Epitome historiarum (Vol. 1)
Editorial Preface

Εὐστόχως ἄν τις εἴποι ἐπιτωθάζων μοι, μεῖζόν σοι τοῦ ἔργου τὸ πάρεργον. ἔδει γάρ με ὡς ἀληθῶς πάλαι τῶν πραγμάτων ἀφέμενον καὶ τυρβάζεσθαι ἀποσχόμενον καὶ τοῦ μέσου μεταναστεύσαντα καὶ καθ’ ἑαυτὸν ἑλόμενον ζῆν ἀειφυγίαν τε ἑαυτοῦ καταψηφισάμενον, οὕτω τὰ καθ’ ἡμὰς οἰκονομήσαντος τοῦ ὑπὲρ ἡμᾶς, ἐπεὶ τοὺς δεσμούς μου διέρρηξε τῶν φιλτάτων στερήσας με, οἶς οἶδεν ἐκεῖνος λόγοις, ἀλγεινῶς μὲν ἐμοί, συμφερόντως δὲ πάντως, μηδὲν ἕτερον μετιέναι ἢ ὅσα ψυχὴν καταρτίζουσι καὶ καθαίρουσι τῶν ἐντακέντων αὐτῇ μολυσμάτων διὰ φαυλότητα πράξεων, καὶ ἄττα ἐξιλεοῦνται τὸ θεῖον ἐφ’ οἶς παρώργισται παρ’ ἐμοῦ, παραβεβηκότος τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, καὶ ζητεῖν οὕτω συγγνώμην ἐπὶ τοῖς πταίσμασιν. ἐγὼ δ’ ἀμελῶς πρὸς τὸ ἔργον ἐκ τῆς πρὸς τὰ καλὰ νωθρείας διατιθέμενος περὶ τὸ πάρεργον κατέτεινα τὴν σπουδήν.

Ἀλλ᾿ ἵνα τι καὶ ὑπεραπολογήσωμαι ἐμαυτοῦ, οὐκ οἴκοθεν ὡρμήθην πρὸς τὸ ἐγχείρημα, ἄνδρες δέ με φίλοι πρὸς τοῦτο παρέθηξαν, σχολάζοντα βλέποντες καὶ “χρῆσαι” λέγοντες τῇ σχολῇ πρὸς ἔργον κοινωφελές, καὶ κείσεταί σοι πρὸς τοῦ θεοῦ κἀκ τούτου ἀνταπόδομα. προσεπῆγον γὰρ ὡς οἱ περὶ τὰς ἱστορίας πονήσαντες καὶ τὰ πάλαι γενόμενα συγγραψάμενοι, οἶ μὲν διεξοδικώτερον τὰς ἄλλας τε πράξεις τῶν παλαιῶν ἀνδρῶν καὶ τὰ στρατηγήματα συγγεγράφασι, παρατάξεις διηγούμενοι καὶ συμπλοκὰς στρατευμάτων καὶ στρατοπεδείας καὶ χάρακας καὶ εἴ τι τούτοις ἑπόμενον, πρός δὲ τοῖς περιηγήσεις χωρίων καὶ δυσχωρίας ὁδῶν καὶ ὅρη προσάντη καὶ δύσβατα καὶ αὐλώνων στενοχωρίας καὶ πόλεων ὀχυρότητας καὶ πυργωμάτων ὕψη μετέωρα καὶ ὡς ἄν τις φαίη αἰθέρια· τοῖς δὲ καὶ πρὸς ἐπίδειξιν συντέθεινται τὰ συγγράμματα, ἐπιδεικνυμένοις ὅπως εἶχον περὶ τὸ γράφειν δυνάμεως καὶ διὰ τοῦτο δημηγορίας τε μεταξὺ τιθεῖσι καὶ παρεκβατικώτερον ἢ καὶ ῥητορικώτερον κεχρημένοις τῷ λόγῳ· ἐνίοις δὲ καὶ εἰς διαλόγους τὸ φιλότιμον ἐτελεύτησεν, ὥσθ’ ὁπηνίκα περί τινων ἑτεροδοξούντων καὶ σφαλλομένων περὶ τὰ ὀρθὰ συγγράφονται δόγματα, διαλέξεις ποιεῖσθαι πρὸς ἐκείνους ὡς πρὸς παρόντας, καὶ διελέγχειν αὐτῶν τῶν τὸ κακόδοξον, κἀκ τῆς ἱεράς γραφῆς τοὺς ἐλέγχους χοῦς παράγειν, ἢ καὶ Ἰουδαίοις ἀντιλέγειν, καὶ ἐθελοκακοῦντας δεικνύειν αὐτούς, εἰ μὴ τὸ καθ’ ἡμᾶς μυστήριον δέχοιντο, καὶ χρήσεσι κεχρῆσθαι προφητικαῖς, καὶ πρὸς Ἕλληνας αὖθις ἀντικαθίστασθαι, καὶ τὸν ὕθλον ἐκείνων εἰς μέσον παράγειν, καὶ καταμωκᾶσθαι τῶν μυθευομένων αὐτοῖς, καὶ τὰς αὐτῶν γραφὰς προφέρειν τῆς κακοδοξίας εἰς ἔλεγχον, ἔστι δ’ οὑ γνωμολογεῖν τε καὶ ἠθικεύεσθαι. ‘‘ταῦτα δ”’ ἔφασαν ‘τοῖς πλείοσι τῶν ἀναγινωσκόντων τὰ τῶν ἱστοριῶν ἐκείνων συγγράμματα, ἵνα μὴ λέγωμεν πᾶσιν, φορτικά τε καὶ παρέλκοντα ἥγηνται, ὅτι τε σχολῆς εἰσι δεόμενα πλείονος, καὶ ὅτι, κἂν ταύτης τύχοιεν τῶν ἐπιόντων τὰς ἱστορίας τινές, μάταιον ἐκείνοις ἀποβαίνει τὸ περὶ ταύτας πονεῖν, τῶν μακρῶν διηγημάτων τῶν περὶ παρατάξεων καὶ πολέμῶν καὶ τοῦ τῶν στρατιῶν διακόσμου καὶ τῶν λοιπῶν τῶν ὁμοίων διαφευγόντων τὴν μνήμην, τῶν δέ γε δημηγοριῶν καὶ τῶν διαλέξεων καὶ εἰς τὸ ἀνόνητον περιισταμένων τοῖς ἐπιοῦσι τὰ ἱστορούμενα. τίνι γὰρ ἔσται τις λυσιτέλεια ἔλεγον “ἐκ τοῦ γνῶναι τί μὲν ὁ δημαγωγὸς ὅδε διειλέχθη τῷ δήμῳ, τί δὲ τοῖς στρατιώταις ὁ στρατηγός, ἢ τί τοῖς πρέσβεσιν ὁ αὐτοκράτωρ ἐκεῖνος ἔφη τοῖς ἐκ Περσῶν, ἢ ἄλλος τοῖς ἐκ Κελτῶν ἢ Σκυθῶν ἢ τοῖς ἐξ Αἰγύπτου τυχὸν ἢ τοῖς ἐκ Δακῶν τε καὶ Τριβαλλῶν, τί δ’ ἕτερος τῇ συγκλήτῳ βουλῇ ἢ τῇ πληθύι τῇ δημότιδι δημηγορῶν προσωμίλησε;” τοὺς μὲν οὑν τοιαῦτα ἔλεγον τὰ τῶν ἱστοριῶν ἐκδεδωκέναι συγγράμματα, πεπλατυσμένα δηλαδὴ καὶ πρὸς τὸ φιλοτιμότερον ἀποκλίνοντα , τοὺς δὲ ἀντιθέτως ἐκείνοις διατεθῆναι περὶ τὴν τῶν ἱστοριῶν συγγραφήν, βραχθρρημοσύνῃ χρησαμένουσ, κἀντεῦθεν περὶ τὰ καίρια ζημιοῦντας τοὺς περὶ τὰ σφῶν ἐσπουδακότας συγγράμματα, ἄτε καὶ αὐτὰς τὰς καιριωτέρας τόν πράξεων τῶν ἱστορουμένων παραλελοιπότας ἀνδρῶν, ἐνίας μέντοι καὶ ἐξυμνεῖσθαι δικαίας, βράχιστα δέ τινα περὶ ἐκείνων εἰπόντας, καὶ ταῦτα μήτε τὸ ἦθος ἐκείνων ἣ τὴν φύσιν παραδηλοῦντα καὶ τὴν προαίρεσιν, μήθ’ ὅπως τῶν βασιλευσάντων ἕκαστος τῆς βασιλείας ἐκράτησε, μήθ’ ὅστις ἦν πρὸ ταύτης, μήτ’ ἐκ τίνων ἐγένετο. τινὰ δὲ τῶν συγγραμμάτων τούτων καὶ ἀφελεστέρᾳ λίαν ἐκδεδόσθαι προσετίθουν τῇ φράσει, καὶ ἰδιωτικαῖς ἐκφέρεσθαι λέξεσιν ἢ καὶ βαρβάροις ἐνίοτε, συντεθεῖσθαί τε σολοικότερον, ὥστε κἀντεῦθεν ἀηδῶς τοὺς λόγοις ὡμιληκότας πρὸς αὐτὰ διατίθεσθαι. τοιαῦτα λέγοντες καὶ οὕτω τῶν ἱστορικῶν συγγραμμάτων ὡς εἴρηται καθαπτόμενοι, πολλάκις με παρέθηγον τὰς βίβλους ἀνὰ χεῖρας λαβεῖν, καὶ παρεάσαντα τὰ πολλά, ὣν τὰ μὲν τῇ μνήμῃ προσιζάνειν διὰ τὸ πλῆθος ἀποπεφύκασι, τὰ δ’ εἰς οὐδὲν τελευτῶσιν ὀνήσιμον, τὴν δέ γε πεπλατυσμένην ἐπιτεμόντα διήγησιν σύντομον ἱστορίαν ἐκδεδωκέναι συνοπτικῶς διδάσκουσαν τοὺς ἐπιόντας τὸ σύγγραμμα τὰ καιριώτερα τῶν πεπραγμένων ἢ καὶ ἄλλως συμβεβηκότων τοῖς περὶ ὣν ἡ συγγραφὴ διαλέγεται.

Ἐκεῖνοι μὲν οὑν πρὸς τοιοῦτόν με παρεκίνουν ἀποδύσασθαι πόνημα καὶ τοιοῦδε συγγράμματος ἅψασθαι·

ἐγὼ δὲ τὸ μὲν ἀνειμένος τὴν γνώμην ὤν, εἰρήσεται γὰρ τἀληθές, καὶ ῥᾳστώνῃ συζῶν, τὸ δὲ καὶ ἀσχολίας συνορῶν τὸ πρᾶγμα δεόμενον καὶ βίβλων πολλῶν, ὤκνουν καὶ ἀνεδυόμην πρὸς τὴν ἐγχείρησιν. οἱ δέ με νύττοντες οὐκ ἀνίεσαν, καί ποτε πρὸς τοὔργον τῇ τῶν νυγμῶν συνεχείᾳ διεγηγέρκασιν. εἰ γὰρ κοιλαίνειν τὸ τῆς πέτρας σκληρὸν καὶ ἀπόκροτον ῥανίδος ἐνδελέχεια δύναται, μᾶλλον ἂν δυνήσεται λόγος ἐνδελεχὴς τὰ ὦτα θυροκοπῶν γνώμης διεγεῖραι ῥᾳστώνην καὶ ἀνειμένην προαίρεσιν. εἶτά μοι καὶ ὡς οὐδὲ πρὸς ψυχικὴν ὠφέλειαν ἀκερδὴς ὁ πόνος ἔσται καὶ ἡ περὶ τὴν συγγραφὴν ἀσχολία ἐλήλυθε λυθε κατὰ νοῦν. ἠρεμοῦντι γὰρ τῷ νοὶ· μᾶλλον εἴωθε τῆς πονηρίας ἐπιπνέειν τὰ πνεύματα, ἐνθυμήσεων τε φαύλων καὶ λογισμῶν ἄλλοτε ἄλλων ἐπεγείρειν κλυδώνια, καὶ καταβαπτίζειν αὐτὸν τῇ συνεχείᾳ τῶν προσβολῶν, καὶ ἢ πρὸς ἁμαρτίαν ὑπολισθαίνειν ποιεῖν, εἰ καὶ μὴ πράξεσιν, ἀλλά γε συγκαταθέσεσιν, ἢ C τέως ζάλην αὐτῷ πολλὴν ἐπικυμαίνειν καὶ τάραχον. εἰ δέ τισιν ὁ νοῦς ἐνησχόληται, διαφεύγειν πέφυκεν ὡς ἐπίπαν τὰς ἐκ τῶν πολλόν λογισμῶν τρικυμίας καὶ τόν πονηρῶν ἐνθυμήσεων. διά τε τοίνυν τὴν ἐκ τῶν φίλων παράθηξιν καὶ διὰ τὴν τῶν ῥυπαρῶν ἢ καὶ ματαίων λογισμῶν ἀποσόβησιν προσήγαγον ἑαυτὸν τῷ σπουδάσματι.

Οὕτω μὲν οὖν μοι ἐπιβαλεῖν ἐγένετο τῷ παρόντι συγγράμματι. εἰ δὲ μὴ διηκριβωμένην τὴν περὶ ἐκάστου τῶν ἀναγραφομένων ἱστορίαν ποιήσομαι, νέμειν μοι συγγνώμην αἰτῶ τοὺς ἐντευξομένους αὐτῇ· οὔτε γὰρ βίβλων ’ίσως μοι εὐπορῆσαι γενήσεται ὅσαι μοι χρειώδεις εἰσὶ πρὸς τὸ σύγγραμμα, παρὰ τῇ ἐσχατιᾷ ταύτῃ ποιουμένῳ νυνὶ τὴν διατριβήν, οὔτε πάντες οἱ συγγραφεῖς τῶν ἱστοριῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν συγγεγράφασιν, ἀλλ’ ἐν πολλοῖς διαφωνοῦσιν, εἴ γε μὴ ἐν τοῖς πλείοσιν. εἰ δὲ καὶ ἀκριβοῦσθαι βουλήσομαι περὶ ἑκάστου τῶν ἱστορουμένων, καὶ δηλοῦν τί μὲν ὅδε περὶ τοῦδε λέγει ὁ συγγραφεύς, τί δ’ ἕτερος περὶ τοῦ αὐτοῦ, πολύστιχον ἂν καὶ αὐτὸς τὴν περὶ ἑκάστου πραγματείαν ποιήσομαι. διὰ ταῦτά μοι παρεᾶν δέδοκται τὰ ἐφ’ οἶς ἀλλήλοις οἱ περὶ τῶν αὐτῶν συγγράψαντες ἠναντίωνται, εἰ μή τι τῶν ἄγαν εἴη σπουδαίων καὶ ὃ παραλιμπανόμενον περὶ τὰ καίρια λυμανεῖται τῇ συγγραφῇ. εἰ δ᾿ ὁ χαρακτὴρ τοῦ λόγου ποικίλλεται καὶ μὴ δι’ ὅλου ὅμοιός ἐστιν ἑαυτῷ, θαυμαζέτω μηδεὶς μηδέ τις τὸν λόγον αἰτιῷτο ἢ τὸν τούτου πατέρα με. ἐκ πολλῶν γὰρ βίβλων τὰς ἱστορίας ἐρανισάμενος, ἔν γε πολλοῖς ταῖς τῶν συγγραφέων ἐκείνων χρησαίμην ἂν συνθήκαις καὶ φράσεσιν, ἐν ὅσοις δ᾿ ἂν καὶ αὐτὸς παρῳδήσω ἢ παραφράσω, πρὸς τὸν ἐκείνων χαρακτῆρα τὴν ἰδέαν τοῦ λόγου μοι μεθαρμόσομαι, ἕνα μὴ ἀσύμφωνος αὐτὴ ἑαυτῇ δοκῇ ἡ γράφη.

Ἀλλά μοι πρὸ τῆς ἱστορίας κεφαλαιωδέστερον D εἰρήσθω τίνα τὰ ἱστορηθησόμενα, ἵν᾿ εἰδεῖεν οἱ τῷ συγγράμματι ἐντευξόμενοι ὡς πολλῶν τε καὶ τούτων ἀναγκαιοτάτων ἱστοριῶν ἐν εἰδήσει γενήσονται. περιέχεται γοῦν τῇ ἐπιτομῇ ἡ Ὀκτάτευχος καὶ ὅσα ἐν ἐκείνῃ ἱστόρηται, καὶ τῶν Βασιλειῶν αἱ βίβλοι ταύτῃ συμπεριέχονται ,- καὶ ἐπ’ αὐταῖς τὰ Παραλειπόμενα, καὶ ὅσα ὁ Ἑβραῖος Ἰώσηπος ἀρχαιολογῶν ἢ τῶν παλαιοτέρων εἶπεν ἐπέκεινα ἦι παρεκβατικώτερον ἦι καὶ ἀλλοιότερόν τι παρ’ ἐκείνους ἱστόρησε, καὶ τὰ τοῦ Ἔσδρα, τά τε τῶν αἰχμαλωσιῶν τῶν Ἑβραίων, προτέρας μὲν τῆς τῶν δέκα φυλῶν, ἣ παρὰ τοῦ Ἀσσυρίου Σαλμανασὰρ γέγονε Σαμάρειαν ἑλόντος πολιορκίᾳ καὶ τὸ ἔθνος αἰχμαλωτίσαντος καὶ πέραν Εὐφράτου ἀπαγαγόντος καὶ κατοικίσαντος, εἰς δὲ Σαμάρειαν μετοικίσαντος ἔθνη τινὰ ἃ χουθαῖοι. ἐπωνομάζοντο, εἶτα καὶ τῆς παρὰ τοῦ Ναβυχοδονόσορ ἐπενηνεγμένης τῇ Ἱερουσαλήμ, καὶ ὡς ἔρημος ἡ πόλις ἐγένετο καὶ ὁ ναὸς ἐνεπέπρηστο καὶ τὸ ἔθνος ἅπαν ἐξηνδραπόδιστο, καὶ ὡς μετὰ ἐνιαυτοὺς ἑβδομήκοντα κατὰ τὰς προρρήσεις τῶν προφητῶν ἐκκεχώρηται τῷ λαῷ ὑπὸ Κύρου τοῦ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκότος ἐπανελθεῖν εἰς Ἱερουσαλὴμ καὶ τὴν πόλιν ἀνεγεῖραι καὶ ἀνακαινίσαι τὸ ἱερόν· τίς τε ἦν ὁ Κῦρος, καὶ ὅπως τὴν Ἀσσυρίων βασιλείαν κατέλυσε, καὶ τίνες μετ’ ἐκεῖνον τῆς βασιλείας ἐκράτησαν· καὶ ὅπως καὶ παρὰ τίνων ἡ τῆς πόλεως ἐκωλύθη οἰκοδομή, κἀκ τίνος αὖθις ἡ ταύτης ἐξεχωρήθη ἀνέγερσις· καὶ περὶ Δανιὴλ τοῦ προφήτου, καὶ ὅπως ἔκρινε τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα καὶ τοῦ Βαλτάσαρ τὴν ὅρασιν, ὅτ᾿ εἶδεν ὁ βάρβαρος ἐκεῖνος τῆς χειρὸς τὸν ἀστράγαλον γράφοντα ἐν τῷ τοίχῳ, καὶ περί τινων τῶν τοῦ προφήτου ὁράσεων, ἃ πάντα μετὰ συντετμημένης ἱστόρηται ἐξηγήσεως· καὶ περὶ τῶν τριῶν παίδων καὶ τῶν εἰς αὐτοὺς ἢ δι’ αὐτῶν γεγονότων ὑπὸ θεοῦ ἐξαισίων· περί τε τῆς Ἐσθὴρ καὶ ὅπως τὸ τῶν Ἑβραίων γένος πανωλεθρίας αὕτη ἐρρύσατο· γαῖ περὶ Ἰουδίθ, ἣ τὸν Ὀλοφέρνην κατασοφισαμένη ἀνεῖλε καὶ τὴν αὐτοῦ στρατιὰν παρέδωκεν εἰς ἀπώλείαν · καὶ περὶ Τωβίτ, καὶ ὅπως ἀορασίᾳ πληγεὶς καὶ ἐξ εὐπορίας εἰς ἀκριβῆ πενίαν συνελαθεὶς αὖθις δι’ ἀγαθοεργίαν θεοῦ προνοίᾳ τετύχηκε του ὁρᾶν καὶ πλούτου δαψίλειαν ἔσχηκεν. ἀλλὰ καὶ τὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου ἐνταῦθα συντέτμηνται, μνησθείσης τῆς ἱστορίας ἀναγκαίως κἀκείνου διά τε ἄλλα καὶ ὅτι τῇ Ἰερουσαλὴμ μετὰ τὴν ἐν Ἰσσῷ τοῦ Δαρείου προτέραν ἧτταν ἐπιδεδήμηκε καὶ τὸν ἀρχιερέα διαφερόντως ἐτίμησε, καὶ ὅπως τὴν Περσῶν κατέλυσε βασιλείαν καὶ ὑφ’ ἑαυτὸν ἐποιήσατο, καὶ ὅσον ἐβασίλευσε χρόνον, καὶ ὃς εἰς τέσσαρας ἀρχὰς ἡ ἐκείνου βασιλεία θανόντος μεμέριστο· καὶ ὅσα ἐξ Ἀντιόχου τοῖς Ἰουδαίοις γέγονε τοῦ Ἐπιφανοῦς, τῶν ἐκείνου διαδόχων ἑνὸς ἀπογόνου τυγχάνοντος· καὶ ὡς οἱ Ἀσαμωναῖοι τούτῳ ἀντέστησαν καὶ τῆς ἐξ αὐτοῦ τυραννίδος τοὺς ὁμοεθνεῖς ἐλυτρώσαντο, καὶ τίνες οὗτοι, καὶ ὅπως τῶν ὁμοφύλων καὶ ἐπὶ πόσον προέστησαν· καὶ ὡς μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας τῆς ὑπ’ Ἀσσυρίων εἰς τὴν Ἰερουσαλὴμ ἐπανέλευσιν οὐκ ἦν τὸ τῶν Ἰουδαίων ἔθνος βασιλευόμενον, ἀλλ᾿ ὑπὸ τῶν ἀρχιερέων ἀρχόμενον καὶ ὅτι οἶ τῶν εἰρημένων Ἀσαμωναίων ἀπόγονοι τὴν ἀρχιερατικὴν τιμὴν μὴν περικείμενοι καὶ τὰ τοῦ ἔθνους ἰθύνοντες καὶ διάδημα ἑαυτοῖς περιέθεντο· καὶ ὅπως Ὑρκανοῦ καὶ Ἀριστοβούλου τῶν ἀδελφῶν διενεχθέντων περὶ τῆς Ἰουδαϊκῆς βασιλείας ὁ Μάγνος Πομπήιος στρατηγῶν τότε Ῥωμαίων, διαιτῆσαι μετακληθεὶς τοῖς ὁμαίμοσι, τήν τε πόλιν εἷλεν Ἱερουσαλὴμ καὶ τὸ ἔθνος τοῖς Ῥωμαίοις ὑπέταξε καὶ ὅπως Ἡρώδης ὁ Ἀντιπάτρου υἱὸς μετὰ ταῦτα τῆς τῶν Ἰουδαίων βασιλείας ἐκράτησε, καὶ τίς ἢν οὕτος καὶ ὅθεν κατήγετο καὶ ὅσα κατ’ οἶκον ἐκείνῳ συμβέβηκε καὶ μέχρι τίνος οἱ ἐξ ἐκείνου τῆς βασιλείας ἐκράτησαν· κἀκ τίνος τρόπου καὶ ἐξότου ἡγεμόνες ἐκ Ῥώμης εἰς Ἰουδαίαν ἐστέλλοντο · καὶ ὅσα περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁ Ἰώσηπος συνεγράψατο, ἀλλὰ μέντοι καὶ περὶ τοῦ βαπτιστοῦ Ἰωάννου· καὶ διὰ τίνας αἰτίας τοῦ τοῖς Ῥωμαίοις ὑπείκaν Ἰουδαῖοι ἀπέστησαν, καὶ ὅπως τὸ ἔθνος αὐτῶν ἐπολεμήθη παρὰ Ῥωμαίων, καὶ παρὰ τίνος ἡ Ἱερουσαλὴμ καὶ ὅπως ἐξεπορθήθη τὴν τελευταίαν καὶ μὴ σχοῦσαν ἀνάκλησιν πόρθησιν.

Ῥωμαίων δὲ καὶ τῆς Ῥώμης μνησθείσης τῆς ἱστορίας ἀναγκαῖόν μοι ἐνομίσθη καὶ περὶ τούτων συγγράψασθαι καὶ παραδοῦναι πόθεν τὸ τῶν Ῥωμαίων ἔθνος κἀκ τίνος ἔσχηκε τὴν ἀρχήν, καὶ παρὰ τίνων ἡ τῆς Ἰταλίας χώρα πρῴην κατῴκιστο· ὅθεν τε προήχθη Ῥωμύλος εἰς φῶς ὁ τῆς Ῥώμης γενόμενος οἰκιστής, καὶ ὅπως ἀνῃρέθη Ῥῶμος ὁ ἀδελφὸς αὐτοῦ, εἶτα κἀκεῖνος ἐγένετο ἀφανής· καὶ ὅπως πρῶτον ἡ πόλις αὕτη ἐβασιλεύθη, καὶ ἔθεσιν οἴοις καὶ ωομίμοις ἐχρήσατο· καὶ ὡς εἰς τυραννίδα τὴν βασιλείαν ὁ Σούπερβος Ταρκύνιος μεταγαγὼν καθῃρέθη, καὶ ὅσους πολέμους καὶ οἵους ἡ ῾Ρώμη διὰ τὴν ἐκείνου καθαίρεσιν ἤνεγκε· καὶ ὡς εἰς ἀριστοκρατίαν, εἶτα καὶ δημοκρατίαν μετηνέχθη ῾Ρωμαίοις τὰ πράγματα, ὑπάτων καὶ δικτατώρων, εἶτα καὶ δημάρχων τὴν τῶν κοινῶν ποιουμένων διοίκησιν· καὶ τίς μὲν ἡ ὑπατεία τὸ παλαιὸν ἦν, τίς δὲ ἡ δικτατωρεία, τί δ᾿ ἦν τὸ ἔργον τῶν τιμητῶν, καὶ πόσος ὥριστο χρόνος ἑκάστῃ τῶν ἀρχῶν τουτωνί· καὶ οἷος ἐγένετο παρ᾿ ἐκείνοις ὁ θρίαμβος, καὶ ὅθεν παρήχθη τοῦτο τὸ ὄνομα· καὶ ὅσα ἐν τοῖς καιροῖς ἐγένοντο τῶν ὑπατειῶν, εἰ καὶ μὴ πάντα, ἐνδείᾳ βίβλων τῶν ταῦτα διηγουμένων· καὶ ὅπως ὕστερον ἐκ τούτων εἰς μοναρχίαν ἡ ἀρχὴ τοῖς ῾Ρωμαίοις μετέπεσε· καὶ ὡς πρῶτος ταύτης, εἰ καὶ μὴ καθαρῶς, ὁ Γάιος Ἰούλιος Καῖσαρ μετεποιήσατο , εἶτα ἐπὶ βήματος ἀναιρεθέντος αὐτοῦ παρὰ τῶν τῆς ἐλευθερίας ἐξεχομένων ὁ Αὔγουστος Ὀκτάβιος Καῖσαρ, ἀδελφιδοῦς ὢν τοῦ ἀνῃρημένου Καίσαρος καὶ εἰσποιηθεὶς ἐκείνῳ, τοὺς φονεῖς τοῦ θετοῦ μετῆλθε πατρός, ἔχων καὶ τὸν Ἀντώνιον τοῦ ἔργου αὐτῷ συναιρόμενον, μετέπειτα δὲ κἀκείνῳ διενεχθείς, καὶ νικήσας ναυμαχίᾳ περὶ τὸ Ἄκτιον, εἶτα καὶ εἰς Ἀλεξάνδρειαν σὺν τῇ Κλεοπάτρᾳ φυγόντα ἐπικαταλαβών, εἰς τοῦτο περιέστησεν ἀνάγκης τὸν ἄνδρα ὡς διαχειρίσασθαι ἑαυτόν· ὅση τε φθορὰ τῶν ῾Ρωμαίων ἐν τοῖς ἐμφυλίοις τούτοις πολέμοις ἐγένετο, πρότερον μὲν πρὸς Βροῦτον καὶ Κάσσιον καὶ τοὺς ἄλλους ἀναιρέτας τοῦ Καίσαρος τοῦ Ὀκταβίου καὶ τοῦ Ἀντωνίου ἀντικαθισταμένων, εἶτα καὶ πρὸς ἀλλήλους μαχεσαμένων αὐτῶν· καὶ ὡς ἐζωγρήθη μὲν ἡ Κλεοπάτρα ἡ τῆς Αἰγύπτου βασίλισσα, οὖσα τῶν Πτολεμαίων ἀπόγονος, ἀνεῖλε δὲ ἑαυτὴν κἀκείνη, ὡς εἰκάσθη , ἀσπίδος δήγματι· καὶ ὅτι οὕτω μετ’ ἐπινικίων λαμπρῶν εἰς τὴν Ῥώμην ἐπανελθὼν ὁ Ὀκτάβιος τῆς αὐταρχίας ἀντεποιήσατο καὶ εἰς ἀκριβῆ μοναρχίαν τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετήνεγκε· καὶ D τίνες μετ’ αὐτὸν ἐμονάρχησαν, καὶ ὅπως ἕκαστος τῆς ἀρχῆς ἐπέβη, καὶ ὅπως καὶ ὅσον ἦρξε, καὶ οἵῳ τέλει τῆς ζωῆς συνεκύρησε· καὶ τίνες ἐπὶ τούτων μετὰ τοὺς σεπτοὺς ἀποστόλους τοὺς θρόνους ἐκόσμησαν τῶν τεσσάρων μεγάλων ἐκκλησιῶν, τῆς Ῥώμης λέγω καὶ τῆς Ἀλεξανδρείας Ἀντιοχείας τε καὶ τῆς Ἱερουσαλήμ, καὶ ὅσοι τούτων μαρτυρικοῦ τέλους κατηξιώθησαν· ὅπως τε μᾶλλον τῶν ἄλλων κατὰ Χριστιανῶν ἐξελύττησαν Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος, καὶ ὡς τὴν ἀρχὴν ἀποθέμενοι ἑτέρους ἀνθ’ ἑαυτῶν ἐχειροτόνησαν Καίσαρας, ὧν εἶς ἦν Κωνστάντιος ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ, τῆς ἀρχῆς τῶν Γαλλιῶν καὶ τῆς Βρεττανίας ἀπονεμηθείσης αὐτῷ· καὶ ὡς θνήσκων ἐκεῖνος τὸν πρωτότοκον υἱὸν ἑαυτοῦ, τοῦτον δὴ τὸν ἰσαπόστολον Κωνσταντῖνον, τῆς οἰκείας ἀρχῆς διάδοχον ἐποιήσατο· καὶ ὡς μόναρχος οὗτος κατέστη, τοὺς λοιποὺς καταγωνισάμενος, ὀφθέντος αὐτῷ τοῦ σταυρικοῦ σημείου δι’ ἀστέρων ἐν τῷ οὐρανῷ· καὶ ὡς προσεληλύθει Χριστῷ καὶ τὴν πίστιν ἐπλάτυνε, παρρησίαν δοὺς τῷ κηρύγματι, καὶ ὅπως ἐν τῷ Βυζαντίῳ πόλιν ἑαυτῷ ἐπώνυμον ᾠκοδόμησε, Νέαν Ῥώμην ὀνομάσας αὐτήν, καὶ τὴν βασιλείαν ἐκ τῆς πρεσβυτέρας Ῥώμης εἰς ταύτην μετήνεγκε· καὶ τίνες μετ’ ἐκεῖνον ἐν αὐτῇ ἐβασίλευσαν, καὶ οἶος ἕκαστος ἦν τοὺς τρόπους, ἀλλὰ μὴν καὶ τὸ σέβας, καὶ ὄσον ἐκράτησε τῆς ἀρχῆς καὶ ὅπως μετήλλαξε τὴν ζωήν· τίνες τε τῆς ἐν Κωνσταντινουπόλει προέστησαν ἐκκλησίας, καὶ ἐφ’ ὅσον ἕκαστος, καὶ τίνες αὐτῶν τοῦ ὀρθοῦ ἀντείχοντο δόγματος, τίνες δὲ γεγόνασιν ἑτερόδοξοι, καὶ ὅπως τῶν τῇδε μετελήλυθεν ἕκαστος· καὶ ἐπὶ τίνων αὐτοκρατόρων καὶ πατριαρχῶν καὶ κατὰ τίνων αἱ σύνοδοι συγκεκρότηνται. οὕτω τε κατιὼν ὁ λόγος μέχρι τῶν καθ’ ἡμᾶς γεγονότων αὐτοκρατόρων, περαίνει τὴν συγγραφήν, πολλῶν ἐν τῷ μέσῳ καὶ ἀποκρύφων ἄλλων μεμνημένος ἱστοριῶν. ἀρκτέον δέ μοι τῆς συγγραφῆς ἀρχὴν ταύτης ποιουμένῳ τὴν πρώτην ἀρχὴν τὴν τῶν ὅλων αἰτίαν τὴν ἄναρχόν τε καὶ ἄχρονον, καὶ τῶν ὑπ’ ἐκείνης παραχθέντων ἐκ τοῦ μὴ ὄντος εἰς ὑπόστασιν καὶ οὐσίωσιν τήν τε παραγωγὴν καὶ τὴν γένεσιν*).

§preface.1–pref_ducangii.29
§preface.1 Ioannis Zonarae Epitomen historiarum quum propter scriptores ab eo non solum excerptos, sed etiam ex parte conservatos, nemini liceat negligere qui illos tractet et quam apud Xenophontem, cuius Cyropaediae libro usus est optimis simillimo, Dionem Cassium, cuius imtegriorem habuit vel superstitibus in libris iis qui hodie exstant, perditorum autem nunc librorum plurima servavit, quorum nihil superest in eclogis Constantinianis, Iosephum, Plutarchum, denique LXX interpretes, sequutus sit scripturam cognoscere cupiat, mihi meae Dionis Cassii editioni paullo correctiorem etiam Zonarae adiicere editionem tanto magis consentaneum visum est quo pauciora ex eo dionis inseruissem aut superstitibus libris aut perditorum fragmentis, quippe Dionea saepe adeo cum Plutarcheis confundente ut utraque distingui ab se nequeant, quoque magis desiderari videretur quae nondum exstaret integra et satis emendata ampli operis editio. Quod qui primus Basileae apud Ioannem Oporinum a. 1557 edidit Wolfius, quamvis quinque uteretur codicibus, ii tamen omnes minus fuerunt boni, Ducangius autem in editione Parisima a. 1686 — 7 quamvis et ipse aliis quinque uteretur libris, de quibus dixit in praefatione, ex iisque multa Wolfianae editionis vitia corrigeret, omnibus tamen illis multo emendatiori non potuit uti codice eo qui post ipsius demum aetatem bibliothecae regiae est illatus.
§preface.2 Quem librum, bombycinum foliorum formae maximae 474, versuum fere 31, scriptum anno C. 1289 secundum subscriptionem: Ἐτελειώθη τὸ παρὸν βιβλίον διὰ χειρὸς ἐμοῦ του ἁμαρτωλοῦ τάχα καὶ μοναχοῦ μωκίου τοῦ ταράνη, μηνὶ ἀπριλλίῳ πεντεκαιδεκάτῃ, ἡμέρᾳ ς΄, ἰνδ. β΄ ἔτους ςψABBREVζ΄. δόξα σοι ἁγία τριὰς πάντων ἕνεκα, numeratumque 1715, et ab Fr. Haasio cum editione Parisina Ducangii comparatum, ad editionem Bonnensem a. 1841—1844 adhibuit Mauricius Pinderus, non ultra librum duodecimum progressam, ut sex ultimi adhuc desiderentur et ab me demum ex eodem prodeant codice emendati.
§preface.3 Idem alios tres memorat codices, quorum duo vix illo sint recentiores, Vindobonesem, foliorum formae maximae 478, Monacensem n. 324, bombycinum, foliorum formae maximae 553, quibus usus est ad praefationem et libros res Romanas inde a gentis primordiis usque ad Constantinum Magnum complexos, denique alterum Monacensem n. 93, chartaceum, foliorum formae maximae 546, versuum 30, inscriptum: Τοῦ Ζωναρᾶ χρονικὴ διήγησις ἀρχομένη ἀπὸ τῆς βασιλείας τοῦ μεγάλου Κωνσταντίνου. Zonaram folio 240, excipit Nicetus Choniata. καὶ ταύτην τὴν βίβλον ἐμμανουῆλος ὁμβαιβενὶς ἐκ μονεμβασίας ἐξέγραψε μετὰ τὴυ παράδοσιν τῆς ἑαυτοῦ πατρίδος.Quibus omnibus iam Wolfius erat usus, post quem Vindobonensem membranaceum, olim Budensem matthiae Corvini, nunc bibliothecae Caesareae n. 102, accuratius descripsit Kollarius Supplem. Lambecii p. 632 seq., qui ibidem p. 641, etiam alios duos memorat eiusdem bibliothecae n. 203, 204, charataceos, ab initio mutilos, seculorum quarti quintique decimi. Vaticanum membranaceum n. 136 ‘autographum pene et correctissimum, quinque propemodum seculorum’, et Palatinum Vaticanum chartaceum n. 275, ‘posterioris aeviusurpavit Nicolaus Carminius Falconius in Cassii Dionis Romanae Historiae tomo primo Neapoli 1747, ex iisque p. 5 seqq. aliquot annotavit varietates, quae partim eaedem sunt in Parisino 1715, partim ab hoc ceterisque multum discrepant. De altero v. infra p. XXX.
§preface.4 Horum librorum etsi Parisini illius non ea est bonitas quin saepe ex ceteris sit emendandus et supplendus, nedum ut pro eorum possit archetypo haberi, toties tamen meliores ceteris suppeditat scripturas, ut ego demum non solum multa ex eo receperim quae quum scriptorum a Zonara excerptorum consensu firmarentur, nulla esset ratio cur ceterorum scripturis posthaberentur, sed etiam in reliquis illum potius quam alteros duxi sequendum. Nam etiam in hoc tam recenti opere novitiorum correctorum tantam saepe licentiam arguunt libri minus boni cum illo aut Vaticano, de quo modo dixi, n. 136 comparati ut modo amplas ab iis adiectas appendices praebeant qualem abieci sub finem praefationis p. 11, modo vix vestigium servent eius quod scripserat Zonaras, ut p. 19, A, B, ubi quod ego ex illo aliisque restitui καὶ μετὰ χιλίους ἑξακοσίους πεντήκοντα καὶ ἐξ ἐνιαυτοὺς κατακλυσμὸς τῇ γῇ ἐπενήνεκτο ἐφἡμέρας τεσσαράκοντα λάβρου καταχεομένου τῆς γῆς ὑετοῦ, ὡς ὑπερβῆωαι τὸ ὕδωρ ἐπὶ πεντεκαίδεκα πήχεις τὰ τῶν ὀρῶν ὑψηλότερα, pro eo in deterioribus haec legebantur supposita: καὶ μετὰ χιλιάδα διπλῆν ἐτῶν πρὸς διακοσίοις τεσσαράκοντα καὶ δύο μέχρι καὶ αὐτοῦ τοῦ κατακλυσμοῦ. ἀνοιγέντων δὲ τῶν καταρακτῶν τοὐ οὐράνου ἡμέρας τεσσαράκοντα καὶ νύκτας, τὸ ὕδωρ ἐπὶ πήχεις πεντεκαίδεκα ὀρῶν ὑψηλότερον γέγονε. Quo correctoris sublato commento idem Zonarae numerus annorum 1656 pro 2242 restituitur, quem una cum altero memorat Eusebius Georgii Syncelli p. 84, A, B, nec dubium eundem pro numero 2656 restituendum esse Iosepho A. I. 1 3, 3, quem sequitur Zonaras, non ut crediderunt qui deteriorum scripturam swquerentur, LXX interpretes.
§preface.5 Atque etiam quae vitiosa videri possent et melius in ceteris scripta, interdum Zonarae apparet potius tribuenda esse sermoni Byzantino saepe magis quam Graeco. Velut quod vol. 1, p. 50, c, τῷ Βαρὰκ προετρέπετο κατὰ τῶν πολεμίων ἰέναι, ex eo restitui τὸν τὸν βαράκ, quum aliquoties sit apud Leonem Diaconum, ipsumque Zonaram p. 109, Α: Τοῖς Ἰσραηλίταις προυτρέπετο τὸν πατρῷον σέβειν θεόν, ετ 116 Β: Τῷ δὲ προφήτῃ Ἱερεμίᾳ εἰς Βαβυλῶνα ἀπελθεῖν προετρέπετο, ubi proxime praecedentis loci oblitus Wolfius accusativum inferebat, ut etiam p. 264, Α: Κατὰ μόνας Καῖσαρ τὸν Ἀλέξανδρον ἀπολαβὼν τὸ ἀληθὲς ἐρεῖν αὐτῷ προετρέπετο, dativus haud dubie cum illo sit coniungendus, nemo dubitabit ex illo recte fuisse receptum. Item ex eodem παρὰ pro ἐπὶ νοί. 1, p. 95, Β: Ἄγτε πόρναι ἐπὶ τῆ κρήνῃ ἐλούοντο· 173, Β: Αὐτὸς ἐπὶ τῇ κοίτῃ κατέδαρθεν, ut p. 170, D, 651 in omnibus: Παρὰ τοῖς ἐν Μηδίᾳ ἐκβατάνοις ἐδόκει τὸ τέλος αὐτὸν καταλήψεσθαι, et Michael Glycas dicit Annal. p. 147, D: Παρὰ τῇ ἄμμῳ κρύπτει αὐτόν. et Theodorus Metoch. Misc. p. 331, 11: Ψυχρολουτεῖν παρΕὐρώτᾳ, usu novitio pro ἐν vel simili praepositione. Atque sic alia ex eodem restitui libro optimo quae in ceteris imperiti sermonis eius depravaerant librarii, velut p. 408, C: Τὰς χεῖρας ὑπὸ τὰ ἱμάτια ὑποβαλεῖν pro. τὸ ἱμάτιον, ut p. 99 Β; 110, Β, cum V. et N. T. dixit διέρρηξε τὰ ἱμάτια αὐτοῦ. Nam Zonarae oratio multis aevi quo vivebat vitiis ita est depravata ut ego perpauca de hoc genere duxerim tollenda quae ne illi quidem possent tribui, velut ἀγάγομαι pro ἀγάγωμαι, ἔσεται pro eo quod alibi habet ἔσται, εἰδοῖεν pro εἰδεῖεν, θοῖεν pro θεῖεν, πολεμῷεν pro πολεμοῖεν, παραμείνοιεν pro παραμείναιεν 7 ἐπῄνησα pro ἐπῄνεσα, Νικάνωρος pro Νικάνορος, ἑστὼς pro ἑστός, κατορθωκὼς pro κατωρθωκώς, ὁλοκαύτωσε pro ὡλοκαύτωσε, συνωμοσάμενος pro συνομοσάμενος, βουληθήσομαι pro βουλήσομαι, etsi reliqui vix multo melius ἐναντιωθήσομαι pro ἐναντιώσομαι ipsumque γενηθήσομαι pro γενήσομαι. Nam etsi vix dubitandum haud pauca etiam de illis librariorum esse potius quam ipsius, satius tamen duxi non tollere nisi certissime vitiosa. Etenim qui in scribendo hanc prodit diligentiam ut ἐχέθην proprie dictum discernat ab ἐχύθην improprie dicto, nec dixit συνεχέθην ut ἐπεχέθην, Παλαιστίνη secundum grammaticorum novitiorum praeceptum a Παλαιστηνοί, eum etsi credibile est plura de vitiis quibus eius oratio nunc est contaminata, accepisse ab librariis, illisque potius quam ipsi esse tribuendam alternationem rectarum et vitiosarum formarum, ut δοίη et δῴη, ταμιεῖον et ταμεῖον, ἐγγεγυημένος et ἠγγυημένος, vel quod nihili est et ex utroque conflatum ἐνηγγύησε νοί. 1, p. 436, Α; 537, Β; — δεκαετὴς etδεκέτης , quas inter duplices formas interdum etiam libri variant, πρωιαίτερον et πρωίτερον, rursus tamen ipse in plurimis ita vacillat ut et in formis verborum sibi non constet, modo ἔγνων dicens modo ἔγνωσαν, modo ἤνεκτο modo ἐνήνεκτο, et in constructione prorsus sit dissolutus et multa talia admiserit quale hoc est vol. 1, p. 216, D: Ἐπέτρεπεν αὐτοῖς τὴν ἐν τῇ χώρᾳ διατριβήν, εἰ περιτέμνοιντο καὶ χρῶνται ἔθεσιν Ἰουδαϊκοῖς, quod scribendum videatur χρῷντο, ut χρῆσθαι θέλοιεν dicit Iosephus, nec minus inter se confundat tempora, ut aoristos cum perfectis et plusquamperfectis. Sed idem interdum meliores quam codices qui supersunt scriptorum quos describit servavit vocabulorum formas, ut Iosepho Α. I. 13, 11, 2, bis ex Zonara vol. 1, p. 218, D, restituendum esse ἄοπλος pro ἄνοπλος non dubitabit qui 6, 2, 2, etiam libros Iosephi nonnullos, et omnes 18, 3, 2 in eodem cum Zonara consentire viderit, etsi alibi omnes ἄνοπλος, pariterque ipsius Zonarae vol. 1, p. 479, Α, ut non solum Polybii aut Diodori, quibus omnibus restituendum alibi dixi ἄοπλος, sed ipsius Philodemi ex papyris Herculanensibus editi. Et quod p. 263 D, Zonaras posuit: Ὑπ᾿ αὐτουργίας δ᾿ ἐτετάχωτο, etsi est apud Iosephum 17, 12, 2, tamen quum Iosepho tribui novitium hoc verbum non possit, quod ego ex Parisino recepi ἐτετρύχωτο et Iosepho restituebat cocceius, verum foret habendum, nisi verius utroque ἐτέτρυτο praeberet Vaticanus, quod quum etiam apud Polybium 1, 11, 2 pro altero praestet Vaticanus, haud dubie restituendum Iosepho, eodem uso 18, 6 5, cuius dialectum omnemque orationem quanta licentia immutaverint librarii multae ostendunt similes librorum varietates. Sed etiam gravioribus in rebus Zonaras interdum est quum Xenophonte, ut alipuoties dixi ad illum, tum Plutarcho et losepho vel gualem Rufinus vertit, ut vol. 1, p. 240, Α, praebens pro πατέρα Α. Ι. 15, 7, 4, iam ab Spanhemio notato. dionis vero vel in superstitibus libris nonnunquam integriori usum videri codice dixi iam ad illum praef. vol. 1 p. XVIII, ut emendatiori ad Thes. Stephani in Αὐτοεντεί, quod adverbium multo recentioris Dione videtur usus, ut αὐθεντὶ est qpud Ps. Callisthenem p. 6. c. 6, 2 ed. Mülleri, quum Dio scripsissest, ut Zonaras et ipse alibi, In excerpendis vero scriptoribus, unde epitomen suam confecit, de quibus egregia est disputatio Guil. Ad. Schmidtii in Diario stud. antiq. a. 1839, n. 30 — 36, etsi quaedam peccavit, velut quod vol. 1, p. 19, 6, apud Iosephum Α. Ι. 1, 3, 6 ab uno ad alterum versum aberrans, ex eo quod apud illum est Μνασέας δὲ καὶ ἄλλοι πλείους, καὶ Νικόλαος δὲ Δαμασκηυός, finxit καὶ τὸν ἀπὸ Δαμασκοῦ Μνασέαν, rerumque quas narrat ridiculam interdum prodit imperitiam, plerumque satis fideliter reddidit sententiam potius quam verba scriptorum quos in compendium redegit, et saepe ipsa codicum vitia repetiit ita ut cavendum sit ne corrigantur quae iam ab illo corrupta essent inventa. Veluti quo e Xenophontis Cyropaediae 5, 5, 5, repetit vol. 1, p. 156, C: Λαβὼν τούς τε τῶν Περσῶν ἱππέας καὶ τοὺς Μήδους παρόντας καὶ τοὺς Ἀρμενίους, nemo non crederet scribendum πάντας, tamen non librorum Zonarae, sed Xenophontis quo uteretur codicis esse vitium ab ipso repetitum ostendunt libri meliores id ipsum praebentes, ut Λυκίαν cum melioribus 8, 6, 7, pro Λυδίαν p. 167, D, et p. 207, C, τοῖς πατρῴοις κεχρῆσθαι νόμοις, quum ibidem postea sit τὰ ἔθη τὰ πάτρια, fortasse ne apud Zonaram quidem ferendum videretur, nisi idem esset in libris Iosephi plerisque A. I. 12, 9, 7, cui hic et 15, 8, 1, ex codice Leidensi restitutum πατρίοις, ut ex Vaticano 16, 6, 3 et sine libris 116, 8, τῷ πατρίῳ κόμῳ pro πατρῴῳ, ut omnes 12, 7, 3, et 16, 1, 1, restituit Cocceius, quum in Iosephum certe non cadat utramque formam permutandi librariorum etiam apud Atticos freguens temeritas. Item ib. D, scriptura Βέρροιαν novitia pro Βέροιαν, quum haec quoque sit in libris nonnullis Iosephi, ut 221, C, Ἀκέλαος pro Λεύκουλλος, et 224, Α seq. Γαβήνιος pro Γαβίνιος, etsi sustuli Σκηπίων pro Σκιπίων 225, C, quod ei alibi reliquerunt librarii, 220, A, Διονύσιος pro Διόνυσος, D, ἑνὸς δέοντος pro δέοντα, ut recte meliores Iosephi, etsi fieri potest ut Zonarae hic libri fallant, ut alibi inter utrumque alternantes. Multo minus nomina Graeca et barbara ad rectam omnia rationem sunt revocanda, in quibus Byzantinos hos chronographos nemo ignorat haud raro ipsos esse lapsos, ut quod Zonaras vol. 1. p. 200, Β, ex Θεοδέκτου apud Iosephum finxit Θέοδεκτος pro Θεοδέκτης commune habet cum Georgio Syncello p. 272, D, etiamsi quod p. 401, C, est Σαρδόνας ἔφερε in eptum haud dubie est librarii commentum pro eo quod saepius ibidem est Σαρδόνιος, ut ipse Parisinus A interdum deteriores quam ceteri infert formas, veluti constanter exhibens βουκέφαλος vol. 1, p. 184, Β, seqq. pro Βουκεφάλας, quod quamvis constanter sit apud Ps. Callisthenem, nihilominus libri Plutarchi, Arriani et aliorum alteri ab librariis arguunt suppositum, Ἀννούβιος p. 269, Α, cum libris Iosephi pro Ἄνουβις, quum Ἀνούβιδος servet ipse p. 268, D, Ἀντωνίνα pro Ἀντωνία p. 272, Α, sqq. et alias alibi.
§preface.6 Ubi autem verbis uteretur suis, longe abfuit ab ea temeritate qua eclogarii constantiniani quos excerpserunt scriptores ita deformarunt ut nemo saepe eorum ineptias vel intelligat aut scriptorum mentem vel verba ex iis possit eruere.
§preface.7 Ita quum paucis tantum ad epitomen eius opus esse annotationibus iam Ducangius intellexerit, sicubi ipse aliquid de suo admiscens aut aliena corrumpens peccavit, et illas cum nonnullis Wolfii et meas quae ad crisin pertinent ad finem operis exhibebo, quum scriptorum quos compilavit locos iam a Pindero post Schmidtium accurate notatos in imo paginarum margine indicaverim.
§pref_ducangii.1 Ut de hisce qui nunc prodeunt Annalibus ac de eorum auctore Zonara quaedam praemittamus, hos praesertim commendat scriptoris eruditio, quae non ex iis modo colligi potest, sed etiam ex aliis quam plurimis operibus, quorum indicem huicce praefationi subiicimus, in quibus neque rerum cognitionem neque acre vel solidim iudicium, ut nec pietatem quispiam desideret. Quin etiam si natalium splendor gtestique in imperatorum palatiis magistratus existimationem aliquam scriptori conciliare possunt, quod nemo forte in dubium revocaverit, de illo praecipue qui de rebus politicis, in quibus versatus est, scribere aggreditur, eo sane celebrari poterit et ipse Zonaras: quem caeteroquin ab illo Zonara, qui sub Constantino Porphyrogenito Leonis Sapientis filio in aula nixit1), genus duxisse suadet omnino nominis similitudo. Quippe in loannis et Manuelis comneni, quibus imperantibus vixit, palatio, magni vigiliarum drungarii seu, ut Latini efferebant, vigilum praefecti ac primi a secretis gestae dignitates, inter illustriores semper habitae, magno fuisse apud imperatores loco satis arguunt. Atque ex eo, ni fallor, a theodoro Balsamone2) et a Matthaeo Blastare 3) ὑπερφυὴς indigitari solet, quod essent inter senatorias praecipuae, cum hocce epitheto senatum ac ipsos senatores donari solitos constet, uti alibi observamus1): quo quidem et nobilitas generis et magistratuum splendor exprimitur, cum, ut ait Gregorius Nazianzenus2), 2), μέγιστον εἰς εὐγενείας ἀπόδειξιν συγκλήτου μετουσία habeatur.
§pref_ducangii.2 Verum abdicatis postea palatinis curis, quo sibi in primis vacaret animaeque saluti consuleret, monachum induit, relictaque urbe imperii primaria in insulam remotiorem secessit: quod ipsemet in praefatione ad Annales testatur: quo loco in iis ut par erat conscribendis librorum defectum causatur, αὐτὸς ὑπερόριος ὢν καὶ πόρρω του ἄστεως ἐν νησῖδι ἐνδιαιτώμενος. Quae vero fuerit insulula ista tanto ab urbe spatio disparata, non promptum est assequi; sed vel inde saltem licet coniicere, venire in dubium quod tradit Audreas thevetus, scriptor caeteroquin in aliis haud certae fidei, sua aetate visum adhuc in quodam Montis Sancti (ita Athos hodie appellatur) monasterio Zonarae epitaphium hisce verbis conceptum: ΕΝΘΑΔΕ ΖΩΝΑΡΑΔ ΚΕΙΤΑΙ, nisi sub vitae extrema eo dicatur concessisse3).
§pref_ducangii.3 Utcunque de hac re sit, vix aliquot in asceterio annos exegerat, cum eum convenere amici 1) hortatique sunt ut solitarium istud otium in negotium aliquod conferret, quod et rempublicam iuvaret et aeternae vitae praemium sibi conciliaret: quod quidem maxime assequi liceret, si Historiam conscriberet, quae et resecaret supervacanea et res memoratu digniores nullo verborum ambitu in compendium quoddam contraheret. Eos Enim qui in hocce scriptiouis genere operam hactenus collocassent, rerum quas enarrant seriem fere semper interrumpere inutilibus παρεκβάσεσι seu excessibus, vel etiam descriptionibus aut concionibus, atque adeo intempestivis et quae annalibus parum conveniant de religione disputationibus, dum fidei mysteria exponunt vel haereses confutare aggrediuntur, argumentis e sacra Scriptura vel e sanctis Patribus petitis. Quibus quidem ex chronologis aliquot suggillabant, qui ea tempestate in omnium manibus versabantur, auctorem forte Chronici quod Alexandrinum vocant, Georgium Syncellum, Georgium Hamartolum, georgium Cedrenum, aliosque quorum scripta eiusmodi supervacaneis excursibus passim] scatent.
§pref_ducangii.4 Verum tametsi duas res languorem afferre nimis, otium et solitudinem, quod aiebat Tullius, persuasum haberet, apud Christianos, ac monachos in primis, pravas illas seu cogitationes (λογισμοὺς ascetici vocant) seu cupiditates, mentem a negotiis vacuam invadere solent et in peccata fere semper demergunt, avocare unicam posse occupationem, aegre tamen cessit amicorum hortatibus, cum rem esse cerneret quae librorum, quibus carebat, copiam postularet. At vellicare ii non prius destiterunt quam improbitate stimulandi ad suscipiendum opus impulissent. Victus igitur familiarium flagitationibus, et supra allatis adductus rationibus, ad Annales conscribendos se accinxit, cum in hoc secessu agens, ubi ad condendam historiam necessarii libri non suppeterent, si non omnia dicenda complecteretur, veniam a benigno lectore se impetraturum facile sibi persuaderet. In qua caeteroquin conscribenda ita est versatus, ut praecipua et quae alicuius viderentur momenti non omiserit, ‘eaque in epitomen coegerit lanta elegantia, solus ut videatur assecutus quod contra rerum naturam est, brevitas ut obscura nonquod de pontio Paulino, qui tres Suetonii libros de Regibus in compendium redegerat, dixit Ausonius1). Quidam enim sunt, ut aiebat Focas Grammaticus, qui late copioseque scripserunt, ita ut superflua interdum ubertate narrationis memoria legentium confundatur: alii dum brevitati student, admodum diffusam coarctasse materiam, ut sterili compendio nihil ad integram scientiam lectoribus conferant. Neque tamen sibi ipsi satisfecit omnino, cum quibus ad operis quod in manus sumpserat absolutionem necesse erat codicibus persaepe careret, quos cum saepius quaesisset, reperire non potuerat, seu temporum iniuria essent amissi, seu negligentius ab iis inquisiti quibus id negotii dederat2), dum ipse extorris et procul ab Urbe in parva insula vitam ageret: ex quo factum agnoscit ut consulum et dictatorum historia minus sit absoluta. Neque porro mirari debere subdit lectorem, si in iis quos conscripsit Annalibus scriptionis character ubique sibi similis non occurrat, cum aliter fieri vix queat ut qui Historiam e variis scriptoribus veluti stipem colligit, illorum et dictione et compositione in multis non utatur. Quod ita tamen confecit, ut si aliquid de suo interiecerit, id illius stilo quem sequebatur auctoris quantum fieri potuit accommodaverit, ne scriptionis ratio a sese ubique dissidere videretur: cum interim alia longe quam caeteri qui res chronologicas hactenus tractaverant, Annales suos conscriberet, res nempe quasi de suo componens et narrans, et quod laude dignum est eaque summa, non alienorum furtis plausum captans, neque tractatus integros exscribens, ut de ipso Zonara scribit Leo Allatius 1).
§pref_ducangii.5 Non defuere tamen qui censorio quodam iudicio ut minus diligentem, maxime ubi de rebus romanis agit, vellicarint atque adeo perstinxerint. ‘Omniainquit horum alter2) ‘ante Constantinum inepte et parum diligenter (de rebus Latinis loquor) explicavit.’ Sed quam sano ille iudicio effutierit vel inde patet, quod a paullo aequioribus iudicibus, iisque pereruditis, quibusvis chronologicis scriptis Annalium Zonarae pars illa quae res Latinas pertractat longe anteponatur. Nam cum in recensendis Romanorum gestis ex Dione praesertim, quem minime truncatum, ut hodie editus est, sed integrum legerat, aliisque scriptoribus qui periere temporum iniuria, hanc Historiae partem compegerit, nova fere semper et ab aliis indicta commemorat: ita ut multis in locis de verbo ad verbum Dionem exscripsisse dicatur a Guillelmo Xylandro, Fulvio Ursino, Friderico Sylburgio et Henrico Valesio, istius scriptoris eruditis interpretibus, quibus solenne est ex Zonara aut ipsum Dionem emendare aut Romanos scriptores alios illustrare: unde theodorus marcilius3) Zonaram et Xiphilinum Dionis subdigas vocat. Et certe ita de Zonara sensisse constat eundem Allatium, ‘quiait illelicet in historia post Constantinum Maganum ieiunior sit, et nonnisi obvia quaeque percurrerit, in his vero quae ante Constantinum ad mundi exordia diligentius et copiosiusNon mirum igitur si ab Alexandro Brassicano in praefatione ad Salvianum sincerae fidei historicus, et a Casaubono4) dicatur vir eruditissimus. Cedreni codici manuscripto schedam adscripsisse dicitur Wolfius, in qua observabat tractare idem argumentum quod Zonade ras, sed habere a Zonara multa de industria praetermissa, brevitatis forte studio, sed certe non praetermittenda, ita ut optione sibi data ab initio Cedrenum Zonarae praetulisset. qui, inquit Xylander1), a quo haec ex Wolfio referuntur, ad ea respexit praecipue, quae aliunde quam ex eo repeti non possunt, cum duo priores Zonarae tomi longe alioquin sint meliores ac laude digniores, quam ea quae ad Constantinum usque Magnum Cedrenus collegit. Scribit praeterea idem Wolfius2) Zonaram alias prolixiorem videri, ut in Iudaica historia, alias breviorem, ut in exterarum gentium rebus gestis, In quo quidem si qua culpa commissa est, excusationem habere videri hanc, quod ipse non ex suo ingenio deprompsit ea quae scripsit, sed ex variis auctoribus colecta in certum ordinem redegit: qui quctores inter se dissimillimi sunt. Quod autem non omnia persecutus est, non tam negligentia quam de industria fecisse.
§pref_ducangii.6 Verum, licet in iis quae post Constantinum Magnum scripsit obvia quaeque percurrere Zonaram dicat Allatius, longe aliter tamen sensisse videtur exacti vir iudicii Henricus Valesius, qui non modo auctorem sat diligentem haud semel indigitat, sed et in iis praesertim quae eiusdem Constantini familiam spectant, accuratiorem quam in caeteris, neque aliis obvia dicere observat3). Et sane quanquam in recensendis Constantinopolitanorum imperatorum gestis fusioribus forte editis commentariis versati Theophanes, Cedrenus, Scylitzes et aliquot alii, constat id Zonarae in primis consilium fuisse, ut non pleniorem quemadmodum ii Historiam, sed contractiorem atque adeo compendium conscriberet, in quo singularia quaeque et quae in re historica praecipui viderentur ponderis perstringeret. Ex quibus facile diluitur quod ait Gerardus Vossius, tum in eo maiorem curam et industriam desiderari, tum etiam maxime mirandum esse virum usque adeo experientem in sui temporis praesertim rebus pleraque perfunctorie tantum dicere, cum multa magnaque iis temporibus gesta sunt, Orientali orbe cum Occidentali quasi concurrente: adeo ut pauca sint quibus Alexii vitam perstrinxerit. Id, inquam, haud aegre refellitur ex auctoris ipsius Annalium lemmate, vel ex ipsius praefatione, in qua non historiam, sed historiae compendium scribere se profitetur; ita ut si prolixiori sui temporis res fuisset persecutus narratione, primum scriptoris officium minime observasse diceretur: cum, ut ait Plinius alter1), titulum suum legere debeat, atque identidem interrogare se quid coeperit scribere, scireque si materiae immoratur non esse longum; longissimum si aliquid accersit atque attrahit. Atque ex hacce virorum eruditorum varia de Zonarae Annalibus sententia patet quam infausta sit eorum sors qui aliquid scribere aggrediuntur, cum quibusvis ac fere iniquis hominum iudiciis et censurae ingenii foretus exponunt.
§pref_ducangii.7 Caeterum in Annalium decursu occasionem interdum captat Zonaras Graecorum suae aetatis mores vellicandi, veluti cum virorum ecclesiasticorum simoniam carpit, comatos et cincinnatos Palatinos perstringit2), et Imperatores, quod abdicato patrio vestitu barbaricum amplecterentur3). Denique in ipsos adhuc Augustos ac eorum in rebus administrandis publicis tyrannidem gravius invehitur. Nam ut Valentis mathematici4) de urbis Constantinopolitanae duratione editum sub Constantio Magno natalitium thema quodammodo tueatur, ne omnino falsum putetur, quam annos 696 duraturam praedixerat, iam olim cum scribebat Zonaras elapsos, subdit aut falsam existimandam Valentis praedictionem, aut annos illos intelligendos esse quibus instituta rei publicae ac status conservabantur, dum suus honor erat senatui, dum cives sub legitima imperii potestate florebant, non autem cum minifesta vigebat tyrannis dominorum publica sibi pro privatis vendicantium et ad suas voluptates conferentium, easque parum honestas, cum publica quibusvis donarent, nec pastorum instar subditos tractarent, nec lana supervacua detonsa, sed praedonum more oves mactando, ad medullas ipsas exsugerent.
§pref_ducangii.8 Chronici titulum huicce Zonarae historiae alscripsimus, quemadmodum Wolfius. Nam et ita laudatur a Michaele Glyca in Annalibus 1): Ζωναρᾶς ἐν τῷ χρονικῷ συντάγματι, et in altero e codicibus Regiis, in quo secunda duntaxat pars continetur, haec verba in fronte leguntur: τὸ παρὸν βιβλίον χρονογράφος ὀνομάζεται. Verum in codice Viennensi, quo usus est Wolfius, alia habetur epigraphe, hisce videlicet vocibus concepta: Ἐπιτομὴ ἱστοριῶν συλλεγεῖσα καὶ συγγραφεῖσα πάρα του σοφωτάτου μοναχοῦ τοῦ Ζωναρᾶ τοῦ γεγονότος μεγάλου δρουγγαρίου τῆς βίγλας καὶ πρωτοασηκρῆτις2). Et sane compendium historiae scribere se profitetur ipse Zonaras: ἐμοὶ δ᾿ ἐπιτομὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγματείαν θέσθαι πολύστιχον βία 3)
§pref_ducangii.9 Universum vero opus duas in partes distribuit: ac in priori quidem Historiae, quam vulgo sanctam vocant, ex sacris libris et ex Iosephi Archaeologia compendium complexus, tum res Graecorum veterum tangit, ac Romanorum deinde ad ea usque tempora historiam perducit, quibus respublica in unius administrationem seu monarchiam delapsa est. Alteram autem a triumviratu orditur, ac recensitis singulorum imperatorum gestis usque ad Alexii Comneni exitum persequitur, id est ad saeculum, quo ipse vixit, undecimum. Non solum enim loannis Comneni imperatoris Alexii filii meminit, sed et Manuele loannis filio imperante vixisse infra docemus. Caeterum haec Annalium Zonarae partitio non ex ipsa modo praefatione percipitur, sed praesertim ex verbis quibus pars prior clauditur4), atque adeo ex alterius inscriptione, quae in scriptis codicibus haec verba praefert: Ἀρχὴ τῆς περὶ τῶν αὐτοκρατόρων ἱστορίας· quibus quidem vociubus in altero ex Regiiss istae, charactere licet paulo recentiori, praefiguntur: Ἱστορίας Ζωναρᾶ τόμος δεύτερος καὶ τελευταῖος. sed praesertim alter ex Regiis, qui secundam duntaxat partem Annalium Zonarae complectitur, in primis contextus lineis hanc partitionem prorsus adstruit, in quo scriptor ita hanc orditur: Ἐξ ἀρχῆς μευ οὑν, ὡς ἐν τῇ προτέρᾳ βίβλῳ μοι προϊστόρηται, βασιλεῦσιν τῶν Ῥωμαίων etc. ubi codex alius Regius et Colberteus praeter editionem Wolfianam haec tantum habent: Ἐξ ἀρχῆς μὲν οὖν, ὡς ἱστόρηται, etc. Sed et in eiusdem codicis Regii initio haec leguntur: Ἐν προτέρᾳ βίβλῳ περιέχει τὰ Ἑβραϊκὰ καὶ τὰ περὶ Ῥωμαίων Ὑπάτων, τό δὲ τὰς τῶν αὐτοκρατόρων ἱστορίας. Quin etiam Wolfianos codices hanc Annalium Zonarae partitionem praetulisse arguit quod in fronte Zonaraei codicis a se Constantinopoli empti praefixit Ioannes Dernschwamus, et ex eo descripsit in sua Praefatione Wolfius. Ex quibus abunde colligitur hosce Annales in duos duntaxat tomos a Zonara fuisse dispertitos, non vero in tres, ut illos divisit idem Wolfius: quorum prior de rebus ludaicis ab initio mundi usque ad Hierosolymitanum excidium, alter historiam Romanam ab urbe condita usque ad Constantinum Magnum breviter complectitur, in qua tum Dionem, ut diximus, tum etiam Eutropii interpretem Paeanium, quem ad verbum saepenumero exscribit, ut obserbvatum a Scaligero1), praesertim sequitur2). Tertius denique imperatorum res gestas a Constantino Magno usque ad obitum Alexii Comneni tractat. Falsum tamen constat Dernschwamum, cum dixit priorem Annalium Zonarae partem in Hierosolymorum excidium desinere.
§pref_ducangii.10 Licet porro Wolfii divisio tolerari quodammodo possit, ut quae sacram historiamm a Romanae reipublicae, rursum paganorum a Christianorum imperatorum historia. distinguat, cum ipsius Zonarae divisioni contraria sit, satius duximus ex virorum eruditorum consilio universum hoc Annalium opus in libros 18 partiti, libros vero in sectiones, sumere ne lector iuge paveret opus. Nam ut intervalla viae fessis praestare videtur qui notat inscriptus milia crebra lapis3), ita librorum divisiones a continua lectionis assiduitate lectoris animum relaxant, cum habet ubi longo quasi itinere defatigatus consistat: praesertim etiam cum nihil auctori detrahant nec scriptionis seriem abrumpant. Adde quod id partitionis genus ad locos ex scriptoribus laudatos statim reperiendos multum conducat: unde inductum illud fere ab eruditioribus in quibusvis exemplaribus, quae continua serie absque libris vel absque capitibus describuntur. Quod quidem ita in Zonara confecimus, ut alteram partem Wolfianam a 7, tertiam vero a 13 libro, ut partem Annalium alteram secundum auctoris receptam divisionem a libro 10 auspicemur. —
§pref_ducangii.11 Caeterum non una est in mss. codicibus Zonarae Annalium descriptionis ratio, seu rerum in iis pertractarum speclentur argumenta, quae in quibusdam ex iis in marginibus, seu qui interdum, cum nova inchoatur materia, in ipso nontextu tituli apponuntur. Ac certe quoad notas istas marginales, non semper etiam eaedem in omnibus exemplaribs in quibus habentur, nec simili dictione exaratae. In quibusdam praeterea interdum plures ac crebriores quam in aliis, in quibusdam per intervalla longiuscula breviores occurrunt. in aliis denique ac antiquioribus codicibus nullae fere semper habentur. Scribit Leo Allatius in Diatriba de Georgiis, ubi de Cedreno agit21), exstare in bibliotheca Sfortiana codicem ingentem Georgii Scylitzae nomen praeferentem, licet unicos duntaxat Zonarae contineat: sed et inter codices Palatinos Romam advectos se vidisse eiusdem Zonarae historiam principio mutilam, a monarchia Romanorum incipientem, in qua, etsi notis ab historia diversis, praefixum est Γεωργίου τοῦ Σκυλίτζη. Quae quidem differt, inquit, ab edito Zonara, quod in capita divisa ubique summaria capitum exhibeat. ‘Ansubdit idem Allatiusauctor Scylitzes iste? an propterea vel fraude sua vel exscriptorum oscitantia historiae auctorseu fingitur? Unde prorsus licet coniicere haecce rerum argumenta non esse ipsius Zonarae, tum ex eo etiam quod diversis saepe concepta verbis legantur, tum quod, ut attigi, varie marginibus codicum, alibi scilicet rarius, alibi singulis ferme periodis appingantur. Quod quam inutile sit vel ex eo patet quod longe satius est quae in contextu breviter descripta habentur legere, quam in argumentis, cum totidem fere semper verbis constent. Ea qualiacunque sunt et cuiusmodi in suis codicibus invenerat Hieronymus Wolfius, in interiorem editionis suae marginem seu ad Graecam columnam edi curavit, et cum non tanti viderentur, eorum omisit interpretationem, notis aliis brevioribus Latinis ad alteram columnam pariter adscriptis, quae subinde de rerum argumentis lectorem admonerent. Harum plerasque in hac Regia edi curavimus, aliis certis ex causis reiectis, tum etiam ne, si crebrioribus eiusmodi argumentis fuscarentur libri margines, editionis prorsus Regiae venustas ac maiestas commacularetur. Atque id quidem causae fuit, ut Graeca ista argumenta in interiores margines reiicere, quod fecerat Wolfius visum non fuerit, tum quod illae in editionibus Regiis vulge hasce notas bactenus non admiserint, tum etiam quod eo sun inutiles, quod appositae latinae idem prorsus efficiant. Ne tamen Graecis argumentis fraudare lectorem videamur, ea rursum hic recudimus, aliquot in locis ex mss. codicibus auctiora, eaque secundum librorum et sectionum numeros digesta, ita ut rerum a Zonara in Annalibus descriptarum elenchi seu summarii vicem praestare possint.
§pref_ducangii.12 Quid porro postremae huic ac Regiae prorsus Ioannis Zonarae Annalium editioni accesserit, lectorem interest edocere. Graeca contulimus, maxime in locis qui dubietatem quandam praeferebant, cum quattuor codicibus Regiis et uno colberteo. Regiorum duo1) integros Annales complectuntur, praeterquam quod horum alter 2) duobus foliis initio mntilus est: tertius3) secundam Annalium partem: quartus 4) demum, isque recentiori descriptus manu, eosdem Annales ab imperio Diocletiani ad Alexium continet. Codex Colberteus 5) sat bonae notae, paucis etiam paginis initio mutilus, desinit in huiusce editionis sectionem 34 libri 12, in Maximini scilicet et Licinii imperium. Varias ex hisce codicibus excerptas lectioness in Notas subinde retulimus, nonnullis quae extra controversiam videbantur in contextum ipsum immissis1). — Annalibus denique Annotationes nostras subiecimus, [quibus etiam wolfii nonnullas immiscuit Ducangius. Utrasque nos rebus iam onutilibus liberatas, interdum etiam correctas exhibuimus.]
§pref_ducangii.13 Breve denique Chronicon, levioris forte licet momenti, Ioannis Zonarae Annalibus subiicimus, quod temporum ab Adamo ad Alexium Comnenum, quae ille persequitur, summarium quoddam contincat, cuiusmodi nonnulla alia habentur in codicibus manuscriptis bibliothecae Regiae, quae tamen in annorum characterismis non omnino ubique cum eo quod edimus conveniunt, exscriptorum, ut existimo, potius incuria, quam eorum a quibus sunt confecta. Ut tamen caeteris istud praeferrem, fecit viri in chronologicis ut et in caeteris disciplinis versatissimi Dionysii Petavii auctoritas, a quo primum editum est cum Nicephori Patriarchae Constantinopolitani Breviario historico: quod cum in regia editione eiusdem scriptoris omissum fuerit, hic rursum proponere visum est, tum maxime, ut attigimus, quod eosdem quos Zonaras annos complectatur, a mundo scilicet condito usque ad eundem Alexium.
§pref_ducangii.14 Sed priussquam huic praefationi finis imponatur, restat, quod supra sumus polliciti, aliorum Zonarae operum, quorum memoria ad nos pervenit, indicem subiicere, ut vel inde, quam singularis fuerit viri eruditio ac pietas, lector assequatur. Atque ut ab editis sumatur initium, occurrit in primis Commentarius in Canones apostolorum et Conciliorum 1) et in eepistolas canonicas2), cuius titulus ita concipitur in codicibus mss. Regiis: Ἐξήγησις τῶν ἱερῶν καὶ θείων κανόνων τῶν τε ἁγίων καὶ σεπτῶν ἀποστόλων καὶ τῶν ἱερῶν οἰκουμενικῶν συνόδων, ἀλλὰ μὴν καὶ τῶν λοιπῶν ἁγίων πατέρων, πονηθεῖσα Ἰωάννῃ μοναχῷ τῷ Ζωναρᾷ τῷ γεγονότι μεγάλῳ δρουγαρίῳ τῆς βίγλας καὶ πρωτοασηκρῆτις. In istius porro operis praefatione illud se aggressum ait non sponte, sed alterius persuasu, Manuelis forte Comncni imp., ut infra dicemus: μή τις δέ μοι καταγνοίη προπέτειαν· οὐ γὰρ ἀφἑαυτοῦ τῷ πονήματι ἐγχειρῶ, ἀλλὰ παρακληθεὶς ὑπέκυψα καὶ τῷ πόνω δέδωκα ἐμαυτὸν, ἵνα μὴ δι᾿ ἀνηκοΐαν κατακριθῶ.
§pref_ducangii.15 Λόγος πρὸς τοὺς τὴν φυσικὴν τῆς γονῆς ἐκροὴν μίασμα ἡγουμένους. Editus habetur in Iure GraccoRom. [tom. I, p. 351 — 361 et in Enimundi Bonefidii Iure orientali P. II, p. 216 — 237.]
§pref_ducangii.16 Ἰωάννου μοναχοῦ τοῦ Ζωναρᾶ, ἐκ προσώπου τῶν ἀρχιερέων, περὶ τοὐ μὴ δεῖν δύο δισεξαδέλφους τὴν αὐτὴν ἀγαγέσθαι πρὸς γάμον3). Edit. a. ν. c. Ioanne Baptista Cotelerio tom. II [p. 883] Monumentorum eccl. Gr.
§pref_ducangii.17 Laudatur a Petro Lambecio lib. III de Bibl. Caesarea pag. 39 [103 ΚοΙΙ.] eiusdem Zonarae et Nicetae Thessalonicensis Expositio canonum anastasimorum S. Ioannis Damasceni, hoc titulo: Ἰωάννου ἀσκητοῦ του Ζωναρᾶ γεγονότος μεγάλου δρουγγαρίου τῆς βίγλης καἲ πρωτασεκρῆτις ἐξήγησις τῶν ἀναστασίμων κανόνων τῶν τοῦ Δαμασκηνοῦ, cuius initium hisce verbis concipitur: Ἐπεὶ κανόνων ἑρμηνεία ἐστὶ τὸ παρὸν σύνταγμα, χρὴ καὶ περὶ αὐτὸ τὸ ὄνομα τοῦ κανόνος, καὶ τὴν τοῦ εἱρμοῦ καὶ τῆς ῴδῆς κλῆσιν, ἔτι δὲ καὶ τοῦ τροπαρίου (ἐκ τούτων γὰρ ἀπαρτίζεται κανών) ἡμᾶς. Posterioris vero expositionis titulus est hic: αὕτη ἐξήγησις των αναστασίμων κανονων του πρώτου ἤχου γαῖ του δευτέρου, ἄχρι τῆς ϛ΄ ᾠδῆς, γέγονε παρὰ ἱερωτάτου μητροπολίτου Φεσσαλονίκης κυρίου Νικήτα ἐξ αὐτοῦ τοῦ Ζωναρᾶ elc. Laudatur pariter Zonaras in canones anaslasimos Damasceni ab Allatio in Syntagmate de Georgiorum scriptis p. 417, ex quibus quaedam fragmenta edidit Iacobus Gretzerus sub initium libri V de Sancta Cruce: ct in Octaleuchum eiusdem Ioannis Damasceni Expositio pulcherrima, ab eodem Allatio in Symmictis p. 453.
§pref_ducangii.18 Servatur in bibl. Reg. Ἰωάννου μονάχου καὶ πρωτασηκρῆτις τοῦ Ζωναρᾶ κανὼν εἰς τὴν ὑπεραγίαν θεοτόκον, οὗ ἀκροστιχὶς ΥΣΤΑΤΟΣ ΗΧΟΣ ΥΣΤΑΤΟΝ ΠΛΕΚΕΙ ΜΕΛΟΣ. [ed. inn Io. Bapt. Cotelerii Ecclesiae Graecae monum. tom. III, p. 465 — 472.] Huic subduntur Νικηφόρου πατρικίου καὶ ἀνθυπάτου Μιτυληναίου στίχοι καταβάσιοι ιβ΄ εἰς τὴν ποσότητα τῶν ιβ΄ μηνῶν. μὴν Σεπτεύριος etc.
§pref_ducangii.19 Quatuor praeterea Zonarae laudantur opuscula a Leone Allatio in Diatriba de Symeonibus, scilicet
§pref_ducangii.20 λόγος εἶς τὴν σταυροπροσκύνησιν, hoc initio: Ἤρετό μέ τις πρόβλημα τῶν ἐκ πνεύματος. ἐκεῖ δὲ καὶ σωφρονῶν.
§pref_ducangii.21 Βίος του ἁγίου Σιλβέστρου, hoc initio, Οἱ μὲν σεπτοὶ καὶ θεόπται ἀπόστολοι. Proinde alia est est vita ciusdem S. Silvestri edita a Combefisio, cuius initium aliter concipitur.
§pref_ducangii.22 Υπόμνημα εἰς τὴν ὑπαπάντην τοῦ σωτῆρος, hoc initio: Πάλιν τοῖς εὐσεβέσι πανήγθρις, καὶ πάλιν μυστήριον ἔτερον. Denique
§pref_ducangii.23 Εἰς τὸν Ἱεροσολυμων Σωφρόνιον, hoc initio: Οἱ τοῖς θείοις καὶ μακαρίοις πατράσι συγγράφοντες τὰ ἐγκώμια.
§pref_ducangii.24 Laudatur etiam a Lambecio lib. IV de Bibl. Caes. p. 150[338 Κ.] opusculum aliud Zonarae, hoc titulo: Περὶ τῆς δοιμήσεως τῆς ὑπεραγίας θεοτόκου, ἐκ τῆς ἐπιστολῆς Ἰωάννου τοῦ Ζωναρᾶ, Ὅτι καὶ δίκαιοι πολλάκις, ἡνίκα τῶνδε μεθίστανται, ὀπτασίας ἁγίων τεθέανται καὶ θείων ὕμνων ἐν οὐρανοῖς αὐτήκοοι γίνονται etc. Sed haec epistola est ex iis quae sub nomine etiam Glycae circumferuntur; de quibus mox agemus.
§pref_ducangii.25 Scribit idem Lambecius lib. IV servari in eadem bibl. Caesarea anonymi cuiusdam auctoris paraphrasess 33 in totidem S. Gregorii Nazianzeni carmina, de quorum auctore nondum liquet, inquit idem Lambecius, nisi sint Nicetae Davidis Paphlagonis, quem Δαδύβρου scilicet episcopum nominatum ait David Hoeschelius 1), cuius Commentarius in S. Gegorii Nazianzeni Tetrasticha et Monosticha latine versa edita sunt ab Hercule Phaello Imolae an. 1588, vel potius Ioannis Zonarae, qui non solum S. Gregorii Nazianzeni Tetrasticha, verum etiam alia non pauca partim eiusdem partim diversi generis monumenta antiqua commentariis atque paraphrasibus suis illustravit. Vide p. 39 et 247 eius lib. IV2).
§pref_ducangii.26 Laudatur praeterea eiusdem Zonarae Lexicon, de quo ita losephus Scaliger in epistola ad Isaacum Casaubonum, quae est 48 inter Scaligerianas editasego quoque videor mihi non inutiliter Zonarae Lexicon tractare, quod est in libris soceri tui’ (Henrici Stephani) ‘si per te et affinem tuum Paulum eius usura brevis mihi ’ [Conf. ep. 46 et 50. Edidit Tittmannus Lips. 1808, cuius vid. praef. vol. 1 p. LXIV seqq., LXXII s.]
§pref_ducangii.27 Meminit denique Ioannes Pontanus in praefatione ad historiam Ioannis Cantacuzeni pocmatum Ioannis Zonarae de Processione spiritus sancti, quae a Genebrardo in latinam linguam conversa esse observat. Ea cum in omnibus fere bibliothecis exacta satis adhibita diligentia conquisierim, nec reperi nec ubi et in Genebrardi volumine edita sint ab huiusce urbis viris rescire potui1) Sic porro PontanusZonaram fuisse schismaticum testari possunt eius poemata aculeatissima de processione sancti spiritus, et alia adversus latinos composita, quae Genebrardus dum converteret, se criminationes illas omisisseQuae quidem ipsissima Pontani verba exscripsit Allatius in Creygthonum2).
§pref_ducangii.28 Enimvero praeter supra laudata Ioannis Zonarae opera circumferuntur passim in blibliothecis Epistolae dogmaticae, continentes obscruiorum sacrae Scripturae locorum explicatio nem, numero sex et quinquaginta, quarum seriem et argumenta descripsit Petrus Lambecius3); quas qudem loanni Zonarae quidam codices, alii Michaeli Glycae adscribunt, adeo ut hactenus incertum maneat utrius sint: tametsi in eam videatur concedere sententiam Leo Allatius 4) ut Glycae potius illas tribuat quam Zonarae, ubi ita scribit: ‘haec et alia Michael Glycas epistola satis prolixa ad loannicium monachum etc. Huius etiam epistolam de hac eadem ree se legisse scribit Casaubonus Exercit. in Baronium 16, n. 49, sed sub nomine Zonarae editam, quam Glycae esse codices antiqui repraesentant. Cuiusnam vero sint illae epistolae, quae sub nomine Glycae et Zonarae nomine in mss. prostant, alius erit disserendi locus.’ Utinam viri doctissimi et in re veterum libraria peritissimi exstaret super hac difficultate dissertatio, quae nos ab hac disquisitione levasset. Certe Zonarae has adscribit codex Regius, sed recentiori manu scriptus, anno scilicet mundi iuxta Graccos 6996 (Christi 1488) Ind. 6, hoc titulo: ἐπιστολαὶ κύρου Ἰωάννου Ζωναρᾶ καὶ πρωτοσυγκρίτης [sic] καὶ δρουγγαρίου τῆς βίγλης. Continct porro hic codex 45 duntaxat epistolas1) quarum prima loanni Sinaitae inscribitur, penultima vero, quae est 38 in indice Lambeciano, videtur esse Manuelis Comneni imp., scripta videlicet, ut praefert inscriptio, τῷ τιμιωτάτῳ μοναχῷ κυρίῳ Ἀλυπίῳ τῷ ἐγκλείστῳ, Εἰ χρὴ τὴν μαθηματικὴν ἐπιστήμην ἀποτρόπαιον ἡγεῖσθαι παντάπασιν. Initium vero illius est, Τὰ τῆς μαθηματικῆς etc. Atque in haecce verba desinit: ἐκ τούτων οὑν πάντων μάνθανε, ἱερὰ κεφαλὴ, ὡς εἱμαρμένη μὲν καὶ γέννησις παντάπασιν απηγόρευνται2) τὸν κατεἰκόνα καὶ γὰρ θεοῦ πλασθέντα λογικὸν αυτεξουσιον ᾶνθρωπον· οὐ γὰρ φυσικαῖς ανάγκαις ὑποκεῖσθαι καταδεξώμεθα· προγνωστικὴν δέ τινα τοῖς ἀνθρώποις ἐνδεδοξάσθαι δύναμιν, καθὰ καὶ φθάσας λόγος ὑπέδειξεν, οὐ τοσοῦτον ἀπέοικε δι᾿ ἣν αἰτίαν εἰρήκαμεν, εἰ καὶ παρὰ τῶν ἁγίων πατέρων ἐνασχολεῖσθαι τούτοις οὐ συγχωρούμεθα, ὅτι μὴ κατὰ λόγον3) ὀρθόν αὐτοῖς ἀποχρώμεθα. Istius epistolae Antapologeticum seequuitur in cod. Reg. et in Lambeciano, qui hanc Manueli omnino adscribunt, hoc titulo: Ἀωταπολογητικὸν ἐκ μέρους πρὸς τὴν ἐγχειρισθεῖσαν αὐτῷ γραφὴν τοῦ κραταιοῦ καὶ ἁγίου ἡμῶν βασιλέως κυροῦ Μανουήλ Κομνηνοῦ, τὴν ἀπολυθεῖσαν πρός τινα μοναχὸν ἐπιμεμψάμενον οὐ μικρῶς αὐτοῦ διά γε τὸ τῆς ἀστρολογίας μάθημα, καὶ φιλονεικοῦσαν τὸ τοιοῦτον συστῆσαι μάθημα φυσικαῖς καὶ γραφικαῖς ἀποδείξεσι. Tum vero illius initium hisce verbis concipitur: Τολμῶν ὑπομιμνήσκω τὸ προγεγονὸς γράμμα τῆς βασιλείας σου καὶ εἶς ἡμῶν ἤδη χεῖρας ἐληλυθέν. Καὶ ἐν πρώτοις μὲν ἀναγνοὺς καὶ περιεπτυξάμην αὐτῷ καὶ θερμῶς κατεφίλησα. Τίνος ἕνεκεν; ὅτι παναγίᾳ τῷ ὄντι καὶ ἠρεμαίᾳ φωνῇ, κατὰ μίμησιν αὐτοῦ τοῦ εἰπόντος Χριστοῦμάθετε ἀπἐμοῦ ὅτι πρᾷός εἶμι καὶ ταπεινὸς τῇ καρδίᾳ,’ πρὸς αὐτὸν ἐκεῖνον ἐποιήσατο τὴν ἀπόκρισιν τὸν4) ἀπερισκέπτως οὕτω τοῦ θεοστεφοῦς καταβούμενον κράτους σου. Μετὰ δὲ ταὐτα τὸ τοιοῦτον γράμμα ἐθαύμακα κάτα γε τὸ προσον αὐτῳ τῶν λέξεων στρυφνὸν γαῖ εὔρυθμον καὶ τὸ τῶν νοημάτων βαθὺ καἲ πυκνόν. Οἷς δὴ νοήμασι, καὶ οὐκ οἶδ᾿ ὅπως, περιπεσὼν χειροδοθῆναι πρὸ τοῦ καταπνιγῆναι τὸ τέλεον etc. Alia ex eadem epistola exscribimus in Notis ad nostrum Zonaram, ubi de Vectio Valente astronomo, qui imperante Constantino Magno vixit, agimus. Sub finem vero haec subduntur: πείθομαι οὖν καὶ τοῦτο, κράτιστε βασιλεῦ, ὡς οὐκ ἂν μοναχὸς ἐκεῖνος παύσαιτό ποτε κατηγορῶν τοῦ μαθήματος, εἴπερ εύπαράγραπτοί εἰσιν ἐπὶ τοσοῦτον οἱ καταὐτοῦ προσφερόμενοι μάρτυρες. ad calcem denique codicis Regii describuntur eorum nomina quorum auctoritatibus usus est epistolarum scriptor. Συγγράφοντες καὶ συμμάρτυρες τῆς βίβλου αὐτοί, Γρηγόριος θεολόγος, μέγας Βασίλειος, Γρηγόριος Νύσης, Ἰωάννης Χρυσορρήμων, μέγας Ἀθανάσιος, Κύριλλος, μέγας Ἐπιφάνιος, Ἀναστάσιος Σιναΐτης, Ἰωάννης Δαμασκηνός, Γρηγόριος διάλογος, Ἀνδρέας Κρήτης, Πέτρος καὶ Παῦλος οἱ ἀπόστολοι, Νικηφόρος πατριάρχης, σὺν τούτοις καὶ Μώσης καὶ Δαβίδ, κᾶέ τις φωτίζων τούτους καὶ μάρτυς άψευδὴς τὸ πνεῦμα τὸ ἅγιον. Ex hisce epistolis aliquot edidit Bonaventura Vulcanius in notis ad S. Cyrillum contra Anthropomorphitas, ex cod. quem Georgius Douza Constantinopoli attulerat, recenti et parum fida manu, ut ipse testatur, exscripto, qui loannis Zonarae nomen praeferebat. Zonarae adscribuntur praeterea istae epistolae in indice librorum graecorum ex cod. ms. Reg. 2813 1). Verum codices duo quos laudat Lambecius, quorum prior 50, aller 56 epistolas continet, michaelem Glycam auctorem praeferunt, hoc lemmate: Τοῦ σοφωτάτου καὶ λογιωτάτου κυροῦ Μιχαὴλ τοῦ Γλυκᾶ εἰς τὰς ἀπορίας τῆς θείας γραφῆς. Laudantur etiam a Gesnero sub nomine glycae, ut et ab Hoeschelio ex bibl. Augustana eodem titulo, et a lacobo Pontano, qui priores duas edidt. Sed et ad calcem codicis posterioris Caesarei haec scribuntur: Τοῦτο βιβλίον ὑπάρχει Μιχαὴλ τοῦ Γλυκᾶ. Promiscue vero hasce epistolas sub nomine Zonarae sive Glycae semper laudat allatius lib. 2 de consensu utriusque ecclesiae cap. 18, n. 17, lib. 3, cap. 15, n. 8, cap. 16, n. 24 cap. 18, n.8, et contra Creygthonem1). In quibus quidem locis quasdam ex iis integras exscripsit, ita ut, cum scribebat, scribebat, cuius essent non omnino ipsi pro indubitato haberetur. Id duntaxat constat, harum auctorem vixisse sub Manuele Comneno, tum ex Antapologetico, cuius meminimus, tum ex viris primariis aulae Constantinopolitanae, quibus aliquot inscribuntur, atque in iis Ioanne Duca magno hetaeriarcha et sebasto, cuius prae caeteris, ut alios praeteream, mentio occurrit apud Nicetam2), et Manuele Comneno sevastocratore, qui non alius est ab eo cuius pariter meminit Cinnamus3).
