατιώταις στρωτῆρας χρησθῆναι προσέταξα, ἅπαντας εὐμήκεις, καὶ κατὰ τὸν σὸν Ὅμηρον, δολιχοσκίους, οὓς ἱερὸς Ἀλφαῖος ἀποκαταστήσειν κατεπηγγείλατο.
§349 Οὐ παύσῃ, Βασίλειε, τὸν ἱερὸν τοῦτον τῶν Μουσῶν σηκὸν μεστὸν ποιῶν Καππαδοκῶν, καὶ ταῦτα ἀποζόντων γριτῆς καὶ χιόνος καὶ τῶν ἐκεῖθεν καλῶν; μικροῦ δέ με καὶ Καππαδόκην ἔθηκαν, ἀεί μοι τὸ προσκυνῶ σε προσᾴδοντες. δεῖ δὲ ὅμως ἀνέχεσθαι, Βασιλείου κελεύοντος. ἴσθι τοίνυν, ὡς τῆς μὲν χώρας τοὺς τρόπους ἐξακριβάζω, τὴν δὲ εὐγένειαν καὶ τὸ ἐμμελὲς τῆς ἐμῆς Καλλιόπης μεταμφιάσω τοὺς ἄνδρας, ἵνʼ ὀφθεῖεν ὑμῖν ἀντὶ φασσῶν περιστεραί.
§350 Λέλυταί σοι τὸ δύσθυμον. τοῦτο γὰρ ἔστω τῆς ἐπιστολῆς τὸ προοίμιον. σὺ δὲ σκῶπτε καὶ διάσυρε τὰ ἡμέτερα, εἴτε γελῶν εἴτε σπουδάζων. τί δὲ χιόνος γριτῆς ἐμνημόνευσας, παρὸν ἐντρυφᾷν ἡμῶν τοῖς σκώμμασιν; ἐγὼ δέ, Λιβάνιε, ἵνα σοι καὶ πλατὺν κινήσω τὸν γέλωτα, ὑπὸ παραπετάσματι καλυπτόμενος χιόνος, τὴν ἐπιστολὴν ἔγραψα, ἣν δεξάμενος ψαύων χερσί, γνώσῃ ὡς κρυερά τις αὐτὴ καὶ τὸν πέμψαντα χαρακτηρίζει ἐμφωλεύοντα, καὶ μὴ δυνάμενον ἔξω τῶν δωματίων προκύπτειν. τάφους γὰρ τοὺς οἴκους κεκτήμεθα, μέχρις ἐπιλάβοι τὸ ἔαρ καὶ νεκροὺς ἡμᾶς ὄντας πρὸς ζωὴν ἐπανάξῃ, πάλιν τὸ εἶναι, ὥσπερ φυτοῖς, χαριζόμενον.
§351 Πολλοὶ περιτυχόντες ἡμῖν τῶν αὐτόθι ἐθαύμασάν σου τὴν ἐν τοῖς λόγοις ἀρετήν. ἔλεγον γὰρ ἐπίδειξίν τινα γεγενῆσθαι λαμπρὰν ἄγαν, καὶ ἀγὼν ἦν, ὡς ἔφασκον, μέγιστος, ὡς πάντας μὲν συνδραμεῖν καὶ μηδένα ἕτερον ἐν τῇ πόλει φανῆναι μόνον Λιβάνιον ἀγωνιζόμενον, καὶ πᾶσαν ἡλικίαν ἀκροωμένην. οὐ γὰρ ἠξίου τις ἔξω τῶν ἀγώνων γενέσθαι, οὐκ ἀξιώματος ὄγκῳ συνών, οὐ στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, οὐ βαναύσοις τέχναις σχολάζων. ἤδη δὲ καὶ γυναῖκες παρεῖναι κατηπείγοντο τοῖς ἀγῶσι. τίς δὲ ἀγών; τίς δὲ λόγος τὴν πάνδημον συναγείρας πανήγυριν; καὶ δή μοι ἤγγειλαν δυσκόλου τρόπον ἀνδρὸς τὸν λόγον ἐνστήσασθαι. ὃν οὕτω θαυμασθέντα μὴ κατόκνει μοι πέμψαι, ἵνα κἀγὼ τῶν λόγων ἐπαινέτης εἴην τῶν σῶν. γὰρ Λιβάνιον ἐπαινῶν καὶ τῶν ἔργων ἐκτός, τίς ἂν γένωμαι νῦν ὑπόθεσιν ἐπαίνων εὑράμενος.