§pref_ducangii.29 Quando vero Glycas vixerit, ex illius Historia non promptum est assequi: tametsi Zonara posteriorem fuisse, vel certo post Zonaram scripsisse, ex eo colligimus quod illius Annales non semel laudet4). Unde illo multo esse posteriorem non desunt qui coniiciunt. Neque perinde ex Annalibus, vel ex aliis hactenus editis operibus, Ioannis Zonarae aetatem plane deprehendimus, nisi quod post imperium Ioannis conmeni vitam produxisse ipsemet videatur indicare, atque adeo vixisse Manuele imperante, a quo, ut opinor, ipse et Theodorus balsamon, tum magnae ecclesiae constantinopolitanae nomonphylax et chartophylax, deinde Antiochenus patriarcha, sunt delecti, ut sacros canones inspicerent et quae in iis obscuriora occurrerent interpretarentur, vel quae aliquatenus legibus adversari viderentur observarent; quod de se testatur Balsamon in praefatine ad expositionem nomocanonis. Quod quidem ad ipsum Zonaram referri potest, qui suos in canones commentarios non suapte, sed alterius iussu se conscripsisse prodit, uti supra observavimus, ita tamen ut Zonaras suos emiserit ante Balsamonem, a quo non semel et cum elogio is laudatur. Ex quibus saltem licet colligere sub Manuele vixisse Zonaram, atque adeo ipsum Glycam, si quidem illius sunt Epistolae de quibus agimus: quod certe suadere videtur scriptionis qua in Annalibus utitur ratio, ubi sacrae scripturae potius quam illustrandae historiae totus incumbit. Quin etiam in iis astronomos carpit et illos qui astrorum affectionibus quicquid in terra agitur adscribunt, adeo ut τοὺς τοὺς μὲν πόρνους, τοὺς δὲ μοιχοὺς, καὶ ἄλλους πάλιν φονέας καὶ ἅρπαγας efficiant1), quod et ipsum iisdem ferme verbis habetur in Antapologetico cuius supra meminimus: licet fateatur, ut et auctor Antapologetici, multa ex siderum affectionibus et signis caelestibus id quod futurum sit nos posse coniectare. Ex quibus non omnino tamen conficitur Michaelem Glycam esse auctorem Epistolarum de quibus agimus, cum trivialis et quibusvis obvia sit eiusmodi circa astrorum influxus sententia, atque adeo ipsius sit Zonarae, qui in Annalibus2) deum astra condidisse scribit, ut terrae ambitus per ea illustraretur et mensura temporis ex eorum circuitibus peteretur: non vero ut una cum motu stellarum omnia nostra circumferantur. Iam vero Manuelem imperatorem astronomiae plus quam per erat operam impendisse, et astrologorum nugas pro oraculis excepisse, testatur non uno loco Nicetas in illius vita3): quem quidem haud mirum sententiam suam in epistola ad monachum firmasse tot sacrae Scripturae et Patrum auctoritatibus, cum a Cinnamo4) divinis perinde ac humanioribus litteris admodum instructus, et bello clarus habitus, Martem et Mercurium una et simul coluisse dictur: ita ut Manueli aptari potuerit quod Calpurnius5) de Carino imperatore cecinit: utcunque tamen conspeximus ipsum longius, ac, nisi me decepit visus, in uno et Martis vultus et Apollinis esse putavi.
§pref_wolfii.1–1.6.1
§pref_wolfii.1 Wolfius de codicibus quibus usus est ita in praefatione ad Antonium Fuggerum vol. 1, p. 9 : „ Ut de conversionis aerumnis teceam, quantum difficultatis in ipsa leclione fuit? ob characteres elegantissimos illos quidem, sed lectu difficuillimos, propter affectata 1) illa scribendi compendia et τῆς καλλιγραφίας studium, unde infinita errata oriuntur, ex facili notraum mutatione: quae cum alibi non dissimiles sint, vim diversissimam habent. Unde factum ut quemadmodum Plutarchus se Latina verba ex cognitione rerum assequutum profitetur, ita ego saepe de veritate lectionis ex sensu et constructione divinare sim coactus, ratione plane Nam et verba rerum et literae verborum notae ut essent, sunt inventae. Neque tamen hac solertia me expendire potuissem, nisi plures mihi codices suppeditati fuissent: quorum tress e tua bibliotheca accepi, magnis sumptibus Constantinopoli comparatos opera industria industria egregii viri et prudentia loginquis peregrinationibus Ulyssis exemplo ac multo rerum usu parta clari, loannis Dernschwam, qui in fronte vetustissimi illius codicis haec verba scripsit: ‘Chronicon Ioannis Zonarae duobus tomis distinctum, quorum prior historiam Iudaicam potissimum ab exordio mundi usque ad Hierosolymorum excidium, alter imperatorum tam graecorum quam Romanorum res gestas usque ad Alexii Comeni obitum complectitur: anno domini 1554 Constantiopoli in Pera sive Galata(quam olim κέρας sive Cornu appellatam putant) 150 ducatis Hungaricis emi a magnifico domino Antonio Cantacuzeno: cuius familia, dum res Byzantina stetit, imperatoria fuit, nunc sub Turcico dominatu ad privatam conditionem redacta est: ab eoque rogatus sum ut hoc opus aliquando excuderetur, et impressi codicis sibi copia fieret ob Zonaram conservatum. Praeterea secundum Zonarae tomum de imperatoribus conferendi gratia ab Alexandro chartophylace triginta ducatis Hungaricis comparavi. Alium item Zonarae libellum de rebus imperii et ecclesiae a Constantino usque ad Iustinianum imperatorem ex vetusto codice trauscribendumHactenus ille. Quartum codicem, qui a Constantino Magno incipiebat, omuibus ornamentis amplissimi viri, domini et Maecenatis mei, Ioannis Iacobi Fuggeri bibliotheca instructissima suppeditavit. Denique praeter omnem spem et exspectationem meam accessit Viennensis bibliothecae codex integer, benignitate singulari clarissimi viri et senatoris regii, domini Gasparis a Nydprug etc. ultro suppeditatus: quem totum, adiutore Hieremia Martio, praeclarae indolis adolescente (cuius in hoc opere Graece Latineque exscribendo solerti et fideli opera sum usus), contuli, et multas nostri codicis lacunas explevi. Qui sicubi ambo non satisfecerunt, caeteros quoque tres inspexi, et e variis difficultatibus me quanto potui studio expedivi: quanto labore, nemo aestimabit melius quam qui ipse operis non dissimilis periculum fecerit. Si qua in diversitate illa momenti alicuius esse videbantur, ad finem operis ascripsi. Manifeste vero praetermissa aut depravata non annotavi. Cuius enim dementiae fuerit persequenda librariorum vel inscitia vel negligentia Vel perfidia et mihi et lectoribus facessere negotium ? Ut enim oculus integer candidum a nigor facile discernit, sic acuto et exercitato ingenio videre non difficile est quae lectio Vera sit, quae praetermissa, quae addita ex supervacuo, quae depravata sint.”
§pref_wolfii.2 Et in praefatione ad Castigationes et Varias lectiones in primum tomum: „ Quinque condicibus sum usus: quorum tres liberalitate magnisque sumptibus Antonii Fuggeri, opera vero loannis Dernschwam Constantinopoli sunt allati: quartum Ioannis Iacobi Fuggeri Maecenatis mei bibliotheca suppeditavit: quintum ex viennensi bibliotheca Gaspar a Nydprug senator regius ultro liberaliter communicavit: absque quo si fuisset, multae lacunae in Zonara relinquendae fuissent. Ex his duo duntaxat integri fuere: Constantinopolitanus ab Antonio Cantacuzeno Byzntii emptus et Vienuensis: reliqui tress historiam Imperatorum duntaxat habuerunt, nec eam omnes integram. Neque ullus ex his omnibus fuit, in quo non multa et depravata et mutilate essent: quae ex caeteris partim explevi partim correxi. Etsi autem in integrum omnia restituere non licuit (alicubi enim omnes noti atque amici, ut ille queritur, tur, me deseruerunt), tamen eam operam navasse videor ut lectores aliquid meis laboribus debituri et praetermissa boni consulturi sint, nisi iniqui esse velint. Nam quantae molestiae esse putas cramben non bis, sed quinquies repetitam devorare? Apparet hoc opus olim in magno fuisse pretio ac saepissime descriptum ab iis qui sententias sententias autoris sequi contenti verba eius non curiose observarint, ac potius cum illo certare voluerint paraphrasi quadam et copia elocutionis, in primo tomo praesertim: quae omnia anotare et magni laboris et supervacaneum fuisset. Quorsum enim attinet perscribere synonyma, ut pro ὁμοεθνεῖς ὁμογενεῖς, ἀπέδρα pro διέδρα, et id genus alia: in quibus vel nullum discrimen est vel adeo tenue ut et plurimorum animadvesionem effugiat et ad iis qui linguarum libertatem Grammaticorum angustis limitibus praeferunt negligatur? Atque in hac diversitate vetustissimi codicis Constantinopolitani fidem secutus sum, nisi ubi manifesti errores ab eo recedere coegerunt. Caetera quae aliquid momenti habere videbantur, nec tamen apparebat quid cui praeferendum esset: breviter annotavi, ut lectori suum iudicium esset integrum. In hoc primo tomo (libros 16 complexo) duo tantum codices, Constantinopolitanus et Viennensis, usui mihi fuerunt. Nam reliqui tres historiam Iudaicam non habebant.”
§pref_wolfii.3 [Ex Η. C. Michaelis Quaestionibus de bello Punico Primo (Nov. Act. liter. societ. RhenoTraiect. vol. 4, part. 2, p. 27 — 29.)]
§pref_wolfii.4 Zonaras quamvis aetate a Polybio et Diodoro plurimum distat, ut qui seculo XII post Ch. Constantinopoli vixit ibique honoribus functus historiam mundi ab antiquissimis temporibus usque ad alexii comneni imperatoris obitum conscripsit; tertius tamen est, cuius praeter Polybium et Diodorum, belli Punici I historia ad nos pervenit. Atque is quidem est Zonaras, qui Dionis librorum iacturam his temporibus plane resarciat. Zonaram enim Dionis Cassii unius fere semper auctoritatem sequi iam dudum viri docti animadverterunt. Quamvis autem in antiquiore historia nonnunquam et Plutarchum et alios adierit1), in bello Punico I non dubium est quin solius Dionis narrationem nobis paene reddiderit. Eclogae a Reimaro et Maio e Dionis libris editae, comparatae cum Zonarae annalibus, id perspicue docent; quibus accedit Niebuhrii auctoritas, Zonaram XX primos libros Dionis (quibus etiam bellum Punicum II continebatur) tam sedulo descripsisse contendentis, ut pars illa huius annalium, aeque ac Reimari eclogae, Dionis editioni addenda fuisset2). Idem ipsi in belli Punici I historia tractanda sumus experti.
§pref_wolfii.5 In narratione Primae Romanorum traiectionis in Siciliam Dionis fragmenta parum cohaerentia suppleri identidem possunt annalibus Zonarae3). De Regulo ambo conveniunt 4).
§pref_wolfii.6 Itaque quanti Dionis Cassii historiam huius belli, si exstaret, faceremus, tanti Zonarae annales, ut qui multum nobis ad horum temporum cognitionem contulisse 5) et Fabii praesertim praeclaram historiam1) servasse putandi sunt, faciamus necesse est. Inquirere in causam, cur Zonaras Dionem potissimum auctorem sit secutus, tum maxime esset operae pretium, si constaret Zonaram hunc historicum reliquis praetulisse. At vero ex annalium eius praefatione apparet eum historias non in urbe Constantinopoli, sed in insula quadam, a librorum subsidiis remotum, conscripsisse2). Itaque praeter Dionem et paucos alios non multa subsidia ei ad manum fuisse videntur. Quamquam haud negaverim Zonaram non tam aliorum fontium inopia quam illius, quem maxime probaret, scribendi ratione ad Dionem esse delatum. Aliorum vero librorum penuriae illud in annalibus Zonarae certum videtur indicium, quod eam Romanae historiae partem, quae hodie in Dionis libris desideratur, et iam tum interciderat, Zonaras quoque non conscripsit 3) eorumque librorum iacturam quin queratur, etsi auctorem haud nominat4), tamen non est dubitandum. Itaque corrupto iam Dionis codice usus esse videtur Zonaras: quae opinio eo mihi valde stabiliri videtur quod in copiis classibusve commemorandis nusquam militum vel navium numerum tradit; credo, quia codex in tam tenui re ubique fere esset corruptus 5). In Zonara igitur non solum ad ea, quae de Dione monuimus, animum attendere debemus, sed etiam in ducum et consulum nominibus sedulo cavere ne corruptis verbis fallamur.
§1.1.1 Θεός ἐστι μὲν ἀνενδεὴς φύσις, αὐτὴ ἑαυτῇ αὐτάρκης εἰς δόξαν καὶ εἶς κατάληψιν, οὔτε τῆς παρἑτέρων δεομένη δόξης οὔθἑτέρῳ καταληπτή, εἰ μή τις φαίη καταληπτὸν εἶναι τὸ ἄπειρον αὐτῆς καὶ τὸ ἀκατάληπτον. θεὸν δὲ λέγων πατέρα φημὶ καὶ υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, θεότης κατὰ τὸν μέγαν πατέρα τὸν θεόλογον Γρηγόριον. οὕτω δ᾿ ἔχον τὸ θεῖον πρῶτον μὲν τὰς ἀγγελικὰς οὐσιοῖ δυνάμεις καὶ οὐρανίους λειτουργούς τε καὶ ὑμνῳδοὺς τῆς ἄνω λαμπρότητος, οὐχ ὡς τούτων δεόμενον, ἀλλἵνα μὴ τῇ ἑαυτοῦ μόνον θεωρίᾳ κινοῖτο, χεθῇ δὲ καὶ ὁδεύσῃ τὸ ἀγαθόν, καὶ εὐεργεσία χωρήσῃ πρὸς πλείονας· τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος· εἶτα καὶ τόνδε τὸν κόσμον ὑφίστησι τὸν ὑλικὸν καὶ ὀρόμενον. καὶ ἐν ἀρχῇ μὲν ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. τῆς γῆς δὲ ἀορασίᾳ καλυπτομένης, ἐπεὶ καὶ σκότος ἣν καὶ ὕδωρ αὐτὴ ἐπεπόλαζε, τὸ φῶς παρήγαγεν θεός. καὶ διεχώρισε τὸ φῶς καὶ τὸ σκότος, καὶ τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος νύκτα ὠνόμασεν· οὗ τῇ ἀρχῇ ἑσπέραν, πρωὶ δὲ τῇ πρώτῃ φαύσει τῆς ἡμέρας ὄνομα ἔθετο. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία.
§1.1.2 Οἶδα μὲν οὖν ἐν τῇ Λεπτῇ Γενέσει γεγραμμένον ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ καὶ αἱ οὐράνιοι δυνάμεις πρὸ τῶν ἄλλων ὑπέστησαν παρὰ τοῦ τῶν ὅλων δημιουργοῦ, ἀλλ᾿ ὅτι μὴ ταῖς παρὰ τῶν θείων πατέρων ἐγκεκριμέναις βίβλοις τῆς Ἑβραϊκῆς σοφίας καὶ Λεπτὴ αὕτη συνηρίθμηται Γένεσις, οὐδέν τι τῶν ἐν ἐκείνῃ γεγραμμένων λογίζομαι βέβαιον, οὐδὲ τῷ λόγῳ συντίθεμαι.
§1.1.3 Εἶτα τὸ στερέωμα ὑπεστήσατο, ἐν μέσῳ τῶν ὑδάτων διατείνας αὐτό, ὥστε τὰ μὲν ἄνω αὐτοῦ ἐναποληφθῆναι, τὰ δὲ κάτω περικεχύσθαι τῇ γῇ. στερέωμα δ᾿ ἐκλήθη ὅτι στεγανὸν τὸ σῶμα τούτου, καὶ οὐ λεπτὴν οὐδ᾿ ἀραιὰν τὴν φύσιν ἔχει κατὰ τὰ ὕδατα, ἐξ ὧν τὴν σύστασιν ἔσχηκεν· καὶ οὐρανὸς ὠνομάσθη. ταῦτα ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο. ἐν δὲ τῇ τρίτῃ τὸ ὕδωρ τὸ τῆς γῆς ἅπαν καλύπτον πρόσωπον ἐκέλευσεν θεὸς συναχθῆναι, καὶ ὀφθῆναι τὴν ξηράν. καὶ λόγος ἔργον ἐγένετο καὶ κοιλότητες βαθεῖαι γενόμεναι τὰ ὕδατα εἰσεδέξαντο. καὶ τὴν μὲν γῆν ξηρὰν κατωνόμασε, θαλάσσας δὲ τὰ τῶν ὑδάτων συστήματα. κατὰ ταύτην δὲ τὴν ἡμέραν φυτά τε γῆθεν ἀνεδόθη καὶ σπέρματα. ἔδει γὰρ ἄκοσμον οὖσαν τὴν γῆν κοσμηθῆναι ταῖς πόαις καὶ τοῖς μυρίοις βλαστήμασι καὶ τοῖς ἄνθεσι καὶ τοῖς παντοίοις καρποῖς καὶ τῶν δένδρων ταῖς χάρισιν. δὲ τετάρτη ἡμέρα τὴν τῶν φωστήρων ἔσχηκε γένεσιν, ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων. καὶ τούτοις τὸν οὐρανὸν δημιουργὸς κατηγλάϊσε, καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν παραχθὲν φῶς τοῖς φωστῆρσι τούτοις ἐνέθετο, κινήσεις αὐτοῖς ἐπιτολάς τε καὶ δρόμους καὶ καταδύσεις διαταξάμενος , ἵνα τε φωτίζοιτο διαὐτόν τὸ περίγειον καὶ χρόνος ἀπαριθμοῖτο ταῖς τούτων ἀνατολαῖς καὶ ταῖς δύσεσι, καὶ σημεῖα παρέχοιντο διαὐτῶν τοῖς εὐθύτατα ταῖς αὐτῶν προσέχουσι φαύσεσι καὶ μὴ περιεργότερον καταστοχαζομένοις αὐτόν, ὡς ἂν εἴποι τις ἀκριβούμενος τὸν λόγον, ἀβέλτερον καὶ τῇ κινήσει τῶν οὐρανίων ἅπαντα δοξάζουσι συμπεριφέρεσθαι τὰ ἡμέτερα. τῇ πέμπτῃ δαὖθις τόν ἡμερῶν θεοῦ κελεύσαντος ἀνῆκε τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινά· ὣν τὰ μὲν ἐμφιλοχωροῦσι τοῖς ὕδασι καὶ τούτοις ἐννήχονται, τὰ πετεινὰ δὲ τὸν ἀέρα τέμνουσιν ἕρποντα ὥσπερ διὰ τούτου μετάρσια. κατὰ δέ γε τὴν ἕκτην ψυχὴν ζῶσαν, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία ἐξαγαγεῖν γῆ προσετέτακτο, καὶ κατὰ τὸ θεῖον ἐξῆκτο σύμπαντα πρόσταγμα. ψυχῆς δὲ ζώσης ἐξαγωγὴν γραφὴ περιέχει ποιήσασθαι κελευσθῆναι τὴν γῆν, ἕν οὕτω τῆς τοῦ ἀνθρώπου ψυχῆς ἐμφήνῃ πρὸς αὐτὴν τὸ διάφορον. μὲν γὰρ τῶν ἄλλων ζῴων γῆθεν ἐξέφυ κατὰ τὸ κέλευσμα, καὶ γεηρὰ οὔσα εἰκότως ἂν λογίζοιτο καὶ φθαρτή, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν γραφήψυχὴ παντὸς κτήνους τὸ
§1.2.1 αἷμα αὐτοῦ,” τὸ δαἷμα πάντως φθειρόμενον· τὴν δὲ τοῦ ἀνθρώπου ψυχὴν οὐχ γῆ ἀνῆκεν, ἀλλὰ τὸ θεῖον αὐτὴν τῷ Ἀδὰμ ἐνῆκεν ἐμφύσημα· διὸ καὶ χρῆμά τι θεῖον εἶναι πιστεύεται καὶ ἀθάνατον.
§1.2.2 δἕκτη τῶν ἡμερῶν καὶ τὸν ἄνθρωπον ἔσχηκε χειρὶ διαπεπλασμένον θεοῦ. προυποστήσας γὰρ ἀριστοτέχνης τὰ σύμπαντα, καὶ παραγαγὼν τὸν κόσμον ἐν τάξει τε καὶ ῥυθμῷ, διὸ καὶ κόσμος ὠνόμασται , καὶ ὡς ἐν ὑποδοχῇ βασιλέως ὥσπερ βασέλεια προετοιμάσας, αὐτὸν οὕτω παράγει τὸν ἄνθρωπον οἶά τινα βασιλέα τῶν ἐπὶ γῆς βασιλευόμενον ἄνωθεν, οὐ προστάγματι καὶ τοῦτον ὑποστησάμενος, ἀλλὰ χερσὶν αὐτὸν διαπλάσας, καὶ δημιουργίαν αὐτοῦ οὐχ ὁμοίαν τοῖς ἄλλοις πεποιηκώς, παρηλλαγμένην δὲ καὶ ἀσύγκριτον. τἄλλα μὲν γὰρ πάντα παρήχθησαν ῥήματι, δὲ καὶ αὐτουργίας ἠξίωται. χοῦν γὰρ λαβὼν ἀπὸ τῆς γῆς θεός, βίβλος φησὶ τῆς Γενἐσεως , τὸν ἄνθρωπον ἔπλασε, καὶ ἐνεφύσησεν αὐτῷ ψυχὴν ζῶσαν, διἣν καὶ κατεἰκόνα λέγεται θεοῦ γενέσθαι ἄνθρωπος. τῶν γὰρ τῇ θείᾳ φύσει οὐσιωδῶς προσόντων τινὰ ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰκονίζονται, οὐ φύσει αὐτῇ ἐνόντα, ἀλλὰ χάριτι. φύσει μὲν γὰρ τὸ θεῖον ἀόρατον καὶ ἀθάνατον, ἀκατάληπτόν τε καὶ ἄφθαρτον· ταῦτα δὲ καὶ τῇ ψυχῇ πρόσεισι κατὰ χάριν, οὐ κατὰ φύσιν. οὔτε γὰρ φύσις ταύτης καὶ οὐσία καταληπτὴ οὔτε μὴν ὁρατή, καὶ ἄφθαρτος δ᾿ ἐστὶ καὶ ἀθάνατος. καὶ ἕτερα δὲ τῆς θείας φύσεως χαρακτηριστικὰ κατὰ χάριν παρὰ τῇ ψυχῇ τεθεώρηνται. Ἀδὰμ δὲ τὸν πλασθέντα ὠνόμασε, σημαίνει δὲ τοῦτο πυρρὸν κατὰ τὴν Ἑβραίδα διάλεκτον, ὥς φησιν Ἰώσηπος, ὅτι ἐκ πυρρᾶς γῆς διεπέπλαστο· τοιαύτη γὰρ παρθένος γῆ. οὕτω δ᾿ ἐν ἒξ ἡμέραις τὸν κόσμον παραγαγὼν ἐν τῇ ἑβδόμῃ κατέπαυσε· διὸ καὶ τοῖς Ἑβραίοις ἑβδόμη τῶν ἡμερῶν ἄπρακτος εἶναι νενόμισται, ὄθεν καὶ σάββατον κέκληται· τὸ δὲ σάββατον τῶν Ἑβραίων γλῶττα λέγει ἀνάπαυσιν.
§1.2.3 Ἔθετο δὲ τὸν Ἀδὰμ θεὸς ἐν τῷ παραδείσῳ, ὅν αὐτὸς κατεφύτευσεν, ἔνθα τὸ ξύλον ἦν τῆς ζωῆς καὶ τὸ ξύλον τῆς γνώσεως, κατὰ τὸν Ἰώσηπον τῆς φρονήσεως. καὶ ἐνετείλατο αὐτῷ τῶν μὲν λοιπῶν ἀπολαύειν, ἀπέχεσθαι δὲ τοῦ ξύλου τῆς γνώσεως, θάνατον δ᾿ εἶναι πρὸ εἶπε τὸ τῆς παραβάσεως ἐπιτίμιον. ἄρδεται δὲ ποταμῷ παράδεισος, καὶ πρόεισιν ἐκεῖθεν ποταμὸς οὗτος εἰς τέσσαρα μεριζόμενος. καὶ Φεισὼν μὲν ὄνομα τῷ ἑνί· πληθὺν δὲ τοῦτο δηλοῖ· τοῖς δ᾿ Ἕλλησι Γάγγης οὗτος ὠνόμασται, τὴν Ἰνδικὴν διιὼν καὶ ἐκδιδοὺς εἰς τὸ πέλαγος. Γηὼν δὲ καλεῖται δεύτερος· σημαίνει δὲ κλῆσις τὸν ἀπὸ τῆς ἀνατολῆς ἐκδιδόμενον, ὃν Νεῖλον Ἰώσηπος λέγει προσαγορεύειν τοὺς Ἕλληνας. δἐπὶ τούτῳ Τίγρις ἐστίν, ὃν καὶ Διγλάθ καλεῖσθαί φησιν αὐτός, καὶ τὸ μετὰ στενότητος ὀξὺ ἐμφαίνεσθαι τῷ ὀνόματι. δὲ λοιπὸς Εὐφράτης ἐστὶν ἤτοι Φορά, ἄνθος σκεδασμός. καὶ ἄμφω δὲ οὗτοι εἶς τὴν Ἐρυθρὰν εἰσβάλλουσι θάλασσαν. παρίστησι δὲ τῷ Ἀδὰμ θεὸς πάντα τὰ ζῷα· ὃς ἑκάστω γένει αὐτῶν ὄνομα τίθησι. κτίζει τε τὴν γυναῖκα θεός, μίαν τῶν πλευρῶν λαβὼν ὑπνώττοντος τοῦ Ἀδάμ, καὶ προσήγαγεν αὐτὴν αὐτῷ. δὲ ἐξ ἑαυτοῦ γενομένην ταύτην ἐγνώρισε καὶ γυναῖκα ὠνόμασε· τοῖς γὰρ Ἑβραίοις Εὔα καλεῖται γυνή, κἀκείνη Εὕα ὠνόμαστο. ἦν μὲν οὑν ἀμφοῖν ἐν τῷ παραδείσῳ μακαρία διαγωγή, γυμνοῖς οὖσι τῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ. φθονοῦνται δὲ παρὰ τοῦ ὄφεως μᾶλλον παρὰ τοῦ νοητοῦ δράκοντος. καὶ πρόσεισιν ὄφις τῇ γυναικί, καὶ συμβουλεύει γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως. ὁμοφωνεῖν δὲ τότε φησὶν Ἰώσηπος τὰ ζῷα ἅπαντα. δὲ πείθεται, καὶ ἡδυνθεῖσα τῇ βρόσει πείθει καὶ τὸν ἄνδρα τοῦ καρποῦ μετασχεῖν. καὶ ἔγνωσαν γυμνοὺς ἑαυτούς, καὶ ἐκ φύλλων συκῆς ἑαυτοῖς ἐποίησαν περιζώματα, ἐκρύπτοντό τε διὰ τὴν γύμνωσιν ἀπὸ τοῦ θεοῦ Ἀδάμ τε καὶ γυνή. καὶ θεὸς τὴν αἰτίαν ἠρώτα, καὶ Ἀδὰμ τὴν γύμνωσιν προεβάλλετο καὶ τὸ αἰτίαμα προσῆπτε τῇ γυναικί· δἐξηπατῆσθαι παρὰ τοῦ ὄφεως ἔλεγεν. δὲ θεὸς τῷ ὄφει καταρασάμενος πρότερον, ποδῶν τε αὐτὸν στερήσας καὶ τὴν φωνὴν ἀφελόμενος, κατὰ τὸν Ἰώσηπον, καὶ ἰλυσπᾶσθαι κατὰ γῆς ἐπιτάξας, καὶ πολέμιον ἀποφήνας τῷ σπέρματι τῶν ἀπατηθέντων, πρὸς τὴν γυναῖκα τρέπεται, καὶ τῷ ἀνδρὶ αὐτὴν ὑποχείριον τίθησι, καὶ ταῖς ἐν τῷ τίκτειν ὠδῖσιν ἐπιτιμᾷ. εἶτα καὶ τὸν Ἀδὰμ ὑπάγει ἐπιτιμίῳ· τὸ δ᾿ ἦν πρὸς τὴν γῆν ἐξ ἧς ἐλήφθη ἀποστροφή, καὶ τὸ ἐν ἱδρῶτι τὸν ἄρτον ἐσθίειν, καὶ τὸ τὴν γῆν ἀκάνθας καὶ τριβόλους ἀνατέλλειν αὐτῷ. καὶ μετοικίζει αὐτοὺς ἐκ τοῦ παραδείσου, δερμάτινα αὐτοῖς ἐνδύματα περιθέμενος, ἴσως τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ ἀντίτυπον. ἐντεῦθεν ἡμῖν μοχθηρὰ ζωὴ καὶ ἐπώδυνος καὶ τὸ πρὸς κακίαν εὐόλισθον.
§1.3.1 Γίνονται τοίνυν παῖδες αὐτοῖς, ὧν Κάϊν μὲν πρῶτος ἦν, κτῆσιν σημαίνει τό ὄνομα, ὅτι ἐκτήσαντο ἄνθρωπον, Ἄβελ δ δεύτερος· δηλοῖ δὲ πένθος κλῆσις· ἔσεσθαι γὰρ αὐτοῖς πένθος ἔμελλε διαὐτόν. καὶ μὲν Ἄβελ νομεὺς ἦν ποιμνίου καὶ ἀρετῆς ἐπεμέλετο, δὲ Κάϊν ἐγεώργει τὴν γῆν πονηρότατος ὤν. δόξαν δὲ αὐτοῖς ἀπαρχὰς ἐκ τῶν ἰδίων πόνων προσαγαγεῖν τῷ θεῷ, μὲν Ἄβελ τὰ κρείττω τῶν πρωτοτόκων τῶν θρεμμάτων προσήνεγκε, Κάϊν δὲ τὰ τυχόντα προσηγηόχει τῶν τῆς γῆς καρπῶν. καὶ προσέσχεν θεὸς τοῖς τοῦ Ἄβελ δώροις, τῇ δὲ τού ΚάΪν οὐ προσέσχε πρόσἀγωγῇ. δὲ φθονήσας ἐπὶ τῇ προτιμήσει κτείνει τὸν ἀδελφόν, καὶ ἐπάρατος γίνεται τῷ θεῷ, καὶ στένειν καὶ τρέμειν καταδεδίκασται. ἐκβληθεὶς δὲ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν γῆ̣ Ναίδᾤκησεν, ἔνθα καὶ παῖδας ἐγείνατο. οὗτος μέτρα τε καὶ στάθμια ἐπενόησε καὶ πρῶτος ὅρους ἐπήξατο γῆς, πονηρίας καθηγητὴς χρηματίσας. καὶ πόλιν εἰς ὄνομα τοῦ πρωτοτόκου υἱοῦ αὐτοῦ Ἐνὼς ᾠκοδόμησεν. υἱὸς δὲ τοῦ Ἐνώς Γαϊδάδ, παῖς δὲ τούτου Μαουιαήλ, τοῦ δὲ Μαθουσάλα, οὗ Λάμεχ υἱός. οὗτος δύο γυναῖκας ἑαυτῷ συνοικίσας, αἷ Ἄδα καὶ Σελᾶ ὠνομάζοντο, παῖδας ἐξ ἀμφοῖν ἔσχεν ἑβδομήκοντα καὶ ἑπτά· ὧν Ἰωαβὲλ μὲν κτηνοτρόφος ἦν καὶ προβατείαν ἠγάπησεν, Ἰουβὰλ δὲ μουσικὴν ἐπενόησε καὶ κιθάραν ἐμηχανήσατο καὶ ψαλτήριον, Θόβελ δὲ γεγονὼς ἐκ Σελᾶς σιδηρεὺς ἦν ἤτοι ἐργάτης σιδήρου τε καὶ χαλκοῦ.
§1.3.2 Τῷ δὲ Ἀδὰμ μετὰ θάνατον Ἄβελ διακοσίων τριάκοντα γεγονότι ἐτῶν ἕτερος ἐγεννήθη υἱός, ὃν ἐκάλεσε Σήθ. τέθνηκε δὲ Ἀδὰμ ἔτη ζήσας ἐνακόσια καὶ τριάκοντα. Σὴθ δὲ γενόμενος ἐτῶν πέντε καὶ διακοσίων ἐγέννησε τὸν Ἐνώς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτἔστι θεὸν προσαγορεῦσαι τὸν κύριον. δώδεκα δὲ καὶ ἐνακόσια ζήσας ἔτη τὰ πάντα Σήθ, καὶ υἱοὺς καὶ θυγαΒ τέρας λιπών, ἐξέλιπεν. ὃς ἀρετὴν μετῄει καὶ μιμητὰς τοὺς ἀπογόνους κατέλειψεν· οἳ σοφίαν τὴν περὶ τὰ οὐράνια κατενόησαν, καὶ στήλαις δυσί, τῇ μὲν ἐκ λίθων, τῇ δἐκ πλίνθου πεποιημέναις, τὰ εὑρημένα ἐνέγραψαν, ἵνα καὶ τοῖς μετέπειτα σώζωνται· ἔσεσθαι γὰρ ἀφανισμὸν τοῦ παντὸς προειρήκει Ἀδὰμ ἐκ πυρός τε καὶ ὕδατος. ἐξ Ἐνώς δὲ ἐτέχθη Καϊνᾶν ἄλλοι τε υἱοὶ καὶ θυγατέρες, καὶ ἀπέθανεν ἴτη ζήσας πέντε καὶ ἐνακόσια. ἐκ δὲ Καϊνᾶν ἐξέφυ Μαλελεὴλ καὶ ἕτεροι παῖδες, καὶ τέθνηκε ζήσας ἀριθμὸν ἐτῶν ἐνακοσίων καὶ δέκα. παῖς δὲ Μαλελεὴλ Ἰάρεδ, καὶ ἕτεροι, ὃς κατέλυσε τὴν ζωὴν ἐπἔτεσιν ὀκτακοσίοις καὶ πέντε πρὸς ἐνενήκοντα. Ἰάρεδ δὲ πατὴρ τοῦ Ἐνὼχ καὶ παίδων ἐπὶ τούτῳ ἑτέρων, καὶ τέθνηκε βιώσας ἐνιαυτοὺς ἐνακοσίους καὶ ἑξήκοντα πρὸς δυσίν. υἱὸς δὲ τοῦ Ἐνὼχ Μαθουσάλα καὶ ἕτεροι. εὐηρέστησε δὲ τό κυρίῳ Ἐνὼχ καὶ μετετέθη καὶ οὐχ εὑρίσκετο, ἐτῶν γεγονὼς τριακοσίων ἐξήκοντα πέντε. παῖς δὲ τοῦ Μαθουσάλα Λάμεχ καὶ ἕτεροι, καὶ θνήσκει ζήσας ἔτη ἐνακόσια ἐξήκοντα καὶ ἐννέα. Νῶε δἐτέχθη τῷ Λάμεχ, καὶ τέθνηκε Λάμεχ ἑπτακόσια ζήσας ἔτη καὶ πεντήκοντα πρὸς
§1.4.1 τρισί. τῷ δὲ Νῶε τρεῖς ἐγένοντο παῖδες, Σῆμ’, χἄμ’, Ἰάφεθ.
§1.4.2 Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας. υἱοὺς δὲ τοῦ θεοῦ φησιν γραφὴ τοὺς ἀπογόνους τοῦ Σὴθ ὡς ἀρετὴν μετιόντας, καθὸ καὶ υἱοὺς ὑψίστου τοὺς ἐναρέτους καλεῖ· θυγατέρας δὲ τῶν ἀνθρώπων φησὶ τὰς ἐκ τῶν τοῦ Κάϊν ἀπογόνων καταγομένας. δὲ Ἰώσηπος ἀγγέλους λέγει τὰς θυγατέρας τῶν ἀνθρώπων λαβεῖν, οὕτω καλέσας, οἶμαι, αὐτοὺς ὡς εὐαρεστοῦντας θεῷ καὶ τὴν ἐκείνων πολιτείαν ἐπιτηδεύοντας. πληθυνθέντες δοἶ ἄνθρωποι πρὸς κακίαν ἀπέκλιναν· οἶς καὶ παῖδες ἐγένοντο ὑβρισταὶ καὶ ἀτάσθαλοι διὰ τὴν ἐν τῇ δυνάμει πεποίθησιν. οἶς τὸ θεῖον προσώχθισε καὶ τὸ μακρόβιον ὑπετέμετο, ἑκατὸν καὶ εἴκοσιν ἔτεσι τὴν τῶν ἀνθρώπων περιγράψας ζωήν.
§1.4.3 Νῶε δὲ εὗρε χάριν ἐναντίον τοῦ θεοῦ. διὸ καὶ εἰς θάλασσαν τῆς ἠπείρου μεταβληθείσης διἐπομβρίας πολυημέρου τε καὶ σφοδρᾶς, πᾶν μὲν τὸ ἀνθρώπινον φθείρεται γένος, Νῶε δὲ μόνος σώζεται προμηθείᾳ θεοῦ ξυλίνῃ λάρνακι, ἣν τετράγωνον κατεσκευασε, μῆκος μὲν ἔχουσαν πήχεων τριακοσίων, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα. ἐν αὐτός τε καὶ οἱ παῖδες ἐμβέβηκεν καὶ μήτηρ καὶ αἱ γυναῖκες αὐτῶν, σπέρματά τε παντοῖα ἐνθέμενος καὶ ζῷα ἐκ γένους παντὸς πρὸς διατήρησιν τῶν γενῶν αὐτῶν, ἀνὰ δύο μὲν τὰ μὴ καθαρά, ἑπτὰ δ᾿ ἐξ ἑκάστου γένους τῶν καθαρῶν. δέκατος δ᾿ ἦν Νῶε ἐκ τοῦ Ἀδὰμ ἀριθμούμενος, καὶ μετὰ χιλίους ἑξακοσίους πεντήκοντα καὶ ἓξ ἐνιαυτοὺς κατακλυσμὸς τῇ γῇ ἐπενήνεκτο ἐφἡμέρας τεσσαράκοντα λάβρου καταχεομένου τῆς γῆς ὑετοῦ, ὡς ὑπερβῆναι τὸ ὕδωρ ἐπὶ πεντεκαίδεκα πήχεις τὰ τῶν ὀρῶν ὑψηλότεραι λήξαντος δέ γε τοῦ ὑετοῦ καὶ τοῦ ὕδατος ἐλαττονουμένου μεθἡμέρας ἑκατὸν καὶ πεντήκοντα, λάρναξ ὄρει τινὶ τῆς Ἀρμενίας προσώκειλε κατὰ μῆνα τὸν ἕβδομον. ὅτε καὶ ἀνοίξας Νῶε μεθίησι κόρακα· δὲ οὐκ ἐπανῆλθε. καὶ ἡμέρας ἀφῆκε περιστεράν, πάλιν ὑπέστρεψεν. ἑπτὰ δὲ διελθουσῶν ἡμερῶν αὖθις ἀφῆκεν αὐτήν, δὲ κάρφος ἐλαίας φέρουσα ὑπενόστησε. κἀντεῦθεν ἔγνω ἐκλελοιπέναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. καὶ ἐξῆλθε Νῶε καὶ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ σὺν ταῖς αὐτῶν γυναιξὶ καὶ τὰ ζόα ὅσα ἦν μεταὐτῶν ἐν τῇ κιβωτῷ, καὶ ἔθυσε τῷ θεῷ. Ἀποβατήριον δὲ καλεῖσθαι τὸν τόπον τῆς Ἀρμενίας φησὶν Ἰώσηπος, καὶ λείψανα δείκνυσθαι τῆς λάρνακος ἐκεῖ. μεμνῆσθαι δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς κιβωτοῦ λέγει πολλοὺς τῶν τὰς βαρβαρικὰς ἱστορίας συγγραψαμένων, τὸν Χαλδαῖόν τε Βηρωσὸν καὶ Ἱερώνυμον τὸν Αἰγύπτιον, ὃς τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συνεγράψατο, καὶ τὸν ἐκ Δαμάσκου Μνασέαν. δὲ θεὸς μηκέτι ἐπαγαγεῖν τοιοῦτον πάθος τῇ γῇ ἐπηγγείλατο. ἐνετείλατο δὲ πρὸς βρῶσιν κεχρῆσθαι τοῖς ζῴοις, πλὴν κρέας ἐν αἵματι ψυχῆς μὴ ἐσθίειν, καὶ φόνου ἀνθρώπων ἀπέχεσθαι. σημεῖον δὲ τοῦ μηκέτι κατακλύσαι τὴν γῆν ἐν ὄμβρῳ τὸ τόξον ἔθετο τὸ ἐν τῇ νεφέλῃ, τὴν ἶριν διὰ τοῦ τόξου δηλῶν. Νῶε δὲ μετὰ τὸν κατακλυσμὸν βιώσας ἔτη τριακόσια καὶ πεντήκοντα θνήσκει ἐνιαυτῶν γεγονὼς ἐνακοσίων πεντήκουτα .
§1.4.4 Εἴρηται δὲ περὶ τῆς πολυετίας τῶν τότε ἀνθρώπων ἐκείνων ταῦτα τῷ Ἰωσήπῳ. μηδεὶς οὖν πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ψευδῆ νομιζέτω τὰ περὶ τῶν παλαιῶν ἱστορούμενα. οἱ μὲν γὰρ θεοφιλεῖς ὄντες καὶ ὑπαὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρόνον εἶναι εἰκότως ἔζων πλῆθος ἐτῶν τοσούτων, ἔπειτα καὶ διὰ τὴν εὐχρηστίαν ὧν ἐπενόουν, ἀστρονομίας τε καὶ γεωμετρίας, ἅπερ οὐκ ἦν αὐτοὺς ἀσφαλῶς κατανοῆσαί τε καὶ εἰπεῖν, μὴ ζήσαντας ἑξακοσίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ πληροῦται μέγας ἐνιαυτός.”
§1.5.1 Οἱ δὲ Νῶε παῖδες, Σῆμ’, χἄμ’, Ἰάφεθ, ἐκ τῶν ὀρῶν εἰς τὰς πεδιάδας κατῴκησαν. Νῶε δὲ φυτεύσας ἀμπελῶνα ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη. Χἄμδὲ τὴν γύμνωσιν ἰδὼν τοῦ πατρὸς τοῖς συγγόνοις ἀνήγγειλεν οἷον ἐπεγγελῶν τῷ πατρί. οἱ δὲ κατὰ νώτου θέμενοι τὸ ἱμάτιον τὴν πατρικὴν ἐκάλυψαν γύμνωσιν, ὀπισθοφανῶς ἰόντες καὶ μὴ προσβλέψαντες τῷ πατρί. διὸ καὶ ἀνανήψας Νῶε τοὺς μὲν εὐχαῖς ἠμείψατο, τῷ δὲ Χὰμ κατηράσατο . τὸ δὲ πεδίον, κατῴκουν οἱ υἱοὶ Νῶε, κέκληται Σεναάρ. πολλῶν δὲ γενομένων ἑκάστω παίδων καὶ εἰς γενεὰς προελθόντων ἐπληθύνθησαν οἱ τούτων ἀπόγονοι. Νεβρὼδ δέ τις τοῦ Χὰμ υἱωνός, ὃς πρῶτος γίγας ὤφθη ἐπὶ τῆς γῆς, τολμηρὸς καὶ κατὰ χεῖρα γενναῖος, τῶν ἄλλων κατάρχων εἰς τυραννίδα τὰ πράγματα περιέστησε, καὶ πύργον οἰκοδομεῖν αὐτοῖς ὑπέθετο ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου δεδομημένον. οὕτω δὲ μεμηνότας ὁρῶν αὐτοὺς θεός, ἑτερογλώσσους εἰργάσατο καὶ ἀσυνέτους τῶν παρ᾿ ἀλλήλων φωνῶν διὰ τοῦ τῶν γλωσσῶν μερισμοῦ. δὲ τόπος, ἐν τὸν πύργον ᾠκοδόμουν, νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τὴν περὶ τὴν διάλεκτον· Ἑβραῖοι γὰρ βαβὲλ καλοῦσι τὴν σύγχυσιν. σκίδνανται δὲ λοιπὸν ὑπὸ τῆς ἀλλογλωσσίας, ὡς πᾶσαν ἤπειρον καὶ νῆσον πληρωθῆναι αὐτῶν.
§1.5.2 Σκεδασθέντων δὲ τῶν ἀπογόνων τοῦ Νῶε ἐξ ἐκείνων τὰ ἔθνη συνέστησάν τε καὶ ὠνομάσθησαν. ἑπτὰ γοῦν υἱοὺς Ἰάφεθ ἐγέννησεν, οἳ ἀπὸ Ταύρου καὶ Ἀμανοῦ τῶν ὀρῶν προῆλθον, ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἕως Γαδείρων· ὧν τοῖς ὀνόμασι καὶ ἔθνη ἐπεκλήθησαν, Γομαρεῖς μὲν ἀπὸ Γάμερ, οἱ νῦν Γαλάται λεγόμενοι· Μαγώγας δὲ τοὺς ἐξ αὐτοῦ ὠνόμασεν Μαγώγ, Σκύθαι δὲ νῦν καλοῦνται. ἐκ δὲ Ἰωβὰν Ἴωνες καὶ πάντες Ἓλληνες ἐπεκλήθησαν, ἐκ Μαδαΐ δὲ Μαδαῖοι, οἳ Μῆδοι προσαγορεύονται νῦν. Θοβὲλ δὲ ΘοΒήλους τοὺς ἐξ αὐτοῦ ἐπωνόμασεν· οὗτοι δ᾿ εἰσὶν Ἴβηρες . δέ γε Μοσὸχ τοῦ γένους κατῆρξε τόν Μεσχηνῶν· Καππαδόκαι δ᾿ οὗτοι νομίζονται. Θειρᾶς δὲ Θείρας τοὺς ἐξ αὐτοῦ προσηγόρευσεν, οἳ Θρᾷκες μετωνομάσθησαν ὕστερον. ἐκ δὲ τῶν ἐκγόνων Ἰάφεθ Ἀσχανάξαι μὲν οἱ κληθέντες ῾Ρηγῆνες ἐξ Ἀσχανὰξ προήχθησαν, ῾Ριφαθαῖοι δέ, οὕτω πρὶν τοὺς Παφλαγόνας ἐκάλουν, ἐκ ῾Ριφὰθ τὸ γένος ἕλκειν πιστεύονται· καὶ Θοργαμαῖοι τὸν Θοργαμᾶ πρόγονον ἑαυτοῖς ἐπιγράφουσιν, οἳ Φρύγες μετεκλήθησαν ὕστερον. Ἐλισὰν δὲ Ἐλισαίων ἀρχηγέτης ἐγένετο, οἵπερ εἰσὶν Αἰολεῖς. καὶ Θαρσεὺς δὲ τῶν Θαρσέων ἐχρημάτισε πρόγονος· τὸ γὰρ πάλαι Θαρσεῖς ἐκαλοῦντο οἱ Κίλικες· ὅθεν καὶ τῶν παρ᾿ αὐτοῖς πόλεων ἀξιολογωτέρα Ταρσὸς καλεῖται, τοῦ θῆτα μεταβληθέντος εἰς ταῦ. οὕτως γὰρ τῷ Ἰωσήπῳ γέγραπται περὶ τῆς Ταρσοῦ. ἕτεροι δὲ τὸν Περσέα φασὶν τῇ τῶν Κιλίκων χώρᾳ ἐπιδημήσαντα καὶ πόλιν βουληθέντα κτίσαι καὶ τὸν τόπον τῆς πόλεως τοῖς οἰκοδόμοις δεικνύοντα τῷ ταρσῷ τοῦ ποδὸς πατάξαι τὴν γῆν, κἀντεῦθεν ἐπικληθῆναι τὴν πόλιν Ταρσόν. Χέθιμα δὲ τὴν νῆσον συνῴκισεν Χεθίμ· Κύπρος αὕτη ἐστί, παρ᾿ Ἑλλήνων οὕτω κληθεῖσα διὰ τὴν παρ᾿ αὐτοῖς θεὸν τὴν Ἀφροδίτην, ἣν Κύπριν προσαγορεύουσιν.
§1.5.3 Οἱ δέ γε παῖδες τοῦ Χὰμ τὴν ἀπὸ Συρίας καὶ Ἀμανοῦ καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, καὶ ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο μέχρις ὠκεανοῦ κατειλήφασι. καὶ προήλθοσαν ἐκ μὲν Χοῦς Χουσαῖοι · Αἰθίοπες οὗτοί εἰσι. Μεσρὲμ δὲ Μεστραίων προπάτωρ ἐγένετο· οὕτω δὲ καλοῦνται οἱ Αἰγύπτιοι, καὶ τῆς Αἰγύπτου χώρα Μεστρὴν ὀνομάζεται. Φοὑτ δὲ τὴν Λιβύην κατῴκησε, καὶ Φούτους τοὺς τῆς χώρας ἐκάλεσε, Φούτην δὲ τὴν χώραν αὐτήν. μετεβλήθη δ᾿ κλῆσις αὐτῆς μετέπειτα εἰς Λιβύην ἐκ Λίβυος υἱοῦ Μεσρέμ. Χαναὰν δὲ τὴν κληθεῖσαν ὕστερον Ἰουδαίαν συνοικίσας Χαναναίαν αὐτὴν προσηγόρευσε καὶ Χαναναίους τοὺς ἐξ αὐτῆς. οἱ δὲ Μεσρὲμ παῖδες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου κατέσχον γῆν. μόνου δὲ Φιλιστιεὶμ τὴν ἐπωνυμίαν διεφύλαξεν ἐκείνου μερίς, ἣν Παλαιστίνην Ἓλληνες ὠνομάκασιν. Σιδώνιος δὲ πρωτότοκος παῖς Χαναὰν ἐν Φοινίκῃ πόλιν ἀνέστησε, Σιδῶνα καλέσας αὐτήν. Ἀμαθὶ δὲ Ἀμάθην ἔκτισε πόλιν, ἣν Μακεδόνες ἀφ᾿ ἑνὸς τῶν Πτολεμαίων Ἐπιφανοῦς λεγομένου Ἐπιφάνειαν μετωνόμασαν.
§1.5.4 Σὴν δὲ τῷ υἱῷ Νῶε πέντε τίκτονται παῖδες, οἳ τὴν μέχρις ὠκεανοῦ τοῦ κατ᾿ Ἰνδίαν οἰκοῦσιν Ἀσίαν, ἀπ᾿ Εὐφράτου ἀρξάμενοι. Ἐλὰμ μὲν οὖν Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν, Ἀσοὺρ δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπ᾿ αὐτὸν Ἀσσυρίους ὠνόμασε, καὶ Ἀρφαξὰδ Χαλδαίων προπάτωρ ἦν, Ἀρὰμ δὲ τοὺς Σύρους κληθέντας ὕστερον Ἀραμαίους ἐξ ἑαυτοῦ προσηγόρευσεν, Λοὺδ δὲ Λούδους προήγαγεν, οἳ Λυδοὶ μετέπειτα προσερρήθησαν. τῶν δὲ υἱῶν Ἀρὰμ τεσσάρων ὄντων μὲν τὴν Τραχωνῖτιν οἰκίζει καὶ τὴν Δαμασκόν, μέση δ᾿ ἐστὶ Παλαιστίνης καὶ Κοίλης Συρίας, δὲ Ἀρμενίαν, Βακτριανοὺς δὲ ἕτερος. τοῦ Ἀρφαξὰδ δὲ υἱὸς Καϊνᾶν, παῖς Καϊνᾶν Σαλά. οὗτος δὲ πατὴρ Ἕβερ. Ἕβερ δ᾿ ἔτεκε τὸν Φαλέκ, οὕτω κληθέντα διὰ τὸν τῆς γῆς μερισμόν· ὅτε γὰρ διαίρεσις γέγονε τῶν τότε ἀνθρώπων, καὶ τῆς γῆς μερισμὸς τότε ἐτέχθη· φάλεκ γὰρ Ἑβραῖοι τὸν μερισμὸν ὀνομάζουσιν. Ἑβραῖοι δὲ τὸ ἔθνος ἐκ τοῦ Ἕβερ ἀρχῆθεν ἐκλήθη. τοῦ Φαλὲκ δὲ υἱὸς ῾Ραγαῦ, δὲ ῾Ραγαῦ πατὴρ τοῦ Σερούχ, οὗτος δ᾿ ἔτεκε τὸν Ναχώρ , ἐκ Ναχώρ δὲ Θάρρα προῆλθε, Θάρρα δὲ Ἀβραάμ.
§1.6.1 Τοῦ δὲ τῶν Ἐβραίων γένους προπάτωρ καὶ πατριάρχης τῶν αὐτοῦ πατριῶν μέγας οὗτος γέγονεν Ἀβραάμ, ὃς Χαλδαῖος μὲν ἦν τὸ γένος, δέκατος ἀπὸ Νῶε γενόμενος, διακοσίων ἐτῶν καὶ ἐνενήκοντα πρὸς δυσὶ διεληλυθότων ἐξ ὅτου τὴν γῆν ἅπασαν θεὸς ἐπομβρίᾳ κατέκλυσεν. οὗτος προγόνων ὢν ἀσεβῶν πρῶτος ἔγνω θεὸν ἕνα τὸν τῶν ὅλων δημιουργόν, ἐκ τῶν ποιημάτων καταλαβὼν τὸν ποιητήν, καὶ τούτῳ μόνῳ τὴν τιμὴν ἀπονέμειν δεῖν ἔλεγε. στασιασάντων δὲ διὰ ταῦτα πρὸς αὐτὸν τῶν Χαλδαίων μετῴκησεν ἐκεῖθεν, τοῦ γνωσθέντος αὐτῷ κελεύσει θεοῦ, καὶ τὴν Χαναναίαν ἔσχηκε γῆν. λιμοῦ δὲ τὴν Χαναναίαν πιέζοντος μεταναστεύει εἰς Αἴγυπτον. καὶ θαυμασθεὶς ἐπὶ συνέσει, τὴν ἀριθμητικὴν τοῖς Αἰγυπτίοις καὶ τὰ περὶ ἀστρονομίας ἀμαθῶς τούτων ἔχουσι παραδίδωσιν. ἐκ Χαλδαίων δὲ λέγεται φοιτῆσαι ταύτα πρὸς Αἴγυπτον κἀκεῖθεν εἰς Ἕλληνας. Ἀσσυρίων δ᾿ ἐπελθόντων τοῖς Σοδομίταις, οἶς συνῴκει καὶ Λὼτ ἀδελφόπαις ὢν Ἀβραὰμ τῆς Σάρρας τε ἀδελφός, καὶ πολλῶν μὲν πεσόντων Σοδομιτῶν, αἰχμαλωτισθέντων δὲ τῶν λοιπῶν, καὶ Λὼτ τοῖς Σοδομίταις συνῃχμαλώτευτο. μαθὼν Ἀβραὰμ σὺν τριακοσίοις ὀκτωκαίδεκα οἱκέταις αὐτοῦ καὶ φίλοις τρισὶ C κατεδίωξεν ὀπίσω τῶν Ἀσσυρίων, καὶ τούς τε Σοδομίτας ἔσωσε καὶ τὸν Λώτ. ἐπανιόντα δἐκ τῆς διώξεως τῆς Σόλυμα πόλεως βασιλεὺς αὐτὸν ὑποδέχεται, κεκλημένος Μελχισεδέκ σημαίνει δὲ τοῦτο μεθαρμοζόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον βασιλεὺς δίκαιος· Σόλυμα γὰρ ἦν ὄνομα τότε τῇ πόλει Ἱερουσαλήμ · οὕτως ἀρχαία ἦν πόλις καὶ χρόνῳ τὰ πρεσβεῖα κληρωσαμένη κατὰ πασῶν. τῆς ἀρετῆς δὲ τὸν Ἀβραὰμ ἀποδεξάμενος θεὸς ἀμοιβὴν ὑπὲρ αὐτῆς ἐπηγγείλατο· τοῦ δὲ φαμένου ἄχαρι πᾶν αὐτῷ δοκεῖν εὐεργέτημα μὴ ἔχοντι τὸν τοῦτο διαδεξόμενον, ἦν γὰρ ἔτι γονῆς ἀμοιρῶν γνησίας, ὅτι τὴν μήτραν Σάρρα πεπήρωτο, θεὸς καὶ παῖδα δώσειν αὐτῷ καθυπέσχετο, καἰ ἐξ ἐκείνου μέγα προελθεῖν ἔθνος, τοῖς ἄστρασι τὸν ἀριθμὸν ἐξισούμενον· καὶ τὰ αἰδοία καὶ αὐτὸν καὶ τοὺς ὑπαὐτὸν ἐκέλευσεν ἄρρενας, ἔν εἴη τὸ γένος αὐτοῦ τοῖς ἄλλοις ἔθνεσιν ἀνεπίμικτον· καὶ περιετμήθησαν.
§1.6.2–1.17.2
§1.6.2 Γίνεται τοίνυν τῷ Ἀβραὰμ παῖς ἑκατὸν γεγονότι ἐνιαυτῶν ἐκ τῆς Σάρρας, ὃν θεὸς Ἰσαὰκ καλέσαι προσέταξε· δηλοῖ δὲ τὸ ὄνομα γέλωτα, ὅτι μειδίαμα τῇ Σάρρᾳ ἐγένετο, τέξεσθαι αὐτὴν τοῦ θεοῦ χρηματίσαντος, διὰ τὸ τῆς ὑποσχέσεως δύσελπι, παρήλικι οὔσῃ καὶ μὴ προσδοκώσῃ τεκεῖν, ἐνενήκοντα γὰρ ἐτῶν τὸν Ἰσαὰκ τεκοῦσα ἐτύγχανεν, ὅτι γέλωτος ὑπόθεσις τοῖς γονεῦσι τὸ παιδίον ἐγένετο, θυμηδίας δηλαδὴ καὶ χαράς. τεχθέντα δὲ τόν παῖδα τοῦτον κατὰ τὴν ὀγδόην ἡμέραν πατὴρ περιέτεμεν· ὅθεν οὕτω καὶ τοῖς Ἰουδαίοις νενόμισται περιτέμνεσθαι. Ἄραβες δὲ μετὰ τρισκαιδέκατον ἔτος τοὺς παῖδας περιτέμνειν εἰώθασιν, ὅτι καὶ Ἰσμαὴλ προπάτωρ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ περιετέτμητο· τρισκαίδεκα γὰρ ἦν ἐτῶν ὅτε τῷ Ἀβραὰμ θεὸς ἐπέταξε τὴν περιτομήν. σημαίνει δὲ τὸ ὄνομα τοῦτο θεόκλυτον, ὡς τοῦ θεοῦ τῆς ἱκεσίας Ἀβραὰμ εἰσακούσαντος καὶ παῖδα δόντος αὐτῷ. ἐγείνατο δὲ τοῦτον ἐκ παιδίσκης ἣν Σάρρα αὐτῷ συγκατέκλινεν. ἰδίας γὰρ ἀμοιροῦσα τότε γονῆς, οἰκείᾳ παιδίσκῃ Ἄγαρ ὠνομασμένῃ, Αἰγυπτίᾳ τὸ γένος, μιγῆναι τὸν ἄνδρα ᾐτήσατο, καὶ τεκούσης ἐκείνης τὸν Ἰσμαήλ, ᾠκειώσατο τὸ παιδίον Σάρρα. τεκοῦσα δὲ τὸν Ἰσαάκ, τῆς Ἄγαρ σὺν τῷ υἱῷ φυγὴν κατὰ ζηλοτυπίαν κατεψηφίσατο. ἀνδρωθέντος δὲ Ἰσαὰκ κατὰ τὸν Ἑβραῖον Ἰώσηπον, εἴκοσι γὰρ καὶ πέντε ἐνιαυτῶν φησιν εἶναι τὸν Ἰσαὰκ τότε, πεῖραν θεὸς ἐπάγει τῷ Ἀβραάμ, καὶ καλέσας αὐτὸν θῦμα κελεύει προσαγαγεῖν τὸν υἱόν, καὶ εἰς ἕν τῶν ὀρέων ἀπαγαγόντα τὸν μονογενῆ τὸν ἀγαπητὸν ὁλοκαυτῶσαι. καὶ οὐκ ἀντεῖπεν Ἀβραάμ, ἀλλὰ τὸν παῖδα προσειληφὼς καὶ εἰς τὸ ἐπιταχθὲν αὐτῷ ὄρος ἀναγαγών, τὸν θεῖον αὐτῷ κοινοῦται χρησμόν, καὶ γενναίως οἴσειν τὴν καθιέρωσιν παραινεῖ, κελεύοντος τοῦ θεοῦ. δὲ πείθεται καὶ ἑκὼν ἑαυτὸν παρέχει πρὸς καθιέρωσιν, μὴ δίκαιον φήσας εἶναι θεοῦ καὶ πατρὸς ἀντιτείνειν θελήματι. οὕτω ταῦτα τῷ Ἰωσήπῳ ἱστόρηται. εἶτα φείσασθαι τοῦ υἱοῦ κελεύεται Ἀβραάμ, καὶ κριὸς αὐτομάτως εἰς ὁλοκαύτωσιν ἀντιδίδοται. μετὰ ταῦτα θνήσκει μὲν Σάρρα ἐτῶν οὖσα ἑκατὸν εἴκοσι πρὸς ἑπτά, δἈβραὰμ ἑτέραν ἠγάγετο κεκλημένην Χεττούραν, ἐξ ἧς υἱεῖς αὐτῷ φύονται ἔξ. τῷ Ἰσαὰκ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι μνηστεύεται πατὴρ Ῥεβέκκαν ἐκ Μεσοποταμίας, θυγατέρα Βαθουὴλ υἱοῦ Ναχὼρ ἀδελφοῦ Ἀβραάμ. ἔπειτα τελευτᾷ μὲν ἔτη ζήσας ἑκατὸν ἑβδομήκοντα καὶ πέντε· γήμας δὲ τὴν Ῥεβέκκαν Ἰσαὰκ διδύμους ἐκ ταύτης παῖδας γεννᾷ. ὧν τῷ μὲν πρεσβυτέρῳ καθὅλου τοῦ σώματος δασεῖα ἐφύετο θρίξ, ὅθεν καὶ Ἡσαῦ ἐκλήθη διὰ τὴν τρίχωσιν· τῷ δὲ νεωτέρῳ χεὶρ εἴχετο τῆς πτέρνης τοῦ ἀδελφοῦ, τῆς μητρικῆς προεκθορόντος γαστρός, διὸ καὶ Ἰακὼβ ὠνομάσθη· πτερνιστὴν δὲ τὸ ὄνομα καθἙβραίους δηλοῖ.
§1.7.1 Γηρᾷ ἐπὶ τούτοις Ἰσαὰκ καὶ τὰς ὄψεις πεπήρωται. καὶ τὸν Ἡσαῦ προσκαλεῖται, πρόσἔκειτο γὰρ ἐκείνῳ διὰ τὰ πρωτοτόκια, καὶ θηράσαι κελεύει καὶ ἑτοιμάσαι δεῖπνον αὐτῷ, “ἵναφησίφαγὼν εὐλογήσω σε πρὸ τοῦ με ἀποθανεῖν.” καὶ Ἡσαῦ μὲν ἐξῄει πρὸς θήραν, δὲ Ῥεβέκκα φιλοῦσα μᾶλλον τόν Ἰακώβ, καὶ τοῦτον καλέσασα, εἶπεν πατὴρ ἐπέταξε τῷ Ἡσαῦ, καὶ σπεῦσαι παρεκελεύσατο πρὸς τὸ ποίμνιον καὶ δύο κομίσαι ἁπαλοὺς ἐρίφους αὐτῇ, ὡς ἂν ἐκ τούτων ἐδέσματα ἑτοιμάσῃ τῷ γέροντι οἶα φιλεῖν ἐκεῖνον ἐπίσταται, καὶ φαγὼν εὐλογήσῃ αὐτόν. δὲ ποιεῖ κατὰ τὰς μητρικὰς ἐντολάς. ἤδη δὲ παρεσκευασμένων τῶν ἐδεσμάτων, τοὺς βραχίονας τοῦ παιδὸς περιελίσσει ταῖς τῶν ἐρίφων δοραῖς, καὶ δίδωσι τὸ δεῖπνον ἀπαγαγεῖν τῷ πατρί. Ἰσαὰκ δὲ τῇ φωνῇ τὸν Ἰακὼβ εἶναι τὸν προσιόντα αἰσθόμενος, ἔγγιστα προσκαλεῖται αὐτὸν καὶ τῶν χειρῶν ἐπαφᾶται. τοῦ δὲ θεοῦ πάντως τὸν Ἡσαῦ εὐλογίας ἀνάξιον κρίναντος, ἔδοξεν Ἰσαὰκ τὸν πρωτότοκον αὐτῷ παρεστάναι ἠπάτητο δὲ τάχα διὰ τὸ βαθὺ τῆς τριχός, καὶ φαγὼν εὐλόγησε τὸν Ἰακώβ. ἐπανῆλθε δὲ καὶ Ἡσαῦ καὶ εἰσήγαγε δεῖπνον τό πατρὶ καὶ ᾔτει τὴν εὐλογίαν. δὲ ἔγνω τὸ σόφισμα καίἐλθώνἔφη ἀδελφός σου ἔλαβε τὴν εὐλογίαν σου. τοῦ δ᾿ ὀλοφυρομένου καὶ ἀξιοῦντος εὐλογηθῆναι, μηδὲ γὰρ μίαν εἶναι παραὐτῷ εὐλογίαν, παρακληθεὶς Ἰσαὰκ ὥρμησε μὲν εὐλογῆσαι, ὅτι δὲ μὴ τῷ ἐνηχοῦντι ἐκεῖνον ἐδόκει θείῳ πνεύματι εὐλογίας τυχεῖν τὸν Ἡσαῦ, ἐπεὶ μηδἄξιος ἦν αὐτῆς, εἰς ἀρὰν ἀντεὐλογίας ἐτυποῦτο αὐτῷ τῶ Ἰσαὰκ φωνή. δυσμενῶς εἶχε διὰ ταῦτα πρὸς τὸν ἀδελφὸν Ἡσαῦ. δὲ τὸν ἀδελφὸν δεδοικώς, συμβουλῇ τῆς μητρὸς εἰς Μεσοποταμίαν ἀπέρχεται. ἀπιὼν δὲ ἀξιοῦται καθὕπνους τοῦ ᾀδομένου θεάματος τῆς κλίμακος, ἦς τῶν ἄκρων τὸ μὲν τῇ γῇ, τὸ δὲ τῷ οὐρανῷ προσερήρειστο, καὶ μυεῖται τὰ μέλλοντα ἐκ τοῦ κρείττονος, καὶ τὸν τόπον ἐν τὸ ὅραμα εἶδε Βαιθὴλ προσηγόρευσε· δηλοῖ δὲ θείαν ἑστίαν καθἝλληνας. καταντήσας δὲ εἰς Χαρρὰν κατήχθη πρὸς λαβὰν τὸν τῆς μητρὸς τῆς Ῥεβέκκας ὁμαίμονα, καὶ ξενίας παρἐκείνου τετύχηκε καὶ τὴν ἐπιμέλειαν τῶν ποιμνίων πιστεύεται. δύο δὲ τῷ Λάβαν θυγατέρες ἐτύγχανον, ὧν μὲν πρεσβυτέρα Λεία, δἑτέρα Ῥαχὴλ ἐπεκέκλητο, εἰς ἔρωτα δὲ τῆς νεωτέρας ἠρέθιστο Ἰακὼβ ἀστείας οὔσης τὸ εἶδος παρὰ τὴν ἀδελφήν, καὶ προσάγει λόγους τῷ Λάβαν περὶ αὐτῆς. δὁμολογεῖ κατεγγυῆσαι τῷ Ἰακὼβ τὴν Ῥαχήλ, εἰ ἐπὶ ἔτη ἑπτὰ δουλεύσει αὐτῷ. κατανεύει πρὸς τοῦτο ἐραστής, παρέρχεται καιρός, ἑτοιμάζει τοὺς γάμους πενθερός· νυκτὸς δὲ τὴν πρεσβυτέραν τῶν θυγατέρων συνευνάζει τῷ Ἰακώβ. γνοὺς δὲ μεθἡμέραν ὡς ἐξηπάτηται, ἀδικίαν ἐπεγκαλεῖ τῷ πενθερῷ. δὲ καὶ τὴν Ῥαχὴλ αὐτῷ ἐπηγγέλλετο μετὰ δουλείαν ἑτέρας ἑπταετίας. πείθεται αὖθις δουλεῦσαι Ἰακώβ, δουλούμενος ἔρωτι, καὶ μεθἑτέραν ἑπταετίαν καὶ τῇ Ῥαχὴλ συνευνάζεται.
§1.7.2 Τῇμὲν οὑν Λείᾳ παῖδες ἦσαν ἐξ Ἰακώβ. καὶ Ρουβὶμ μὲν καλεῖ τὸν πρωτότοκον ὅτι κατἔλεον αὐτῇ γένοιτο τοῦ θεοῦ· ἐδάκνετο γὰρ ἐρωμένης τῆς ἀδελφῆς τῷ ἀνδρί, καὶ προσεδόκα μᾶλλον ἐντιμοτέρα γενήσεσθαι, εἰ σχοίη κατὰ γαστρός. τὸν δεύτερον δὲ Συμεὼν ὀνομάζει· δηλοῖ δὲ τοῦτο ἐπήκοον τὸν θεὸν γενέσθαι αὐτῇ. καὶ ἐπὶ τούτῳ γεννᾶται Λευί· τοὔνομα σημαίνει βεβαιωτήν. μεθὃν Ἰούδας αὐτῇ ἀποτίκτεται· εὐχαριστίας κλῆσις δηλωτική. τῇ δὲ Ῥαχὴλ παιδίον οὐκ ἦν, καὶ δεδοικυῖα μὴ διἀτεκνίαν παρευδοκιμηθῇ δέεται τοῦ ἀνδρὸς τῇ θεραπαίνῃ αὐτῆς συνελθεῖν. δὲ καὶ πείθεται καὶ τῇ Βάλλᾳ συνέρχεται, καὶ παῖδα ἐξ Ἰακὼβ Βάλλα γεννᾷ, καὶ Δὰν ἐκλήθη παῖς· θεόκριτον εἴποιεν Ἕλληνες. κἀκ τῆς αὐτῆς αὖθις τίκτεται Νεφθαλείμ, εὐμηχάνητος οἶον διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. ζηλοῖ ἐπὶ τούτοις Λεία, καὶ παρακατακλίνει κἀκείνη τῷ Ἰακὼβ Ζελφὰν τὴν ἰδίαν θεράπαιναν. υἱὸν δὲ καὶ αὕτη ἐγείνατο Γάδ· τυχαῖον ἄν τις καλέσει αὐτόν. καὶ ἐπὶ τούτῳ τίκτει καὶ ἕτερον, οὗτος δἦν Ἀσήρ· λέγοιτο δὲ μακαριστής, ὡς εὐκλείας τῇ λεῖφκαὶ μακαρισμοῦ διὰ τὴν πολυτεκνίαν γενόμενος αἴτιος. τῇ Λείᾳ δὲ Ῥουβὶμ τοῦ υἱοῦ μανδραγόρου μῆλα κομίσαντος, ᾔτει Ῥαχὴλ μεταδοῦναι τούτων αὐτῇ, καὶ ἀμοιβὴν προυτίθει τῇ ἀδελφῇ τὸ κατἐκείνην τὴν νύκτα λέκτρον τοῦ Ἰακώβ· γὰρ νὺξ ἐκείνη τῇ Ῥαχὴλ προσκεκλήρωτο. καὶ συνευνάζεται διὰ τοῦτο τῇ Λείᾳ Ἰακώβ, καὶ τίκτει παῖδας ἔτι δύο τὸ γύναιον, τόν Ἰσάχαρ, τὸν ἐκ μισθοῦ δὲ γεγονότα σημαίνει τὸ ὄνομα, καὶ Ζὰ βουλῶν, δηλοῖ δὲ τὸν ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, καὶ θυγατέρα κληθεῖσαν Δεῖναν. γίνεται δὲ καὶ τῇ Ῥαχὴλ υἱὸς Ἰωσήφ· τὸ δ ὄνομα προσθήκην τινὸς γενησομένου δηλοῖ.
§1.8.1 Ἔτη μὲν οὖν εἴκοσιν ἐποίμαινε τῷ πενθερῷ Ἰακώβ· εἶτα ὑποχωρῆσαι θέλων οὐ συγκεχώρητο. ὅθεν καὶ κρύφα μετὰ τῶν γυναικῶν σὺν ταῖς θεραπαινίσι καὶ τοῖς παισὶν ἀπεδίδρασκεν, καὶ τὴν κτῆσιν προσεπαγόμενος καὶ τῶν βοσκημάτων ἅπερ αὐτῷ τοῦ ποιμαίνειν μισθὸς προσενενέμηντο. Ῥαχὴλ δὲ καὶ τὰ εἴδωλα τοῦ πατρὸς ἐπεφέρετο, οὐχ ὡς τιμῶσα, ἀλλἴν ἔχοι ταῦτα καταφυγήν, εἰ ἐπιδιώξας αὐτοὺς πατὴρ καταλάβοι. τοῦ δὲ λαβὰν καθἑβδόμην ἡμέραν καταλαβόντος, κατὄναρ ἐπέταξεν αὐτῷ θεὸς σπείσασθαι τῷ Ἰακώβ. μεθἡμέραν δὲ λόγοι ἀμφοῖν γίνονται, καὶ τοῦ Ἰακὼβ μηδὲν ἀδικεῖν ἀποδείξαντος, περὶ τῶν πατρῴων θεόν ἐπενεκάλει Λάβαν αὐτῷ. δὲ μηδὲν περὶ αὐτῶν συνειδὼς ἐρευνᾶν παρεχώρει. καὶ ὃς ἠρεύνα. Ῥαχὴλ δὲ τὰ εἴδωλα τῇ ἀστράβῃ τῆς φερούσης αὐτὴν καμήλου ἐντίθησι, καὶ αὐτὴ ἐπεκάθητο, φάσκουσα τὴν τῶν ἐμμήνων ῥύσιν αὐτῇ ἐνοχλεῖν. δὲ λαβὰν μὴ ἄν ποτε τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς θεοῖς αὐτοῦ προσελθεῖν οἰηθείς, παρῆλθεν αὐτήν. καὶ μὲν ἀνέζευξεν, δἸακὼβ τὸν ἀδελφὸν δεδιώς, προπέμπει δηλῶν αὐτῷ τὴν ἐπάνοδον, καὶ δῶρα στέλλει αὐτῷ. νυκτὸς δ᾿ ἐπιγενομένης φαντάσματι συντυχὼν διεπάλαιε καὶ ἐδόκει κρατεῖν. αἰσθόμενος δὲ ἄγγελον εἶναι θεοῦ, εἰπεῖν αὐτῷ παρεκάλει τίνα μοίραν ἔξει· δὲ τὸ κρατῆσαι θείου ἀγγέλου μεγάλων ἀγαθῶν σημεῖον ἡγεῖσθαι ἔλεγε δεῖν, καὶ Ἰσραὴλ αὐτὸν καλεῖσθαι ἐκέλευεν. τοῦτο δὲ οἱ μὲν ἄλλοι νοῦς ὁρῶν θεὸν ἑρμηνεύουσιν, Ἰώσηπος δὲ τὸν ἀντιστάντα θείω ἀγγέλῳ σημαίνειν φησίν. Ἰακὼβ δὲ τὸν τόπον καλεῖ Φανουήλ, τοῦτἔστι θεοῦ πρόσωπον. γενομένου δἐν τῇ πάλῃ τῇ πρὸς τὸν ἄγγελον ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατύ, ἐκεῖνός τε τὴν τούτου βρῶσιν ἀπείπατο, καὶ διἐκεῖνον καὶ τῷ ἐκείνου γένει παντὶ ἀπηγόρευται. ὑπαντήσαντος δὲ τῷ ἀδελφῷ τοῦ Ἡσαῦ, συνέβαλον ἀλλήλοις καὶ ἠσπάσαντο. εἶτα μὲν Ἡσαῦ ἀπηλλάγη, Ἰακὼβ δἀφίκετο πρὸς τὰ Σίκιμα. τῶν δὲ Σικιμιτῶν ἑορτὴν ἀγόντων, θυγάτηρ αὐτοῦ Δεῖνα εἰς τὴν πόλιν παρῆλθε, τὰ τῆς ἑορτῆς ἱστορήσουσα. θεασάμενος οὖν αὐτὴν Συχὲμ τοῦ τῆς πόλεως βασιλέως υἱός, φθείρει διἁρπαγῆς. ἔπειτα τούτου πατὴρ ἐδέετο τοῦ Ἰακὼβ συζεῦξαι τὴν Δεινὰν τῷ Συχέμ· δὲ οὐ κατένευσε. Συμεὼν δὲ καὶ Λευὶ τῆς κόρης ὁμομήτριοι ἀδελφοί, διὰ τὴν ἑορτὴν εὐωχουμένων τῶν ἐν τῇ πόλει καὶ καρηβαρούντων, νύκτωρ παρελθόντες πὰν ἄρσεν ἡβηδὸν ἀναιροῦσι καὶ τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ. ταῦτά φησιν Ἰώσηπος. πιθανώτερον δὲ περὶ τούτων βίβλος ἱστορεῖ τῆς Γενέσεως. λέγει γὰρ ὅτι Ἐμμὸρ τοῦ πατρὸς Συχὲμ ἀξιοῦντος συζευχθῆναι τὴν Δεινὰν τῷ υἱῷ αὐτοῦ Συμεὼν καὶ Λευὶ εἶπον ὡςεἰ περιτμηθεῖεν οἱ ἐν τῇ πόλει ἄρρενες πάντες, δώσομεν τὴν ἀδελφὴν ἡμῶν τῷ υἱῷ σοῦ,” καὶ ὅτι κατεδέξαντο τὸν λόγον καὶ περιετμήθησαν ἄπαντες. κατὰ δὲ τὴν ἐκ τῆς περιτομῆς τρίτην ἡμέραν πονήρως τῶν περιτμηθέντων διακειμένων καὶ ὀδυνωμένων διὰ τὴν φλεγμονήν, ἐπέθεντο αὐτοῖς καὶ ἀνεῖλον ἅπαντας, ἀγνοοῦντος τοῦ Ἰακώβ. χαλεπαίνοντι διὰ ταῦτα ἐκέλευσε θαρρεῖν θεός. ἐλθὼν δὲ ἐν Βαιθὴλ Ἰακώβ, ὅπου τὸν ὄνειρον ἐθεάσατο, ἔθυσεν. καὶ προιὼν τὴν Ῥαχὴλ ἐκ τοκετοῦ θανοῦσαν θάπτει ἐν Ἐφρατᾶ. καὶ τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε, διὰ τὴν ἐπαὐτῷ γενομένην τῇ μητρὶ ὀδύνην. ἐλθὼν δεἰς Χεβρὼν πόλιν τῶν Χαναναίων, κατέλαβε τὸν πατέρα αὐτοῦ Ἰσαὰκ ἔτι ζῶντα, δὲ Ῥεβέκκα ἔφθη θανεῖν. θνήσκει δὲ μετὰ βραχὺ καὶ Ἰσαάκ, καὶ θάπτεται σὺν τῇ γυναικὶ ἐν τῶ γονικῷ μνημείῳ, βιώσας ἔτη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατόν.
§1.8.2 Ἡσαῦ δὲ ἦρχε τῆς Ἰδουμαίας, καλέσας τὴν χώραν ἀφἑαυτοῦ. Ἐδὼμ γὰρ ἐκεῖνος ἐκέκλητο, ὅτι ἀπὸ θήρας ποτὲ λιμώττων ἐπανελθών, καὶ τόν ἀδελφὸν εὑρὼν φακῆν ἑτοιμάσαντα ἑαυτῷ πρὸς τροφήν, ἠξίου δοῦναι αὐτῷ· δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ ἠνάγκασεν ἀντὶ τῆς φακῆς. καὶ παραχωρεῖ τούτου μεθὅρκων αὐτῷ διὰ τὸν λιμόν· ὅθεν Ἐδὼμ ἐπεκλήθη, διὰ τὴν ξανθότητα τῆς φακῆς· σφόδρα γὰρ ἦν τὴν χροιὰν τοιαύτη. Ἐδὼμ δὲ παρἙβραίοις τὸ ἐρυθρὸν ὀνομάζεται.
§1.9 Ἰακὼβ δὲ τὸν ἐκ τῆς Ῥαχὴλ Ἰωσὴφ διά τε τὴν τοῦ σώματος εὐφυίαν καὶ τὴν τῆς ψυχῆς ἀρετὴν πλέον τῶν ἄλλων παίδων ἠγάπα. τε γοῦν τοῦ πατρὸς στοργὴ καὶ οἱ ὄνειροι οὓς ἐθεάσατο εἰς φθόνον αὐτοῦ τοὺς ἀδελφοὺς κεκινήκασι. τῶν δὀνειράτων τὸ μὲν ἦν τοιοῦτον. ἐν ὥρᾳ θέρους ἐδόκει μετὰ τῶν ἀδελφῶν θερίζων δράγματα δεσμεῖν καὶ τιθέναι, καὶ C τὰ μὲν αὐτοῦ ἠρεμεῖν, τὰ δὲ τῶν ἀδελφῶν προστρέχοντα προσκυνεῖν τοῖς αὐτοῦ. τὸ δέ, τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας προσκυνεῖν ἐδόκει αὐτῷ. ταύτας τὰς ψεις εἰς τῷ πατρὶ παρόντων καὶ τῶν συγγόνων, τὴν δήλωσιν ἐξήτει μαθεῖν. δὲ εὐδαιμονίαν κατήγγειλε τῷ παιδί, καὶ καιρὸν ἥξειν καθὃν ὑπὸ τῶν γονέων καὶ τῶν ἀδελφῶν τιμηθήσεται καὶ προσκυνηθήσεται. ταῦτα τοὺς ἀδελφοὺς τοῦ Ἰωσὴφ ἐλύπησε, καὶ ὑπεβλέποντο τὸ μειράκιον. νεμόντων δὲ τὰ ποίμνια τῶν παίδων τοῦ Ἰακὼβ ἐν Σικίμοις, πατὴρ πέμπει τὸν Ἰωσὴφ ἐκείνους ἐπισκεψόμενον. οἱ δὲ τοῦτον ἰδόντες ὥρμησαν ἀνελεῖν. ῾Ρουβὶμ δὲ συνεβούλευε μὴ αὐτόχειρας γενέσθαι τοῦ ἀδελφοῦ, ἀλλ᾿ εἰς τὸν παρακείμενον λάκκον ῥῖψαι αὐτόν, ἵν᾿ ἀποθάνῃ ἐκεῖ, καὶ οὕτω μετριώτερον ἔσοιτο τὸ κακόν. συναινεσάντων δὲ τῷ λόγῳ τῶν νεανίσκων, λαβὼν ῾Ρουβὶμ τὸ μειράκιον ἠρέμα καθίμησεν εἰς τὸν λάκκον. Ἰούδας δὲ ἐμπόρους ἰδὼν Ἄραβας, συνεβούλευσε τοῖς ἀδελφοῖς τὸν Ἰωσὴφ ἀπεμπολῆσαι αὐτοῖς. καὶ δόξαν τοῦτο τοῖς ἐμπόροις αὐτὸν ἀποδίδονται μνῶν εἴκοσιν, ἐτῶν ἑπτακαίδεκα γεγονότα. ῾Ρουβὶμ δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθών, ἵν᾿ ἐξενέγκῃ τὸν Ἰωσὴφ καὶ σώσῃ τοὺς ἀδελφοὺς λαθών, ἐπεὶ μὴ εὗρεν αὐτόν, πενθῶν ᾐτιᾶτο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν φρασάντων παύεται τοῦ πένθους. τὸν δὲ χιτωνίσκον τοῦ μειρακίου αἵματι τράγου μολύναντες ἧκον πρὸς τὸν πατέρα καὶ εἶπον τὸν μὲν Ἰωσὴφ μήτ᾿ ἰδεῖν μήθ᾿ ὅπως διέφθαρται γνῶναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ διερρηγμένον. Ἰακὼβ δὲ ἐπὶ τῷ μειρακίῳ πενθῶν ἐκαθέζετο σάκκον ἐνδύς. τὸν Ἰωσὴφ δὲ ἐκ τῶν ἐμπόρων ὠνήσατο Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν βασιλέως Φαραὼ μαγείρων, καὶ εἶχεν αὐτὸν ἐν τιμῇ. τῆς δὲ τοῦ δεσπότου γυναικὸς διά τε εὐμορφίαν καὶ τὴν αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ λόγους περὶ μέξεως προσαγούσης, παρέπεμπε τὴν ἀξίωσιν. δὲ δεινῶς πολιορκουμένη τῷ ἔρωτι, δευτέραν ἐπῆγε πεῖραν, καὶ τὸ πείθειν ἀπογνοῦσα βιάζεσθαι ἤθελεν. ὡς δὲ καὶ τὸ ἱμάτιον καταλιπὼν νεανίσκος ἐξεπήδησε, καθῆστο κατηφὴς καὶ συγκεχυμένη. ἐλθόντι δὲ τἀνδρὶ κατηγόρει τοῦ Ἰωσὴφ καὶ τὸ ἱμάτιον ἐπεδείκνυεν, ὡς ὅτ᾿ ἐπεχείρει βιάζεσθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐμβάλλει τὸν Ἰωσήφ, ἐν καὶ οἰνοχόος τοῦ Φαραὼ κατὀργὴν ἐνεκέκλειστο καὶ ἀρχισιτοποιός. οἶς συνήθης γενόμενος ἠξιοῦτο φράσαι αὐτοῖς τῶν ἐνυπνίων τὴν δήλωσιν. μὲν γὰρ οἰνοχόος ἄμπελον ὁρᾶν ἔδοξεν, ἐξ ἧς τρία ἐφύοντο κλήματα, ὧν ἀπῃώρηντο μεγάλοι καὶ πέπειροι βότρυες, τούτους δἀποθλίβειν εἰς φιάλην καὶ προσάγειν τῷ Φαραώ, κἀκεῖνον λαβεῖν ἀγαθὰ οὖν αὐτῷ σημαίνειν τὸν ὄνειρον ἐξηγεῖτο Ἰωσήφ ἐν γὰρ τρισὶν ἡμέραις ταῖς προσαγούσαις εἶς τό πρότερον ἀποκαταστήσεσθαι διακόνημα. καὶ ἠξίου μεμνῆσθαι αὐτοῦ εὐπραγήσαντα. δὲ ἀρχισιτοποιὸς κανᾶ ἔφη δοκεῖν τρία φέρειν ἐπὶ τῆς κεφαλῆς, δύο μὲν ἄρτων πλήρη, τὸ δὲ ἕτερον ὄψου καὶ ποικίλων βρωμάτων, ταῦτα δὲ διαρπαγῆναι ὑπὸ πτηνῶν καθιπταμένων. ἔφη δὲ καὶ τούτῳ Ἰωσὴφ τὰ τρία κανᾶ τριῶν ἡμερῶν εἶναι σημαντικά, καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ μέλλειν αὐτὸν κρεμασθέντα σαρκοφάγοις ἔσεσθαι βορὰν πετεινοῖς. γέγονε δἐπἀμφοῖν ὡς Ἰωσὴφ ἐξηγήσατο.
§1.10 Εἶτα τῷ Φαραὼ θεὸς ὄψεις ἐνυπνίων ἐπιπέμπει διττὰς καὶ τὰς δηλώσεις ἀμφοῖν. δὲ τῶν μὲν ὄψεων ἐμιμνήσκετο, τῶν δἐξηγήσεων ἐπελάθετο. συγκαλεῖται τοίνυν τοὺς τῶν Αἰγυπτίων σοφούς, καὶ ἀπαγγέλλει αὐτοῖς τὰ ἐνύπνια, καὶ τὴν δήλωσιν ἀπαιτεῖ· ἀπορούντων δἐκείνων ὠργίζετο. δοἰνοχόος, εἰ καὶ μὴ πρότερον, ἀλλὰ τότε πρός μνήμην ἧκε τοῦ Ἰωσήφ, καὶ διδάσκει περὶ ἐκείνου τὸν Φαραώ. ἄγεται τοίνυν αὐτίκα. δέφράσον μοι φησί, νεανία, τὴν κρίσιν τῶν ἐνυπνίων ὧνπερ τεθέαμαι. ἔδοξα βόας εὐτραφεῖς ἑπτὰ προιόντας τοῦ ποταμοῦ πρὸς τὸ ἕλος χωρεῖν· ἑτέρους δἑπτὰ ἰσχνοὺς καὶ τετηγμένους λιμῷ τοῦ ἔλους ἐξελθόντας συναντῆσαι τούτοις, καὶ βρωθῆναι παρὰ τῶν δευτέρων τοὺς πρώτους καὶ πίονας, καὶ μένειν ἔταὐτοὺς ὁμοίως ἰσχνούς. αὖθις δ᾿ ὁρῶ στάχυας ἑπτὰ ἐκφύντας ῥίζης μιᾶς θαλεροὺς καὶ κεκλιμένους τῷ βάρει τοῦ καρποῦ. πλησίον δαὐτῶν ἰσαρίθμους ἐδόκουν ὁρᾶν στάχυας ἀδρανεῖς ὑπὸ ἀδροσίας καὶ πρὸς ὅρασιν ἀηδεῖς, οἱ καὶ ἀνήλισκον τοὺς εὐκάρπους τε καὶ ὡραίους. δ᾿ Ἰωσήφκἂν διττάφησίν, “ βασιλεῦ , τὰ ἐνύπνιά εἰσὶν, ἀλλὰ μίαν ἔχουσι τῶν μελλόντων τὴν δήλωσιν. οἵ τε γὰρ βόες, ζῷον ἐπἀρότρῳ πονοῦν, ὑπὸ τῶν χειρόνων κατεσθιόμενοι, καὶ οἱ θάλλοντες στάχυες ὑπὸ τῶν ἀδρανῶν σαπανώμενοι, λιμὸν ἐπὶ τοσαῦτα ἔτη τῇ χώρᾳ σου καταγγέλλουσιν ἐν ἰσαρίθμοις ἐνιαυτοῖς εὐθηνηθείσῃ πρότερον τοῖς καρποῖς, ὡς τὴν τούτων εὐφορίαν ἀναλωθῆναι ὑπὸ τῶν ἔπειτα. εἰ δὲ σὺ ταμιεύσεις τὰ τῆς προτέρας εὐδαιμονίας εἰς τοὺς τῆς ἀφορίας ἐνιαυτούς, θήσεις τοῖς Αἰγυπτίοις ἀνεπαίσθητον τὸ δυστύχημα. Φαραὼ δὲ τὴν τοῦ Ἰωσὴφ ἐκπλαγεὶς σοφίαν διά τὴν ἐξήγησιν καὶ τὴν συμβουλήν ‘‘αὐτὸς τούτων ἔφη ‘‘κριτής τε καὶ σύμβουλος καὶ οἰκονόμος ἔσῃ τῶν βουλευθέντων.” καὶ παρέσχεν αὐτῷ τὴν ἐξουσίαν αὐτοῦ, ὅστε σφραγῖδι χρῆσθαι τῇ Φαραὼ καὶ πορφύραν ἐνδύεσθαι καὶ ἐλαύνειν ἐφἄρματος. ἦν δὲ τότε τριάκοντα ἐτῶν γεγονὼς Ἰωσήφ. προσηγόρευσε δὲ αὐτὸν Φαραὼ Ψοθομφάνηχον· σημαίνει δὲ τὸ ὄνομα κρυπτῶν εὑρετήν. ζεύγνυσι δὲ αὐτῷ καὶ γυναῖκα Ἀσενὲθ κεκλημένην, θυγατέρα τοῦ ἐν Ἠλίου πόλει ἱερέων πρωτεύοντος. ἐξ ἧς αὐτῷ γίνονται παῖδες πρὸ τοῦ λιμοῦ, ὧν πρεσβύτερος ἦν Μανασσῆς· ἐπίληθον δὲ δηλοῖ, ὅτι λήθην εὕρατο τῶν ἀτυχημάτων· Ἐφραΐμ δὲ νεώτερος· ἀποδιδοὺς δὲ σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτῷ τὴν τῶν προγόνων ἐλευθερίαν. ἐντεῦθεν ἧκεν τῆς ἐνδείας καιρός. οὐ μόνης δὲ τῆς Αἰγύπτου κατεκράτησεν λιμός, ἀλλὰ καὶ τῆς χώρας καθἣν κατῴκει Ἰακώβ. πέμπει τοίνυν τοὺς υἱοὺς εἰς Αἴγυπτον σῖτον ὠνησομένους, μόνον παρἑαυτῷ κατασχὼν τὸν Βενιαμὶν ὡς νεώτατον. οἱ μὲν οὖν προσῆλθον τῷ Ἰωσήφ. δὲ μὴ γνωσθεὶς ἐπέγνω τοὺς ἀδελφούς, καὶ κατασκόπους ἔλεγεν ἥκειν αὐτούς. οἱ δὲ ὅθεν τε ἥκοιεν ἔλεγον, καὶ ὡς ἑνὸς εἶεν πατρὸς ἔτι ζῶντος, καὶ ὡς ἕτερος νεώτερος ἀδελφὸς ἔστι παρὰ τῷ πατρί. πληροφορίαν δἔλεγεν Ἰωσὴφ δοῦναι αὐτῷ ἀληθείας, εἰ τὸν νεώτερον ἀδελφὸν κομίσουσι πρὸς αὐτόν. δίδωσιν οὖν σῖτον αὐτοῖς, καὶ τὸ ἀργύριον τῷ ἑκάστου σάκκῳ λάθρᾳ ἐνθέμενος· κατέσχε δὲ τὸν Συμεὼν τῆς ἐπανόδου ἐσόμενον ὅμηρον. ἐπανῆλθον πρὸς τὸν Ἰακὼβ οἱ υἱοὶ τὸν σῖτον κομίζοντες, καὶ τὰ συμβάντα ἀπήγγειλαν, καὶ λύπην αὐτῷ τοῦ Συμεὼν ἐποίει κατάσχεσις, δοῦναί τε τὸν Βενιαμὶν ἀπαχθῆναι εἰς Αἴγυπτον οὐ κατένευεν. ἤδη δὲ τοῦ σίτου δαπανηθέντος, ἐπεὶ μὴ ἄλλως ἐξῆν αὐτοῖς εἶς Αἴγυπτον ἀπελθεῖν, εἰ μὴ καὶ τὸν Βενιαμὶν προσεπάγοιντο, ὑπείκων ἀνάγκῃ δίδωσιν αὐτὸν πατήρ, καὶ τὴν τοῦ σίτου τιμὴν διπλασίονα, καὶ τῷ Ἰωσὴφ δωρεάς. ὡς δ᾿ ἦλθον εἰς Αἴγυπτον, προσήγαγον τὰ δῶρα αὐτῷ. δὲ τὸν Βενιαμὶν ἰδὼν καὶ συνθρυπτόμενος, ἴνα μὴ δακρύων καταφανὴς γένοιτο, μετέστη. εἶτα ἐπὶ δεῖπνον παραλαμβάνει τοὺς ἀδελφούς, καὶ διπλασίοσι μοίραις ἐδεξιοῦτο τὸν Βενιαμίν, καὶ τὸν τοῦ σίτου ταμίαν δοῦναι σῖτον αὐτοῖς κελεύει καὶ τὴν τιμὴν ἐνθεῖναι τοῖς σάκκοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφον ἀργύρεον ἐμβαλεῖν. τούτων δὲ γεγονότων ἀπῄεσαν οἱ ἀδελφοὶ λαβόντες τὸν Συμεών. περικυκλοῦσι δὲ ἀπιόντας αὐτοὺς ἱππεῖς ἐπεγκαλοῦντες τὴν τοῦ σκύφου κλοπήν, καὶ ἐρευνῶντες εὗρον τὸν σκύφον παρὰ τῷ φορτίῳ βενιαμίν. οἱ μὲν οὖν ἱππεῖς ἦγον πρὸς τὸν Ἰωσὴφ τὸν Βενιαμίν, οἱ ἀδελφοὶ δὲ αὐτοῦ τὰς στολὰς διαρρήξαντες ἔκλαιον καὶ συνείποντο. Ἰωσὴφ δὲ τούτους ὀνειδίσας ὡς ἀχαρίστους, ἠλευθέρου μὲν τοὺς λοιπούς, μόνῃ δἠρκεῖτο τῇ τοῦ Βενιαμὶν κατοχῇ. τοὺς δὲ ἀπορία συνεῖχεν. Ἰούδας δὲ διαλεχθεὶς καὶ πολλὰ πρὸς ἔλεον δημηγορήσας ἐπαγωγά, εἰς ἔλεγχον ἤγαγε τοῦ πάθους τὸν Ἰωσήφ. δὲ μηκέτι δυνάμενος ὑποκρίνεσθαι τὴν ὀργήν, γνωρίζει τοῖς ἀδελφοῖς ἑαυτόν, καὶ χάριν αὐτοῖς ὡμολόγει ὡς συναιτίοις γενομένοις τῶν τῷ θεῷ βεβουλευμένων περὶ αὐτοῦ. “ἄπιτε οὖν φησίκαὶ ταῦτα δηλώσατε τῷ πατρί, αὐτόν τε καὶ πᾶσαν τὴν συγγένειαν ἀναλαβόντες ἐνταυθοῖ μετοικίζεσθε · ἔτι γὰρ ἐπὶ πενταετίαν ἔσται λιμός. ταῦτεἰπὼν περιβάλλει τοὺς ἀδελφοὺς καὶ δωρεαῖς δεξιοῦται.
§1.11 Καὶ οἱ μὲν ἀπῆλθον· δἸακὼβ μαθὼν τὰ περὶ Ἰωσήφ, ὥρμησεν εὐθὺς πρὸς αὐτόν) πάντας τοὺς μεταὐτοῦ ἐπαγόμενος· ἦσαν δὲ ἑβδομήκοντα πέντε. ἤδη δὲ τῆς Αἰγύπτου πλησίον ὄντι αὐτῷ προσυπαντᾷ Ἰωσήφ. δὑπὸ χαρᾶς μικροῦ δεῖν ἐξέλιπε. παραγεγονότα δὲ τὸν Ἰακὼβ καὶ τοὺς μεταὐτοῦ πρός Αἴγυπτον ἀκούσας Φαραώ, χαίρων ἦν, καὶ παραγενόμενον τὸν Ἰακὼβ πρὸς αὐτὸν ἠσπάσατο. καὶ μαθὼν ποιμένας εἶναι τοὺς μεταὐτοῦ, συνεχώρησεν αὐτοῖς τὴν ἐν Ἠλίου πόλει κατοίκησιν. τοῦ δὲ λιμοῦ ἐπιτεινομένου, χρημάτων τοῖς Αἰγυπτίοις ἀπεδίδου τὸν σῖτον Ἰωσήφ. τούτων δἐπιλιπόντων, τῶν βοσκημάτων ὠνοῦντο αὐτόν, εἶτα καὶ τῆς γῆς παρεχώρουν, ἵνα τραφεῖεν. οὕτω δὲ τοῦ Φαραὼ πάσης περιουσίας κυρίου γενομένου πλὴν τῶν ἱερέων, τούτοις γὰρ ἔμενεν χώρα αὐτῶν, ὡς ἤδη ἐλώφησεν λιμός, συλλέγων τοὺς Αἰγυπτίους Ἰωσὴφ ἕκαστον εἰς τὴν πόλιν αὐτοῦ, τήν τε γῆν αὐτοῖς ἐχαρίζετο καὶ φιλεργεῖν παρεκάλει, τὴν πέμπτην τῶν καρπῶν τελοῦντας τῷ Φαραώ. Ἰακὼβ δὲ ἑπτακαίδεκα ἔτη ἐν Αἰγύπτῳ διαγαγὼν νοσήσας ἐξέλιπε, προειπὼν πῶς μέλλοιεν οἱ ἐκ τῆς γενεᾶς αὐτοῦ τὴν Χαναναίαν οἰκεῖν. καὶ τοῖς μὲν ἄλλοις τῶν υἱῶν κτῆσιν ἀγαθῶν ἐπευξάμενος, τοῦ Ἰωσὴφ δἐγκώμιον διεξελθών, ὅτι μὴ μνησικακήσειε τοῖς ἀδελφοῖς, πρόσἔταξε τοῖς υἱοῖς ἵνα τοὺς παῖδας τοῦ Ἰωσὴφ Ἐφραΐμ καὶ Μανασσῆν ἑαυτοῖς, συνδιαιρούμενοι τούτοις τὴν Χαναναίαν. εὐλογηθῆναι δὲ τοὺς υἱοὺς αὐτοῦ Ἰωσὴφ παραστήσας τῷ Ἰακώβ, τὸν μὲν πρεσβύτερον κατὰ τὴν δεξιὰν ἔστησε χεῖρα, τὸν δὲ νεώτερον κατὰ τὴν λαιάν. δὲ τὰς χεῖρας ἐναλλὰξ ταῖς τῶν παίδων κεφαλαῖς ἐπιθέμενος, τὴν μὲν δεξιὰν τῷ νεωτέρῳ ἀπένειμε, τῷ πρεσβυτέρῳ δὲ τὴν εὐώνυμον. καὶ τοῦ Ἰωσὴφ μὴ οὕτω χρῆναι τὴν ἐπίθεσιν τῶν χειρῶν ποιήσασθαι φήσαντος τῷ πατρί, ἐκεῖνος ἀλλοιῶσαι τὸν τῶν χειρῶν οὐκ ἐπείσθη σχηματισμόν. οὐ γάρ, ὡς ὑπείληφεν Ἰωσήφ, οὐκ ᾔδει ἐποίει, τοῦ γήρως τῷ βαθεῖ βλαβεὶς τὴν διάνοιαν, ἀλλὡς προφήτης τὰ μέλλοντα ὑπῃνίττετο, καὶ τὸν σωτήριον ἐτύπου σταυρόν, καὶ τὸν νέον λαὸν τὸν ἐξ ἐθνῶν δηλαδὴ δεξιὸν ἐδήλου λογισθήσεσθαι τῶ θεῷ καὶ τοῦ πρεσβυτέρου προτιμηθήσεσθαι, φημὶ δῆτα τοῦ Ἰουδαϊοῦ. τελευτᾷ δὲ Ἰακὼβ βιώσας ἔτη τριῶν δέοντα ἑκατὸν καὶ πεντήκοντα. Ἰωσὴφ δὲ τοῦ Φαραὼ συγχωρήσαντος ἄπεισιν εἰς Χεβρῶνα καὶ θάπτει τὸν πατέρα πολυτελῶς. τῶν δὲ ἀδελφῶν δεδιότων συνυποστρέφειν αὐτῷ, ἕνα μὴ μνησικακήσας ἀνταποδοίη αὐτοῖς, πείθει μηδὲν ὑφορᾶσθαι. τελευτᾷ δὲ καὶ οὗτος, ἔτη βιώσας ἑκατὸν δέκα, ἐντειλάμενος, ὅτε μεταναστεύσουσι τῆς Αἰγύπτου οἱ ἐκ τοῦ γένους αὐτοῦ, ἐκκομίσαι καὶ τὰ ὀστᾶ αὐτοῦ καὶ εἰς τὴν Χαναναίαν ἀπαγαγεῖν.
§1.12.1 Αἰγύπτιοι δὲ ἀκμάζοντας τοὺς Ἰσραηλίτας ὁρῶντες καὶ τοῦ Ἰωσὴφ ἐπιλελησμένοι, ταλαιπωρίας ποικίλας καταὐτῶν ἐπενόουν. τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομήσαι τείχη ταῖς πόλεσι καὶ χώματα ἀνεγεῖραι, ἵνα διαὐτῶν ποταμὸς λιμνάζειν ἀπείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς Ἑβραίους ἐξέχρόνον χρόνον μὲν οὖν συχνὸν ἐπαὐταῖς διήνυσαν ταῖς κακώσεσιν. εἶτα τῶν ἱερογραμματέων τις ἀγγέλλει τῷ Φαραὼ τεχθήσεσθαί τινα κατἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς τραφεὶς ταπεινώσει μὲν τοὺς Αἰγυπτίους, αὐξήσει δὲ τοὺς ὁμογενεῖς. δείσας οὖν Φαραὼ κελεύει πᾶν ἄρσεν γεννώμενον τοῖς Ἐβραίοις ῥιπτοῦντας εἰς τὸν ποταμὸν διαφθείρειν, τοὺς δὲ μὴ οὕτω ποιοῦντας τῶν παίδων τοκεῖς παγγενῆ ἀναιρεῖσθαι, καὶ τοὺς τοκετοὺς δὲ τῶν Ἑβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας παραφυλάττειν.
§1.12.2 Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ἀνὴρ δέ τις τῶν εὖ γεγονότων πρὸς ταῦτα διέκειτο χαλεπῶς, ἐκυοφόρει γὰρ αὐτῷ γυνή, καὶ ἐδέετο τοῦ θεοῦ· μὴ ἀπογινώσκειν δὲ καθὕπνους προσέταξεν αὐτῷ θεός. ‘ τε γὰρ παῖς, ὃν ὑφορῶνται Αἰγύπτιοι, σός ἔλεγεν ‘‘ἔσται, καὶ σωθήσεται καὶ τραφήσεται λαθὼν τοὺς ἐπιβουλεύοντας, καὶ λύσει μὲν τῆς παρΑἰγυπτίοις δουλείας τοὺς ὁμοφύλους, μνήμης δὲ αἰωνίου τεύξεται. δὲ ἀδελφὸς αὐτοῦ ἱεράσεταί μοι σὺν τοῖς ἐκγόνοις διὰ παντός.” τίκτει τοίνυν αὐτῷ γυνὴ παιδίον ἄρρεν λαθοῦσα τοὺς φύλακας, καὶ τρέφεται παρά τῶν τεκόντων τὸ βρέφος ἐπὶ μῆνας τρεῖς. δεδοικότες δὲ ἐπὶ τῷ θεῷ τὴν ἑαυτοῦ σωτηρίαν πεποίηνται, καὶ πλέγμα τι μηχανησάμενοι ἀσφάλτῳ τε περιχρίσαντες ἐντιθέασι τὸ βρέφος καὶ ἀφιᾶσι κατὰ τοῦ ποταμοῦ. δὲ τοῦ παιδὸς ἀδελφὴ Μαριάμμη παρετήρει τὸ γενησόμενον. παίζουσα δὲ παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ Θέρμουθις θυγάτηρ Φαραὼ ὁρᾷ τὸ πλέγμα καὶ στείλασα κομίζεται τοῦτο. ἰδοῦσα δὲ τὸ παιδίον ἠγάπησε τοῦτο καὶ διὰ κάλλος καὶ διὰ μέγεθος. καὶ παράγονται γυναῖκες Αἰγύπτιαι θηλάσουσαι αὐτό· τό δὲ θηλὴν αὐτῶν οὐ προσίετο. δὲ Μαριάμμη ὡς τάχα παρατυγχάνουσαβασίλισσαεἶπεν, “εἰ Ἑβραΐς κληθείη γυνή, ἴσως προσήσεται τὸ βρέφος ὁμογενοῦς.” δέκάλεσονἔφη. καὶ παρήγαγε τὴν μητέρα, καὶ Θέρμουθις τὴν τοῦ παιδὸς τροφὴν ἔμμισθον αὐτῇ ἀνατίθησι, καὶ ἐκ τοῦ συμβεβηκότος ὀνομάζει αὐτό. τό γὰρ ὕδωρ μῶς καλοῦσιν Αἰγύπτιοι, ὑσῆς δὲ τοὺς σωθέντας ἐξ ὕδατος· ἄμφω γοῦν συνθεῖσα τὰ ῥήματα εἰς κλῆσιν αὐτοῖς τοῦ βρέφους ἐχρήσατο. ἦν δ᾿ ἐξ Ἀβραὰμ ἕβδομος Μωυσῆς· Ἀμαρὰμ μὲν γὰρ αὐτὸς ἦν παῖς, Καὰθ δὲ τῷ Ἀμαρὰμ πατήρ, δὲ τοῦ Λευὶ, καὶ τοῦ Ἰακὼβ Λευί, Ἰακὼβ δὲ ἐτέχθη τῷ Ἰσαάκ, Ἰσαὰκ δ᾿ ἐξέφυ τῷ Ἀβραάμ. τριετεῖ δὲ τῷ παιδὶ γεγονότι καὶ τὸ τῆς ἡλικίας ἀνάστημα καὶ τὸ τῆς μορφῆς ἀστεῖον ἐκ θειοτέρας ἐπέπρεπε χάριτος, δὲ σύνεσις πολὺ κρείττων τῆς ἡλικίας ἐφύετο. Θέρμουθις οὖν γνησίας ἀμοιροῦσα γονῆς υἱοθετεῖται αὐτὸν καὶ κομίζει πρὸς τὸν πατέρα, δὲ τὸν παῖδα προστερνισάμενος ἐπιτίθησιν αὐτῷ κατὰ φιλοφρόνησιν τὸ διάδημα. καὶ παῖς αὐτὸ κατὰ νηπιότητα δῆθεν ῥιπτεῖ κατὰ γῆς καὶ ἐπέβαινε τοῖς ποσίν. ὅπερ ἱερογραμματεὺς θεασάμενος, ὃς ἐκ τῶν Ἑβραίων γενέσθαι τινὰ τὸν τὴν Αἰγυπτίων ἀρχὴν ταπεινώσοντα προεῖπεν, ἀνακραγώνοὗτοςεἶπενἐκεῖνος παῖς, ὃν ἀνελὼν τοῖς Αἰγυπτίοις τὸ δέος περίελε,” ἔφθη δ᾿ αὐτὸν Θέρμουθις ἐξαρπάσασα, καὶ τὸν Φαραὼ δὲ νωθρὸν πρὸς τὸν φόνον διέθηκεν θεός.
§1.12.3 Παρελθὼν δὲ εἰς ἡλικίαν Μωυσῆς ἐκ τοιαύτης λαβῆς οἷος τὴν ἀρετὴν ἦν φανερὸς τοῖς Αἰγυπτίοις ἐγένετο. πρόσοικοι ὄντες τῇ Αἰγύπτῳ Αἰθίοπες ἐσίνοντο τὴν χώραν αὐτῶν, οἱ δ᾿ Αἰγύπτιοι στρατεύουσιν ἐπ᾿ αὐτούς· καὶ ἡττήθησαν, Αἰθίοπες δὲ καταφρονήσαντες αὐτῶν τὴν ἅπασαν κατέτρυχον Αἴγυπτον. κατὰ δὲ θεῖον χρησμὸν αἰτεῖ τὴν θυγατέρα τὸν Μωυσῆν Φαραὼ ἤδη ἀνδρωθέντα, κατὰ τῶν Αἰθιόπων στρατηγὸν αὐτῷ γενησόμενον. δὲ δίδωσιν, ὁρκώσασα τὸν πατέρα μηδὲν αὐτὸν διαθεῖναι κακόν. Μωυσῆς δὲ τὸν πόλεμον πιστευθεὶς οὐ διὰ συνήθους ὁδοῦ ἄγει ἐπὶ τοὺς πολεμίους τὴν στρατιάν , ἀλλὰ δι᾿ ἀστιβήτου ἐκ πλήθους ἑρπετῶν ἰοβόλῶν · ἔνθα καὶ τὴν σύνεσιν αὐτοῦ ἐπεδείξατο. πλέγματα γὰρ ποιήσας καὶ ταῦτα πληρώσας ἴβεων, πολλὰς δὲ ταύτας τρέφει καὶ χειροήθεις Αἴγυπτος, κατὰ τὴν ὁδὸν ἐκείνην ἐκόμιζεν· αἶ δὲ ἴβεις τοῖς ἰοβόλοις τούτοις πολέμιοι· καὶ ταύταις προηγουμέναις τῆς στρατιᾶς προμάχοις κατὰ τῶν ἰοβόλων ἐχρήσατο. καὶ μηδὲν προγνοῦσιν ἔπεισι τοῖς Αἰθίοψι, καὶ τούτους νικᾷ καὶ πόλεις αὐτῶν αἱρεῖ οὐκ ὀλίγας. οἱ δὲ συνελαθέντες εἰς Σαβᾶν πόλιν βασίλειον οὖσαν Αἰθιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ὠνόμασε διὰ τὴν ὁμώνυμον ἀδελφήν, ἐπολιορκοῦντο· ἦν δὲ πόλις δυσπολιόρκητος. Θάρβις δὲ τοῦ Αἰθιόπων κρατοῦντος θυγάτηρ εἰς ἔρωτα ὤλισθε Μωυσέως καὶ διαπέμπεται πρὸς αὐτὸν περὶ γάμου, δὲ κατένευεν, εἰ παραδοίη τὴν πόλιν αὐτῷ. φθάνει τὸ ἔργον τοὺς λόγους, καὶ Μωυσῆς ἐτέλει τοὺς γάμους, καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. οἱ δ᾿ ἐμίσουν αὐτὸν καὶ σωζόμενοι, καὶ ἠρέθιζον τόν Φαραὼ καταὐτοῦ. δὲ καὶ τοῖς ἱερογραμματεῦσι πειθόμενος καὶ διὰ τὸν φόνον τοῦ Αἰγυπτίου τοῦ τὸν Ἑβραῖον μαστίζοντος, ὡς τῇ βίβλῳ περιείληπται τῆς Γενέσεως, εἰ καὶ τοῦτο παρέδραμεν Ἰώσηπος, ἐπέθετο τῇ ἀναιρέσει τοῦ Μωυσέως. δὲ καὶ τῶν ὁδῶν φυλαττομένων λαθὼν ὑπέξεισι διὰ τῆς ἐρήμου, καὶ εἰς πόλιν ἄπεισι Μαδιάμ, καὶ ξενίζεται παρὰ τῷ τῆς πόλεως ἱερεῖ, ὃς καὶ διώνυμος ὢν Ῥαγουὴλ ἐκαλεῖτο καὶ Ἰοθόρ. δὲ τὴν θυγατέρα αὐτοῦ Σεπφώραν τῷ Μωυσῇ πρὸς γάμον ἐκδίδωσιν καὶ ποιμένα ποιεῖται τῶν ἑαυτοῦ θρεμμάτων.
§1.13 Νέμων δἐπὶ τὸ Σίναιον ὄρος Μωυσῆς τοῦ περὶ τὴν βάτον ἀξιοῦται ὁράματος, ἣν ἔφλεγε πῦρ, οὐ μέντοι κατέκαιεν. εἶτα καὶ φωνῆς ἐκεῖθεν ἀκούει, μὴ προβαίνειν ἐπέταττεν, ἅτε θείου τοῦ τόπου τυγχάνοντος, καὶ τὰ ἐσόμενα προηγόρευε, καὶ ἀπιέναι αὐτῷ εἰς Αἴγυπτον ἐκέλευε, τοὺς ὁμογενεῖς τῆς ἐκεῖ κακώσεως ἀπαλλάξοντι καὶ ἐξάξοντι αὐτοὺς τῆς Αἰγύπτου, θυσίας τε εἰς ἐκεῖνον τὸν τόπον ποιεῖν ἐνετέλλετο. ταῦτα ἐκ τοῦ πυρὸς θεοκλυτεῖται Μωυσῆς. δ᾿ ἠπόρει πῶς τούς οἰκείους πείσειεν βιάσαιτο Φαραὼ ἐπιτρέψαι τὴν ἔξοδον. καὶ θεὸς ῥᾷστα ταῦτα θήσειν αὐτῷ ἐπηγγέλλετο, καὶ εἰς πίστιν τὴν βακτηρίαν εἰς τὴν γῆν ἀφεῖναι κελεύεται, καὶ ἀφέντος δράκων ἐγένετο, εἶτ᾿ ἐπιλαβομένου πάλιν βάκτρον ἦν. καὶ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσταχθείς, λευκὴν ὁμοίαν τιτάνῳ τὴν χρόαν ἐξήνεγκεν, εἶτα καὶ εἰς τὸ πρότερον εἶδος ἀποκατέστη. καὶ τοῦ πλησίον ὕδατος λαβεῖν κελευσθεὶς καὶ καταχέαι τῆς γῆς, ὁρᾷ τὸ χεθὲν αἱματῶδες. θαρρεῖν οὖν ἐπὶ τούτοις παρεκελεύετο καὶ μηκέτι μέλλειν. παραλαβὼν οὖν τὴν γυναῖκα καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς, Γηρσών, σημαίνει ὅτι εἰς τὴν ξένην, καὶ Ἐλεάζαρ, δηλοῖ δὲ ὡς συμμάχῳ χρήσαιτο τῷ πατρῴῳ θεῷ, ὥρμησεν εἰς Αἴγυπτον. πλησιάσαντι δὲ ἀδελφὸς ὑπήντησεν Ἀαρών. παραγίνονται οὖν ἄμφω πρὸς Φαραώ, καὶ τὰ ἐκ θεοῦ προστεταγμένα εἰπόντες ἠξίουν μὴ ἀντιπράττειν τῇ θείᾳ βουλῇ. χλευάσαντος δ᾿ ἐκείνου, ἔργῳ τὰ σημεῖα ἐδείκνυον, καὶ ῥάβδος ὄφις ῥιφεῖσα ἐγένετο. τὸ δ᾿ αὐτὸ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν πεποιηκότων καὶ τὰς σφετέρας βακτηρίας μεταβαλόντων εἰς δράκοντας, Μωυσῆς τὴν βακτηρίαν αὖθις ῥιπτεῖ κατὰ γῆς, καὶ εἰς ὄφιν μεταβληθεῖσα τὰς τῶν Αἰγυπτίων βακτηρίας, αἳ δράκοντες ἐδόκουν, κατέφαγεν· εἶτα εἰς τὸ ἑαυτῆς σχῆμα μεταπεσοῦσαν αὐτὴν κομίζεται. σκληρυνομένου δὲ Φαραώ, εἰς αἷμα τὰ ὕδατα μετεβέβλητο. εἶτα βάτραχοι πᾶσαν τὴν γῆν Αἰγύπτου ἐκάλυψαν. ἐπὶ τούτοις σκνῖπες ἐκ τῆς γῆς ἀνεδόθησαν. τὰ μὲν οὖν ἄλλα τεράστια καὶ οἱ ἐπαοιδοὶ Φαραὼ ἐδόκουν ποιεῖν, σκνῖπας δὲ φαντάσαι οὐκ ἠδυνήθησαν. εἶπον οὖν πρὸς Φαραὼ ὅτι δάκτυλος θεοῦ τοῦτό ἐστιν· δἔτι ἀνένδοτος ἦν. καὶ ἐγένετο κυνόμυια, καὶ ἐπὶ ταύτῃ φθορὰ τῶν κτηνῶν. ἔπειτα τοῦ Μωυσέως καμινιαίαν αἰθάλην τοῦ ἀέρος κατασκεδάσαντος, ἕλκη καὶ φλυκτίδες ἔν τε τοῖς κτήνεσι καὶ ἐν τοῖς ἀνθρώποις ἀνέζεσαν, καὶ αὖθις χάλαζα ὕσθη, καὶ μεταὐτὴν ἐπῆλθεν ἀκρίς, καὶ ἐπὶ ταύταις σκότος τοὺς Αἰγυπτίους ἐπὶ τρεῖς ἡμέρας ἐκάλυψε, τελευταῖον δἐπήνεκτο τούτοις τῶν πρωτοτόκων ἀπώλεια. σκληρυνομένου γὰρ Φαραὼ ἐκέλευσεν θεὸς Μωυσῇ θυσίαν παρασκευάσαι εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὃς παρὰ μὲν Ἑβραίοις Νίσαν καλεῖται, παρΑἰγυπτίοις δὲ Φαρμουθί, παρὰ Μακεδόσι δὲ Ξανθικός, καὶ παρἝλλησιν Ἀπρίλλιος. ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης ἄπαντες ἔθυον καὶ τῷ τοῦ θύματος αἵματι τὰς φλιὰς τῶν οἰκιῶν ἔχριον, καὶ δειπνήσαντες τῶν κρεῶν τὰ περιττὰ ἔκαυσαν. ὅθεν ἔκτοτε ἑορτὴν ἄγουσιν Ἑβραῖοι κατὰ τὸν καιρόν τοῦτον καὶ θύουσι, πάσχα τὴν ἑορτὴν καλοῦντες. τὸ δὲ πάσχα ἄλλοι μὲν διάβασιν σημαίνειν φασίν, Ἰώσηπος δὲ ὑπερβασίαν, ὅτι κατἐκείνην τὴν νύκτα τοὺς Ἑβραίους θεὸς ὑπερβὰς Αἰγυπτίοις ἐνέσκηψε τὴν τῶν πρωτοτόκων φθοράν. ὅθεν συνελθόντες Αἰγύπτιοι ἐδέοντο Φαραὼ ἀπολύειν τοὺς Ἑβραίους· δὲ ἀπιέναι προσέταξεν. οἱ δ᾿ ἐξῄεσαν. ἦν δὲ τὸ τῶν μετανισταμένων πλῆθος τὸ στρατεύσιμον ἡλικίαν ἔχον μόνον μυριάδες ἐξήκοντα. ἐξῆλθον δὲ μηνὸς Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ κατὰ σελήνην, μετὰ ἔτη τετρακόσια τριάκοντα τοῦ τὸν Ἀβραὰμ εἰς Χαναναίαν ἐλθεῖν, ἐκ δὲ τῆς Ἰακὼβ εἰς Αἴγυπτον παροικίας μετὰ ἐνιαυτοὺς διακοσίους καὶ πεντεκαίδεκα. ἦν δὲ Μωυσῇ τότε τῆς ζωῆς ἔτος ὀγδοηκοστόν, Ἀαρὼν δὲ τρισὶν ὑπερεῖχε. συνεπήγοντο δὲ καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ, πληροῦντες τὴν ἐντολὴν τοῦ ἀνδρός.
§1.14 Οἶμενοῦν ἀπῄεσαν, Αἰγύπτιοι δὲ μετεμέλοντο καὶ λαβόντες ὅπλα ἐδίωκον. ἑξακόσια δἦσαν αὐτοῖς ἄρματα 5 ἱππεῖς τε πεντακισμύριοι, καὶ μυριάδεςεἴκοσιν ὁπλιτῶν. Ἑβραίους δεἰς ἀπόγνωσιν ἦγον ἐν στενῷ γεγονότα τὰ πράγματα, καὶ λίθοις βάλλειν τὸν Μωυσῆν ἔμελλον. δὲ παρεκάλει αὐτῷ ἕπεσθαι, καὶ ἦγεν αὐτοὺς ἐπὶ θάλασσαν, καὶ στὰς παραὐτῇ καὶ τὸν θεὸν ἐπιβοησάμενος τύπτει τὴν θάλασσαν τῇ βακτηρίᾳ· δὲ ἀνεκόπη καὶ γυμνὴν ἀφῆκε τοῖς Εβραίοις τὴν γῆν, κἀκεῖνοι διέβαινον σπεύδοντες. ὁρῶντες δὲ ταῦτα Αἰγύπτιοι, καὶ αὐτοὶ προτάξαντες τὴν ἵππον ἐδίωκον. ἤδη δ᾿ ἐπὶ τὴν ἀντιπέραν γῆν τῶν Ἑβραίων διασωθέντων ἐπιχεῖται τοῖς Αἰγυπτίοις θάλασσα, τοῦ Μωυσέως τῇ ῥάβδῳ ἐπιστρεπτικῶς αὖθις τὸ ὕδωρ πατάξαντος καὶ τὰ τούτου ἑνώσαντος τμήματα. ἀπώλοντο οὖν οἱ ἐν τοῖς ὕδασιν Αἰγύπτιοι ξύμπαντες. καὶ οἶ μὲν Ἑβραῖοι ἐν ὕμνοις ἦσαν καὶ ἔχαιρον, Μωυσῇ δὲ ᾠδὴ πεποίηται πρὸς θεὸν ἐν ἑξαμέτρῳ τόνῳ συντεθειμένη, ὥς φησιν Ἰώσηπος. τὰ δὅπλα τῶν Αἰγυπτίων σὺν τοῖς σώμασιν αὐτῶν ἐκβρασθέντα τῆς θαλάσσης ὑπὸ τοῦ πνεύματος λαβόντες Ἑβραῖοι, τούτοις ὡπλίσθησαν. καὶ ἦγεν αὐτοὺς Μωυσῆς εἰς τὸ ὀρὸς Σινὰ, θύσων ἐκεῖ τὰ σῶστρα, ὡς αὐτῷ ἐνετέταλτο. ἀγομένους δἐκεῖ τῶν τροφῶν ἐλύπει σπάνις καὶ τοῦ ὕδατος ἔνδεια. καὶ οὕτως ἔχοντες εἰς τόπον ἀφικνοῦνται ἐν φρέαρ ἦν, οὗ τὸ ὕδωρ διὰ πικρίαν ἄποτον. καὶ τὸ ὄνομα τοῦ τόπου μὲν τῆς Ἐξόδου βίβλος Μερρὰν ὀνομάζει, δἸώσηπος Μὰρ αὐτὸν κληθῆναι παρὰ τῶν Ἑβραίων συγγράφεται, μὰρ τὸ πικρὸν λέγων τοὺς Ἑβραίους καλεῖν. καὶ τοῦ δημαγωγοῦ κατεγόγγυζον, δὲ τοῦ θεοῦ πρότερον δεηθεὶς ξύλον λαβὼν εἰς τὸ φρέαρ ἐνέβαλε καὶ τὸ ὕδωρ ἐγλύκανεν. δὲ Ἰώσηπος ἔοικε μὴ πιστεύων ὡς θαύματι τῇ γλυκάνσει τοῦ ὕδατος, ἀλλὰ φυσικῶς αὐτὸ γλυκανθῆναι δοξάζων λέγει ὅτι τὸ ξύλον Μωυσῆς εἰς τὸ ὕδωρ βαλὼν ἐξαντλεῖν τὸ φρέαρ ἐκέλευε, καὶ οἱ μὲν ἐπόνουν, τὸ δὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον ἤδη πότιμον ἦν. τὴν δὲ τῶν τροφῶν ἔνδειαν ἰάσατο, τοῦ θεοῦ δεηθείς, διὀρτύγων. ἐφίπταντο γὰρ τῇ τῶν Ἑβραίων παρεμβολῇ πλῆθος ὀρτύγων, οὓς συλλαμβάνοντες ἤσθιον. καὶ ἐπὶ τούτοις τὸ μάννα ὗσεν αὐτοῖς θεός, μέλιτι μὲν τὴν ἡδονὴν ἐμφερές, τὸ δὲ μέγεθος κοριάνδρου σπέρματι ὅμοιον, μάννα δὲ παρἐκείνων κληθέν, ὡς ἀπορούντων τί τοῦτο ἂν εἴη· τὸ γὰρ μὰν καὶ ἐπερώτησιν δηλοῖ κατὰ τὴν ἐκείνων διάλεκτον. οὕτω καὶ ταῦτα Ἰώσηπος. ἐνετέταλτο δὲ ἀσσάρωνα ἕκαστον ἐκ τούτου καθἑκάστην συλλέγειν, δὲ ἀσσάρων μέτρον ἐστίν, εἰ δέ τις πλέον συνέλεξεν, εἰς τὴν αὔριον ἄβρωτον ἦν, ὑπό τε σκωλήκων καὶ πικρίας διεφθαρμένον. τοῦτο δὲ ᾠκονόμητο, ἵνα μὴ τῶν ἐρρωμένων πολὺ συναγόντων ἐπιλείπῃ τοῖς ἀσθενέσι. τῇ δὲ τροφῇ ταύτῃ τεσσαράκοντα ἐχρήσαντο ἔτεσιν, ἐφὅσον ἤσαν ἐν τῇ ἐρήμῳ. αὖθις οὑν εἰς ἄνυδρον ἦλθον τόπον καλούμενον Ῥαφιδίν, καὶ διψῶντες κατὰ Μωυσέως κεκίνηντο. δὲ τοῦ θεοῦ δεηθεὶς κελεύεται ῥάβδῳ τὴν πέτραν πλῆξαι, καὶ πλήττει, ἧς αὐτίκα ὕδωρ ἐξεβλύσθη πολύ τε καὶ διαυγέστατον. οἱ δὲ Ἀμαληκῖται κατὰ τῶν Ἑβραίων ἐχώρουν, τοὺς περιοἴκους συμμάχους προσκαλεσάμενοι. Μωυσῆς δὲ τὸ μάχιμον τοῦ λαοῦ τῶν ἄλλων ἀποδιελών, καὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ ἐπιστήσας αὐτοῖς, μέρος δέ τι τῆς στρατιὰς καταλιπὼν εἰς τὴν τοῦ ὕδατος φυλακήν, αὐτὸς μὲν ἀνεχώρει πρὸς τὸ ὄρος, Ἰησοῦ δἐνετέλλετο πεποιθέναι θεῷ καὶ τὸ στράτευμα κατὰ τῶν ἐναντίων ἐξάγειν. ἤδη οὖν πόλεμος συνερρήγνυτο· καὶ μέχρι μὲν Μωυσῆς τὰς χεῖρας εἶχεν ὑψοῦ, τοὺς Αμαληκίτας οἱ Ἑβραῖοι κακῶς διετίθεντο, ὁσάκις δὲ τὰς χεῖρας καθίει Μωυσῆς τῇ ἀνατάσει τούτων πονούμενος, ἡττᾶσθαι τότε τοὺς Ἑβραίους συνέβαινεν. ἑκατέρωθεν οὖν τὸν ἀδελφὸν Ἀαρὼν καὶ Ὢρ τὸν ἄνδρα τῆς ἀδελφῆς Μαριὰμ στήσας ἀνέχειν τὰς χεῖρας αὐτοῦ ἐνετείλατο. καὶ οὕτω τοὺς Ἀμαληκίτας νικῶντες Ἑβραῖοι πάντας ἀπώλεσαν ἄν, εἰ μὴ νὺξ ἐπέσχεν αὐτοῦ αὐτούς. Ἑβραίων δὲ τέθνηκεν οὐδὲ εἷς.
§1.15 Εκεῖθεν ἀπῄεσαν εἰς τὸ πρόσω, καὶ ἐν τριμήνῳ μετὰ τὴν ἐξ Αἰγύπτου ἐξέλευσιν παρῆσαν ἐπὶ τὸ ὄρος Σινὰ, καὶ ἔθυσε Μωυσῆς ἐκεῖ τῷ θεῷ. ὅπου καὶ Ῥαγουὴλ πενθερὸς αὐτοῦ ἀπήντησεν αὐτῷ, θεασάμενος δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν ὄχλῳ πραγμάτων ὄντα, πάντων ἐπαὐτὸν βαδιζόντων, συνεβούλευε τὴν μὲν τῶν δικῶν ζήτησιν ἑτέροις ἐπιτρέπειν, αὐτὸν δὲ τῶν μειζόνων προνοεῖν πραγμάτων καὶ τῆς τοῦ λαοῦ σωτηρίας, καὶ κατὰ μυρίους ἄρχοντας ἀποδεικνύειν, εἶτα κατὰ χιλίους, καὶ κατὰ πεντακοσίους ἑτέρους ἐφιστᾶν, καὶ ἐπὶ τούτοις ἑκατοντάρχους καὶ πεντηκοντάρχους ποιεῖν, καὶ ἐν τριάκοντα καὶ εἴκοσι καὶ δέκα ἐφιστᾶν τοὺς διακοσμήσοντας. ταῦτα τοῦ Ῥαγουὴλ συμβουλεύσαντος, Μωυσῆς κατὰ τὴν ὑποθήκην ἐκείνου ποιεῖ. εἶτα πλησίον μετασκηνῶσαι τοῦ ὄρους Σινᾶ τῷ λαῷ ἐντειλάμενος, αὐτὸς εἰς τὸ ὄρος ἀνῄει· καὶ λαὸς μετεσκήνωσεν, ἁγνεύων τήν τε ἄλλην ἁγνείαν καὶ ἀπὸ γυναικὸς συνουσίας τρίτην ἡμέραν. κατὰ δὲ τὴν τρίτην ἔωθεν νεφέλη περιεκύκλου τὸ τῶν Ἑβραίων στρατόπεδον, ἀστραπαί τε ἦσαν φοβεραὶ καὶ πνευμάτων σφοδρότης, τοὺς Ἑβραίους ἐδείμαινε ταῖς σκηναῖς προσμένοντας. ἐπιφαίνεται δὲ Μωυσῆς ἔμπλεως θάρσους, καὶ ὀφθεὶς ἀπαλλάττει τοῦ δέους αὐτοὺς καὶ μηνύει σφίσιν θεὸς ἐνετείλατο καὶ ὅσα φυλάξουσι νόμιμα, καὶ προσάγει τόν λαὸν ἄμα γυναιξὶ καὶ τέκνοις, ὡς ἀκούσαιεν του θεοῦ. καὶ ἤκουον φωνῆς ὑψόθεν γινομένης. εἶταὖθις ἄνεισιν εἰς τό ὄρος· καὶ χρονίσαντος ἐκεῖ λαὸς ἠθροίσθη πρὸς Ἀαρὼν λέγων ‘‘ποίησον ἡμῖν θεούς· γὰρ Μωυσῆς οὐκ οἴδαμεν τί γέγονεν.” Ἀαρὼν δὲ βιαζόμενος προσενεγκεῖν προσέταξεν ἕκαστον τὰ ἐνώτια τὰ χρυσᾶ καὶ τὸν κόσμον ὃν αἱ γυναῖκες καὶ αἱ θυγατέρες αὐτῶν περιέκειντο. οἱ δὲ προσήγαγον, καὶ διαὐτῶν μόσχον ἐποίησαν χωνευτὸν καὶ ἔθυσαν αὐτῷ. Μωυσῆς δὲ καταβαίνων ἀπὸ τοῦ ὄρους καὶ τὰς δύο πλάκας τοῦ μαρτυρίου ἐν ταῖς χερσὶ φέρων λιθίνους καταγεγραμμένας ἐπἀμφοτέρων τῶν μερῶν, ὡς ἤγγισε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον, καὶ ὀργισθεὶς τὰς πλάκας συνέτριψε, καὶ λαβὼν τὸν μόσχον κατέκαυσε καὶ ἐλέπτυνε καὶ βαλὼν εἰς ὕδωρ ἐπότισε τὸν λαόν. καὶ ἐνετείλατο τοῖς υἱοῖς Λευί, καὶ διῆλθον διὰ τῆς παρεμβολῆς καὶ ἀπέκτειναν πολλούς, ὡς καὶ εἰς τρισχιλίους τοὺς πεσόντας ἀριθμηθῆναι. ὑπέστρεψε δὲ Μωυσῆς πρὸς τὸ ὄρος λέγων κύριε, ἡμάρτηκεν λαός σου, καὶ νῦν εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου σου. καὶ εἶπεν αὐτῷ κύριοςκατάβηθι, ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπόν σοι.” καὶ ἐνεφάνισε κύριος τῷ Μωυσῇ αἰτήσαντι ἰδεῖν αὐτὸν τὰ ὀπίσθια αὐτοῦ. καὶ κατέβη πρὸς τὸν λαὸν αὖθις δύο πλάκας ἐπιφερόμενος τοὺς δέκα λόγους γεγραμμένους ἐχούσας, καὶ ὄψις τοῦ προσώπου αὐτοῦ ὑπῆρχε δεδοξασμένη, καὶ οὐκ ἠδύνατο ἀτενίσαι αὐτῷ λαός, καὶ περιέθετο κάλυμμα περὶ τὴν ὄψιν αὐτοῦ, καὶ οὕτως ὡμίλει αὐτοῖς. καὶ ἀπήγγειλεν αὐτοῖς ἐνετείλατο θεὸς περί τε θυσιῶν καὶ καθαρσίων, καὶ ζῴων ἀκαθάρτων τε καὶ καθαρῶν, ὥστε τῶν μὲν ἀπέχεσθαι, τοῖς δὲ τρέφεσθαι, περί τε μίξεων ἀθέσμων, καὶ τίνας οἱ ἱερεῖς εἰς γάμον ἀγάγωνται, καὶ οἵας οἱ ἀρχιερεῖς, καὶ περὶ σαββάτου καὶ τοῦ ἑβδόμου ἐνιαυτοῦ καὶ τοῦ πεντηκοστοῦ, ὃν ἰωβηλαῖον καλοῦσι· καὶ ὅτι ἐπέταξεν θεὸς σκηνὴν γενέσθαι εἰς ἣν ἂν παραγίνοιτο συνεπαγομένην αὐτοῖς μεταβαίνουσι, καὶ μέτρα τῆς σκηνῆς ἔδειξεν αὐτῷ καὶ σχῆμα καθ ἂν κατασκευασθείη. δὲ λαὸς χαίροντες ἐπὶ τούτοις προσῆγον χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους καὶ χαλκὸν καὶ ξύλα καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν καὶ λίνον καὶ ἔρια. ἀρχιτέκτονας δἐφίστησι τῆς σκηνῆς τόν τε τῆς ἀδελφῆς αὐτοῦ τῆς Μαριὰμ υἱὸν τὸν Βεσελεὴλ καὶ τὸν Ἐλιφάτζ.
§1.16 ἤδη δὲ τῆς σκηνῆς εἰργασμένης ἔστησε ταύτην Μωυσῆς. εἴργαστο δὲ κιβωτὸς ἐκ ξύλων ἀσήπτων, πανταχόθεν χρυσίον περιεκάλυπτεν, τὰς δύο πλάκας ἐνέθεντο αἳ τοὺς δέκα λόγους εἶχον ἐγγεγραμμένους. ὣν πρῶτος μὲν ἔνα θεὸν εἶναί φησι καὶ τοῦτον μόνον σέβεσθαι δεῖν, δεύτερος δὲ μηδενὸς εἰκόνα ζῴου ποιεῖν μηδὲ προσκυνεῖν, τρίτος ἐπὶ μηδενὶ ματαίῳ τὸν θεὸν ὀμνύναι, τέταρτος τὰς ἑβδομάδας παρατηρεῖν ἀναπαυομένους ἐξ ἔργου παντός, πέμπτος γονεῖς τιμᾶν, ἕκτος φόνου ἀπέχεσθαι, ἕβδομος μὴ μοιχεύειν, ὄγδοος μὴ κλέπτειν, ἔνατος μὴ ψευδομαρτυρεῖν, δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμεῖν. ταύτην οὖν τὴν κιβωτὸν εἰσάγουσιν εἰς τὸ ἄδυτον. ἐν δὲ τῷ ναῷ τιθέασι τράπεζαν, καὶ ἐπὶ ταύτῃ ἄρτους ἀζύμους δώδεκα καὶ λυχνίαν χρυσῆν καὶ θυμιατήριον ξύλινον ἐντός, ἔξωθεν δὲ χρυσίῳ κεκαλυμμένον. καὶ πρὸ τῆς σκηνῆς βωμὸν ἱδρύσατο ξύλινον χαλκαῖς λεπίσι περιεληλαμένον, οὗ ἄντικρυς φιάλαι καὶ κρατῆρες σὺν θυί·σκοις ἐτίθεντο, καὶ ἄλλα σκεύη πρὸς ἱερουργίαν ἡτοίμαστο, χρύσεα πάντα. γίνονται δὲ καὶ τοῖς ἱερεῦσι στολαί, ἀλλὰ μέντοι καὶ τῷ ἀρχιερεῖ. ἀρχιερέα δὲ θεὸς τὸν Ἀαρὼν ἐψηφίσατο. συναθροίσας δὲ τὸ πλῆθος Μωυσῆςἄνδρες” “τὸ μὲν ἔργον τετέλεσται, τῆς δὲ τοῦ ἱερᾶσθαι τιμῆς θεὸς τὸν Ἀρὼν ἀξιοῖ.” προσέταξε δὲ Μωυσῆς εἰσφέρειν ἕκαστον σίκλου τὸ ἥμισυ, ἴν εἰς τὰς περὶ τὴν σκηνὴν χρείας εἴη ἀνάλωμα. δὲ σίκλος νόμισμα Ἑβραίων ἐστὶν Ἀττικὰς δεχόμενον δραχμὰς τέσσαρας. τὸ δὲ πλῆθος τόν εἰσφερόντων ἦν μυριάδες ἐξήκοντα καὶ πεντακισχίλιοι πεντακόσιοι πεντήκοντα. τὴν δ εἰσφορὰν ἐποιοῦντο τῶν ἐλευθέρων οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν ἄχρι πεντηκοστοῦ. ἐποιήθη δὲ σκηνὴ μησὶν ἑπτά. ἔδειξε δὲ θεὸς κατὰ γνώμην αὐτοῦ τὸ ἔργον γενόμενον, παρουσιάσας ἐν τῇ σκηνῇ. οὕτω δὲ τὴν παρουσίαν ἐδήλωσεν. ἀχλὺς ὑπὲρ τὴν σκηνὴν μόνην ἐγένετο, οὔτε βαθεῖα καὶ συμπεπιλημένη καὶ νέφεσιν ἐμφερής, οὔτε πάνυ λεπτή τε καὶ ἀραιά, ὡς δι᾿ αὐτῆς διικνεἳσθαι τὴν ὅρασιν· ἡδεῖα δὲ ἀπ᾿ αὐτῆς ἔρρει δρόσος. Μωυσῆς δὲ ἔθυσεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ ἐφ᾿ ἡμέρας ἑπτά, τῇ δὲ ὀγδόῃ ἑορτὴν ἐκήρυξε τῷ λαῷ καὶ θύειν ἐπέταξεν. οἱ δὲ ἀλλήλοις ἡμιλλῶντο. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ πῦρ ἀνήφθη αὐτόματον καὶ πάντα τὰ ἐπὶ τοῦ βωμοῦ ἐδαπάνησεν. οἱ δὲ πρεσβύτεροι τῶν τεσσάρων υἱῶν Ἀαρών, Ναδὰβ καὶ Ἀβιού, παρὰ τὰ διατεταγμένα θύσαντες κατεκαύθησαν τὰ στέρνα τε καὶ τὰ πρόσωπα, πυρὸς ἐξαφθέντος αὐτομάτου καὶ φλέξαντος αὐτούς· ὧν τὰ σώματα ἔξω τῆς παρεμβολῆς κομισθέντα ἐτάφησαν. τὴν δὲ φυλὴν τοῦ Λευὶ τῶν ἄλλων διακρίνας ἥγνισε, καὶ παρέδωκεν αὐτοῖς τὴν σκηνὴν καὶ τὰ σκεύη τὰ ἱερά, ἵνα ὡς ὑφηγοῦνται οἱ ἱερεῖς, ὑπηρετῶσιν αὐτοί. μετὰ ταῦτα ἀριθμῆσαι διέγνωκε τὸν λαόν, καὶ εὑρέθησαν τῶν ὅπλα φέρειν δυναμένων μυριάδες ἑξήκοντα καὶ τρισχίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. οὗτοι δ᾿ ἦσαν οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν καὶ ἄχρι τοῦ πεντηκοστοῦ ἐφθακότες. ἀντὶ δὲ τῆς Λευιτικῆς φυλῆς τοῖς φυλάρχοις κατέλεξαν τοὺς παῖδας τοῦ Ἰωσήφ, τὸν Μανασσῆν καὶ τὸν Ἐφραΐμ, κατὰ τὴν διαταγὴν τοῦ προπάτορος Ἰακώβ. οἱ δέ γε Λευῖται δισμύριοι καὶ τρισχίλιοι ἀριθμηθέντες εὑρέθησαν πρὸς ὀκτακοσίοις καὶ ὀγδοήκοντα.
§1.17.1 Εἶτα στασιάζει τὸ πλῆθος τὸν Μωυσῆν αἰτιώμενον ὅτι γῆς αὐτοὺς ἀγαθῆς ἀποστήσας ἐν ἐρήμῳ πλανᾶσθαι πεποίηκεν. ἀγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν εἰς τὴν καλουμένην Φάραγγα, πλησίον οὖσαν τῆς Χαναναίων γῆς, ἐξ ἑκάστης φυλῆς ἔνα λαβὼν κατασκοπήσοντας ἔστειλε τήν τε δύναμιν τῶν Χαναναίων καὶ τῆς γῆς τὴν ποιότητα. οἶ δὲ τεσσαράκοντα ἡμέραις διελθόντες τὴν γῆν ὑπενόστησαν, καὶ καρποὺς ἐκ τῆς γῆς ἐκείνης κομίζοντες, καὶ τὴν μὲν χώραν ἐπῄνουν ὡς ἀγαθήν, τὸ δὲ πλῆθος ἐφόβουν ὡς οὔσης ἀπόρου τῆς αὐτῆς κατασχέσεως διά τε ποταμῶν μεγέθη καὶ ὀρῶν δυσχωρίας καὶ πόλεων ὀχυρότητας. τὸ δὲ πλῆθος πάλιν διὀργῆς εἶχον τὸν Μωυσῆν, καὶ ἐνενόουν καταλεῦσαι αὐτόν τε καὶ τὸν Ἀαρὼν καὶ ὑποστρέψαι εἰς Αἴγυπτον. μόνοι δὲ τῶν κατασκόπων Ἰησοῦς τοῦ Ναυῆ καὶ Χαλὲβ παρεθάρρυναν τὸν λαόν, μηδὲν δυσχερὲς ἀπαντήσειν αὐτοῖς ἀπισχυριζόμενοι. Μωυσῆς δὲ καὶ Ἀαρὼν ἱκέτευον τὸν θεὸν ὅπως τῆς ἀπονοίας παύσῃ τὸ πλῆθος. παρὴν δὲ νεφέλη ἐν τῇ σκηνῇ καὶ ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ θεοῦ. καὶ Μωυσῆς θαρσήσας διειλέχθη τῷ πλήθει, καὶ ὀργισθῆναι ἔφησε τὸν θεόν, μὴ ἀπολεῖν μέντοι πάντας μηδὲ τὸ γένος ἐξαφανίσειν, τὴν δὲ Χαναναίαν μὴ παρέξειν αὐτοῖς, ἐᾶσαι δἐπὶ τῆς ἐρημίας ἐπἔτη τεσσαράκοντα, παισὶ δὲ τοῖς αὐτῶν παρέξειν τὴν γῆν. ταῦτα τοῦ Μωυσέως εἰπόντος ἐν λύπῃ τὸ πλῆθος ἐγένετο. εἶτα συμμίξαι τοῖς Χαναναίοις ἤθελον, καὶ ταῦτα κωλύοντος τοῦ θεοῦ· καὶ προσβαλόντες ἡττήθησαν, καὶ οἱ μὲν ἔπεσον, οἱ δὲ εἰς τὴν παρεμβολὴν συμπεφεύγασι.
§1.17.2 Στάσις δὲ τὸ πλῆθος κατέλαβεν ἐξ αἰτίας τοιαύτης. Κορὲ τῆς Λευιτικῆς τυγχάνων φυλῆς, καὶ γένει καὶ πλούτῳ περιφανέστατος καὶ ὁμιλεῖν πιθανώτατος , φθόνον ἔσχε πρὸς Μωυσῆν καὶ τοῦ ἀνδρὸς κατεβόα ὡς τυραννίδι χρωμένου. ‘‘τίνι γὰρ λόγῳἔλεγεν Ἀαρὼν καὶ τοῖς αὐτοῦ υἱέσι τὴν ἱερωσύνην προσένειμεν; εἰ μὲν ὡς ἐκ τῆς Λευιτικῆς φυλῆς, ἐγὼ ταύτης τυχεῖν δικαιότερος, γένους μὲν ὁμοίως ἔχων, πλούτῳ δὲ καὶ ἡλικίᾳ διάφορος. εἰ δἑτέρᾳ φυλῇ προσκυρωθῆναι δέον αὐτήν, προτιμηθήσεται τοῦ Ρουβὶμ διὰ πρεσβυγένειαν, καὶ λήψονται ταύτην Δαθάν τε καὶ Ἀβειρών.” ταῦτα ἐκεῖνος μὲν κακοήθως ἔλεγεν, ἦσαν δὲ αὐτῷ συντεταγμένοι ἄνδρες τῶν πρώτων διακόσιοι καὶ πεντήκοντα, ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος. δὲ Μωυσῆς εἰς μέσον στὰς εἶπενἐμοί, Κορὲ, καὶ σὺ καὶ τῶν σοι συντεταγμένων ἕκαστος τιμῆς ἄξιοι δοκεῖτε, δὲ θεὸς τὴν ἱερωσύνην τῷ Ἀαρὼν ἐψηφίσατο, καὶ νῦν αὐτὸς αὖθις κρινεῖ ὃν ἱερᾶσθαι βούλεται. ἔωθεν οὖν, ὅσοι τῆς ἱερωσύνης ἀντιποιεῖσθε, πάριτε, ἕκαστος κομίζων θυμιατήριον οἴκοθεν καὶ πῦρ καὶ θυμίαμα· σὺν ὑμῖν δὁμοίως παρίτω καὶ Ἀρών. καὶ θυμιώντων ὑμῶν ἐνώπιον τοῦ λαοῦ, οὗπερ ἂν τὴν θυσίαν ἡδίω κρινεῖ θεός, οὗτος ἔσται ὑμῖν ἱερεύς. ἐπῄνεσε ταῦτα τὸ πλῆθος, καὶ τῇ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν. Μωυσῆς δὲ πέμψας πρὸς Δαθὰν καὶ Ἀβειρὼν ἐνετέλλετο ἥκειν· οἱ δὲ μὴ πεισθέντες κατὰ Μωυσέως ἠπείλησαν. Μωυσῆς δὲ ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους κελεύσας ἀπῄει πρὸς τὰς ἐκείνων σκηνάς, καὶ πλησίον γενόμενος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανὸν καὶ μέγα ἐβόησενἐπεὶ κακουργεῖν ὑποπτεύομαι, δέσποτα, αὐτὸς ἐλθὲ δικαστὴς καὶ παράστησον ὅτι οὐδὲν αὐτομάτως, ἀλλὰ πάντα σῇ διοικεῖται προνοίᾳ. καὶ εἰ σοῦ κελεύσαντος δέδωκα τὴν ἱερωσύνην τῷ Ἀαρών, χάνοι περὶ Δαθάν τε καὶ Ἀβειρὼν καὶ τὴν αὐτῶν γενεὰν ἐφἣν ἑστήκασι γῆν· εἰ δ᾿ ἀληθεύοιεν κατἐμοῦ, οἶς ἐπηρασάμην αὐτοῖς ἐγὼ περιπέσοιμι. ταῦτα εἶπε δακρύων. καὶ σείεται μὲν ἀθρόον γῆ, σκληροῦ δὲ ῥαγέντος ἤχου συνίζησε περὶ τὰς ἐκείνων σκηνὰς καὶ αὐτούς τε καὶ τὰ αὐτῶν εἰς τὸ χάσμα κατήνεγκε, καὶ οὕτως αὖθις συνῆλθε τὸ διεστός. ἐπὶ τούτοις ἔφριξε μὲν λαός, Μωυσῆς δὲ καλεῖ τοὺς περὶ ἱερωσύνης ἁμιλλωμένους. καὶ συνελθόντες πεντήκοντα καὶ διακόσιοι ἄνδρες τῶν ἐπισήμων καὶ Ἀαρὼν καὶ Κορὲ πρὸ τῆς σκηνῆς ἐπὶ τοῖς θυμιατηρίοις καθήγιζον ἐκόμιζον. ἐξέλαμψε δὲ πῦρ πολύ, Οἶον ἂν θεοῦ κελεύσαντος ἀναφθείη, ὑφοὗ οἵ τε διακόσιοι πεντήκοντα καὶ Κορὲ διεφθάρησαν, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι· μόνος δὲ Ἀαρὼν εὑρέθη ἀλώβητος. Μωυσῆς δὲ τὰ θυμιατήρια τῶν ἀνδρῶν ἐκείνων περὶ τὸν χάλκεον ἐκέλευσε καταθέσθαι βωμόν, ἔν ὑπόμνησις ὦσι τόν γεγονότων καὶ τοῖς μετέπειτα. ἐκκλησιάσας δὲ πάλιν προεῖπε τοῖς φυλάρχοις ἥκειν τὰ τῶν φυλῶν ὀνόματα βακτηρίαις ἐπιγεγραμμένα κομίζοντας, ἐκείνῳ τῆς ἱερωσύνης ἐσομένης οὑπερ ἄν τῇ βακτηρίᾳ σημεῖον γένηται ἐκ θεοῦ. κομίζουσιν οὖν οἵ τε ἄλλοι καὶ Ἀαρών, ἐπιγράψας τῇ βακτηρίᾳ Λευῖτιν. ἃς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατέθετο Μωυσῆς. τῇ δἐπιούσῃ προεκόμισε ταύτας. καὶ αἶ μὲν ἄλλαι οἷαιπερ ἐτύγχανον ἔμενον, δὲ Ἀαρὼν ἐβλάστησε κλάδους τε καὶ καρπούς. τὸν δὲ καρπὸν μὲν τοῦ Λευιτικοῦ βίβλος κάρυα λέγει, ἀμύγδαλα δὲ Ἰώσηπος. ἐξεπλάγησαν οὖν πάντες, τρὶς τὸν Ἀαρὼν χειροτονήσαντος τοῦ θεοῦ. ἐπεὶ δὲ πολέμων καὶ στρατείας τῶν Λευιτῶν ἀφεῖτο φυλή, ἔνα μὴ διὰ ἀπορίαν τῶν ἀναγκαίων ἀμελοῖεν τῆς λειτουργίας τοῦ ἱεροῦ, ἐκέλευε Μωυσῆς τὴν Χαναναίαν κτησαμένους τοὺς Ἑβραίους ὀκτὼ καὶ τεσσαράκοντα πόλεις κατανεῖμαι τοῖς Λευίταις καὶ γῆν πρὸ αὐτῶν, καὶ δεκάτην τῶν ἐπετείων καρπῶν αὐτοῖς τε καὶ τοῖς ἱερεῦσι τελεῖν· καὶ ἄλλα δὲ πλεῖστα χορηγεῖν τούτοις τὸν λαὸν διετάξατο, ὧν τὸ καθἕκαστον ζητῶν τὴν τοῦ Λευιτικοῦ βίβλον ἀναπτύξας εὑρήσει.
§1.18–1.28.1
§1.18 Ταῦτα δὲ διατάξας Μωυσῆς ἐπὶ τὴν Ἰδουμαίαν ἦλθε μετὰ τῆς στρατιάς καὶ ἠξίου παρελθεῖν διαὐτῆς. τῆς χώρας δ βασιλεὺς προυπήντα μετὰ ἐνόπλου στρατιᾶς τῷ Μωυσῇ. καὶ ὃς διὰ τῆς ἐρήμου ἐχώρει, μή ἄρχειν μάχης συμβουλεύοντος τοῦ θεοῦ. τότε καὶ Μαριάμμη τέθνηκε τοῦ Μωυσέως σύγγονος, μετὰ τεσσαρακοστὸν ἔτος τῆς ἐξ Αἰγύπτου ἐξόδου. τὸν δὲ λαὸν ἀπῆγε διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας· ἔνθα καὶ Ἀαρὼν ἐτελεύτησεν εἰς ὄρος ἀνελθὼν ὑψηλὸν καὶ τὴν ἀρχιερατικὴν στολὴν παραδοὺς τῷ υἱῷ Ἐλεάζαρ, τοῦ πλήθους ὁρῶντος, ἔτη βιοὺς ἑκατὸν πρὸς εἴκοσι καὶ τρισίν. ἐλθὼν δὲ Μωυσῆς ἐπὶ τὴν Μωαβιτῶν καὶ Ἀμορραίων χώραν τῷ στρατῷ δίοδον ᾔτει. Σηὼν δὲ τῆς χώρας βασιλεὺς διαβαίνειν τοὺς Ἑβραίους ἐκώλυε, καὶ τοῦ θεοῦ σημήναντος νίκην ἐρομένῳ τῷ Μωυσῇ, τὰς πανοπλίας ἀναλαβόντες Ἑβραῖοι πρὸς μάχην ἐχώρουν. τρέπονται δαὐτίκα οἱ Ἀμορραῖοι καὶ ἅπαντες διεφθάρησαν, πέπτωκε δὲ καὶ Σηὼν βασιλεὺς αὐτῶν. καὶ τὰς πόλεις εἷλον καὶ τὴν γῆν ἐκείνων παρέλαβον. ἐπιτίθεται δὲ τοῖς Ἰσραηλίταις καὶ Ὢγ τῆς Γαλαδηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς σύμμαχος ἐλθὼν τῷ Σηὼν ἤδη ἀπολωλότι. αὐτός τε οὖν θνήσκει κατὰ τὴν μάχην καὶ στρατὸς αὐτοῦ διαφθείρεται, καὶ αἱ πόλεις ἑάλωσαν καὶ οἱ ἐνοικοῦντες ἀπώλοντο. Ἐκεῖθεν δὲ Μωυσῆς τὴν δύναμιν κατὰ τὸ μέγα πεδίον ἄγει καὶ στρατοπεδεύει Ἱεριχοῦντος ἔναντι. πόλις δ᾿ ἐστὶν εὐδαίμων αὕτη, φοίνικάς τε φέρουσα καὶ βάλσαμον νεμομένη. Βαλὰκ δὲ τῶν Μωαβιτῶν βασιλεὺς μετακαλεῖται τὸν μάντεα Βαλαάμ, ὅπως ἐπὀλέθρῳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσῃ παραγενόμενος. καὶ μὲν ἀπῄει, κατὰ δὲ τὴν δὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ ὄνος, Βαλαὰμ ἐπωχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος οὐ προέβαινεν οὐδὲ ταῖς πληγαῖς ἐνεδίδου, φωνήσασα δἀνθρωπίνως κατὰ θείαν βούλησιν, ἄδικον ἐκάλει τὸν δεσπότην πληγὰς αὐτῇ ἐπιφέροντα καὶ μὴ συνιέντα ὅτι ἐκ θεοῦ οἶς ἔσπευσεν ὑπηρετεῖν εἴργεται. ταραττομένου δ αὐτοῦ διὰ τὴν ἀνθρωπίνην φωνήν, ἐπιφανεὶς ἄγγελος αὐτὸς τὴν ὁδὸν ἔλεγε κωλύειν τῷ κτήνει· βουλόμενον δ᾿ ἀναστρέφειν χωρεῖν προσωτέρω παρώρμησεν, καὶ ἂν ἐκ θεοῦ ἐμπνευσθείη, τοῦτο λέγειν. καὶ μὲν ἥκει πρὸς τὸν Βαλάκ, καὶ εἰς ὄρος ἀχθείς, ἑπτά τε ταύρους ὁλοκαυτώσας καὶ τοσούτους κριούς, ὡς εἶδε τροπὴν σημαινομένην, οὐ μόνον οὐ κατηύξατο τῶν Ἑβραίων, ἀλλἐπιθειάσας αὐτούς τε καὶ τὸ γένος ἅπαν αὐτῶν εὐλόγησε καὶ ἐξύμνησε. τοῦ δὲ Βαλὰκ δυσχεράναντος ἐπὶ τούτοις ἔφη Βαλαὰμ οὐκ ἐφἡμῖν περὶ τῶν τοιούτων σιγᾶν λέγειν ἐστίν, βασιλεῦ, ἀλλ᾿ ὅτε ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα, ἃς ἐκεῖνο βούλεται φωνὰς ἀφίησι δι᾿ ἡμῶν. ἐμοὶ δὲ χαρίζεσθαι βουλομένῳ σοι βωμὸν αὖθις ἑτοιμαστέον καὶ θύματα.” θύει τοίνυν καὶ πάλιν, καὶ πεσὼν ἐπὶ στόμα προύλεγεν ὅσα τε βασιλεῦσιν ἔσται πάθη καὶ ὅσα ταῖς πόλεσι. Βαλὰκ δὲ ἀτίμως ἀποπέμπει τὸν Βαλαάμ. εἶτα τὰς παρθένους ἐπιπέμπει τοῖς Ἰσραηλίταις κατὰ τὴν συμβουλὴν Βαλαάμ, αἷς οἱ τῶν Ἑβραίων νέοι ἡλίσκοντο καὶ ταύταις συνῄεσαν, ὡς διὰ παντὸς ἤδη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν, ἔρωτι τῶν Μαδιανιτίδων γυναικῶν θεοῖς αὐτῶν τῶν νέων θυόντων καὶ ἀσυνήθων γευομένων τροφῶν. Μωυσῆς δὲ εἰς ἐκκλησίαν ἀγαγὼν τὸν λαόν, οὐκ ἄξια δρᾶν ἑαυτῶν οὐδὲ τῶν πατέρων τοὺς νέους ἔλεγε, καὶ ἐπειρᾶτο τούτους ἐπανορθοῦν. Ζαμβρὴς δὲ φύλαρχος ὢν φυλῆς τῆς Συμεωνίτιδος, καὶ Μαδιανίτιδι συνοικῶν καὶ περιμανῶς ἐκείνης ἐρῶν, Μωυσέως κατηναιδεύσατο, καὶ μὴ ἄν ποτε τὴν γυναῖκα καταλιπεῖν διωμόσατο. Φινεὲς δὲ τοῦ ἀρχιερέως ὢν παῖς Ἐλεάζαρ περιαλγήσας οὐκ ἀνῆκε παίων τῇ ῥομφαίᾳ τὴν Μαδιανῖτιν καὶ τὸν Ζαμβρὴν ἕως καὶ ἄμφω ἀπέκτεινεν. ὃν καὶ ἄλλοι νέοι, οἷς ἀρετῆς ἔμελε, μιμησάμενοι ἀνῄρουν τῶν νέων τοὺς ἐπὶ γυναιξὶν ἀλλοφύλοις παρανομήσαντας. ἀπόλλυνται οὖν ἄνδρες οὐκ ἐλάττους μυρίων καὶ τετρακισχιλίων. ἐντεῦθεν παροξυνθεὶς Μωυσῆς κατὰ τῶν Μαδιανιτῶν ἐξέπεμψε στρατιάν, στρατάρχην αὐτῆς ἀποδείξας τὸν Φινεές. καὶ μάχης συστάσης οἵ τε βασιλεῖς αὐτῶν πίπτουσιν, ὄντες πέντε, καὶ πλῆθος ἄγαν πολύ. οἱ δὲ Ἑβραῖοι τὴν χώραν αὐτῶν διηρπάκασι, καὶ τοὺς οἰκήτορας σὺν γυναιξὶ διαφθείραντες μόνας τὰς παρθένους κατέλιπον εἰς τρισμυρίας καὶ δισχιλίας ἀριθμουμένας, ἃς τοῖς ἱερεῦσί τε καὶ Λευίταις καὶ τῷ λαῷ διένειμε Μωυσῆς. γηραιὸς δὲ τυγχάνων διάδοχον ἑαυτοῦ κατέστησε τὸν τοῦ Ναυῆ Ἰησοῦν, κελεύσαντος τοῦ θεοῦ.
§1.19.1 Αἱ φυλαὶ δὲ Γάδ τε καὶ Ῥουβὶμ καὶ τῆς τοῦ Μανασσῆ ἡμίσεια ἐδέοντο Μωυσέως τὴν τῶν Ἀμορραίων γῆν προσκληρῶσαι αὐτοῖς. δὲ δειλοὺς αὐτοὺς ἀπεκάλει καὶ μὴ θέλοντας τῆς πρὸς Χαναναίους μάχης κοινωνήσαι τοῖς ὁμοφύλοις. ἀπελογοῦντο δἐκεῖνοι μὴ τοῦτο εἶναι, ἀλλὰ πλήθει βοσκημάτων εὐθηνουμένους βούλεσθαι ταῦτα παρὰ τῇ χώρᾳ καταλιπεῖν, ἀγαθῇ τυγχανούσῃ πρὸς τετραπόδων τροφήν, ἴν εἶεν αὐτοὶ πρὸς τοὺς ἀγῶνας τοῖς ὁμογενέσι συναπαίροντες εὔζωνοι. ἐπῄνεσε ταῦτα Μωυσῆς καὶ τὴν Ἀμορῖτιν αὐτοῖς προσεκλήρωσεν ἐπὶ τοιαύταις συνθήκαις.
§1.19.2 Τεθνηκότος δέ τινος ἐκ τῆς τοῦ Μανασσῆ φυλῆς ἐπὶ θυγατράσι μόναις, ἐρωτηθεὶς Μωυσῆς τίνος ἐκείνου κλῆρος ἔσοιτο, ἀπεκρίνατοεἰ μέν τισι τῶν φυλετῶν συνοικήσουσιν αἶ παρθένοι, μετὰ τοῦ κλήρου πρὸς ἐκείνους χωρείτωσαν· εἰ δὲ μνηστεύοιντό τισιν ἐξ ἑτέρας φυλῆς, τὸν κλῆρον ἐάτωσαν ἐν τῇ πατρῴᾳ φυλῇ, καὶ οὕτω μένειν ἑκάστου κλῆρον ἐν ταῖς φυλαῖς διετάξατο.
§1.19.3 Ἤδη δὲ τεσσαράκοντα διεληλυθότων ἐτῶν ἐξότου οἱ Ἰσραηλῖται τῆς Αἰγύπτου ἐξεληλύθασι, τριάκοντα ἐνδεουσῶν ἡμερῶν, ἀθροίσας τὸν λαὸν Μωυσῆς ἐκατὸν εἴκοσιν ἐνιαυτῶν γεγονὼς τὸ οἰκεῖον αὐτοῖς κατήγγειλε τέλος. καὶ πολλὰ παραινέσας, καὶ νόμους ἐν βίβλοις δοὺς καὶ τῆς σφετέρας πολιτείας διάταξιν, καὶ στρατεῦσαι κατὰ τῶν Ἀμαληκιτῶν ἐντειλάμενος, περὶ τῆς φυλακῆς τε τῶν νόμων ὅρκον ἀπαιτήσας αὐτούς, καὶ τὸν δημαγωγὸν Ἰησοῦν παραθήξας ἐπὶ τοὺς Χαναναίους στρατεῦσαι, ‘‘ἰδούφησίν, ‘‘πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους· τήνδε μοι γὰρ τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ἔδειξεν θεός. τὸ δὲ πλῆθος ἐδάκρυε, καὶ ἦν θρῆνος αὐτῶν ἀπαράκλητος καὶ τοσοῦτος ὡς χαἰ αὐτὸν Μωυσῆν ἐκνικηθῆναι τῷ πάθει καὶ προενεγκεῖν δάκρυα. πορευομένῳ δ᾿ ὅπου ἔμελλεν ἀφανὴς ἔσεσθαι εἵποντο πάντες κοπτόμενοι. δὲ τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἐκέλευε, μόνη δ γερουσία προἐπεμπεν αὐτὸν καὶ ἀρχιερεὺς Ἐλεάξαρ καὶ στρατηγὸς Ἰησοῦς, ἕως ἐπὶ τὸ ὄρος ἦλθε Ναβαῦ, ἐπὶ κορυφὴν Φασγά, ἐστι κατὰ πρόσωπον Ἱεριχώ· ὅθεν ἔδειξεν αὐτῷ κύριος τὴν γῆν, ἣν ἕμελλον κληρονομῆσαι οἱ υἱοὶ Ἰσραήλ, εἰπὼν αὐτῷἴδε ταύτην τοῖς ὀφθαλμοῖς σου, εἰς αὐτὴν δοὐκ εἰσελεύσῃ.’ ἐπὶ δὲ τὸ ὄρος τοῦτο ἐλθὼν ὑψηλὸν τυγχάνον, τὴν μὲν γερουσίαν ἀπέπεμψε, τὸν δἘλεάζαρ καὶ Ἰησοῦν καὶ προσομιλῶν αὐτοῖς νέφους ἀθρόον περιλαβόντος αὐτὸν ἐγένετο ἀφανής. γεγράφασι δ᾿ αὐτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, ἔνα μὴ διὑπερβολὴν τῆς περὶ αὐτὸν ἀρετῆς τολμήσωσί τινες εἰπεῖν ὡς ἀποτεθέωται. ἐβίωσε δὲ τὴν ὅλην ζωὴν ἐνιαυτοὺς ἑκατὸν εἴκοσιν, ὧν ἦρξε τὸ τρίτον μέρος λείποντος ἑνὸς μηνός. καὶ ἐπένθησαν αὐτὸν ἐπὶ ἡμέραις τριάκοντα. ταῦτα μέν φησιν Ἰώσηπος, δὲ τοῦ Δευτερονομίου βίβλος πρὸς τῷ τέλει οὕτω περιέχει πρὸς ῥῆμακαὶ ἐτελεύτησε Μωυσῆς οἰκέτης κυρίου, καὶ οὐκ οἶδεν οὐδεὶς τὴν τελευτὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.”
§1.19.4 Ἤδη δὲ τοῦ πένθους λελωφηκότος πέμπει κατασκόπους εἰς Ἱεριχοῦντα Ἰησοῦς, μετακαλεσάμενος δὲ τοὺς φυλάρχους τῆς τοῦ Ῥουβὶμ φυλῆς καὶ τῆς Γὰδ καὶ τῆς Μανασσῆ, ὑπεμίμνησκεν αὐτοὺς τῶν πρὸς τὸν Μωυσῆν συνθηκῶν. τῶν δὲ ἑπομένων πεντακισμυρίοις ὁπλίταις ἐπὶ τὸν Ἰορδάνην προσῄει. οἱ δὲ πεμφθέντες κατάσκοποι εἰς Ἰεριχοῦντα παραγενόμενοι τὴν πόλιν ἅπασαν κατενόησαν, γνωσθέντες δὲ τῷ βασιλεῖ τῆς χώρας μηνύονται· δεὐθὺς αὐτούς συλληφθῆναι ἐκέλευσεν. ὡς δἔγνω τὴν ἔφοδον τῶν ζητούντων τοὺς ἄνδρας γυνὴ παρ̣ προσπεφεύγασι, Ῥαὰβ καλουμένη, τοὺς μὲν κατἔκρυψε λίνου αὐτοῖς ἀγκαλίδας ἐπιθεμένη, τοῖς δὲ ζητοῦσιν ἔλεγεν ὡς οἱ ἀγνῶτες ἄνδρες ἐκεῖνοι πρὶν δῦναι τὸν ἥλιον παραὐτῇ δειπνήσαντες ἀπηλλάγησαν. οἱ δοὕτως αὐτοὺς ὑπελθούσης τῆς γυναικὸς ὥρμησαν ἄλλος ἀλλαχοῦ τοὺς ἄνδρας διώκοντες. δὲ Ῥαὰβ χωρεῖν ἐκέλευσεν ἐπὶ τὰ οἰκεῖα τοὺς ἄνδρας καὶ μεμνῆσθαι αὐτῆς καὶ ἀμοιβὴν ἐκτῖσαι τῆς Χαναναίων χώρας ἐπικρατήσαντας. οἱ δὲ καὶ χάριν ἔχειν ὡμολόγουν, καὶ ἡνίκα ἂν πόλις ἁλίσκηται, τὴν κτῆσίν τε καὶ τοὺς οἰκείους εἰς τὸ καταγώγιον ἐγκαθεῖρξαι αὐτῇ ἐνετέλλοντο, καὶ ἀπαιωρῆσαι δὲ φοινικίδα πρὸ τῶν θυρῶν, ἔν εἴη γνώριμος οἰκία καὶ διαφυλαχθῇ. καὶ οἶ μὲν πρὸς τοὺς οἰκείους ἐσώθησαν καὶ ἔπραξαν ἐδήλουν. τοῦ Ἰορδάνου δὲ πολλοῦ ῥέοντος, οὕτω τοὺς Ἑβραίους Ἰησοῦς ἐπαὐτοῦ διεβίβαζε. προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν αἴροντες, εἶτα οἱ Λευῖται κομίζοντες τὴν σκηνήν, εἴποντο δὲ τούτοις λαός. ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβάσιν ἀνεκόπη τὸ ῥεῦμα τοῦ ποταμοῦ, πάντες θαρρούντως ἐπεραιοῦντο. ἔστησαν δἐν μέσῳ οἱ ἱερεῖς ἕως οὗ διαβαίη τὸ πλῆθος· εἶτα κἀκεῖνοι ἐξῄεσαν ἐλεύθερον ἀφέντες τὸ ῥεῦμα χωρεῖν. καὶ πρὸ δέκα σταδίων τῆς Ἱεριχοῦντος
§1.20.1 στρατοπεδεύονται. καὶ βωμὸν ἐκ τῶν λίθων Ἰησοῦς ἱδρυσάμενος, οὓς ἕκαστος τῶν φυλάρχων κατἐντολὴν αὐτοῦ ἐκ τοῦ βυθοῦ τοῦ Ἰορδάνου ἀνείλετο, ἔθυεν ἐπαὐτοῦ καὶ τὴν ἑορτὴν τοῦ πάσχα ἑώρταζε. τότε δ᾿ αὐτοὺς καὶ τὸ μάννα ἐπιλελοίπει, χρησαμένους αὐτῷ ἐπὶ τεσσαράκοντα ἔτη· ἤδη γὰρ εὐπόρουν ἐκ τῆς χώρας πάντων ὧνπερ ἐδέοντο. τῇ δὲ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τῇ πολιορκίᾳ τῆς Ἱεριχοῦντος Ἰησοῦς ἐπεχείρησεν, οὕτω ταύτην διατιθέμενος. τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες περιώδευον τὸ τεῖχος, ἑπτὰ σαλπίζοντες κέρασι, καὶ γερουσία παρείπετο· εἶθὑπενόστουν εἰς τὸ στρατόπεδον. καὶ τοῦτο ἐπὶ ἕξ ἐποίουν ἡμέρας. τῇ δὲ ἑβδόμῃ τὰ αὐτὰ ποιησάντων καὶ περιελθόντων ἑπτάκις, τὸ τεῖχος κατέπεσε, καὶ λαὸς εἰσελθὼν πάντας ἔκτειναν καὶ τὴν πόλιν ἐνέπρησαν. τὴν δὲ Ῥαὰβ μόνην σὺν τοῖς οἰκείοις ἔσωσαν οἱ κατάσκοποι, φοινικίδα πρὸ τῆς οἰκίας ἀπαιωρήσασαν. καὶ Ἰησοῦς ἀγροὺς αὐτῇ ἐδωρήσατο καὶ ἦγε διὰ τιμῆς. κατὰ δὲ τῶν ἐγείρειν αὐθις βουλησομένων τὴν πόλιν ἀρὰς ἔθετο, στερηθῆναι μὲν τοῦ πρώτου παιδὸς τὸν θεμελίους βαλλόμενον, τὸν τελειώσαντα δὲ ζημιωθῆναι τὸν νεώτατον. πολὺ δὲ πλῆθος ἐκ τῆς πόλεως ἀθροίζεται ἀργύρου τε καὶ χρυσοῦ, καὶ ἅπαν ἀνετέθη τῷ θεῷ ὡς τῶν κατωρθωμένων ἐσόμενον ἀπαρχήν· ἀπείρητο γὰρ πᾶσιν ἐκ τούτου τι σφετερίσασθαι. Ἄχαρ δέ τις ἐκ τῆς Ἰούδα φυλῆς ὑφάσματι χρυσοϋφεῖ περιτυχὼν καὶ μάζῃ χρυσοῦ ἑλκούσῃ σίκλους διακοσίους, ἰδιώσατο ταῦτα κατορύξας ἐν τῇ σκηνῇ. μετὰ ταῦτα πολέμου συστάντος τρέπονται οἱ Ἑβραῖοι καὶ πίπτουσιν αὐτῶν ἄνδρες ἒξ καὶ τριάκοντα. τοῦτο σφόδρα τὸ πλῆθος ἐλύπησε. καὶ Ἰησοῦς ἐπὶ στόμα πεσὼν ἐδέετο τοῦ θεοῦ. χρηματισθεὶς δὲ κλοπὴν γενέσθαι τόν καθιερωμένων χρημάτων, κλήρῳ τὴν κρίσιν ἐπέτρεψεν. ἐπὶ δὲ τὸν Ἄχαρ τοῦ κλήρου πεσόντος ὁμολογεῖ τὴν κλοπὴν ἐκεῖνος καὶ παράγει τὰ φώρια. καὶ μὲν λίθοις ἀναιρεῖται σὺν τοῖς αὐτοῦ, Ἰησοῦς δὲ πολιορκεῖ τὴν Ναὶν καὶ ταύτην αἱρεῖ.