§352 Ἰδοὺ πέπομφα τὸν λόγον, ἱδρῶτι περιρρεόμενος. πῶς γὰρ οὐκ ἔμελλον, ἀνδρὶ τοιούτῳ πέμπων τὸν λόγον, ὃς ἱκανός ἐστι τὴν Πλάτωνος σοφίαν καὶ Δημοσθένους δεινότητα τῇ περὶ τοὺς λόγους εὐμαθείᾳ δεῖξαι θρυλλουμένας μάτην, τὸ δὲ ἐμὸν τοιοῦτον, οἷον κώνωψ ἐλέφαντι παραβαλλόμενος; ὅθεν πέφρικα καὶ τρέμω, τὴν ἡμέραν λογιζόμενος, καθʼ ἣν ἐπισκέψῃ τοὺς λόγους· μικροῦ δὲ καὶ τῶν φρενῶν ἐκπέπτωκα.
§353 Ἀνέγνων τὸν λόγον, σοφώτατε, καὶ ὑπερτεθαύμακα. Μοῦσαι, καὶ λόγοι, καὶ Ἀθῆναι, οἷα τοῖς ἐρασταῖς δωρεῖσθεϲ οἵους κομίζονται τοὺς καρπούς, οἱ βραχύν τινα χρόνον ὑμῖν συγγινόμενοιϲ πηγῆς πολυχεύμονος, οἵους ἔδειξε τοὺς ἀρυομένουσϲ αὐτὸν γὰρ ἐδόκουν ὁρᾷν ἐν τῷ λόγῳ λάλῳ συνόντα γυναίῳ. ἔμπνουν γὰρ λόγον ἐπὶ χθονὸς Λιβάνιος ἔγραψεν, ὃς μόνος τοῖς λόγοις ψυχὴν ἐχαρίσατο.
§354 Νῦν ἔγνων εἶναι λέγομαι· Βασιλείου γάρ με ἐπαινέσαντος, κατὰ πάντων ἔχω τὰ νικητήρια. καὶ τὴν ψῆφον δεξαμένῳ τὴν σὴν ἔπεστί μοι βαδίζειν μετὰ σοβαροῦ τοῦ βαδίσματος, οἷά τις ἀλαζὼν τοὺς πάντας περιφρονῶν. ἐπεὶ οὖν καὶ σοὶ κατὰ μέθης λόγος πεπόνηται, βουλόμεθα τούτῳ περιτυχεῖν. ἀλλὰ κομψὸν μέν τι λέγειν οὐκ ἐθέλω. δὲ λόγος ὀφθεὶς διδάξει με τὴν τοῦ λέγειν τέχνην.
§355 Ἆρα, Βασίλειε, μὴ τὰς Ἀθήνας οἰκεῖς, καὶ λέληθας σεαυτόν; οὐ γὰρ τῶν Καισαρέων οἱ παῖδες ταῦτα ἀκούειν ἠδύναντο. γλῶττα γάρ μοι τούτων ἐθὰς οὐκ ἦν· ἀλλʼ ὥσπερεί τινα κρημνὸν διοδεύοντος, πληγεῖσα τῇ τῶν ὀνομάτων καινοτομίᾳ, ἐμοί τε τῷ πατρὶ ἔλεγε· Πάτερ, οὐκ ἐδίδαξας· Ὅμηρος, οὗτος ἀνήρ, ἀλλὰ Πλάτων, ἀλλʼ Ἀριστοτέλης, ἀλλὰ Σουσαρίων, τὰ πάντα ἐπιστάμενος. καὶ ταῦτα μὲν γλῶττα. σὲ δὲ εἴη, Βασίλειε, τοιαῦτα ἡμᾶς ἐπαινεῖν.
§356 Δεχομένοις μὲν ἡμῖν γράφεις, χαρά· ἀπαιτουμένοις δὲ πρὸς γράφεις ἀντεπιστέλλειν, ἀγών. τί γὰρ ἂν εἴποιμεν πρὸς οὕτως ἀττικίζουσαν γλῶτταν, πλὴν ὅτι ἁλιέων εἰμὶ μαθητής; ὁμολογῶ καὶ φιλῶ.
§357 Τί παθὼν Βασίλειος ἐδυσχέρανεν τὸ γράμμα, τῆς φιλοσοφίας τὸ γνώρισμα; παίζειν παρʼ ὑμῶν ἐδιδάχθημεν· ἀλλʼ ὅμως τὰ παίγνια σεμνὰ καὶ οἱονεὶ πολιᾷ πρέποντα. ἀλλὰ πρὸς τῆς φιλίας αὐτῆς καὶ τῶν κοινῶν διατριβῶν, λῦσόν μοι τὴν ἀθυμίαν, ἥν μοι ἔτεκεν ἐπιστολὴ... ... οὐδὲν διαφέρουσα.
§358 χρόνων ἐκείνων, ἐν οἷς τὰ πάντα ἦμεν ἀλλήλοισϲ νῦν διῳκίσμεθα πικρῶς, ὑμεῖς μὲν ἔχοντες ἀλλήλους, ἐγὼ δὲ ἀνθʼ ὑμῶν οἷοί περ ὑμεῖς οὐδένα. τὸν δὲ Ἄλκιμον ἀκούω τὰ νέων ἐν γήρᾳ τολμᾷν καὶ πρὸς τὴν Ῥώμην πέτεσθαι, περιθέντα σοι τὸν τοῦ συνεῖναι τοῖς παιδαρίοις πόνον. σὺ δέ, τά τε ἄλλα πρᾶός τις, καὶ τοῦτο οἴσεις οὐ χαλεπῶς, ἐπεὶ καὶ ἡμῖν τοῦ γράψαι πρότερον οὐκ ἔσχες χαλεπῶς.
§359 Σὺ μὲν ὅλην τὴν τῶν παλαιῶν τέχνην ἐν τῇ σαυτοῦ κατακλείσας διανοίᾳ τοσοῦτον σιγᾷς, ὡς μηδʼ ἐν ἐπιστολαῖς ἡμῖν διδόναι τι κερδαίνειν. ἐγὼ δέ, εἴπερ ἦν ἀσφαλὲς τοῦ διδασκάλου τέχνη, ἦλθον ἂν παρὰ σοί, ποιησάμενος Ἰκάρου πτερόν. ἀλλʼ ὅμως, ἐπειδὴ οὐκ ἔστι πιστεῦσαι ἡλίῳ κηρόν, ἀντὶ τῶν Ἰκάρου πτερῶν ἐπιστέλλω σοι λόγους, δεικνύντας τὴν ἡμετέραν φιλίαν. φύσις δὲ λόγων, μηνύουσα τοὺς κατὰ ψυχὴν ἔρωτας. καὶ ταῦτα μὲν οἱ λόγοι· σὺ αὐτοὺς ἄγοις ὅπου βούλει· καὶ τηλικοῦτον κράτος κεκτημένος, σιωπᾷς. ἀλλὰ μετάστησον καὶ ἐφʼ ἡμᾶς τὰς ἀπὸ τοῦ στόματός σου τῶν λόγων πηγάς.