§1.20.2 Γαβαωνῖται δὲ καὶ οἱ ἐκείνοις περίοικοι Χαναναίοις προσήκοντες, φοβηθέντες μὴ τοῖς Ἱεριχουντίοις καὶ τοῖς περὶ Ναὶ·ν τὰ ὅμοια πείσονται, πρεσβείαυ στέλλουσι πρὸς τὸν Ἰησοῦν, πορρωτάτω λέγοντες κατοικεῖν μηδὲ κατὰ γένος κοινωνεῖν Χαναναίοις, καὶ σπονδὰς πρὸς αὐτοὺς θέσθαι ζητοῦντες τοὺς Ἰσραηλίτας καὶ συνθήκας φιλίας. Ἰησοῦς οὖν φιλίαν πρὸς αὐτοὺς ἐποιήσατο. γνοὺς δἔπειτα τούτους τοῦ γένους τῶν Χαναναίων ὄντας, τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. οἱ δὲ ἐξ ἀνάγκης ἔφασαν τοῦτο πράξαι, δεδιότες τὸν ὄλεθρον. καὶ Ἰησοῦς, ἴνα μὴ παραβαίη τὸν ὅρκον, δημοσίους αὐτοὺς ἀποδείκνυσιν. οὕτως Ἰώσηπος· δὲ βίβλος τοῦ Ἰησοῦ περιέχει ὅτι κατέστησαν αὐτοὺς ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ. ἐπιθεμένου δὲ τοῖς Γαβαωνίταις τοῦ βασιλέως τῶν Ἱεροσολύμων διὰ τὰς πρὸς τοὺς Ἑβραίους σπονδάς, Ἰησοὺς αὐτοῖς συμμαχεῖ καὶ τρέπεται τοὺς ἐναντίους καὶ τραπέντας ἐδίωκεν. ὅτε καὶ οὐρανόθεν χάλαζά τε τῆς συνήθους μείζων καὶ κεραυνοὶ τοῖς πολεμίοις ἐπέπεσον, καὶ ἡμέρα ηὔξητο, τὸν δρόμον τῷ ἡλίω στήσαντος τοῦ θεοῦ ἐντεύξει τοῦ Ἰησοῦ, ἵνα μὴ νυκτὸς ἐπελθούσης διαφύγωσιν οἱ πολέμιοι. καταλαμβάνονται δὲ καὶ οἱ βασιλεῖς ἔν τινι σπηλαίῳ κρυπτόμενοι, καὶ κτείνονται πάντες. Ἰησοῦς δἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινήν, καὶ πολὺν φόνον τῶν ἐν αὐτῇ ἐργασάμενος καὶ λείαν λαβὼν εἰς τὸ ἐν Γαλγάλοις ἦλθε στρατόπεδον. ἐκλήθη δ τόπος τοῦ στρατοπέδου Γάλγαλα, ὡς ἤδη ἑαυτοὺς ἐλευθέρους τῶν Αἰγυπτίων καὶ τῆς κατὰ τὴν ἔρημον ταλαιπωρίας γνόντων τῶν Ἰσραηλιτῶν· γάλγαλα γὰρ Εβραῖοι τὴν ἐλευθερίαν καλοῦσι. στρατεύουσι δ᾿ ἐπαὐτοὺς οἱ περὶ Λέβανον Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδινοῖς, Παλαιστηνοῖς συμμαχούμενοι. ἦν δ᾿ στρατὸς ἐκείνων ὁπλιτῶν μυριάδες τριάκοντα, μύριοι δ ἱππεῖς καὶ τρισμύρια ἅρματα. νίκην δὲ τοῦ θεοῦ ἐπαγγειλαμένου καρτερὰ μάχη γίνεται, ὡς πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν πλὴν ὀλέγων διαφθαρῆναι καὶ τοὺς βασιλεῖς δὲ πεσεῖν.
§1.21.1 Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χαναναίων οὐκέτι οὐδείς ὑπολέλειπτο. Ἰησοῦς δὲ ἱστᾷ τὴν σκηνὴν κατὰ πόλιν Σηλώμ, ἕως οἰκοδομεῖν αὐτοῖς ναὸν γένηται. συναγαγὼν δὲ τὸν λαὸν εἰς Σηλώμ, τὰς ἑαλωκυίας τε πόλεις ἀπηρίθμει καὶ ὅσαι τῶν ἐναντίων διεφθάρησαν στρατιαί, καὶ ὡς τριάκοντα πρὸς ἐνὶ βασιλεῖ αὐτῶν ἀπεκτάνθησαν. τὰς δὲ περιλειφθείσας ἔτι πόλεις πολυχρονίου δεῖσθαι πολιορκίας διὀχυρότητα ἔλεγε, καὶ ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ Ἰορδάνου συνεξορμήσαντας αὐτοῖς ἀπολύειν ἤδη πρός τὰ οἰκεῖα. καὶ προσκαλεσάμενος τοὺς ἐκ τῶν δύο φυλῶν καὶ τῆς ἡμισείας, πεντακισμυρίους ὄντας, πρὸς τὰς κληρουχίας αὐτῶν ἐπέτρεπεν ἀπελθεῖν. οἶ δὲ διαβάντες τὸν Ἰορδάνην βωμὸν ἐπὶ τῇ ὄχθῃ ἱδρύονται. θόρυβον καὶ τῷ πλήθει τῶν Ἰσραηλιτῶν ἐνεποίησε. πέμπουσιν οὖν ἐπαὐτοὺς δέκα τῶν ἐντίμων καὶ Φινεές, αἰτιώμενοι περὶ τοῦ βωμοῦ. οἱ δὲ μὴ κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμόν ἔλεγον, εἰς δὲ τεκμήριον τοῖς ἑξῆς τῆς πρὸς ὑμάς οἰκειότητος· ἕνα γὰρ θεὸν γινώσκειν τὸν σύμπασι τοῖς Ἑβραίοις κοινόν. ταῦτα εἰπόντων Φινεὲς καὶ οἱ σὺν αὐτῷ πρὸς τὸν Ἰησοῦν ὑπενόστησαν. Ἰησοῦς δὲ κληροδοτήσας τῷ πλήθει τὰς χώρας ἐν Σικίμοις διῆγεν. ὑπέργηρως δὲ γεγονὼς καὶ θνήσκειν ἤδη μέλλων παραίνεσιν ἐποιήσατο πρὸς τὸ πλῆθος , καὶ ἐτελεύτησε βιοὺς ἔτη ἑκατὸν δέκα, ὧν σὺν Μωυσεῖ διέτριψε τεσσαράκοντα, μετὰ δὲ τὴν ἐκείνου τελευτὴν στρατηγῶν πέντε καὶ εἴκοσι. θνήσκει δὲ καὶ ἀρχιερεὺς Ἐλεάζαρ, Φινεὲς τὴν ἀρχιερωσύνην τῶ υἱῶ λιπών.
§1.21.2 Μετὰ δὲ ταῦτα Χαναναῖοι ἐλπίσαντες περιγενέσθαι τοῦ τῶν Ἑβραίων γένους θανόντος Ἰησοῦ, καταὐτῶν ἐπεστράτευσαν, τῷ βασιλεῖ Ἀδωνιβεζὲκ τὴν ἡγεμονίαν πιστεύσαντες. δηλοῖ δὲ τὸ ὄνομα κύριος Βεζέκ· ἀδωνὶ γὰρ ἑβραϊστὶ κύριος λέγεται. συμμίξασαι δὲ τοῖς Χαναναίοις αἱ δύο φυλαί, τοὐ Ἰούδα καὶ τοῦ Συμεών, τρέπονται αὐτοὺς καὶ τὸν Ἀδωνιβεςὲκ αἱροῦσι καὶ ἀκρωτηριάζουσιν. εἷλον δὲ καἲ πόλεις πολλὰς καὶ τῶν Ἱεροσολύμων τὴν κάτω πόλιν, καὶ τοὺς ἐνοικοῦντας ἀπέκτειναν· τῆς δἄνω δυσχεῥῆς ἢν πολιορκία φύσει τε τοῦ χωρίου καὶ τειχῶν ὀχυρότητι. ἑλόντες δὲ καὶ τὴν Χεβρὼν ἅπαντας διεχειρίσαντο, καὶ ἔδωκαν αὐτὴν τῷ Χάλεβ εἰς κλῆρον, καθὼς Μωυσῆς ἐνετείλατο. καὶ τοῖς τοῦ Ἰοθὸρ ἀπογόνοις ἀγχιστεῦσιν οὖσι Μωυσέως γῆν προσεκλήρωσαν, ὅτι τὴν πατρίδα καταλιπόντες συνείποντο ἐν τῇ ἐρήμῳ τῷ τῶν Ἑβραίων λαῷ. αἱ δὲ ἐξ Ἰούδα καὶ Συμεὼν φυλαὶ μεγάλως εὐδαιμονήσασαι τὰ ὅπλα κατέθεντο. τὰ Βαίθηλα δὲ πολιορκοῦσα φυλὴ τοῦ Ἐφραῒμ οὐδὲν ἤνυε. συλλαβόντες δέ τινα τῶν τῆς πόλεως πίστεις παρέσχον αὐτῷ παραδόντι τὴν πατρίδα σώσειν καὶ αὐτὸν καὶ τοὺς συγγενεῖς. καὶ μὲν οὕτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ κτείναντες τοὺς οἰκοῦντας εἶχον τὴν πόλιν. Βενιαμῖται δέ, τῆς ἱεροσολύμων πόλεως λαχούσης αὐτοῖς, φόρους τοῖς κατοίκοις ἐπέθεντο, ζῆν συγχωρήσαντες παρὰ τὰς θείας διαταγάς. ὁμοίως δἐποίουν καὶ αἱ ἄλλαι φυλαί.
§1.22.1 Ἤδη δεὐθηνουμένους τοὺς ἐξ Ἰσραὴλ διέφθειρεν τρυφή, καὶ τοὺς θείους παρέβαινον νόμους καὶ πρὸς τὸ πονεῖν διέκειντο ἀηδῶς, καὶ ἀριστοκρατία ἐξέλιπε, καὶ γερουσία οὐκ ἀπεδείκνυτο. ὅθεν στάσις αὐτοὺς καταλαμβάνει δεινὴ ἐξ αἰτίας τοιαύτης. ἀνὴρ Λευίτης τὴν σύζυγον ἐπαγόμενος ἐκ Βηθλεὲμ οὖσαν οἴκαδε ἀπῄει. ἤδη δ᾿ ὀψίας οὔσης ἐπιξενοῦται παρὰ πρεσβύτῃ τινὶ ἐν Γαβαὼ πόλει φυλῆς τῆς Βενιαμίτιδος. νεανίαι δὲ Γαβαωνῖταί τινες τὸ γύνοιον θεασάμενοι ἧκον ἀπαιτοῦντες αὐτό· τοῦ δὲ πρεσβύτου μὴ διδόντος ἀποκτείνειν ἠπείλουν. δὲ τῆς ἑαυτοῦ θυγατρὸς παρεχώρει αὐτοῖς, ἵνα μή τι βίαιον ὑποσταῖεν οἱ ἐπιξενωθέντες αὐτῷ. ἁρπάσαντες δἐκεῖνοι τὸ γύναιον ἀπηλλάγησαν, καὶ διὅλης τῆς νυκτὸς ἐμφορηθέντες αὐτῆς ἀφῆκαν ἀρχομένης ἡμέρας. δὲ τῇ τε νυκτερινῇ ταλαιπωρίᾳ καὶ τῇ πρὸς τὸν ἄνδρα αἰσχύνῃ καὶ τῇ λύπῃ καταβληθεῖσα διαπεφώνηκε. καὶ ταύτης ἀνὴρ εἰς μέρη δώδεκα διελὼν τὴν θανοῦσαν διέπεμψε μέρος εἰς ἑκάστην φυλήν, τό τε πάθος διδάσκων αὐτοὺς καὶ τοὺς αἰτίους τῆς συμφορᾶς. πέμπουσιν οὑν πρὸς τὴν Γαβαὼ τοὺς παρανομήσαντας ἐξαιτούμενοι· οἱ δὲ οὐκ ἐξέδωκαν. αἱ φυλαὶ δἐπεστράτευον ἐπαὐτούς, καὶ δὶς συμβαλόντες ἡττῶνται οἱ Ἰσραηλῖται. εἶτα διὰ Φινεὲς τοῦ ἀρχιερέως δέονται του θεοῦ, καὶ οὕτω συμβαλόντες τοῖς Βενιαμίταις ἐκράτησαν ὡς πάντας πλὴν ἑξακοσίων πεσεῖν, οἷ πρὸς τὰ πλησίον ὄρη κατέφυγον. οἱ δὲ Ἰσραηλῖται ἐνέπρησάν τε τὴν Γαβαὼ καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας διεχειρίσαντο, καὶ ἐπὶ ταῖς ἄλλαις δὲ πόλεσιν αὐτῶν δρῶσι τὰ ὅμοια. καὶ Ἰαβεὶς δὲ Γαλααδίτιδος πόλεως, ὅτι μὴ συνεμάχησεν αὐτοῖς, φονεύουσι τοὺς κατοίκους σὺν γυναιξὶ καὶ παισὶ πλὴν τετρακοσίων παρθένων, ἃς τοῖς περισωθεῖσι τῶν Βενιαμιτῶν παρέσχον, ἵνα συνεύνους σχοῖεν αὐτάς, τῆς συμφορᾶς αὐτοὺς κατοικτείραντες. ἐσκόπουν δὅπως καὶ οἶ λοιποὶ διακόσιοι γυναικῶν εὐπορήσωσιν ὅρκους γὰρ ἔθεντο πρῴην διὰ τὸ τόλμημα μηδένα δώσειν θυγατέρα πρὸς γάμον Βενιαμίτῃ. καὶ σκοποῦσιν ἔδοξεν αὐτοὺς μὲν μὴ διδόναι διὰ τὸν ὅρκον, τοῖς δὲ Βενιαμίταις ἐξεῖναι παρθένους ἁρπάζουσι συνοικίζειν ἱν ἑαυτοῖς, αὐτῶν μήτε κωλυόντων μήτε προτρεπομένων. καὶ τοῖς μὲν οὕτως ἔδοξε περὶ τούτων, οἱ δὲ Βενιαμῖται εἰς ἔργον τὰ δόξαντα ἤγαγον.
§1.22.2 Ἤδη δὲ πρὸ μακροῦ τῶν Ἰσραηλιτῶν παυσαμένων τοῦ μάχεσθαι, κατεφρόνησαν οἶ Χαναναῖοι αὐτῶν, καὶ πόλεις ἀφείλοντο ἐξ αὐτῶν. οἱ δὲ τῆς τοῦ Δὰν φυλῆς εἰς τὸ ὄρος κατέφυγον κἀκεῖθεν εἰς τὴν μεσόγειον μετῳκήκασι. τοὺς δἸσραηλίτας μεταλαβόντας τῶν παρὰ τοῖς Χαναναίοις ἐθῶν καὶ τῆς σφετέρας πολιτείας καταφρονήσαντας διὀργῆς τὸ θεῖον πεποίητο. στρατεύει τοίνυν ἐπαὐτοὺς τῶν Ἀσσυρίων βασιλεὺς Χουσαρσαθαῒμ καὶ φόρους βαρεῖς ἐπιτάσσει αὐτοῖς, οἶς ἐπὶ ὀκτὼ ἐνιαυτοῖς ἐπιέζοντο. εἶτα δραστήριός τις ἀνὴρ ἐκ τῆς Ἰούδα φυλῆς, Γοθονιὴλ κεκλημένος, βραχεῖς τινας προσεταιρισάμενος, κατὰ θεῖον χρησμὸν τὴν παραὐτοῖς τῶν Ἀσσυρίων διαφθείρει φρουράν. συνηγμένων δὲ μετὰ ταῦτα πλειόνων, μάχῃ τοὺς Ἀσσυρίους νικήσας ἀπώσατο, καὶ ἄρχειν ᾑρέθη διὰ τοῦτο τοῦ πλήθους κρίνειν τε τὸν λαόν. ὃς ἐπὶ πεντήκοντα ἔτη τὴν ἀρχὴν ἀνύσας μετήλλαξε τὴν ζωήν. ἄναρχοι δὲ ὄντες οἱ Ἰσραηλῖται καὶ τοῦ θείου καταφρονοῦντες παρὰ τοῦ τῶν Μωαβιτῶν βασιλέως Αἰγλὼμ αὐτοὺς ὑποτάξαντος ἐτησίας εἰσφορὰς ἐπετάχθησαν. ὃς ἐν Ἱεριχοῦντι βασίλεια δομησάμενος ἐπὶ ἐνιαυτοὺς ὀκτωκαίδεκα πολυειδῶς ἐκάκου αὐτούς. νεανίας δέ τις Βενιαμίτης Ἀὼθ τοὔνομα, Ἰώσηπος δὲ Ἰούδαν τοῦτον λέγει καλεῖσθαι, τολμητίας καὶ ῥωμαλέος, συνήθης γίνεται τῷ Αἰγλώμ, καὶ συνεχῶς παραὐτὸν ἐφοίτα θωπεύων τὸν ἄνδρα καὶ ὑπερχόμενος. οὗτος σὺν δυσὶν οἰκέταις ποτὲ δῶρα κομίζων τῷ Αἰγλὼμ ξιφίδιον ἔφερεν ἀφανῶς. καὶ τῆς ἡμέρας ἤδη μεσούσης καὶ τῶν φυλάκων πρὸς ἑαυτοὺς ἀπεληλυθότων μεμονωμένον εὑρὼν αὐτόν, εἴσεισιν ὡς συνήθης, καὶ μόνον ἀπολαβών, ὡς δή τι μυστικώτερον προσομιλήσων αὐτῷ, πλήττει καιρίως τῷ ξιφιδίῳ καὶ ἀναιρεῖ. ἀπελθὼν δὲ πρὸς τοὺς Ἱεριχουντίους πείθει τῆς ἐλευθερίας ἀντιποιεῖσθαι. καὶ οἱ μὲν ὡπλίζοντο, οἶ δὲ περὶ τὸν Αἰγλὼμ νεκρὸν αὐτὸν εὑρόντες εἰς φυγὴν τρέπονται καὶ διωκόμενοι διαφθείρονται. καὶ οὕτως Ἑβραῖοι τῆς τῶν Μωαβιτῶν δουλείας ἐλευθεροῦνται, τό δὲ Ἀὼθ τοῦ πλήθους ἀρχὴ ἐγκεχείριστο. ὃς ἐπἔτεσιν ὀγδοήκοντα τοῦ λαοῦ ἡγησάμενος τὸν βίον κατέλυσε. μετὰ δὲ τοῦτον Μεγὰρ υἷός Δινὰχ ἄρξας ἐν τῷ πρώτῳ τῆς ἀρχῆς ἐνιαυτῷ τετελεύτηκε, πατάξας τῶν ἀλλοφύλων πολλούς.
§1.23 Τοῦ δὲ λαοῦ τῶν Ἑβραίων τοὺς θείους παραβαίνοντος νόμους ὠργίζετο θεός. καὶ Σισάρας τοῦ Ἰαβὶν βασιλέως τῆς Χαναὰν ἀρχιστράτηγος ἐπελθῶν αὐτοῖς ἐκάκωσέ τε σφόδρα καὶ φόροις ὑπέβαλε· καὶ εἶχον οὕτως ἐπὶ ἐνιαυτοὺς εἵκοσι. Δεβώρα δέ τις προφῆτις, δηλοῖ δὲ τὸ ὄνομα μέλισσαν, ἱκέτευσεν ὑπὲρ τοῦ λαοῦ τὸν θεόν. καὶ θεὸς ἐπένευσε, καὶ στρατηγὸν αἱρεῖσθαι κελεύει Βαράκ· ἀστραπὴν δὲ τοῦτο σημαίνει κατὰ τὴν Ἑβραίων διάλεκτον. ἦν δἐκ τῆς Νεφθαλίδος φυλῆς ἀνήρ. καὶ Δεβώρα τὸν Βαρὰκ προετρέπετο κατὰ τῶν πολεμίων ἰέναι μετὰ ὑέων μυρίων, τοῦτο κελεύοντος τοῦ θεοῦ. δὲ κἀκείνην ἀπῄτει συστρατηγεῖν. πείθεται γυνή, καὶ μάχης σὺν τοῖς μυρίοις συρραγείσης αὐτοῖς πρὸς τὸν Σισάραν ὄμβρος καταχεῖται πολὺς καὶ χάλαζα καταρρήγνυται, ταῦτα δὲ κατὰ πρόσωπον τῶν πολεμίων ὑπὸ τοῦ ἀνέμου ἠλαύνετο, καὶ ταῖς ὄψεσιν ἐπεσκότουν αὐτῶν, κἀντεῦθεν ἐνέκλιναν εἰς φυγήν. φεύγων δὲ καὶ Σισάρας πρός τινα γυναῖκα κατέφυγε, κατακρύψαι αὐτὸν ἀξιῶν· Ἰαὴλ ὠνόμαστο γυνή. δε δέχεται αὐτὸν καὶ δίδωσι γάλα πιεῖν, καὶ ὃς πιὼν ὕπνωσεν. κοιμωμένῳ δ᾿ αὐτῷ ἐπέθετο Ἰαήλ, καὶ ἧλον διὰ τοῦ κροτάφου ἐκείνου ἐλάσασα τῷ ἐδάφει προσεπαττάλευσε, καὶ τοῖς περὶ τὸν Βαρὰκ νεχρὸν τὸν πολέμιον δείκνυσι. στρατεύσας δὲ καὶ ἐπὶ Ἰαβεὶν βασιλέα Χαναὰν Βαράκ αὐτόν τε ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε. καὶ στρατηγήσας ἐπὶ ἔτη τριάκοντα τελευτᾷ, καὶ Δεβώρας κατὰ τὸν αὐτὸν θανούσης καιρόν. εἶτα Μαδιανῖται σὺν τοῖς Ἀμαληκίταις καὶ Ἄραψι μάχῃ τοὺς Ἰσραηλίτας ἐτρέψαντο. καὶ ἐπὶ ἔτη ἑπτὰ ἐπιτιθεμένων αὐτοῖς λιμὸς ἦν καὶ σπάνις τῶν ἀναγκαίων, καὶ ἐδέοντο τοῦ θεοῦ. Γεδεῶν δὲ φυλῆς ὢν Μανασσῆ δράγματα σταχύων εἰς τὴν ληνὸν ἔκοπτε κρύφα, καὶ ὁρᾷ τινα ἐν εἴδει νεανίσκου παρεστῶτα αὐτῷ καὶ καλοῦντα αὐτὸν φίλον τῷ θεῷ καὶ εὐδαίμονα. δ᾿ εἰρωνευόμενος τεκμήριον ἔλεγεν εἶναι αὐτοῦ τῆς εὐδαιμονίας τὸ κεχρῆσθαι τῷ ληνῷ ἀντὶ ἅλωνος. καὶ νεανίας θαρρεῖν καὶ σπεύδειν αὐτῷ παρεκελεύετο ὑπὲρ ἐλευθερίας τῶν φυλετῶν . Γεδεὼν δὲ ἱκέτευσε τὸν φαινόμενον μὴ μεταναστῆναι ἐκεῖθεν, καὶ εἰσελθὼν ἐκόμισε θυσίαν. καὶ ἄγγελος θεῖναι αὐτὴν παρὰ τὴν πέτραν ἐκέλευσε· καὶ τῇ ῥάβδῳ ψαύσας τῆς πέτρας πῦρ ἀνῆψεν αὐτόματον καὶ τὴν θυσίαν κατέκαυσεν. εἶτα ᾔτησε Γεδεὼν τὸν θεὸν ἐπὶ τὸν πόκον γενέσθαι δρόσον, καὶ ἐγένετο· καὶ αὖθις δρόσον ᾔτησεν ἐπὶ πᾶσαν τὴν γῆν γενέσθαι· ἐπὶ τὸν πόκον δὲ ξηρασίαν, καὶ γέγονεν οὕτως. πείθεται οὖν Γεδεὼν καὶ σὺν μυρίοις κατὰ τῶν ἐναντίων ὡπλίζετο. εἶτα ἐντολῇ τοῦ θεοῦ ἄγει πάντας κατὰ μεσημβρίαν ἐπὶ τὸν ποταμόν, καὶ τοὺς μὲν λάψαντας ἐν τῷ πίνειν καὶ μετὰ σπουδῆς ὡς περιφόβους πιόντας, τριακόσιοι δὲ ἦσαν οὗτοι, ἔχων μεθἑαυτοῦ ἀπῄει πρὸς τὸν πόλεμον, τοὺς δὲ λοιποὺς καταλέλοιπεν. νυκτὸς δὲ ἔνα τῶν στρατιωτῶν προσλαβόμενος ἀπῆλθεν εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. καὶ ἀκούει ἑνός τινος τῶν πολεμίων τῷ συσκηνοῦντι διηγουμένου ὡς ἔδοξεν ὁρᾶν καθὕπνους μᾶζαν κριθίνην διὰ τοῦ στρατοπέδου κυλιομένην, τὴν τοῦ βασιλέως σκηνὴν κατέβαλε καὶ τὰς τοῦ στρατεύματος· δὲ τοῦ στρατοῦ δηλοῦν ὄλεθρον τὸ ἐνύπνιον ἔκρινεν, ἀπεικάζων μάζῃ κριθίνῃ τὸν Γεδεὼν καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν ὀλιγότητα καὶ τὸ ἀσθενές. τούτων ἀκούσας Γεδεὼν ἀνεθάρσησε, καὶ ὑποστρέψας ἐν τοῖς ὅπλοις εἶναι τοῖς ἑαυτοῦ ἐνετείλατο, καὶ εἰς τρεῖς ἑκατοστύας τὴν στρατιὰν διελὼν ἀμφορέα κενὸν κομίζειν ἕκαστον καὶ λαμπάδα ἡμμένην καὶ κριοῦ κέρας ἐκέλευσε, κατὰ τετάρτην τε φυλακὴν τῆς νυκτὸς ἐξῆγεν αὐτοὺς κατὰ τῶν ἐναντίων. καὶ ἤδη πλησίον ὄντες αὐτῶν ἐσάλπισαν μὲν τοῖς κέρασι, τοὺς δἀμφορέας κατέαξαν, καὶ μετὰ τῶν λαμπάδων ὥρμησαν ἀλαλάξαντες. ταῦτα δὲ τοῖς πολεμίοις πτοίαν ἐνέβαλον, καὶ οἱ μὲν ὑπὸ τῶν ἐναντίων ἐκτείνοντο, οἱ δέ γε πλείους ὑπἀλλήλων οὔσης νυκτὸς διεφθάρησαν, καὶ σχεδὸν ἄπαντες ὤλοντο, καὶ δύο τῶν βασιλέων αὐτῶν Ὠρήβ τε καὶ Ζήβ. οἱ δὲ περιλειφθέντες τῶν ἡγεμόνων καὶ τοῦ στρατεύματος φεύγοντες καταλαμβάνονται παρὰ Γεδεὼν καὶ τῶν μεταὐτοῦ, καὶ πεπτώκασιν ἅπαντες. ἔσχηκε δὲ τὴν ἀρχὴν Γεδεὼν ἐν τεσσαράκοντα ἔτεσι, καὶ ἐτελεύτησε γηραιός, καταλιπὼν ἐκ διαφόρων γυναικῶν γνησίους υἱοὺς ἑβδομήκοντα, ἔνα δἐκ παλλακῆς Ἀβιμέλεχ καλούμενον. ὃς τοὺς ἀδελφοὺς κτείνας ἅπαντας ἄνευ ἑνὸς Ἰωαθάνου φυγόντος τετυράννηκεν. δὲ λαὸς ἐπαναστάντες κατὰ τοῦ Ἀβιμέλεχ ἐξελαύνουσιν αὐτὸν τῆς πόλεως τόν Σικίμων. δὲ συνεργούμενος ὑφἑνὸς τῶν Σικιμιτῶν δόλῳ τὴν πόλιν αἱρεῖ καὶ τοὺς Σικιμίτας ἡβηδὸν ἀναιρεῖ, τὴν πόλιν δὲ κατασκάπτει. ἤλαυνε δἐπὶ Θήβας, ἑτέραν πόλιν, καὶ εἷλεν αὐτὴν ἐξ ἐπιδρομῆς. τὸ δὲ πλῆθος εἰς ἔνα πύργον μέγαν συνέδραμον, ὄντα ἐν μέσῳ τῆς πόλεως. πλησιάσαντα δὲ ταῖς πύλαις τούτου τὸν Ἀβιμέλεχ θραύσματι μύλης γύναιον ἄνωθεν κατὰ τῆς κεφαλῆς ἔβαλε καὶ ἀπέκτεινε. τὴν δὲ τῶν Ἑβραίων ἡγεμονίαν Ἰαεὶρ ἐμπεπίστευτο ἐκ τῆς Μανασσῆ τυγχάνων φυλῆς· δύο δὲ καὶ εἴκοσιν οὕτος ἐνιαυτοὺς ἰθύνας τὴν ἀρχὴν ἐτελεύτησεν. Ἀμμανῖται δὲ σὺν Παλαιστηνοῖς εἰσέπειτα τὴν χώραν διήρπαζον. ληιζομένων δὲ τὴν Γαλαδηνὴν τῶν Ἀμμανιτῶν, ἡγεμόνα τὸν Ἰεφθάε οἱ ἐπιχώριοι εἴλοντο. ὃς συμμίξαι μέλλων τοῖς κολεμίοις εὐχὴν ἐποιήσατο, εἰ νικήσει, πᾶν πρῶτον αὐτῷ συναντήσει ἐπανιόντι τοῦτο ἱερουργήσειν. καὶ συμβαλὼν νικᾷ· ἀναστρέφοντι δὑπήντησεν αὐτῷ τὸ θυγάτριον, μονογενὲς ὄν αὐτῷ καὶ ἔτι παρθενευόμενον. δἀνῴμωξεν, ἕνα δὲ μὴ ψεύσηται τὴν ὑπόσχεσιν, ἔθυσε τὴν παῖδα καὶ ὡλοκαύτωσε. τῶν δὲ τῆς Ἐφραῒμ φυλῆς ὀργιζομένων αὐτῷ ὅτι μὴ συμπαρέλαβεν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν Ἀμμανιτῶν πόλεμον, ἐπεὶ μὴ ἔπειθεν αὐτοὺς παραιτούμενος, πολλοὺς ἀνεῖλε μαχεσαμένους αὐτῷ. ἕξ δὲ τὴν ἡγεμονίαν ἀνύσας ἐνιαυτοὺς κατέλυσε τὴν ζωήν. παραλαμβάνει δὲ τὴν ἀρχὴν Ἀμεσὰ ἐκ τῆς Ἰούδα τυγχάνων φυλῆς, καὶ ἐπὶ χρόνον ἑπταετῆ κρίνας τὸν Ἰσραὴλ τετελεύτηκε. καὶ μετἐκεῖνον Λαβδὼν τῆς Ἐφραῒμ προελθῶν φυλῆς ἡγεμὼν ἀπεδείχθη, καὶ τέθνηκε γηραιός ἄρξας ἔτη ὀκτώ.
§1.24 Εἶτα Παλαιστηνοὶ κρατοῦσι τῶν Ἰσραηλιτῶν καὶ ὑποφόρους ἔσχον αὐτοὺς ἐπὶ ἐνιαυτοὺς τεσσαράκοντα. τότε δὲ γεννηθεὶς Σαμψών, ἰσχύος δὲ κλῆσις σημαντική, τοῖς Παλαιστηνοῖς ἐπετίθετο· δεἰς τὸν βίον αὐτοῦ πρόοδος τοιαύτη ἐγένετο. Μανωὲ τῆς φυλῆς ὑπάρχων τοῦ Δὰν συνῴκει γυναίῳ στειρεύοντι καὶ ᾔτει τὸν θεὸν παῖδα δοθῆναι αὐτοῖς. ὤφθη γοῦν ποτε μόνῃ οὔσῃ τῇ γυναικὶ νεανίας μέγας τε καὶ καλός, τόκον παιδὸς αὐτὴ εὐαγγελιζόμενος, καὶ μὴ πιεῖν οἶνον μέθυσμα αὐτῇ ἐνετείλατο, μηδὲ τὴν κόμην ἀποθρίξαι τὴν τοῦ παιδός· Ναζιραῖον γὰρ ἔλεγεν εἶναι τῷ κυρίῳ τὸν παῖδα, ἄγιον δηλαδή, καὶ τὸν Ἰσραὴλ σωθήσεσθαι διαὐτοῦ ἐκ τῆς τῶν ἀλλοφύλων χειρός. δὲ τῷ ἀνδρὶ κατήγγειλε ταῦτα. καὶ ὃς ὀφθῆναι καὶ αὐτῷ τὸν φανέντα τῇ γυναικὶ ἐδέετο τοῦ θεοῦ. αὖθις οὖν ἦλθε πρὸς τὴν γυναῖκα ἄγγελος· ἀπῆν δὲ αὖθις Μανωέ· καὶ γυνὴ προσμεῖναι παρεκάλει αὐτὸν τὴν τοῦ ἀνδρὸς παρουσίαν. ἐλθὼν δὲ Μανωὲ ἠρώτα τὸν ἄγγελον τί ἂν τοῦ παιδὸς γεννηθέντος ποιήσειαν. δέοἶνονἔφηοὐ πίεται οὐδὲ μέθυσμα, καὶ ἀκάθαρτόν τι οὐ φάγεται καὶ τὴν κόμην οὐ ξυρηθήσεται. καὶ Μανωὲ τὸ ὄνομα τοῦ ὁμιλοῦντος αὐτῷ ἐζήτει μαθεῖν, δὲ θαυμαστὸν εἶναι τοῦτο εἰπὼν ἀπεσιώπησεν. δὲ Μανωὲ ἔριφον ἐνεγκὼν ἔθυσε καὶ ἄρτους προσήνεγκεν. δὲ θεῖναι τὰ κρέα καὶ τοὺς ἄρτους ἐπὶ τὴν πέτραν προσέταξεν, τεθέντων δὲ τῇ ῥάβδῳ αὐτοῦ ἅπτεται τούτων, καὶ πῦρ ἐξαφθὲν ἐκεῖθεν κατέκαυσεν αὐτά, καὶ εἰς οὐρανὸν διὰ τῆς φλογὸς ἀνῄει ἄγγελος, ὁρώντων τοῦ Μανωὲ καὶ τῆς αὐτοῦ γυναικός. τέκτεται οὖν αὐτοῖς μετὰ ταῦτα παῖς καὶ Σαμψὼν ὀνομάζεται, ἡδρύνετό τε καὶ πνεῦμα κυρίου συνεπορεύετο αὐτῷ. ἰδὼν δ᾿ ἐν Θαμνᾷ πόλει τῶν Παλαιστηνῶν κόρην τῶν ἀλλοφύλων, ἐρᾷ τῆς παιδός. παραιτουμένων δὲ τῶν γονέων αὐτοῦ τὸν γάμον τῆς ἀλλοφύλου, ἐκνικᾷ γῆμαι αὐτήν. συχνάζων δὲ πρὸς τοὺς τῆς κόρης γονεῖς συναντᾷ λέοντι, καὶ μή τι φέρων εἰς ἄμυναν ταῖς χερσὶ τὸ θηρίον συνέτριψε, καὶ ἐκκλίνας τῆς ὁδοῦ ἔρριψε πρὸς τὸ ὑλῶδες αὐτό. καὶ μεθ᾿ ἡμέρας αὖθις πρὸς τὴν μνηστὴν πορευόμενος σμῆνος μελισσῶν ἐν τῷ στόματι συνηγμένον τοῦ λέοντος εὕρηκε. καὶ λαβὼν ἐκεῖθεν μέλιτος κηρίον ἔφαγε καὶ τῷ πατρὶ καὶ τῇ μητρὶ ἀπεκόμιμισεν. ἀπελθὼν δ᾿ εἰς τοὺς ἀλλοφύλους πρόβλημα τοῖς αὐτῷ συνεστιωμένοις ἐν τοῖς γάμοις τριάκοντα νεανίσκοις προτίθησι· καὶ εἰ εὕροιεν ἐφ᾿ ἡμέρας ἑπτὰ τὴν λύσιν, δοῦναι συνέθετο σινδόνα καὶ στολὴν ἑκάστῳ αὐτῶν, εἰ δὲ μὴ λῦσαι δυνηθεῖεν τὸ πρόβλημα, αὐτῷ δοθῆναι παρ᾿ ἑκάστου στολὴν καὶ ὀθόνην ἀπῄτησε. συνθεμένων δὲ καὶ τῶν νεανίσκων προεβάλετο τὸ ἐρώτημα εἰπώνἐξ ἔσθοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ.” οἱ δὲ μὴ δυνάμενοι νοῆσαι τὸ πρόβλημα, τὴν κόρην ἱκέτευσαν μαθεῖν παρὰ τοῦ ἀνδρὸς καὶ ἀπαγγεῖλαι αὐτοῖς. Σαμψὼν δέ, παρακαλούσης αὐτὸν τῆς κόρης εἰπεῖν αὐτῇ τὸ τοῦ προβλήματος νόημα, τὸ μὲν πρῶτον ἀντεῖχε, δακρυούσης δ᾿ ἐκείνης ἐξεῖπε τὸ πᾶν· δὲ τοῖς νεανίσκοις ἀπήγγειλε. καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν εἶπον ἐκεῖνοι τῷ Σαμψώντί γλυκύτερον μέλιτος τί λέοντος ἰσχυρότερον;” ὠργίσθη οὖν Σαμψών, καὶ τοῖς μὲν νεανίσκοις ἔδωκεν ὑπέσχετο, τὸν δὲ γάμον ἀπείπατο. καὶ ἔδωκεν ἑτέρῳ τὸ γύναιον πατήρ. παροξυνθεὶς δὲ Σαμψὼν διὰ τοῦτο, καὶ συλλαβὼν τριακοσίας ἀλώπεκας, λαμπάδας ἡμμένας ταῖς οὐραῖς ἐκείνων προσέδησε καὶ ταῖς τῶν Παλαιστηνῶν ἐπαφῆκεν ἀρούραις θέρους ἐνισταμένου, καὶ οὕτω τὰ σφῶν κατέκαυσε λήια καὶ τὰς ἀμπέλους. Παλαιστηνοὶ δἀντὶ τούτων τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς αὐτῇ προσήκοντας ἐνέπρησαν καὶ κατέκαυσαν. Σαμψὼν δὲ πολλοὺς ἀποκτείνας τόν ἀλλοφύλων ἐν πέτρᾳ ἐκάθισεν, οἱ δὲ κατὰ τῶν Ἰσραηλιτῶν ἐξεστράτευσαν λέγοντεςεἰ βούλεσθε ἀναίτιοι εἶναι, δότε ἡμῖν τὸν Σαμψὼν ὑποχείριον. καὶ ἀπῆλθον ἐπὶ τὴν πέτραν ὁπλῖται τρισχίλιοι. καταβὰς δὲ Σαμψὼν ἑκὼν τοῖς φυλέταις παρέδωκεν ἑαυτόν, δεδεμένον παρέδωκαν τοῖς Παλαιστηνοῖς. δὲ διαρρήξας τὰ δεσμὰ καὶ ὄνου σιαγόνα ἐκεῖ που ἐρριμμένην ἁρπάσας χιλίους τῶν ἀλλοφύλων ἀπέκτεινεν ἐν αὐτῇ, τοὺς δἄλλους ἐτρέψατο. ὅθεν Σιαγὼν ἐξ ἐκείνου τόπος ἐκλήθη. εἶτα ἐδίψησεν ὡς ἐκλείπειν ἀπὸ τῆς δίψης, καὶ ἔκλαυσε δεόμενος τοῦ θεοῦ. δὲ θεὸς πηγὴν ὕδατος ἀνῆκεν ἀπὸ τοῦ ῥήγματος τὴν σιαγόνα ῥίψας κατὰ γῆς πεποίηκεν Σαμψών. καὶ ἀπῆλθεν εἰς Γάζαν. ἐνήδρευσαν δὲ αὐτῷ οἱ Γαζαῖοι, καὶ ἔνα μὴ λάθῃ αὐτοὺς ἐξιών, τὰς πύλας τῆς πόλεως ἔκλεισαν. δὲ περὶ μέσας νύκτας ἀναστὰς τάς τε πύλας καὶ τὰς φλιὰς αὐτῶν καὶ τὰς παραστάδας ἐπωμισάμενος εἰς τὴν τοῦ ὄρους ἀνήνεγκε κορυφήν κἀκεῖσε κατέθετο. ἐρασθεὶς δἑταίρας Παλαιστηνῆς Δαλιδᾶς καλουμένης συνῆν αὐτῇ καὶ οἱ προύχοντες τῶν ἀλλοφύλων πολλὰ τῇ γυναικὶ ἐπηγγείλαντο, εἰ μάθοι παρὰ τοῦ Σαμψὼν τί τὸ αἴτιον αὐτῷ τῆς δυνάμεως καὶ ἀπαγγείλαι αὐτοῖς. δὲ ποικίλως μετῄει τὸν ἄνδρα ζητοῦσα γνῶναι ὅθεν αὐτῷ τοσαύτη ἰσχύς, ἐκεῖνος δὲ ἄλλοτε ἄλλας πλαττόμενος αἰτίας τῇ γυναικὶ ἔλεγε. καὶ γυνὴ πειρωμένη τόν λόγων ἀπάτας αὐτοὺς εὕρισκεν. ἐγκειμένης δὲ καὶ δεομένης θερμότερον, τὸ κρύφιον αὐτῇ ἀνεκάλυψε, κατἐντολὴν εἰπὼν τοῦ θεοῦ τὴν κόμην τρέφειν, ἐντειλαμένου μὴ κείρειν αὐτήν, καὶ ἐν ταύτῃ προσεῖναι αὐτῷ τὴν ἰσχύν. κείρει τὴν κόμην κοιμωμένου αὐτοῦ γυνὴ καὶ παραδίδωσι τοῖς ἐναντίοις αὐτὸν ἀσθενῆ. ἐκκόπτουσιν ἐκεῖνοι τὰ ὄμματα τοῦ ἀνδρός, καὶ πρὶν φοβερὸς εἶς παίγνιον κατέστη αὐτοῖς. προἰόντος δὲ τοῦ καιροῦ ηὔξετο αὖθις κόμη αὐτῷ καὶ ἰσχὺς ἐπανήρχετο. πότου δὲ τοῖς Παλαιστηνοῖς ὄντος, καὶ τῶν ἀρχόντων καὶ μεγιστάνων εὐωχουμένων ὁμοῦ ἐν οἴκῳ κίοσιν ἀνεχομένῳ, ἤχθη καὶ Σαμψὼν παιχθησόμενος, καὶ παιδάριον ἐχειραγώγει αὐτόν. συνήχθη δὲ παρὰ τὸν οἶκον πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν ὡσεὶ τρισχίλιοι, ἔν ὁρῷεν τὸν Σαμψὼν παροινούμενον. δὲ παιζόμενός τε καὶ ῥαπιζόμενος λέγει τῷ χειραγωγοῦντι αὐτόν ἐπάγαγέ με πρὸς τοὺς κίονας, ὡς ἂν αὐτοῖς ἐπιστηριχθῶ δεόμενος ἀναπαύσασθαι.” δραξάμενος δὲ τῶν δύο κιόνων ἐπικατέσεισεν ἑαυτῶ τὸν οἶκον, καὶ αὐτός τε καὶ οἱ ἐν τῶ οἴκω πάντες ἀπώλοντο. καὶ τῶ μὲν τοιοῦτον τέλος ἐγένετο, ἐπὶ εἴκοσιν ἔτη κρίναντι τὸν τόν Ἑβραίων λαόν.
§1.25.1 Οὐκέτι δὲ κριταὶ ἦγον τὸν Ἰσραήλ, ἀλλ ἀρχιερεὺς Ἤλει προέστη αὐτῶν· ἐφοὗ λιμὸς γέγονε, καί τις ἀνὴρ ἐκ Βηθλεὲμ Ἀβιμέλεχ καλούμενος σὺν τῇ γυναικὶ καὶ δύο υἱοῖς διὰ τὸν λιμὸν εἰς τὴν Μωαβῖτιν μεταναστεύει. ἄγεται οὖν τοῖς υἱοῖς γαμετὰς Μωαβίτιδας. ἐν δέκα μέντοι ἐνιαυτοῖς τε Ἀβιμἐλεχ καὶ οἱ παῖδες αὐτοῦ τεθνήκασι, καὶ κατελείφθησαν χῆραι τε Νοεμὶν συνοικοῦσα τῷ Ἀβιμέλεχ καὶ αἱ γυναῖκες ἄμφω τῶν παίδων αὐτοῦ, Ὀρφά τε καὶ Ῥούθ. Νοεμὶν δὲ εἰς τὴν πατρίδα ὑπέστρεψε, τῶν δέ γε νυμφῶν αὐτῆς μὲν Ὀρφὰ παρακληθεῖσα παρὰ τῆς πενθερᾶς ἔμεινε παρὰ Μωαβίταις, δὲ Ῥοὺθ σὺν τῇ Νοεμὶν ἀπελήλυθε. καὶ ἤδη παραγενομένας εἰς Βηθλεὲμ ξενίζει βοός, Ἀβιμέλεχ ὢν συγγενής. προσαγορευομένη δὲ παρὰ τῶν πολιτῶν ἐξ ὀνόματος γυνήμή με Νοεμίνἔλεγεν ἀλλὰ Μάραν καλεῖτε,” Νοεμὶν δὲ εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην καὶ πικρασμόν·πλήρης γὰρ πορευθεῖσα κενὴ ὑπενόστησα.” ἀμήτου δὲ ὄντος ἐξῄει κατὰ γνώμην τῆς πενθερᾶς καλαμησομένη Ῥούθ εἰς τὸν ἀγρὸν τοῦ βοός. δὲ τὴν κόρην ἰδὼν καὶ μαθὼν τίς ἐστιν, θερίζειν δύναιτο καὶ ἔχειν ἐπέτρεψεν, ἄριστόν τε παρέχειν αὐτῇ τῷ ἀγροκόμῳ ἐπέταξεν. δὲ καὶ ἄλφιτα παραὐτοῦ λαβοῦσα τῇ πενθερᾷ συνετήρησε, καὶ ἀπῆλθεν ὀψὲ κομίζουσα καὶ τὰς κριθὰς ἃς συνέλεξε, καὶ τὰ παρὰ τοῦ βοὸς αὐτῇ διηγήσατο. καὶ αὖθις ἀπῄει σὺν ταῖς θεραπαινίσι βοός. Νοεμὶν δὲ συγκατακλίνειν αὐτῷ τὴν Ῥοὺθ ἐβουλεύσατο, πέμπει τὴν νύμφην ὑποθεμένη παρὰ τοῖς ποσὶ τοῦ ἀνδρὸς ὑπνώττοντος ἐν τῇ ἅλωνι πεσοῦσαν ὑπνῶσαι. καὶ μὲν οὕτω πεποίηκεν, αἰσθόμενος δ Βοὸζ περὶ μέσην νύκτα ἤρετο τίς ἐστι. καὶ μαθὼν τότε μὲν ἡσύχασεν, ἴωθεν δἐξεγείρας τὴν Ῥούθ πορεύεσθαι πρὸς τὴν πενθερὰν ἐνετείλατο· ‘‘αὐτὸς δ’” εἶπε τὸν ἐγγύτερον ἐμοῦ ἀγχιστεύοντά σοι ἐρήσομαι, καὶ εἰ μὲν ἐκεῖνος ἀγαγέσθαι σε βούλεται, ἀπελεύσῃ πρὸς τὸν ἄνδρα, παραιτουμένου δὲ νομίμως συνοικήσεις ἐμοί. ἀπῆλθεν οὑν γυνὴ καὶ δεδήλωκε πάντα τῇ Νοεμίν. δέ γε βοὸς παρὰ τῇ γερουσίᾳ τήν Ῥοὺθ καὶ τὸν συγγενῆ συνεκάλεσε καὶ εἶπεν αὐτῷἈβιμέλεχ τοῦ συγγενοῦς ἡμῶν καὶ τῶν παίδων αὐτοῦ κατέχεις κλῆρον;’ συνθεμένου δἔχειν ἐκείνου κατὰ τοὺς νόμους διἀγχιστείαν, οὐκοῦν οὐκ ἐξ ἡμισείας ἔφη μεμνῆσθαι τῶν νόμων δεῖ, ἐπὶ πάσι δὲ ποιεῖν καταὐτούς. λοιπὸν καὶ τὸ τοῦ Μαλλῶν γύναιον υἱοῦ Ἀβιμέλεχ γῆμαί σε χρή, ἵνα ἀναστήσῃς σπέρμα τῷ συγγενεῖ.” δὲ παρῃτήσατο, καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παραχωρήσας αὐτῷ. κατὰ γοῦν τὸν νόμον ἐνώπιον τῆς γερουσίας Ῥούθ ὑπελύσατο τὸ ὑπόδημα τοῦ ἀνδρὸς ἐκείνου καὶ ἔπτυσεν αὐτοῦ εἰς τὸ πρόσωπον. καὶ οὕτως αὐτὴν ἠγάγετο Βοόζ, καὶ ἔτεκεν ἐξ αὐτοῦ τὸν Ὠβήδ· ἐλληνιστὶ δἑρμηνεύεται δουλεύων. ἐξ Ὠβὴδ δὲ γίνεται Ἰεσσαί, καὶ ἐκ τούτου Δαβίδ, ὃς τῶν ἐξ Ἰσραὴλ ἐβασίλευσε καὶ τοῖς ἑαυτοῦ παισὶ κατέλιπε τὴν ἀρχὴν ἐπὶ εἴκοσι γενεὰς πρὸς τῇ μιᾷ διαρκέσασαν.
§1.25.2 Ἤλει δὲ τοῦ ἀρχιερέως, ὡς ἤδη ἱστόρηται, τὸν λαὸν ἄγοντος, οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ὑπῆρχον λοιμοί, παρανομοῦντες ἐν ἅπασι, καὶ παραινοῦντος τοῦ πατρὸς αὐτοῖς μὴ ἐπιστρεφόμενοι. δὲ θεὸς ὀργισθεὶς διὰ τὰς ἐκείνων παρανομίας, διὰ τοῦ Σαμουὴλ ἔτι παιδὸς ὄντος δεδήλωκε τῷ Ἤλει ἅπερ αὐτός τε καὶ οἱ παῖδες καὶ οἶκος αὐτοῦ πείσονται. Σαμουὴλ δὲ Ἐλκανᾶ Λευίτου ἀνδρὸς ἐτύγχανε παῖς· συνῴκουν διτταὶ γαμεταί, ὧν τῇ μὲν Ἄννα, τῇ δὲ Φεννάνα ἦν τὰ ὀνόματα. καὶ τῇ μὲν παῖδες ἤσαν ἐξ Ἐλκανᾶ, Ἄννα ἠμοίρει γονῆς. ἀφικομένου δὲ τοῦ ἀνδρὸς μετὰ τῶν γυναικῶν ἀμφοῖν εἰς Σηλὼμ καὶ θύσαντος, ἐπεὶ καιρὸς ἦν εὐωχίας καὶ τῇ Φεννάνᾳ οἱ παῖδες αὐτῆς συνεγάθηντο, ὅτι Ἄννα μεμόνωτο, ἑαυτὴν ἀπεκλαίετο, καὶ εἰς τὴν σκηνὴν τοῦ θεοῦ δραμοῦσα ἐδέετο τοῦ κυρίου γονὴν αὐτῇ παρασχεῖν, εὐξαμένη καθιερώσειν θεῷ τὸ πρωτότοκον. χρονιζούσης δἐν ταῖς εὐχαῖς, πρὸ τῆς σκηνῆς Ἤλει καθεζόμενος ὡς μεθύουσαν αὐτὴν ἐλογίσατό τε καὶ ἀπεπέμπετο. δέ οὐκ οἶνον ἔφηπέπωκα οὐδὲ μέθυσμα, κύριε, ἀλλὰ κατώδυνος οὖσα διὰ τὴν ἀπαιδίαν ἐκτέτηκα.” καὶ ἱερεύςπορεύουεἶπεν αὐτῇ, “καὶ σοι τὸ αἴτημα θεός.” ὑποστρέψασα δὲ σὺν τῷ ἀνδρὶ οἴκαδε συλλαμβάνει καὶ τίκτει τὸν Σαμουὴλ· θεαίτητον ἄν τις εἴποι. ἁδρυνθέντος δὲ τοῦ παιδὸς προσάγει αὐτὸν τῷ Πλεῖ κατὰ τὴν εὐχὴν τῷ θεῷ τραφησόμενον κόμην τ·ε τρέφοντα καὶ ἐν τῷ ἱερῷ διαιτώμενον καὶ ὕδατι κεχρημένον εἰς πόσιν. ἤδη δὲ δωδεκαέτης γενόμενος προεφήτευσε. καί ποτε κοιμώμενον αὐτὸν ἐξ ὀνόματος ἐκάλεσεν θεός. δὲ τῷ ἀρχιερεῖ προσελήλυθεν ὡς ὑπἐκείνου τάχα καλούμενος. καὶ τοῦτο τρισσάκις ἐγένετο. Ἤλει δὲ συνεὶς θεόθεν εἶναι τὴν κλῆσιν, ἴφη τῷ Σαμουήλεἰ ἔτι κληθῇς, εἰπέ, ἐδοῦ ἐγὼ κύριε.” οὕτω δὲ ποιήσαντος τοῦ παιδός, ἔφη αὐτῷ καλῶν συμφορὰν ἔσεσθαι τοῖς Ἰσραηλίταις βαρεῖαν, καὶ τοὺς Ἤλει παῖδας ἅμα τεθνήξεσθαι καὶ τὴν ἱερωσύνην εἰς τὸν οἶκον τοῦ Ἐλεάζαρ μεταπεσεῖν. οὐκ ἤθελε δὲ τοὺς λόγους Σαμουὴλ ἐκφῆναι τῷ ἱερεῖ, ὅρκοις δἐκβιασθεὶς ἀπήγγειλε πάντα καθάπερ ἀκήκοεν.
§1.26.1 Ἐντεῦθεν Παλαιστηνοὶ κατὰ τῶν Ἰσραηλιτῶν ἐκστρατεύουσι, καὶ ἦσαν τῇ μάχῃ ἐπικρατέστεροι. δὲ λαὸς κομισθῆναι τὴν κιβωτὸν αἰτοῦσιν εἰς ἀρωγήν. πεμφθείσης δ᾿ ἐκεῖσε τῆς κιβωτοῦ σὺν τοῖς υἱοῖς τοῦ Ἠλεί, συγκεκρότητο μάχη. καὶ ἥττηντο οἱ Ἑβραῖοι, ἔπεσον δὲ ὡσεὶ τρισμύριοι, καὶ οἱ τοῦ ἀρχιερέως υἱοί, καὶ κιβωτὸς ἐλήφθη τοῖς πολεμίοις. Ἠλεὶ δὲ ἀρχιερεὺς ἐφ᾿ ὑψηλοῦ καθῆστο δίφρου, καὶ μαθὼν τὰ τῆς μάχης καὶ τὴν σφαγὴν τῶν υἱῶν καὶ τὴν αἰχμαλωσίαν τῆς κιβωτοῦ, περιαλγήσας ἐξέπεσε τοῦ θρόνου καὶ τέθνηκεν, ἐνενηκοντούτης γενόμενος, τεσσαράκοντα δὲ τούτων ἐνιαυτοὺς τοῦ Ἰσραὴλ ἡγησάμενος. οἱ δὲ ἀλλόφυλοι εἰς Ἄζωτον πόλιν ἀπαγαγόντες τὴν κιβωτὸν τῷ Δαγών, οὕτω γὰρ τὸν ἑαυτῶν ἐκάλουν θεόν, ἀνέθεντο. ἕωθεν δὲ εἰς τὸν οἶκον Δαγὼν εἰσελθόντες εὗρον κείμενον τὸ ξόανον ἐνώπιον τῆς κιβωτοῦ ἐπὶ τῆς γῆς. καὶ ἀναστήσαντες αὐτὸ ἐπὶ τῆς προτέρας ἔστησαν βάσεως. ὡς δὲ τοῦτο συχνάκις εὗρον γινόμενον, καὶ πολλάκις τὸ εἴδωλον ἀνορθώσαντες τοσαυτάκις κείμενον κατελάμβανον ἐν σχήματι προσκυνοῦντος τὴν κιβωτόν, ἐθαμβοῦντο καὶ διηπόρουν. ἔπειτα δ᾿ ἐπέσκηψε τῇ τῶν Ἀζωτίων πόλει καὶ τῇ χώρᾳ φθορά, νόσος μὲν τοῖς ἀνθρώποις περὶ τὰς ἕδρας, ἣν δυσεντερίαν φησὶν Ἰώσηπος, καὶ ἔθνησκον συχνοὶ ἐξ αὐτῆς, μύες δὲ τῆς γῆς ἀναδοθέντες τὴν χώραν ἅπασαν ἐκεράϊζον. ὀψὲ δὲ συνῆκαν τὴν κιβωτὸν αἰτίαν αὐτοῖς εἶναι τῶν παθῶν οἱ Ἀζώτιοι, καὶ πέμπουσιν αὐτὴν εἰς Ἀσκάλωνα· καὶ ἔπασχον κἀκεῖνοι τὰ ὅμοια. καὶ οὕτω πέντε τῶν Παλαιστηνῶν ἀμείβει πόλεις κιβωτός, καὶ πάσαις εἰς κάκωσιν γέγονεν. συνῆλθον οὖν οἱ τῶν κακουμένων πέντε πόλεων ἄρχοντες, Γήτης καὶ Ἀκκαρὼν Ἀσκάλωνός τε καὶ Γάζης καὶ Ἀζώτου, καὶ οἱ μὲν ἄλλα περὶ τῆς κιβωτοῦ, οἱ δ᾿ ἕτερα συνεβούλευον . καὶ τέλος ἔδοξε πᾶσιν ἔδρας πέντε χρυσᾶς καὶ μύας τοσούτους χρυσοῦς ποιῆσαι καὶ θέσθαι ἐπὶ τῆς κιβωτοῦ, ἅμαξάν τε καινουργῆσαι καὶ βόας πρωτοτοκούσας τῇ ἁμάξῃ ὑπαγαγεῖν, τοὺς δὲ μόσχους αὐτῶν κατασχεῖν, καὶ ἐπιθεῖναι τῇ ἀμάξῃ τὴν κιβωτόν, τὰς βόας δἀπαγαγόντας ἐπὶ τριόδου καταλιπεῖν, ἕν ἐπαὐταῖς εἴη ἀπιέναι καθἣν ὁρμήσουσι· καίει μὲν εὐθὺ τῶν Ἰσραηλιτῶν ἀπελεύσονται, διὰ τὴν κιβωτὸν οἴεσθαι σφίσιν ἐπάγεσθαι τὰ κακὰ καὶ μὴ κωλύειν τὴν εἰς ἐκείνους πορείαν, εἰ δἄλλοσέ πῃ ἀπίοιεν, ἐπιστρέψαι αὖθις τὰς βόας τε καὶ τὴν ἅμαξαν καὶ τὰ ἐπαὐτῆς. ἐπιτελέσαντες τοίνυν τὰ δόξαντα ἀφῆκαν τὰς βόας, μηκόθεν ἑπόμενοι καὶ αὐτοί, ἕν ὁρῷεν τὸ ἐκβησόμενον. αἱ δὲ κατεὐθὺ τῶν Ἑβραίων ἀπῄεσαν καὶ οὐ πρότερον ἔστησαν πρὶν εἰς μέγα πεδίον ἐν Βαιθσαμοῖς κατηντήκασιν. ὡς οὖν εἶδον οἱ τῆς κόμης ἐκείνης ἄνδρες τὴν κιβωτόν, ὡρμήκασιν ἐπαὐτήν, καὶ καθελόντες ἐκ τῆς ἀμάξης αὐτὴν ἔθυσαν τὰς βόας καὶ τοῖς ξύλοις οἶς ἅμαξα εἴργαστο αὐτὰς ὡλοκαύτωσαν. ὅπερ ἰδόντες οἱ Παλαιστηνοὶ ὑπενόστησαν. τοὺς δἁψαμένους τῆς κιβωτοῦ, μὴ ὄντας ἱερεῖς, ὀργισθεὶς θεὸς ἐθανάτωσεν. οἱ δέ γε λοιποὶ τῷ κοινῷ τῶν Ἑβραίων ἐγνώρισαν τὰ περὶ τῆς κιβωτοῦ· κἀκεῖνοι λαβόντες αὐτὴν ἀπάγουσιν εἰς Καριαθιαρεὶμ καὶ εἰς οἰκίαν Ἀμιναδὰβ ἐκ τῆς Λευιτικῆς ὄντος φυλῆς κατατίθενται. καὶ ἔμεινεν ἐκεῖ ἔτη εἴκοσι, παρὰ δὲ τοῖς ἀλλοφύλοις μήνας τέσσαρας.
§1.26.2 Σαμουὴλ δὲ προφήτης μέγα ἤδη σχὼν ὄνομα καὶ δόξης ἥκων ἐπὶ πολύ, συναγαγὼν τὸν λαὸν περὶ ἐλευθερίας αὐτῷ διειλέχθη καὶ ἔπεισε ταύτης ἀντιποιήσασθαι. μαθόντες οἱ Παλαιστηνοὶ ἀπροσδοκήτως τοῖς Ἑβραίοις ἐπίασι, καὶ κατεπτόησαν αὐτούς, ὡς τῷ Σαμουὴλ προσδραμεῖν, λέγοντας ἀπεγνῶσθαι τὴν σωτηρίαν αὐτοῖς, εἶ μὴ αὐτὸς σφίσι τὴν ἐκ τοῦ θείου ἐπικουρίαν αἰτήσεται. καὶ ὃς θαρρεῖν παρεγγυᾷ , καὶ τὸν θεὸν ἐπαρῆξαι διαβεβαιοῦται αὐτοῖς, καὶ θύσας ἄρνα δέεται τοῦ θεοῦ. μήπω δὲ τὴν θυσίαν τῆς ἱερᾶς δαπανησάσης φλογὸς προσβάλλουσι τοῖς Ἑβραίοις οἱ ἀντιπόλεμοι, ῥᾷον αὐτῶν κρατήσειν ὡς ἀόπλων οἰόμενοι. σειμῷ δὲ τῆς γῆς κλονηθείσης ὑπὸ τοῦ θεοῦ, καταρραγεισῶν τε βροντῶν καὶ ἐξαφθεισῶν ἀστραπῶν, εἰς δειλίαν ἐνέπεσον οἱ πολέμιοι καὶ ἐτράπησαν εἰς φυγήν. κατεδίωξε δὲ Σαμουὴλ καὶ τὸ πλῆθος ὀπίσω αὐτῶν καὶ πολλοὺς διεφθάρκασι, καὶ οὐκέτι μετὰ τὴν πληγὴν ταύτην ἐπὶ τοὺς Ἰσραηλίτας ἐστράτευσαν, ἀλλὰ καὶ τὴν χώραν ἥνπερ ἀφείλοντο ἐπανεσώσατο αὖθις τοῖς Ἑβραίοις Σαμουήλ . ἔκρινε δὲ τὸν λαὸν καὶ ἦρχεν αὐτοῦ.
§1.27.1 Ἤδη δὲ γεγηρακὼς τοῖς υἱοῖς αὐτοῦ τὴν τοῦ λαοῦ προστασίαν καὶ τὸ δικάζειν διένειμεν. ὄνομα τῷ πρεσβυτέρῳ Ἰωήλ, τῷ νεωτέρῳ δὲ Ἀβιά. οἷ οὐκ ἐπορεύθησαν ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτῶν, ἀλλἐκκλίναντες δώρων τὸ δίκαιον προεδίδοσαν καὶ λήμμασι τὰς κρίσεις ἐδίκαζον. δὲ λαός διὰ ταῦτα πρὸς Σαμουὴλ ἀθροισθείςἐπεὶ μὴ οἶός τε εἶ ἔφασαν σὺ προεστάναι ἡμῶν διὰ γῆρας, ποίησον ἡμῖν βασιλέα, ὃς καὶ τοῦ ἔθνους ἡγήσεται καὶ τοῖς ἐναντίοις ἀντιστρατεύσεται.” λυπουμένου δἐπὶ τούτοις τοῦ Σαμουὴλ εἶπε πρὸς αὐτὸν θεόςοὐ σὲ ἐξουθενήκασιν λαός, ἀλλἐμέ. ἄκουσον τοίνυν αὐτῶν, καὶ ὃν ἄν ἀναδείξω σοι, εἰς βασιλέα χρῖσον αὐτόν. συναθροίσας δὲ τοὺς Ἑβραίους Σαμουὴλ κατέθετο χειροτονήσειν αὐτοῖς βασιλέα, μεταμελήσειν δὲ προέφη αὐτοῖς καὶ αἰτεῖσθαι παρὰ θεοῦ μέλλειν τῶν βασιλέων ἀπαλλαγήν. οἱ δὲ ἐνέκειντο βασιλέα ζητοῦντες, καὶ ἠξίουν αὐτὸν μὴ φροντίζειν τῶν ἐσομένων. δὲ προφήτηςἄπιτε νῦνεἶπεν, “ὅταν δὲ μάθω τίνα δίδωσιν ὑμῖν θεὸς βασιλέα, μεταπέμψομαι ὑμὰς.
§1.27.2 Ἀνὴρ δέ τις Βενιαμίτης, Κὶς ὄνομα τῷ ἀνδρί, ὄνους ἀπολέσας, τὸν υἱὸν ὃς ἦν αὐτῷ μέγας τε καὶ ὡραῖος, κεκλημένος Σαούλ, εἰς ἀναζήτησιν τῶν ὄνων σὺν ἐνὶ τῶν δούλων ἀπέστειλεν. δὲ περιελθὼν καὶ ζητήσας καὶ μὴ εὑρών, εἰς Ἀρμαθαῒμ πρὸς τὸν Σαμουὴλ παραγέγονεν ἐρωτήσων περὶ τῶν ὄνων. δηλοῖ τοίνυν τῷ Σαμουὴλ θεὸς τοῦτον εἶναι ὃν βούλεται βασιλεῦσαι τοῦ λαοῦ τῶν Ἑβραίων. ἐρωτηθεὶς οὑν περὶ τῶν ὄνων Σαμουὴλ σεσῶσθαι εἶπεν αὐτάς, καὶ ξενίσας τόν Σαοὺλ προέπεμψεν ἔωθεν, καὶ ἔξω τού ἄστεος σὺν αὐτῷ πορευθείς, μόνον τε ἰδίᾳ τὸν νεανίσκον ἀπολαβών, ἔλαιον καταχέει τῆς αὐτοῦ κεφαλῆς. καὶ φιλήσας αὐτόνκέχρικέ σε κύριος ἄρχοντα ἔφη ἐπὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ, καὶ ἔστω σημεῖον τοῦ χρίσματος τὸ συναντῆσαί σοι περὶ τὸν τάφον Ῥαχὴλ ἄνδρας δύο τὴν εὕρεσιν τῶν ὄνων εὐαγγελιζομένους σοι. καὶ ἄλλα δὲ σημεῖα τοῦ ἀληθεύειν εἶπεν αὐτῷ καὶ ὅτι προφητεύσει ἐν Γαβαθᾶ γεγονὼς μετὰ τῶν ἐκεῖ προφητῶν, καὶ ἥξειν εἰς Γάλγαλα αὐτῷ ἐνετείλατο ἡνίκα μεταπεμφθῇ παραὐτοῦ. συνήθροισε δἔπειτα τὸν λαὸν καὶ κλήρους ἐκέλευσε βαλεῖν τὰς φυλάς, ἕν ἀναδειχθείη ἐκ ποίας βασιλεύσων ἔσται. ἔπεσεν οὑν κλῆρος εἰς τὴν Βενιαμίτιδα, εἶτα εἰς τὴν πατριὰν Ματταρί. κατἄνδρα δὲ τῆς πατριᾶς κληρωθείσης, εἰς τόν Σαοὺλ κλῆρος ἔπεσεν. ὡς δὲ ζητούμενος οὐκ ἢν, μυεῖται Σαμουὴλ παρὰ τοῦ θεοῦ ὅπου ἐκέκρυπτο, καὶ ἀχθέντα ἔστησε μέσον. καὶ ἦν ὑπερωμίας καὶ πάντων ὑπερέχων κατὰ τὴν ἡλικίαν τοῦ σώματος. καὶ πρὸς τὸ πλῆθος ἔφησεν προφήτης τοῦτον ἔχρισεν ὑμῖν εἰς βασιλέα κύριος, οὐκ ἔστιν ὅμοιος ἐν πᾶσιν ὑμέν’.” δὲ λαὸς ἐπευφήμησε καὶ εἶπενζήτω βασιλεύς.” οὕτω δὲ τῷ Σαοὺλ βασιλεύσαντι πολλοὶ μὲν προσεῖχον ὡς βασιλεῖ καὶ κατὰ τὸ προσῆκον ἐτίμων αὐτόν, πολλοὶ δὲ κατεφρόνουν τε καὶ ἐχλεύαζον.
§1.27.3 Μετὰ δὲ μῆνα Νάας τῶν Ἀμμανιτῶν βασιλεὺς στρατεύει ἐπὶ Ἰαβεὶς Γαλαάδ, μὴ ἄλλως λέγων φείσασθαι τῶν ἀνδρῶν, εἰ μὴ δῶσιν αὐτῷ τόν ἑκάστου ἐξελεῖν ὀφθαλμὸν δεξιόν. οἱ δὲ ἀνοχὴν ἐζήτησαν ἑπτὰ ἡμερῶν· καὶ λαβόντες πέμπουσιν ἀγγέλους εἰς Γαβαά. καὶ ἀκούσαντες οἱ ἐκεῖ τοὺς λόγους τοῦ Ἀμμανίτου ἐθρήνησαν· δὲ Σαοὺλ ἐθυμώθη σφόδρα, καὶ λαβὼν δύο βόας ἐμέλισεν αὐτοὺς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραήλ, ἀπειλῶν οὕτω θήσειν τοὺς μὴ κατὰ τῶν Ἀμμανιτῶν συνεκστρατεύσοντας αὐτῷ. συνδραμόντος δὲ τοῦ λαοῦ ἠρίθμησεν αὐτοὺς καὶ εὗρε μυριάδας ἑβδομήκοντα. καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαούλ, καὶ προεφήτευσεν εἰπὼν ὡς αὔριον ἔσται τοῖς ἀνδράσιν Ἰαβεὶς σωτηρία. καὶ ἀναστὰς ἐπορεύθη αὐτός τε καὶ λαὸς διὅλης τῆς νυκτός, καὶ περὶ τὴν πρωινὴν φυλακὴν ἐπῆλθε τοῖς Ἀμμανίταις, τριχῇ τὸ στράτευμα διελών. καὶ κυκλωσάμενος αὐτούς, πολλοὺς μὲν ἀπέκτεινε καὶ αὐτὸν τὸν βασιλέα Νάας, τοὺς δὲ περισωθέντας εἰς φυγὴν ἐτρέψατο· καὶ εἰς τὴν χώραν αὐτῶν ἐμβαλὼν καὶ πλείστην λείαν λαβὼν λαμπρῶς ἐπανέζευξεν. οὐκέτι γοῦν ἠδόξει παρά τισιν, ἀλλἐπἀνδρείᾳ διαβεβόητο καὶ τετίμητο καὶ τοῖς πρῴην αὐτὸν χλευάζουσι. συναγαγὼν δὲ αὖθις Σαμουὴλ τὸν λαὸν δὶς ἀναγορεύει τὸν Σαοὺλ βασιλέα, χρίσας τῷ ἐλαίῳ καὶ πάλιν αὐτόν. μετέπεσεν οὖν τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν ἐξ ἀριστοκρατίας· ἐπὶ γὰρ Μωυσέως καὶ Ἰησοῦ ἀριστοκρατούμενοι ἦσαν, εἶτα ἐπἔτη δέκα καὶ ὀκτὼ ἄναρχοι διετέλεσαν, εἰσἔπειτα δἤρχθησαν ὑπὸ τῶν καλουμένων κριτῶν, τῷ ἀρίστῳ περὶ τῶν ὅλων δικάζειν καὶ οἰκονομεῖν ἐπιτρέποντες.
§1.28.1 τοῦ δὲ Σαμουὴλ ἐξορκίζοντος τὸν λαὸν εἰπεῖν εἴ τι ἄδικον εἰργάσατο εἰς αὐτούς, πάντες δικαίως αὐτὸν καὶ καλῶς προστῆναι τοῦ ἔθνους ἐβόησαν. δὲ αὐτοῖς ἀπεκρίνατοἴστε ὡς μεγάλως ἡμαρτήκατε βασιλέα ἑαυτοῖς αἰτησάμενοι, κἀκ τούτου παρωργίσατε τὸν θεόν. ἔσται δὲ τοῦτο σημεῖον ὑμῖν τὸ θέρους ἐν ἀκμῇ χειμῶνα γενήσεσθαι.” καὶ κατὰ τὸν τοῦ προφήτου λόγον βρονταὶ καὶ ἀστραπαὶ γεγόνασι, κατηνέχθη τε χάλαζα, ὡς δέος ἐμπεσεῖν τῷ λαῷ καὶ ἱκετεύειν ἰὸν Σαμουὴλ ἱλεώσασθαι τὸν θεὸν αὐτοῖς ἁμαρτήσασι.
§1.28.2–2.6.1
§1.28.2 Τῶν δὲ Παλαιστηνῶν τοὺς Ἐβραίους καταστρεφόντων καὶ τὰ ὅπλα σφῶν ἀφαιρουμένων σιδήρῳ τε κεχρῆσθαι ἀπαγορευόντων, Σαοὺλ εἰς Γάλγαλα καταβὰς ἐπἐλευθερίᾳ τὸν λαὸν κατὰ τῶν Παλαιστηνῶν διαναστῆναι ἠρέθιζεν. οἱ δηὐλαβοῦντο διὰ τὸ πλῆθος τῶν ἐναντίων. δὲ βασιλεὺς τὸν Σαμουὴλ ἐκάλει πρὸς ἑαυτόν. καὶ ὃς μεθἡμέρας ἒξ παραγενέσθαι ὑπέσχετο, θύσειν τε τῇ ἑβδόμῃ, ἔν οὕτω τοῖς ἀλλοφύλοις συμμίξωσιν. δέ γε Σαοὺλ ὁρῶν τὸν λαὸν ὑπορρέοντα καὶ καταλιμπάνοντα αὐτόν, ἔθυσεν. ἀκούσας δὲ ἤδη προσιόντα τὸν Σαμουήλ , ἐξῆλθε συναντήσων αὐτῷ. δὲτί τοῦτο ἐποίησας ἔφη παραβάς μου τὴν ἐντολήν; ἴσθι τοίνυν ὡς οὐ στήσεταί σου βασιλεία, ἀλλὰ ζητήσει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ.” καὶ ἀνεχώρησε Σαμουὴλ, Σαοὺλ δὲ καὶ Ἰωνάθαν υἱὸς αὐτοῦ ἧκεν εἰς Γαβαὼ σὺν στρατιώταις ἑξακοσίοις. εἶς τρία δὲ διαιρεθέντες οἱ ἀλλόφυλοι τὴν χώραν τῶν Ἰσραηλιτῶν ἐληίζοντο. Σαοὺλ δὲ καὶ Ἰωνάθαν καὶ Αχιὰ ἀρχιερεὺς ἀφὕψους ὁρῶντες τὰ δρώμενα, καὶ ἀμῦναι διὀλιγανδρίαν μὴ σθένοντες, ἤχθοντο. δἸωνάθαν μηδὲν εἰπὼν τῷ πατρὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ σὺν μόνῳ τῷ ὁπλοφόρῳ αὐτοῦπροσβάλλωμενἔφητῇ τῶν ἀλλοφύλων παρεμβολῇ, καὶ εἰ μὲν εἴπωσιν ἡμίν ἀπόστητε, οὐκ ἀναβησόμεθα πρὸς αὐτούς, εἰ δἀνάβητε πρὸς ἡμὰς φήσουσι, σύνθημα νίκης τὸν λόγον νομιστέον ἡμῖν. καὶ ὥρμησαν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. καὶ αὐτοῖς οἱ ἀλλόφυλοι ‘‘ἀνάβητεἔλεγον ‘‘πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα.” τοῦτο θάρσος ἐνῆκε τῷ Ἰωνάθαν· καὶ ἀποστὰς ἐκεῖθεν, ἑτέρωθεν ἀνερπύσας μετὰ τοῦ ἑπομένου αὐτῷ ἔπεισι τοῖς πολεμίοις ὑπνώττουσι. καὶ κτείνουσι μὲν ὡς εἴκοσι, τοῖς δὲ λοιποῖς δειλίαν ἐνέβαλον· οἳ θορυβούμενοί τε καὶ φεύγοντες ὑπἀλλήτων διώλλυντο. ἰδὼν δὲ ταραττόμενον Σαοὺλ τὸ τῶν πολεμίων στρατόπεδον, καὶ ἀπόντα τὸν υἱὸν ἄμα ᾧτὁπλοφόρῳ κατανοήσας, προσβάλλει καὶ αὐτὸς τεταραγμένοις τοῖς ἐναντίοις· καὶ οἶ πρὶν δὲ διὰ φόβον κρυβέντες ἀναθαρσήσαντες τῷ βασιλεῖ προσετίθεντο. καὶ διώκων τοὺς πολεμίους ἐκτίννυεν. ἐπαρᾶται τοίνυν τοῖς ἑαυτοῦ, εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι, εἰ μὴ νὺξ αὐτοὺς παύσοι. ἐν δὲ τῷ διώκειν κατά τινα δρυμὸν ἦλθον, ἐν μελισσὼν ἦν, καὶ λαβὼν Ἰωνάθαν κηρίον μέλιτος ἔφαγεν οὐ γὰρ ἢν ἀκηκοὼς τῆς ἀρᾶς τοῦ πατρός. ἐπελθεῖν δὲ βουληθεὶς Σαοὺλ τῇ τῶν ἐναντίων παρεμβολῇ, ἠρώτα διὰ τοῦ ἀρχιερέως τὸν θεὸν εἰ δίδωσι νίκην. τοῦ δὲ θεοῦ μὴ δηλοῦντος, ἐζήτει τὸ αἴτιον, καίὄμνυμιἔφηαὐτὸν τὸν θεὸν ἀποκτείνειν τὸν ἁμαρτόντα, κἂν Ἰωνάθαν εἴη παῖς ἐμός.” καὶ κληρωσαμένων ἐπὶ Ἰωνάθαν κλῆρος ἔπεσεν. δὲ περὶ ἁμαρτίας ἀνακρινόμενος οὐδὲν εἶπεν ἑαυτῷ συνειδέναι ὅτι χθὲς τὴν ἀρὰν ἀγνοήσας ἐν τῷ διώκειν ἐγευσάμην κηρίου. ἀκούσας δὲ πατὴρ ἀποκτενεῖν αὐτὸν ὤμοσε. καὶ λαὸς ἀντώμοσε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης ἀποθανούμενον, καὶ ἐξαρπάσαντες αὐτὸν εὐχαῖς τὸν θεὸν ἐξιλάσκοντο. διαφθείρας δὲ Σαοὺλ ὡσεὶ μυριάδας ἒξ τῶν Παλαιστηνῶν ἀνθυπέστρεψε. χειροῦται δὲ Ἀμμανίτας καὶ Μωαβίτας Παλαιστηνούς τε καὶ Ἰδουμαίους καὶ Ἀμαληκίτας καὶ τὸν βασιλέα τῆς Σουβᾶ, καὶ ἐξείλετο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν ἀλλοφύλων.
§1.29.1 ἦσαν δὲ τῷ Σαοὺλ υἱοὶ τρεῖς, Ἰωνάθαν καὶ Ἰσουὶ καὶ Μελχισουί, καὶ θυγατέρες δύο, Μερὸβ καὶ Μελχόλ· ἀρχιστράτηγον δὲ εἶχε τὸν Ἀβεννὴρ υἱὸν Νὴρ συγγενοῦς αὐτοῦ.
§1.29.2 Ἔφη δὲ Σαμουὴλ τῷ Σαοὺλ κελεύειν αὐτῷ τὸν θεὸν πατάξαι τὸν Ἀμαλήκ, καὶ κρατήσαντα μηδενὸς φείσασθαι, μὴ γυναικῶν, μὴ νηπίων, μὴ ὑποζυγίων, μὴ βοσκημάτων, ἐξαλεῖψαι δὲ τὸ ὄνομα αὐτοῦ ἐκ τῆς γῆς. καὶ Σαοὺλ τῷ Ἀμαλὴκ συμβαλὼν κατὰ κράτος νικᾷ καὶ κτείνει πάντας, χειροῦται δὲ καὶ τὸν βασιλέα τῆς χώρας Ἄγαγ ὠνομασμένον, καὶ οὐκ ἀπέκτεινεν, ἀγασθεὶς αὐτὸν διὰ κάλλος καὶ μέγεθος· καὶ τὰ τῶν βουκολίων καὶ ποιμνίων καὶ τῶν ἄλλων ἐξαίρετα περιεποιήσατο, ἀμνημονήσας τῆς θείας προστάξεως. χρηματισθεὶς δὲ Σαμουὴλ παρὰ τοῦ θεοῦ, εἰπόντος μεταμεμελῆσθαι ὅτι ἐβασίλευσε τὸν Σαούλ, συνήντησε τῷ βασιλεῖ. δεὐχαριστεῖν ἔλεγε τῶ θεῷ δόντι κράτος αὐτῷ κατὰ τῶν πολεμίων, καὶ πάντα δὲ τὰ κεκελευσμένα ποιήσαι. καὶ προφήτης βοῆς εἶπεν ἀκούω ὑποζυγίων καὶ βοσκημάτων ἄλλων. πόθεν ταῦτα; Σαοὺλ δὲ τὸν λαὸν εἶπεν εἰς θυσίαν τετηρηκέναι αὐτὰ τῷ θεῷ, τοὺς δὲ Ἀμαληκίτας πάντας ἐξαφανισθῆναι ἄτερ τοῦ βασιλέως αὐτῶν. πρὸς ταῦτα Σαμουὴλἐπεὶ τὰ κεκελευσμένα σοιἔφη πρὸς θεοῦ παραβέβηκας, ἔσθιὅτι τὴν βασιλείαν ἀφαιρεθήσῃ, δὲ κατετίθετο ἁμαρτήσαι, καὶ ἱλαστήριον θῦσαι τὸν προφήτην ἱκέτευε. καὶ ὃς ὑπεχώρει, Σαοὺλ δὲ τῆς διπλοίδος ἐπιλαμβάνεται αὐτοῦ καὶ διαρρήσσει ταύτην βιαζόμενος αὐτὸν κατασχεῖν. καὶ προφήτηςοὕτως βασιλεία σουἔφηδιαρρηχθήσεται καὶ δοθήσεται ἀνδρὶ δικαίῳ καὶ ἀγαθῷ.’ δεομένου δἔτι τοῦ βασιλέως πείθεται, καὶ ἀχθῆναι τὸν Ἄγαγ αἰτεῖ, καὶ κτανθέντος ἐκείνου κελεύσει αὐτοῦ αὐτίκα εἰς Ἀρμαθαῒμ ὑποχωρεῖ.
§1.29.3 Καὶ αὐτῷ ἐντέλλεται θεὸς πρὸς Ἰεσσαὶ ἀπελθεῖν καὶ χρῖσαι τῷ ἐλαίῳ εἰς βασιλέα ἔνα τῶν ἐκείνου υἱῶν, ὃν ἂν δείξῃ αὐτῷ. καὶ ἀπελθὼν εἰς Βηθλεὲμ καὶ θύσας κέκληκε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ. καὶ ἰδὼν τὸν πρωτότοκον μέγαν τε καὶ καλὸν ᾠήθη ἐπαὐτῷ τὸν θεὸν εὐδοκεῖν. δὲ θεός μὴ ἐπιβλέψῃςεἶπενἐπὶ τὴν ὄψιν αὐτοῦ, μηδεἰς τὸ τοῦ σώματος μέγεθος· ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον ὄψεται, δὲ θεὸς εἰς καρδίαν.” παρελθόντων δὲ καὶ τῶν ἄλλων παίδων τοῦ Ἰεσσαί, ἐπ᾿ οὐδενὶ εὐδόκησεν θεός. καὶ εἶπε Σαμουήλοὐκ ἐξελέξατο κύριος ἐν τούτοις, καὶ εἰ ἔστιν ἔτι λοιπός, παρελθέτω.” καὶ Ἰεσσαίμικρὸς ἔτι περιλέλειπταιἔφηποιμαίνων.” κληθῆναι οὖν αὐτὸν προφήτης ἐκέλευσεν. ὡς δ᾿ ἧκε κληθεὶς Δαβίδ, παῖς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ τἄλλα καλός, τοῦτον εἶναι τὸν χρισθησόμενον δηλοῖ τῷ Σαμουὴλ θεός. καὶ λαβὼν ἐκεῖνος τὸ κέρας τοῦ ἐλαίου ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ. καὶ ἀπῆλθεν εἰς Ἀρμαθαΐμ. πνεῦμα δὲ θεῖον ἐφήλατο ἐπὶ Δαβίδ, ἐκ δὲ Σαοὺλ ἀπέστη, καὶ πνεῦμα πονηρὸν μετῄει αὐτὸν συμπνῖγον καὶ κακοῦν τὸν ἄνδρα. ἔδοξεν οὖν παρίστασθαί τινα τῷ βασιλεῖ εἰδότα ψάλλειν μετὰ κινύρας, ἵν᾿ ὅτε προσπέσοι αὐτῷ τὸ δαιμόνιον ἐκταράττον, ψάλλῃ ἐν τῇ κινύρᾳ καὶ κατευνάζῃ τὸν τάραχον. μεταπέμπεται τοίνυν ὡς τοιοῦτον τὸν Δαβίδ· καὶ ἠγαπήθη νεανίας σφόδρα παρὰ τοῦ βασιλέως, καὶ εἰς ὁπλοφόρον αὐτῷ ἐχρημάτισε. καὶ ἐν τῷ ἐπιέναι τῷ βασιλεῖ τὸ πνεῦμα τὸ πονηρὸν κατεπῇδεν αὐτοῦ, καὶ ἀφίστατο, καὶ εἰς ἑαυτὸν Σαοὺλ ἐπανήρχετο.
§1.29.4 Οἱ δ᾿ ἀλλόφυλοι κατὰ τῶν Ἰσραηλιτῶν ἐπεστράτευσαν, ἀντικατέστησαν δὲ αὐτοῖς καὶ οἱ ἐξ Ἰσραήλ. καὶ ἐν μεταιχμίῳ τῶν στρατευμάτων ἀμφοῖν ἀνήρ τις τῶν ἀλλοφύλων στάς, Γολιὰθ ἐκείνῳ τὸ ὄνομα, ἀνὴρ δυνατὸς καὶ πάντων ὑπερανεστηκώς, πήχεων γὰρ ἕξ καὶ σπιθαμῆς τὸ ὕψος αὐτῷ, καὶ θώραξ αὐτοῦ πεντακισχιλίων σίκλων εἷλκε σταθμόν, καὶ τὸ δόρυ αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ λόγχη τοῦ δόρατος σίκλων ἑξακοσίων, οὗτος ἐν μέσῳ στὰς ἀνεβόησε πρὸς τοὺς υἱοὺς Ἰσραήλκαταβήτω τις ἐξ ὑμῶν καὶ ἀντικαταστήτω μοι· καὶ ἐὰν πατάξῃ με, δουλεύσομεν ὑμῖν, ἐὰν δὲ ἐγὼ καταβαλῶ αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους.” καὶ τοῦτο ἐποίει ἐπὶ τεσσαράκοντα ἡμέρας. τοῦ δὲ Σαοὺλ τόν Δαβὶδ πρὸς Ἰεσσαὶ ἀναπέμψαντος, πατὴρ αὐτὸν εἰς τὸ στρατόπεδον ἔσταλκε τοῖς στρατευομένοις τῶν ἀδελφῶν κομιοῦντα τὰ ἐπιτήδεια· τρεῖς γὰρ ἦσάν οἱ πρεσβύτεροι τῷ Σαοὺλ συνεπόμενοι. ἐλθόντος δὲ τοῦ Δαβὶδ πρὸς τοὺς ἀδελφούς, ἀλλόφυλος Γολιὰθ πάλιν, ὡς ἔθος αὐτῷ, εἰς μονομαχίαν προὐκαλεῖτο καὶ τοὺς Ἑβραίους ὠνείδιζεν ὅτι μηδεὶς αὐτῷ συμμίξαι θαρρεῖ. ἀκούσας δὲ τῶν λόγων τούτων Δαβὶδ ἠγανάκτησε καὶ εἶπε πρὸς τοὺς παρόνταςἐγὼ μονομαχήσω αὐτῷ.” ἀνηγγέλη τοῦτο τῷ βασιλεῖ, δὲ παραστάντι αὐτῷ τῷ Δαβίδοὐ δυνήσῃἔφηδιὰ μάχης χωρῆσαι πρὸς τοῦτον τὸν ἀπερίτμητον παῖς γὰρ σὺ ἔτι.” καὶ Δαβὶδ θαρρεῖν ἔλεγεν ἐπὶ τῷ θεῷ, ὃς αὐτὸν κατὰ τῆς ἄρκτου ἐνίσχυσε καὶ κατὰ τοῦ λέοντος, ἐπερχομένων τῇ ποίμνῃ καὶ θρέμματα ἁρπαζόντων, οὓς διῶξαι εἶπε καὶ τὰ μὲν ἡρπαγμένα ἐπανασώσασθαι, πατάξαι δὲ τοὺς θῆρας καὶ ἀνελεῖν. ἐπὶ τούτῳ ἔφη θαρρεῖν ὡς καὶ τὸν ἀλλόφυλον πατάξαι δώσει αὐτῷ καὶ ἐξελεῖν ὄνειδος ἐξ υἱῶν Ἰσραήλ. μὲν οὖν εἶπε ταῦτα, δὲ βασιλεὺς ἐπέτρεψέν οἱ πορεύεσθαι, καὶ περιέθετο τὰ οἰκεῖα ὅπλα αὐτῷ. καὶ ἦσαν ἄχθος αὐτῷ, καὶ ἀπεδύσατο ταῦτα, ἄρας δὲ τὴν βακτηρίαν καὶ πέντε λίθους ἐν τῷ καδίῳ ἐνθέμενος καὶ τὴν σφενδόνην φέρων ἐν τῇ χειρί, πρὸς τὸν ἀλλόφυλον ὥρμησεν. δὲ κατεγέλα αὐτοῦ καὶ ἐπυνθάνετο εἰ πρὸς κύνα τῇ βακτηρίᾳ καὶ τοῖς λίθοις πορεύεται. καὶ Δαβὶδ καὶ χείρω κυνὸς ἡγεῖσθαι αὐτὸν ἀπεκρίνατο . ἐκεῖνος δὲ ὀργισθείς, καὶ μεγαλαυχήσας δώσειν τὰς σάρκας αὐτοῦ τοῖς πετεινοῖς τε καὶ τοῖς θηρσίν, ὥρμησεν ἐπαὐτόν. ταχύνας δὲ Δαβὶδ καὶ λίθον τῇ σφενδόνῃ ἐνθέμενος ἐπὶ μέτωπον ἐπάταξε τὸν πολέμιον. καὶ ἦν πληγὴ κραταιά, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἀλλόφυλος. δραμὼν δὲ Δαβὶδ καὶ τὴν ἐκείνου ῥομφαίαν σπασάμενος ἀποτέμνει τὴν κεφαλὴν Γολιὰθ καὶ σκυλεύει τὰ ὅπλα αὐτοῦ. τοῦτο τοῖς ἀλλοφύλοις δειλίαν ἐνέβαλε, καὶ ἔκλιναν εἰς φυγήν. Σαοὺλ δὲ τὸ οἰκεῖον αὐτοῖς ἐπάγει στράτευμα φεύγουσι· καὶ κτείνεται τῶν Παλαιστηνῶν πλῆθος πολὺ καὶ πλείονες τραυματίζονται καὶ τὸ στρατόπεδον αὐτῶν διαρπάζεται. τὴν κεφαλὴν δὲ Γολιὰθ προσάγει Δαβὶδ τό Σαούλ, τὴν δὲ ῥομφαίαν τῷ θεῷ ἀνατίθησιν.
§1.30 Ἐπανιούσης δὲ τῆς στρατιάς αἱ γυναῖκες συνήντων αὐτοῖς καὶ χορεύουσαι χιλιάδας ὀλέσαι τὸν Σαοὺλ ᾖδον, αἱ δὲ παρθένοι μυριάδας τὸν Δαβὶδ ἀφανίσαι ἀντῇδον. τοῦτο πρὸς φθόνον ἠρέθισε τὸν Σαούλ, φήσαντακαὶ τί αὐτῷ ὑστερεῖ πλὴν βασιλεία; καὶ ὑπεβλέπετο τὸν Δαβίδ. ἐπιπεσόντος δὲ τῷ Σαοὺλ πνεύματος πονηροῦ, καὶ τοῦ Δαβὶδ κατεπᾴδοντος ὡς ἔθος αὐτῷ, τὸ δόρυ ἔβαλε καταὐτοῦ Σαούλ· καὶ δὶς τοῦτο ἐποίησε. καὶ Δαβὶδ ἐξέκλινε· κύριος γὰρ ἦν μεταὐτοῦ. δεδιὼς δὲ αὐτὸν βασιλεὺς χιλίαρχον ἐποιήσατο, ἕν εἰς τοὺς πολεμίους ἀπιὼν κινδυνεύσῃ. δὲ τῷ θεῷ συμμαχούμενος εὐωδοῦτο, καὶ λαὸς ἠγάπα αὐτόν, καὶ τοῦ βασιλέως θυγάτηρ Μελχὸλ ἤρα Δαβίδ. προσηγγέλθη οὖν ἔρως τῷ βασιλεῖ, καὶ ὃς εἰς λαβὴν ἐπιβουλῆς ἐχρᾶτο τῷ ἔρωτι. ἔφη γὰρ δώσειν αὐτῷ τὸ θυγάτριον, εἰ ἑκατὸν ἀκροβυστίας ἐνέγκοι αὐτῷ, οἰηθεὶς πεσεῖσθαι αὐτὸν τοῖς ἀλλοφύλοις μαχόμενον. τοῦτο μαθὼν Δαβὶδ ἐπορεύθη μετὰ τῶν ὑπαὐτόν, καὶ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις καὶ ἤνεγκεν ἀκροβυστίας τῷ Σαοὺλ ἑκατόν. δὲ Ἰώσηπος οὐχ ἑκατὸν ἀκροβυστίας κομίσαι τὸν Δαβίδ, ἀλλὰ ἑξακοσίας κεφαλὰς ἀλλοφύλων. καὶ ζεύγνυσιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα Μελχόλ. ὁρῶν δὲ τὸν Δαβὶδ καὶ τῷ θεῷ συμμαχούμενον καὶ τῷ πλήθει φιλούμενον, ἔτι μᾶλλον ἐδεδίει, καὶ ἐπεβούλευεν αὐτῷ, καὶ κτανεῖν ἐπεχείρει. τῷ οὑν υἱῷ Ἰωνάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν τὴν ἀναίρεσιν αὐτοῦ ἐπιτάττει. Ἰωνάθαν δὲ φιλῶν τὸν Δαβὶδ δηλοῖ αὐτῷ τὸ ἐπίταγμα, καὶ φυλάττεσθαι παραινεῖ, καὶ ἐπαγγέλλεται διαλεχθήσεσθαι περὶ αὐτοῦ τῷ πατρὶ καὶ τὸ πᾶν ἐκφῆναι αὐτῷ. καὶ μέντοι καὶ διειλέχθη καὶ μετήνεγκε πρὸς πρᾳότητα· μεταβαλὼν γὰρ μηδὲν ἀδικήσειν ὤμοσε τὸν Δαβὶδ Σαούλ. Ἰωνάθαν δὲ ταῦτα δεδηλωκὼς τῷ Δαβίδ, εἰσάγει πρὸς τὸν βασιλέα αὐτόν, καὶ ἢν ὡς πρῴην αὐτῷ παραμένων. τῶν δὲ Παλαιστηνῶν κινηθέντων καὶ πάλιν καὶ τοῖς Ἑβραίοις ἐπιόντων, ἀντιταξόμενος αὐτοῖς παρὰ Σαοὺλ Δαβὶδ ἀποστέλλεται, καὶ μετὰ νίκης ἐπάνεισι. τοῖς δεὐτυχήμασι τοῦ ἀνδρὸς καὶ καταὐτοῦ φθόνος συνηύξετο τῷ Σαούλ. καὶ τοῦ πονηροῦ πνεύματος αὖθις ἐπελθόντος αὐτῷ καὶ συμπνίγοντος παρῆν Δαβὶδ τὴν κινύραν κρούων καὶ κατεπᾴδων αὐτοῦ. Σαοὺλ δὲ τὸ δόρυ κατέχων ἠκόντισεν αὐτὸ κατὰ τοῦ Δαβίδ· δὲ προγνοὺς ἐξέκλινέ τε καὶ ἀνεχώρησεν. ἀπέστειλε δὲ Σαοὺλ νυκτὸς φύλακας εἰς τὸν οἶκον Δαβίδ, ἵνα μεθἡμέραν κτείνῃ αὐτόν. γνοῦσα δὲ τοῦτο Μελχὸλ γυνὴ αὐτοῦ, διὰ θυρίδος τὸν ἄνδρα κατήγαγε· καὶ ἀπέδρα. ἔωθεν δὲ τοῦ Σαοὺλ πέμψαντος ἐπὶ τὸν Δαβίδ, Μελχὸλ τὴν κλίνην ἑτοιμάσασα ὥς τινος ἐν αὐτῇ κειμένου, καὶ τοῖς ἐπιβλήμασιν ὑποθεῖσα ἧπαρ αἰγὸς νεοσφαγοῦς, ὡς ἄν τῇ τούτου κινήσει τὸ ἐπίβλημα σαλευόμενον δόκησιν παρέχῃ κεῖσθαι παρὰ τῇ κλίνῃ τινά, εἰσάγει τοὺς σταλέντας καὶ νοσεῖν τὸν ἄνδρα φησίν. οἱ δὲ ἀπήγγειλαν τῷ Σαούλ, καὶ ὃς ἐπὶ τῆς κλίνης αὐτὸν ἀχθῆναι διακελεύεται. ἀπελθόντες δὲ οἱ πεμφθέντες καὶ τῆς κλίνης ἀράμενοι τὸ ἐπίβλημα, τὸ τέχνασμα κατενόησαν καὶ τῷ βασιλεῖ κατηγγέλκασιν. οὕτω δὲ τὸν θάνατον Δαβὶδ ἐκρυγὼν τῷ Σαμουὴλ εἰς Ἀρμαθαῒμ προσελήλυθε καὶ σὺν ἐκείνῳ διῆγεν ἐν Ναβιὼθ εἰς Ῥαμά. πέμπει τοίνυν κἀκεῖ Σαοὺλ τοὺς ἄξοντας τὸν Δαβίδ. οἱ δἀπελθόντες καὶ προφητῶν ἐκκλησίαν εὑρόντες καὶ αὐτοὶ προεφήτευον. τοῦτο μαθὼν βασιλεὺς καὶ ἑτέρους πέμπει, κἀκείνων σχόντων ὁμοίως ἄλλους ἀπέστειλε, καὶ τῶν τρίτων δὲ κατόχων γεγονότων τῷ πνεύματι αὐτὸς ἐξώρμησεν ὑπὀργῆς, καὶ πλησιάσας προφητεύειν ἤρξατο καὶ αὐτός. ὅτε καὶ τὸ ᾀδόμενον οἶ ἐκεῖ παρόντες ἐφθέγξαντο τόεἶ καὶ Σαοὺλ ἐν προφήταις; ἐλθὼν δὲ ὅπου ἢν Σαμουήλ, ἔκφρων ὥσπερ γενόμενος καὶ τὴν ἐσθῆτα περιδυσάμενος γυμοὸς ἔκειτο διὅλης ἡμέρας τε καὶ νυκτός.
§1.31.1 Ο δὲ Δαβὶδ ἐκεῖθεν ἀπέδρα καὶ τῷ Ἰωνάθαν τὴν καταὐτοῦ τοῦ πατρὸς μεμήνυκεν ἐπιχείρησιν δὲ ἠπίστει. ἠξίου δὲ Δαβὶδ αὐτὸν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης τῆς πατρικῆς καὶ ταύτην δηλῶσαι αὐτῷ ἔξω προσμενοῦντι τῆς πόλεως. προσαγαγὼν οὖν λόγους Ἰωνάθαν τῷ πατρὶ περὶ τοῦ Δαβίδ, καὶ τὴν πατρικὴν προαίρεσιν ἐγνωκὼς διψῶσαν τὸν θάνατον τοῦ ἀνδρός, ἀπαγγέλλει πάντα αὐτῷ λάθρᾳ διἑαυτοῦ, καὶ σώζειν προτρέπεται ἑαυτόν. καὶ ὥρκισε τὸν Δαβὶδ μεμνῆσθαι αὐτοῦ, κἂν τύχῃ θανών, ἐνδείξασθαί τι χρηστὸν εἰς τοὺς ἐξ αὐτοῦ. ταῦτεἰπὼν Ἰωνάθαν ὑπέστρεψε, Δαβὶδ δὲ φεύγων εἰς Ναβὰ παραγίνεται πρὸς Ἀβιμέλεχ τὸν ἀρχιερέα. δὲ πῶς μόνος ἥκει διεπυνθάνετο. κἀκεῖνος ἐντετάλθαι τι αὐτῷ παρὰ τοῦ βασιλέως εἶπεν ἀπόρρητον, “καὶ ἵνα μή τις γνῷ περὶ τούτου, μεμόνωμαι· ἐνταῦθα δέ μοι συνελθεῖν τοῖς παιδαρίοις ἐπέταξε. ταῦτα εἰπὼν ἄρτους ᾔτησε. καὶ ἀρχιερεὺς μὴ ἔχειν εἶπεν ἄλλους τοὺς ἁγίους, καίεἰ ἀπὸ γυναικὸς ἐφυλάξασθε, λάβετε τούτους καὶ φάγετε.” δὲ καὶ ῥομφαίαν αὐτῷ δοθῆναι ἐζήτησε. μὴ ἔχειν μέντοι ἀρχιερεὺς ὅπλον ἕτερον ἀπεκρίνατο ἑέ μὴ τὴν ῥομφαίαν τοῦ Γολιάθ, ἣν αὐτὸς ἀνέθετο τῷ θεῷ. καὶ ταῦτα λαβὼν Δαβὶδ εἰς Γὲθ ἀπελήλυθε πρὸς βασιλέα τῶν ἀλλοφύλων Ἀγχούς. καὶ γνωσθεὶς ὅστις εἴη καὶ φοβηθείς, μανίαν ὑπεκρίθη καὶ ὡς ἔκφρων ἐπορεύετό τε καὶ ἔπραττεν. οὕτω δἐκ τῶν ἀλλοφύλων διασωθεὶς εἰς τὴν Ἰούδα φυλὴν παραγίνεται, καὶ κρύπτεται εἰς τὸ σπήλαιον Ὀδολάμ. ἔνθα οἶ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συγγενεῖς προσῆλθον αὐτῷ· εἶτα καὶ ἄλλοι ἐκεῖ συνερρύησαν, ὡς γενέσθαι πάντας περὶ τετρακοσίους. ἄπεισι δἐκεῖθεν εἰς Μωαβίτας, καὶ παρακαλεῖ τὸν βασιλέα Μωὰβ παροικῆσαι παραὐτῷ τοὺς γονεῖς αὐτοῦ ἕως ἂν εἴς τι τέλος ἥξει τὰ καταὐτόν. δὲ πείθεται καὶ προσδέχεται τὸν Ἰεσσαὶ καὶ τὸν οἶκον αὐτοῦ. καὶ Δαβὶδ εἰς τὴν γῆν ἐπορεύθη Ἰούδα, τοῦτο Γὰδ τοῦ προφήτου κελεύσαντος. Σαοὺλ δὲ μαθὼν ὅτι πλῆθος ἤθροισται πρὸς Δαβίδ, συγκαλεσάμενος τοὺς φίλους ὠνείδιζεν αὐτοὺς ὡς ἐκείνῳ προστιθεμένους. δοῦλος δέ τις Σαοὺλ Σύρος τὸ γένος, Δωὴκ ὄνομα, παρατυχὼν ὅτε τοὺς ἄρτους ἀρχιερεὺς ἔδωκε τῷ Δαβὶδ καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ, παρεστηκὼς τότε αὐτῷ, ἀπήγγειλε τῷ βασιλεῖ ὡς εἶδε τὸν Δαβὶδ παραγενόμενον πρὸς τὸν ἀρχιερέα καὶ ἐρωτῶντα δι᾿ αὐτοῦ τὸν θεὸν καὶ ἐπισιτισμὸν λαβόντα καὶ τὴν ῥομφαίαν. μεταπεμψάμενος δὲ τὸν ἀρχιερέα βασιλεὺς ἐπενεκάλει αὐτῷ συνωμοσίαν μετὰ Δαβίδ. καὶ προσέταξε τοῖς παρεστηκόσιν αὐτῷ ὁπλἱταις κτεῖναι τὸν ἀρχιερέα καὶ πᾶσαν τὴν γενεὰν αὐτοῦ· εὐλαβηθέντων δ᾿ ἐκείνων ἐπενεγκεῖν χεῖρα τοῖς τῷ θεῷ ἱερωμένοις, τῷ Δωὴκ ἐπιτάσσει τοὺς φόνους. καὶ ὃς ἀπέκτεινεν ἅπαντας τριακοσίους ὄντας καὶ πέντε, καὶ τὴν πόλιν αὐτῶν ἐπάταξεν, ἡβηδὸν ἅπαντας ἀνελών, οὐ γυναικῶν, οὐ νηπίων, οὐχ ἑτέρας ἡλικίας φεισάμενος. εἷς δὲ μόνος υἱὸς τοῦ ἀρχιερέως διέδρα τὸν θάνατον Ἀβιάθαρ καλούμενος, ὃς φυγὼν πρὸς Δαβὶδ ἀπήγγειλε τὰ γενόμενα.
§1.31.2 Τῶν δὲ ἀλλοφύλων ἐμβεβληκότων εἰς Εεϊλὰ καὶ τὴν χώραν ληιζομένων, Δαβὶδ κελεύσαντος τοῦ θεοῦ ἐπῆλθεν αὐτοῖς μετὰ τῶν τετρακοσίων, καὶ ἐπάταξεν αὐτοὺς καὶ τὴν λείαν ἅπασαν ἐπανήγαγεν. Σαοὺλ δὲ στέλλει πλῆθος στρατιωτῶν αὐτὸν ἐκεῖ ἀναιρήσοντας. δὲ ἀπῆλθεν ἐκ Κεϊλὰ εἰς τὴν ἔρημον. καὶ Σαοὺλ οὐκ ἐπαύετο ζητῶν θανατῶσαι αὐτόν. Ἰωνάθαν δὲ ἥκει παρὰ τὸν Δαβὶδ καὶ παρεθάρρυνεν αὐτὸν καὶ παρεκάλει ἐλπίδας ἔχειν χρηστάς. ἐπεὶ δὲ Δαβὶδ ἐπὶ τὴν πέτραν κατέφυγε τὴν ἐν τῇ ἐρήμῳ Μαάν, καὶ Σαοὺλ ἐπῆλθε μετὰ πλήθους πολλοῦ, ἐκινδύνευε ληφθῆναι Δαβίδ, εἰ μὴ ἄγγελος ἧκε τῷ Σαοὺλ ὡς ἀλλόφυλοι τῇ χώρᾳ ἐπέθεντο· καταλιπὼν γὰρ τὸν Δαβὶδ ἐπὶ τοὺς πολεμίους ἐξώρμησεν. εἶτα ἀπηγγέλη αὐτῷ ὡς ἐν τῇ ἐρήμῳ Γαδδὶ αὐλίζεται Δαβίδ, καὶ τρισχιλίους λαβὼν ἐπορεύετο. ἀπιὼν δὲ ὑπὸ τῆς γαστρὸς ἠνωχλήθη. καὶ ἢν τι σπήλαιον ἐκεῖ, ἐν Δαβὶδ καὶ οἶ μεταὐτοῦ ἐνδότερον κατεκρύπτοντο· τοῦτο εἰσέδυ Σαοὺλ εἰς ἀπόπατον. καὶ Δαβὶδ ἠρεθίζετο παρὰ τῶν μεταὐτοῦ κτεῖναι Σαούλ. δὲ οὐκ ἐπείσθη, ἀλλὰ τὸ πτερύγιον τῆς διπλοίδος αὐτοῦ λάθρᾳ ἐκτεμὼν ἔλαβε. καὶ ἐξελθόντος τοῦ βασιλέως προελήλυθεν Δαβὶδ καὶ ἐβόησεν ὀπίσω Σαούλ. καὶ βασιλεὺς ἀπεῖδε πρὸς τὴν φωνήν. καὶ προσεκύνησε Δαβὶδ καὶ εἶπε μὴ πίστευε ταῖς διαβολαῖς. ἰδοὺ παρέδωκέ σε κύριος εἰς τὰς χεῖράς μου· ὅτε γὰρ ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοί·δος σου πτερύγιον ἀπέτεμον, ῥᾷον ἦν μοι καὶ ἀνελεῖν σε.” καὶ ἅμα τὸ τμῆμα αὐτῷ ὑπεδείκνυε καί δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦἐξεβόησε. καὶ Σαοὺλ πρὸς ταῦτα κατανυγεὶς ἦρε τὴν φωνὴν αὐτοῦ καὶ κλαύσας ἔφη τῷ Δαβίδδίκαιος σύ· ἐγὼ μὲν γὰρ αἴτιός σοι κακῶν, σὺ δέ μοι ἀνταπέδωκας ἀγαθά. ὅθεν πείθομαι ὅτι βασιλέα σε Ἰσραὴλ τηρεῖ θεός. δὸς δή μοι πίστεις ὡς οὐκ ἐξολοθρεύσεις τὸν οἶκόν μου, ἀλλὰ διατηρήσεις τὸ γένος μου. καὶ ὤμοσε Δαβὶδ τῷ Σαούλ, καὶ ἀπῆλθον ἀπἀλλήλων.
§1.32.1 Ἀπέθανε δὲ τότε καὶ Σαμουὴλ προφήτης, ἀνὴρ δίκαιος καὶ χρηστός· ὃς ἦρξε τοῦ Ἰσραὴλ μετὰ τὸν Ἤλει μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαοὺλ ὀκτωκαίδεκα. καὶ Δαβὶδ εἰς τὴν ἔρημον ἀπῆλθε Μαάν. καὶ ἀπέστειλε πρὸς Νάβαλ τὸν Καρμήλιον, πλούσιον ἄνδρα, κείροντα τὰ ποίμνια αὐτοῦ, τοὺς προσεροῦντας αὐτῷ καὶ ἀξιώσοντας δοῦναι τοῖς μεταὐτοῦ καὶ αὐτῷ, καθὼς ἂν προαιροῖτο, ἀνέπαφα τηρήσασι τὰ ποίμνια καὶ τοὺς ποιμένας αὐτοῦ. Νάβαλ δὲ σκληρὸς τυγχάνων καὶ ἰταμός, ἀπανθρώπως τοῖς τοῦ Δαβὶδ ἀπεκρίθη καὶ ἀναιδῶςτίς Δαβίδ;” εἰπών‘‘ καὶ τίς υἱὸς Ἰεσσαί;” καὶ δραπέτην καλέσας αὐτόν. ἐπὶ τούτοις θυμοῦται Δαβίδ, καὶ ὤμοσεν ἐξολοθρεῦσαι τὰ τοῦ Νάβαλ πάντα, καὶ ἀπῄει πρὸς ἐκεῖνον σὺν τετρακοσίοις ὁπλίταις. δὲ τοῦ Νάβαλ γυνὴ συνετὴ οὔσα καὶ ὡραία, μαθοῦσα ὅπως τε Δαβὶδ προσεῖπε τῷ ἀνδρὶ αὐτῆς καὶ ὡς ἀσινῆ τὰ αὐτῶν συνετήρησε καὶ ὅσα τῷ Δαβὶδ Νάβαλ ἀπεκρίθη βλάσφημα, μηδὲν κοινωσαμένη τῷ οἰκείῳ ἀνδρί, λαβοῦσα ἐπὶ τῶν ὄνων ξένια παντοῖά τε καὶ πολλὰ πρὸς τὸν Δαβὶδ ἐπορεύετο. καὶ συναντήσασα τούτῳ προσεκύνησεν, ἐδεῖτό τε μὴ μνησικακῆσαι τῷ ἀνδρὶ αὐτῆς· εἶναι γὰρ ἐκείνῳ κατὰ τὴν κλῆσιν τὸ φρόνημα· ἀφροσύνην γὰρ Νάβαλ δηλοί· ἀφεῖναι δὲ τὴν ὀργὴν καὶ τὰ προσαγόμενα δέξασθαι. δὲ καὶ ἐπῄνεσε τὴν γυναῖκα καὶ συγγνώμην νείμας ὑπέστρεψεν. ἐπανελθοῦσα δὲ γυνὴ πρὸς τὸν Νάβαλ τὴν τοῦ Δαβὶδ ἔφοδον ἐκείνῳ μεμήνυκε. καὶ ὃς δείματί τε καὶ λύπῃ κατασχεθεὶς οὐ πλείους τε τῶν δέκα ἐπιβιοὺς ἡμερῶν ἀπέρρηξε τὴν ζωήν. καὶ τοῦτο μαθὼν Δαβὶδ ἀπέστειλε πρὸς Ἀβιγαίαν μνώμενος αὐτὴν ἑαυτῷ. δὲ οὐκ ἀξίαν εἶπεν ἑαυτὴν εἶναι πρὸς συνοίκησιν τοιούτῳ ἀνδρί) ὅμως μέντοι ἀπῆλθε· καὶ ἔλαβεν αὐτὴν εἰς γυναῖκα Δαβίδ.
§1.32.2 Ο δὲ Σαοὺλ ἐπεβούλευεν ἔτι αὐτῷ, καὶ μετὰ τρισχιλίων λογάδων στρατοπεδεύεται παρὰ τὸν βουνὸν Ἐχελάτ, ὅπου διέτριβεν Δαβὶδ μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων ἀνδρῶν. νυκτὸς δὲ ἐπορεύθη Δαβὶδ αὐτὸς καὶ Ἀμεσὰ εἰς τὴν παρεμβολὴν τοῦ Σαούλ, καὶ εἰσῆλθον ὅπου ἦν καθεύδων Σαούλ. καὶ τοῦ Ἀμεσὰ ἀνελεῖν ὡρμηκότος αὐτὸν οὐκ εἴασεν Δαβίδ, τὸ δόρυ δὲ τοῦ βασιλέως καὶ τὸ ἀγγεῖον τοῦ ὕδατος λαβόντες ἐξῆλθον μή τινος αἰσθομένου, καὶ ταῦτα τοῦ Ἀβεννὴρ τοῦ ἄρχοντος τῆς δυνάμεως αὐτοῦ καὶ πολλῶν ἑτέρων κύκλῳ κειμένων τοῦ βασιλέως. ἀνελθὼν δὲ ἐπὶ τὸ ἄκρον τοῦ ὄρους Δαβὶδ ἐβόησε πρὸς τὸν Ἀβεννὴρτί ὅτι οὐ φυλάσσεις τὸν βασιλέα; ἰδοὺ γὰρ εἰσῆλθόν τινες κτεῖναι αὐτόν, καὶ ὑμεῖς οὐκ ἐγνώκατε. ζήτησον οὖν τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ εἴσῃ οἷος ὑμᾶς παρελήλυθε κίνδυνος.” ἐπιγνοὺς δὲ τὴν φωνὴν Δαβὶδ Σαούλ, καὶ ὡς ἐφείσατο καὶ αὖθις αὐτοῦ δυνάμενος αὐτὸν ἀνελεῖν, ἁμαρτεῖν εἶπε καὶ μεματαιῶσθαι, καὶ ἠξίου θαρρεῖν αὐτὸν καὶ ἐπιστρέφειν εἰς τὸν οἶκον αὐτοῦ. δέκύριοςἔφηδῴη ἑκάστῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ κατὰ τὴν πίστιν αὐτοῦ.” καὶ ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων Δαβὶδ πρὸς Ἀγχοὺς τὸν βασιλέα τῆς Γέθ, καὶ διῆγεν ἐκεῖ τέσσαρας μῆνας. τῶν δὲ Παλαιστηνῶν ἐπὶ τὸν Ἰσραὴλ ἐκστρατεῦσαι βουλομένων, ἔφη πρὸς Δαβὶδ Ἀγχοῦςσυνεξελεύσῃ μοι εἰς τὸν πόλεμον σὺ καὶ οἱ μετὰ σοῦ;” κἀκεῖνος προθύμως αὐτῷ συμμαχήσειν ὑπέσχετο. ἤδη δὲ τῶν ἀλλοφύλων προσελασάντων τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν, Σαοὺλ τεθορύβητο καὶ τοῦ θεοῦ ἐπυνθάνετο εἰ μαχήσεται. μὴ ἀποκρινομένου δέ, ἐγγαστρίμυθον ἐζήτησε καὶ ἐπορεύθη πρὸς αὐτὴν μεταμφιασάμενος, ἵνα μὴ ὅστις εἴη ἐπιγνωσθῇ, καὶ ᾔτησεν ἀναχθῆναι αὐτῷ τοῦ Σαμουὴλ τὴν ψυχήν. καὶ ἐπῳδαῖς τισιν ἀναχθῆναι δοξάσῃ εἶπε Σαούλ θλίβομαι σφόδρα ὅτι συνήχθησαν κατἐμοῦ οἱ ἀλλόφυλοι καὶ κύριος ἀφέστηκεν ἀπἐμοῦ.” τὸ δὲ τοῦ Σαμουὴλ φάντασμα ἀπεκρίθη ὡςπεποίηκέ σοι κύριος ὅσα προμεμήνυκεν διἐμοῦ, καὶ ἀφαιρεῖταί σου τὴν βασιλείαν καὶ δίδωσιν αὐτὴν τῷ Δαβίδ, καὶ τὸν λαὸν ὑποτάσσει τοῖς πολεμίοις· σὺ δὲ καὶ οἱ υἱοί σου αὔριον πεσεῖσθε.’ καὶ ἐλυπήθη σφόδρα τούτων ἀκούσας Σαοὺλ καὶ ἀπῆλθε. καὶ οἱ ἀλλόφυλοι ἐστρατοπεδεύσαντο, καὶ Δαβὶδ καὶ οἱ μεταὐτοῦ ἑξακόσιοι ὄπισθεν. τοῖς δὲ σατράπαις οὐκ ἤρεσκε συστρατεύεσθαι αὐτοῖς τὸν Δαβίδ, λέγουσιμή τι κακὸν ἐργάσηται εἰς ἡμᾶς τοῖς ὁμοφύλοις προσθέμενος ἐν τῷ πολέμῳ,” καὶ ἀποστρέφειν αὐτὸν ἠξίουν. καὶ Ἀγχοὺς τοῖς σατράπαις πειθόμενος ἀπελθεῖν ἐκέλευσε τῷ Δαβίδ. καὶ ὃς ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ, καὶ εὗρε τὴν Σικελάγ, ἣν δέδωκεν αὐτῷ Ἀγχοὺς εἰς κατοίκησιν, ἐμπεπυρισμένην, καὶ τὰς γυναῖκας ἑαυτοῦ ἀμφοτέρας καὶ ὅσοι ἦσαν ἐκεῖ αἰχμαλωτισθέντας παρὰ τῶν Ἀμαληκιτῶν. καὶ ἀνῴμωξεν ἐπὶ τούτῳ Δαβὶδ καὶ οἱ μεταὐτοῦ, καὶ ἠρώτησε τὸν θεὸν διὰ τοῦ ἀρχιερέως Ἀβιάθαρ εἰ καταδιώξεται ὀπίσω αὐτόν. ἐπιτρέψαντος δὲ τοῦ θεοῦ κατεδίωξε μετὰ τῶν τετρακοσίων, τοὺς δὲ διακοσίους ἐπὶ φυλακῇ τῶν σκευῶν καταλέλοιπε. καὶ εὑρὼν ἐσκεδασμένους αὐτοὺς ἐσθίοντάς τε καὶ πίνοντας, καὶ αἰφνηδὸν αὐτοῖς ἐπιθέμενος, πλὴν τετρακοσίων ἐν δρομάσι πεφευγότων καμήλοις πάντας ἀπέκτεινε καὶ τὴν λείαν ἅπασαν διεσώσατο. ἀναστρέψαντες δὲ οἱ μετὰ Δαβὶδ τετρακόσιοι οὐκ ἤθελον συμμεριστὰς αὐτοῖς καὶ τοὺς διακοσίους γενέσθαι, ἀρκεῖσθαι δἠξίουν σεσωσμέναις ταῖς ἑαυτῶν γυναιξίν. ἄδικον δὲ τὴν γνώμην ταύτὴν ἔκρινεν Δαβίδ, καὶ ἐπἴσης πᾶσι δεῖν μερισθῆναι τὴν ὠφέλειαν ἀπεφήνατο. καὶ νόμος ἔκτοτε γέγονε, συμμερίζειν κελεύων τοῖς μαχομένοις τὰ λάφύρα κατὰ τό ἴσον τοὺς τὰ σκεύη φυλάσσοντας. πολέμου δὲ συρραγέντος τοῖς Ἰσραηλίταις καὶ τοῖς Παλαιστηνοῖς, πλεῖστοι μὲν κτείνονται τῶν Ἑβραίων, καὶ οἱ τρεῖς δὲ παῖδες Σαοὺλ ἔπεσον, καὶ αὐτὸς Σαοὺλ ἐτέτρωτο εἰς τὰ ὑποχόνδρια. καὶ γνοὺς καιρίως βεβλημένος καὶ οὐ ζησόμενος, εἶπε τῷ ὁπλοφόρῳ αὐτοῦ ἐκκεντῆσαι αὐτόν, ἕνα μὴ ζῶν ἔτι τοῖς πολεμίοις ληφθῇ. τοῦ δὲ μὴ πειθομένου ποιήσαι τὸ κελευόμενον, αὐτὸς ἐπέπεσεν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν. καὶ ὁπλοφόρος αὐτοῦ ὡς εἶδε πεσόντα τὸν βασιλέα καὶ αὐτὸς ἀπέκτεινεν ἑαυτόν. τῇ δἐπαύριον σκυλεύοντες οἱ ἀλλόφυλοι τοὺς πεσόντας τῶν Ἰσραηλιτῶν ἐνέτυχον τοῖς νεκροῖς τοῦ Σαοὺλ καὶ τῶν παίδων αὐτοῦ ἐν τοῖς ὄρεσι Γελβουέ, καὶ ἐκτεμόντες τὰς κεφαλὰς αὐτῶν εἰς τὴν οἰκείαν ἔπεμψᾶν χώραν, πανταχοῦ θεατρίζοντες ταύτας καὶ εὐαγγελιζόμενοι, καὶ τὰς πανοπλίας αὐτῶν ἀνέθεντο τοῖς οἰκείοις θεοῖς, τὰ δὲ σώματα ἀνεσταύρωσαν παρὰ τὸ τεῖχος Μεθσάμ, μετέπειτα ἐκλήθη Σκυθόπολις. τῶν δὲ τὴν πόλιν Ἰαβεὶς οἰκούντων ἐν Γαλαὰδ μαθόντων ὅσα συνέπεσον τῷ Σαούλ, ἐξῆλθον οἱ δυνατώτατοι, καὶ διὅλης τῆς νυκτὸς συντείναντες τὴν πορείαν καθεῖλον τὰ σώματα Σαοὺλ καὶ Ἰωνάθαν, καὶ ἀπαγαγόντες εἰς Ἰαβεὶς ἔκαυσαν ταῦτα, καὶ τὰ ὀστᾶ συλλέξαντες ἔθαψαν. ἐβασίλευσε δὲ Σαοὺλ ζῶντος ἔτι τοῦ Σαμουὴλ ὀκτωκαίδεκα ἔτη, ἐκείνου δἀποθανόντος δύο καὶ εἴκοσιν.
§2.1.1 Ἄρτι δἐπανῆλθε Δαβὶδ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς καί τις ἀνὴρ προσῆλθεν αὐτῷ ἀπαγγέλλων τὴν ἧτταν τῶν Ἰσραηλιτῶν καὶ τὸν θάνατον τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν. ἀνακρινόμενος δὲ εἰ ἀληθῆ ἀπαγγέλλει, εἶπε καιρίαν πληγῆναι τὸν Σαούλ, καὶ μὴ οἷόν τε ὄντα διἀσθένειαν ἑαυτὸν ἀνελεῖν παρακαλέσαι αὐτόν, ἵνα μὴ ζῶν τοῖς πολεμίοις ἁλῷ, ἐπιρρῶσαι αὐτῷ τὴν πληγὴν ἐπιπεσόντι τῇ ἰδίᾳ ῥομφαίᾳ· καὶ ποιῆσαι κατὰ τὸ ἐπίταγμα, καὶ τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰς πίστιν τῶν λόγων προέτεινε τὸν ἐπὶ τῆς κεφαλῆς ἐκείνου βασίλειον στἐφανον καὶ τὸν ἐπὶ τοῖς βραχίοσι χρυσόν, καὶ ἐδίδου Δαβίδ. ἐθρήνησεν οὑν Δαβὶδ καὶ οἱ μεταὐτοῦ τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν, τὸν δὲ τὸν Σαοὺλ ἀνελόντα ἐκόλασεν, ὅτι τῷ χριστῷ κυρίου τὴν χεῖρα ἐπήνεγκε. καὶ μετὰ ταύτα τοῦ θεοῦ κελεύσαντος εἰς Χεβρὼν ἀνέβη, πόλιν Ἰούδα, μετὰ ἀμφοῖν τῶν γυναικῶν αὐτοῦ Ἀχινοὸμ καὶ Ἀβιγαίας, καὶ οἱ ἄνδρες οἶ μεταὐτοῦ πανοικί· ἔνθα βασιλεὺς αἱρεῖται παρὰ τῆς Ἰούδα φυλῆς. εὐλόγησε δὲ Δαβὶδ τοὺς ἄνδρας Ἰαβεὶς ὡς θάψαντας τοὺς τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν νεκρούς.
§2.1.2 δὲ τοῦ Σαοὺλ ἀρχιστράτηγος Ἀβεννὴρ λαβὼν τὸν περίλοιπον υἱὸν τοῦ κυρίου αὐτοῦ τὸν Ἰεβοσθέ, βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ, τοῦ Ἰούδα χωρίς, ἀνηγόρευσεν. ἦν δὲ τεσσαράκοντα ἐτῶν, ὅτε ἐβασίλευσεν Ἰεβοσθέ, καὶ δύο ἔτη τῆς βασιλείας ἐκράτησεν. δὲ Ἀβεννὴρ διὀργῆς ἐποιεῖτο τὴν Ἰούδα φυλὴν ὡς βασιλεύσασαν τὸν Δαβίδ, καὶ ὥρμησε καταὐτῆς. ἀπήντησε δαὐτῷ μετὰ δυνάμεως Ἰωάβ, ὃς ἦν τοῦ Δαβὶδ ἀρχιστράτηγος. καὶ πρῶτον μὲν δώδεκα ἐξ ἑκάστης ἐμονομάχησαν στρατιᾶς· πάντων δὲ πεπτωκότων ἐκείνων, καὶ ἄμφω αἱ στρατιαὶ ἀλλήλαις προσέβαλον, καὶ ἡττήθησαν οἱ τοῦ Ἀβεννήρ. Ἀβεσὰ δὲ καὶ Ἀσαὴλ ἀδελφοὶ Ἰωάβ. δὲ Ἀσαὴλ ἐπὶ ποδῶν ὠκύτητι σεμνυνόμενος ἐδίωκεν ὄπισθεν Ἀβεννήρ. δὲ ἀναστρέφειν παρῄνει· ἐπεὶ δὲ μὴ ἔπειθε, πλήξας αὐτὸν ἐξόπισθεν καιρίως ἀπέκτεινε. τοῦ τεθνεῶτος δ᾿ οἱ σύγγονοι διὰ τὴν τοῦ ἀδελφοῦ σφαγὴν ὀργιζόμενοι μετέθεον τὸν Ἀβεννήρ. ἐκεῖνος δὲ στὰς ἐπὶ κορυφῆς ἑνὸς τῶν βουνῶν ἐβόησε πρὸς Ἰωὰβ λέγωνμὴ παρόξυνε πρὸς μάχην ἄνδρας ὁμοεθνεῖς· καὶ Ἀσαὴλ γὰρ ἡμάρτηκε μὴ πεισθείς μοι συμβουλεύοντι ἀναστρέφειν, κἀντεῦθεν τέτρωταί τε καὶ τέθνηκε.” παράκλησιν οὖν τοὺς λόγους τούτους Ἰωὰβ ἡγησάμενος ἀνακλητικὸν ἠχῆσαι κελεύει τὴν σάλπιγγα καὶ τὴν δίωξιν ἔστησεν. ἀρχὴν δ᾿ ἐξ ἐκείνου παρ᾿ Ἑβραίοις ἔλαβεν ἐμφύλιος πόλεμος, καὶ διέμεινεν ἐπὶ πλεῖστον, τῶν μὲν τοῦ Δαβὶδ κραταιουμένων, ἀσθενούντων δέ γε τῶν τοῦ Σαούλ.
§2.1.3 Ἐτέχθησαν δὲ τῷ Δαβὶδ ἐν Χεβρὼν ὄντι ἐκ γυναικῶν διαφόρων υἱοὶ ἕξ, ὧν ἦν πρωτότοκος Ἀμνών. τοῦ δὲ Ἀβεννὴρ παλλακῇ μιχθέντος Σαούλ, ἠγανάκτησεν Ἰεβοσθὲ κατ᾿ αὐτοῦ διὰ τὴν παλλακὴν τοῦ πατρὸς αὐτοῦ. τοῦτο γέγονεν αἴτιον τοῦ προσρυῆναι τὸν Ἀβεννὴρ τῷ Δαβίδ. δὲ Δαβὶδ στείλας πρὸς τὸν Ἰεβοσθὲ τὴν ἰδίαν γυναῖκα ἐζήτει Μελχόλ. δὲ ἀποσπάσας αὐτὴν τοῦ ἀνδρός, μετὰ τὴν φυγὴν τοῦ Δαβὶδ ἡρμόσατο αὐτὴν Σαούλ, ἀπέστειλε τῷ Δαβίδ. Ἀβεννὴρ δὲ τοῖς γηραιοῖς τοῦ πλήθους τῶν Ἰσραηλιτῶν καὶ τοῖς ταξιάρχαις διαλεχθεὶς μεταθέσθαι συνῄνεσε πρὸς Δαβίδ, τοῦτο καὶ πάντων προθυμουμένων . τοῦτο δὲ ποιήσας ἧκε πρὸς τὸν Δαβὶδ ἐνόρκους πίστεις ληψόμενος. καὶ δεχθεὶς ἀσμένως, ἀπῄει συναθροίσων τὸ πλῆθος, ἵνα παρὰ πάντων ἀναρρηθῇ Δαβίδ. ἐλθὼν δὲ πρὸς Χεβρὼν Ἰωὰβ καὶ μαθὼν τὰ περὶ Ἀβεννήρ, δείσας μὴ ὑπερέξει ἐκεῖνος αὐτοῦ, κατεῖπε μὲν πολλὰ τοῦ ἀνδρὸς πρὸς Δαβίδ, μὴ πείθων δὲ στέλλει λάθρᾳ τὸν καλέσοντα τὸν Αβεννὴρ ὡς ἐκ τοῦ Δαβίδ· κἀκεῖνος ἀνέστρεψε. καὶ ὑπαντήσας αὐτῷ Ἰωάβ, καὶ ὥς τι μυστικώτερον αὐτῷ διαλεξόμενος πόρρω τῶν οἰκείων ἀπαγαγὼν αὐτὸν κτείνει, ξίφει πατάξας ὑπὸ λαγόνα. Δαβὶδ δὲ τοῦτο μαθὼν ἤλγησε σφόδρα καὶ τῷ τὸν ἄνδρα κτείναντι κατηράσατο, καὶ ἐθρήνησε τὸν θανόντα καὶ φιλοτίμως ἐνεταφίασεν. Ἰεβοσθὲ δὲ μετὰ μικρὸν ἐπιβουλευθεὶς ἐσφάγη κοιμώμενος. καὶ οἱ τοῦτον ἀνελόντες, δύο ὄντες, τὴν κεφαλὴν λαβόντες αὐτοῦ τῷ Δαβὶδ ἀπεκόμισαν. δὲ οὐ μόνον μὴ κεχαρισμένα πρᾶξαι αὐτῷ τοὺς ἄνδρας ἡγήσατο, ἀλλὰ καὶ ἀναιρεθῆναι προσέταξε, δέκας τοῦ φόνου πραττόμενος. εἶτα πᾶς Ἰσραὴλ πορεύεται πρὸς Δαβίδ, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα πασῶν τῶν φυλῶν. ἢν δὲ τριακονταέτης Δαβὶδ ὅτε ἐπὶ τὸν Ἰούδαν ἐβασίλευσεν, καὶ ἦρξεν ἐν Χεβρὼν τῆς τοῦ Ἰούδα μόνης φυλῆς ἐνιαυτοὺς ἑπτά, τριάκοντα δὲ καὶ τρεῖς τοῦ παντὸς Ἰσραήλ.
§2.2 Ἀπῆρε δἐκ Χεβρὼν αὐτὸς καὶ οἱ μεταὐτοῦ, καὶ παραγέγονεν εἰς Ἱεροσόλυμα. κατῴκουν δὲ τότε τὴν πόλιν καὶ τὴν γῆν ἐκείνην Ἰεβουσαῖοι, ὅθεν Ἰεβοῦς ἐκαλεῖτο πόλις· Χαναναίοις δἦσαν κατὰ γένος προσήκοντες. οἳ τοὺς τυφλοὺς καὶ χωλοὺς καὶ ἄλλως πεπηρωμένους στήσαντες ἐπὶ τῶν ἐπάλξεων ἐπὶ χλεύῃ, μὴ παραχωρεῖν αὐτοὺς ἔλεγον τῷ Δαβὶδ τῆς εἰς τὴν πόλιν εἰσόδου. ὀργισθεὶς δὲ διὰ ταῦτα Δαβὶδ πολιορκίᾳ τὴν πόλιν εἶλε, καὶ τοὺς Ἰεβουσαίους ἐκεῖθεν ὠσάμενος καὶ ἀνοικοδομήσας αὐτὴν εἰς ὄνομα οἰκεῖον πόλιν Δαβὶδ ἐπωνόμασεν, ἐπὶ Ἀβραὰμ Σόλυμα καλουμένην. καὶ διέτριβεν ἐν αὐτῇ βασίλεια δομησάμενος. ἐγένοντο δὲ ἔτι παῖδες αὐτῷ ἐκ γυναικῶν πλειόνων καὶ παλλακῶν. καὶ οἱ ἀλλόφυλοι ἐστράτευσαν κατὰ τοῦ Δαβίδ, δὲ τοῦ θεοῦ ἐπινεύσαντος ἔξεισι καταὐτῶν μετὰ τῆς ἑαυτοῦ στρατιᾶς καὶ νικᾷ. οἱ δὲ πολὺ πλείους συναθροισθέντες πάλιν ἐπῄεσαν. ἐρομένου δὲ καὶ αὖθις τὸν θεὸν τοῦ Δαβίδ, ἐν τοῖς ἄλσεσι τοῦ Κλαυθμῶνος προσέταξεν θεός αὐλίζεσθαι σὺν τῇ στρατιᾷ, καὶ μὴ ἄλλως προσβάλλειν τοῖς ἐναντίοις πρὶν ἂν τὰ ἄλση σαλεύεσθαι ἄρξωνται. καὶ οὕτω ποιήσας τρέπει τοὺς πολεμίους, καὶ ἄχρι τόν ὁρίων αὐτῶν διώκων αὐτοὺς ἔκτεινε. μετὰ ταῦτα συνεκάλεσε Δαβὶδ τοὺς ἱερεῖς καὶ Λευίτας καὶ ἅπαντα τὸν λαὸν εἰς Καριαθιαρείμ. καὶ ἐπεβίβασαν οἱ ἱερεῖς τὴν κιβωτὸν κυρίου ἐφἄμαξαν καινήν, κατάγοντες αὐτὴν εἰς Ἱεροσόλυμα. καὶ λαὸς καὶ βασιλεὺς ᾖδον ἔμπροσθεν αὐτῆς πορευόμενοι. ἀνατραπῆναι δὲ κινδυνευούσης τῆς κιβωτοῦ, ὀζᾶν υἱὸς τοὐ Ἀμιναδὰβ ἐκτείνας τὴν χεῖρα κατέσχεν αὐτὴν καὶ ἐπεστήριξε μὴ πεσεῖν. θνήσκει οὑν αὐτίκα, ὀργισθέντος τοῦ θεοῦ ὅτι ἥψατο τῆς κιβωτοῦ, ἐπεὶ μὴ ἱέρωτο· καὶ ἐκλήθη τόπος ἐκεῖνος ἐντεῦθεν Διακοπή. καὶ ηὐλαβήθη Δαβὶδ εἰσαγαγεῖν εἰς τὴν πόλιν τὴν κιβωτόν, κατέθετο δὲ αὐτὴν εἰς τὸν οἶκον Ἀβεδδαρὰ Λαυίτου ἀνδρός· καὶ ἦν ἐκεῖ μῆνας τρεῖς, καὶ ἀπήλαυσεν οἶκος τοῦ ἀνδρὸς ἐκείνου πολλόν ἀγαθῶν. καὶ ἀκούσας Δαβὶδ μετεκόμισεν ἐκεῖθεν τὴν κιβωτὸν εἰς τὴν πόλιν τὴν ἑαυτοῦ, ἑπτὰ χορῶν προαγόντων. καὶ αὐτὸς τὴν κινύραν ἔκρουε καὶ ἐχόρευε παίζων.ξ ἰδοῦσα δὲ αὐτὸν ὀρχούμενον καὶ σκιρτῶντα γυνὴ αὐτοῦ Μελχὸλ ἐμέμψατο αὐτῷ ὡς ἀσχημονοῦντι· δὲ οὐκ αἰδεῖσθαι εἶπεν, ἐπεὶ μὴ ἀσχημοσύνη ταῦτα, γινόμενα εἰς θεόν. εἰσήνεγκαν δὲ τὴν κιβωτὸν καὶ κατέθεντο εἰς τὴν σκηνὴν ἣν ἔπηξεν αὐτῇ Δαβίδ. εἶτα οἶκον δομήσασθαι τῇ κιβωτῷ ἠβουλήθη. καὶ θεὸς τῷ προφήτῃ Νάθαν ἐντέλλεται εἰπεῖν τῷ Δαβὶδ ὅτι. “οὐ σὺ οἰκοδομήσεις μοι οἶκον, ἀλλ υἷός σου, ὃς σοῦ θανόντος τὴν βασιλείαν σου διαδέξεται.” ταῦτα τοῦ προφήτου τῷ Δαβὶδ ἀπαγγείλαντος ἐκεῖνος εἶς εὐχαριστίαν ἐτράπετο. καὶ μετὰ ταῦτα ἐπάταξε τοὺς ἀλλοφύλους καὶ κατετροπώσατο αὐτοὺς καὶ τοὺς συμμάχους αὐτῶν, καὶ τὴν Συρίαν ὑπόφορον ἐποιήσατο, φρουρὰν ἐν Δαμασκῷ καταστήσας. καὶ ἐν τῷ ἐπαναζευγνύειν ἐπάταξε τὴν Ἰδουμαίαν, καὶ ἐγένοντο πάντες Ἰδουμαῖοι δοῦλοι τῷ Δαβίδ. μνησθεὶς δὲ Δαβὶδ τῶν πρὸς Ἰωνάθαν τὸν τοῦ Σαοὺλ συνθηκῶν, ἐζήτησεν εἴ τις ἐκ τοῦ γένους τοῦ Σαοὺλ ὑπολέλειπται· καὶ μαθὼν περιεῖναι τοῦ Ἰωνάθαν υἱὸν βεβλαμμένον τοὺς πόδας, Μεμφιβοσθὲ κεκλημένον, μετεκαλέσατο αὐτὸν καὶ ἐχαρίσατο τὴν τοῦ πάππου πάσαν ὕπαρξιν τῷ ἀνδρί, καὶ ὁμοδίαιτον ἑαυτῷ διόλου εἶναι ἐκέλευσε, καὶ τοὺς πατρῴους οἰκέτας αὐτῷ προσαπένειμεν ὧν ἑνὶ Σιβὰ καλουμένῳ ἐπιτροπεύειν τῶν δεδωρημένων τῷ αὐτοῦ κυρίῳ ἐπέτρεψε καὶ προσάγειν ἐκείνῳ τὴν ἐκεῖθεν ὠφέλειαν. δὲ Μεμφιβοσθὲ ἐν Ἰεροσολύμοις ᾤκει καὶ συνειστιᾶτο τῷ βασιλεῖ.
§2.3.1 Κατὰ δὲ τὸν τότε χρόνον τέθνηκεν τῶν Ἀμμανιτῶν βασιλεύς, φίλος ὢν τῷ Δαβίδ, ἐπὶ υἱῶ Ἀννών, ὃς τὴν πατρικὴν ἀρχὴν διεδέξατο. ἔπεμψεν οὖν πρὸς Ἀννὼν Δαβὶδ τοὺς παρηγορήσοντας τὴν ἐπὶ τῷ πατρὶ λύπην αὐτοῦ καὶ τηρεῖν τὴν φιλίαν ἀπαγγελοῦντας καὶ ἐπαὐτῷ τὸν Δαβίδ. δὲ κατασκόπους εἶναι τοὺς πεμφθέντας ὑπειληφώς, ξυρήσας αὐτῶν παρὰ μέρος τοὺς πώγωνας καὶ περιτεμὼν τὰ ἡμίση τῶν ἐπωμίδων αὐτῶν, ἐξαπέστειλε τοὺς ἄνδρας. οὖς οὕτω διακειμένους ἰδὼν Δαβὶδ τὸ τῆς στρατιᾶς ἀκμαιότατον τῷ ἀρχιστρατήγῳ δοὺς Ἰωὰβ κατὰ τῶν Ἀμμανιτῶν ἐξαπέστειλε. καὶ συμβαλὼν ἐκείνοις Ιωὰβ αὐτούς τε καὶ τοὺς συμμάχους Σύρους ἡττᾷ· καὶ τρέπονται εἰς φυγήν. οἱ δὲ καὶ πάλιν συμμάχους προσειληφότες πρὸς πόλεμον ᾔεσαν. καὶ Δαβὶδ σὺν πάσῃ τῇ στρατιᾷ συμβαλὼν αὐτοῖς πολλοὺς μὲν ἀνεῖλεν, δἐξάρχων τῆς τῶν ἐναντίων δυνάμεως Σωβὰκ τρωθεὶς καιρίως ἐν τῷ πολέμῳ τέθνηκεν ἐκ τοῦ τραύματος. οἱ σύμμαχοι δὲ τῶν Ἀμμανιτῶν, Σύροι ὄντες ἐκ Μεσοποταμίας, ἑαυτοὺς παρέδωκαν τῷ Δαβίδ. αὖθις δὲ τὸν Ἱωὰβ ἐκπέπομφε κατὰ τῶν Ἀμμανιτῶν· ὃς συγκλείσας αὐτοὺς εἰς τὴν τῆς χώρας αὐτῶν μητρόπολιν ἐπολιόρκει.
§2.3.2 Δαβὶδ δὲ ἐν Ἱεροσολύμοις διάγων καὶ ἐκ τῶν βασιλείων ἰδὼν γυναῖκα κατοἶκον λουομένην, Βηρσαβεὲ καλουμένην, ἠράσθη αὐτῆς. καὶ μεταστειλάμενος τὴν γυναῖκα ἐμίγη αὐτῇ. συλλαβοῦσα δὲ τῷ βασιλεῖ τὸ πρᾶγμα ἐδήλωσεν. δὲ τὸν ἄνδρα αὐτῆς ἐκ τῆς πολιορκίας ἐκάλεσεν, Οὐρίαν ὠνομασμένον, καὶ ἐρωτήσας περὶ τῆς στρατιᾶς, καὶ ἐκ τοῦ δείπνου αὐτῷ παρασχών, εἰς τὸν οἶκον αὐτοῦ ἐκέλευσεν ἀπελθεῖν. δὲ οὐκ ἀπῆλθε, μὴ δίκαιον εἶναι φήσας τὸν στρατηγὸν καὶ τοὺς συστρατιώτας ταλαιπωρεῖσθαι ἐν τῇ παρεμβολῇ, αὐτὸν δὲ μετὰ τῆς γυναικὸς συνευνάζεσθαι. πάλιν δὲ τοῦ βασιλέως προτρεπομένου αὐτὸν οἴκαδε ἀπελθεῖν, καὶ δεξιωσαμένου αὐτὸν προπόσεσιν, ὡς καὶ εἰς μέθην σχεδὸν προαχθῆναι, ἐκεῖνος πρὸ τῶν θυρῶν τῶν βασιλείων κατέδαρθεν. ἀπέστειλεν οὖν πάλιν εἰς τὸ στρατόπεδον τὸν Οὐρίαν βασιλεύς, γραφὴν αὐτῷ ἐγχειρίσας πρὸς Ἰωὰβ ἐντελλομένην στῆσαι τὸν Οὐρίαν ἔνθα τῶν πολεμίων τὸ δυσμαχώτατον, καὶ ἀποστραφῆναι τοὺς σὺν αὐτῷ, μόνον λιπόντας ἐκεῖ, ἵν᾿ οὕτως ἀναιρεθῇ. καὶ γέγονε κατὰ τὸ τοῦ βασιλέως ἐπίταγμα, καὶ Οὐρίας ἀπέθανεν. δὲ γυνὴ αὐτοῦ ἐπένθησεν ἐπὶ τῷ ἀνδρί, παυσαμένην δὲ τοῦ πένθους Δαβὶδ αὐτὴν ἔλαβεν εἰς γυναῖκα· καὶ ἔτεκεν αὐτῷ υἱόν. δὲ θεὸς ὠργίσθη, καὶ τὸν Νάθαν ἔστειλε πρὸς Δαβίδ. δὲ πρὸς τὸν βασιλέα ἐλθὼν ἔφηδύο ἦσαν ἄνδρες, μὲν ἔχων ποίμνια καὶ βουκόλια, δὲ μίαν ἀμνάδα ἐκέκτητο. ξενισθέντος δέ τινος τῷ πλουσίῳ, οὐκ ἐκ τῶν οἰκείων ἔθυσεν, ἀλλὰ τὴν μίαν λαβὼν ἀμνάδα τοῦ πένητος ἔσφαξε καὶ τὸν φίλον εἱστίασεν.” καὶ Δαβὶδ τὸν τοῦτο ποιήσαντα τὴν μὲν ἀμνάδα εἰς τετραπλοῦν ἀποδοῦναι, ἐκεῖνον δὲ θανεῖν κατεδίκασε. Νάθαν δέκαθ᾿ ἑαυτοῦ τὴν ψῆφονεἶπενἤνεγκας, βασιλεῦ· σὺ γὰρ εἶ εἰργασμένος τουτὶ τὸ ἀνόμημα.” καὶ τὴν μοιχείαν αὐτῷ καὶ τὸν φόνον κατέλεγε, καὶ τὴν διὰ ταῦτα ὀργὴν τοῦ θεοῦ, καὶ ὅσα πείσεται προκατήγγειλε, θανεῖσθαι δὲ καὶ τὸν υἱὸν τὸν ἐκ τῆς μοιχείας αὐτῷ γεννηθέντα. δὲ Δαβίδἡμάρτηκα τῷ κυρίῳπεριπαθῶς ἀνεβόησε, καὶ Νάθαν παραβιβασθῆναι αὐτό παρὰ τοῦ θεοῦ τὸ ἁμάρτημα ᾀπεκρίνατο. D ἐνόσει μετέπειτα ἐκ τῆς Βηρσαβεὲ γεννηθείς. καὶ ἤλγει σφόδρα Δαβίδ, ἐφἡμέραν τε ἑρδόμην ἀπόσιτος ἦν καὶ μελανειμονήσας, καὶ ἐπὶ σάκκου πεσὼν ἐδέετο τοῦ θεοῦ ὑπὲρ τῆς ζωῆς τοῦ παιδός. τῇ δἑβδόμῃ τέθνηκε μὲν παῖς, αὐτὸς δὲ τοῦτο μαθὼν ἐξανίσταται καὶ λουσάμενος καὶ μεταμφιασάμενος τῷ θεῷ τε ηὐχαρίστησε καὶ τράπεζαν αὐτῷ ἑτοιμασθῆναι ἐκέλευσεν. ὡς δἐθαύμαζον ἐπὶ τοῖς γενομένοις οἱ τοῦ βασιλέως θεράποντες, ἐκεῖνος ‘‘ἔτι μὲν ζῶντος τοῦ παιδόςεἶπεν, “ἐλπίζων παρακληθήσεσθαι τὸν θεὸν ἐταπείνουν ἑαυτὸν καὶ ἱκέτευον.” ἤδη δὲ θανόντος εἰς μάτην τὴν λύπην καὶ τὴν περὶ ἐκείνου γίνεσθαι δέησιν. ἔτι δὲ ἔτεκε Βηρσαβεὲ τῷ Δαβὶδ υἱόν, καὶ ἐκάλεσεν αὐτὸν Σολομῶντα.
§2.3.3 Ἰωὰβ δὲ πολιορκῶν τοὺς Ἀμμανίτας ἐν στενῷ κομιδῇ τὴν ἅλωσιν εἶχε τῆς πόλεως, καὶ δηλοῖ τοῦτο τῷ βασιλεῖ. δὲ ἀπῆλθεν ἐκεῖ καὶ τὴν πόλιν παρέλαβε καὶ εἰς διαρπαγὴν τῇ στρατιᾷ ἀφῆκεν αὐτήν, τὸν δὲ τοῦ βασιλέως αὐτῆς στέφανον αὐτὸς λαβὼν ἐφόρει, ἕλκοντα χρυσίου τάλαντον καὶ λίθον ἔχοντα τῶν πολυτίμων· τὸ δὲ τῆς πόλεως πλῆθος διέφθειρεν. οὕτως δὲ καὶ ταῖς ἄλλαις πόλεσι πεποίηκε τῶν Ἀμμανιτῶν, καὶ εἰς Ἰερουσαλὴμ ἐπανέζευξεν.
§2.4.1 Ἦν δὲ τῷ Δαβὶδ θυγάτηρ Θάμαρ ὠνομασμένη, ὁμομήτριος ἀδελφὴ τῷ Ἀβεσαλώμ· ταύτης ἤρα Ἀμνὼν Β πρωτότοκος υἱὸς τοῦ Δαβίδ, καὶ ἦν ἔρως πολὺς ὡς καὶ νοσῆσαι τὸν ἐρῶντα. ἀφικομένου δὲ τοῦ πατρὸς πρὸς ἐπίσκεψιν αὐτοῦ, ἠξίωσεν αὐτὸν παραγενέσθαι τὴν Θάμαρ εἰς ὑπηρεσίαν αὐτοῦ· δὲ κατένεῦσεν . ἧκεν οὖν Θάμαρ καὶ ἡτοίμασεν αὐτῷ κολλυρίδας. δὲ πάντας ἐξέπεμψε, μόνην δὲ τὴν ἀδελφὴν ὑπηρετήσασθαι ἠξίου αὐτῷ. τῆς δὲ κόρης μόνης περιλειφθείσης βιάζεται αὐτήν, καὶ διακορήσας αὐτὴν μῖσος αὐτίκα ἔσχεν ἀντίθετον τοῦ πρὶν ἔφωτος, καὶ ἀπιέναι παραχρῆμα ἐκέλευε, καὶ κελεύει τῷ οἰκέτῃ αὐτὴν ἐκβαλεῖν. ἐκείνη δὲ διά τε τήν βίαν καὶ τὴν ὕβριν περιαλγήσασα διαρρήγνυσι τὸν χιτῶνα, καὶ κόνιν καταπασσομένη τῆς κεφαλῆς ἐπορεύετο θρηνοῦσα. δὲ ἀδελφὸς Ἀβεσαλὼμ ἡσυχάσαι αὐτῇ συνεβούλευσεν, ἐμηνία δὲ τῷ Ἀμνὼν διὰ τὴν ἀδελφήν. δὲ βασιλεὺς μαθὼν τὸ συμβὰν ἤχθετο μέν, λυπῆσαι δὲ τὸν Ἀμνῶν οὐκ ἤθελεν, ὅτι πρωτότοκος ἢν αὐτῷ. διετηρίδος δὲ παρελθούσης κείρειν ἔμελλεν ἄρτι τὰ ἴδια ποίμνια Ἀβεσαλώμ, καὶ εἶς πότον τοὺς ἀδελφοὺς συνεκάλεσεν. ἐνετείλατο δὲ τοῖς ὑπηρετουμένοις αὐτῷ προχωροῦντος τοῦ πότου πατάξαι τὸν Ἀμνὼν καὶ ἀποκτεῖναι. καὶ ἐποίησαν οὕτως οἱ παῖδες Ἀβεσαλώμ. ἰδόντες δὲ οἱ λοιποὶ τοῦ βασιλέως υἱοὶ τὸ γενόμενον ἔφυγον. φήμης δὲ προελθούσης ὡς ἔκτεινε πάντας τοὺς τοῦ βασιλέως υἱοὺς Ἀβεσαλώμ, διέρρηξε τὴν ἐσθῆτα αὐτοῦ Δαβὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν θρηνῶν. ἐν τοσούτῳ δἥκασιν οἱ τοῦ βασιλέως υἱοὶ καὶ τὸν φόνον τοῦ Ἀμνὼν πενθοῦντες ἀπήγγειλαν. Ἀβεσαλὼμ δὲ ἀπέδρα πρὸς τὸν πάππον τὸν πρὸς μητρός, τὸν βασιλέα τῆς Γέθ, καὶ ἐπὶ τριετίαν ἦν διάγων ἐκεῖ. τῆς ὀργῆς δὲ τῷ χρόνῳ λωφησάσης καταλλαγῆναι τὸν βασιλέα τῷ Ἀβεσαλὼμ ἐσοφίσατο Ἰωάβ. γύναιον γάρ τι παρεσκεύασεν ὡς πενθοῦν τῷ βασιλεῖ προσελθεῖν καὶ ἀποδύρεσθαι, ὅτι δύο παίδων ὄντων αὐτῇ, καὶ θατέρου τὸν ἕτερον κτείναντος, οἱ συγγενεῖς ἀνελεῖν ζητοῦσί τὸν περιόντα διὰ τὸν φόνον τοῦ ἀδελφοῦ· καὶ δέεσθαι τοῦ βασιλέως χαρίσασθαι αὐτῇ τὴν τοῦ παιδὸς σωτηρίαν. μὲν οὑν προσελθοῦσα τῷ βασιλεῖ περιπαθῶς εἶπε ταῦτα, δὲ βασιλεὺς τὴν ζωὴν αὐτῇ χαρίσασθαι τοῦ παιδὸς ἐπηγγείλατο. καὶ γυνὴ χάριτας ὡμολόγει αὐτῷ·ἵνα δἐχέγγυον εἴη μοι τῶν ὑπεσχημένωνεἶπε, πρῶτος αὐτὸς τῷ οἰκείῳ υἱῷ διαλλάγηθι, καὶ μὴ τῷ φόνῳ τοῦ παρὰ γνώμην σου θανόντος υἰού προσθήσεις ἑκούσιον ἕτερον. συνῆκεν βασιλεὺς σκῆψιν εἶναι τοὺς λόγους τῆς γυναικός, καὶ τούτους σοφισθῆναι παρἸωάβ, καὶ κατάγειν αὐτῷ ἐπέτρεψε τὸν Ἀβεσαλώμ, καὶ πορευθεὶς Ἰωὰβ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήμ· εἰς ὄψιν δἐλθεῖν οὐ συγκεχώρητο τῷ πατρί.
§2.4.2 Μετὰ δὲ ταῦτα κατηλλάγη βασιλεὺς τῷ Ἀβεσαλώμ, καὶ καλέσας αὐτὸν συγγνώμην αἰτήσαντι δέδωκε καὶ ἀμνηστίαν τοῦ ἁμαρτήματος ἐπηγγείλατο. ἵππους δὲ καὶ ἄρματα προσκτησάμενος Ἀβεσαλὼμ καὶ πολλοὺς ὀπαδούς, καθἑκάστην ἀπῄει πρὸς τὰ βασίλεια, καὶ πρὸς χάριν τοῖς πλήθεσιν ὁμιλῶν εὐνοεῖν αὐτῷ πολλοὺς παρεσκεύασεν. ἤδη δὲ τετραετίας παραρρυείσης μετὰ τὴν κάθοδον σκήπτεται θυσίας χάριν εἰς Χεβρὼν ἀπελθεῖν, ὡς εὐχὴν τοῦτο πεποιηκὼς τυγχάνων ἐν τῇ φυγῇ· καὶ ἀφείθη πρὸς τοῦ πατρός. ἀπελθὼν δὲ πρὸς πολλοὺς διεπέμψατο, καὶ πλεῖστοι πρὸς αὐτὸν συνερρύησαν, πρὸς δὲ τοῖς ἄλλοις καὶ Ἀχιτόφελ τού πατρὸς αὐτοῦ σύμβουλος. καὶ ὑπὸ πάντων βασιλεὺς ἀνερρήθη. τοῦτο γνοὺς Δαβὶδ ἀπῆρε μετὰ τῶν περὶ αὐτὸν ἐξ Ἰερουσαλήμ· καὶ οἶ ἑξακόσιοι ἄνδρες οἱ ἐπὶ Σαοὺλ συνόντες αὐτῷ αὖθις αὐτῷ συνεξώρμησαν. ἠγγέλθη δὲ καὶ Ἀχιτόφελ προσρυεὶς τῷ Ἀβεσαλώμ· καὶ τὸν φόβον αὐτῷ μείζονα καὶ πλείονα τὴν λύπην ἐποίησεν. ἐπεκαλεῖτοδε τὸν θεόν, καὶ τὴν κρίσιν ἐπὶ πᾶσιν ἐκείνῳ ἐπέτρεπε. Χουσὶ δἑταῖρος ὢν τοῦ Δαβίδ, κατὰ γνώμην αὐτοῦ ψευδαυτομολεῖ πρὸς Ἀβεσαλώμ. πρόσεισι δὲ τῷ Δαβὶδ ἀπιόντι δοῦλος τοῦ Μεμφιβοσθὲ Σιβά, ζεῦγος ἄγων ὄνων φερόντων τὰ ἐπιτήδεια, καὶ τοῦ δεσπότου κατηγορῶν ὡς μείναντος ἐν Ἱεροσολύμοις καὶ προσδοκῶντος αὐτῷ τὴν βασιλείαν περιελεύσεσθαι, οἶα τοῦ πλήθους αἱρησομένου αὐτόν. ἠγανάκτησεν ἐπὶ τούτοις Δαβίδ, καὶ πάντα ὅσα τῷ Μεμφιβοσθὲ πρὶν ἐδωρήσατο τῷ Σιβὰ ἐχαρίσατο. εἶτα ἔπεισιν αὐτῷ κατὰ τὴν δὸν Σεμεεί, ἀνὴρ ἐκ τῆς συγγενείας Σαούλ, καὶ λίθους κατὰ τοῦ βασιλέως ἠκόντιζε καὶ κατηρᾶτο αὐτῷ καὶ ἄνδρα αἱμάτων ὠνόμαζε καὶ παράνομον. τῶν δὲ μετὰ Δαβὶδ ὁρμώντων ἀνελεῖν τὸν Σεμεεὶ βασιλεὺς οὐκ ἀφῆκεν, εἰπών κύριος εἶπεν αὐτῷ ταῦτα ποιεῖν, ἄφετε αὐτόν. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην ἐκεῖ τοὺς μεταὐτοῦ κεκοπιακότας ἀνέψυξεν.
§2.5.1 Ἀβεσαλὼμ δὲ παραγενόμενος εἰς Ἰεροσόλυμα, ἐλθόντι πρὸς αὐτὸν τῷ Χουσὶ ἔφηἵνα τί ἑταῖρος ὢν τοῦ πατρός μου πρὸς ἐμὲ ἥκεις ἐκεῖνον λιπών; δέτῷ ἐκλελεγμένῳ παρὰ θεοῦ συνέσομαιεἶπε, ‘καὶ συνέψομαι τῷ ᾑρετισμένῳ παρὰ παντὸς τοῦ λαοῦ. τί δὲ δεῖ πράττειν τὸν Ἀχιτόφελ ἤρετο Ἀβεσαλώμ. καὶ ὃς συνεβούλευσε ταῖς τοῦ πατρὸς μίσγεσθαι παλλακαῖς, ἵν οὕτω γνοῖεν πάντες ἄσπονδον εἶναί σοι τὴν ἔχθραν πρὸς τὸν πατέρα σου. καὶ ἐποίησε κατὰ τὴν συμβουλὴν ταύτην Ἀβεσαλώμ. αἰτήσαντος δὲ τοῦ Ἀχιτόφελ μυρίους ἄνδρας, ὡς ἂν αὐτίκα καταδιώξῃ ὄπισθεν τοῦ βασιλέως Δαβὶδ καὶ τῶν μεταὐτοῦ ἐκλελυμένων ὄντων ὑπὸ τοῦ κόπου, καὶ τὸν μὲν πατάξῃ, τοὺς δὲ ἐπιστρέψῃ, Ἀβεσαλὼμ ἠρώτησε τὸν Χουσὶ περὶ τῆς συμβουλῆς. δὲ οὐκ ἀγαθὴν αὐτὴν ἀπεφήνατο, λέγων ὡςοὐκ ἠγνόηταί σοι τοῦ πατρὸς καὶ τῶν μεταὐτοῦ ἀνδρεία καὶ ἐμπειρία. δεῖν δὲ νομίζω ἐκ πάσης τῆς χώρας στρατιὰν συλλεξάμενον οὕτως αὐτόν σε κατὰ τοῦ πατρὸς ὁρμῆσαι καὶ στρατηγῆσαι τὸν πόλεμον, καὶ πάντως νικήσεις, πρὸς βραχεῖς μετὰ πολλῶν συρρηγνύμενος.” καὶ εἶπεν Ἀβεσαλὼμ καὶ οἱ σὺν αὐτῷἀγαθὴ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ.” πάντα δὲ ταῦτα Χουσὶ τῷ Σαδὼκ καὶ τῷ Ἀβιάθαρ τοῖς ἱερεῦσι δηλῶσαι τῷ Δαβὶδ ἐνετείλατο. οἱ δὲ ἐστάλκασι πρὸς Δαβὶδ ἄνδρας τοὺς γνωριοῦντας αὐτῷ τὰ γενόμενα. ἀπηγγέλη δὲ τῷ Ἀβεσαλὼμ περὶ τῶν ἀνδρῶν, καὶ κατεδίωκεν αὐτούς. γνόντες ἐκεῖνοι προσφεύγουσιν ἐν οἰκίᾳ τινός, καὶ εἰς φρέαρ καταδύντες ἐκρύβησάν τε καὶ ἔλαθον, καὶ τῷ Δαβὶδ ἐκεῖθεν ἐξελθόντες τὰ μηνυθέντα ἀπήγγειλαν. δὲ νυκτὸς σὺν τοῖς μεταὐτοῦ διέβη τὸν Ἰορδάνην. Ἀχιτόφελ μέντοι παρευδοκιμηθείς, καὶ γνοὺς ὅτι κακὰ συναντήσεται τῷ Ἀβεσαλώμ, ἀπῆλθεν εἰς τὸν οἶκον καὶ ἀπήγξατο.
§2.5.2 Ἀριθμήσας δὲ τοὺς μεταὐτοῦ Δαβὶδ τετρακισχιλπίους εὗρε. καὶ εἰς τρεῖς διεῖλε μοίρας τὴν στρατιάν, ἑκάστῃ τε ἐπέστησε στρατηγόν· αὐτὸς δὲ συνεκστρατεῦσαι παρὰ τῶν φίλων οὐ συγκεχώρητο, λεγόντων ὡς εἶ μεταὐτοῦ τραπεῖεν, πάσης ἐλπίδος ἐκπίπτουσιν, αὐτοῦ δὲ σωζομένου ἔτι σφίσιν ἐλπὶς περιλέλειπται. ἔπεμψεν οὑν τὸν λαὸν αὐτοῦ μαχησόμενον, καὶ παρεκάλει φείσασθαι τοῦ Ἀβεσαλώμ, εἰ νικήσειαν. μάχης δὲ συρραγείσης κρατοῦσιν οἱ τοῦ Δαβίδ, καὶ τόν Ἀβεσαλὼμ ἐδίωκον φεύγοντα. φερόμενος δἐφἡμιόνου, καὶ εἰς δρυμὸν εἰσελθών, δρυὶ· μεγάλῃ τῆς τριχὸς αὐτοῦ ἐμπλακείσης, ἔτρεφε γὰρ τὴν κόμην σφόδρα πολλήν, ἀπῃώρητο τῆς δρυός· δἡμίονος παρελήλυθε. καί τις ἀνηρτημένον οὕτω τὸν Ἀβεσαλὼμ θεασάμενος καταμηνύει τῷ Ἰωάβ. δὲ βέλεσιν αὐτὸν τρισὶ κατὰ τῆς καρδίας βαλὼν ἐθανάτωσε, καὶ τὸν τὴν νίκην ἀπαγγελοῦντα τῷ βασιλεῖ ἐξαπέστειλε. μηνυθείσης δὲ τῆς νίκης αὐτῷ, εἰ ζῇ υἱὸς ἐπυνθάνετο· ἀκούσας δὲ τεθνάναι αὐτόν, ἀπωδύρετο. ἐλθὼν δὲ πρὸς τὸν βασιλέα Ἰωὰβ ἔπεισεν οἶς εἶπε παύσασθαι τοῦ θρηνεῖν· παυσάμενός τε καὶ τοῖς στρατιώταις ἐμφανισθεὶς ἐπῄνεσεν αὐτούς. πάντες δὡς πρὶν αὐτῷ ὑπετάγησαν. καὶ ἀπῆλθεν εἰς Ἱεροσόλυμα· ἀπιόντι δὲ συνήντησε Σεμεεὶ συγγνώμην αἰτῶν ἐφοἷσπερ ἡμάρτηκεν. δὲ κἀκείνῳ τὴν ἁμαρτίαν ὤμοσεν ἀφιέναι καὶ Πάσι τοῖς εἰς αὐτὸν πλημμελήσασιν. ἀπήντησε δὲ καὶ Μεμφιβοσθέ. καὶ βασιλεὺς τί δή ποτε μὴ τῆς φυγῆς αὐτῷ κεκοινώνηκεν ἤρετο. δὲ τούτου τὸν Σιβὰ αἰτιώτατον ἔλεγε, μὴ ἑτοιμάσαντά οἶ τὰ πρὸς τὴν ἔξοδον· αὐτὸν δὲ τὰς βάσεις ὄντα βεβλαμμένον μὴ οἶόν τεἷναι συνέπεσθαι· τὸν δὲ καὶ προσδιαβαλεῖν αὐτὸν κακούργως καὶ καταψεύσασθαι. πρὸς ταῦτα Δαβὶδ καὶ συγγνώμην αὐτῷ παρεῖχε καὶ τὰ ἡμίση τῆς ὑποστάσεως αὐτῷ ἀποκαταστῆναι ἐκέλευσε.
§2.6.1 Παραγενομένου δὲ τοῦ βασιλέως εἰς Γάλγαλα, συνήχθη ἐκεῖ πᾶς λαὸς Ἰσραήλ, αἰτιώμενοι τὴν Ἰούδα φυλὴν λάθρᾳ πρὸς αὐτὸν ἐλθοῦσαν. οἱ δὲ μὴ δεῖν κακίζειν αὐτοὺς ἔλεγον διὰ τοῦτο, οἰκείους ὄντας πρὸς γένος τῷ βασιλεῖ. τῷ δὲ λαῷ σκληρὸς λόγος οὗτος ἐφάνη. καί τις ἀνὴρ Βενιαμίτης στασιώδης καὶ πονηρός, Σαβεὲ κεκλημένος, ‘οὐκ ἔστι μερὶς ἡμῖν ἐν Δαβὶδ οὐδὲ κληρονομία ἐν τό υἱῷ Ἰεσσαίἀνεβόησε, καὶ σαλπίσας ἐν κέρατι ἀπέστησε πάντας ἀπὸ Δαβίδ, μόνης τῆς Ἰούδα φυλῆς παραμεινάσης αὐτῷ. βασιλεὺς δὲ στρατηγὸν τὸν Ἀμεσὰ προβαλόμενος συλλέξαι στρατιὰν ἐκ τῆς Ἰούδα φυλῆς ἐξαπέσττειλε, καὶ μετὰ τρεῖς ἡμέρας ἐπανελθεῖν. χρονίζοντος δὲ τοῦ Ἀμεσά, τῷ Ἰωὰβ ἐγκελεύεται τὴν ἐκεῖσε παροῦσαν λαβόντα δύναμιν ἐξορμῆσαι κατὰ τοῦ Σαβεέ, ‘‘ἵνα μὴ ὑπερτιθεμένων ἡμῶνφησι ‘‘μᾶλλον ἐχθρὸς παρασκευασθῇ.” καὶ αὐτίκα Ἰωὰβ ἐχώρει πρὸς πόλεμον. ἀπιόντι δὲ μετὰ μεγάλης δυνάμεως συνηντήκει αὐτῷ Ἀμεσά· καὶ Ἰωάβ, προσιόντος αὐτῷ τοῦ Ἀμεσά, τὸ ξίφος περιέζωστο πεποίηκε τοῦ κουλεοῦ ἐκπεσεῖν, καὶ ἦρε τοῦτο ἀπὸ τῆς γῆς, καὶ ἀσπάσασθαι προσεγγίσσας τῷ Ἀμεσὰ ὦσε κατὰ τῆς γαστρὸς ἐκείνου τὴν μάχαιραν καὶ ἀπέκτεινε. προσλαβόμενος δὲ καὶ τὸν ἐκείνου λαὸν τὸν Σαβεὲ κατεδίωκεν· δὲ εἰς πόλιν κατέφυγεν ὀχυράν. καὶ ἐπολιόρκει τὴν πόλιν Ἰωάβ, καί τις ἀπὸ τοῦ τείχους γυνὴ συνετὴ ἐβόησε πρὸς αὐτόν ἵνα τί καταβαλεῖν ἐθέλεις μητρόπολιν Ἰσραήλ;” δέδιὰ τὸν Σαβεέἀπεκρίνατο. δὲ πρὸς τοὺς πολίτας ἐλθοῦσα πείθει τεμόντας τὴν κεφαλὴν Σαβεὲ ῥῖψαι εἰς τὸ καὶ τούτου γεγονότος Ἰωὰβ τὴν πολιορκίαν λύσας ἀπῆλθεν εἰς Ἱερουσαλήμ, καὶ ἀπεδείχθη πάλιν πάσης τῆς δυνάμεως ἀρχιστράτηγος.
§2.6.2–2.15.3
§2.6.2 Ἐγένετο δὲ μετὰ ταῦτα λιμὸς καὶ ἐπὶ ἔτη τρία ἐπίεζε τόν λαόν. ζητήσαντος δὲ τοῦ βασιλέως περὶ τούτου, δεδήλωκεν θεὸς διὰ τοὺς Γαβαωνίτας γίνεσθαι τὸν λιμόν, καὶ δεῖν αὐτοὺς ἐκδικίας τυχεῖν ἀνθὧν Σαοὺλ ἀπέκτεινεν ἐξ αὐτῶν, μὴ τηρήσας τοὺς παρὰ Ἰησοῦ καὶ τῆς γερουσίας γεγονότας ὅρκους αὐτοῖς. ἐκάλεσεν οὖν τοὺς Γαβαωνίτας βασιλεύς, καὶ τί ἂν βούλοιντο γενέσθαι αὐτοῖς ἐπύθετο εἰς ἐξίλασμα · οἱ δὲ ἑπτὰ ἄνδρας ᾔτησαν δοθῆναι αὐτοῖς ἐκ τοῦ οἴκου Σαούλ. καὶ ἔδωκεν αὐτοῖς βασιλεὺς τοὺς ἑπτὰ ἄνδρας, ὡς ᾔτησαν, τοῦ Μεμφιβοσθὲ φεισάμενος· οἱ δὲ λαβόντες τοὺς ἄνδρας ἀπέκτειναν. καὶ κατήνεγκεν θεὸς ἐπὶ τὴν γῆν ὑετόν. Πολέμου δὲ μετὰ ταῦτα γενομένου πρὸς ἀλλοφύλους Δαβὶδ μετὰ τῆς οἰκείας στρατιᾶς κατεδίωξε τοὺς πολεμίους. καὶ κατάκοπος γεγονὼς παρεῖτο ἐκλυθείς· καί τις τῶν ἐναντίων οὕτως ἔχοντα ἰδὼν ὥρμησε πατάξαι αὐτόν, Ἀβεσὰ δὲ ἀδελφὸςIωὰβ ὑπερασπίσας τοῦ βασιλέως τὸν ἀλλόφυλον ἔκτεινε.
§2.6.3 καὶ διὰ τοῦτο ὤμοσαν οἱ περὶ Δαβὶδ μηκέτι παραχωρῆσαι εἰς πόλεμον αὐτὸν ἐξελθεῖν. καὶ πάλιν δὲ τῶν ἀλλοφύλων στρατευσαμένων στείλας βασιλεὺς στρατὸν ἐπαὐτοὺς πολλοὺς μὲν κτανθῆναι πεποίηκε, τοὺς δὲ περιλειφθέντας φυγεῖν. διαλιπόντες δὲ μικρὸν οἱ ἀλλόφυλοι ἐπῆλθον ἔτι κατὰ τῆς χώρας τῶν Ἰσραηλιτῶν. καὶ ἦν παραὐτοῖς γιγαντιαῖος ἀνήρ, ἒξ δακτύλους ἔχων ἐν ἑκατέρᾳ χειρὶ καὶ ὁμοίως ἐν τοῖς ποσίν· συμπλακεὶς Ἰωνάθαν ἀδελφιδοῦς τοῦ Δαβὶδ κατέβαλεν αὐτὸν καὶ ἐσκύλευσε καὶ ῥοπὴν πρὸς νίκην τοῖς ὁμοφύλοις παρέσχετο. οὐκέτι γοῦν προσέθεντο οἱ ἀλλόφυλοι τοῖς Ἑβραίοις μαχέσασθαι.
§2.7.1 Εἰρήνης δἔκτοτε τυχὼν Δαβὶδ ᾠδὰς συνέθετο πρὸς θεόν, καὶ ὄργανα κατασκευάσας μεταὐτῶν ἐδίδαξε τοὺς Λευίτας τοὺς ὕμνους ᾄδειν. τοιαῦτα δἦσαν τὰ ὄργανα· μὲν κινύρα δεκάχορδος ἦν καὶ πλήκτρῳ ἐκρούετο, δὲ νάβλα δώδεκα φθόγγους ἔχουσα τοῖς δακτύλοις ἐπλήττετο· κύμβαλά τε ὑπῆρχον χάλκεα, μεγάλα τε καὶ πλατέα. ἦν δὲ περὶ τὸν Δαβὶδ καὶ σύστημα γενναίων ἀνδρῶν. οἱ δὲ τούτων ἐπισημότατοι τριάκοντα ἐτύγχανον καὶ ἑπτά, οἱ πολλάκις ἠρίστευσαν. καί ποτε ἀλλοφύλων ἐπὶ Βηθλεὲμ ἐστρατοπεδευκότων βασιλεὺς ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος ὕδωρ πιεῖν ἐπεθύμησε. καὶ τρεῖς ἐκ τῶν περὶ αὐτὸν ἀνδρείων δραμόντες καὶ μέσην τὴν τῶν ἐναντίων διελθόντες παρεμβολὴν ὑδρεύσαντο ἐξ ἐκείνου τοῦ φρέατος, καὶ αὖθις διὰ τῶν πολεμίων διελθόντες καταπλαγέντων τὸ θράσος αὐτῶν καὶ ἠρεμούντων, τῷ βασιλεῖ τὸ ὕδωρ προσκεκομίκασιν. δέ ‘‘ἵλεώς μοι κύριοςεἶπεν, “οὐ πίομαι τοῦτο, αἴματι τῶν ἀνδρῶν καὶ κινδύνῳ τῶν ψυχῶν αὐτῶν κομισθέν.” οὐκ ἔπιεν οὗν, ἀλλἔσπεισεν αὐτὸ τῷ θεῶ.