§360 Κατὰ τὴν θεόθεν ἐπικεκληρωμένην ἡμῖν ἀμώμητον πίστιν τῶν Χριστιανῶν ὁμολογῶ καὶ συντίθημι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· ἕνα Θεόν, τὰ τρία προσκυνῶ καὶ δοξάζω. ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν, καὶ θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν Μαρίαν. δέχομαι δὲ καὶ τοὺς ἁγίους ἀποστόλους, προφήτας, καὶ μάρτυρας, καὶ εἰς τὴν πρὸς Θεὸν ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ διαὐτῶν, ἤγουν διὰ τῆς μεσιτείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεόν, καὶ λύτρον μοι τῶν πταισμάτων γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοὺς χαρακτῆρας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατʼ ἐξαίρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων ἀποστόλων, καὶ οὐκ ἀπηγορευμένων, ἀλλʼ ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορουμένων.
§361.1 Τῷ δεσπότῃ μου αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ, Βασίλειος. πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν, καὶ ηὐφραινόμεθα οἷς τε ἔπεμπες οἷς τε ὑπισχνοῦ. νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι, ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον Θεὸς ἡμῖν ἐδωρήσατο.
§361.2 Ἐπεὶ οὖν οἱ πάντα φύροντες, καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλήσαντες, τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι, ὅπως τε οἱ πατέρες αὐτῷ ἐχρήσαντο, καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμενον. τὸν γὰρ ἐπιούσιον ἄρτον, καὶ τὸν λαὸν τὸν περιούσιον, καὶ εἴ τι τοιοῦτον, ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτούς, βαθέως τὴν οὐσίαν διαβάλλοντας, ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ καταλιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι, τίνα τὴν διάνοιαν ἔχει, καὶ πῶς ἂν ὑγιῶς λέγοιτο, ἐφʼ ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται, οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον. πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας, θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν, ὅπερ ἂν εἶναι καθʼ ὑπόθεσιν τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσθαι. ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, ἀγέννητον καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ τοῦ ὁμοουσίου ἁρμόττειν. φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον, ταὐτὸν μὲν οὐκ εἶναι (διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον), ὅμοιον δὲ κατʼ οὐσίαν ἀκριβῶς ἀπαραλλάκτως, ὀρθῶς ἂν οἶμαι λέγεσθαι. εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας, εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ), τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίωσον ἡμᾶς.
§361.3 Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζομαι, καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν. ἑταῖρος Γρηγόριος, τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον, αὐτοῖς σύνεστιν. ὑγιαίνων ἐπιπλεῖστον φυλαχθείης ἡμῖν, ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει.
§362.1 Φιλοθέως πιστεύεις, καὶ φιλολόγως ζητεῖς, καὶ παρʼ ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο, διά τε τὸ ἡμέτερον ἐνδεές καὶ τὸ τοῦ πράγματος ὑπερφυές.
§362.2 Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομένων· ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες, καὶ Δαβὶδ τοῦ Δαβὶδ υἱός, ὡς ταὐτὸν ὢν ἐκείνῳ· καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν, ὅπερ Πατήρ. οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός· ὥς που καὶ εἷς Ἀδάμ, ἀνθρώπων γενάρχης, καὶ εἷς Δαβίδ, τοῦ βασιλείου γένους ἀρχηγέτης.
§362.3 Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον, μίαν ὕλην ὑποκειμένην, ἐπὶ Πατρὸς καὶ Υἱοῦ, περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχικὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς, καὶ τὰ ἐκ τῶν γεναρχῶν γένη, πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα· μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται. καθὸ μηδὲ τοῦ Ἀδάμ, ὡς θεοπλάστου, καὶ ἡμῶν, ὡς ἀνθρωπογεννήτων, ἓν ὑπέρκειται γένος, ἀλλʼ αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλʼ αὐτὸς πάντων ἀνθρώπων ὑπόθεσις. μήτε μὴν τοῦ Δαβίδ, καὶ τοῦ γένους τοῦ ἐκ Δαβίδ, προεπινοεῖται, καθὸ Δαβίδ, ἐπείπερ τοῦ Δαβὶδ ἰδιότης ἀπὸ τοῦ Δαβὶς ἄρχεται, καὶ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός· ἀλλʼ ἐπειδὴ ταῦτα ἀπολείπεται, καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν, ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦτον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχή, καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς.