§2.7.2 Ἀπαριθμῆσαι δὲ τὸν λαὸν ἅπαντα βουληθεὶς ἐκέλευσε τῷ Ἰωὰβ ποιήσαι τὴν ἀπαρίθμησιν. τοῦ δὲ μὴ ἐπαινέσαντος τὴν βουλὴν καὶ τὴν πρᾶξιν οὐκ ἀγαθὴν λέγοντος, βασιλεὺς οὐκ ἐπείθετο. καὶ ἀπῆλθεν Ἰωὰβ καὶ ἠρίθμησε τὸν λαόν, καὶ ἦν ἀριθμὸς Ἰσραὴλ ὀκτακοσίων χιλιάδων ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν, καὶ πεντακοσίων χιλιάδων ἀνδρῶν μαχητῶν τῶν ἐξ Ἰούδα φυλῆς. εἶτα μετεμέλετο Δαβὶδ καὶ ὡμολόγει ἡμαρτηκέναι. Γὰδ δὲ προφήτης κελεύσαντος τοῦ θεοῦ ἐπορεύθη πρὸς τὸν Δαβὶδ καί φησινἐκ τριῶν τούτων ἔκλεξαι πρὸς βουλῆς σοί ἐστι, πότερον αἱρῇ ἐπὶ ἔτη ἑπτὰ λιμὸν ἔσεσθαί σοι κατὰ τὴν χώραν, ἦι τρεῖς μῆνας ὑπὸ πολεμίων διώκεσθαι, θάνατον ἐπὶ τρεῖς ἡμέρας ἐνσκῆψαί σου τῷ λαῷ. δέ στενά μοι πάντοθενἔφη, “ἀλλὰ βέλτιόν μοι εἰς τὰς χεῖρας τοῦ θεοῦ ἐμπεσεῖν. καὶ ἐπῆλθε θάνατος τῷ λαῷ πρωίθεν ἴως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἐκ παντὸς τοῦ λαοῦ χιλιάδες ἑβδομήκοντα. καὶ Δαβὶδ ἱκέτευε τὸν θεόν. καὶ ὀλοθρεύων ἄγγελος τὸν λαὸν ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐπὶ Ἱερουσαλήμ. εἶπεν οὖν βασιλεύςἐγὼ ἡμάρτηκα, κύριε, ποιμήν, τὰ δὲ ποίμνια λαὸς οὐχ ἡμάρτοσαν· ἐγώ εἰμι κολάσεως ἄξιος καὶ οὐχ οὗτοι.’ δυσωπηθεὶς δὲ τὴν τοῦ βασιλέως κατάνυξιν θεὸς ἔπαυσε τὴν φθοράν, καὶ διὰ τοῦ προφήτου Γὰδ ἐν τῇ ἅλωνι τοῦ Ἰεβουσαίου Ὀρνὰ θυσιαστήριον ἐκέλευσε πήξασθαι καὶ θῦσαι ἐκεῖ. καὶ ἐποίησεν οὕτως Δαβίδ, ὠνησάμενος τὴν ἄλω ἐκ τοῦ Ὀρνᾶ. ὡς δὲ Ἰώσηπος ἔγραψεν, ἐν ἐκείνῳ τῷ τόπῳ λέγεται ἀγαγεῖν Ἀβραὰμ τὸν Ἰσαὰκ ὥστε ὁλοκαυτῶσαι αὐτόν. ἠβούλετο δὲ καὶ ναὸν οἰκοδομῆσαι Δαβὶδ ἐκεῖ τῷ θεῷ, ἀλλἀπείρχθη πρὸς θεοῦ.
§2.7.3 Πρεσβύτης δὲ σφόδρα γενόμενος Δαβὶδ δύσριγος ὑπὸ τοῦ γήρως ἐτύγχανε. διὸ νεάνιδα ἐξελέξαντο· Ἀβισὰκ ὄνομα αὐτῇ· καὶ ἢν κόρη συγκοιταζομένη τῷ βασιλεῖ καὶ θάλπουσα αὐτόν. καὶ οὐκ ἔγνω αὐτήν· ἀφροδισιάζειν γὰρ διὰ γῆρας οὐκ ἠδύνατο. Ἀδωνίας δὲ τέταρτος ὢν ἐν τοῖς τοῦ βασιλέως υἱοῖς, ὡραῖος πάνυ, ὁρῶν τὸν πατέρα γεγηρακόκα, τῆς βασιλείας ἀντεποιεῖτο, συναντιλαμβανομένου αὐτῷ Ἰωὰβ τοῦ ἀρχιστρατήγου καὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως. καί ποτε θυσίαν δαψιλῆ παρασκευασάμενος τοὺς ἀδελφοὺς συνεκάλεσε καὶ τοὺς προέχοντας τῆς Ἰούδα φυλῆς καὶ Ἀβιάθαρ καὶ Ἰωάβ· Σολομῶντα δὲ καὶ τὸν προφήτην Νάθαν καὶ Βαναίαν τὸν ἄρχοντα τῶν σωματοφυλάκων οὐ κέκληκεν. εἶπεν οὖν πρὸς Βηρσαβεὲ Νάθανἀκήκοας ὅτι ἐβασίλευσεν Ἀδωνίας;” δὲ πρὸς τὸν βασιλέα εἰσελθοῦσασὺ ὤμοσαςεἶπε, “κύριέ μου βασιλεῦ, ὡς Σολομὼν υἱός σου βασιλεύσει μετὰ σέ, καὶ ἰδοὺ ἐβασίλευσεν Ἀδωνίας, σὺ δὲ ἠγνόηκας.” ἔτι ταῦτα λεγούσης Βηρσαβεέ καὶ προφήτης Νάθαν εἰσελθὼν ἠρώτα τὸν βασιλέα εἰ κατὰ γνώμην αὐτοῦ βεβασίλευκεν Ἀδωνίας. δὲ τὸν θεὸν ὤμοσεν ὡς ‘‘σήμερον βασιλεὺς ἔσται Σολομών.” καλέσας δὲ τὸν ἀρχιερέα Σαδὼκ καὶ Βαναίαν κελεύει συμπαρειληφότας τόν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν τὴν βασιλικὴν ὁπλίτας ἀναθέσθαι τὸν Σολομῶντα ἐπὶ τὴν τοῦ βασιλέως ἡμίονον, καὶ ἀπαγαγόντας ἔξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν τὴν καλουμένην Σιῶν χρῖσαι τῷ ἁγίῳ ἐλαίῳ, καὶ βασιλέα ἀναγορεῦσαι σαλπίζοντας ἐν τοῖς κέρασι, καὶ διὰ μέσης τῆς πόλεως παραπέμψαι αὐτόν. οἱ δὲ αὐτίκα καθὼς ἐνετάλθησαν πεποιήκασι· καὶ διεβοήθη πανταχοῦ τοῦ Σολομῶντας ἀνάρρησις. ὡς δ᾿ ἐγνώσθη καὶ τῷ Αδωνίᾳ καὶ τοῖς συνευωχουμένοις αὐτῷ, οἱ μὲν ἄλλοι πρὸς ἑαυτοὺς ἀπῆλθον, Ἀδωνίας δὲ μᾶλλον δεδιὼς τῷ θυσιαστηρίῳ προσπέφευγε καὶ πίστεις τῆς σωτηρίας ᾔτει παρὰ τοῦ Σολομῶντος. δὲ τῆς μὲν τότε ἁμαρτίας ἀφῆκεν αὐτόν, “εἰ δεἰσαῦθις ἔφηκακόν τι ποιῶν εὑρεθῇ, θανατωθήσεται.”
§2.7.4 Ὁρῶν δὲ Δαβὶδ ἐγγίζοντά οἱ τὸν θάνατον, προσκαλεῖται τὸν Σολομῶντα καὶ ἐντέλλεται αὐτῷ φυλάττειν τὰς τοῦ θεοῦ ἐντολὰς καὶ κατὰ τοὺς νόμους αὐτοῦ πολιτεύεσθαι, ‘‘ἵνα τὸ σπέρμα ἡμῶν φησι, ‘‘καθὼς ἐπηγγείλατό μοι κύριος, ἕως τοῦ αἰῶνος εἴη ἐπὶ τοῦ θρόνου μου.” καὶ προστίθησι μὴ ἐᾶσαι τὸν Ἰωὰβ ἀτιμώρητον, ἀνελόντα τὸν Ἀβεννὴρ καὶ τὸν Ἀμεσίαν μηδὲ μέντοι τὸν Σεμεεί, ὃς αὐτῷ κατηράσατο φεύγοντι. καὶ ἄλλα αὐτῷ ἐντειλάμενος, καὶ ναὸν ἐπισκήψας οἰκοδομήσαι κυρίῳ, καὶ τὴν διαγραφὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ παρέσχεν αὐτῷ, καὶ πρὸς τὸ ἔργον λόγοις διήγειρε καὶ αὐτὸν καὶ τοὺς ἄρχοντας καὶ τὴν φυλὴν Λευὶ, πολλὰ φήσας καταλιπεῖν εἰς τὴν κατασκευὴν τοῦ ναοῦ, τάλαντα μὲν χρυσοῦ μύρια, μυριάδας δὲ ταλάντων ἀργύρου δέκα, σμάραγδόν τε καὶ ἄλλους λίθους πολυτελεῖς, χαλκὸν δὲ καὶ σίδηρον ἀριθμὸν ὑπερβαίνοντα, καὶ ὕλην ἑτέραν ἄφθονον· καὶ νῦν δὲ προστιθέναι τοῖς ἤδη συνειλεγμένοις χρυσοῦ καθαροῦ τρισχίλια τάλαντα εἰς τὸ ἄδυτον, καὶ μυρίους στατῆρας, ἀργύρου δὲ μύρια τάλαντα. καὶ εἴ τινι δὲ λίθος ἦν τῶν τιμίων, ἐκόμισεν ἕκαστος καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς. μετὀλίγον δὲ ἐτελεύτησεν Δαβίδ, βιώσας ἑβδομήκοντα, βασιλεύσας ἐν Χεβρὼν μὲν ἔτη ἑπτά, ἐν Ἱερουσαλὴμ δὲ τρία πρὸς τριάκοντα, ἀνὴρ πᾶσαν ἀρετὴν κατωρθωκὼς προσήκουσαν βασιλεῖ. ἔθαψε δὲ αὐτὸν παῖς Σολομὼν ἐν Ἱεροσολύμοις βασιλικῶς, καὶ πλοῦτον ἄφθονον αὐτῷ συνεκήδευσεν.
§2.8.1 Σολομὼν δὲ ὅτε τὴν βασιλείαν παρέλαβε νεώτατος ἠν, δωδέκατον ἕκατον ἔτος ἄγων τῆς ἡλικίας αὐτοῦ. μέντοι Ἀδωνίας πορευθεὶς πρὸς Βηρσαβεὲ τὴν μητέρα τοῦ Σολομῶντος ‘‘οἶδαςεἶπετὴν βασιλείαν ἐμοὶ προσήκειν καὶ διὰ πρεσβυγένειαν καὶ διὰ τὴν αἵρεσιν τοῦ λαοῦ, μετέβη δὲ πρὸς Σολομῶντα τὸν ἀδελφόν μου, καί μοι στερκτέον τὸ γεγονὸς ὡς γνώμῃ θεοῦ γεγονός. μίαν δαἰτῶ αἴτησιν, δοθῆναί μοι πρὸς γάμον τὴν τῷ πατρὶ συγκοιμωμένην κόρην τὴν Ἀβισάκ, ἐπεὶ μηδἔγνω ταύτην πατὴρ διὰ γῆρας, ἀλλἔτι παρθένος ἐστίν.” δὲ Βηρσαβεὲ τοὺς λόγους ὑπέσχετο τῷ υἱῷ καὶ καταπράξασθαι τὸν γάμον αὐτῷ σπουδαιότατα. καὶ πορευθεῖσα πρὸς τὸν υἱὸν δοῦναι τῷ ἀδελφῷ Ἀδωνίᾳ τὴν Ἀβισὰκ παρεκάλει . δὲ ὀργισθεὶς ἐπὶ τῷ λόγῳ θαυμάζειν εἶπεν εἰ μὴ καὶ τῆς βασιλείας παραχωρῆσαι Ἀδωνίᾳ ὡς πρεσβυτέρῳ αὐτὸν ἀξιοῖ. καὶ αὐτίκα τῶ ἐπὶ τῶν σωματοφυλάκων Βαναίᾳ κτεῖναι τὸν Ἀδωνίαν προσέταξε. τῷ δὲ Ἀβιάθαρ εἰς τὴν ἐνεγκαμένην πορευθῆναι ἐπέταξε καὶ διάγειν ἐν τοῖς ἀγροῖς. ‘‘θανάτου γάρ φησι ῥύεταί σε ὁπόσα μου σὺν ἔκαμες τῷ πατρί.” καθὼς οὑν τῷ Ἤλει προείρηκεν θεός, ἀφῄρητο τῆς ἱερωσύνης τιμὴ ἐξ οἴκου Ἰθάμαρ καὶ πρὸς Σαδὼκ μεταπέπτωκεν, ἐκ τοῦ γένους ὄντα τοῦ Φινεές. δὲ στρατηγὸς Ἰωὰβ ταῦτα μαθὼν καὶ περιδεὴς γεγονὼς τῷ θυσιαστηρίῳ προσπέφευγε, καὶ καλούμενος οὐκ ἄν ποτε ἐξελθεῖν εἶπεν, ἀλλαὐτοῦ τεθνήξεσθαι καὶ οὐκ ἄλλοθι. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν πέπεικε στεῖλαι κἀκεῖ τὸν Ἰωὰρ ἀνελεῖν. ἐντεῦθεν Βαναίας μὲν πάσης τῆς δυνάμεως προκεχείριστο στρατηγός, Σαδὼκ δὲ τῆς ἀρχιερωσύνης ἠξίωτο. τὸν δέ γε Σεμεεὶ βασιλεὺς ἐν Ἰερουσαλὴμ περιώρισεν ὥστε ταύτης μὴ ἐξιέναι· εἰ δοὔ, θάνατον αὐτῷ τὸ ἐπιτίμιον ἔταξεν. δὲ μετὰ ἔτη τρία δούλων αὐτοῦ φυγόντων ἐπὶ ζήτησιν αὐτῶν ἐξελήλυθε· καὶ τοῦτο γνοὺς Σολομὼν ἀναιρεθῆναι τὸν ἄνδρα ἐκέλευσεν.
§2.8.2 Ἄγεται δὲ Σολομὼν εἰς γυναῖκα θυγατέρα Φαραώ, ραώ, καὶ τὰ τείχη τῶν Ἱεροσολύμων ἐπὶ μεῖζον ἦρε καὶ ὀχυρώτερα κατεσκεύασε. καθὕπνους δὲ χρηματίσας αὐτῶ θεὸς εἶπεν αὐτῷ αἰτῆσαι βούλοιτο· δὲ σύνεσιν καὶ φρόνησιν ᾔτησε δοθῆναι αὐτῷ. καὶ θεὸς ἀποδεξάμενος αὐτὸν τῆς αἰτήσεως, καὶ σοφίαν δώσειν αὐτῷ καὶ μέγαν νοῦν ἐπηγγείλατο ὡς οὐχ ἑτέρῳ πρὸ αὐτοῦ τινι τῶν μεταὐτόν, προσθεῖναι δὲ καὶ ἅπερ οὐκ ᾔτησε, πλοῦτον καὶ νίκην καὶ εὔκλειαν, εἰ φυλάξει τὰς αὐτοῦ ἐντολὰς καὶ τὰ δικαιώματα.
§2.8.3 Μετὰ ταῦτα δύο προσῆλθον αὐτῷ γυναῖκες· ὣν μίαβασιλεῦἔφη, “ἀλλήλαις ἡμεῖς συνῳκοῦμεν καὶ οὐδεὶς μεθἡμῶν. ἐτέκομεν δὲ ἄμφω κατὰ τὸν αὐτὸν καιρὸν ἄρρενα. καὶ μετὰ μικρὸν αὕτη τῷ αὐτῆς ἐπιπεσοῦσα υἱῷ νεκρὸν διυπνισθεῖσα εὗρεν αὐτόν. καὶ τὸ μὲν τεθνηκὸς ὑπνούσης ἐμοῦ ὑποτίθησι ταῖς ἀγκάλαις μου, τὸ δὲ ζῶν ἐξ ἐμοῦ ἀφελοῦσα ὡς ἑαυτῆς ᾠκειώσατο. καὶ γνοῦσα τὸ δρᾶμα ζητῶ τὸν παῖδα· δέ μοι οὐ δίδωσιν.” δἑτέρα τὸ ζῶν εἶναι τὸ ἑαυτῆς παιδίον ἀπισχυρίζετο, τῆς δἀντιδίκου τὸ τεθνηκός· καὶ ἐπὶ τοσοῦτον κακουργίας μὴ προβῆναι διώμνυτο. ἀπορούντων δὲ τῶν περιεστηκότων πῶς ἂν διευκρινηθείη τὸ ἀληθές, βασιλεὺς διχῇ τμηθῆναι μαχαίρᾳ τὸ παιδίον τὸ ζῶν ἐκέλευσε καὶ ἀνὰ μέρος δοθῆναι ἑκατέρᾳ τῶν γυναικῶν. τοῦτο μὲν ἀληθὴς τοῦ βρέφους μήτηρ βαρέως ἤνεγκε, καὶ παρῃτεῖτο τὴν ψῆφον, καὶ δοθῆναι ζῶν τὸ παιδίον τῆ ἀντιδίκῳ ἱκέτευεν· δὲ ψευδῶς ἑαυτὴν μητέρα τοῦ παιδὸς ὀνομάζουσα καὶ ἐπῄνει τὴν κρίσιν καὶ ἐπέσπευδε τὴν διαίρεσιν. καὶ βασιλεὺς δοθῆναι ζῶν τὸ παιδίον πρόσἔταξε τῇ παραιτουμένῃ τὴν ἐκείνου νοῦ διαίρεσιν, ‘‘αὕτηφήσας τούτου μήτηρ ἐστίν, τοῦ παιδὸς σφαγῆναι μέλλοντος ὑπερήλγησε.’ τοῦτο πᾶς λαὸς ἀκριβὲς τεκμήριον ἔσχηκε τῆς τοῦ βασιλέως φρονήσεως.
§2.8.4 Πάντας δὲ τοὺς πρὶν εἰς σοφίαν καὶ φρόνησιν ὑπερβέβηκε. συνέταξε δὲ τρισχιλίας παραβολὰς καὶ πεντακισχιλίας ᾠδάς, καὶ ἀπὸ τῆς κέδρου ἕως ὑσσώπου συνεγράψατο, καὶ περὶ φύσεως ζώων τῶν τε πεζῶν καὶ ἀερίων καὶ τῶν νηκτῶν καὶ τῶν ἰδιωμάτων αὐτῶν ἐξήτασε καὶ ἐφιλοσόφησε, καὶ κατὰ τῶν δαιμόνων ἐξεύρηκεν ἐπῳδὰς εἰς ἀνθρώπων καὶ τρόπους κατέλιπεν ἐξορκώσεων, αἷς τὰ δαιμόνια ἐδιώκοντο. καὶ ταύτην τὴν θεραπείαν φησὶν Ἰώσηπος μέχρις ἐκείνου ἰσχύειν καί τι διηγεῖται τοιοῦτον, τὸν λόγον πιστούμενος. Ἐλεάζαρ τῶν ὁμοφύλων λέγει κεκτῆσθαί τινα δακτύλιον ἔχοντα ὑπὸ τὴν σφραγῖδα ῥίζαν ἐξ ὣν ὑπέδειξε Σολομών. καὶ ταῖς ῥισὶ τοῦ δαιμονῶντος προσφέρειν, καὶ τῇ ὀσφρήσει διὰ τῶν μυκτήρων τοῦ πάσχοντος ἐξέλκεσθαι τὸ δαιμόνιον. εἶτα τοῦ Σολομῶντος μεμνημένον ἐπῳδάς τε λέγειν ἐξ ὧν ἐκεῖνος συνέθετο καὶ ἐξορκοῦν τὸ δαιμόνιον μηκέτι ἐπανελθεῖν εἰς τὸν ἄνθρωπον. τοῦτο καὶ Οὐεσπασιανοῦ καὶ τῶν υἱῶν ἐκείνου ἐνώπιον λέγει ποιῆσαι τὸν Ἐλεάζαρ· καὶ διδόντα τῆς κατὰ τῶν δαιμόνων ἰσχύος ἀπόδειξιν τιθέναι ποτήριον πλῆρες ὕδατος) καὶ ἐπιτάσσειν τῷ δαίμονι ἐξερχομένῳ τοῦ πάσχοντος ἀνατρέψαι αὐτό· καὶ ἀνατρέπεσθαι τὸ ποτήριον μηδενὸς ὁρῶντος τὸν ἀνατρέποντα .
§2.9.1 Ἠρξατο δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ κατὰ τὸ τέταρτον ἔτος τῆς βασιλείας αὐτοῦ, μετὰ ἔτη τῆς ἐξ Αἰγύπτου ὑποχωρήσεως τοῦ λαοῦ τετρακόσια τεσσαράκοντα. περὶ δὲ τῶν μέτρων τοῦ ὕψους αὐτοῦ καὶ τοῦ μήκους καὶ τῆς τούτου κατασκευῆς οὐχ ὁμοφωνοῦσιν τε τρίτη τῶν Βασιλειῶν καὶ Ἰώσηπος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς Ἀρχαιολογίας περὶ τοῦ ναοῦ συγγραφόμενος, ἀλλἐν τοῖς πλείοσι διαφέρονται. δέ τὰ περὶ τῆς διαφοράς πρὸς βουλῆς ἀκριβώσασθαι, καὶ περὶ τῶν δύο Χερουβὶμ χρυσοῦ ποιήσας κατὰ τὸ ἄδυτον ἔστησε, καὶ περὶ τῆς κιβωτοῦ καὶ τῆς χαλκῆς θαλάσσης καὶ τῶν λουτήρων, καὶ πηλίκον ἦν τὸ χάλκεον θυσιαστήριον, οἵα δ᾿ τράπεζα χρυσῆ, καὶ ὅσα σκεύη ἀργύρεα τε καὶ χρύσεα Σολομὼν ἀνέθετο τῷ ναῷ, καὶ περὶ τῶν ἄλλων, τρίτη τῶν Βασιλειῶν βίβλος καὶ ἀρχαιολογῶν Ἰώσηπος ἀρκέσουσι παραστήσασθαι τὴν ἐφἑκάστῳ ἀκρίβειαν. ἐν ἔτεσι δὲ ἑπτὰ συντελέσας βασιλεὺς τόν τε ναὸν καὶ ὅσα περὶ ἐκεῖνον συνεκάλεσε τὸν λαὸν εἰς Ἱεροσόλυμα. καὶ ἄραντες τὴν κιβωτὸν οἶ ἱερεῖς καὶ τὴν σκηνὴν ἣν ἐπήξατο Μωυσῆς καὶ τὰ ἐν ταῖς θυσίαις ὑπηρετούμενα σκεύη πρὸς τὸν ναὸν μετεκόμιζον, τοῦ βασιλέως προάγοντος καὶ τοῦ πλήθους παντός, καὶ τῶν Λευιτῶν σπενδόντων καὶ θυμιώντων. καὶ κατετέθη κιβωτὸς εἰς τὸ ἄδυτον μεταξὺ τῶν δύο Χερουβίμ, τὰς δύο λιθίνας πλάκας ἔχουσα ἔνδοθεν. ἐξελθόντων δἐκ τοῦ ἀδύτου τῶν ἱερέων, δόξης κυρίου οἶκος ἐπέπληστο καὶ νεφέλη τὸν ναὸν ὅλον περιεκέχυτο· ἐξ ἧς ἐπιδημῆσαι τῷ ναῷ τὸν θεὸν ἐφαντάζοντο σκηνώσαντα ἐν αὐτῷ. δὲ βασιλεὺς ἡσθεὶς ἐπὶ τούτοις εὐχαριστίαν τε πρὸς τὸν θεὸν ἐποιήσατο καὶ τόν λαὸν εὐλόγησε καὶ ἱκέτευσεν ἐπήκοον γίνεσθαι τὸ θεῖον πᾶσι τοῖς ἐν αὐτῷ εὐχομένοις. εἶτα τῷ βωμῷ θυσίας προσήγαγε. καὶ θεὸς δεικνὺς ὡς εὐμενῶς αὐτὰς προσεδέξατο, πῦρ ἐκλάμψαι διἀέρος πεποίηκεν ἐπενεχθῆναί τε τῷ βωμῷ καὶ τὴν θυσίαν ἅπασαν καταδαίσασθαι. ταῦθ λαὸς ἰδὼν εὐλόγησε τὸν θεόν, καὶ βασιλεὺς ηὐχαρίστησε, καὶ πολυτελῶς ἑορτάσαντες τὸν σύλλογον διελύσαντο. ὄνειρος δὲ γεγονὼς τῷ βασιλεῖ ἐπακοῦσαι τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐδήλου, καὶ τὸν ναόν τε συντηρηθῆναι καὶ αὐτὸν εἰς ἄκρον εὐδαιμονίας ἀναχθῆναι, καὶ τῆς χώρας ἄρξειν τοὺς ἐξ αὐτοῦ, εἰ αὐτός τε κἀκεῖνοι καὶ λαὸς τὰ θεῖα μὴ παραβαῖεν ἐντάλματα· εἰ δοὔ, πρόρριζον ἐκκόψειν ἠπείλει τὸ γένος αὐτοῦ, καὶ τὸν λαὸν δουλείᾳ καὶ κακώσεσι μυρίαις ὑποβαλεῖν, καὶ τὸν ναὸν παραδώσειν εἰς ἐμπρησμὸν καὶ διαρπαγήν, καὶ τὴν πόλιν εἶς κατασκαφήν τε καὶ προνομήν.
§2.9.2 οὕτω μὲν οὑν τὰ τοῦ ναοῦ τῷ Σολομῶντι τετέλεστο· μετὰ δὲ ταῦτα βασίλεια ἑαυτῷ ᾠκοδόμησε πολυτελῆ καὶ λαμπρά, καὶ τὰ τῶν Ἱεροσολύμων δὲ τείχη προσεπεσκεύασε, καὶ πόλεις ἄλλας προσῳκοδόμησε, καὶ τοὺς ἐν τῷ Λιβάνῳ ὄρει τῶν Χαναναίων ὑφἑαυτὸν ποιησάμενος, μὴ πρὶν ὑποταγέντας, ὑποφόρους κατέστησε. σοφίσματα δὲ καὶ λόγους αἰνιγματώδεις Χειρὰμ τῶν Τυρίων βασιλεὺς αὐτῷ πέπομφεν, ἀξιῶν σαφηνίσαι αὐτά· καὶ πάντα διέλυσε καὶ τὸν νοῦν ἐκείνων δεδήλωκε. μεμνῆσθαι τούτων ἱστορεῖ Ἰώσηπος καὶ συγγραφεῖς ἀρχαίους, τόν τε Δῖον καὶ πρὸς τούτῳ τὸν Μένανδρον. διαβοηθείσης δὲ πανταχοῦ τῆς σοφίας τοῦ Σολομῶντος καὶ τῆς φρονήσεως, βασίλισσά τις Αἰγύπτου καὶ Αἰθιόπων σοφίαν φιλοῦσα καὶ ζητοῦσα εἰς Ἱεροσόλυμα παραγέγονε. καὶ βασιλεὺς φιλοτίμως αὐτὴν προσεδέξατο, καὶ τὰ σοφίσματα προετίθει ἐκείνη ῥᾳδίως ἐπέλυεν, ὡς ἐκπλήττεσθαι τὴν βασίλισσαν καὶ πλέον λέγειν τῶν ἠκουσμένων ὁρᾶν. ἐθαύμαζε δὲ καὶ τὰ βασίλεια καὶ τῶν δείπνων τὴν πολυτέλειαν καὶ τὴν ὑπηρεσίαν ἅπασαν τήν βασίλειον καὶ τὰς ἐν τῷ ναῷ θυσίας καὶ τῶν θυόντων τὸ εὔτακτον. ἐδωρήσατο δὲ τὸν βασιλέα χρυσίῳ καὶ λίθοις τῶν πολυτίμων καὶ ἀμυθήτοις ἀρώμασι καὶ βαλσάμου ῥίζαις, ὡς ἐξ ἐκείνης ἐν Παλαιστίνῃ φυῆναι τὸ βάλσαμον. καὶ Σολομὼν δὲ πολλοῖς ἀγαθοῖς τὴν βασίλισσαν ἀντημείψατο. καὶ μὲν εἰς τὰ ἑαυτῆς ὑπενόστησεν·
§2.10.1 δὲ βασιλεὺς πάντων τῶν πρὸ αὐτοῦ γενόμενος ἐνδοξότατος καὶ φρονήσει καὶ πλούτῳ διενεγκὼν οὐκ ἐνέμεινε τοῖς θείοις θεσμοῖς, ἀκρασίαν δὲ νοσήσας περὶ τὰ ἀφροδίσια καὶ περὶ γυναῖκας ἐκμανεὶς οὐ ταῖς ὁμογενέσιν ἠρκεῖτο, ἀλλὰ καὶ ἀλλοφύλους ἔγημε πλείστας, καὶ χαριζόμενος ἐκείναις διὰ τὸν ἔρωτα ἐθρήσκευε καὶ τοὺς ἐκείνων θεούς. ἔγημε γὰρ θυγατέρας ἀρχόντων διασήμων ἑπτακοσίας καὶ παλλακὰς τριακοσίας καὶ τὴν θυγατέρα τοῦ βασιλέως τῶν Αἰγυπτίων. εἶπεν οὖν κύριος πρὸς τὸν Σολομῶνταὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετειλάμην σοι, διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τό δούλῳ σου. οὐ σὲ δὲ ζῶντα τὴν ἀρχὴν ἀφαιρήσομαι διὰ τὸν πατέρα σου, θανόντος δέ σου ταῦτα ἐπὶ τῷ υἱῷ σου ποιήσω. καὶ οὐδὲ πάσαν ἐξ αὐτοῦ τὴν βασιλείαν ἀφελοῦμαι, δύο δὲ φυλὰς αὐτῶ καταλελοιπὼς καὶ τὴν Ἰερουσαλὴμ διὰ τὸν πάππον Δαβίδ, τὰς δέκα τό δούλω δώσω αὐτοῦ.”
§2.10.2 Οὐ συχνὸς καιρὸς διελήλυθε καὶ Ἄδερ εἰς πόλεμον κατέστη τῷ Ἰσραήλ. ἦν δὲ Ἄδερ Ἰδουμαῖος ἐκ βασιλείου σπορὰς, ὃς του Ἰωὰβ καταστρεψαμένου τὴν Ἰδουμαίαν κατὰ τοὺς χρόνους Δαβὶδ παιδάριον ὢν ἀπέδρα εἰς Αἴγυπτον, καὶ φιλοφρόνως δεχθεὶς παρὰ Φαραὼ ἠγαπήθη καὶ τὴν ἀδελφὴν ἔγημε τῆς γυναικὸς Φαραώ. οὕτος οὑν ἀνδρωθεὶς καὶ θανόντας μαθὼν τὸν Δαβὶδ καὶ τὸν Ἰωάβ, ἐπανελθεῖν ἐξήτει πρὸς τὴν πατρῴαν ἀρχήν· ἀλλοὐ παρεχωρεῖτο πρὸς Φαραώ. ἤδη δὲ τῷ Σολομῶντι τῶν πραγμάτων κακῶς ἐχόντων παρεχωρήθη καὶ Ἄδερ καὶ εἰς τὴν Ἰδουμαίαν ἐπανελήλυθε. ταύτης δ᾿ ἀσφαλῶς φρουρουμένης εἰς τὴν Συρίαν ἀφίκετο, καὶ σύστημά τι σχὼν περὶ αὐτὸν λῃστρικὸν ταύτην τε κατέσχε καὶ τὴν τῶν Ἑβραίων ἐληίζετο χώραν.
§2.10.3 Ιεροβοὰμ δὲ υἱὸς Ναβὰτ παιδάριον ὢν ὑπηρέτει τῷ βασιλεῖ. ἰδὼν δὲ Σολομὼν αὐτὸν γενναῖον τὸ φρόνημα, ὅτε τῇ Ἱερουσαλὴμ περίβολον ἐπέστησεν αὐτὸν τῆς οἰκοδομῆς ἐπιμελητήν. ἀπερχομένῳ δέ που τῷ Ἱεροβοὰμ συνήντησε προφήτης Σηλωνίτης Ἀχιά, καὶ ἐκκλίνας αὐτὸν τῆς ὁδοῦ διέρρηξε τὸ οἰκεῖον ἱμάτιον εἰς δώδεκα ῥήγματα καὶ δέδωκεν ἐκείνῳ τὰ δέκα, εἰπὼν ὡςοὕτως διαρρήξει τὴν βασιλείαν Σολομῶντος κύριος, καὶ τῷ μὲν ἐκείνου υἱῶ δύο καταλείψει φυλὰς διὰ τὸν πάππον, σοὶ δὲ τὰς δέκα δώσει καὶ βασιλεύσει σε ἐν αὐταῖς. σὺ δὲ ἀλλὰ τῶν νόμων ἀντέχου κυρίου καὶ γίνου δίκαιος.” τούτοις μέγα φρονήσας Ἱεροβοὰμ νεωτερίζειν ἐπεχείρει. καὶ γνοὺς τὸ πρᾶγμα βασιλεὺς ἀνελεῖν ἐζήτει αὐτόν. δὲ φεύγει εἰς Αἴγυπτον κἀκεῖ διῆγεν ἕως Σολομὼν ἐτελεύτησε. τέθνηκε δὲ βασιλεὺς Σολομών, ὡς μὲν βίβλος τῶν ἱστορεῖ, ζήσας ἐνιαυτοὺς πεντήκοντα πρὸς δυσί, δωδεκαέτης γὰρ τῆς βασιλείας ἐπιβῆναι ἱστόρηται, βασιλεῦσαι δὲ ἔτη τεσσαράκοντα, ὡς δ᾿ Ἰώσηπος συνεγράψατο, τέσσαρας μὲν ἐνιαυτοὺς ἐβίω καὶ ἐνενήκοντα, ὀγδοήκοντα δὲ βεβασίλευκεν, εὐτυχῶς μὲν ζήσας καὶ εὐκλεῶς, παρανομήσας μέντοι περὶ τὸ γῆρας, ὑπἐρώτων οὐκ εὐαγῶν ἀλλογενέσι πεισθεὶς γυναιξὶ καὶ τοῖς ἐκείνων ἀκολουθήσας θρησκεύμασι.
§2.11.1 Διάδοχον δἔσχε τῆς βασιλείας τὸν υἱὸν Ῥοβοάμ. καὶ λαὸς συνήχθη πᾶς πρὸς αὐτόν, καὶ ἱκέτευον ἐλαφρῦναι αὐτοῖς τὸν τῆς δουλείας ζυγόν, ὃς παρὰ τοῦ Σολομῶντος αὐτοῖς ἐπενήνεκτο, καὶ τοῦ πατρὸς φανῆναι χρηστότερον. δὲ σκέψασθαι εἶπε καὶ μετὰ τρεῖς ἡμέρας εἰπεῖν. καλέσας οὑν τοὺς γηραιοτέρους τῶν πατρῴων θεραπόντων (??) τί ἂν ἀποκριθείη τῷ λαῷ ἐπυνθάνετο· κἀκεῖνοι διαλεχθῆναι αὐτοῖς συνεβούλευον ἠπιώτερον μηδὑπερηφάνως καὶ ὀγκηρῶς. μετὰ δὲ τὴν γερουσίαν τοῖς μειρακίσκοις, οἵπερ αὐτῷ συνετρέφοντο, τοῦ σκέμματος κεκοινώνηκε, καὶ τὴν τῶν πρεσβυτέρων εἰπὼν συμβουλήν. οἱ δὲ τραχύτερον αὐτῷ προσομιλῆσαι τῷ λαῷ συνεβούλευσαν καὶ τοὺς λόγους ἀναλόγους τῷ τῆς ἀρχῆς ὄγκῳ ποιήσασθαι καὶ τῷ βασιλικῷ ἀξιώματι. καὶ ὃς τούτοις προσέθετο, καὶ ἐπεὶ τό πλῆθος αὖθις συνεληλύθειεἰ τὸν ζυγὸν ὑμῖν ἐσκλήρυνεν πατήρ μουἔφη, τοῦτον αὐτὸς ἐπάξω βαρύτερον· καὶ εἰ μάστιξιν ἐκεῖνος ἐκέχρητο καθὑμῶν, σκορπίοις ὑμᾶς κολάσω αὐτός· καί μου τῆς σμικρότητος παχυτέρας τῆς ὀσφύος τοῦ πατρὸς πειραθήσεσθε. τούτων τὸ πλῆθος ἀκοῦσαν τίς ἡμῖν μερὶς ἐν Δαβίδ;” ἐξεβόησαν, καὶ ἀποδυσπετήσαντες ἀπῄεσαν. πέμψαντος δὲ Ῥοβοὰμ τῶν οἰκείων ἕνα διαλεχθῆναι αὐτοῖς καὶ πραύναι, ἔκτειναν ὑπὀρκῆς τὸν ἄνδρα λιθολευστήσαντες. Ῥοβοὰμ δὲ δείσας εἰς Ἱεροσόλυμα πέφευγε, παραμεινάσης αὐτῷ τῆς Ἰούδα φυλῆς καὶ σὺν αὐτῇ τῆς Βενιαμίτιδος. αἶ δέ γε λοιπαί, ἤδη τοῦ Ἱεροβοὰμ ἐπανελθόντος ἐκ τῆς Αἰγύπτου μετὰ τελευτὴν Σολομῶντος, καλέσασαι αὐτὸν εἵλοντο βασιλέα. Ῥοβοὰμ δὲ ἡτοιμάζετο περὶ τῆς βασιλείας μαχέσασθαι τοῖς Ἰσραηλίταις καὶ τῷ Ἱεροβοάμ, ἐκωλύθη δὲ παρὰ τοῦ θεοῦ διὰ τοῦ προφήτου Σαμαία.
§2.11.2 Καὶ Ἱεροβοὰμ δείσας μὴ τὸ πλῆθος εἰς Ἱεροσόλυμα ἀπιὸν καὶ τοῖς ἐκεῖ συναναμιγνύμενον ἐπιστραφῇ πρὸς τὸν πρότερον αὐτοῦ βασιλέα καὶ καταλείψει αὐτόν, δύο δαμάλεις εἰργάσατο ἐκ χρυσοῦ, καὶ ἔθετο τὴν μὲν ἐν Βαιθήλ, τὴν δἑτέραν ἐν Δάν. καὶ ἐκκλησιάσας τὸ πλῆθος πανταχοῦ θεός ἐστινεἶπεν, “ ἄνδρες, ἀλλοὐ μόνον ἐν Ἱεροσολύμοις. ἰδοὺ οὖν δύο δαμάλεις πεποίηκα εἰς ὄνομα τοῦ θεοῦ, καὶ οὐκέτι ὑμῖν ἀνάγκη πορεύεσθαι εἰς Ἱεροσόλυμα. ἀπερχόμενοι δεἰς αὐτὰς προσκυνεῖτε καὶ θύετε· καὶ ἱερεῖς γὰρ ἐξ ὑμῶν αὐτῶν ἀποδείξω.” τούτοις ἐξαπατηθεὶς λαὸς τά τε πάτρια παραβέβηκε καὶ παρώργισε τὸν θεόν, ὡς καὶ εἰς αἰχμαλωσίαν παραδοθῆναι τοῖς ἀλλοφύλοις τὸν Ἱσραήλ. ποιήσας δὲ ἱερεῖς Ἱεροβοὰμ καὶ θυσιαστήριον ἑώρτασε, καὶ ἀνέβη αὐτὸς ἐπὶ τὸν βωμὸν καὶ περὶ αὐτὸν οἶ ἱερεῖς. καὶ ἤδη μέλλοντι θύειν παρέστη προφήτης σταλεὶς ἐκ θεοῦ καὶ εἶπε ‘‘τάδε λέγει κύριος. θυσιαστήριον, ἐκ Δαβὶδ ἔσται τις Ἰωσίας καλούμενος, ὅς θύσει τοὺς ἱερεῖς σου ἐπὶ σὲ καὶ κατακαύσει τὰ ὀστᾶ αὐτῶν. ἵνα δὲ δῆλον εἴη ὡς οἱ λόγοι μου ἀληθεύοιεν, ἰδοὺ ῥαγήσεται τὸ θυσιαστήριον, καὶ ἐπαὐτὸ πιότης χεθήσεται κατὰ γῆς.’ καὶ αὐτίκα τό τε θυσιαστήριον διερράγη καὶ πιότης τῶν θυμάτων ἐκκέχυτο. ἐξέτεινε δὲ τὴν χεῖρα Ἱεροβοάμ, συσχεθῆναι τὸν προφήτην ἐγκελευόμενος. δὲ ξηρανθεῖσα ἀκίνητος ἔμεινε. δεηθεὶς γοῦν Ἱεροβοὰμ τοῦ προφήτου ἔσχεν αὖθις τὴν χεῖρα κινουμένην καὶ ἐνεργόν. καὶ ἠξίου αὐτὸν συνδειπνῆσαι αὐτῷ. δὲ οὐ κατένευσε, λέγων παρὰ τοῦ θεοῦ κωλυθῆναι ἄρτον ἐν τῆ πόλει ἐκείνῃ φαγεῖν ὕδωρ πιεῖν ὑποστρέψαι διἧς ὁδοῦ εἰς τὴν πόλιν ἐλήλυθε· καὶ ἀπῄει ἑτέραν τραπόμενος. ψευδοπροφήτης δέ τις ἦν ἐν τῇ πόλει ἐκείνη τὸν Ἱεροβοὰμ ἀπατῶν καὶ πρὸς χάριν αὐτῷ ὁμιλῶν. οὗτος μαθὼν ὅσα τοῦ θεοῦ προφήτης καὶ εἴρηκε καὶ πεποίηκε καὶ ὡς ἄπεισι, κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἠξίου ἀναστρέψαι καὶ παραὐτῷ ξενισθῆναι. τοῦ δὲ ἀπαναινομένου, ὡς ἀπαγορεύσαντος τοῦ θεοῦ, “ἀλλὰ κἀγὼ προφήτης εἰμί πονηρὸς ἐκεῖνος εἶπεν ἀνήρ, “καὶ ἥκω κατἐντολὴν τοῦ θεοῦ ἐπιστρέψων σε τραπέζης μοι κοινωνήσοντα.” ἐπίστευσεν προφήτης τοῖς τοῦ ψευδοπροφήτου λόγοις καὶ ὑπενόστησε. ξενισθέντι δ᾿ ἐκεῖ τῷ προφήτῃ λόγος ἐγένετο κυρίου, ἀνθὣν οὐκ ἐτήρησε τὰ ἐνταλθἐντα αὐτῷ ἀναιρεθήσεσθαι κατὰ τὴν ὁδὸν παρὰ λέοντος. καὶ ὑποστρέφοντα λέων αὐτὸν ἔκτεινε καὶ παρακαθήμενος ἐφύλαττε τὸν νεκρόν καὶ τὸ ὑποζύγιον. μαθὼν δὲ τὸ γεγονὸς ψευδοπροφήτης συνεκόμισε τὸ σῶμα τοῦ τεθνεῶτος καὶ ἔθαψε, καὶ τοῖς ἑαυτοῦ παισὶν ἐνετείλατο τῷ προφήτῃ συγκηδεῦσαι καὶ αὐτοῦ τὸ σῶμα θανόντος· τί τοῦτο μηχανησάμενος; ἕν ὅτε κατὰ τὴν ἐκείνου προφητείαν κατασκαφῇ τὸ θυσιαστήριον, καὶ τῶν ἱερέων καί· ψευδοπροφητῶν πυρὶ παραδοθῇ τὰ ὀστᾶ, αὐτὸς διαφύγῃ τὴν ὕβριν, εἰ τῷ ἀνθρώπῳ τοῦ θεοῦ συγκατατεθῇ.
§2.12.1 Ταῦτα μὲν οὖν οὕτως ἐγένετο· Ἱεροβοὰμ δὲ τῆς αὐτῆς εἴχετο ἀσεβείας, καὶ ἐπεδίδου καθἑκάστην παρανομῶν, καὶ χρημάτων τὴν ψευδῆ τῶν ὑψηλῶν ἱερωσύνην παρεῖχε τοῖς θέλουσιν ὤνιον. καὶ εἰς ἁμαρτίαν πρᾶξις αὕτη ἐλογίσθη αὐτῷ, καὶ εἰς ἀφανισμὸν τοῦ οἴκου αὐτοῦ γέγονε καὶ εἰς ὄλεθρον. εἰ δὲ τὸ τὴν ἀνίερον ἐκείνην ἱερωσύνην ἀποδίδοσθαι χρημάτων ὰμαρτία λελόγιστο, τί ἄν τις εἴποι περὶ τῶν πωλούντων καὶ ὠνουμένων τὴν θείαν ὄντως ἱερωσύνην, τὴν τῆς φρικτῆς καὶ ἀναιμάκτου θυσίας τελεστικήν ;
§2.12.2 Ἐνόσησε δὲ Ἀβιὰ υἱὸς Ἱεροβοάμ· καὶ ἔστειλε τὴν γυναῖκα αὐτοῦ βασιλεὺς πρὸς Ἀχιὰ τὸν προφήτην, εἰ ζήσεται ἐρωτήσουσαν. δὲ ἰδιωτικὴν μεταμφιασαμένη στολὴν ἀπῆλθε. καὶ προφήτης τὸ δρᾶμα γνοὺςμὴ κρύπτε σαυτήν, γύναι Ἱεροβοάμἔφη, ἄπιθι δὲ καὶ τῷ ἀνδρί σου εἰπὲ ὅτι, ἐπεὶ καταλιπὼν τὸν θεὸν σεαυτῷ θεοὺς ἐποίησας χωνευτούς, προσδόκα τήν τε βασιλείαν ἀφαιρεθήσεσθαι καὶ αὐτὸς παγγενῆ ἐξολοθρευθήσεσθαι. ὅτι δέ σοι ἀσεβήσαντι καὶ τὸ πλῆθος ἐπηκολούθῃσεν, οὐδἐκεῖνο μένεῖ ἀτιμώρητον. σὺ δὲ ἄπιθι, γύναι, καὶ θανόντα εὑρήσεις τὸν παῖδά σου, ὃς καὶ ταφήσεται θρηνηθείς · μόνος γὰρ ἐξ Ἱεροβοὰμ οὗτος ἦν ἀγαθός. ἀπελθοῦσα δὲ γυνὴ τὸν μὲν παῖδα εὗρε θανόντα, τῷ δὲ ἀνδρὶ τὰ παρὰ τοῦ προφήτου ἀπήγγειλεν. δοὐδὲν ἐν ἐξ ἐκείνων ἐβελτιώθη, τυγχάνων ἀσύνετος.
§2.12.3 Ῥοβοὰμ δὲ τοῦ υἱοῦ Σολομῶντος βασιλεύοντος ἐν Ἱερουσαλὴμ οἱ παρὰ τοῖς Ἰσραηλίταις ἱερεῖς καὶ Λευῖται καὶ ὅσοι τοῦ πλήθους ἦσαν συνιέντες τὸ ἀγαθόν, ἀποστάντες τῶν ἰδίων πόλεων εἰς Ἱεροσόλυμα παραγίνονται· κἀντεῦθεν βασιλεία τοῦ Ῥοβοὰμ ηὔξητο. δὲ καὶ αὐτὸς ἠσέβησεν εἰς θεόν, καὶ πᾶς οἶκος Ἰούδα τῆς τοῦ θεοῦ θρησκείας κατωλιγώρησε. διὸ καὶ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ μετὰ βαρείας δυνάμεως ἐν ἔτει πέμπτῳ τῆς βασιλείας τοῦ Ῥοβοάμ. συγκλείσας δὲ αὐτὸν Ῥοβοὰμ ἐν τῆ̣ πόλει καὶ τὸν λαόν, ἐδέετο τοῦ θεοῦ δοῦναι σωτηρίαν αὐτοῖς, καὶ ἥμαρτον εἰς θεὸν ἐξωμολογοῦντο. παρακληθεὶς δὲ θεὸς οὐκ ἀπολέσειν αὐτούς, ἀλλὰ δώσειν εἶπεν ὑποχειρίους τοῖς δεξαμένου τοίνυν ἐν τῇ πόλει Ῥοβοὰμ τὸν Αίγύπτιον ἐπὶ συνθήκαις, παρασπονδήσας ἐκεῖνος τοὺς τοῦ θεοῦ τε θησαυροὺς ἐσύλησε καὶ τοὺς βασιλικοὺς ἐξεκένωσε, καὶ τὰ χρυσᾶ ὅπλα ἐποίησε Σολομὼν καὶ τὰ δόρατα τὰ χρυσᾶ Δαβὶδ ἀνέθετο πάντα ἀφείλετο. ἐτελεύτησε δὲ Ῥοβοὰμ ζήσας ἔτη πεντήκοντα καὶ ἑπτά, ἐξ ὧν ἑπτακαίδεκα βεβασίλευκε, διάδοχον τὸν υἱὸν καταλιπὼν Ἀβίου. καθοὗ Ἱεροβοὰμ ἀεὶ καὶ τῷ Ῥοβοὰμ πολεμῶν. Ἀβιοὺ δὲ οὐκ ἔπτηξε τὴν ἔφοδον, ἀλλἀντιτάξας αὐτῷ τοὺς οἰκείους νίκην νικᾷ περιβόητον, ὡς μηκέτι θαρσῆσαι τὸν Ἱεροβοὰμ ἀντιπαρατάξασθαι. τελευτᾷ δὲ Ἀβίου βασιλεύσας ἐν Ιερουσαλὴμ ἔτη τρία, ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ, τοὺς θείους θεσμοὺς τηρήσας κατὰ Δαβὶδ τὸν οἰκεῖον προπάτορα.
§2.12.4 Τέθνηκε δὲ καὶ Ἱεροβοὰμ ἀνύσας ἐν τῇ ἀρχῇ ἔτη δύο καὶ εἴκοσι. καὶ διεδέξατο αὐτὸν Ναβὰτ υἱὸς αὐτοῦ, κἀκεῖνος ἀσεβὴς κατὰ τὸν πατέρα γενόμενος. ὃς πόλιν τῶν ἀλλοφύλων πολιορκῶν Γαβαθὼν ἐπεβουλεύθη παρὰ Βαασὰν υἱοῦ Ἀχιά, καὶ τέθνηκε δύο ἄρξας ἐνιαυτούς. Βαασὰν δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἐγκρατὴς γεγονὼς πᾶν τὸ γένος τοῦ Ἱεροβοὰμ ἐξωλόθρευσε. καὶ οὗτος δὲ ὡς Ἱεροβοὰμ παρανόμησε καὶ τὸν λαὸν ὁμοίως πεποίηκεν ἁμαρτεῖν. καὶ ἠπείλησεν αὐτῷ θεὸς διὰ Ἰνοὺ τοῦ προφήτου διαφθερεῖν τὸν οἶκον αὐτοῦ ὡς τὸν οἶκον Ἱεροβοάμ. τέθνηκε δὲ καὶ οὗτος, ἐπὶ τὸν Ἰσραὴλ βασιλεύσας ἔτη ἐπὶ τέσσαρσιν εἴκοσι. καὶ Ἠλὰ υἱὸς αὐτοῦ γέγονε τῆς πατρικῆς βασιλείας διάδοχος. ὅν Ζαμβρὴ ἄρχων τῆς ἵππου αὐτοῦ μεθύοντα κτείνας ἐπὶ δύο ἐνιαυτοὺς βασιλεύσαντα τήν τε βασιλείαν ἀφείλετο καὶ τὸ γένος ἅπαν τοῦ Βαασὰν ἐξωλόθρευσεν. δὲ τῶν Ἰσραηλιτῶν στρατιὰ πολιορκοῦσα τὴν Γαβαθών, μαθοῦσα ὅτι Ζαμβρὴ κτείνας τὸν Ἠλὰ ἐβασίλευσε, τὸν οἰκεῖον στρατάρχην Ζαμβρἠν ἐν τῇ παρεμβολὴ ἀνηγόρευσε, καὶ τὴν πόλιν Θερσὰ μεταὐτοῦ προκαταλαβοῦσα κρατεῖ ταύτης. Ζαμβρὴ δὲ πρότερος εἰς τὸ μυχαίτατον τῶν βασιλείων εἰσδὺς καὶ ἐμπρήσας αὐτό, συνδιέφθειρεν ἐκείνῳ καὶ ἑαυτόν, ἑπτά ἡμέρας τὴν ἀρχὴν κατασχών. εἶτα μερίζεται λαός, καὶ τὸ μὲν αὐτοῦ τὸν Ζαμβρὴν ᾑρεῖτο, τό δ᾿ ἕτερον τὸν Θαμνί. ἀλλὑπερισχύσαντες οἱ τοῦ Ζαμβρῆ, καὶ ἀνελόντες τὸν Θαμνί, ἀστασίαστον τὴν ἀρχὴν τῷ Ζαμβρῇ περιεποιήσαντο. ὃς πρότερον μὲν ἐν Θερσὰ διῆγεν βασιλεύων, ἔπειτα δἐν Μαρεώνῃ τῷ ὄρει, ἐν πόλιν ἐδομήσατο Σαμάρεια κέκληται, αὐτοῦ Σαμαραιὸν τὸ ὅρος καλέσαντος εἰς ὄνομα Σεμηρών, ἀφοὑ τοῦτο ἐπρίατο· χείρων τῶν πρὸ αὐτοῦ γεγονώς. καὶ κατέστρεψε τὴν ζωὴν ἐν Σαμαρείᾳ, δώδεκα βασιλεύσας ἐνιαυτούς. δὲ βασιλεία περιῆλθεν εἰς Ἀχαὰβ τὸν υἱὸν αὐτοῦ.
§2.12.5 Οἶμὲν οὖν τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπἄλλῳ διὰ τὴν παρανομίαν αὐτῶν ἐν ὀλίγῳ χρόνῳ διεφθάρησαν, Ἀσὰ δὲ τῆς Ἱερουσαλὴμ βασιλεὺς θεοφιλὴς ἦν. οὗ τῷ δεκάτῳ τῆς βασιλείας ἔτει βασιλεὺς Αἰθιόπων στρατεύει καταὐτοῦ μετὰ βαρείας δυνάμεως. δὲ τὸν θεὸν σύμμαχον ἐπεκέκλητο· καὶ συμπλακεὶς τοῖς Αἰθίοψι πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ λοιποὺς φυγόντας ἐδίωξε καὶ τὴν παρεμβολὴν ἐκείνων νῶν διήρπασε, καὶ πολλὰ αὐτὸς καὶ λαὸς ἐκομίσαντο λάφυρα. ἀναζευγνύντι δὲ τῷ βασιλεῖ καὶ τῇ στρατιᾷ προφήτης Ἀζαρίας ὑπαντήσας τῆς νίκης τὸν θεὸν εἶναι αὐτῷ δοτῆρα εἶπε καὶ τῷ λαῷ, δικαιοσύνης ἐπιμελουμένοις. καὶ μετιοῦσι μὲν ἀρετὴν εὐδαιμονίαν καὶ εἰσέπειτα ἐπηγγέλλετο, τῶν δὲ τοῦ θεοῦ ἐντολῶν κατολιγωρήσασι πολλὰ συμβήσεσθαι λυπηρά. Ἀσὰ τοίνυν ἐν εὐσεβείᾳ τὴν ζωὴν ἀνύσας καὶ εἰς γῆρας καταντήσας βαθὺ τέθνηκε, βασιλεύσας ἐνιαυτοὺς ἐφἐνὶ τεσσαράκοντα, Ἰωσαφὰτ οἰκείω υἱῷ τὴν ἡγεμονίαν καταλιπών.
§2.13 Αχαὰβ δὲ ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασίλεια, τοὺς πρὸ αὐτοῦ παραδραμ(??)ν εἰς ἀσέβειαν, καὶ ὑπὸ τῆς γυναικὸς Ἰεζάβελ μᾶλλον εἰς κακίαν προβιβασθείς, τοῦ βασιλέως μὲν Τυροῦ καὶ Σιδῶνος θυγάτηρ ἠν, ἰταμὸν δὲ καὶ τολμηρὸν γύναιον. αὕτη ναὸν οἰκείῳ θεῷ Βὴλ ἐδομήσατο καὶ ἄλσος ἐφύτευσε καὶ ἱερεῖς αὐτῷ καὶ ψευδοπροφήτας κατέστησεν. Ἠλιοὺ δὲ προφήτης ἐκ πόλεως Θέσβης, ζηλώσας ἐπὶ ταῖς ἀσεβείαις τοῦ βασιλέως καὶ τοῦ λαοῦ, εἶπε πρὸς Ἀχαάβζῇ κύριος, εἰ ἔσται ὑετός εἰ μὴ διὰ λόγου μου. καὶ ταῦτα εἰπὼν ἀπῆλθεν ἐν τῷ χειμάρρῳ Χορὰθ κατἐντολὴν τοῦ θεοῦ· ἔνθα παρὰ κοράκων ἐτρέφετο ἄρτους αὐτῷ κομιζόντων πρωὶ καὶ κρέας τὸ δειλινόν, τὴν δὲ πόσιν αὐτῷ ἐχορήγει χείμαρρος. οὗ ξηρανθέντος εἰς Σαρεφθὰ πόλιν οὖσαν μεταξὺ Σιδῶνος καὶ Τυροῦ τῷ θεῷ πειθόμενος ἄπεισι. καὶ πρὸ τῆς πόλεως γυναικί τινι ἐντυχών, ὕδωρ αὐτῷ κομίσαι ἱκέτευεν. ὡς δἐπορεύετο γυνή, καὶ ἄρτον αὐτῷ ἐνεγκεῖν ἠξίου. δὲ μιᾶς δρακὸς ἀλεύρου ἐξώμνυτο εὐπορεῖν καὶ βραχυτάτου ἐλαίου, καὶ συλλέξασα ξυλάρια ἀπιέναι ποιήσουσα μικρὰν τροφὴν ἑαυτῇ καὶ τοῖς παισίν, ἧς ἐκλιπούσης καὶ αὐτοὺς λιμῷ ἐκλιπεῖν. δὲ προφήτης θαρρεῖν αὐτῇ ἐγκελεύεται· μηδὲ γὰρ ἐκλείψειν ἄλευρον ἐκ τοῦ ἀγγείου τοῦ τοῦτο φέροντος, μηδἔλαιον ἐκ τῆς ληκύθου, ἕως γένηται ὑετός. δὲ πορευθεῖσα τόν τε προφήτην παραὐτῇ ξενισθέντα καὶ ἑαυτὴν καὶ τὰ τέκνα ἐκ τοῦ βραχίστου ἐκείνου ἀλεύρου ἔτρεφεν ἕως λιμος παρελήλυθε. νοσήσαντος δὲ τοῦ υἱοῦ τῆς γυναικὸς ταύτης καὶ θανόντος, ἐβλασφήμει κατὰ τοῦ προφήτου ἐκείνη. δὲ δοθῆναι αὐτῷ τὸ τεθνηκὸς παιδίον ᾔτησε. καὶ λαβὼν εἰς τὸ ὑπερῷον ἔνθα ᾤκει ἀνήνεγκε καὶ ἔθετο ἐπὶ τῆς κλίνης αὐτοῦ· καὶ τόν θεὸν ἱκετεύσας τρισσάκις ἐνεφύσησε τῷ νεκρῷ, καὶ ἀνέζησε. καὶ ἔδωκε τὸν παῖδα ζῶντα τῇ γειναμένῃ· δ᾿ ηὐχαρίστει. καὶ μετὰ ταῦτα ἐνετείλατο τῷ Ἠλιοὺ θεὸς πορευθῆναι καὶ προειπεῖν Ἀχαὰβ ὡς ἔσται ὑετός. δὲ λιμὸς ἐπὶ Σαμάρειαν καὶ τὴν χόραν ἄπασαν κεκραταίωτο. Ἀχαὰβ δὲ τὸν οἰκονόμον αὐτοῦ Ἀβδιοὺ ἄνδρα χρηστὸν παραλαβὼν ἀπῄει, εἰ εὕροι τοῖς ἵπποις χιλόν. καὶ μὲν ἄλλην ἀπῄει ὁδόν, ἑτέραν δὲ Ἀβδιού, ἐρευνῶντες ποῦ ἂν εὕροιεν χόρτον ἐν πηγαῖς χειμάρροις. συναντᾷ τοίνυν τῷ Ἀβδιοὺ Ἠλίας καὶ ᾔτει τῷ βασιλεῖ μηνύειν αὐτόν. δὲ καὶ μάλα ζητεῖσθαι παρὰ τοῦ Ἀχαὰβ αὐτὸν ἔλεγεν, ἴν ἀνέλῃ, εἰ εὕροι, καὶ κρύπτεσθαι συνεβούλευεν, ἔλεγέ τε καὶ αὐτὸς ἑκατὸν προφήτας κρύπτειν καὶ τρέφειν καὶ σώζειν οὕτω, τοὺς ἄλλους πάντας τῆς Ἰεζάβελ ἀνῃρηκυίας. δὲ ὤμοσε κατἐκείνην ὀφθήσεσθαι τὴν ἡμέραν τῷ Ἀχαάβ. ἀπῆλθεν οὖν Ἀβδίου καὶ ἀπήγγειλε περὶ τοῦ Ἠλία τῷ βασιλεῖ. καὶ ἰδὼν τὸν προφήτην ἐκεῖνος, εἰ αὐτός ἐστιν ἤρετο διαστρέφων τὸν Ἰσραήλ. Ἠλίας δέσὺ μᾶλλονεἶπεκαὶ οἶκος τοῦ πατρός σου διαστρέφετε τὸν λαόν, καταλιπόντες τὸν κύριον καὶ ψευδεῖς τιμῶντες θεούς. ἀλλἄθροισον εἰς τὸ Καρμήλιον τὸν λαὸν καὶ τοὺς σοὺς προφήτας καὶ τοὺς τῆς γυναικός.” πάντων δὲ συνελθόντων εἶπεν Ἠλίας ὡςἐγὼ μόνος ὑπολέλειμμαι τοῦ θεοῦ προφήτης, οἱ δὲ ψευδοπροφῆται σφόδρα πολλοί. δότε οὖν μοι μόνῳ βοῦν, καὶ αὐτοῖς ἅπασιν ἕτερον, καὶ θύσαντες τοὺς βόας ἐπιθῶμεν ξύλοις τὰ θύματα, πῦρ δέ γε μὴ ἐπενέγκωμεν· καὶ ἕκαστος ἐπικαλείσθω τὸν οἰκεῖον θεόν, καὶ ὑφοὗ ἂν αὐτόματον πῦρ ἐκλάμψῃ καὶ κατακαύσῃ τὰ ξύλα τε καὶ τὰ θύματα, ἐκεῖνος λογιζέσθω θεὸς ἀληθής.” ἐπῄνεσε τὸ πλῆθος τοὺς λόγους, καὶ ἐποίησαν οὕτως οἱ ἱερεῖς τῆς αἰσχύνης, καὶ θύσαντες τὸν μόσχον καὶ ἐπιθέντες ξύλοις ἄνευ πυρός, ἐπεκαλοῦντο τὸν Βάαλ πρωίθεν εἰς μεσημβρίαν. μυκτηρίζων δὲ αὐτοὺς προφήτης μέγα βοᾶν αὐτοῖς συνεβούλευε, μήποτε καθεύδῃ αὐτοῖς θεὸς τις ἀσχολία αὐτῶ ἐστιν. ὡς δ᾿ οὐδὲν ἐκείνοις δεομένοις πολλὰ ἐπεραίνετο, προφήτης δώδεκα λίθους λαβὼν καθἑκάστην φυλὴν ᾠκοδόμησε θυσιαστήριον, ὤρυξε δεξαμενήν, ἐστοίβασε τὰς σχίδακας ἐπὶ τοῦ βωμοῦ, καὶ αὐταῖς τὰ ἱερεία ἐπενεγκὼν ὕδωρ ἐπιχεθῆναι τῷ θυσιαστηρίῳ ἐκέλευσεν, ὥστε καὶ τὴν δεξαμενὴν πληρωθῆναι. καὶ ἐπὶ τούτοις ἐπεκαλέσατο τὸν θεόν, γαῖ πῦρ οὐρανόθεν ἐπὶ τὸν βωμὸν κατενήνεκτο πάντων ὁρώντων, καὶ τὴν θυσίαν καὶ τὰ ξύλα καὶ τοὺς λίθους κατέφαγε, τὸ ὕδωρ τε καὶ τὸν χοῦν. λαὸς δἐκπλαγεὶς ἔπεσεν ἐπὶ τὴν γῆν, ἴνα θεὸν ἀληθῆ τε καὶ μέγαν ὁμολογοῦντες. καὶ συλλαβόντες τοὺς ψευδοπροφήτας ἀπέκτειναν τοῦ προφήτου κελεύσαντος. εἶπε δὲ τῷ βασιλεῖ ὡς ὕσει μετὰ μικρὸν θεός, καὶ γέγονε κατὰ τὴν πρόρρησιν αὐτοῦ ῥαγδαῖος ὄμβρος. ἀπειλησάσης δὲ τῆς Ἰεζάβελ ἀνελεῖν τὸν Ἠλίαν, φοβηθεὶς ἐκεῖνος ἔφυγεν, καὶ ἐν τῇ ἐρήμῳ γενόμενος ἀθυμῶν ἀποθανεῖν ἱκέτευε τὸν θεόν. κοιμηθεὶς δὲ διυπνίσθη παρά τινος ἀναστῆναι καὶ φαγεῖν αὐτῷ ἐπιτρέποντος. ὁρᾷ δὲ ὀλυρίτην ἄρτον ἐκεῖ καὶ ὕδωρ. καὶ φαγὼν ἐκοιμήθη πάλιν, καὶ αὖθις ἄγγελος φαγεῖν αὐτῷ ἐγκελεύεται, ὡς πολλῆς αὐτῷ προκειμένης ὁδοῦ. καὶ πάλιν δὲ φαγὼν καὶ ἐνισχύσας ἐκ τῆς τροφῆς ἐκείνης, ἐπορεύθη ἡμέρας τεσσαράκοντα. καὶ γενόμενος ἐν τῷ ὄρει Χωρὴβ εἰσῆλθεν εἰς σπήλαιον, καὶ φωνῆς ἤκουσετί παραγέγονας ἐνταῦθα; δὲ ἔφηὅτι ζηλώσας ἔκτεινα τοὺς προφήτας τῆς Ἰεζάβελ, δὲ ζητεῖ με κτανεῖν.” δὲ χρηματίζων εἶπεν αὖθις αὐτῷ ‘‘ἔξελθε αὔριον καὶ στῆθι ἐνώπιον κυρίου.” καὶ ἐποίησεν οὕτως, καὶ αἰσθάνεται πνεύματός τε καὶ συσσεισμοῦ, καὶ ὁρᾷ καιόμενον πῦρ. εἶτα λεπτῆς γενομένης αὔρας ἀκούει φωνῆς ἐκεῖθεν ἀναστρέψαι κελευούσης αὐτῷ καὶ χρῖσαι βασιλέα τῆς Συρίας τὸν Ἀζαήλ, καὶ τὸν Ἰηοὺ βασιλέα τῷ Ἰσραήλ, καὶ τὸν Ἐλισσαιὲ εἰς προφήτην ἀνθἑαυτοῦ, οἲ τοὺς ἀσεβεῖς ὀλοθρεύσουσιν. ὑποστρέψας δὲ Ἠλίας ὡς ἐκελεύσθη εὗρε τὸν Ἐλισσαῖον ἀροτριοῦντα, καὶ ἐπέρριψεν αὐτῷ τὴν μηλωτὴν αὐτοῦ. δὲ καταλιπὼν πάντα ἠκολούθησεν αὐτῷ προφητεύειν ἀξιωθείς .
§2.14.1 Ἀμπελῶνα δὲ πλησίον τῶν ἀγρῶν τοῦ βασιλέως Ἀχαὰβ κεκτημένος Ναβουθαὶ ἠξιοῦτο πωλήσαι αὐτὸν τῷ βασιλεῖ ἀνταλλάξαι· δὲ οὐκ ἐπείθετο. καὶ βασιλεὺς διὰ τοῦτο λελύπητο. μαθοῦσα δὲ Ἰεζάβελ τῆς λύπης τὸ αἴτιον γραφὴν ἐποιήσατο ὡς ἐξ Ἀχαὰβ πρὸς τοὺς προέχοντας τῆς χώρας, ἐν κατῴκει Ναβουθαί, ἐγκελευομένην αὐτοῖς κατηγορῆσαι τοῦ ἀνδρὸς ὡς βλασφημήσαντος κατὰ τοῦ θεοῦ καὶ τοῦ βασιλέως, καί τινας παρασκευάσαι καταμαρτυρῆσαι αὐτοῦ, τοῦ, καὶ καταλιθάσαι αὐτόν. ταύτην τὴν γραφὴν τῇ σφραγῖδι τοῦ βασιλέως ἐπισημηναμένη ἔστειλε πρὸς τοὺς ἄνδρας. κἀκείνων ποιησάντων ὡς ἐνετάλθησαν, μὲν Ναβουθαὶ κατελεύσθη καὶ τέθνηκεν, δἸεζάβελ κληρονομῆσαι τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ τῷ Ἀχαὰβ ἐνετέλλετο θανόντος ἐκείνου. δὲ ἐλυπήθη διὰ τὸν φόνον, τὸν ἀμπελῶνα δὲ ᾠκειώσατο. καὶ Ἠλίας κελεύσαντος τοῦ θεοῦ ἀπῄει πρὸς Ἀχαὰβ λέγωνὅτι ἐφόνευσας τὸν Ναβουθαὶ διὰ τὸ σχεῖν τὸν ἀμπελῶνα αὐτοῦ, διὰ τοῦτο τάδε λέγει κύριος. ἔνθα οἱ κύνες τὸ ἐκείνου ἔλειξαν αἷμα, ἐκεῖ καὶ τὸ σὸν αἷμα καὶ τὸ τῆς γυναικός σου λείξουσι, καὶ αἶ πόρναι λούσονται ἐν τῷ αἵματί σου, καὶ ἅπαν τὸ γένος σου ἐξολοθρευθήσεται.” Ἀχαὰβ δἐπὶ τούτοις κατανυγεὶς ἔκλαυσε καὶ σάκκον περιεβάλετο καὶ ἐνήστευσεν ἐπὶ τοῖς πεπραγμένοις μεταμελόμενος. καὶ θεὸς διὰ τὴν μετάνοιαν αὐτοῦ μὴ ἐπάξειν αὐτῷ τὰ ἠπειλημένα ἐδήλωσε τῷ προφήτῃ, ἀλλἐν ταῖς ἡμέραις τοῦ παιδὸς αὐτοῦ ταύτα τελέσειν.
§2.14.2 Ο δὲ τοῦ Ἄδερ υἱὸς βασιλεὺς Συρίας ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν μετὰ βαρείας δυνάμεως καὶ συμμάχων πολλῶν. καὶ πολιορκῶν αὐτὴν ἔπεμψε πρὸς Ἀχαὰβ λέγων ὅτι πλοῦτός σου καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι· λήψομαι γὰρ πολέμῳ αὐτά. ἂν δὅσα βούλωμαι παραχωρήσῃς μοι λήψεσθαι, λύσω τὴν πολιορκίαν καὶ ἀπελεύσομαι.” Αχαὰβ δέ κἀγώ ἔφη καὶ οἱ ἐμοὶ πάντες σοί ἐσμεν. καὶ συναθροίσας τοὺς πρεσβυτέρους τῆς γῆς, ὅσα πρὸς αὐτὸν διεπέμψατο πολέμιος ἀνεδίδαξε. τὸ δὲ πλῆθος μὴ πεισθῆναι αὐτῷ συνεβούλευσεν. δὲ τοῖς πρέσβεσι τῶν πολεμίων εἶπε μὴ δύνασθαι ποιῆσαι τὸ ἀπαιτούμενον. τοῦτο ἀγγελθὲν τῷ βασιλεῖ τῆς Συρίας εἰς ὀργὴν ἐκεῖνον ἐκίνησε, καὶ χάρακα βαλεῖν περὶ τὴν πόλιν καὶ χώματα ἐγείρειν ἐκέλευσε. προφήτου δέ τινος τῷ Ἀχαὰβ φήσαντος παραδιδόναι τόν θεὸν τοὺς πολεμίους αὐτῷ μετὰ τῶν παιδαρίων τῶν ἡγεμόνων ἐπιόντι αὐτοῖς, ἠρίθμησε τὰ παιδάρια, καὶ εὗρε διακόσια τριάκοντα δύο. τῶν δὲ πολεμίων εὐωχουμένων καὶ μεθυόντων κατὰ μεσημβρίαν ἐξῆλθεν Ἀχαὰβ παραλαβὼν τὰ παιδάρια. βασιλεὺς δὲ Συρίας ἰδὼν αὐτούς, δεδεμένους τοὺς προσιόντας παραστῆσαι αὐτῷ τισι τῶν οἰκείων προσέταξεν. οἶ δὲ παῖδες τοῖς ἐπιοῦσι προσμίξαντες πολλοὺς ἀνεῖλον. ἑπομένη δὄπισθεν τῶν παίδων πᾶσα δύναμις τοῦ Ἰσραὴλ ἐξαίφνης κατὰ τῶν Σύρων ὁρμήσασα εἰς φυγὴν αὐτοὺς ἔτρεψεν, ὡς καὶ τόν βασιλέα σφῶν μόλις φυγόντα σωθῆναι. καὶ ἀναστρέψας ἐκ τῆς διώξεως Ἀχαὰβ τὸ στρατόπεδον τῶν πολεμίων διήρπασε, καὶ ἐπανῆλθε πρὸς τὴν Σαμάρειαν . δὲ προφήτης αὖθις τοῦ Σύρου αὐτῷ προεῖπεν ἐπέλευσιν. ἤδη δὲ ἐπιστάντος τοῦ ἔαρος ἐπεστράτευσεν αὖθις Σύρος κατὰ τοῦ Ἰσραήλ, καὶ ἐν πεδίῳ ἐσκήνωσεν. εἶπον γὰρ αὐτῷ οἷ περὶ αὐτὸν ἐν ὄρεσι τὸν θεὸν τῶν Ἑβραίων τὴν δύναμιν ἔχειν, οὐ μέντοι καὶ ἐν κοιλάσι. τοῦ δὲ προφήτου νίκην ἐπαγγελλομένου Ἀχαάβ, ἴνα, φησί, καὶ ἐν κοιλάσι τὴν ἰσχὺν ἐπιδείξηται θεός, τὰς μὲν ἄλλας ἡμέρας ἡσύχαζον τὰ στρατόπεδα, τῇ δἑβδόμῃ μάχης συρραγείσης φεύγουσιν οἱ Σύροι· καὶ Ἀχαὰβ ἐδίωκε καὶ ἀνῄρει αὐτούς. πολλοὶ δὲ περισωθέντες εἰς Ἄφεκκα τὴν πόλιν ἐκεῖ διεφθάρησαν τοῦ τείχους ἐπιπεσόντος αὐτοῖς. δὲ τοῦ Ἄδερ υἱὸς μετά τινων ὀλίγων φυγὼν ἐκρύβη. οἶ δὲ περὶ ἐκεῖνον σάκκους ἐνδύντες καὶ σχοίνους ταῖς κεφαλαῖς περιδήσαντες προσῆλθον τῷ Ἀχαάβ, καὶ σώζειν τὸν ἑαυτῶν ἱκέτευον κύριον· δὲ κατένευσε. κἀκεῖνοι προσήγαγον τὸν ἀρχηγὸν ἑαυτῶν ἐφἅρματος ὀχουμένῳ τῷ Ἀχαάβ. δὲ ἐπὶ τὸ ἄρμα λαμβάνει αὐτὸν καὶ ἀσπάζεται καὶ θαρρεῖν ἐγκελεύεται. εἶτα ἐπὶ συνθήκαις ἀφῆκεν αὐτὸν ἀπελθεῖν, πολλὰ δωρησάμενος. προφήτης δὲ Μιχαίας τινὰ τῶν ὁμοφύλων ἠξίου πατάξαι αὐτὸν κατὰ κεφαλῆς. τοῦ δὲ μὴ πειθομένου, ὑπὸ λέοντος αὐτὸν παταχθῆναι προέφη· καὶ γέγονεν εἰς ἔργον πρόρρησις. εἶθἑτέρῳ τὴν αὐτὴν προσῆγεν ἀξίωσιν· πλήξαντος δἐκείνου, καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ Ἀχαάβ, λέγων ἐπὶ φυλακῇ παραλαβεῖν παρὰ τοῦ ταξιάρχου αἰχμάλωτον, φυγόντος δἐκείνου τὸν ταξιάρχην αὐτὸν ἀνελεῖν. ὡς δὲ δίκαιον εἶναι τοῦτο εἶπεν Αχαάβ, λύσας ἐκεῖνος τὴν κεφαλὴν ἐπεγνώσθη ὡς προφήτης Μιχαίας ἦν. καὶ ἔφη τῷ Ἀχαάβἐπεὶ τὸν βασιλέα Συρίας ἄνδρα ὀλέθριον ἀτιμώρητον ἀφῆκας, αὐτὸς ἀντἐκείνου ἀποθανῇ, καὶ σὸς λαὸς ἀντὶ τοῦ λαοῦ ἐκείνου. ἐλυπήθη τούτων ἀκούσας Ἀχαάβ. ἐπὶ δὲ τριετίαν εἰρήνην ἀγαγών, εἶτα βουληθεὶς τὴν πόλιν Ῥεμμὰθ ὡς αὐτῷ διαφέρουσαν ἀφελέσθαι τῶν Σύρων, ἠξίου καὶ τὸν βασιλέα τῆς Ἱερουσαλὴμ τὸν Ἰωσαφὰτ συνεκστρατεῦσαι αὐτῷ. κἀκεῖνος κατένευσε, καὶ συνεβούλευεν ἐρωτῆσαι τὸν θεὸν διὰ προφήτου εἰ εὐδοκεῖ. Ἀχαᾶβ δὲ τοὺς ἑαυτοῦ συγκαλεσάμενος εἰ πορεύσεται πρὸς πόλεμον ἤρετο. τῶν δὲ νίκην ἐπαγγελλομένων βασιλεὺς Ἰωσαφὰτ προφήτην ἐζήτησε τοῦ κυρίου. Ἀχαὰβ δὲ εἶναι μὲν ἔφη, προσωχθικέναι δ᾿ ἐκείνῳ κακὰ προαγορεύοντι. καὶ Ιωσαφὰτ κληθῆναι αὐτὸν ἠξίου. κληθέντα δὲ τὸν Μιχαίαν ἠρώτα Ἀχαὰβ εἰ μαχήσεται μή. δέἑώρακα τὸν Ἰσραήλἔφηδιεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ἀποίμαντον. δὲ κύριος εἶπέ μοι τοὺς μὲν σωθήσεσθαι καὶ ἀναστρέψαι, σὲ δὲ μόνον πεσεῖσθαι ἐν Ῥεμμάθ.” ταῦτα τοῦ Μιχαίου εἰπόντος Ἀχαὰβ πρὸς Ἰωσαφὰτ ἔφηοὐκ εἶπόν σοι ὡς κακά μοι ἀεὶ προφητεύει;” Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν ἐρράπισε τὴν σιαγόνα Μιχαίου. δὲ ἔφη αὐτῷμετ᾿ ὀλίγον ταμεῖον ἐκ ταμείου ἀμείψεις κρυπτόμενος.” δὲ βασιλεὺς Ἀχαὰβ καθειρχθῆναι αὐτὸν καὶ μέχρις ἂν αὐτὸς ὑποστρέψῃ προσέταξε. καὶ Μιχαίας ‘‘ἐὰν ὑποστρέψῃς ἐν εἰρήνῃ σύεἶπεν, “οὐκ ἐλάλησε κύριος ἐν ἐμοί.” ἤδη δὲ πορευθέντων τῶν βασιλέων καὶ τῶν Σύρων βασιλεὺς αὐτοῖς ἀντιπαρετάξατο, ἐντειλάμενος τοῖς στρατιώταις αὐτοῦ μηδενὶ πολεμεῖν τῶν ἄλλων ἀλλ μόνῳ τῷ Ἀχαάβ. δὲ τὴν βασιλικὴν ἀμείψας στολὴν ἐνεδύσατο ἰδιωτικήν. ἰδόντες δὲ οἶ τῶν Σύρων στρατάρχαι τὸν Ἰωσαφὰτ κεκοσμημένον βασιλικῶς, ᾠήθησαν εἶναι τὸν Ἀχαὰβ καὶ ἐκύκλωσαν αὐτόν. ὡς δἔγνωσαν μὴ ὄντα τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀνεχώρησαν. εἷς δέ τις τὸ τόξον ἐντείνας βάλλει τὸν Ἀχαάβ. γνοὺς δὲ καιρίως πληγῆναι, τῷ ἡνιόχῳ ἐκέλευσε τὸ ἄρμα τῆς μάχης ἐξαγαγεῖν καὶ περὶ δύσιν ἡλίου ἐξέλιπε. καὶ οἱ μὲν Σύροι γνόντες τεθνηκότα τὸν Ἀχαὰβ ἀπῆλθον πρὸς ἑαυτούς, δὲ τοῦ βασιλέως νεκρὸς κομισθεὶς εἰς Σαμάρειαν θάπτεται. τὸ δὲ ἄρμα καθῃμαγμένον τῷ φόνῳ τοῦ βασιλέως ἀπέρρυψαν ἐν τῇ κρήνῃ τῆς Σαμαρείας, καὶ οἴ τε κύνες τὸ αἷμα ἔλειξαν, αἵ τε πόρναι παρὰ τῇ κρήνῃ ἐλούοντο, ὡς Ἠλίας προείρηκεν. ἀπέθανε δὲ Ἀχαὰβ ὅπου Μιχαίας προηγόρευσε, τὸν ὄλεθρον μὴ φυγὼν καίτοι προρρηθέντα αὐτῷ, βασιλεύσας ἔτη δύο καὶ εἴκοσι. τὴν δὲ βασιλείαν παῖς αὐτοῦ Ὀχοζίας μετἐκεῖνον παρέλαβεν.
§2.15.1 Ἰωσαφὰτ δὲ τῷ βασιλεῖ Ἱερουσαλὴμ ἀπὸ τῆς πρὸς Αχαὰβ συμμαχίας ἐπανελθόντι Ἰηοὺ προφήτης ἐπενεκάλει ὅτι ἀνθρώπῳ συνεμάχησεν ἀσεβεῖ· ῥυσθῆναι δαὐτὸν ἔλεγε παρὰ τοῦ θεοῦ, καίτοι τῷ ἔργῳ αὐτοῦ προσοχθίσαντος. δὲ βασιλεὺς ηὐχαρίστει. εἶτα τὴν ὑπαὐτὸν περιερχόμενος χώραν τοὺς νόμους τηρεῖν ἐνετέλλετο, καὶ κριτὰς πανταχοῦ καταστήσας δικαίως κρίνειν προσέταττε. Μωαβιτῶν δὲ καὶ Ἀμμανιτῶν προσλαβομένων καὶ Ἄραβας ἐπελθόντων αὐτῷ, ἐπεκαλεῖτο τὸν θεὸν εἰς βοήθειαν. προφήτης δέ τις ὑπερμαχῆσαι αὐτοῦ τὸν θεὸν εἶπε, καὶ κελεύει ἐξαγαγεῖν μὲν τὴν στρατιάν, μὴ συμμίξαι μέντοι τοῖς πολεμίοις, ἑστῶτας δὁρᾶν τὴν θεόθεν ἐπικουρίαν. ἴωθεν δἐξελθὼν μετὰ τῆς στρατιᾶς βασιλεὺς τῇ μὲν ἵστασθαι ἐνετέλλετο, τοὺς ἱερεῖς δὲ προεστάναι τοῦ στρατεύματος μετὰ τῶν σαλπίγγων, καὶ τοὺς Λευίτας καὶ τοὺς ὑμνῳδοὺς ἅδειν εὐχαριστήριον τῷ θεῷ. οἱ δὲ πολέμιοι κατἀλλήλων κινηθέντες ἀλλήλους ἀπέκτεινον, ὡς μηδένα σωθῆναι. Ἰωσαφὰτ δὲ εἰς διαρπαγὴν ἀφῆκε τῇ στρατιά τὴν τῶν ἐναντίων παρεμβολήν. ἐντεῦθεν ὡς τὸ θεῖον ἔχοντα σύμμαχον δείσαντες αὐτὸν οἱ ἀλλόφυλοι ἠρέμουν.
§2.15.2 Οχοζίας δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῖς ἑαυτοῦ γονεῦσιν εἰς πονηρίαν ὡμοίωτο. περὶ δὲ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ ἐπέσχον οἱ Μωαβῖται τοὺς φόρους, οὓς εἰσέφερον τῷ πατρὶ αὐτοῦ. νοσήσας δὲ πρὸς τὴν Ἀκκαρῶν θεόν, Μυῖαν ὠνομασμένην, ἔπεμψεν ἐρωτῶν ἑέ ἀναρρωσθήσεται. Ἠλίας δὲ τοῖς ἐσταλμένοις ὑπαντήσας ἀναστρέφειν ἐκέλευε καὶ λέγειν τῷ πέμψαντι πρὸς τὸν τῶν ἀλλοφύλων θεόν, ὡς τῷ Ἰσραὴλ μὴ ὄντος θεοῦ, ὅτι ἐκ τῆς κλίνης οὐκ ἀναστήσεται. καὶ οἱ ἄνδρες ἐπανελθόντες εἶπον ἤκουσαν. Ὀχοζίας δὲ τίς ταῦτα εἰρηκὼς εἴη ἠρώτα. τῶν δὲ μὴ εἰδέναι φησάντων, τὸ εἶδος τοῦ ἀνδρὸς ἐκείνου λέγειν ἀπῄτει αὐτούς. εἰπόντων δὲ δασὺν εἶναι καὶ ζώνην δερματίνην περιεζῶσθαι, συνῆκεν ὡς Ἠλίας ἦν. καὶ πέμψας πεντηκόνταρχον σὺν τοῖς ὑπαὐτὸν ἀχθῆναι τὸν προφήτην ἐκέλευσε. καὶ σταλεὶς ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους εὑρὼν αὐτὸν ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα. εὐξαμένου δὲ Ἠλιοὺ πῦρ οὐραυόθεν ῥυὲν διέφθειρε τὸν πεντηκόνταρχον καὶ τοὺς σὺν αὐτῷ. καὶ βασιλεὺς ἕτερον ἔστειλε πεντηκόνταρχον μετὰ τῶν πεντήκοντα· κἀκείνους ὁμοίως πῦρ οὐράνιον ἐδαπάνησε. καὶ αὖθις τρίτος ἐπέμφθη ταξίαρχος σὺν τοῖς ὑπαὐτόν. ὃς ἐπὶ τὸν προφήτην ἐλθών, πεσὼν προσεκύνησε καὶ παρῃτεῖτο τὴν ἐξ αὐτοῦ τιμωρίαν, λέγων ἄκων ἥκειν βασιλικῷ πεπεισμένος κελεύσματι, καὶ παρεκάλει αὐτὸν ἀπελθεῖν πρὸς τὸν βασιλέα. Ἠλιοὺ δέ, ἀγγέλου αὐτῷ πορευθῆναι εἰπόντος καὶ μὴ πτοεῖσθαι, κατῆλθεν ἐκ τοῦ ὄρους, καὶ ἀπελθὼν τῷ βασιλεῖ ἔφηἐπεὶ πρὸς ἀλλότριον θεὸν ἔστειλας ζητῶν εἰ ζήσεις, ἴσθι ὡς οὐκ ἀναστήσῃ ἐκ τῆς νόσου, ἀλλὰ τεθνήξῃ. ἀπέθανεν οὖν Ὀχοζίας κατὰ τὴν τοῦ προφήτου πρόρρησιν, τῷ ἀδελφῷ Ἰωρὰμ τὴν βασιλείαν καταλιπών. ὃς τὰς μὲν στήλας τοῦ Βάαλ, ἃς ἔστησεν Ἀχαὰβ πατὴρ αὐτοῦ, συνέτριψε, τἄλλα δὲ ἀσεβὴς καὶ πονηρὸς ἦν καὶ τοῖς γονεῦσι προσεοικώς.
§2.15.3 Ηλιοὺ δὲ ἀναλαμβάνεσθαι μέλλων ἐπορεύθη μετὰ Ελισσαιέ. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην τῇ μηλωτῇ αὐτοῦ τὸ ὕδωρ ἐπάταξε, καὶ διῃρέθη τὸ ὕδωρ, καὶ διῆλθον ἄμφω ἐπὶ ξηρὰς. εἶτααἴτησαιεἶπε Ελισσαιέτί ποιήσω σοι.” δὲ διπλῆν τὴν ἐν αὐτῷ τοῦ πνεύματος χάριν γενέσθαι ᾔτησεν ἐπαὐτόν. Ηλίας δὲ φορτικὸν εἶπεν εἶναι τὸ αἴτημα, “πλὴν εἰ ὄψει με ἀναλαμβανόμενον, γενήσεταί σοι.” ἔτι δὲ λαλούντων αὐτῶν ἅρμα ἔμπυρον σὺν ἵπποις ὁμοίοις ἐπέστη καὶ ἥρπασε τὸν Ἠλίαν. ἀναφερόμενος δὲ τὴν μηλωτὴν αὐτοῦ ἐπέρριψε τῷ Ἐλισσαιέ. καὶ ὃς λαβὼν αὐτὴν μηκέτι τὸν Ἠλίαν ὁρῶν ὑπέστρεψε. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην ἀπόπειραν ἐποιεῖτο εἰ ἔλαβε τὴν χάριν ὡς ᾔτησε, καὶ ἐπάταξε τὸ ὕδωρ τῇ μηλωτῇ· τὸ δὲ οὐ διῄρητο. καὶ εἶπεποῦ θεὸς Ἠλίου; καὶ ἐπάταξε πάλιν· καὶ διέστη τὸ ὕδωρ, καὶ διῆλθεν. ἰδόντες δὲ αὐτὸν υἱοὶ τῶν προφητῶν πεντήκοντα εἶπονἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἐλισσαιέ,” καὶ ἠκολούθησαν αὐτό. καὶ ἐζήτουν πορευθῆναι, ἐρευνήσοντες μήποτε ἦρε τὸν Ἠλίαν πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐφ᾿ ἓν τῶν ὀρέων τῶν βουνῶν· Ἐλισσαιὲ δὲ οὐκ ἐπέτρεπεν· ἐγκειμένων δ᾿ ἐκείνων κατένευσε. καὶ ἐπορεύθησαν πεντήκοντα ἄνδρες καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗρον. Ἐλισσαιὲ δὲ ἐν Ἱεριχῷ ἦν. καὶ ἦλθον οἱ ἄνδρες τῆς πόλεως πρὸς αὐτὸν δεόμενοι μεταβληθῆναι παρ᾿ αὐτοῦ τὰ ὕδατα τοῦ τόπου ἐκείνου πονηρὰ ὄντα καὶ ἀτεκνοῦντα. δὲ ἐν ἀγγείῳ καινῷ ἅλας αὐτῷ κομισθῆναι ἐζήτησε, καὶ κομισθέντος εἰς τὴν πηγὴν τῶν ὑδάτων καθῆκεν ἅλας ἐπικαλούμενος τὸν θεόν, καὶ τὰ ὕδατα ἐκ πικρίας εἰς γλυκύτητα μετεβλήθησαν καὶ οὐδὲν αὐτοῖς ἐναπέμεινε βλαβερόν. ἀπιόντος δέ που τοῦ προφήτου Ἐλισσαιὲ παιδάρια μικρὰ κατέπαιζον αὐτοῦ βοῶνταἀνάβαινε, φαλακρέ.” ἀλγήσας δ᾿ ἐπὶ τούτῳ κατηύξατο αὐτῶν. καὶ ἐξῆλθον ἄρκτοι ἀπὸ τοῦ ὄρους καὶ ἀπέκτειναν ἐκ τῶν παιδίων δύο καὶ τεσσαράκοντα.
§2.15.4–2.25.3
§2.15.4 Ἰωρὰμ δὲ υἱὸς Ἀχαὰβ μέλλων κατὰ Μωαβιτῶν ἐκστρατεύειν, Ἰωσαφὰτ τὸν βασιλέα τῆς Ἰουδαίας ἠξίου συμμαχῆσαι αὐτῷ. δὲ καὶ τὸν Ἰδουμαίων βασιλέα ὑπείκοντα αὐτῷ προσλαβέσθαι σύμμαχον ἐπηγγείλατο. ἑνωθέντες δ᾿ οἱ τρεῖς βασιλεῖς διὰ τῆς ἐρήμου ἀπῄεσαν ἐπὶ ἡμέρας ἑπτά. καὶ τὸ ὕδωρ ἐπέλειψε τοῖς στρατεύμασιν. ἦλθον οὖν πρὸς Ἐλισσαιὲ οἱ τρεῖς βασιλεῖς καὶ ἐδέοντο σώζειν αὐτοὺς καὶ τὴν στρατιάν. δὲ τῷ Ἰωρὰμ ἔφηπρὸς τοὺς τοῦ πατρός σου καὶ τῆς μητρός σου ἄπιθι προφήτας,” καὶ ὤμοσε μὴ ἂν ἀποκριθῆναι αὐτῷ εἰ μὴ διὰ Ἰωσαφάτ. εἶτα ψάλλοντά τινα κληθῆναι ἐκέλευσε. ψάλλοντος δ᾿ ἐκείνου πνεῦμα κυρίου ἐνέπνευσε τῷ προφήτῃ, καὶ ἐπέταξε βόθρους πολλοὺς ὀρύξαι παρὰ τὸν χείμαρρον·ὄψεσθε γάρἔφηπλήρη τὸν χείμαρρον οὔτε πνεύματος πνεύσαντος οὔθὑετοῦ γεγονότος, καὶ πίεσθε εἰς κόρον, καὶ τῶν ἐχθρῶν κυριεύσετε. καὶ μὲν οὕτως προείρηκεν· ἕωθεν δὲ τῇ ἐπαύριον χείμαρρος ὑδάτων ἐπέπληστο, καὶ πλημμύρας γενομένης ἅπαν τὸ πρόσωπον τῆς γῆς ἐκείνης τὸ ὕδωρ ἐκάλυψεν. ἀνατείλαντος δὲ τοῦ ἡλίου πυρώδους καὶ προσβαλόντος τοῖς ὕδασιν, ἐρυθρὰ ταῦτα πρὸς τὴν αὐγὴν τοῦ ἡλίου ἐφαίνοντο. οἱ οὖν Μωαβῖται ἐν τοῖς ὄρεσιν ἐστρατοπεδευκότες καὶ ὑψόθεν κατασκοποῦντες, αἷμα τὸ ὕδωρ ὑπολαβόντες, καὶ νομίσαντες τοὺς βασιλεῖς πρὸς ἀλλήλους μαχέσασθαι καὶ ἀποκτεῖναι ἀλλήλους τοὺς στρατιώτας αὐτῶν, ὥρμησαν ἀσυντάκτως εἰς τὴν τῶν σκύλων διαρπαγήν. καὶ τῶν ἐχθρῶν περιστάντων αὐτούς, οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἔφυγον. οἶ δὲ Ἰσραηλῖται διώκοντες εἰς τὴν Μωαβῖτιν ἐνέβαλον καὶ τάς τε πόλεις καθεῖλον καὶ τὴν χώραν ἠρήμωσαν. βασιλεὺς δὲ Μωὰβ εἰς τὴν πόλιν ἐπανελθών, τὸν πρωτότοκον υἱὸν αὐτοῦ ἐπὶ τὸ τεῖχος ἀναγαγὼν ἐξ ἀπογνώσεως ἔθυσε καὶ ὡλοκαύτωσε τῷ θεῷ. τοῦτο οἱ βασιλεῖς ἰδόντες καὶ τῆς ἀπογνώσεως ἐκεῖνον οἰκτείραντες ἔλυσαν τὴν πολιορκίαν. Ἰωσαφὰτ δὲ ἐπανελθὼν εἰς Ἱεροσόλυμα τελευτᾷ, ζήσας μὲν ἔτη ἑξήκοντα, βασιλεύσας δἐκ τούτων πέντε καὶ εἴκοσιν, ἀνὴρ γενόμενος θεοσεβής τε καὶ δίκαιος. πολλοὺς δὲ παῖδας λιπών, διάδοχον τῆς βασιλείας τὸν πρεσβύτατον ἐποιήσατο, Ἰωρὰμ κεκλημένον ὁμωνύμως τῷ Ἰσραηλιτῶν βασιλεῖ μητραδέλφῳ ὄντι αὐτοῦ.
§2.16.1 Εν Σαμαρείᾳ δὲ τῷ Ἐλισσαίῳ διάγοντι πρόσεισγυνή τις χήρα, ἀποκλαιομένη ὅτι χρεωστοῦσα καὶ μὴ ἔχουσα τὸ χρέος ἀποδοῦναι τοὺς υἱοὺς ἀφαιρεῖται παρὰ τοῦ δανειστοῦ, εἰς δούλους αὐῷ ἐσομένους. δὲ προφήτης τί ἐν τῷ οἴκῳ ἔχει ἠρώτα αὐτήν· δὲ οὐδὲν ἕτερον ἔφη βραχύτατον ἔλαιον. καὶ ἐνετείλατο αὐτῇ χρήσασθαι ἀγγεῖα πολλὰ καὶ ἐπιχεῖν ἐκ τοῦ ἐλαίου ἐν ἅπασι. πεποίηκε τὰ κελευσθέντα τὸ γύναιον, καὶ πάντα ἐλαίου ἐπλήσθησαν· καὶ ἀνήγγειλε τῷ προφήτῃ τὸ γεγονός. κἀκεῖνος ἀποδόσθαι τὸ ἔλαιον συνεβούλευσε καὶ ἀποτῖσαι τὸ χρέος καὶ τῷ περισσῷ εἰς διοίκησιν χρήσασθαι. ξενισθεὶς δὲ παρὰ τῆς Σουμανίτιδος καὶ ἐν τῇ οἰκίᾳ αὐτῆς ἀναπαυόμενος μὴ ἐχούσης παῖδα, προεῖπεν αὐτῇ συλλήψεσθαι καὶ τεκεῖν υἱόν. καὶ κατὰ τὴν τοῦ προφήτου πρόρρησιν ἔτεκεν. ἁδρυνθὲν δὲ τὸ παιδίον τέθνηκεν· δὲ γυνὴ πρὸς τὸν Ἐλισσαῖον εἰς τὸ Καρμήλιον ἀπελήλυθεν, καὶ πεσοῦσά παρὰ τοὺς πόδας αὐτοῦ τὴν συμφορὰν ἀπεκλαίετο. δὲ τῷ φοιτητῇ αὐτοῦ Γιεζὶ ἐνετείλατο ἀπελθεῖν, δοὺς αὐτῷ τὴν ἑαυτοῦ βακτηρίαν, ἵνα ἐπίθηται αὐτὴν τῷ τεθνεῶτι παιδί. καὶ γυνὴ ὤμοσε μὴ ὑποστρέψαι, εἰ μὴ αὐτὸς αὐτῇ συμπορεύσεται. ἐπείσθη οὑν προφήτης, καὶ ἀπελθὼν εὗρε τὸ παιδάριον ἀνακεκλιμένον ἐν τῇ κλίνῃ αὐτοῦ· καὶ προσευξάμενος ἀνέβη ἐπὶ τὴν κλίνην καὶ συνανεκλίθη τῷ παιδαρίῳ καὶ ἐνεφύσησεν εἰς αὐτό. καὶ ἑπτάκις οὕτω τοῦ προφήτου ποιήσαντος ἀνεζωώθη τεθνηκώς, καὶ ἔδωκεν αὐτόν τῇ μητρὶ αὐτοῦ ζῶντα. ἐκεῖθεν ἀπῆλθεν εἰς Γάλγαλα. καὶ ἦν λιμός, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἥκασι πρὸς αὐτόν. δὲ τῷ διακόνῳ αὐτοῦ ἐπέταξεν ἑτοιμάσαι αὐτοῖς ἕψημα. καὶ συνέλεξεν ἐκεῖνος ἐκ τοῦ ἀγροῦ λάχανα, οἶς καὶ τολύπη συναναμέμικτο· δὲ βοτάνη ἐστὶ δηλητήριος· καὶ ἑψήσας προσήγαγε τοῖς ἀνδράσιν. ἐσθίοντες δὲ ἐπέγνων τὴν τολύπην, καὶ πρὸς τὸν προφήτην ὡς τεθνηξόμενοι ἐξεβόησαν. δὲ ἄλευρον κελεύσας ἐμβαλεῖν εἰς τὸν λέβητα ἐπέτρεψε φαγεῖν, καὶ οὐδενί τι γέγονεν ἐκ τῆς τροφῆς πονηρόν. δ᾿ αὐτῷ τινος ἄρτους εἴκοσι καὶ παλάθας, ἐνετείλατο τῷ ὑπηρέτῃ αὐτοῦ παραθεἶναι τῷ λαῷ ταῦτα. τοῦ δέ, τί ἂν γένοιτο ταῦτα πρὸς ἄνδρας ἑκατόν, εἰρηκότος, δός εἶπεταῦτα, καὶ κορεσθήσονται γὰρ καὶ καταλείψουσι περισσεύματα.” καὶ εἰς ἔργον λόγος ἐγένετο.
§2.16.2 Νεεμὰν δὲ μέγας ὢν παρὰ τῷ βασιλεῖ Συρίας λελέπρωτο. καὶ νεάνιδος αἰχμαλωτισθείσης Ἰσραηλίτιδος γυνὴ Νεεμὰν δούλην ἔσχεν αὐτήν. ἥτις ἔφη πρὸς τὴν κυρίαν αὐτῆς ὡς ἑέ ἀπῆλθεν κύριός μου πρὸς τὸν προφήτην Ἐλισσαιέ, ἀπηλλάγη ἂν τῆς νόσου αὐτοῦ. δὲ τῷ ἀνδρὶ τοὺς λόγους ἀπήγγειλε τῆς νεάνιδος, καὶ Νεεμὰν τὰ λαληθέντα τῷ βασιλεῖ Συρίας ἀνήνεγκε. καὶ βασιλεὺς ἐπιστολὴν ἐκτίθεται περὶ τοῦ θεραπευθῆναι τὸν Νεεμὰν πρὸς τὸν βασιλέα τοῦ Ἰσραήλ. Νεεμὰν δὲ λαβὼν δέκα Τάλαντα ἀργυρίου καὶ ἑξάκις χιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς, ἐπορεύθη ἐπὶ Σαμάρειαν καὶ τὴν ἐπιστολὴν τῷ βασιλεῖ ἐνεχείρισεν. δὲ ἀναγνοὺς αὐτὴν διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτιπρόφασιν καθἡμῶν βασιλεὺς Συρίας ζητεῖ.” Ἐλισσαιὲ δὲ ταῦτα μαθώνἐλθέτω πρός με Νεεμάνμεμήνυκε τῷ βασιλεῖ Ἰσραήλ. καὶ ἐλθόντι στείλας δεδήλωκεν ἀπελθεῖν εἰς τόυ Ἰορδάνην καὶ λούσασθαι ἑπτάκις, καὶ οὕτω τῆς λέπρας ἀπαλλαγήσεσθαι. ὠργίσθη δὲ Νεεμὰν ὅτι μὴ ἐξῆλθε πρὸς αὐτὸν προφήτης καὶ ηὔξατο καὶ ἐπέθετο αὐτῷ τὴν χεῖρα, καὶ ἀγανακτῶν ὑπεχώρει, λέγων οὐκ εἰσὶ παρἡμῖν ποταμοὶ ὑπὲρ τὸν Ἰορδάνην; πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι.’ ὑποχωροῦντι δὲ εἶπον αὐτῷ οἱ θεράποντεςποίησον τὸν τοῦ προφήτου λόγον, ῥᾴδιον ὄντα.” καὶ κατέβη Νεεμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐκαθαρίσθη· καὶ ἀναστρέψας ηὐχαρίστει τό προφήτῃ, καὶ μὴ εἶναι θεὸν ἕτερον ὡμολόγει παρὰ τὸν ἐν τῷ Ἰσραήλ, καὶ ἠξίου αὐτὸν λαβεῖν τι ἐξ ὧν ἐκόμιζεν· δὲ ἆπηνήνατο. καὶ ὑπέστρεψε Νεεμάν. Γιεζὶ δὲ κατεδίωξεν αὐτὸν καὶ εἶπεν προφήτης ἀπέστειλέ με λήψεσθαι ἀπὸ σοῦ τάλαντον ἀργυρίου καὶ δύο στολάς, δοθησόμενα δεομένοις τισὶν ἄρτι προσελθοῦσιν αὐτῷ.” καὶ ἔδωκεν αὐτῷ Νεεμάν· καὶ ὑπέστρεψε Γιεζὶ πρὸς Ἐλισσαιέ, ἔγνω δὲ προφήτης εἴργαστο τῷ Γιεζί, καὶ εἶπεν αὐτῷ ὅτι ἔλαβες τὸ ἀργύριον καὶ τὰ ἱμάτια ἀπὸ τοῦ Νεεμάν, λέπρα ἐκείνου κολληθήσεται σοὶ καὶ τῷ σπέρματί σου.” καὶ ἐξῆλθε λελεπρωμένος.
§2.16.3 Οἱ υἱοὶ δὲ τῶν προφητῶν οἱ μετὰ Ἐλισσαίου ἐπορεύθησαν εἰς τόν Ἰορδάνην τεμεῖν ξύλα, ὡς ἂν ποιήσωσιν ἑαυτοῖς σκηνάς· καὶ Ἐλισσαῖος αὐτοῖς συμπεπόρευτο. τεμνόντων δὲ τὰ ξύλα ἑνὸς τὸ τῆς ἀξίνης σιδήριον ἐνέπεσεν εἰς τὸν ποταμόν. καὶ τῆς ἀξίνης κύριος τὸν προφήτην ἐπεκαλέσατο, καὶ τὸν τόπον ὑπέδειξεν αὐτῷ ἐν κατέδυ σίδηρος. δὲ ξύλον λαβὼν ἐνέβαλεν ἐκεῖ. καὶ ἀνέδυ τὸ σιδήριον, καὶ ἐπιπολάσαν ἔλαβεν αὐτὸ ἀπολέσας αὐτό.
§2.16.4 Ο δὲ βασιλεὺς Συρίας ἐνέδραν ἐκάθισεν, ἴν ἕλῃ τὸν βασιλέα τὸν Ἰωράμ. ἀπέστειλε δὲ προφήτης πρὸς Ἰωρὰμ φυλάττεσθαι αὐτῷ ἐντελλόμενος καὶ μὴ ἀπιέναι πρὸς θήραν. καὶ μὲν οὐκ ἐξῄει, Ἄδερ δὲ τῆς ἐπιβουλῆς ἁμαρτὼν τοὺς οἰκείους ὑπώπτευέ γίνεσθαι προδότας τῶν βεβουλευμένων αὐτῷ. σησάντων δ᾿ ἐκείνων οὐκ αὐτούς, ἀλλὰ τὸν προφήτην Ἐλισσαῖον μηνύειν αὐτῷ τὰ ἀπόρρητα, στέλλει ἐν Δοθαῒν στράτευμα, ἵν᾿ αὐτὸν λάβοιεν. ἰδὼν δὲ τὸν λαὸν κύκλῳ τῆς πόλεως τοῦ προφήτου διάκονος, περιδεὴς ἀφίκετο πρός αὐτὸν ἀπαγγέλλων τὸ πρᾶγμα. δέμὴ δέδιθι ἴφη, καὶ ἱκέτευσε τὸν θεὸν δεῖξαι τῷ διακόνῳ αὐτοῦ ὅπως φυλάττεται παραὐτοῦ. καὶ δέδωκεν θεὸς τῷ θεράποντι τοῦ προφήτου χάριν ἰδεῖν αὐτὸν ἄρμασι καὶ ἵπποις πυρίνοις κεκυκλωμένον. ἠμαύρωσε δὲ προσευξάμενος προφήτης καὶ τὰ ὄμματα τῶν ἐχθρῶν, καὶ ἐξελθὼν πρὸς αὐτοὺς ἔφη ἀκολουθεῖτέ μοι καὶ δώσω τὸν Ἐλισσαῖον ὑμἰν.” οἶ δὲ εἵποντο καὶ τὰς ὄψεις βεβλαμμένοι καὶ τὴν διάνοιαν. ἀπαγαγὼν δὲ αὐτοὺς εἰς Σαμάρειαν περιστῆσαι αὐτοῖς τὴν αὐτοῦ δύναμιν τῷ βασιλεῖ ἐνετείλατο. καὶ τὸν θεὸν ᾔτει περιαιρεθῆναι τὴν ἀχλὺν ἐκ τῶν ὀμμάτων αὐτῶν. περιαιρεθείσης δὲ εἶδον ἑαυτοὺς οἱ Σύροι μέσον περιειλημμένους τῶν πολεμίων. Ἐλισσαῖος δὲ οὐδένα ἐπιθέσθαι αὐτοῖς παρεχώρησε, ξενίσαι δὲ μᾶλλον καὶ ἀπολῦσαι ἀπαθεῖς συνεβούλευσε. φιλοτίμως οὖν Ἰωρὰμ ἑστιάσας αὐτοὺς κατὰ τὸν τοῦ προφήτου λόγον ἀφῆκεν. οἱ δὲ ἀπῆλθον καὶ τὰ γεγονότα τῷ ἑαυτῶν βασιλεῖ διηγήσαντο· καὶ ἐξεπλάγη.
§2.17.1 Μετὰ ταῦτα δὲ πανστρατιᾷ παρελθὼν εἰς Σαμάρειαν βασιλεὺς Συρίας ἐπολιόρκει αὐτήν. καὶ ἐγένετο λιμὸς σφοδρότατος ἐν αὐτῇ, ὥστε κεφαλὴν ὄνου πεντήκοντα νομισμάτων ἀργύρου πραθῆναι, καὶ ξέστην κόπρου περιστερῶν πέντε νομισμάτων ὁμοίων. τοῦ δὲ βασιλέως Ἰωρὰμ περιιόντος τὸ τεῖχος ἐβόησε γύναιον ‘‘σῶσον, βασιλεῦ.” δὲ νομίσας τροφὴν αἰτεῖν τὴν γυναῖκα ‘‘πόθεν σε σώσωβλασφημήσας αὐτὴν ἔφημήτε ἅλωνός μοι μήτε ληνοῦ ὑπαρχούσης;” τῆς δὲ κρίσιν αἰτεῖν εἰπούσης, λέγειν ἐπέτρεψε. καὶ γυνήσυνθήκαςεἶπενἐθέμην μεθἑτέρας γυναικὸς γειτνιώσης μοι θῦσαι τὰ τέκνα ἡμῶν καὶ ἀνὰ μίαν ἡμέραν ἀλλήλας θρέψαι. κἀγὼ μὲν τὸ ἐμὸν ἔθυσα, δὲ παραβαίνει τὰ ὡμολογημένα.” τούτων ἀκούσας βασιλεὺς ὑπερήλγησε καὶ τὴν ἐσθῆτα διέρρηξε, καὶ κατὰ τοῦ προφήτου ἐξώργιστο , ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι τὴν κάκωσιν, καὶ τὸν ἀποκτενοῦντα αὐτὸν ἔπεμψεν. Ἐλισσαῖος δὲ τοῖς φοιτηταῖς ὁμιλῶν προεῖπεν αὐτοῖς ὅτι τοῦ φονέως υἱὸς κτανεῖν με ἀπέστειλεν, ἀλλὑμεῖς τὴν θύραν κλείσαντες κωλύσατε τὴν εἴσοδον τῷ σφαγεῖ· ἕψεται γὰρ μεταμεμελημένος βασιλεύς. καὶ οἱ μὲν κατὰ τὸν τοῦ προφήτου λόγον ἐποίησαν, Ἰωρὰμ δὲ μεταβουλευσάμενος σπεύδων πρὸς τὸν προφήτην ἀφίκετο καὶ ᾐτιᾶτο αὐτὸν ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι σφίσι τὰ λυπηρά. δέαὔριονἔφηδύο σάτα κριθῆς πραθήσεται σίκλου, καὶ σεμιδάλεως σάτον σίκλου. καί τις τῶν ἑπομένων τῷ βασιλεῖ ἄπιστα ἔφη λέγεις, προφῆτα.” δέὄψει μένἔφητὰ ἐπηγγελμένα, οὐκ ἀπολαύσεις δὲ αὐτῶν διὰ τὴν ἀπιστέαν. κατὰ δὲ τὴν νύκτα ἐκείνην κτύπον ἁρμάτων, ἕππων τε καὶ ὅπλων, καὶ πλήθους ἀλαλαγμὸν ἐνεποίησεν θεὸς τῶν Σύρων ταῖς ἀκοαῖς. οἱ δὲ συμμαχικὸν προσλαβέσθαι πολὺ τὸν Ἰωρὰμ οἰηθέντες καὶ ἐπέρχεσθαι σφίσι, λιπόντες τὸ στρατόπεδον περιδεῶς ἀπεδίδρασκον. λεπροὶ δὲ τέσσαρες ἄνδρες ἔξω τῆς πόλεως ἦσαν, τοῦ νόμου τοὺς λεπροὺς κελεύοντος ἐξωθεῖσθαι τῶν πόλεων. οἱ γοῦν λεπροὶ ἐκεῖνοι ἤδη φθειρόμενοι τῷ λιμῷ προσελθεῖν τῇ τῶν Σύρων παρεμβολῇ ἐβουλεύσαντο, λέγοντες ὡς φείσονται ἡμῶν καὶ τραφέντες ζησόμεθα, ἀναιρεθέντες τόν κακῶν ἀπαλλαγησόμεθα.” ἧκον οὖν ὄρθρου πρὸς τὸ τῶν Σύρων στρατόπεδον, καὶ οὐδεὶς αὐτοῖς ἑωρᾶτο· παρῆλθον εἰς μίαν σκηνήν, καὶ κενὴν ἀνθρώπων κατέλαβον· ἐξ ἐκείνης εἰς ἑτέραν μετέβησαν, ἔρημον οὖσαν εὑρήκασι· καὶ εἰς πλείους δὲ μεταβάντες ὡς οὐδενὶ ἐνετύγχανον, πρῶτον μὲν ἔφαγόν τε καὶ ἔπιον, εἶτα χρυσίον τε καὶ ἀργύριον καὶ ἱμάτια λαβόντες ἐκεῖθεν ἔκρυψαν, καὶ οὕτως εἰς τὴν πόλιν ἐλθόντες τὸ γεγονὸς ἀνεκήρυττον. δὲ βασιλεὺς ἀκούσας ἐνέδραν εἶπεν εἶναι τοῦτο τῶν πολεμίων, καὶ μὴ προιέναι διεκελεύετο, τοὺς δὲ κατασκοπήσοντας ἔπεμψεν. οἳ ἀπελθόντες ἐνέτυχον μὲν οὐδενὶ παρὰ τὴν ὁδόν, πλήρη δὲ αὐτὴν ἱματίων καὶ σκευῶν εὕρισκον. ταῦτα μαθὼν βασιλεὺς διαρπάσαι τὴν παρεμβολὴν τῷ πλήθει ἐπέτρεψεν. ὅθεν τοσαύτη ἀφθονία ἐγένετο τῶν ἀναγκαίων ὡς δύο σάτα κριθῆς σίκλου πωλεῖσθαι, σάτον δὲ τὸ δὲ σάτον ἐστὶν Ἰταλικὸν ἡμιμέδιμνον. μόνος δὲ τῆς ἀφθονίας ἐκείνης οὐκ ἀπώνατο τοῦ βασιλεώς τριστάτης, κατὰ τὸν τοῦ προφήτου λόγον, ὃς τῇ αὐτοῦ προρρήσει ἠπίστησε· συρρεύσαντος γὰρ τοῦ πλήθους ἐπὶ τὴν πύλην τῆς πόλεως συνεπατήθη καὶ τέθνηκεν.
§2.17.2 Ο δὲ βασιλεὺς Δαμάσκου μετὰ ταῦτα ἐνόσησε. καὶ Ἐλισσαῖος ἀπῆλθε τότε πρὸς Δαμασκόν· καὶ ἤκουσεν νοσῶν περὶ τοῦ προφήτου, καὶ ἀπέστειλεν Ἀζαὴλ τὸν ἐντιμότερον τῶν θεραπόντων αὐτοῦ πρὸς αὐτόν, ἐρωτῶντα εἰ ζήσεται. ἔπεμψε δὲ αὐτῷ καὶ δῶρα πολλά. ἐρωτηθεὶς δὲ προφήτης τεθνήξεσθαι μὲν τὸν νοσοῦντα βασιλέα προεῖπε, τῷ Ἀζαὴλ ἐνετέλλετο μηδὲν ἐκείνῳ εἰπεῖν· αὐτὸς δὲ ἔκλαιε. καὶ ἐρωτηθεὶς παρὰ τοῦ Ἀζαὴλ τοῦ κλαυθμοῦ τὴν αἰτίαν, θρηνεῖν ἔφη προορῶν ὅσα ἐκ σοῦ συμβήσεται τοῖς Ἰσραηλίταις δεινά· σὺ γὰρ βασιλεὺς ἔσῃ Συρίας. ὑποστρέψας δὲ Ἀζαὴλ πρὸς τὸν κύριον αὐτοῦ ἀπήγγειλε φάναι τὸν προφήτην ὡς ζήσεται. τῇ δἐπιούσῃ δίκτυον αὐτῷ ἐπιβαλὼν διάβροχον, τὸν μὲν ἀπέπνιξεν, αὐτὸς δὲ τῆς βασιλείας ἐπείληπτο.
§2.18.1 δὲ τοῦ Ἰοῦδα βασιλεὺς Ἰωράμ, γὰρ αὐτὴ κλῆσις ἀμφοῖν τοῖν βασιλέοιν προσῆν, εἰς ἀσέβειαν ἐξεκυλίσθη παρὰ τῆς γυναικὸς αὐτοῦ Γοθολίας, θυγατρὸς οὔσης τοῦ Ἀχαάβ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀνεῖλε καὶ τοὺς πατρῴους θεράποντας, καὶ τὸν λαὸν συνασεβεῖν αὐτῷ κατηνάγκαζεν. οὕτω δὲ βιοῦντι προφήτης ἐπέστειλε, μηνύων αὐτῷ τὸν ἐσόμενον ὄλεθρον καὶ τὴν τῶν γυναικῶν αὐτοῦ καὶ τῶν τέκνων φθορὰν διὰ τὴν ἀσέβειαν καὶ τὴν τοῦ λαοῦ κάκωσιν· καὶ εἰς ἔργον ἐξέβησαν, Ἀράβων ἐπιστρατευσάντων τῇ Ἰουδαίᾳ, ἑνὸς τῶν υἱῶν αὐτοῦ περισωθέντος τοὐ Ὀχοζίου. Ἰωρὰμ δὲ μετὰ ταῦτα νοσήσας, ὡς προφήτης προείρηκε, βιαίως ἐξέψυξε, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ ὀκτώ. δ᾿ ἀρχὴ τῷ υἱῷ αὐτοῦ Ὀχοζίᾳ περιελήλυθεν.
§2.18.2 Ἰωρὰμ δὲ τῷ ἑτέρῳ, τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, κατὰ τῶν Σύρων στρατεύσαντι συνέβη τοξευθῆναι ἐν τῷ πολέμῳ. καὶ μὲν ἀνεχώρησε θεραπευθησόμενος τὴν πληγήν, ἡγεμόνα τῆς στρατιᾶς καταλείψας Ἰηοῦν τὸν τοῦ Ἀμασῆ· Ἐλισσαῖος δἕνα τῶν μαθητῶν ἔπεμψε χρίσοντα εἰς βασιλέα τὸν Ἰηοῦν, ὡς τοῦ C θεοῦ αὐτὸν ᾑρημένου. δἐλθὼν ἰδίᾳ τῶν ἄλλων ἀπολαβὼν τὸν Ἰηοῦν, ὡς δή τι λέξων αὐτῷ μυστικώτερον , εἰς τὸ ταμιεῖον εἰσδὺς τὸ ἔλαιον κατέχεε τῆς αὐτοῦ κεφαλῆς, φήσας αἱρεῖσθαι τὸν θεὸν εἰς βασιλέα αὐτόν, ἵνἀφανίσῃ τὸ γένος τοῦ Ἀχαάβ. καὶ μὲν ἄμα τε εἶπε καὶ ἐκ τοῦ ταμιείου σπουδαίως ἐξέδραμε, πυνθανομένων δὲ τῶν σὺν αὐτῷ τί ἂν βούλοιτο καλέσας αὐτόν, καὶ μεμηνότι παρεικαζόντων ἐκεῖνον, “ὀρθῶς ἐκρίνατεἔφη, “ἐπεὶ καὶ λόγους μοι μεστοὺς μανίας ἀπήγγειλεν· εἴρηκε γὰρ βασιλέα με χειροτονεῖν τὸν θεόν.’ καὶ λαὸς ἀκούσας ταῦτα σαλπίζων ἀνηγόρευε βασιλέα τὸν Ἰηοῦν. δὲ αὐτίκα τοὺς λογάδας τῶν ἰππέων παραλαβὼν ἐξώρμησεν, ἵν ἀθρόον ἐπέλθῃ τοῖς περὶ τὸν Ἰωράμ. τοῦ δὲ σκοποῦ τῷ Ἰωρὰμ ἱππεῖς ἥκειν φήσαντος, ἔστειλέ τινα ἐκεῖνος ἐρωτῶντα τί ἂν βούλοιντο. Ἰηοῦς δὲ μηδὲν ἀποκριθεὶς ἕπεσθαι αὐτῷ προετρέπετο. εἶτα καὶ δεύτερον ἔστειλεν· οὐδἐκείνου δὲ ἀναστρέψαντος, αὐτὸς Ἰωρὰμ τοῦ ἄρματος ἐπιβάς, σὺν Ὀχοζίᾳ ἐλθόντι πρὸς ἐπίσκεψιν αὐτοῦ, ἀδελφῆς αὐτοῦ ὄντι υἱῷ, συνήντησεν ἐν ἀγρῷ Ναβουθαὶ τῷ Ἰηοῦ, καὶ ἤρετο περὶ τῆς στρατιᾶς ὅπως ἔχει· δὲ βλασφημίας αὐτοῦ κατέχεεν. Ἰωρὰμ δὲ στραφεὶς ἀπεδίδρασκε δεδιώς. καὶ Ιηοῦς τὸ τόξον ἐντείνας βάλλει αὐτόν. καὶ τοῦ ἅρματος ἐκπεσὼν τέθνηκε, καὶ ἐρρίφη εἰς τὸν τοῦ Ναβουθαὶ ἀγρὸν κατὰ τὴν πρόρρησιν Ἠλιού, ἣν πρὸς Ἀχαὰβ ἐποιήσατο. καὶ Ὀχοζίαν δὲ φεύγοντα ἐτόξευσεν Ἰηοῦ, καὶ ἐκ τῆς πληγῆς μετὰ μικρὸν ἐτελεύτησεν, ἕνα βασιλεύσας ἐνιαυτόν. Ἰεζάβελ δ᾿ ἐκτον πύργου προκύπτουσα, κεκαλλωπισμένη πρὸς τὸ ἐπαγωγότερον, “ἀγαθός εἶπεδοῦλος ὃς τὸν δεσπότην ἀνεῖλεν.” Ἰηοὺ δὲ ἄνωθεν αὐτὴν ῥῖψαι τοῖς εὐνούχοις προσέταξε. καὶ καταφερομένης αὐτῆς περιερράνθη τὸ τεῖχος τῷ αἵματι· δὲ τέθνηκεν. Ἰηοὺ δὲ ταφῆναι αὐτὴν προστάξαντος διὰ τὸ γένος αὐτῆς τὸ βασίλειον, οἱ προσταγέντες οὐδὲν εὗρον ἐκ τοῦ σώματος αὐτῆς μόνα ὀστᾶ· ὑπὸ γὰρ κυνῶν διεσπάρακτο, ὡς Ἠλιοὺ προεφήτευσεν.
§2.18.3 Ἦσαν δ᾿ ἐν Σαμαρεέᾳ τῷ Ἀχαὰβ υἱοὶ ἑβδομήκοντα. ἐπέστειλεν οὖν Ἰηοὺ τοῖς ἄρχουσι Σαμαρείας καὶ τοῖς παιδαγωγοῖς τῶν υἱῶν Ἀχαάβ, δηλῶν τὸν κρείττω τούτων βασιλεῦσαι αὐτούς. πειρώμενος δὲ τῶν ἀνδρῶν ἔγραψε ταῦτα. οἱ δὲ αὐτὸν ἔχειν δεσπότην ἀντέγραψαν. καὶ αὖθις ἐπέστειλεν Ἰηού, εἰ δουλείαν ὁμολογοῦσιν αὐτῷ, τὰς κεφαλὰς πάντων τῶν παίδων τοῦ Ἀχαὰβ κομίσειν αὐτῷ. κἀκεῖνοι τὸ ἐπιταχθὲν πεποιήκασιν. δὲ πρὸ τῆς πύλης τῆς πόλεως τεθῆναι τὰς κεφαλὰς ἐν δυσὶ τόποις ἐκέλευσε. καὶ τούτου γενομένου προελθώνἐγὼ μὲνεἶπετὸν βασιλέα ἀνῄρηκα, οὗτοι δὲ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου ἀπώλοντο·καὶ πάντας δὲ τοὺς συγγενεῖς Ἀχαὰβ ἐρευνήσας ἀπέκτεινεν Ἰηού. ἀπιόντι δὲ αὐτῷ εἰς Σαμάρειαν συναντᾷ Ἰωναδάβ, καὶ προσειπὼν εὐλόγησεν αὐτὸν ὅτι ἐξωλόθρευσε τὸ γένος τοῦ Ἀχαάβ.
§2.18.4 Εἶτα ἵνα μή τις λάθῃ τῶν ψευδοπροφητῶν καὶ τῶν ἱερέων τοῦ Βάαλ, θυσίαν ἐκήρυξε μέλλειν θῦσαι πολυτελῆ, καὶ πάντας τοὺς ἱερεῖς τοῦ Βάαλ καὶ τοὺς προφήτας παρεῖναι ἐκέλευσεν· εἰ δέ τις μὴ παρείη, θάνατον εἶναί οἱ ἔφη τὸ ἐπιτίμιον. ἀθροισθεῖσι δὲ ἐνδύματα δούς, καὶ μετ᾿ αὐτῶν εἰς τὸν οἶκον ἀπελθὼν τοῦ Βάαλ, μή τινα αὐτοῖς ἕτερον ἀναμεμῖχθαι προσέταξεν. τῶν δὲ μηδένα παρεῖναι φησάντων ἕτερον, στρατιώτας περιέστησεν ἔξω, κελεύσας ἀποκτεῖναι τοὺς ἔνδον. οἳ ἐκείνους τε πάντας ἀνεῖλον καὶ τὸν οἶκον τοῦ Βάαλ ἐνέπρησαν καὶ τὴν στήλην αὐτοῦ· τὰς δὲ χρυσᾶς δαμάλεις οὐ περιεἷλεν . δὲ θεὸς αὐτῷ ἐπηγγείλατο τὸν οἶκον ἐξαφανίσαντι Ἀχαὰβ ἐπὶ τετάρτην γενεὰν τῶν παίδων αὐτοῦ διαρκέσειν τὴν βασιλείαν.
§2.19.1 Οὕτω μὲν οὖν τὸ γένος ἐξωλοθρεύθη τοῦ Ἀχαάβ· δὲ θυγάτηρ ἐκείνου Γοθολία, Ὀχοζίᾳ συνῴκει τῷ τῆς Ἱερουσαλὴμ βασιλεῖ, θανόντος ἐκείνου τῆς βασιλείας Ἰούδα ἐγκρατής οὖσα, σπούδασμα ἔθετο καὶ αὐτὴ τὸ γένος ἐξολοθρεῦσαι τὸ τοῦ Δαβίδ. καὶ χωρὶς ἑνὸς ἀπέκτεινεν ἅπαντας. γὰρ ἀδελφὴ Ὀχοζίου Ἰωσαβεὲ καλουμένη, ἀναιρουμένων τῶν υἱῶν τοῦ ἀδελφοῦ αὐτῆς, ἠδυνήθη ἔνα νήπιον ὄντα, ὄνομα Ιωάς, ἀποκρύψαι, καὶ ἔτρεφεν αὐτὸν ἐπὶ ἔτη ἒξ λεληθότως. ἐν δὲ τῷ ἑβδόμῳ Ἰωδαὲ ἀρχιερεύς, συνῴκει Ἰωσαβεέ, προσκαλεσάμενός τινας τῶν ἑκατοντάρχων, ὑπέδειξεν ἐκείνοις τὸν Ἰωάς, καὶ κοινολογησάμενος τοῖς ἀνδράσι πείθει τῇ μὲν Γοθολίᾳ ἐπαναστῆναι, τῷ δὲ παιδὶ τὴν πατρῴαν βασιλείαν ἐπανασώσασθαι. οἳ καὶ ὅρκοις τὰς ὁμολογίας πιστώσαντες ἀπῆλθον καὶ συνήθροισαν τοὺς ἱερεῖς καὶ Λευίτας καὶ φυλάρχους πρὸς τὸν Ἰωδαέ. δὲ αὐτοῖς τὸν Ιωὰς ἐνεφάνισε λέγωνοὗτος ὑμῖν βασιλεὺς ἐκ σπέρματος τοῦ Δαβίδ.” καὶ τὸ ἱερὸν περιεκύκλωσε τῷ λαῷ, μέσον δὲ στήσας τὸν Ἰωὰς διάδημά τε αὐτῷ περιέθετο καὶ τὸ τῆς χρίσεως ἔλαιον καταχέας αὐτοῦ βασιλέα ἀπέδειξε· καὶ λαὸς ἐπευφήμησε. τῆς δὲ βοῆς Γοθολία ἀκούσασα, τῶν βασιλείων τεθορυβημένη ἐξέθορεν, ἑπομένης αὐτῇ καὶ τῆς στρατιὰς. ἐλθοῦσαν δὲ εἰς τὸ ἱερὸν τὴν μὲν ἐντὸς οἱ ἱερεῖς είσεδέξαντο, τοῖς δὲ περὶ αὐτὴν τὸ πλῆθος ἀπεῖρξε τὴν εἴσοδον. δὲ τὸν παῖδα ἐστεμμένον ἰδοῦσα ἠπείλησεν ἀνελεῖν τοὺς τὴν ἀρχὴν αὐτῆς ἐπικεχειρηκότας. Ἰωδαὲ δὲ τοῖς ἑκατοντάρχαις ἐπέτρεψεν ἔξω τὴν Γοθολίαν ἑλκύσαντας ἀναιρῆσαι. καὶ οἶ μὲν οὕτως ἐποίησαν, Ἰωδαὲ δὲ τόν τε βασιλέα καὶ τὸν λαὸν ὥρκωσε τιμᾶν τὸν θεὸν καὶ τοὺς νόμους τηρεῖν(??) καὶ ἐπελθόντες αὐτίκα τῷ τοῦ Βάαλ ναῷ κατέσκαψάν τε αὐτὸν καὶ τὰ ἰνδάλματα τοῦ Βάαλ συνέτριψαν καὶ τὸν ἱερέα ἀπέκτειναν. τὸν δὲ βασιλέα ἐγκαθιστᾶσιν εἰς τὰ βασίλεια, ἑπταέτη τότε τυγχάνοντα. τῷ δὲ ἀρχιερεῖ Ἰωδαὲ τήν τε πρὸς τὸ θεῖον πίστιν τηρεῖσθαι καὶ τοὺς νόμους φυλάττεσθαι σφόδρα ἐμέλησεν.
§2.19.2 Ηβήσας μέντοι βασιλεὺς καὶ γυναῖκας ἠγάγετο δύο. τοῦ δὲ ναοῦ καθαιρεθέντος ἔν τισι μέρεσι παρὰ Γοθολίας, Ιωὰς ἀνἀνακαινίσαι αὐτὸν προτεθύμητο. καὶ τὸν ἱερέα καλέσας Ἰωδαὲ ἐκέλευσε πέμψαι τοὺς αἰτήσοντας ἐκ πάσης τῆς χώρας εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ ὑπὲρ ἑκάστης κεφαλῆς ἀργυρίου ἡμίσικλον. Ιωδαὲ δὲ φορτικὸν τοῦτο τῷ λαῷ συνεὶς λογισθήσεσθαι, ἑτέρως μέτεισι τῶν χρημάτων τὸν ἔρανον. κιβώτιον γάρ τι κατασκευάσας πάντοθεν κεκλεισμένον, τρῆμά τι πεποίηκεν ἄνωθεν ἐν αὐτῷ, καὶ ἔθετο αὐτὸ παρὰ τὸν ναόν, καὶ ἠξίου ἐμβάλλειν διὰ τοῦ τρήματος ὅσον ἑκάστῳ ἦν πρὸς βουλῆς εἰς ἀνακαινισμὸν τοῦ ναοῦ. ὅτι γοῦν εἰς τὴν ἑκάστου προαίρεσιν ἀνεῖτο τὸ δοθησόμενον, ἀνεπαχθῶς τε τὴν δόσιν πεποίηντο καὶ ἐφιλοτιμοῦντο περὶ τὴν τῶν χρημάτων καταβολήν, ὥστε πολὺ χρυσίον ἀθροισθῆναι καὶ πλεῖστον αργυριον, ἐξ ὣν τε ναὸς ἐπεσκευάσθη καὶ σκεύη πολλὰ πρὸς τὰς θυσίας εἰργάσθησαν, αἱ φιλότιμοι μέχρις ἐβίω Ἰωδαὲ προσήγοντο τῷ θεῷ. ἐκείνου δὲ δικαίως καὶ κατὰ νόμον ζήσαντος ἔτη ἑκατὸν πρὸς τριάκοντα καὶ οὕτω τὸν βίον ἐκλελοιπότος, ἀμελῶς περὶ τὴν εἰς τὸ θεῖον διετέθη τιμὴν βασιλεὺς Ἰωάς, καί οἶ καὶ οἱ φύλαρχοι καὶ οἶ ἄλλως ἐξάρχοντες τοῦ πλήθους συνδιεφθάρησαν, καὶ προφητῶν δὲ διαμαρτυρομένων αὐτοῖς περὶ τῆς εἰς θεὸν ἀσεβείας, οἱ δὲ οὐκ ἐπαύσαντο. Ζαχαρίου δὲ τοῦ υἱοῦ τοῦ ἀρχιερέως Ἰωδαὲ προφητεύοντος καὶ παραινοῦντος τὸν βασιλέα καὶ τὸν λαὸν κατὰ νόμους ζῆν, Ἰωὰς χαλεπήνας καταλευσθῆναι αὐτὸν ἐκέλευσεν. ἀναιρούμενος δὲ προφήτης δικάσαι τὸν θεὸν ηὔξατο ἀνθὅτου τῆς ζωῆς στερεῖται παρὰ τοῦ εὐεργετηθέντος ἐκ τοῦ πατρὸς αὐτοῦ. καὶ μέντοι καἰ ταχέως ἐδίκασεν· γὰρ τῶν Σύρων βασιλεὺς Ἀζαὴλ ἐπελθὼν ἐπολιόρκει τὴν Ἱερουσαλήμ. δὲ πάντας τοὺς θησαυροὺς τούς τε θείους καὶ τοὺς βασιλικοὺς ἀφελόμενος καὶ ὅσα ἐν ἀναθήμασι, τῷ Ἀζαὴλ παρέσχετο· ὃς τῷ πλήθει τῶν χρημάτων ἡσθεὶς τῆς πολιορκίας ἀπέσχετο.
§2.19.3 Τοῖς δὲ Ἰσραηλίταις Σύρος οὗτος ἐπιτιθέμενος ἐκάκου αὐτοὺς σφόδρα. Ἰηοὺ δὲ τῶν Ἰσραηλιτῶν βασιλεύς, παραβάτης τῶν θείων γεγονὼς ἐντολῶν,
§2.20.1 καὶ βασιλεύσας ἴτη εἴκοσι καὶ ἑπτά, τέθνηκεν τῆς βασιλείας δὲ ἐπελάβετο Ἰωάχαζ υἱὸς αὐτοῦ. οὗ βασιλεύοντος τῶν Σύρων ἀρχηγὸς τὴν χώραν ἐκάκωσε, πόλεις τε πολλὰς αὐτοῦ κατασχὼν τὴν στρατιὰν αὐτοῦ μαχαίρας ἔργον πεποίηκεν. ἐν τούτω δὲ Ἰωάχαζ τοῦ θεοῦ δεηθεὶς σωτηρίαν εὕρατο καὶ ἀνακωχὴν τῶν δεινῶν. ἑπτακαίδεκα δὲ ·βασιλεύσας ἔτη θνήσκει, διάδοχον τῆς βασιλείας ἐσχηκὼς Ἰωὰς τὸν υἱόν, ὁμωνυμοῦντα τῷ τῆς Ἰούδα φυλῆς βασιλεύοντι. οὐχ ὅμοιος δὲ τῷ πατρὶ Ἰωὰς οὗτος ἐγένετο, ἀγαθὸς δέ. ὃς καὶ τοῦ Ἐλισσαίου νοσήσαντός τε καὶ θνήσκοντος ἐθρήνει, πατέρα αὐτὸν καὶ ὅπλον καλῶν, ὡς δι᾿ αὐτοῦ κρατῶν τῶν ἐχθρῶν. δὲ προφήτης παρεμυθεῖτο αὐτόν· καὶ τόξον ἐκέλευε λαβόντα βέλη βαλεῖν. τρισσάκις δὲ τοῦ βασιλέως τοξεύσαντος καὶ παυσαμένου, εἶπεν Ἐλισσαῖοςεἰ μὲν πλείω ἀφῆκας βέλη, ἐξέκοψας ἂν ῥιζόθεν τὴν τῶν Σύρων ἀρχήν· νῦν δ᾿ ἰσαρίθμους τοῖς βέλεσι νίκας νικήσεις αὐτούς, καὶ τὴν χώραν ἣν ἐκεῖνοι ἀφείλοντο ἐπανασώσεις σου τῇ ἀρχῇ.” εἶτα προφήτης ἐξέλιπε καὶ ἔτυχε ταφῆς μεγαλοπρεποῦς. λῃσταὶ δέ τινα ἀνελόντες εἰς τὸν τάφον τοῦ προφήτου αὐτὸν ἔρριψαν· καὶ ἀνέζησεν ῥιφεὶς καὶ ἀνέστη. ἀπέθανε δὲ καὶ Ἀζαὴλ βασιλεὺς Συρίας ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἄδερ· συμβαλὼν Ἰωὰς τῶν Ἰσραηλιτῶν βασιλεύς, καὶ τρισσάκις ἡττήσας, ἐπανεσώσατο τῷ Ἰσραὴλ τὴν χώραν καὶ τὰς πόλεις ἃς Ἀζαὴλ ἀφείλετο τοῦ Ἄδερ πατήρ.
§2.20.2 Ἰωὰς δὲ βασιλεὺς Ἰούδα ἐτῶν μὲν ὢν ἑπτὰ ὅτε ἀνερρήθη, βασιλεύσας δὲ ἐνιαυτοὺς τεσσαράκοντα, ἐτελεύτησεν, ἀναιρεθεὶς παρὰ τῶν θεραπόντων αὐτοῦ. καὶ τὴν βασιλείαν τῆς Ἱερουσαλὴμ υἱὸς αὐτοῦ Ἀμεσίας περιεζώσατο, εὐσεβὴς γεγονώς, ἐτῶν ὢν ὅτε τῆς ἀρχῆς ἐπέβη πέντε καὶ εἴκοσιν, ἠνυκὼς δὲ τὴν βασιλείαν ἐπ᾿ ἐνιαυτοὺς ἐννέα καὶ εἴκοσι. καὶ τοὺς ἀνελόντας τὸν πατέρα αὐτοῦ κολάσας, τοὺς ἐκείνων παῖδας ἀθῴους ἀφῆκε κατὰ τὸν νόμον, λέγονταοὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, οὐδὲ μέντοι διὰ πατέρας υἱοί.” ὃς καὶ κατὰ τῶν Ἰδουμαίων καὶ Ἀμαληκιτῶν στρατεύσας συμμάχους ἐκ τῶν Ἰσραηλιτῶν ἐμισθώσατο. προφήτης δέ τῖς καταλιπεῖν τοὺς συμμάχους αὐτῷ συνεβούλευε καὶ μετὰ μόνων τῶν οἰκείων διαθέσθαι τὸν πόλεμον. πεισθεὶς ἀπέλυσε τοὺς Ἰσραηλίτας, καὶ τὸν μισθὸν αὐτοῖς χαρισάμενος. συμβαλὼν οὖν τοῖς ἀλλοφύλοις ἐνίκησεν. οἱ δ ἀπολυθέντες σύμμαχοι ὀργισθέντες τήν τε χώραν τῶν Ἰουδαίων κατέδραμον καὶ πολλοὺς ἀνεῖλον. Ἀμεσίας δὲ διὰ τὸ εὐτύχημα φρονηματισθείς, καὶ ἀσεβήσας εἰς θεόν, διεπέμψατο πρὸς Ἰωὰς τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀπαιτῶν πρὸς αὐτὸν ἥξειν, ὡς ὑποκεῖσθαί οἱ ὀφείλοντα, ἀπογόνῳ Δαβὶδ καὶ Σολομῶντος τυγχάνοντι. δὲ ἀνταπέστειλε μηνύων αὐτῷ ὡςτὴν κέδρον ἄκνος ἠξίου κῆδος ἐπὶ τοῖς παισὶ τοῖς οἰκείοις ποιήσασθαι. ἐν τοσούτῳ δὲ τὰ θηρία τοῦ ἀγροῦ παρερχόμενα συνεπάτησαν τὴν ἄκνον, καὶ ἀπώλετο. τοῦτό σοι ἀρκετὸν εἰς παράδειγμα· καὶ μὴ ὅτι εὐτύχησας πατάξας τοὺς ἀλλοφύλους μέγα φρόνει, μηδὲ τὸν λαόν σου καὶ ἑαυτὸν εἰς κινδύνους συνώθει.” πρὸς ταῦτα ὀργισθεὶς Ἀμεσίας στρατεύει κατὰ τοῦ Ἰωάς. φόβος δἐμπίπτει τῇ αὐτοῦ στρατιᾷ, καὶ τρέπεται εἰς φυγήν· μονωθεὶς δὲ Ἀμεσίας συλλαμβάνεται βάνεται παρὰ τῶν πολεμίων καὶ ἀπάγεται πρὸς τὸν Ιωάς. δὲ δέσμιον ἄγων αὐτὸν ἦλθεν εἰς Ἱερουσαλήμ, καὶ καθελὼν τοῦ τείχους μέρος, εἰσήλασε διὰ τοῦ καθαιρεθέντος εἰς τὴν πόλιν ἐφἅρματος, καὶ ἀφείλετο τούς τε ἱεροὺς θησαυροὺς καὶ ὅσα ἐν τοῖς βασιλείοις ἀπέκειτο. καὶ λύσας τὸν Ἀμεσίαν ἐπανῆλθεν εἰς τὴν Σαμάρειαν. καὶ βασιλεύσας τὰ πάντα ἔτη ἑξκαίδεκα τελευτᾷ. καὶ ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς αὐτοῦ. Ἀμεσίας δὲ μετὰ ταῦτα ἐπιβουλευθεὶς ἀνῃρέθη, ζήσας τέσσαρας ἐνιαυτοὺς καὶ πεντήκοντα, βασιλεύσας δὲ εἴκοσι καὶ ἐννέα. ἐχρίσθη δὲ βασιλεὺς υἱὸς αὐτοῦ Ὀζίας, ἐτῶν ὑπάρχων ἑξκαίδεκα.
§2.21.1 Ἱεροβοὰμ δὲ υἱὸς Ἰωὰς ἀσεβὴς ἐγένετο καὶ παράνομος. καὶ τοιοῦτος δὲ ὤν, τοῦ θεοῦ τὸν Ἰσραηλίτην λαὸν ἐλεήσαντος ταπεινωθέντα, τοῖς Σύροις πολεμήσας ἐνίκησε, τοῦ προφήτου Ἰωνᾶ αὐτῷ τὴν νίκην προαγορεύσαντος.
§2.21.2 Τοῦτον τὸν προφήτην ἀπέστειλεν θεὸς εἰς Νινευὶ τὴν πόλιν κηρύξοντα καταστροφὴν αὐτῆς καὶ τὴν τῶν Νινευιτῶν ἐξολόθρευσιν. δὲ οὐκ ἀπῄει, ἀλλ᾿ ἀπεδίδρασκεν εἰς πλοῖον ἐμβάς. κλύδωνος δὲ γεγονότος ναῦς ἐκινδύνευε. καὶ κλήρῳ τῶν ἐμπλεόντων πειρωμένων γνῶναι τὸν αἴτιον, κληροῦται Ἰωνᾶς. καὶ ὅστις εἴη ἀνακρινόμενος ἐκεῖνος τὰ καθ᾿ ἑαυτὸν διηγήσατο, καὶ ἐμβαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν προετρέπετο·οὐ γὰρ ἂν ἄλλωςἔλεγετὸν κίνδυνον διαφύγοιτε.” μὲν οὖν ἐρρίφη, δὲ κλύδων ἐκόπασε. κῆτος δὲ τὸν προφήτην καταπιὸν μετὰ τρεῖς ἡμέρας καὶ ἴσας νύκτας ζῶντα καὶ σῷον αὐτὸν ἐξήμεσεν. δὲ συγγνώμην ᾔτει τὸν θεὸν διὰ τὴν παρακοήν, καὶ ἐπέμφθη πάλιν κηρύξαι προσετέτακτο. δὲ ἀπελθὼν μετὰ τρεῖς ἡμέρας τὴν Νινευὶ καταστραφῆναι ἐκήρυξεν. δὲ τῆς πόλεως βασιλεὺς καὶ λαὸς ἅπας τῷ προφήτῃ πιστεύσαντες ἀπέκλιναν εἰς μετάνοιαν καὶ τὸν θεὸν ἱκέτευον ἐλεῆσαι αὐτούς. καὶ ὃς τῇ μετανοίᾳ τοῦ πλήθους καμφθεὶς ἀπέστρεψε τὸν ὄλεθρον ἀπ᾿ αὐτῶν.
§2.21.3 Ἱεροβοὰμ δὲ τεσσαράκοντα πρὸς τῷ ἑνὶ βασιλεύσας ἐνιαυτοὺς θνήσκει. καὶ μετ᾿ αὐτὸν ἐκράτησε τῆς ἀρχῆς Ἀζαρίας παῖς αὐτοῦ.
§2.21.4 δὲ βασιλεὺς Ἰερουσαλὴμ Ὀζίας εὐσεβὴς τὰ πρὸς θεὸν καὶ τὰ πρὸς τοὺς ὑπηκόους δίκαιος ἦν· διὸ καὶ πολλοὺς τῶν ἀλλοφύλων ἐνίκησε καὶ ὑποφόρους ἐποίησεν. εὐδαιμονήσας δὲ καὶ τυφωθεὶς ἐκπέπτωκε τοῦ καθήκοντος. καὶ ὡς ἱερεὺς στολισθεὶς ἐπὶ τοῦ χρυσοῦ βωμοῦ θυμιάσαι τῷ θεῷ ἐπεχείρησεν· κωλυόντων δαὐτὸν τοῦ ἀρχιερέως Ἀζαρίου καὶ τῶν ἱερέων καὶ μὴ παρανομεῖν παραινούντων, θάνατον αὐτοῖς ἠπείλησεν, εἰ μὴ ἡσυχάσαιεν. ἐν τούτῳ φῶς οἶον ἐπιλάμψαν ἐν τῷ ναῷ καὶ τῇ τοῦ βασιλέως ὄψει προσβαλὸν λέπραν ἐποίησε καταὐτῆς ἐξανθῆσαι. οἱ δἱερεῖς τὴν συμφορὰν ἐδήλουν τῷ βασιλεῖ καὶ ἐξιέναι τῆς πόλεως συνεβούλευον. καὶ οὕτως ζήσας χρόνον τινά, ὑπἀθυμίας ἀπέθανε, βασιλεύσας ἔτη δύο καὶ πεντήκοντα, ζήσας δὲ τὰ πάντα ἑξήκοντα πρὸς ὀκτώ, τὴν ἀρχὴν παραδοὺς τῷ υἱῷ αὐτοῦ Ἰωάθαμ.
§2.21.5 Ἀζαρίας δὲ τοῦ Ἱεροβοὰμ ἐπὶ ἕξ βᾶσἓξ ἐύς ἃς μῆνας τῶν Ἰσραηλιτῶν ἀπέθανεν ἀσεβῶς βιούς, δολοφονηθεὶς ὑπὸ Σελούμ. Σελοὺμ δὲ ἐφἡμέρας βασιλεύσας τριάκοντα ἀνῃρέθη παρὰ Μαναΐμ, βασιλεύσαντος ἐπὶ τὸν Ἰσραὴλ ἀνταὐτοῦ. ἀραμένου δὲ πόλεμον πρὸς αὐτὸν Φουὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, χίλια δοὺς αὐτῷ τάλαντα ἀργυρίου, ἐκ τοῦ λαοῦ ἠρανίσατο, τὸν πόλεμον διελύσατο. ἐπὶ ἴτη δὲ βασιλεύσας δέκα Μαναΐμ, ἀσεβής τε καὶ ἀπηνὴς γεγονώς, τέθνηκε, τὴν βασιλείαν διαβιβάσας εἰς τὸν υἱὸν Φακεσίαν. ἀσεβὴς δὲ καὶ οὗτος καὶ ὠμὸς γεγονὼς ἀνῃρέθη δολοφονηθεὶς παρὰ Φακεὲ τοῦ υἱοῦ Ῥομελίου, βασιλεύσαντος ἀντὶ τοῦ ἀναιρεθέντος, ἀσεβῶς καὶ αὐτοῦ καὶ παρανόμως ἀνύσαντος τὴν ἀρχήν. ὅτε καὶ Θαιγλαφαλασὰρ τόν Ἀσσυρίων βασιλεὺς τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν ἐπελθὼν πόλεις τε πολλὰς κατεστρέψατο καὶ αἰχμαλωσίαν ἀπήγαγεν εἰς τὴν ἑαυτοῦ χώραν οὐκ εὐαρίθμητον. δὲ τοῦ Ὀζίου υἱὸς Ἰωάθαμ βασιλεὺς Ἱερουσαλὴμ εὐσεβὴς τυγχάνων δίκαιος, τῆς τε πόλεως καὶ τοῦ ναοῦ ἐπεμέλετο καὶ τοὺς Ἀμμανίτας ὑποφόρους ἔθετο, μάχῃ νικήσας αὐτούς. Ναοὺμ δὲ τότε προφητεύων περὶ τῆς τῶν προεῖπε καταστροφῆς· καὶ πρόρρησις ἐκείνου ἔργον ἐγένετο ἑκατὸν καὶ πεντεκαίδεκα παρελθόντων ἐνιαυτῶν. τῷ δ᾿ Ἰωάθαμ ἐπέλιπε τὸ βιώσιμον ζήσαντι μὲν ἔτη πρὸς ἑνὶ τεσσαράκοντα, δέκα δἐπὶ ἒξ βασιλεύσαντι.
§2.22.1 Μετέπεσε δὲ τῆς Ἱερουσαλὴμ ἀρχὴ εἰς τὸν ἐκείνου υἱόν, ἀσεβήσαντα πρὸς θεὸν καὶ τοὺς αὐτοῦ νόμους παραβάντα· εἰδώλοις γὰρ προσεκύνει καὶ βωμὸν αὐτοῖς ἐν Ἱεροσολύμοις ἀνέστησε καὶ παῖδα οἰκεῖον αὐτοῖς ὡλοκαύτωσε. καθοὗ Ῥαασὼν τῶν Σύρων ἡγεμονεύων καὶ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακεὲ συμπνεύσαντες ἐπολιόρκουν αὐτὸν ἐν Ἱερουσαλὴμ ἐπὶ μακρόν. καὶ μὲν Ῥαασών, πόλεων ἑτέρων κρατήσας, τοὺς αὐτῶν οἰκήτορας ἀνελὼν καὶ Σύρους ἐγκατοικίσας αὐταῖς ἐπανῆλθεν εἰς Δαμασκόν· Ἄχας δέ, μόνου περιλειφθέντος τοῦ Φακεέ, συμμίξας αὐτῷ ἥττητο, δώδεκα μυριάδας ἀποβαλὼν τοῦ λαοῦ καὶ πολλοὺς τῶν ἐπισήμων καὶ τὸν υἱόν. Φακεὲ δὲ ἀνέζευξεν εἰς Σαμάρειαν αὐτὸς καὶ στρατιὰ αὐτοῦ, αἰχμαλώτων πλῆθος πολὺ εἰς τὴν ἑαυτῶν μετοικίσαντες. προφήτης δέ τις ἐν Σαμαρείᾳ πρὸ τῶν τειχῶν ὑπαντήσας αὐτοῖς ἐμέμφετο ὡς συγγενεῖς αἰχμαλωτίσασι καὶ συνεβούλευεν ἐλευθερῶσαι αὐτούς· οἶ δὲ πεισθέντες ἀφῆκαν τοὺς αἰχμαλώτους. Ἄχαζ δὲ τὸν Ἀσσυρίων βασιλέα ἠξίου αὐτῷ κατὰ τῶν Σύρων καὶ τῶν Ἰσραηλιτῶν. δἧκε καὶ τήν τε χώραν τῶν Σύρων ἐπόρθησε καὶ τὴν Δαμασκὸν εἶλε καὶ τὸν Ῥαασὼν ἀνεῖλε καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν καταδραμὼν πλεέστους αἰχμαλώτους ἀπήγαγεν. δὲ Ἄχαζ ἀμοιβὴν ὑπὲρ τούτων τῷ Θαιγλαφαλασὰρ τούς τε βασιλικοὺς δέδωκε θησαυροὺς καὶ ὅσα τῷ ἱερῷ ἐναπέκειντο. εἰς τοσοῦτον δἠσέβησεν ὡς μὴ μόνον τοὺς τῶν ἀλλοφύλων σέβειν θεούς, ἀλλά καὶ τὸν ναὸν ἀποκλεῖσαι καὶ συλῆσαι τὰ αὐτοῦ ἀναθήματα. οὕτω δὲ βιοὺς ἐτελεύτησεν ἕξ καὶ τριάκοντα ζήσας ἔτη, βασιλεύσας δ᾿ ἑξκαίδεκα, Ἐζεκίᾳ τῷ υἱῷ τὴν βασιλείαν λιπών. συνέβη δὲ καὶ τῶν Ἰσραηλιτῶν βασιλέα τότε θανεῖν κατἐπιβουλὴν Ωσηέ. καὶ οὗτος δὲ πονηρὸς ἦν· διὸ καὶ στρατεύσαντος καταὐτοῦ τοῦ τῶν Ἀσσυρίων βασιλέως Σαλμανασὰρ ἐδουλώθη αὐτῷ, φόρους τελεῖν ἐτησίως ἐπιταχθείς.
§2.22.2 Εζεκίας δὲ εὐσεβὴς ὢν καὶ δίκαιος, ἐκκλησιάσας τοὺς ἱερεῖς καὶ Λευίτας ἀνοῖξαι τὸ ἱερὸν ἐνετείλατο καὶ θύειν ὡς νόμος αὐτοῖς, καὶ τὸν λαὸν μηδὲν τῆς τοῦ θείου τιμῆς ἐκέλευε προτιμᾶν. ἔστειλε μέντοι καὶ πρὸς πάσαν τὴν χώραν μετακαλούμενος ἅπαντας τὴν τῶν ἀζύμων ἑορτὴν ἑορτάσοντας, ἐπὶ μακρὸν μὴ τελεσθεῖσαν διὰ τὰς τῶν κρατούντων παρανομίας. καὶ τοῖς Ἰσραηλίταις προυτρέπετο τὸν πατρῷον σέβειν θεὸν κατὰ τὴν πάλαι συνήθειαν. οἱ δὲ οὐκ ἐπείσθησαν ἀλλὰ καὶ τοὺς προφήτας ταὐτὰ παραινοῦντας ἐφόνευσαν. τινὲς δὲ πεισθέντες μετηνέχθησαν εἰς εὐσέβειαν καὶ εἰς Ἰερουσαλὴμ συνέδραμον εἰς προσκύνησιν τοῦ θεοῦ. καὶ βασιλεὺς Ἐζεκίας μετὰ τῶν ἡγεμόνων τοῦ λαοῦ ἀπελθὼν εἰς τὸ ἱερόν, ἔθυσε διὰ τῶν ἱερέων θυσίας πολυτελεῖς, καὶ τῷ λαῷ μετέδωκε ζῴων πρὸς εὐωχίαν πολλῶν, καὶ τοῖς ἱερεῦσιν ἐξελθεῖν εἰς τὴν χώραν καὶ ἁγνίσαι αὐτὴν ἐνετείλατο. εἶτα κατὰ τῶν ἀλλοφύλων πόλεμον ἦρε καὶ πόλεις εἷλεν αὐτῶν.
§2.22.3 δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσηὲ εἰς συμμαχίαν προσεκαλέσατο Σωβὰ τὸν βασιλέα Αἰγύπτου κατὰ τῶν Ἀσσυρίων. γνοὺς Σαλμανασὰρ ὠργίσθη· καὶ ἐπὶ τρισὶν ἔτεσιν ἐπολιόρκησε τὴν Σαμέρειαν, καὶ κατέσχε τὴν πόλιν καὶ τὴν βασιλείαν ἠφάνισε, καὶ τὸν λαὸν αἰχμαλωτίσας μετῴκισεν εἰς τὴν ἰδίαν χώραν, καὶ αὐτὸν τὸν βασιλέα τῶν Ἰσραηλιτῶν Ὠσηὲ. καὶ μεταναστεύσας ἐκ τῆς οἰκείας χώρας ἕτερα ἔθνη ἀπό τινος τόπου Χούθου καλουμένου μετῴκισεν εἰς Σαμάρειαν καὶ εἰς τὴν χώραν αὐτῆς. μετήχθησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν μετὰ ἐνακόσια τεσσαράκοντα ἑπτὰ ἔτη ἐξ ὅτου τὴν Αἴγυπτον λιπόντες ἐξήλθοσαν, μετὰ δὲ διακόσια τεσσαράκοντα καὶ μῆνας ἑπτὰ ἐξ ὅτου καταλιπόντες τὸν Ῥοβοὰμ εἴλοντο ἑαυτοῖς εἰς βασιλέα τὸν Ἱεροβοάμ. οἱ δὲ μετοικισθέντες ἐντἐς εἰς τὴν Σαμάρειαν, Χουθαῖοι καλούμενοι ἐκ τοῦ τόπου ἐν κατῴκουν τὸ πρὶν ἐν Πέρσιδι, πέντε ὄντες ἔθνη, τοὺς ἰδίους θεοὺς καὶ αὖθις ἐθρήσκευον. ὡς μὲν οὖν τετάρτη τόν Βασιλειῶν λέγει, λέοντας ἐξήγειρεν θεὸς καὶ διέφθειρε πολλοὺς ἐξ αὐτῶν· ὡς δὲ Ἰώσηπος ἱστορεῖ, λοιμὸς αὐτοῖς ἐνέσκηψε. γνόντες δὲ κατὀργὴν τοῦ θεοῦ ἐπιέναι αὐτοῖς τὰ κακά, τοὐ σφετέρου βασιλέως ἐδέοντο ἱερεῖς στεῖλαι αὐτοῖς ἐκ τῶν Ἰσραηλιτῶν, ἵν᾿ αὐτοὺς τὴν τῶν Ἑβραίων θρησκείαν μυήσωσιν· οὑ γενομένου ἐπαύσατο φθορά. καλοῦνται δὲ παρὰ μὲν τῶν Ἑβραίων Χουθαῖοι, πρὸς δὲ τῶν Ἑλλήνων Σαμαρεῖται.
§2.23.1 Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἐζεκίου τοῦ τῆς Ἱερουσαλὴμ βασιλέως τῶν Ἀσσυρίων βασιλεύων Σεναχηρεὶμ ἐπῆλθε τῇ Ἰουδαίᾳ καὶ πάσας εἶλε τὰς πόλεις τῶν δύο φυλῶν. δείσας δὲ Εζεκίας περὶ τῇ Ἱερουσαλήμ, διαπέμπεται πρὸς αὐτὸν ὑπισχνούμενος διδόναι φόρον ὃν ἂν ἐπενέγκοι. Σεναχηρεὶμ δὲ τριακόσια μὲν ἀργύρου τάλαντα, χρυσοῦ δὲ τριάκοντα ᾔτησε, καὶ πίστεις ἐνωμότους παρέσχεν μὴν ἀναχωρήσειν, εἰ ταῦτα λάβοι. λαβὼν δὲ αὐτὸς μὲν ἐπΑἰγυπτίους ὥρμησε καὶ Αἰθίοπας, τὸν δ᾿ ἀρχιστράτηγον αὐτοῦ Ῥαψάκην σὺν δυσὶ στρατηγοῖς ἑτέροις καὶ δυνάμει βαρείᾳ κατέλιπε τὴν Ἱερουσαλὴμ ἐκπορθήσοντας. οἱ δὲ πρὸ τῶν τειχῶν βαλόμενοι χάρακα ἐντυχεῖν ἐζήτουν τῷ Ἐζεκίᾳ. ἀλλἐκεῖνος μὲν ἀπεδειλίασεν ἐξελθεῖν, τρεῖς δὲ τιμωμένους τῶν ὑπαὐτὸν ἔπεμψε. κἀκεῖνοι εἰ ἐπὶ τοὺς Αἰγυπτίους πέποιθεν Ἐζεκίαςἔφησαν, “μωραίνει ἐπἐσῆς ἀνθρώπῳ καλαμίνῃ ῥάβδῳ ἐρειδομένῳ, καὶ αὐτῇ τεθλασμένῃ, οὐδὲν ἤμυνε τῷ κατέχοντι, ἀλλαὐτός τε συμπέπτωκε καὶ κάλαμος τὴν αὐτοῦ χεῖρα διέτρησε. τοιοῦτός ἐστι Φαραὼ Αἰγύπτιος.’ ταῦτα ἑβραϊστὰ Ῥαψάκης τοῖς πεμφθεῖσιν ὡμίλει. οἱ δὲ τῇ τῶν Σύρων διαλέκτῳ ὁμιλεῖν αὐτοῖς ἠξίουν αὐτόν, ἵνα μὴ τὸ πλῆθος τῶν λεγομένων συνίησιν. δὲ μᾶλλον τὴν φωνὴν ἐπάρας ἑβραϊστὶ πάλιν ἔλεγεν εἰς ἐπήκοον πάντωνμὴ ἀπατάτω ὑμὰς Ἐζεκίας λέγων , κύριος ῥύσεται ἡμᾶς. μὴ ἐρρύσατο Σαμάρειαν;” καὶ ἀπήγγειλαν ταῦτα τῷ Ἐζεκίᾳ. δὲ ἀκούσας διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον, καὶ πεσὼν ἐδέετο τοῦ θεοῦ, βοήθειαν ἐπ᾿ ἀνελπίστοις αἰτῶν· καὶ πρὸς Ἡσαΐαν τὸν προφήτην πέμψας παρεκάλει αὐτὸν δέεσθαι τοῦ θεοῦ ἵν᾿ ἵλεως ἔσοιτο τῷ λαῷ. δὲ ἀμαχητὶ τοὺς πολεμίους προέλεγεν ἡττηθήσεσθαι καὶ τὸν Σεναχηρεὶμ κτανθῆναι ἄπρακτον ἀπ᾿ Αἰγύπτου ἐπανελθόντα. ἐπέστειλε δὲ καὶ Σεναχηρεὶμ τῷ Ἐζεκίᾳμὴ ἐπαιρέτω σε θεός σου ἐφ᾿ πέποιθας μὴ παραδοθῆναι τὴν Ἱερουσαλὴμ εἰς χεῖράς μου· ἀναλόγισαι ποῦ εἰσιν οἱ βασιλεῖς τῶν ἐθνῶν οὓς διέφθειραν οἱ πατέρες μου.” ταύτην τὴν ἐπιστολὴν ἀναγνοὺς Ἐζεκίας κατέθετο εἰς τὸ ἱερὸν καὶ ἱκέτευσε τὸν θεόνἴδελέγωνκύριε, καὶ ἄκουσον τοὺς λόγους Σεναχηρείμ, οὓς ἔστειλεν ὀνειδίζων σε τὸν ζῶντα θεόν, καὶ σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ.” Ἡσαΐας δὲ παρεθάρρυνε τὸν βασιλέα, ἐπακοῦσαι φάσκων αὐτοῦ τὸν θεόν. καὶ τῇ νυκτὶ ἄγγελος ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἀνεῖλεν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας, καὶ μεθ᾿ ἡμέραν νεκρὰ τὰ τούτων σώματα εὑρέθησαν. καὶ ἀπῆρε τὸ περιλειφθὲν τῆς στρατιᾶς ἐξ Ἱερουσαλήμ. Σεναχηρεὶμ δὲ πολιορκῶν τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν, μυῶν ἐν νυκτὶ μιᾷ καταφαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ τῶν ὅπλων αὐτῶν. τοῦτο ἐν μὲν τῇ τῶν Βασιλειῶν οὐκ ἀναγράφεται βίβλῳ, Ἰώσηπος δὲ ἱστορεῖ ἐν Ἡροδότῳ εὑρών. τὸν δὲ Βηρωσὸν τὰ Χαλδαϊκὰ συγγραψάμενον φάσκειν φησὶν ὡς ἐπανελθὼν Σεναχηρεὶμ ἀπὸ τοῦ τῶν Αἰγυπτίων πολέμου κατέλαβε τὴν σὺν τῷ ῾Ραψάκῃ στρατιὰν εἰς Ἱεροσόλυμα· καὶ τοῦ θεοῦ λοιμώδη νόσον ἐνσκήψαντος τοῖς Ἀσσυρίοις , ἐν μιᾷ νυκτὶ μυριάδες ὀκτωκαίδεκα φθείρονται καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. δείσας οὖν ἐκεῖνος περὶ τῇ λοιπῇ στρατιᾷ, ἀπαίρει ἐκεῖθεν μετὰ τῆς περιλειφθείσης δυνάμεως καὶ ἄπεισιν εἰς Νινευί. καὶ μετὀλίγον ἐπιβουλευθεὶς παρὰ τῶν πρεσβυτέρων παίδων ἀνῃρέθη, τῶν μὲν ἀνῃρηκότων αὐτὸν φυγόντων, Ναχορδὰν δὲ τοῦ υἱοῦ αὐτοῦ τὴν ἀρχὴν διαδεξαμένου. Ἐζεκίας δὲ τοῦ φόβου ἀπαλλαγεὶς τῷ θεῷ ηὐχαρίστει. καὶ μετὀλίγον νοσήσαντι αὐτῷ προσελθὼν Ἠσαίας κατ᾿ ἐντολὴν τοῦ θεοῦ εἶπε τάξαι τῷ οἴκῳ σου· οὐ γὰρ ζήσῃ.” τῷ δὲ τοῦ θνήσκειν ἐλπίς, καὶ ὅτι παῖδας μὴ ἔχων ἔρημον ἔμελλε τὴν βασιλείαν καταλιπεῖν γνησίας διαδοχῆς, ἐποίει μείζω τὴν συμφοράν 9 καὶ ἀθυμῶν ἐπὶ τούτοις ἔκλαυσε, ζωὴν ἐπιδαψιλευθῆναι αὐτῷ ἐξαιτούμενος τὸν θεόν. ἐλθὼν δὲ αὖθις Ἠσαίας ὑγείαν αὐτῷ μετὰ τρίτην ἡμέραν εὐαγγελίζεται καὶ προσθήκην ζωῆς ἐτῶν πεντεκαίδεκα. δὲ τὸ ὑπερφυὲς τοῦ θαύματος λογιζόμενος, σημεῖον ᾔτει τὸν προφήτην δείξαι αὐτῷ εἰς πίστωσιν τῶν ἐπηγγελμένων. τοῦ δὲ προφήτου τὸν θεὸν ἱκετεύσαντος σημεῖον γενέσθαι, ἤδη ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ἥλιος καὶ σκιὰν ποιήσας, ἐπίστρεψεν εἰς τὰ ὀπίσω δέκα ἀναβαθμούς. ἐντεῦθεν Εζεκίας τῆς νόσου ἀπήλλακτο. δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλαδὰν πρὸς Ἐζεκίαν πρεσβείαν ποιησάμενος καὶ δῶρα στείλας, σύμμαχον αὐτὸν ἔχειν καὶ φίλον ἠξίου. δὲ τοῖς πρέσβεσι τοὺς θησαυροὺς ὑπέδειξε καὶ τὰ ὅπλα καὶ πᾶσαν τὴν βασιλικὴν πολυτέλειαν, καὶ ἀνταποστείλας δῶρα τῷ Βαβυλωνίῳ ἀπέλυσεν αὐτούς. Ἡσαΐας δὲ εἶπε τῶ Ἐζεκίαἐλεύσονται ἡμέραι, καὶ πλοῦτος ὃν ἐθεάτρισας εἰς Βαβυλῶνα μετατεθήσεται, καὶ οἱ υἱοί σου ἔσονται εἰς εὐνούχους τῷ βασιλεῖ Βαβυλῶνος.” Ἐζεκίας δέ, ἐπεὶ μὴ διαπεσεῖν τὸν λόγον τοῦ θεοῦ δυνατόν, ‘‘ἔστωφησίνεἰρήνη ἐν ταῖς ἡμέραις μου.” ἐπιβιοὺς δὲ τὸν προστεθέντα αὐτῷ χρόνον εἰρηνικῶς θνήσκει, πεντηκοστὸν καὶ τέταρτον ἔτος ἀνύσας ἐν τῇ ζωῇ, ἐννέα δὲ βασιλεύσας καὶ εἴκοσι.
§2.23.2 Διαδεξάμενος δὲ τὴν ἀρχὴν υἱὸς αὐτοῦ Μανασσῆς πᾶν εἶδος κακίας καὶ ἀσεβείας πρότερον ἐπεδείξατο, μιάνας τε τὸν ναὸν καὶ μηδὲ τῶν προφητῶν φεισάμενος. ὀργισθεὶς δὲ διὰ ταῦτα θεὸς τὴν τῶν Βαβυλωνίων στρατιὰν κατὰ τῆς Ἰουδαίας ἐκίνησεν, τήν τε χώραν ἐληίσατο καὶ τὸν Μανασσῆν ἐχειρώσατο. δὲ συνεὶς ἑαυτὸν τῆς συμφορᾶς αἴτιον, ἀπέκλινεν εἰς μετάνοιαν καὶ ἱκέτευε τὸν θεὸν λῦσαί οἶ τὰ δυσχερῆ. καὶ θεὸς ἐπακούσας αὐτοῦ λύει τε τῆς αἰχμαλωσίας αὐτὸν καὶ εἰς τὴν βασθκειαν άποκαθίστησιν. ἐπανελθὼν δὲ ἐκεῖνος εὐσέβειαν αὐτός τε μετῄει καὶ τὸν λαὸν μετιέναι ἀνέπειθεν. οὕτω δὲ ζήσας ζηλωτὸς ἐγένετο διὰ τὴν εὐσέβειαν, καὶ ἐτελεύτησε βασιλεύσας ἐνιαυτοὺς πέντε πρὸς Πεντήκοντα, βιώσας δὲ τοὺς πάντας ἑξήκοντα καὶ ἑπτά.
§2.24.1 βασιλεία δὲ πρὸς Ἀμὼς μετῆλθε τὸν παῖδα αὐτοῦ, μιμησάμενον τὰ τῆς νεότητος τοὐ πατρὸς αὐτοῦ. ἀπέθανε δὲ ἐπιβουλευθείς, ζήσας ἐνιαυτοὺς ἐπὶ τέσσαρσιν εἴκοσι, δύο δὲ βασιλεύσας. τοὺς δὲ αὐτὸν ἀνελόντας ἐτιμωρήσατο πληθὺς καὶ βασιλέα τὸν υἱὸν ἐκείνου ἀνέδειξεν Ἰωσίαν, ὄγδοον τῆς ἠλικίας ἀνύοντα χρόνον ὃς εὐσεβὴς ἐγένετο καὶ τὸν λαὸν ἀνέπειθεν εὐσεβεῖν. ἐπισκευάσαι δὲ βουληθεὶς τὸν ναὸν παρῄνει τοῖς ὑπὸ χεῖρα διδόναι εἰς τὴν ἐπισκευὴν ὅσον ἕκαστος βούλεται. καὶ οὕτω συναχθέντων χρημάτων τε ναὸς ἀνεκαινίσθη καὶ τοῖς περιττεύσασιν εἰς κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας ἐχρήσατο, τοῦ ἀρχιερέως Χελκίου τούτοις ἐπιστατοῦντος. ὃς ἐντυγχάνει ταῖς ἱεραῖς τοῦ Μωυσέως βίβλοις ἐν τῷ ἐξάγειν τοῦ ἱεροῦ ταμείου τὸ ἀργύριον, ἀποκειμέναις ἐκεῖ, καὶ στέλλει ταύτας διὰ τοῦ γραμματέως τῷ βασιλεῖ. ὡς δἀνεγνώσθησαν αὐτῷ, τὴν ἐσθῆτα διέρρηξε καὶ πρὸς τὴν προφῆτιν Ὀλδὰν γυναῖκα Σελοὺμ ἔπεμψε τὸν ἀρχιερέα Χελκίαν καὶ ἄλλους, ἱλεώσασθαι τὸν θεὸν ἀξιῶν αὐτήν. δὲ τὸ μὲν θεῖον ἤδη ψῆφον εἶπεν ἐξενεγκεῖν κατὰ τῆς χώρας καὶ τοῦ λαοῦ ἀσεβήσαντος, διὰ δὲ τὸν βασιλέα δίκαιον ὄντα οὐκ ἐπάξει νύν τὰ κακά, ἀλλαὐτοῦ παρελθόντος γενήσεται τὰ ἐψηφισμένα. δὲ τούτων ἀκούσας συνήγαγε τὸν λαὸν εἰς Ἱεροσόλυμα, καὶ εἰς ἐπήκοον πάντων τὰς ἱερὰς βίβλους ἀναγνωσθῆναι πεποίηκεν. εἶτα ὅρκους ἐκ πάντων ἀπῄτησε φυλάττειν τοὺς νόμους καὶ σέβεσθαι τὸν θεόν. καὶ θύων λαὸς ἐξιλεοῦτο τὸν κύριον. ἐνέπρησε δὲ καὶ τὰ ἀναθήματα τῶν εἰδώλων, καὶ τοὺς ἱερεῖς αὐτῶν ἐθανάτωσε, καὶ τὰ τῶν ψευδοπροφητῶν ὀστᾶ κατέκαυσεν ἐπὶ τοῦ βωμοῦ ὃν ἀνέστησεν Ἱεροβοὰμ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου, ὃς θυσιάζοντι προσῆλθεν ἐκείνῳ καὶ προεῖπε ταῦτα ποιήσειν ἀπόγονον τοῦ Δαβὶδ Ἰωσίαν μετὰ τριακόσια ἔτη καὶ ἑξήκοντα πρὸς τῷ ἑνί. καὶ πρὸς τοὺς Ἰσραηλίτας δὲ πορευθεὶς Ἰωσίας, ὅσοι τὴν αἰχμαλωσίαν διέφυγον, τὸν πάτριον παρῄνει θρησκεύειν θεὸν καὶ κατὰ νόμους βιοῦν. καὶ ἐξ ἀπάσης τῆς χώρας ἀφανίσας τὰ εἴδωλα, εἰς Ἱερουσαλὴμ τὸ πλῆθος συνήγαγε, καὶ τὴν τῶν ἀζύμων ἑορτήν, ἣν πάσχα καλοῦσιν, ἑώρτασε. βίον δὲ εἰρηνικὸν διαγαγών, τοξευθεὶς ἐπὶ τέλει τὸν βίον κατέστρεψεν. γὰρ τῶν Αἰγυπτίων βασιλεὺς Νεχαὼ Μήδους πολεμήσων ἀπῄει, εἶργε δὲ αὐτὸν Ἰωσίας διὰ τῆς χώρας αὐτοῦ παρελθεῖν. δὲ μὴ ἐπ᾿ αὐτὸν στρατεύειν ἐδήλου αὐτῷ. Ἰωσίας δὲ οὐ μεθίετο. ἤδη οὖν παρετάσσοντο μαχεσόμενοι, καὶ Ἰωσίαν διατάσσοντα τὸν οἰκεῖον λαὸν τοξεύσας Αἰγύπτιος τὸν πόλεμον ἔλυσεν. δὲ βασιλεὺς ἀναζεύξας εἰς Ἱεροσόλυμα τελευτᾷ, βασιλεύσας ἔτη τριάκοντα πρὸς ἑνί, ζήσας δὲ πρὸ τῆς βασιλείας ὀκτώ. ἐπὶ τούτου Ἱερεμίας ἦν προφήτης, ὃς καὶ τὰ συμβήσεσθαι μέλλοντα τῇ Ἱερουσαλὴμ δεινὰ προηγόρευσε καὶ τὴν ὑπὸ ῾Ρωμαίων αὐτῆς ἅλωσιν. οὐ μόνον δὲ οὗτος περὶ τούτων προέγραψεν, ἀλλὰ καὶ Ἰεζεκιὴλ πρῶτος περὶ τούτων δύο βιβλία κατέλιπεν. ἦσαν δὲ ἄμφω τῆς ἱερατικῆς φυλῆς.
§2.24.2 Τελευτήσαντος δὲ Ἰωσίου Ἰωάχαζ παῖς αὐτοῦ ἦρξεν, εἴκοσιν ἐπὶ τρισὶν ἐνιαυτῶν ὤν, ἀσεβὴς γεγονώς · ὃν ἀπὸ τοῦ πολέμου ἀναζευγνὺς τῶν Αἰγυπτίων βασιλεὺς ἔδησε, καὶ τὴν μὲν βασιλείαν τῷ πρεσβυτέρῳ ἀδελφῷ Ἐλιακεὶμ δέδωκεν, Ἰωακεὶμ μετονομάσας αὐτόν, καὶ εἰσφορὰν τῇ χώρᾳ ἐπιτάξας ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσοῦ. τὸν Ἰωάχαζ δὲ ἀπήγαγεν εἰς Αἴγυπτον, ὅπου καὶ ἐτελεύτησεν. δὲ χρόνος τῆς βασιλείας αὐτοῦ τρεῖς ἦσαν μῆνες ἐπὶ δέκα ἡμέραις.