§362.4 Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον, ὥσπερ ἐπὶ σωμάτων, ἀλλʼ ἀπογέννησις. οὐδὲ γὰρ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλʼ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι, καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ, καὶ Υἱὸν ἐν Πατρί. οὔτε γὰρ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος, οὔτε ταὐτότης αὖ τὸ ἀμέριστον τῆς ὑποστάσεως, ἀλλʼ ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως, καὶ ἕτερον ὡσαύτως· ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται· βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν, καὶ ἐν τῷ μείζων μὲν ἰσότητι παριστάναι τὸν Πατέρα, τὸν δὲ Υἱόν, ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱόν, μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβεβληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι, τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν· δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει, τῶν ὁμοιουμένων τῷ Θεῷ.
§362.5 Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες, ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς Πατήρ, μέρος Πατρός, δυνατῶς παρίσταται τῷ, ἄλλος Υἱός, οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλʼ ὡς ἐξ ἐκείνου, οὐ τὸ πρωτότυπον, ἀλλʼ εἰκών. οὗτος ὁμοούσιος, ἐξῃρημένως παρὰ πάντα καὶ ἰδιαζόντως· οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλʼ ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος, ἓν καὶ μόνον ἀπογέννημα, ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθʼ ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννητικῇ ἰδιότητι, προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.
§363 Τῷ δεσπότῃ μου, τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ, Ἀπολιναρίῳ, Βασίλειος. διημάρτομεν τῶν προφάσεων, διὧν ἐνῆν προσειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. σὲ γὰρ ἐν σιωπῇ κατέχειν τὴν ἡδονὴν ἐπʼ ἐκείνοις ἥσθημεν. ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι· τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσουσιν· οὕτως ἐπʼ ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων. καὶ νῦν δὴ πλέον ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. προβαλεῖν μὲν οὖν σοι τῶν ἀπορουμένων τινὰ ἀποκνῶ, μὴ δοξῶ πέρα τοῦ μέτρου ἐμφορεῖσθαι τῆς παρρησίας. σιωπᾷν δὲ πάλιν οὐ καρτερῶ, ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου, πότερον ἐφίης ἡμῖν, θαυμάσιε, ἐρωτᾷν τι τῶν ἀπορουμένων, χρὴ τὴν ἡσυχίαν ἄγειν. ὁπότερον δʼ ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. ἐρρωμένον τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διαπαντός.
§364.1 Τῷ δεσπότῃ μου, τῷ ποθεινοτάτῳ ἀδελφῷ, Βασιλείῳ, Ἀπολινάριος ἐν Κυρίῳ χαίρειν. ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; τί δὲ οὐ παρὼν ἀμύνεις, καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσούτου κατὰ τῆς εὐσεβείας ἐρρωγότος, καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; σὲ δέ, οὐδʼ ὅπως ἂν ζητήσωμεν, ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. ἀλλʼ ἐζήτησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες, ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν· οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας, εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρησα. ὅπερ δεξάμενος, μὴ καὶ τοῦ ἀντιγράφειν ἀπόσχῃ, ὡς καὶ τούτου συναποδημοῦντος.
§364.2 Ἴσθι δέ, ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπʼ Αἰγύπτου, καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν, τοῖς τε θείοις αὐτοῖς, καὶ τοῖς καθʼ ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν. ἀναγκαία δὲ ἦν μετʼ ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν, ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες. ἔνθα ἦν τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις, ὡς οὐκ ὀφείλοντος νοεῖσθαι κατʼ οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατʼ οὐσίαν, ὅπερ ἐπετηδεύθη, χυδαίως ὀνομασθέν, καὶ κακοήθως νοηθέν· ἐπειδὴ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστί, τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς βασιλέα.
§364.3 Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλομένων, ὅτι οὐχ ὅμοιον Θεῷ ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι. συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος, ὡς ὑπὸ τῶν πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι.
§364.4 Τὴν οὖν τῆς εὐσεβείας ταύτης πρεσβείαν, τίνα εἰκὸς ἦν οὕτω μετεῖναι, ὡς τὸν σπουδαιότατον, ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδʼ αὐτὸς οὐδαμόθεν γράφει, οὐδὲ σημαίνει καθάπαξ οὐδέν; ἔρρωσο, δέσποτα ποθεινότατε.
§365.1 Πάθος ἀπήντησε τῇ καθʼ ἡμᾶς χώρᾳ, οὐκ ἐκ σωματικῆς περιπετείας, ἀλλʼ ἐξ ὑδάτων ἐπιρρύσεως. πόθεν δὲ τοῦτο, δηλώσω. γέγονε καταβολὴ χιόνων πολλὴ τῇ καθʼ ἡμᾶς λίμνῃ. μήπω δὲ αὐτῆς κρυσταλλωθείσης, ἐπιγίνεται πνεῦμα θερμόν, καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. ἀθρόας οὖν γενομένης τῆς τήξεως, ἀνείκαστα ἐκινήθη ῥεύματα ἀεννάῳ ποταμῷ συνεπιμιγνύμενα τῷ Ἅλυι, ἐναύλῳ τε ὄντι, ὑπερβαίνοντα γλώσσῃ καὶ ὀφθαλμῷ. οὗτος λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ πνεύσαντος ἐνεπάρησαν. κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. ποσὶ γὰρ μηδέποτε περαιούμενος κατά τινα χρόνον τρόπον, τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, διὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς, καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. οὐ μικρὸν δὲ ἀπειλεῖ καὶ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία.
§365.2 Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵνʼ οὕτω, τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος, δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. καὶ γὰρ τῷ πολυστενάκτῳ βίῳ τῶν Ἰουδαίων σπλαγχνισθεὶς Κύριος, τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ, δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. πολὺς οὖν ἡμῖν τοῦ ποταμοῦ τρόπος, ἀνθρώποις μὲν γέγονεν ὄλεθρος· ἄνω δὲ πελαγίζοντος αὐτοῦ, καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος, καὶ ἐκ τῆς ἰλύος σκεπομένης τῆς ἀρούρας, ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν, καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.
§366.1 Καλῶς ποιεῖς ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν ἴδωμεν ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. ἔστιν οὖν καρπὸς αὐτῆς Θεοῦ μετουσία. τὸ γὰρ μὴ φθείρεσθαι Θεοῦ μετέχειν ἐστίν, ὥσπερ τὸ φθείρεσθαι βίου μετουσία. ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις καὶ ὁμολογία πρὸς Θεόν. ἀποβαίνει τοῦ θνητοῦ παντός, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα· καὶ Θεῷ μίσγεσθαι ποιεῖ, οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. γὰρ ἐρῶν σώματος ἑτέρῳ διαφθονεῖται, δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον ἔρρωται λοιπὸν πόνῳ παντί, καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. καί μοι τελείως καταμανθάνοντι, ἐγκράτεια δοκεῖ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ· καὶ οὐδενὸς ὀρέγεται, οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμούς, οὐδὲ περὶ τὰ ὦτα, ἀλλὰ ἀνενδεὴς ὤν, πλήρης διὅλου ἐστίν. ἐπιθυμία νόσος ἐστὶ ψυχῆς, ὑγεία δὲ ἐγκράτεια.
§366.2 Οὐ μόνον δὲ περὶ ἓν εἶδος τὴν ἐγκράτειαν δεῖ ὁρᾷν οἷον ἕνεκεν ἀφροδισίων, ἀλλὰ καὶ περὶ τὰ ἄλλα ὅσα ἐπιθυμεῖ ψυχὴ κακῶς, οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις· γίνεται φθόνος διὰ χρυσίον, καὶ ἀδικήματα μυρία διἑτέρας ἐπιθυμίας. καὶ τὸ μὴ μεθύειν ἐγκράτειά ἐστιν, καὶ τὸ μὴ διαρρήγνυσθαι ὑπερεμπιπλάμενον. καὶ τὸ κρατεῖν τοῦ σώματος ἐγκράτειά ἐστιν, καὶ τὸ κυριεύειν λογισμῶν πονηρῶν, ποσάκις ἐτάραξεν ψυχὴν ἔννοια, οὐκ ἀγαθὴ οὖσα οὔτε ἀληθής, καὶ καρδίαν ἐμέρισεν εἰς πολλὰ φροντίζειν κενῶς. πάντως ἐλευθεροῖ ἐγκράτεια, ἅμα θεραπεύουσα καὶ δύναμις οὖσα· οὐ γὰρ διδάσκει σωφροσύνην, ἀλλὰ παρέχει.
§366.3 Χάρις ἐστὶν Θεοῦ ἐγκράτεια. Ἰησοῦς ἐγκράτεια ἐφάνη, καὶ γῇ καὶ θαλάσσῃ κοῦφος γενόμενος. οὔτε γὰρ γῆ ἐβάστασεν αὐτόν, οὔτε πελάγη, ἀλλʼ ὥσπερ ἐπάτησεν θάλασσαν, οὕτως οὐκ ἐβάρησεν τὴν γῆν. εἰ γὰρ ἐκ τοῦ φθείρεσθαι τὸ ἀποθανεῖν, ἐκ δὲ τοῦ φθορὰν μὴ ἔχειν τὸ μὴ ἀποθανεῖν, θεότητα Ἰησοῦς εἰργάζετο, οὐ θνητότητα. ἤσθιεν καὶ ἔπινεν ἰδίως, οὐκ ἀποδιδοὺς τὰ βρώματα· τοσαύτη ἐν αὐτῷ ἐγκράτεια δύναμις ἦν, ὥστε μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν.
§366.4 Ὀλίγον τι ἐν ἡμῖν ἐὰν ἐγκράτεια, ἀνώτεροι ἁπάντων ἐσμέν. καὶ γὰρ ἀγγέλους ἠκούσαμεν ἀκρατεῖς γεγονέναι κατασπασθέντας οὐρανοῦ διἐπιθυμίαν. ἑάλωσαν γάρ, οὐχὶ κατέβησαν· τί γὰρ ἔπραττεν ἐκεῖ αὕτη νόσος, εἰ μή τις ἐκεῖ τοιοῦτος ὀφθαλμὸς ἦν; διὰ τοῦτο ἔφην· Ὀλίγον ἐγκράτειαν ἐὰν ἔχωμεν, καὶ τοῦ βίου μὴ ἐρασθῶμεν ἀλλʼ αἰώνων τῶν ἀνωτέρων, ἐκεῖ εὑρεθησόμεθα ὅπου ἀναπέμπομεν τὸν νοῦν· δοκεῖ γὰρ ὀφθαλμὸν εἶναι τοῦτον, τὸν τὰ ἀφανῆ ἰδεῖν δυνάμενον. καὶ γὰρ λέγεται· Νοῦς ὁρᾷ, καὶ νοῦς ἀκούει. ταῦτά σοι ὀλίγα δοκοῦντα, πολλὰ γέγραφα, ὅτι ἑκάστη λέξις νοῦς ἐστιν· καὶ οἶδα ὅτι ἀναγνοὺς αἰσθήσῃ.
§367 παρʼ ὑμῖν μῖμος, παρʼ ἡμῖν δὲ εὐλαβής, ᾔτησέ με γραφὴν πρὸς ὑμᾶς λαμπρῶς ἀκουσθῆναι.
§368 παρʼ ἡμῖν μῖμος, παρʼ ὑμῖν δὲ εὐλαβής, ἐλθὼν πρὸς ἡμᾶς ἐν εὐκταίᾳ καὶ λαμπρᾷ ἡμέρᾳ ἀπελύθη ὡς ἀληθῶς θεοπρεπῶς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up