§2.24.3 Ἰωακεὶμ δὲ ἀσεβεῖ τε ὄντι καὶ κακούργῳ ἔτος ἤδη τῆς βασιλείας ἠνύετο τέταρτον καὶ τὴν Βαβυλωνίων ἀρχὴν Ναβουχοδονόσορ περιεζώσατο. οὗτος τὸν Αἰγύπτιον Νεχαὼ νικήσας πολὺ μέρος τῆς χώρας αὐτοῦ παρεσπάσατο. ἐν ὀγδόῳ δ᾿ ἔτει τῆς βασιλείας Ἰωακεὶμ ἐπιστρατεύει τῇ Ἰουδαίᾳ μετὰ βαρείας δυνάμεως . Ἰωακεὶμ δὲ δείσας ὑπόφορον ἔθετο τῷ Βαβυλωνίῳ τὴν χώραν τὴν ἑαυτοῦ. καὶ τρισὶ μὲν ἔτεσι προσῆγε τοὺς φόρους, εἶτα τοὺς Αἰγυπτίους χωρεῖν ἀκούσας κατὰ τοῦ Βαβυλωυίου, ἐπέσχε τὴν τῶν φόρων καταβολήν, καίτοι τοῦ προφήτου Ἱερεμίου προλέγοντος τὴν ὑπὸ τοῦ Βαβυλωνίου τῆς πόλεως ἅλωσιν καὶ τὴν τοῦ βασιλέως Ἰωακεὶμ ἀναίρεσιν, καὶ οὐ μόνον εἰπόντος, ἀλλὰ καὶ γράψαντος καὶ εἰς ἐπήκοον τοῦ πλήθους ἀναγνόντος τὴν συγγραφήν. ἣν λαβόντες οἱ ἡγεμόνες τῷ βασιλεῖ προσήνεγκαν· δὲ ἐπὶ τοῖς γεγραμμένοις χολωθεὶς πυρὶ τὸ σύγγραμμα κατῃθάλωσε, τὸν δὲ προφήτην καὶ Βαροὺχ τὸν γραμματέα αὐτοῦ κολάσαι ἐζήτει. ἀλλ᾿ οἱ μὲν φυγόντες ἐξέκλιναν τὴν ὀργὴν αὐτοῦ· μετ᾿ οὐ πολὺ δὲ κατ᾿ αὐτοῦ στρατεύει Βαβυλόνιος, Ἰωακεὶμ δὲ ἀπραγμόνως αὐτὸν εἰς τὴν πόλιν εἰσδέχεται. δὲ τούς τε κρείττους τῶν πολιτῶν καὶ αὐτὸν τὸν βασιλέα ἐφόνευσε, τρισχιλίους δὲ τοὺς καλλίστους αἰχμαλώτους ἀπήγαγεν, ἐν οἷς ἦν καὶ προφήτης Ἰεζεκιὴλ παῖς ὤν, τὸν δὲ υἱὸν τοῦ κτανθέντος βασιλέως, Ἰωακεὶμ ὀνομαζόμενον καὶ αὐτόν, ἀναδείξας βασιλέα τῆς Ἰουδαίας.
§2.24.4 Οὕτω μὲν ἔσχε τέλους Ἰωακείμ, ἐνιαυτοὺς βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δὲ ἕνδεκα. δὲ Βαβυλώνιος ὑποπτεύσας μνησικακῆσαι τὸν ἐκείνου υἱὸν διὰ τὸν φόνον τὸν τοῦ πατρὸς καὶ ἀποστατῆσαι, πέμψας ἐπολιόρκει αὐτόν. δὲ μὴ θέλων τὴν πόλιν δι᾿ αὐτὸν κινδυνεῦσαι, παραδίδωσιν ἑαυτὸν καὶ τοὺς προσήκοντας αὐτῷ τοῖς πολεμίοις ἐπὶ συνθήκαις μή τι κακῶσαι τὴν πόλιν αὐτούς· ἃς παρέβη Βαβυλώνιος, κελεύσας τὴν ἐν τῇ πόλει πᾶσαν νεότητα καὶ τοὺς τεχνίτας ἀπαγαγεῖν πρὸς αὐτόν, οἳ πρὸς ὀκτακοσίοις τριάκοντα δύο εἰς δέκα χιλιάδας ἠρίθμηντο. τὸν Ἰωακεὶμ δὲ καὶ τὴν μητέρα αὐτοῦ καὶ τοὺς φίλους καθείρξας ἐφύλαττε, μῆνας τρεῖς βασιλεύσαντα
§2.25.1 καὶ ἡμέρας δέκα. τὴν δὲ τῆς Ἰερουσαλὴμ βασιλείαν τῷ τοῦ Ἱωακεὶμ πατραδέλφῳ τῷ Σεδεκίᾳ παρέδωκεν, ὀμόσαντι μὴ εὐνοήσειν τοῖς Αἰγυπτίοις, ἀλλαὐτῷ φυλάξειν τὴν χώραν. δὲ νέος ὤν, εἴκοσι γὰρ καὶ ἑνὸς ἦν ἐτῶν ὅτε παρέλαβε τὴν ἀρχήν, καὶ ὑπερόπτης τοῦ δικαίου τε καὶ τοῦ δέοντος, παραινοῦντι τῷ Ἱερεμίᾳ τὰς ἀσεβείας καὶ τὰς παρανομίας λιπεῖν οὐκ ἐπείθετο, οὐδἐπίστευε λέγοντι τὰς μελλούσας ἔσεσθαι συμφορὰς αὐτῷ τε καὶ τῷ λαῷ· ἃς καὶ Ἱεζεκιὴλ ἐν Βαβυλῶνι προέλεγε καὶ γράψας ἀπέσταλκεν εἰς Ἱεροσόλυμα. ἠπίστησε δὲ ἀμφοῖν τοῖν προφήταιν Σεδεκίας ὡς τάχα διαφωνοῦσι. περὶ μὲν γὰρ τῶν ἄλλων συνεφώνουν, περὶ δὲ αὐτοῦ Σεδεκίου ἐδόκουν ἐναντιοῦσθαι. Ἰεζεκιὴλ μὲν γὰρ μὴ ὄψεσθαι τὴν Βαβυλῶνα αὐτὸν προεφήτευεν, Ἱερεμίας δὲ δέσμιον αὐτὸν ἀΠαχθῆναι πρὸς Βαβυλῶνα προέλεγε. συνῳδὰ δὲ τοῖς προφήταις καὶ τὰ περὶ τούτου προείρηντο· τυφλωθεὶς γὰρ ἐν Ἰουδαίᾳ καὶ δέσμιος ἀπαχθεὶς τὴν Βαβυλῶνα οὐκ ἐθεάσατο.
§2.25.2 Οὗτος Σεδεκίας ἐπὶ ἔτη ὀκτὼ τηρήσας τὴν πίστιν τὴν πρὸς τὸν Βαβυλώνιον, πρὸς τοὺς Αἰγυπτίους ἀπέκλινε. διὸ στρατεύσας Ναβουχοδονόσορ ἐπολιόρκει τὴν Ἰερουσαλήμ. τῶν δΑἰγυπτίων εἰς συμμαχίαν ἡκόντων τοῖς Ἰουδαίοις, προυπαντήσας σφίσιν Βαβυλώνιος καὶ τρεψάμενος αὐτοὺς διώκει. οἱ δὲ ψευδοπροφῆται μηκέτι τοὺς πολεμίους πολιορκήσειν αὐτοὺς ἔλεγον· Ἱερεμίας δὲ καὶ ὑποστρέψαι αὐτοὺς καὶ τὴν πόλιν αἱρήσειν καὶ κατασκάψειν καὶ τὸν ναὸν ἐμπρήσειν καὶ τὸν λαὸν τὸν τέως περιλειφθησόμενον ἀπάξειν προηγόρευε δορυάλωτον, ἐπἔτη δουλεύσοντα ἑβδομήκοντα, μέχρις οὗ Πέρσαι καὶ Μῆδοι τὴν Βαβυλωνίων ἀρχὴν καταλύσουσι· τότε δὲ λυθῆναι τῆς αἰχμαλωσίας αὐτούς, καὶ τὸν ναὸν αὖθις καὶ τὴν πόλιν ἀνοικοδομῆσαι. ταῦτἔλεγεν Ἱερεμίας· δὲ βασιλεὺς καὶ οἶ περὶ αὐτὸν τοὺς λόγους αὐτοῦ ἐμυκτήριζον. ἀπιόντι δὲ τῷ προφήτῃ πρὸς Ἀναθὼθ τὴν πατρίδα συναντήσας τις τῶν ἀρχόντων καὶ κατασχὼν ὡς αὐτόμολον ἤγαγε πρὸς τοὺς ἄρχοντας· οἳ αἰκισάμενοι αὐτὸν ἐτήρουν εἰς κόλασιν.
§2.25.3 Κατὰ δὲ τὁ ἔνατον ἰτὸς τῆς βασιλείας Σεδεκίου ἔπεισι τὸ δεύτερον κατὰ τῶν Ἱεροσολύμων Βαβυλύνιος, καὶ ἐφἔνα πρὸς τῷ ἡμίσει ἐνιαυτὸν κραταιῶς τὴν πόλιν πολιορκεῖ. τῇ δὲ πολιορκίᾳ λιμὸς συνηνέχθη καὶ ἐπὶ τούτοις λοιμός. Ἱερεμίας δὲ καθειργμένος δέξασθαι τὸν Βαβυλώνιον παρεκάλει τὸ πλῆθος· σωθήσεσθαι γὰρ οὕτως· εἰ δοὔ, μένοντας ἀπολεῖσθαι λιμῷ μαχαίρᾳ·εἰ δέ τις προσχωρήσει τοῖς πολεμίοις, τὸν θάνατονἔλεγεδιαφεύξεται. οὐδενὶ μέντοι πιστὸς προφήτης λελόγιστο, οἱ δἡγεμόνες καὶ προσηρέθιζον κατἐκείνου τὸν βασιλέα. δὲ διὰ τὸν καιρὸν αὐτοὺς θεραπεύων ἐνέδωκεν αὐτοῖς χρήσασθαι τῷ προφήτῃ ὡς βούλονται. κἀκεῖνοι αὐτὸν εἰς λάκκον βορβορώδη ἐνέβαλον. Σεδεκίας δὲ τοῦτο μαθὼν ἀνελκυσθῆναι αὐτὸν ἐκεῖθεν ἐκέλευσε, καὶ λάθρᾳ καλέσας ἤρετο τί φησι πρὸς τὰ παρόντα δεινά. δὲ παραδοῦναι τὴν πόλιν συνεβούλευε τῷ Βαβυλωνίῳ. Σεδεκίας δὲ δεδιέναι ἔλεγε μὴ ἀναιρεθῇ. δὲ προφήτης οὐδενὸς αὐτὸν οὕτω ποιοῦντα πειραθήσεσθαι δυσχεροῦς ἰσχυρίζετο. τὸν μὲν οὖν βασιλεὺς ἀπέλυσεν, δέ γε Βαβυλώνιος ἐπολιόρκει τὴν πόλιν μετὰ σφοδρᾶς ἐπιθέσεως, καὶ εἷλε ταύτην τῷ ἑνδεκάτῳ ἐνιαυτῷ τῆς ἀρχῆς Σεδεκίου. Σεδεκίας δὲ μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων καὶ τῶν προσηκόντων καὶ τῶν φίλων ἔφευγεν ἐκ τῆς πόλεως. οἱ δὲ πολέμιοι κατεδίωξαν αὐτὸν καὶ κατέλαβον μονωθέντα· οἱ γὰρ ἡγεμόνες καὶ οἱ φίλοι αὐτοῦ διεσπάρησαν. ζωγρήσαντες οὑν αὐτὸν καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἤγαγον εἰς τὸν Βαβυλώνιον. δὲ ὠνείδισεν αὐτὸν εἰς ἀχαριστίαν καὶ ἀπιστίαν, ἐκέλευσέ τε τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς φίλους κτανθῆναι ἐν ὀφθαλμοῖς αὐτοῦ· εἶτα καὶ τὰ ὄμματά πηρώσας αὐτοῦ δέσμιον εἰς Βαβυλῶνα ἀπήγαγεν. καὶ τότε συνῆκε καὶ ἄμφω τοὺς προφήτας ἀληθῆ προειπεῖν. οὕτος τέλος ἐγένετο τῶν ἐκ τοῦ σπέρματος τοῦ Δαβὶδ βεβασιλευκότων. εἴκοσι δὲ καὶ εἶς ἐτύγχανον ἄπαντες, ἐτῶν διελθόντων ἐξ ὅτου τῆς βασιλείας ἐπέβη Σαοὺλ πεντακοσίων δέκα καὶ τεσσάρων, μηνῶν ἕξ, ἡμερῶν δεκαέξ.
§2.25.4–3.9.2
§2.25.4 Πεμφθεὶς δὲ Ναβουζαρδὰν ἀρχιμάγειρος τοῦ Βαβυλωνίου τόν τε ναὸν καὶ τὰ βασίλεια ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ τού ναοῦ πάντα ἐσύλησεν. ἐμπέπρηστο δὲ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα μῆνάς τε ἒξ καὶ ἡμέρας δέκα ἀφοὗ ἐδομήθη καιροῦ, ἐκ δὲ τῆς ἐξ Αἰγύπτου τῶν Ἑβραίων μεταναστεύσεως μετὰ ἐξήκοντα δύο ἔτη καὶ χίλια καὶ μῆνας ἕξ καὶ ἡμέρας δέκα, ἀπὸ δὲ τοῦ κατακλυσμοῦ μετὰ χιλίους ἐνακοσίους πεντήκοντα ἑπτὰ ἐνιαυτοὺς καὶ μῆνας ἒξ καὶ ἡμέρας δέκα ἐκ δὲ τῆς παραγωγῆς τοῦ πρώτου ἀνθρώπου μέχρι τότε τρισχίλια πεντακόσια δέκα καὶ τρία ἴτη παρήλθοσαν, μῆνες ἕξ καὶ ἡμέραι δέκα.
§3.1.1 Ναβουζαρδὰν δὲ κατασκάψας τὴν Ἰερουσαλὴμ τόν τε λαὸν καὶ τὸν ἀρχιερέα Σαβαῖον καἰ τὰ σκεύη τὰ ἱερὰ εἰς Βαβυλῶνα ἐκόμισε. Ναβουχοδονόσορ δὲ τὰ σκεύη τοῦ θεοῦ τοῖς ἑαυτοῦ θεοῖς ἀνατέθεικε, τοὺς δὲ αἰχμαλώτους εἰς τὴν οἰκείαν χώραν κατῴκισε. τοὺς δαὐτομολήσαντας ἐν τῇ πολιορκίᾳ πρὸς τοὺς Βαβυλωνίους ἐν Ἰουδαίᾳ καταλιπὼν Ναβουζαρδὰν καὶ τοὺς πένητας, ἡγεμόνα τούτοις ἐπέστησε Γοδολίαν, ἄνδρα τῶν εὖ γεγονότων ἐπιεικῆ τε καὶ δίκαιον, καὶ τὴν χώραν ἐργάζεσθαι αὐτοῖς ἐνετείλατο, καὶ δασμοφορεῖν τῷ Ναβουχοδονόσορ ἐπέταξε. τῷ δὲ προφήτη Ἱερεμίᾳ εἲς Βαβυλῶνα ἀπελθεῖν προετρέπετο· δὲ ἐν τοῖς ἐρειπίοις τῆς πατρίδος ἤθελε διατρίβειν. καὶ ἀφῆκεν αὐτὸν ἐκεῖ, τῷ Γοδολίᾳ ἐπιτάξας πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. ἀπέλυσε δὲ αὐτῷ καὶ τὸν φοιτητὴν Βαρούχ, τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. ὅσοι δ᾿ ἐκ τῆς Ἱερουσαλὴμ διὰ τὴν πολιορκίαν ἀπέδρασαν ἧκον πρὸς Γοδολίαν. δὲ γεωργεῖν τὴν χώραν αὐτοῖς συνεβούλευε καὶ κατοικεῖν ἣν ἕκαστος βούλεται πόλιν καὶ ἀνοικοδομεῖν τὰ ἐρείπια. γνόντες δὲ τὸν Γοδολίαν ἄνδρα χρηστόν, ὑπερηγάπησαν αὐτόν.
§3.1.2 Ἐπανῆλθε δὲ σὺν τοῖς ἄλλοις καί τις καλούμενος Ἰσμαήλ, ἐκ τοῦ βασιλείου γένους ὑπάρχων, ὃς πρὸς τοὺς Ἀμμανίτας ἀπέδρα κατὰ τὸν τῆς πολιορκίας καιρόν. τοῦτον προσελθόντα τῷ Γοδολίᾳ τινὲς ἐπιβουλεύειν αὐτῷ ἔλεγον· εἰ δἐπιτρέψει αὐτοῖς κτεῖναι τὸν ἄνδρα, διαφεύξεται τὴν ἐπιβουλήν. δἠπίστει, καὶ βέλτιον ἔλεγεν ἡγεῖσθαι αὐτὸς ἀποθανεῖν ἄνθρωπον κτεῖναι πιστεύσαντα αὐτῷ ἑαυτόν. μετὰ καιρὸν δὲ σὺν ἑτέροις Ἰσμαὴλ οὗτος πρὸς Γοδολίαν ἐλθὼν καὶ ξενισθεὶς ἀπέκτεινε τόν τε Γοδολίαν καὶ τοὺς συμποσιάζοντας. εἶτα νυκτὸς ἐπιθέμενος τοῖς καταλειφθεῖσιν ἐν τῇ πόλει Βαβυλωνίοις αὐτούς τε ἀνεῖλε καὶ πάντας τοὺς ἐκεῖ Ἰουδαίους. τῇ ἐπαύριον δὲ ὀγδοήκοντα ἀνδρῶν ἐκ τῆς χώρας σὺν δώροις πρὸς Γοδολίαν ἐλθόντων, καὶ τούτους ἀνεῖλεν Ἰσμαήλ, ἄνευ ὀλίγων τινῶν, οἳ κεκρυμμένα ἐν τοῖς ἀγροῖς ἔπιπλά τε καὶ ἐσθῆτας καὶ σῖτον ὑπέσχοντο δείξειν αὐτῷ. λαβὼν δὲ καὶ αἰχμαλωσίαν πολλὴν ἀπῄει πρὸς Ἀμμανίτας. ταῦτα δὲ μαθόντες ἡγεμόνες τῶν Ἰουδαίων τινές, καὶ τοὺς σὺν αὐτοῖς παραθήξαντες, κατεδίωξαν αὐτόν· καὶ τὴν μὲν αἰχμαλωσίαν ἐπανεσώσαντο, Ἰσμαὴλ δὲ σὺν ἀνδράσιν ὀκτὼ διαπεφευγεν.
§3.1.3 Οἱ δὲ περισωθέντες τοὺς Βαβυλωνίους δεδοικότες ἀπιέναι πρὸς Αἴγυπτον ἐβουλεύοντο. καὶ τοῦ Ἱερεμίου μένειν αὐτοῖς συμβουλεύοντος, μένουσι γὰρ τὸ θεῖον αὐτοῖς προμηθεύσεσθαι μή τι πείσεσθαι κακόν, ἀπιοῦσι δὲ μὴ συνέσεσθαι αὐτοῖς, οὐκ ἐπίστευον, ἀλλἀπειθήσαντες ἀπῆραν εἰς Αἴγυπτον, ἄγοντες καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαρούχ. ἀπελθόντι δἐκεῖ τῷ προφήτῃ δηλοῖ τὸ θεῖον τὰ μέλλοντα. δὲ προύλεγε τοῖς ὁμοφύλοις ὡς ἐπὶ τοὺς Αἰγυπτίους στρατεύσει Βαβυλώνιος καὶ τῆς Αἰγύπτου κρατήσει, καὶ ὡς τοὺς μὲν αὐτῶν κτενεῖ, τοὺς δὲ δορυαλώτους ἀπάξει. δι καὶ καταλευσθεὶς ὑπὸ τῶν συμφυλετῶν τέθνηκεν. δὲ προείρηκε γέγονε· πέμπτον γὰρ ἰτὸς μετὰ τὴν τῶν Ἱεροσολύμων ἠνύετο πόρθησιν καὶ Ναβουχοδονόσορ κατὰ τῆς Κοίλης Συρίας ἐξώρμησε, καὶ κατασχὼν αὐτὴν Ἀμμανίταις ἐπῆλθε καὶ Μωαβίταις, κἀκεῖθεν ἐπΑἴγυπτον ἐξεστράτευσε, καὶ ὑποτάξας αὐτὴν κτείνει τὸν βασιλεύοντα, ἕτερον δἐγκαθίστησι, τοὺς δ᾿ ἐκεῖ Ἰουδαίους εἰς Βαβυλῶνα μετήνεγκεν. Ἱερεμίου δἐν Αἰγύπτῳ ταφέντος, λέγεται βασιλεὺς Ἀλέξανδρος, κυριεύσας τῆς Αἰγύπτου μετὰ τῶν ἄλλων, ἐξυμνούντων τὸν προφήτην τῶν Αἰγυπτίων, μετενεγκεῖν τὰ ὀστᾶ ἐκείνου εἰς τὴν παραὐτοῦ κτισθεῖσαν πόλιν τὴν Ἀλεξάνδρειαν.
§3.1.4 μὲν οὖν προφήτης προεῖπεν, ὡς εἴρηταί μοι, τὰ συμβησόμενα· τὸ δὲ τῶν Ἑβραίων γένος τοιοῦτον εὕρατο τέλος, πέραν Εὐφράτου μετενεχθέν. αἶ μὲν γὰρ δέκα φυλαὶ Ὠσηὲ βασιλεύοντος εἰς Σαμάρειαν παρὰ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθησαν, αἱ δὲ δύο φυλαὶ μετὰ ταῦτα παρὰ Ναβουχοδονόσορ ἐλήφθησαν δορυάλωτοι, καὶ ὅσοι μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλωσιν ὑπελείφθησαν. καὶ μὲν Σαλμανασὰρ τὸ τῶν Χουθαίων ἔθνος ἐκ Πέρσιδος μετῴκισεν εἰς Σαμάρειαν, δὲ Ναβουχοδονόσορ ἔρημον ἀφῆκε τὴν Ἰουδαίαν, καὶ ἔμεινεν οὕτως ἐπὶ ἐνιαυτοὺς ἑβδομήκοντα. μεταξὺ δὲ τῆς τῶν δέκα φυλῶν αἰχμαλωσίας ἐκ Σαμαρείας καὶ τῆς τῶν δύο ἐξ Ἱερουσαλὴμ χρόνος ἑκατὸν τριάκοντα ἔτη καὶ μῆνες ἒξ πρὸς ἡμέραις δέκα ἐγένοντο.
§3.2.1 Τοὺς δ᾿ εὐγενεστέρους τῶν αἰχμαλώτων παῖδας καὶ τῷ βασιλεῖ Σεδεκίᾳ προσήκοντας καὶ τῶν ἄλλων ἀκμαιοτέρους καὶ ὡραιοτέρους ἐκτομίας ποιήσας Βαβυλώνιος, καὶ παιδαγωγοῖς παραδούς, τά τε τῶν Χαλδαίων ἐδίδασκε γράμματα καὶ τὰ ἐπιχώρια, ἐκ τῆς ἰδίας τραπέζης ἀποτάξας σφίσι τὴν δίαιταν. τέσσαρες δὲ τῶν παίδων ἤσαν ἐκ τοῦ βασιλικοῦ γεγονότες γένους, καλοὶ τὰς ὄψεις καὶ ἀγαθοὶ τὰς φύσεις· ὧν τὸν μὲν Δανιὴλ καλούμενον Βαλτάσαρ Βαβυλώνιος μετωνόμασε, τὸν δὲ Ἀνανίαν ὠνομασμένον Σεδράχ, Μισαὴλ δὲ τὸν ἕτερον κεκλημένον Μισάκ, καὶ τὸν λοιπὸν Ἀζαρίαν Ἀβδεναγώ· οὓς καὶ τῶν ἄλλων ἦγεν ἐντιμοτέρους, διεὐφυίαν ἐπὶ σοφίᾳ προκόπτοντας. οὗτοι τοίνυν οἱ νεανίαι τοῦ προεστῶτος αὐτῶν εὐνούχου ἐδέοντο μὴ τοῖς ἐκ τῆς βασιλικῆς τραπέζης χορηγουμένοις αὐτοῖς διαιτᾶν σφάς, ἀλλὀσπρίοις καὶ φοίνιξι καὶ τοιούτοις ἄλλοις. δὲ δεδιέναι ἔλεγε μὴ τοιούτοις τρεφόμενοι λεπτυνθῶσι τὰ σώματα, καὶ παρὰ τοῦ βασιλέως διὰ τοῦτο αὐτὸς κακωθῇ οἱ δὲ ἐφἡμέρας δέκα οὕτω διαιτῆσαι αὐτοὺς παρεκάλουν, καὶ εἰ μὲν μὴ μεταβάλοιτο τῶν σωμάτων ἵξις αὐτοῖς, οὕτω διαιτᾶν αὐτοὺς καὶ εἰς τὸ ἐξῆς, εἰ δἴδοι τὰ σώματα αὐτῶν ἰσχναινόμενα, τῆς προτέρας ἔχεσθαι διαιτήσεως. πείθεται τούτοις τῶν παίδων προεστηκώς, καὶ οὕτω ποιήσας ὡς οὐδὲν αὐτοὺς ἐκ τῶν τοιούτων τροφῶν παθόντας εἶδε, μᾶλλον μὲν οὖν καὶ τῶν ἄλλων θαλερωτέρους γεγονότας, ἀψύχους αὐτοῖς προσῆγε τροφάς. οἱ δὲ λεπτυνθέντος αὐτοῖς τοῦ νοός, πάσαν κατόρθωσαν παιδείαν Χαλδαϊκὴν καὶ Ἀσσύριον. δέ γε Δανιὴλ καὶ περὶ κρίσεις ὀνείρων κατέτεινε τὴν σπουδήν.
§3.2.2 Εἶτα ἐνύπνιον Ναβουχοδονόσορ ἐξαίσιον θεασάμενος, καὶ τὴν κρίσιν τούτου κατὰ τοὺς ὕπνους μαθών, τοῦ τε ὀνείρου καὶ τῆς κρίσεως αὐτοῦ ἐπελάθετο. ἕωθεν οὖν μεταπεμψάμενος τοὺς Χαλδαίους καὶ τοὺς μάντεις καὶ μάγους, ἀπῄτει τούτους τὸ ὄναρ τε εἰπεῖν αὐτῷ καὶ τὴν τούτου δήλωσιν. οἱ δὲ αὐτὸν ἤθελον πρότερον εἰπεῖν τό ἐνύπνιον, καὶ οὕτως αἰτεῖν ἐξ ἐκείνων τὸ σημαινόμενον. ὠργίσθη ἐπὶ τούτοις βασιλεὺς καὶ θάνατον ἀπάντων κατεψηφίσατο μὴ δύνασθαι λεγόντων εὑρηκέναι τὸν ὄνειρον. τούτοις ὡς σοφοὶ καὶ Δανιὴλ καὶ οἱ τρεῖς παῖδες καὶ συνεκλήθησαν καὶ συγκατεκρίθησαν. πρόσεισι τοίνυν Δανιὴλ τῷ τῶν βασιλικῶν σωματοφυλάκων ἐξάρχοντι, καὶ ἠξίωσεν ἐπὶ μίαν νύκτα τὴν ἀναίρεσιν τῶν κατακριθέντων ὑπερτεθῆναι· ·ἴσως γάρἔφηδι᾿ αὐτῆς δεηθησόμεθα τοῦ θεοῦ καὶ γνωσόμεθα τὸ ἐνύπνιον.” ἐνέδωκεν βασιλεὺς πρὸς τὴν αἴτησιν. καὶ συμπαραλαβὼν Δανιὴλ καὶ τοὺς τρεῖς αὐτοῦ συγγενεῖς παῖδας ἱκέτευσε διὰ τῆς νυκτὸς τὸν θεόν. δηλοῦται οὖν αὐτῷ θεόθεν καὶ τὸ ἐνύπνιον καὶ τὰ διαὐτοῦ σημαινόμενα. καὶ μεθἡμέραν ἀπῄει πρὸς τὸν βασιλέα καί οἱ παρὰ τοῦ θεοῦ ἔφη γνωρισθῆναι αὐτῷ καὶ τὸ ὄναρ καὶ τὴν αὐτοῦ δήλωσιν, ἐλεήσαντος τοὺς ἀδίκως διὰ τοῦτο ἀποθανεῖν κινδυνεύοντας, “οὐδὲν δἧττον καὶ σὲ τὸν θέλοντα ἀναιτίως τοσούτους κτεῖναι ἐξ ὧν ἀπῄτεις ἀδύνατα, μόνῃ τῇ θείᾳ φύσει γνωστά. δἐθεάσω τοιαῦτά εἰσιν. ἐδόκεις ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ χρυσῆ μὲν κεφαλή, οἱ δὲ ὦμοι καὶ οἶ βραχίονες ἀργυροῖ, δέ γε γαστὴρ μετὰ τῶν μηρῶν ἐκ χαλκοῦ, αἱ κνῆμαι δὲ καὶ οἱ πόδες ἦσαν μέρος μέν τι σιδήρεοι, μέρος δέ τι ὀστράκινοι. εἶτα λίθος ἐξ ὄρους ἀπορραγεὶς τῷ ἀνδριάντι ἔδοξεν ἐμπεσεῖν καὶ συντρῖψαι αὐτόν, καὶ λεπτῦναι τὸν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ τὸν ὄστρακον ἐς τοσοῦτον ὡς ὑπἀνέμου ἐκλικμηθῆναι καὶ σκεδασθῆναι αὐτά. δὲ λίθος ἐδόκει αὐξῆσαι καὶ εἰς τοσοῦτον μέγεθος προελθεῖν ὡς πᾶσαν ὑπαὐτοῦ πεληρῶσθαι τὴν γῆν. οὕτος μὲν οὖν σοι ὄνειρος δὲ δηλοῦταί σοι διαὐτοῦ, φροντίζοντι περὶ τῆς βασιλείας καὶ τίς ἄρξει μετὰ σέ, ταῦτά εἰσιν. μὲν χρυσῆ κεφαλὴ σύ τε εἶ καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Βαβυλωνίων, τὸ πολύολβον δ χρυσὸς τῆς ἀρχῆς σου παραδηλοῖ· αἱ δὲ δύο χεῖρες καὶ οἱ ὦμοί διττὰς εἰκονίζουσι βασιλείας, ὺφ΄ ὡν ὑμῶν ἡγεμονία καταλυθήσεται· χαλκῆ δὲ γαστὴρ καὶ οἱ τοιοῦτοι μηροὶ βασιλέα δηλοῦσι χαλκὸν ἐνδεδυμένον, ὃς τοὺς ὑμάς καταλύσοντας καθαιρήσει· τὴν δ΄ ἐκείνου βασιλείαν αὖθις ἑτέρα καταπαύσει δυνατωτέρα· τοῦ τε γὰρ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ σίδηρος δυνατώτερος.” μὲν γὰρ χρυσός, καὶ μᾶλλον καθαρώτατος, τοῦ ἀργύρου ἐστὶ μαλακώτερος· δἄργυρος τοῦ μὲν χρυσοῦ στεγανώτερος, τοῦ δὲ χαλκοῦ τυγχάνει χαυνότερος· δὲ σίδηρος αὖθις καὶ τοῦ χαλκοῦ στερεώτερος. κεφαλῆ̣ μὲν οὖν τῶν Ἀσσυρίων βασιλεία ἀπείκασται, ὡς προγενεστέρα τῶν ἄλλων καὶ τῷ χρόνῳ προάγουσα. δευτέραν δὲ τὴν τῶν Μηδῶν καὶ τῶν Περσῶν ἐκάλεσεν, αἳ τὴν τῶν Ἀσσυρίων ἀρχὴν καθῃρήκασιν. γὰρ Κῦρος, ὥσπερ ἱστορηθήσεται, Πέρσης μὲν ἦν πατρόθεν, τοῖς δὲ Μήδοις προσῆκεν ἐκ τῆς μητρός· ὃς ἄμφω τὰ ἔθνη συμπαραλαβὼν καὶ πολεμήσας τοῖς Ἀσσυρίοις τὴν αὐτῶν βασιλείαν κατέλυσε. τῇ δυάδι δὲ τῶν χειρῶν τῶν ἐθνῶν τούτων ἀμφοῖν δυὰς εἰκονίζεται. τρίτην δὲ βασιλείαν τὴν τῶν Μακεδόνων καλεῖ. τῷ χαλκῷ δὲ ταύτην ἀπείκασεν ὡς δυνατωτέραν, οἷα καὶ τὴν Περσικὴν σικὴν ἀρχὴν καταλύσασαν. καὶ διὰ μὲν τῆς κοιλίας Ἀλεξάνδρου μοναρχία ὑποτυποῦται, διὰ δὲ τῶν μηρόν μετὰ θάνατον ἐκείνου τῆς βασιλείας διαίρεσις καὶ αὐτῆς μερισμός. τετάρτην δὲ βασιλείαν τὴν τῶν Ῥωμαίων ἐκάλεσεν, τὸν σίδηρον ἀπένειμε διὰ τὸ στερέμνιον. ταῖς δὲ κνήμαις αὐτὴν εἰκόνισεν διὰ τὸ μετάχρονον· τῶν γὰρ ἄλλων μεγάλων βασιλειῶν μεταγενεστέρα τῶν Ῥωμαίων, καὶ αἱ κνῆμαι δὲ καὶ οἱ πόδες τελευταῖα μέρη τοῦ σώματος. τὸ δὲ τῷ σιδήρῳ ἀναμεμῖχθαι τὸ ὄστρακον αἰνίττεται τὸ ἰσχυρὰν μὲν εἶναι τὴν βασιλείαν, ἔχειν δὲ παρἑαυτῇ καὶ εὔθραυστόν τι καὶ ἄναλκι· τοιοῦτον γὰρ τὴν φύσιν τὸ ὄστρακον, συγκείμενον ἐκ πηλοῦ.
§3.3.1 Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαίων ἡγεμονίας ἀναγαγεῖν τις βουληθείη τὸ ὅραμα, ὅτε γερουσία καὶ οἱ δικτάτωρες καὶ οἱ ὕπατοι καὶ οἱ δήμαρχοι καὶ δῆμος τῆς τῶν πολιτικῶν πραγμάτων ἀντείχοντο διοικήσεως, εὑρήσει πολλαχοῦ τὸν δῆμον τῇ γερουσίᾳ διαφερόμενον καὶ στάσεις ἐγειρομένας, ἄλλα μὲν τῶν τῆς βουλῆς διαταττομένων, ἄλλα δὲ τῶν τοῦ πλήθους ἀντεισαγόντων, ὡς ἐκ τούτου μάχεσθαί τε ἀλλήλοις καὶ σφίσι τὰ πράγματα διὰ τὴν σιχόνοιαν ἔστιν οὑ ῥέπειν ἐπὶ τὸ χείρονκαὶ ἀσθενέστερον. σιδήρῳ μὲν οὖν ἄν τις εἰκονίσαι τὴν σύγκλητονW κλῆτον διὰ τὸ τῆς γνώμης στερέμνιον, ὀστράκῳ δἂν εἰκασθείη τὸ πλῆθος, ἀναμεμιγμένον ὂν τοῖς ἐν τέλει καὶ τῇ βουλῇ, διά τε τὸ συρφετῶδες καὶ τὸ χαμαίζηλον, τοιοῦτον γὰρ πηλὸς ὅθεν τὸ ὄστρακον γίνεται, καὶ διὰ τὸ εὐμετάβολον καὶ τὴν ἀσθένειαν τοῦ φρονήματος. εἴωθεν γὰρ τὸ πλῆθος ἀστατεῖν ῥᾳδίως τε μετάγεσθαι καὶ μεταβουλεύεσθαι· ταῦτα δέ τις εὑρήσει πλειστάκις τῇ Ῥωμαϊκῇ πολιτείᾳ συμβεβηκότα, ἐπιὼν τὰ περὶ ταύτης ἀρχαῖα συγγράμματα.
§3.3.2 Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥωμαϊκῆς πολιτείας ἀναφέροι τις τὴν διαφορὰν τῶν ὑλῶν καὶ τὴν μίξιν αὐτῶν, ταῦτἂν ἴσως λογίσαιτο, εἰ δὲ πρὸς τὴν ὑστέραν, ὅτε πρὸς μοναρχίαν ἐξ ἀριστοκρατίας μετήνεκτο Ῥωμαίοις τὰ πράγματα, καὶ πρὸς τὴν εἰσἔπειτα τῆς βασιλείας κατάστασιν, καὶ τότε πλείστην ἄν καταλάβοι τῇ πολιτείᾳ προξενήσασαν βλάβην τὴν πρὸς ἀλλήλους τῶν Ῥωμαίων διχόνοιαν. τε γὰρ Καῖσαρ τῆς μοναρχίας ὀριγνηθεὶς ἐμφυλίους πολέμους πρὸς τὸν Μάγνον Πομπήιον καὶ πρὸς τοὺς ἄλλους, οἳ τῆς ἐλευθερίας ἀντεποιοῦντο τῆς παλαιᾶς, συνεστήσατο, καὶ πρὸς τοὺς ἀνελόντας αὖθις αὐτὸν ὁμοίας μάχας Καῖσαρ Αὔγουστος καὶ Ἀντώνιος συνεκρότησαν, εἶτ᾿ αὖθις ἄμφω πρὸς ἀλλήλους οὗτοι περὶ τῆς αὐταρχίας διαφερόμενοι πολέμους βαρεῖς κεκινήκασιν, ἀμφοτέρωθεν ἐν πάσαις ταῖς μάχαις φθειρομένων ὁμογενῶν, κἀντεῦθεν τῆς Ρωμαϊκῆς ἐλαττουμένης δυνάμεως. καὶ οὐδἐν τοῖς μετέπειτα τὰς στάσεις λωφησάσας ἴδοι τις ἄν.
§3.3.3 Εἰ δέ τις πρὸς τὰς ὕστερον βασιλείας τὴν τοῦ σιδήρου καὶ τοῦ ὀστράκου φύσιν παραβαλεῖ, εὑρήσει πῇ μὲν ἰσχυρὰν τὴν τῶν Ῥωμαίων ἀρχήν, πῆ̣ δ᾿ ἀσθενοῦσαν καὶ τὸ πλεῖστον τῆς παλαιᾶς ἀποβεβληκυπῖαν ἐπικρατείας, καὶ πολλοστῷ νῦν μέρει τῆς παλαιᾶς ἐκείνης περιγεγραμμένην ἡγεμονίας.
§3.3.4 Τὰ μὲν οὖν τῶν τεσσάρων βασιλειῶν ἐν τούτοις· δὲ λοιπή τε καὶ ἀκατάλυτος, ἣν λίθος εἰκόνιζεν ὃς ἄνευ χειρῶν ἐτμήθη καὶ τὰς ὕλας ἐλέπτυνεν ἐξ ὧν συντέθειτο εἰκών, καὶ τὴν γῆν ἐπλήρωσεν ἅπασαν, ἣν εἰς τοὺς αἰῶνας προφήτης εἴρηκε μὴ διαφθαρήσεσθαι, μέλλουσα ἐπιφάνεια εἴη ἂν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἥτις, τῆς σιδηρᾶς βασιλείας γενομένης ἀσθενεστέρας διὰ τὴν τοῦ ὀστράκου ἐπιμιξίαν, ἀναφανήσεται· ὅτε αὐτῷ τὰ πάντα ὑποταγήσεται, καὶ βασιλείας ἀτελευτήτου τε καὶ ἀδιαφθόρου ἀξιώσει τοὺς ταύτης ἀξίους ἑαυτοὺς καταστήσαντας. λίθον γὰρ εἴωθεν γραφὴ καλεῖν τὸν Χριστόν. τε γὰρ Δαβίδλίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντεςἔφη, “οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,” καὶ Ἠσαίας ἐκ προσώπου φησὶ τοῦ θεοῦ ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον.” καὶ μέγας Παῦλος ἀκρογωνιαῖον καλεῖ τὸν Χριστόν, ἐφ ἐποικοδομηθῆναι τοὺς πιστεύσαντας ἔγραψε. κᾶέ πάλιν λέγειθεμέλιον ἕτερον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.’ κᾶέ αὖθις ἑτέρωθιἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, δὲ πέτρα ἦν Χριστός.” καὶ πέτρα δὲ σκανδάλου καὶ λίθος προσκόμματος λέγεται, καὶ πολλαχοῦ ἂν εὑρεθείη λίθος καὶ πέτρα κεκλημένος κύριος . τὸ δ᾿ ἄνευ χειρῶν τμηθῆναι τὴν ὑπὲρ φύσιν αὐτοῦ γέννησιν προεδήλου, τὴν ἄνευ σπορᾶς, τὴν γαμικῆς ὁμιλίας χωρίς. ὄρος μὲν γὰρ του Ἰούδα νομισθείη φυλή, ἐξ ἦς Δαβίδ· λίθος δὲ Χριστός, τμηθεὶς ἐξ αὐτῆς κατὰ τὸ ἀνθρώπινον· ἄνευ δὲ χειρῶν, ὅτι μὴ κατὰ τοὺς φυσικοὺς προῆλθε θεσμούς, ἀλλἐξ ἀπειράνδρου καὶ ἁγίας γαστρός. ὃς μικρὸς μὲν ἐδόκει πρότερον διὰ τὴν φύσιν τῆς ἀνθρωπότητος , προιὼν δὲ τὴν οἰκουμένην πάσαν τῆς οἰκείας δόξης ἐπλήρωσε, καὶ ἔτι μᾶλλον πληρώσει κατὰ τὴν μέλλουσαν αὐτοῦ ἐπιφάνειαν.
§3.3.5 Ο μὲν οὖν προφήτης τό τε ἐνύπνιον τῷ Ναβουχοδονόσορ ἀπήγγειλε καὶ τὴν τούτου σύγκρισιν ἀνεκάλυψεν, δὲ θαυμάσας ἐπὶ πρόσωπον ἔπεσε καὶ τῶ Δανιὴλ προσεκύνησε καὶ θύειν αὐτῷ διετάξατο, οὐκ ἐκείνῳ τὴν ἅπασαν ἀπονέμων τιμὴν ἀλαζὼν ἐκεῖνος καὶ ὑπερήφανος, ἀλλὰ τῷ παρἐκείνου θρησκευομένῳ θεῷ. ἔφη γάρ ἐπἀληθείας θεὸς ὑμῶν οὗτός ἐστι θεὸς θεῶν καὶ κύριος βασιλέων καὶ ἀποκαλύπτων μυστήρια.” δώματά τε αὐτῷ παρέσχε πολλά, καὶ πάσης τῆς Βαβυλῶνος κατέστησεν ἄρχοντα, καὶ αλτάσαρ αὐτὸν ἐπωνόμασε, τὴν προσηγορίαν αὐτῷ θέμενος τοῦ οἰκείου θεοῦ.
§3.4.1 Εἶτα χρύσεον ἀνδριάντα στήσας πήχεων μὲν τὸ ὕψος ἐξήκοντα, πλάτος δὲ ἒξ, συνεκάλεσεν ἐξ ἁπάσης αὐτοῦ τῆς ἀρχῆς τοὺς πρώτους, προστάξας, ὅταν ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα, τοὺς δ᾿ ἀπειθήσαντας εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον, ἣν ἐκεῖ μεγάλην ἐξέκαυσε καὶ σφοδράν. πάντων οὖν προσκυνούντων οἱ τρεῖς νεανίαι, οὓς συγγενεῖς τοῦ Δανιὴλ ἱστορία παρέδωκε, μὴ παραβῆναι τὰ πάτρια θέλοντες οὐ προσεκύνησαν. καὶ οἱ μὲν εἰς τὴν κάμινον αὐτίκα ἐβλήθησαν· D τὸ δὲ πῦρ ἐκείνων οὐχ ἥψατο, ἀλλἑστῶτες ἐν μέσῳ τῆς ἀνυποστάτου φλογὸς ἐκείνης ὕμνον ἀνέπεμπον τῷ θεῷ. συνειστήκει δὲ τοῖς τρισὶν ἐκείνοις καὶ τέταρτος· ἄγγελος δἦν συγκαταβὰς αὐτοῖς καὶ τὸν φλογερὸν ἐκεῖνον ἀέρα μετατρέπων εἰς αὔραν δροσώδη. ταῦτα ἐξέστησαν τὴν θηριώδη ψυχὴν τοῦ βασιλέως ἐκείνου καὶ ἀτεράμονα, καὶ τὸν τῦφον ἀφεὶς πρόσεισι καὶ ἐξ ὀνόματος τοὺς νεανίας καλεῖ καὶ τὸν θεὸν αὐτῶν εὐλογεῖ, καὶ τοὺς ἄνδρας ἐκείνους τιμῆς ἀξιοῖ καὶ ἡγεμόνας τῶν ἐν Βαβυλῶνι πάντων Ἰουδαίων καθίστησιν.
§3.4.2 Ὁρᾷ δὲ μετ᾿ ὀλίγον Ἀσσύριος ἐκεῖνος ἐνύπνιον ἕτερον. δένδρον ἑώρα μέγα τε καὶ τῆς γῆς περιέχον τὰ πέρατα, φύλλοις ὡραϊζόμενον καὶ βρῖθον καρπῷ. ὑπ᾿ αὐτὸ δὲ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ τὰ πετεινὰ ἐν τοῖς κλάδοις κατῴκει αὐτοῦ. εἶτα Ἲρ εἶδεν οὐρανόθεν ἐλθόντα καὶ ἐν ἰσχύϊ φωνήσανταἐκκόψατε τὸ δένδρον, καὶ τοὺς κλάδους αὐτοῦ ἐκτίλατε, καὶ τὰ φύλλα ἐκτινάξατε, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ, πλὴν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῆς γῆς καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων μερὶς αὐτοῦ, καὶ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ᾿ αὐτόν.” ταύτην ἰδὼν τὴν ὄψιν συγκαλεῖ πάλιν τοὺς μάγους καὶ τοὺς σοφοὺς Βαβυλῶνος καὶ ζητεῖ μαθεῖν τὰ δι᾿ αὐτῆς σημαινόμενα. ἠπόρουν δ᾿ ἐκεῖνοι καὶ οὐκ εἶχον λέγειν τοῦ ἐνυπνίου τὴν δήλωσιν. εἶτα πάλιν καταφεύγει ἐπὶ τὸν Δανιὴλ καὶ διηγεῖται αὐτῷ τὸ ἐνύπνιον καὶ ἠξίου λέγειν τὸ σύγκριμα·δύνασαι γάρφησίν, “ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί.” δέκύριέ μουφησίβασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς μισοῦσί σε.” εἶτα τὴν σημασίαν ἐξηγεῖται αὐτῷ καί φησιτὸ δένδρον τὸ μέγα, ἑώρακας, σὺ εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας, καὶ μεγαλωσύνῃ σου ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ Κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς, μεγαλωσύνην δὲ τὴν τοῦ νοὸς ἐκάλεσεν ἔπαρσιν καὶ τοῦ φρονήματος τὸ ὑπέρογκον·ὅτι δὲ Ἱρεἶδες ἄγιον ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα,” τουτἐστιν ἄγγελον θεῖον· τὸ γὰρ Ἳρ ἐξελληνιζόμενον τὸν ἐγρηγορότα δηλοῖ, διοὗ τὸ ἀσώματον ὑπαινίττεται· γὰρ σῶμα περικείμενος ὕπνῳ δουλοῦται, τούτῳ δὲ μὴ δουλεύων ἀσώματον ἔχει φύσιν, “ὅτι τοίνυν τὸν ἐγρηγορόταφησίνἐκεῖνον εἶδες φωνήσαντα ἐκκοπῆναι τὸ δένδρον, ἐαθῆναι δὲ τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ, καὶ τὰ λοιπά, ἔλπιζε τῆς βασιλείας μὲν ἐκπεσεῖν καὶ τῆς πρὸς ἀνθρώπους κοινωνίας ἐκδιωχθῆναι, θηρίοις δὲ συναυλίζεσθαι καὶ χόρτον ἐσθίειν, μὴ μέντοι πάντῃ τῆς βασιλείας στερηθῆναι, ἐπανασωθῆναι δέ σοι αὖθις αὐτήν· τούτου γὰρ εἶναι σημαντικὸν τὸ τὴν φυὴν τόν ῥιζῶν ἐαθῆναι τοῦ δένδρου. τοιαύτην τῷ Ναβουχοδονόσορ Δανιὴλ τὴν ἐξήγησιν τοῦ ὁράματος ἐποιήσατο. καὶ γέγονε πάντα κατὰ τὸν θεῖον χρηματισμόν, καὶ μανίαν νοσήσας βασιλεὺς βασιλεὺς διὰ τὸ ἀλαζονικόν τε καὶ ὑπερήφανον καὶ ἐπὶ τῆς ἐρήμου διατρίψας ἑπταετίαν, οὐδενὸς ἐπιθεμένου τῇ βασιλείᾳ αὐτοῦ πάλιν ἀπολαμβάνει αὐτὴν ἱλεωσάμενος τὸν θεόν. ἔτη δὲ τρία βασιλεύσας καὶ τεσσαράκοντα τελευτᾷ. μνῆσθαι δὲ αὐτοῦ Ἰώσηπος λέγει καὶ πολλοὺς τῶν ἀρχαίων ἱστορικῶν, τόν τε Βηρωσὸν καὶ τὸν Μεγασθένη καὶ τὸν Διοκλέα καὶ τόν Φιλόστρατον.
§3.4.3 Τούτου δὲ τελευτήσαντος Εὐιλὰδ Μαροδὰχ υἱὸς αὐτοῦ πρεσβύτερος τὴν ἀρχὴν διαδέχεται. ὃς αύτίκκ λύει μὲν τῶν δεσμῶν τὸν βασιλέα Ἰωακεὶμ τὸν καὶ Ἱεχονίαν καλοῦ μένον, ὃν καθειργμένον εἶχεν Ναβουχοδονόσορ, καὶ τιμῆς ἀξιοῖ, δίδωσι δὲ καὶ δωρεὰς αὐτῷ καὶ ὁμοδίαιτον εἶχε διὰ παντός.
§3.5.1 Καὶ τούτου δὲ παρελθόντος εἰς τὸν ἀδελφὸν αὐτοῦ τοῦ μετῆλθεν βασιλεία Βαλτάσαρ καλούμενον, καθοὗ Κῦρος μετὰ Περσῶν τε καὶ Μηδῶν ἐστράτευσεν. οὗτος γοῦν πότον ποιήσας τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ μετὰ τῶν παλλακῶν κατακείμενός τε καὶ φεθυσκόμενος, ἐκέλευσεν ἐνεχθῆναι τὰ σκεύη τὰ ἱερὰ ἐξ Ἱεροσολύμων Ναβουχοδονόσορ ἐσύλησεν καὶ τοῖς οἰκείοις θεοῖς ἀνατέθεικε· κομισθέντων δἐκείνων, οἶς πατὴρ αὐτοῦ οὐκ ἐχρήσατο, αὐτὸς ἐκέχρητο τούτοις, καὶ μεταξὺ πίνων ἐβλασφήμει κατὰ τοῦ θεοῦ. ὁρᾷ τοίνυν ἀστράγαλον ἐκ τοῦ τοίχου προΪόντα χειρὸς ἀνθρωπίνης καὶ γράφοντα ἐπὶ τὸ κανίαμα τοῦ τοίχου · καὶ ἐξέστη, καὶ μορφὴ αὐτοῦ ἠλλοιώθη. καὶ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καλέσας τὴν τῶν γραμμάτων ἀπῄτει δήλωσιν, καὶ ἀμοιβὰς μεγάλας δώσειν ἐκήρυξε τῷ σαφηνίσοντι τὴν σημασίαν αὐτῶν· ἀλλἦσαν ἄγνωστα πᾶσι τὰ γεγραμμένα. ἀθυμοῦντα δὲ τὸν βασιλέα καὶ τεταραγμένον ἔδουσα μάμμη αὐτοῦ ἔφη ὡςεἰ μεταπεμφθῇ Βαλτάσαρ Ἰουδαῖος, ὅς καὶ τῷ Ναβουχοδονόσορ πολλὰ ἐσήμανεν ἕτερος οὐδεὶς ἐκφράσαι ἠδύνατο, ἐκεῖνός σοι τὸ ἀπόρρητον τούτων τῶν συλλαβῶν σημανεῖ· ἔστι γὰρ πνεῦμα ἅγιον θεοῦ ἐν αὐτῷ. αὐτίκα τοίνυν καλέσας Βαλτάσαρ τὸν Δανιὴλ κρατῶν ἠξίου δηλοῦν αὐτῷ περὶ τῶν γραμμάτων, καὶ μὴ ὑποσταλῆναι, κἂν εἴη σκυθρωπὸν τὸ ὑπαὐτῶν σημαινόμενον· καὶ γέρας δώσειν αὐτῷ ἐπηγγέλλετο πορφύραν ἐνδεδύσθαι καὶ περιαυχένιον χρύσεον, καὶ τὸ τρίτον τῆς ἀρχῆς μέρος. Δανιὴλ δὲ τὰς μὲν δωρεὰς παρῃτεῖτο, μηνύειν δἔλεγε τὰ γεγραμμένα αὐτῷ τοῦ βίου καταστροφήν, ὅτι μηδοἶς πατὴρ αὐτοῦ διἀσέβειαν ἐκολάσθη ἐσωφρονίσθη αὐτός, ἀλλὰ τοῖς σκεύεσι τοῦ θεοῦ μετὰ τῶν παλλακῶν εἰς διακονίαν ἐχρήσατο. τὰ μὲν οὖν γράμματα ἀνεγίνωσκεν οὕτως ‘‘μανὴ θεκὲλ φαρές,” τὴν δὲ τούτων σημασίαν ἑρμηνεύων ἔλεγενἠρίθμησεν θεὸς τὸν χρόνον τῆς ζωῆς σου καὶ τῆς ἀρχῆς σου, καὶ εἰς ἄγαν βραχὺ περιἐστη.” ἐξελληνιζομένη γὰρ λέξις λέγοιτἂν ἀριθμός. οὕτω μὲν οὖν ἡρμήνευσε τὸ μανή, τὸ δέ γε θεκὲλ σημαίνειν ἔφη σταθμόν. στήσας οὑν τὸν ὅρον τῆς βασιλείας σου θεός, καταφέρεσθαι ταύτην δηλοῖ καὶ κεκλάσθαι·καὶ κλάσμα τὸ θεκὲλ σημαίνει καθἙλλάδα διάλεκτον. τὸ δὲ φαρὲς διαίρεσιν ἑρμηνεύων προφήτης, τοῦτο γὰρ εἰς Ἕλληνα φωνὴν λέξις μεταγομένη δηλοῖ, διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ ἔλεγεν εἰς Πέρσας καὶ Μήδους παρὰ θεοῦ. τὰ μὲν οὖν ἐν τῷ τοίχῳ γεγραμμένα οὕτως ἀνέγνω Δανιήλ, καὶ τοιαύτην τὴν τῶν συλλαβῶν ἐκείνων ἐποιήσατο σύγκρισιν, τὴν ἑρμηνείαν δηλαδή· τὸν δὲ βασιλέα λύπη κατέσχε. καὶ μετ᾿ ὀλίγον τοῦ προφήτου ἐκβέβηκε πρόρρησις, Κύρου τοῦ Περσῶν βασιλέως ἐπαὐτὸν ἐλάσαντος, ὑφοὗ τε Βαβυλὼν ἐλήφθη καὶ Βαλτάσαρ ἐν τῇ ἁλώσει ἀνῄρητο. εἶσί δοἳ κατὰ τὴν νύκτα ἐκείνην, καθἣν τὸν ἀστράγαλον τὸν γράφοντα ἐθεάσατο, φασὶ καὶ τὴν πόλιν αἱρεθῆναι κἀκεῖνον ἀναιρεθῆναι.
§3.5.2 Μετὰ δὲ τὴν τῆς Βαβυλῶνος ἅλωσιν προφήτης Δανιὴλ παρὰ Δαρείου τοῦ Μήδου, ὃς καὶ Κυαξάρης ὠνόμαστο καὶ μητράδελφος ἦν τοῦ Κύρου, υἷός ὢν Ἀστυάγους τοῦ βασιλεύσαντος Μήδων, εἰς Μηδίαν μετήνεκτο καὶ πάσης ἠξιοῦτο τιμῆς. οὕτω δ᾿ ἔχων ἐφθονήθη παρὰ τῶν ἐν Μήδοις ὑπερεχόντων, καὶ μηχανῶνται τρόπον καθὃν ἤλπισαν ἀπολέσαι αὐτόν. ὁρῶντες γὰρ αὐτὸν τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ, προσίασι τῷ Κυαξάρῃ τῷ καὶ Δαρείῳ, ἐξιοῦντες αὐτὸν θεῖναι νόμον ἔν ἐπὶ τριάκοντα ἡμέρας μή τις τοῖς θεοῖς προσευχόμενος εἴη μήταὐτοῦ τοῦ βασιλέως δεόμενος, καὶ τὸν μὴ τὸν νόμον φυλάξαντα εἰς τὸν τῶν λεόντων λάκκον ἐμβάλλεσθαι. δὲ τὸ κατὰ τοῦ Δανιὴλ παραὐτῶν τυρευόμενον ἀγνοήσας προυτεθείκει πρόγραμμα τὰ εἰρημένα διαταττόμενον. οἱ μὲν οὑν ἄλλοι ἠρέμουν κατὰ τὸ θέσπισμα, Δανιὴλ δὲ κατὰ τὸ ἔθος αὐτοῦ ηὔχετο τῷ θεῷ. καὶ οἱ σατράπαι κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, καὶ κατὰ τὸν νόμον ἀπῄτουν εἰς τὸν λάκκον αὐτὸν τῶν λεόντων ἐμβάλλεσθαι. βληθέντος δἐκεῖ τοῦ προφήτου, τὸν ἐπὶ τοῦ στομίου λίθον σφραγίσας βασιλεὺς ἀνεχώρησεν. ἀγωνιῶν δὲ καὶ ἀλγῶν ἄϋπνος τὴν νύκτα διήγαγεν· ἤλπιζε μὲν γὰρ μὴ βλαβήσεσθαι τὸν Δανιὴλ ὑπὸ τῶν θηρίων, εἰδὼς ὅτι πνεῦμα ἅγιον θεοῦ ἐστιν ἐν αὐτῷ, ἀλλὅμως δειλιῶν ἠγωνία μή τι αὐτῷ συμβαίη κακόν, μὴ πάνυ γινώσκων οἴα βάρβαρος τὴν δύναμιν τοῦ θεοῦ. ἄρτι δἡμέρας ἀναλαμψάσης τῷ λάκκῳ ἐπέστη καὶ ἐκάλει τὸν Δανιήλ· δὲ ἀπεκρίνατο· καὶ βασιλεὺς ἀνελκυσθῆναι τὸν προφήτην αὐτίκα ἐκέλευσε, καὶ ἀθιγῆ τοῦτον καὶ σῷον βλέπων ἐξίστατο. τῶν δὲ κατειπόντων αὐτοῦ τροφῆς κεκορεσμένους εἶναι λεγόντων τοὺς λέοντας καὶ διὰ τοῦτο μὴ θίξαι τοῦ Δανιὴλ, μισήσας αὐτοὺς τῆς πονηρίας βασιλεύς, καὶ τὸ κατὰ τοῦ προφήτου μηχάνημα καὶ τὸν δόλον ἐκείνων συνείς, δαψιλῆ παρατεθῆναι τροφὴν τοῖς θηρίοις προσέταξε, κεκορεσμένων δ᾿ δὴ τοὺς τοῦ προφήτου κατηγόρους εἰς τὸν λάκκον τῶν θηρῶν ἐμβληθῆναι προσέταξεν, ἔνα γνῶμεν εἰπών εἰ διὰ κόρον αὐτῶν οἱ λέοντες οὐ προσψαύσουσι.’ διασπαραχθέντων δεὐθὺς τῶν πονηρῶν ἐκείνων ἀνδρῶν δῆλον ἅπασι γέγονεν ὡς θεία τις δύναμις τὸν Δανιὴλ συνετήρησε, τοὺς θῆρας φιμώσασα. διὸ καὶ τὸν τοῦ προφήτου θεὸν βασιλεὺς ἐμεγάλυνε, κἀκεῖνον ἐν τιμῇ πεποίητο πλείονι.
§3.6.1 Ταῦτα μὲν οὖν συμβέβηκεν ὕστερον· ἐν δὲ τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐνύπνιον προφήτης εἶδεν. ἢν δὲ τοιοῦτον τὸ ὅραμα. τέσσαρα ἐδόκει θηρία ἀνιέναι ἐκ τῆς θαλάσσης, ὧν τὸ πρῶτον λεαίνης εἶχε μορφὴν καὶ πτερὰ ὡσεὶ ἀετοῦ, καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. μὲν οὖν θάλασσα τὸν ἀνθρώπινον ἐδήλου βέον τὸν πολυκύμαντον καὶ πλείστας καὶ συνεχεῖς μεταβολὰς δεχόμενον καὶ περιτροπάς, τὸ δὲ θηρίον λέαινα τὴν τῶν Ἀσσυρίων βασιλείαν εἰκόνιζε, τὸ δ᾿ ἐξαρθῆναι ἀπὸ τῆς γῆς τὴν τῆς ἀρχῆς ἐκείνης ἐδήλου κατάπαυσιν καὶ τῆς ἐξουσίας τὴν περιαίρεσιν. καὶ τὸ ἐπὶ ποδῶν ἀνθρώπου στῆναι τὸ ἴσην τοῖς ὑπηκόοις γενήσεσθαι ὑπῃνίττετο, τὸ δὲ καρδίαν ἀνθρώπου δοθῆναι αὐτῇ τὸ διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν διδαχθῆναι καὶ μή τι τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐξ ἀλαζονείας φαντάζεσθαι· καὶ τὰ πτερὰ γὰρ τό θηρίῳ παρὰ φύσιν προσεπεφύκεσαν τὴν ἔπαρσιν ἐδήλουν τῶν βασιλέων ἐκείνων καὶ τὸ ἐξ ὑπερηφανίας τοῦ νοὸς αὐτῶν ὑπερνέφελον.
§3.6.2 Τὸ δὲ δεύτερον θηρίον ἄρκῳ ὡμοίωτο, καὶ εἰς μέρος ἓν ἔστη, καὶ τρία εἶχε πλευρὰ καὶ πτερὰ ἐν τῷ στόματι. καὶ ἐλέγετο αὐτῇ ἀνάστα, φάγε σάρκας πολλάς.” τῆς Περσῶν δὲ βασιλείας ἄρκος ἐγένετο τύπωσις, διὰ τὸ ὠμὸν τοῦ ἔθνους καὶ ἀπηνές· πάντων γὰρ τῶν βαρβάρων οἱ Πέρσαι τιμωρήσασθαι ἀπηνέστροι, σκαφεύσεσί τε καὶ δορᾶς ἀφαιρέσει πικροτάτας καὶ μακροτάτας τὰς κολάσεις τιθέμενοι.
§3.6.3 Εἰκὸς δέ τισιν ἀγνοεῖσθαι τὴν κόλασιν τῆς σκαφεύσεως καλὸν οὖν καὶ ταύτην δήλην θέσθαι τοῖς ἀγνοοῦσι. δύο σκάφας ἴσας ἀλλήλαις προσμόσαντες, καὶ ταύτας ἐγκόψαντες, ὥστε τὴν κεφαλὴν τοῦ κολαζομένου ἐκτὸς περιλελεῖφθαι τῶν σκαφῶν καὶ τὰς χεῖρας, ἀλλὰ μὴν καὶ τοὺς πόδας, ὕπτιον ἐντὸς τὸν τιμωρούμενον ἀνακλίνουσι, καὶ οὕτω τὰς σκάφας προσηλοῦσιν ἀλλήλαις. εἶτα κρᾶμα ἐκ μέλιτός τε καὶ γάλακτος κερασάμενοι ἐγχέουσιν εἰς τό στόμα τοῦ ἀθλίου ἐκείνου, μέχρις ἂν ὑπερκορὴς ἄνθρωπος γένηται· καὶ ἐκ τοῦ τοιούτου κράματος τοῦ προσώπου αὐτοῦ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν καταχέουσιν, ὕπαιθρόν τε θέντες αὐτὸν εἱληθερεῖσθαι τῷ ἡλίῳ ποιοῦσι, καὶ οὕτως ἑκάστης ἡμέρας πράττουσιν ἐπαὐτῷ. μυῖαι μὲν οὖν καὶ σφῆκες καὶ μέλισσαι διὰ τὴν τῶν καταχεθέντων γλυκύτητα ἀθροιζόμεναι τῷ τε προσώπῳ αὐτοῦ καὶ τοῖς ἄλλοις ἐφιζάνουσι μέλεσιν, τῶν σκαφῶν ἐκτός, ὡς εἴρηται, περιλέλειπται, ἐνοχλοῦσαι, αἶ δὲ τὸν ἄθλιον καὶ τιτρώσκουσαι. δέ γε γαστὴρ ἐκείνου πληρωθεῖσα τοῦ μέλιτος καὶ τοῦ γάλακτος ὑγρὰ προἵησι σκύβαλα, ὧν ἐνσηπομένων εὐλαί τε καὶ σκώληκες ἀναζέουσιν δτῇ ὑγρότητι καὶ τὰς σάρκας αὐτῇ ἐνσηπόμενος καὶ ὑπὸ τόν σκωλήκων αὐτὸς δαπανώμενος οὕτως οἰκτρότερόν τε θνήσκει καὶ χρονιώτερον. ταύτῃ τῇ κολάσει χρήσασθαι ἱστορεῖται καὶ Παρύσατις Κύρου καὶ Ἀρταξέρξου μήτηρ κατὰ τοῦ ἀνελεῖν τὸν Κῦρον αὐχήσαντος, μαχόμενον περὶ τῆς βασιλείας τῷ ἀδελφῷ, ἐπὶ τεσσαρεσκαιδεκάτην ἡμέραν τῇ τιμωρίᾳ διαρκέσαντος τῆς σκαφεύσεως.
§3.6.4 μὲν οὖν σκάφευσις τοιάδε τις εἶναι ἱστόρηταί. τὸ δέ(( ἀνάστα, φάγε σάρκαςοὐκ ἐπιτρέποντός ἐστιν, ἀλλὰ προλέγοντος τὰ ἐσόμενα πολλὴ γὰρ φθορὰ τῶν Ἀσσυρίων καὶ τῶν συμμαχούντων ἐκείνοις ὑπὸ Περσῶν τε καὶ Μηδῶν ἐγένετο. εἴποι δἄν τις καὶ τόφάγε φάγε σάρκας πολλάςτῆς ὠμότητος τοῦ ἔθνους σημαντικόν. τὰ δὲ τρία πλευρὰ πτερά, ἐν τῷ στόματι κατεῖχε, τὴν τόν τριῶν τμημάτων ἀρχὴν τῆς οἰκουμένης ἦν προχαράττοντα. Κῦρος μὲν γὰρ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκὼς τὸ ἑῷον ἅπαν μέχρι τοῦ Ἑλλησπόντου ὑπέταξεν. δὲ τούτου υἱὸς Καμβύσης καὶ τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν ἔσχεν ὑφἑαυτόν· νότιοι δαἶ χῶραι αὗταί εἰσι. Δαρεῖος δὲ Ὑστάσπου καὶ τοὺς νομάδας ἐχειρώσατο Σκύθας· οὗτοι δοἰκοῦσι τὸ κλίμα τὸ βόρειον. δέ γε Ξέρξης τοῦ Δαρείου ὥρμησε μὲν κατὰ τῆς Εὐρώπης, κρατῆσαι καὶ ταύτης πειρώμενος, ἀπεκρούσθη δέ γε ναυμαχίᾳ πρὸς Ἀθηναίων ἡττηθεὶς καὶ ἀναζεύξας κατῃσχυμμένος. τὸ δἐν μέρει στῆναι τὸ θηρίον σημαντικὸν τοῦ μὴ πάντῃ τῆς ἀρχῆς ἐκπεσεῖν, ὀλίγῳ δὲ μέρει ταύτης περιγραφῆναι. πάσης γὰρ τῆς Ἀσίας πρῴην κρατοῦσα βασιλεία ἐκείνη καὶ Αίθιόπων καὶ Αἰγυπτίων Παλαιστίνης τε καὶ Φοινίκης καὶ τῆς Λιβύης αὐτῆς ἐξέπεσε μὲν τῶν λοιπῶν, περιελείφθη δαὐτῇ Μηδία τε καὶ Πέρσις. καὶ ἄλλως τὸ ἐν μέρει στῆναι τὸ θηρίον ἐκληφθήσεται, ἐπὶ καιρόν τινα δηλαδὴ σχολάσαι τὴν τῶν Περσῶν βασιλείαν καὶ ἀπρακτῆσαι. τοῦ γὰρ Ἀλεξάνδρου καθῃρηκότος αὐτήν, εἶτα θανόντος, εἰς τέσσαρας ἀρχὰς ἐκείνου μοναρχία διῄρητο. κατἀλλήλων δὲ τῶν διαδόχων αὐτοῦ χωρησάντων καἰ ἐν ταῖς πρὸς ἀλλήλους μάχαις ἠσθενηκότων, οἱ Πέρσαι πάλιν καιροῦ λαβόμενοι ἀνεθάρσησαν καὶ πολλὰ τῆς σφετέρας ἀρχῆς ἀνεκτήσαντο.
§3.6.5 Τὸ δὲ τρίτον θηρίον παρδάλει ἢν ἐμφερές, καὶ πτερὰ εἶχε τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τούτῳ τῷ θηρίῳ ἐπεφύκεσαν, καὶ ἐξουσίαν λέγει δοθῆναι αὐτῷ. τοῦτο δὲ τὸ θηρίον τὴν Μακεδονικὴν εἰκόνιζε βασιλείαν. παρδάλει μὲν γὰρ εἰκάσθη Ἀλέξανδρος διὰ τὸ ὀξύρροπον καὶ εὐκίνητον, καὶ τὰ πτερὰ ἐδήλουν. δὲ τούτων τετρακτὺς τὰ τέσσαρα τῆς οἰκουμένης μέρη ᾐνίττετο, πτηνοῦ διῆλθε τρόπον καὶ σχεδὸν ἁπάντων ἐκράτησεν. αἱ δέ γε τέσσαρες κεφαλαὶ τὴν μετὰ θάνατον ἐκείνου διαίρεσιν ἐσήμαινον τῆς ἀρχῆς. εἰς γὰρ τέσσαρας βασιλείας ἐκείνου διῄρητο ἐπικράτεια, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος Λάγου κεκράτηκε καὶ οἱ ἐξ ἐκείνου μέχρι τῆς Κλεοπάτρας, τῆς δὲ Συρίας καὶ τῶν αὐτῇ προσεχῶν Σέλευκος ἐκυρίευσεν, Ἀντίγονος δὲ τὴν Ἀσίαν ὑφἑαυτὸν ἐποιήσατο, τῆς δὲ Μακεδονίας ἦρξεν Ἀντίπατρος, ὡς δέ τινες ἱστοροῦσιν, Ἀριδαῖος ἀδελφὸς ἑτεροθαλὴς ἐκ πατρὸς ὢν Ἀλεξάνδρου. φησὶ γὰρ Χαίρων ἐὺς τὸν Περδίκκαν μετὰ θάνατον Ἀλεξάνδρου ἐν μεγίστῃ δυνάμει ὄντα εὐθὺς τὸν Ἀριδαῖον ὥσπερ δορυφόρημα βασιλείας ἐφέλκεσθαι, γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς, ἀτελῆ δὲ τὴν φρόνησιν ὄντα, οὐ φύσει τοιοῦτον προαχθέντα, ἀλλὰ τῆς Ὀλυμπιάδος φαρμάκοις διαφθειράσης αὐτῷ τὴν διάνοιαν.
§3.7.1 Τοῦ δὲ τετάρτου θηρίου εἶδος μὲν οὐκ ἐσήμανεν προφήτης, φοβερὸν δεἶπε τοῦτο καὶ ἔκθαμβον περισσῶς, ὀδόντας ἔχον μεγάλους καὶ σιδηροῦς, ἐσθίον τε καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα συμπατοῦν, καὶ τὸ διάφορον αὐτοῦ πρὸς τὰ προηγησάμενα θηρία ἔφη τυγχάνειν πολύ. τῶν Ῥωμαίων δὲ διὰ τούτου βασιλεία σημαίνεται. διὸ οὐδὲ εἶδος προφήτης τούτῳ οὐδὄνομα ἔθετο. πολυειδὴς γὰρ τῶν Ῥωμαίων ἀρχή, πρότερον μὲν βασιλεῦσιν ἰθυνομένη ἀπὸ Ῥωμύλου μέχρι τῶν Ταρκυνίων, τῆς δἐκείνων τυραννίδος καταλυθείσης ἀριστοκρατουμένη, τῆς συγκλήτου καὶ τῶν ὑπάτων διοικούντων τὰ πράγματα, ἔστι δ᾿ ὅτε καὶ δημοκρατουμένη, τοῦ δήμου πολλάκις πρὸς τὴν σύγκλητον στασιάσαντος, μετέπειτα δ᾿ αὐθις εἰς μοναρχίαν μεταπεσοῦσα, κἀκ ταύτης εἶς βασιλείας κλῆσιν ἐπανακάμψασα. φοβερὸν δὲ τὸ θηρίον καὶ ἔκθαμβον εἶπεν ὅτι δυνατωτέρα τῶν ἄλλων βασιλειῶν αὕτη γεγένηται, καὶ ὄσα Μακεδονικὴ μὴ ὑπέταξε βασιλεία, ὑφἑαυτὴν αὕτη ποιησαμένη, τὴν Ἑλλάδα δηλαδὴ πάσαν, τὴν Καρχηδόνα σὺν τῆ̣ Λιβύῃ, τὴν Σικελίαν, τὴν Σαρδῶ τε καὶ νήσους ἄλλας καὶ ἔθνη ἑσπέρια διάφορα ἕτερα, ὣν οὐκ ἦρξεν Ἀλέξανδρος· ἅπερ βουλόμενος γνῶναι τὰς βίβλους τοῦ Ρωμαίου Δίωνος ἀναγνώτω καὶ τὰ τοῦ Πολυβίου συγγράμματα. φοβερὸν δὲ τὸ θηρίον ἔφη καὶ ἔκθαμβον καὶ σιδηροῦς ὀδόντας ἔχον, ὡς τῆς τῶν Ῥωμαίων ἡγεμονίας τῶν ἄλλων βασιλειῶν ἁπασῶν φρικωδεστέρας γεγενημένης. καὶ ἐν τῇ εἰκόνι γὰρ τῇ κατὄναρ ὀφθείσῃ τῷ Ναβουχοδονόσορ τὸν σίδηρον τέθεικε τῆς τετάρτης βασιλείας εἰκόνισμα. τοῖς οὖν σιδηροῖς ὀδοῦσιν ἐσθίειν τὸ θηρίον εἶπε καὶ λεπτύνειν, καὶ τὰ λοιπὰ συμπατεῖν τοῖς ποσί. τὸ μὲν οὖν ἐσθίειν καὶ λεπτύνειν εἰς τὴν τῶν δασμῶν ἐξείληπται εἰσφοράν, ὡς βαρυτέρων τοῖς ὑπηκόοις φόρων ἐπιτεθέντων, οἳ τοὺς βασιλεύοντας τρέφουσι καὶ πιαίνουσι, τοὺς δεἰσπραττομένους αὐτοὺς ἐκλεπτύνουσι πενητεύοντας. οἱ δὲ δασμοφορεῖν οὐκ ἠνείχοντο, τῆς ἐλευθερίας ἀντιποιούμενοι, τούτους τοῖς ποσὶ συνεπάτει τὸ θηρίον καὶ ἐξωλόθρευε διὰ τῶν ποδῶν δὲ τὸ στρατιωτικὸν ὑπαινίττεται, ὡς ἐν τούτῳ τῆς βασιλείας ἐρειδομένης καὶ βεβηκυίας καὶ ἐξ ἑτέρων μεταβαινούσης εἰς ἕτερα. καὶ κέρατα δεἶναι τῷ θηρίῳ δέκα φησίν, ὑπεμφαίνων ὡς εἰς πολλὰς ἡγεμονίας ἐπἐσχάτων βασιλεία διαιρεθήσεται. ἐν μέσῳ δὲ τῶν δέκα μικρὸν ἀνιέναι κέρας, καὶ ἐκριζωθῆναι τῶν κεράτων τρία παραὐτοῦ, καὶ ὀφθαλμοὺς ἔχειν τὸ κέρας ἐκεῖνο καὶ στόμα λαλοῦν μεγάλα, καὶ πολεμεῖν τοῖς ἁγίοις. τοῦτο τὸ κέρας εἰς τὸν ἀντίχριστον ἐξειλήφασί τινες. μικρὸν δ᾿ ἐκλήθη ὡς ἀπὸ μικρᾶς φυλῆς τῶν Ἑβραίων μέλλον φυήσεσθαι. τρεῖς δὲ τῶν δέκα βασιλέων καταλύσει. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν πονηρίαν αὐτοῦ καὶ τό πανοῦργον ᾐνίξατο, ὡς διὰ τούτων ἐξαπατῆσον πολλούς. διὰ δὲ τού μεγάλα λαλοῦντος στόματος τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸ ἐπηρμένον ὑπενέφηνε τοῦ φρονήματος. τὸ δὲ πόλεμον μετὰ τῶν ἁγίων ποιεῖν τὸ πᾶσαν ἐνδείξασθαι σπουδὴν δηλοῖ τῆς οἰκείας κακίας καὶ βλασφημίας ἅπαντας λαβεῖν κοινωνούς. τῆς δὲ κατὰ τοῦ θεοῦ βλασφημίας ἐκεινοῦ ἐμφαντικὸν τό λόγους εἰς τὸ ὕψος λαλήσει.”
§3.7.2 Ἐπὶ τούτοις προφήτης ἐπήγαγενἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν.’ μὲν οὖν εἴρηται ποιοῦν τὸ κέρας οὐκ ἐπὶ μακρὸν διαρκέσειν ἐδείχθη τῷ Δανιήλ, ἕως δὲ αἰώνιος κριτήριον ἐκάθισεν, ἀντὶ τοῦ κρίσεως καιρὸν ἔστησε καὶ τὴν μνήμην τῶν ἑκάστῳ πεπραγμένων ἀνέπτυξε. βίβλους γὰρ τὰς ἀναμνήσεις ἐκάλεσε καὶ παλαιὸν ἡμερῶν τὸν αἰώνιον. δὲ λευκότης τῶν τριχῶν καὶ τοῦ ἐνδύματος τὸ καθαρὸν αὐτοῦ πανταχόθεν καὶ ἄμωμον δείκνυσιν. ἔνα δὲ κατὰ συγχώρησιν θεοῦ δείξῃ γενήσεσθαι τὰ παρὰ τοῦ ἀντιχρίστου ἐσόμενα, καὶ οὐχ ὡς ἀδυνατούσης τῆς θείας φύσεως ταῦτα παῦσαι μηδὲ τὴν ἀρχὴν συγχωρῆσαι γενέσθαι, τὰς χιλίας χιλιάδας τῶν λειτουργῶν καὶ τὰς μυρίας μυριάδας τῶν παρισταμένων εἰσήγαγε, καὶ τὸν πύρινον θρόνον καὶ τοὺς ὁμοίους τροχοὺς καὶ τὸν φλογόεντα ποταμόν. καὶ ἐθεώρει ἕως οὗ ἀνῃρέθη τὸ θηρίον καὶ τὸ σῶμα αὐτοῦ εἰς καῦσιν ἐδόθη πυρός. διὰ γὰρ τὴν μανίαν τοῦ ἀντιχρίστου ὅλη βασιλεία περιαιρεθήσεται. καὶ οὐκ αὐτὸ τὸ θηρίον εἰς καῦσιν δοθήσεται, ἀλλὰ τὸ σῶμα αὐτοῦ. τοῦ γὰρ θηρίου τὴν βασιλείαν αἰνιττομένου εἰκός ἐστιν ἐν τῇ βασιλείᾳ πολλοὺς εἶναι καὶ τὸν θεὸν σέβοντας καὶ ἀρετὴν μετιόντας. οὐ τούτους οὑν φησιν εἰς καῦσιν δοθῆναι, ἀλλὰ τοὺς κακίας ἐργάτας καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις ἐγκειμένους διὰ παντὸς καὶ μή τι φρονήσαντας πνευματικόν.
§3.7.3 Μετὰ δὲ τὴν τοῦ θηρίου ἀπώλειαν ὁρᾶν προφήτης φησὶν ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ νεφελῶν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάσαντα, καὶ δοθῆναι λέγει τὴν ἀρχὴν καὶ τὴν τιμὴν καὶ τὴν βασιλείαν, καὶ αὐτῷ δουλεῦσαι τοὺς λαοὺς πάντας καὶ τὰς γλώσσας καὶ τὰς φυλάς, καὶ τὴν ἐξουσίαν αὐτοῦ αἰώνιον ἔσεσθαι καὶ μύ παρελεύσεσθαι, καὶ τὴν βασιλείαν αὐτοῦ μὴ διαφθαρήσεσθαι. ταῦτα σαφῶς τὴν δευτέραν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προθεσπίζουσιν. υἱὸς μὲν γὰρ ἀνθρώπου καλεῖται διὰ τὴν ἡμετέραν φύσιν, ἣν προσελάβετο, ἐπὶ δὲ τῶν νεφελῶν ἐρχόμενος κατὰ τὴν ἐπαγγελίαν αὐτοῦ εἰπόντοςὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
§3.8.1 Ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐμυήθη Δανιὴλ, ἐν δὲ τῷ τρίτῳ ἑτέραν ὀπτασίαν ἑώρακεν. “ἐν Σούσοις γὰρ ὢν ἦρα λέγει τοὺς ὀφθαλμούς μου, καὶ ἰδοὺ κριὸς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἒν ὑψηλότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπἐσχάτου. καὶ ἢν κερατίζων κατὰ θάλασσαν καὶ βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία στῆναι ἐνώπιον αὐτοῦ οὐκ ἠδύναντο, καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη.” πάλιν κἀνταῦθα τὰ περὶ τῶν βασιλειῶν προφήτης διδάσκεται. καὶ κριῷ μὲν ἀπεικάσθη ἀρχὴ τῶν Περσῶν διὰ τὸν περικείμένον αὐτὴ πλοῦτον, ἑστὼς δἦν κριὸς ἐπὶ τοῦ Οὐβὰλ ἤγουν ἐπὶ τῆς πύλης τῶν Σούσων· αὕτη γάρ ἦν πόλις μητρόπολις τῶν Περσῶν, καὶ ἐκεῖ τοῖς βασιλεῦσιν ἦν τὰ βασίλεια, καὶ προφήτης ἐν ταύτῃ τῇ πόλει διάγων εἶδε τὸ ὅραμα. τὰ δὲ δύο κέρατα τὰ τὴν βασιλείαν ταύτην ἰθύναντα δύο γένη ἐτύπουν. τὸ μὲν γὰρ ἧττον κέρας τὸν Κῦρον καὶ τὸν ἐκείνου υἱὸν τὸν Καμβύσην εἰκóνιζε, μέχρις αὐτόν γὰρ τῆς βασιλείας ἔστη ἀρχή, καὶ οὐ προῆλθε περαιτέρω τὸ Κύρου γένος, τὸ δὲ μείζονκέρας τὸ Δαρείου γένος ᾐνίττετο, μέχρι τοῦ τελευταίου Δαρείου προέκοψεν, ὃν κατεπολέμησεν Ἀλέξανδρος. Καμβύσου γὰρ τοῦ Εὔρου παιδὸς θανόντος οἱ μάγοι μετὰ δόλου τὴν βασιλείαν ἐσφετερίσαντο· οὓς ἐπὀλίγον κρατήσαντας, καὶ γνωσθέντας οἵτινες ἦσαν, οἷ ἑπτὰ τῶν Περσῶν οἶκοι καθεῖλον. ἐξ ὧν ἐβασίλευσεν Ὑστάσπου Δαρεῖος, οὗ τὸ γένος μέχρι τέλους τῆς βασιλείας διήρκεσε. τοῦτο γὰρ ἐμφαίνει προφήτης προσθεὶς ὅτι τὸ ὑψηλότερον ἀνέβαινεν ἐπἐσχάτου, τὸ ἐπὶ μακρὸν δηλαδὴ διαρκέσαι καὶ ἕως τέλους τῆς Περσικῆς βασιλείας τῶν κεράτων τὸ ἕτερον. ἐκεράτιζε δὲ κριὸς κατὰ νότον καὶ βορρᾶν καὶ θάλασσαν· τό τε γὰρ νότιον κλίμα καὶ τὸ βόρειον ἐχειρώσατο, καὶ τόν νήσων τὰς πλείους, ταύτας γὰρ διὰ τῆς θαλάσσης ᾐνίξατο, ὑπὸ δουλείαν πεποίητο· καὶ συνεμάχουν τῷ Ξέρξῃ κατὰ τῆς Ἑλλάδος στρατεύοντι οἶ τὰς νήσους οἰκοῦντες· διὸ καὶ κατὰ θάλασσαν τὸν κριὸν κερατίζειν προφήτης ἑώρακεν. οὐδέν τε τῶν θηρίων ἐνώπιον αὐτοῦ στῆναι ὑπέμενε. θηρία δὲ τὰς μερικὰς βασιλείας ἐκάλεσεν, ὡς φοβερὰς τοῖς ὑπηκόοις. εἶεν δἂν αὗται Σύρων, Κιλίκων, Ἀράβων, Αἰγυπτίων, Ἰουδαίων, καὶ ἕτεραι· οὐδεμία γοῦν τούτων ἀντιστῆναι εἰς τέλος ἠδυνήθη τῇ Περσῶν ἀρχῇ, ἀλλἅπαντας οἶς προσέβαλεν ὑπέταξε. “καὶ ἐμεγαλύνθη ὅτι μεγάλη γέγονεν ἀρχὴ πολλῶν ἐθνῶν καὶ χωρῶν κυριεύσασα, ὅτι μεγάλα καὶ ὑπὲρ ἀνθρωπίνην ἐφαντάσθη φύσιν ὀγκωθεῖσα τῇ εὐτυχίᾳ.
§3.8.2 Ἀπορῶν δὲ προφήτης περὶ τῶν ὁρωμένων, ὁρᾷ τράγον ἀπὸ λιβὸς ἐρχόμενον ἐπὶ πᾶσαν τὴν γῆν, καὶ αὐτῷ κέρας ἦν ἕν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. καὶ ἕως τοῦ κριοῦ φθάσας ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισεν αὐτὸν καὶ συνέτριψε τὰ κέρατα αὐτοῦ γαῖ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνεπάτησεν αὐτόν, καὶ οὐκ ἦν ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ. τὴν Μακεδονικὴν βασιλείαν ὑπετύπου τράγος· ὀξύτερος γὰρ τοῦ κριοῦ καὶ μᾶλλον εὐκίνητος. ἀπὸ λιβὸς δ᾿ ἤρχετο, ὅτι τὴν Αἴγυπτον πρότερον ὑφἑαυτὸν ποιησάμενος Ἀλέξανδρος οὕτω πρὸς Δαρεῖον τὸ δεύτερον ὥρμησε, καὶ κατατροπωσάμενος αὐτὸν τὴν τῶν Περσῶν βασιλείαν κατέλυσεν. ἐν Ἰσσῷ γὰρ πρῴην τῆς Κιλικίας αὐτῷ συμβαλὼν ἥττησεν αὐτόν, καὶ τὴν μὲν γυναῖκα καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τὸ ἄρμα καὶ τὸ τόξον κατέσχε καὶ διήρπασε τὸ στρατόπεδον τὸ Περσικόν, ἔφυγε δ᾿ ἐκεῖθεν Δαρεῖος καὶ αὖθις δυνάμεις συναγαγὼν ἐμαχέσατο τῷ Ἀλεξάνδρῳ ἐξ Αἰγύπτου πρὸς ἐκεῖνον ὁρμήσαντι, καὶ πάλιν ἡττήθη ἐν Ἀρβήλοις καὶ φεύγων ἀπώλετο. θεωρητὸν δὲ τὸ κέρας φησὶν ἀντὶ τοῦ ἐπίσημον καὶ περίβλεπτον· τὴν Ἀλεξάνδρου δὲ καὶ διὰ τούτου αἰνίττεται βασιλείαν. καὶ ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ ἐκφῦναι τὸ κέρας λέγει διὰ τὸ ἀγχίνουν καὶ τὴν σύνεσιν καὶ τὸ γενναῖον τοῦ φρονήματος τοῦ Ἀλεξάνδρου. καί ‘‘ἦλθεφησίν τράγος ἕως τοῦ κριοῦ τοὐ τὰ κέρατα ἔχοντος, καὶ εἶδον αὐτὸν φθάσαντα ἴως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔρριψεν αὐτὸν εἰς γῆν καὶ συνεπάτησεν αὐτόν.” συνετρίβη δέ, φησί, καὶ ἄμφω τὰ κέρατα τοῦ κριοῦ, προσαράξαντος τοῦ τράγου αὐτῷ· τοῦτἔστι, καὶ ἄμφω αἱ δυνάμεις αὐτοῦ αἷς ἐπεποίθει, τε Περσικὴ καὶ Μηδική. Περσῶν γὰρ καὶ Μηδῶν ἦρχον οἱ βασιλεῖς τῶν Περσῶν, ὡς τοῦ Κύρου ἐξ ἀμφοῖν, ὡς εἴρηται, φύντος καὶ τὴν ἀμφοῖν Βασιλείαν σχόντος ὑφἑαυτόν, καὶ ἄμφω ταῦτα τὰ γένη τὴν Ἀσσυρίων βασιλείαν κατέλυσαν. “καὶ τράγος ἐμεγαλύνθη σφόδρα.’ οὐ γὰρ μόνα τὰ ὑπήκοα τῇ τῶν Ἀσσυρίων ἀρχῇ ὑφἑαυτὸν ἐποιήσατο, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐχειρώσατο. τῇ τε γὰρ Ἰνδίᾳ προσέβαλε καὶ τὸν Πῶρον ἐνίκησε καὶ τὸν Ταξίλην ᾠκειώσατο καὶ ἄλλα μέρη τῆς Ἰνδικῆς κατέσχεν. εἶτα δηλῶν προφήτης ὅτι καὶ οὗτος εὐδαιμονήσας μικρὸν παρελεύσεται, ἐπήγαγεκαὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ τέσσαρα κέρατα ὑποκάτωθεν ἐξέφυ αὐτοῦ.” τοῦ γὰρ Ἀλεξάνδρου μετὰ τὴν εὐτυχίαν ἐκείνην συντόμως θανόντος εἰς τέσσαρα ἐκείνου διῃρέθη ἀρχή, ὡς εἴρηται ἤδη ἐν τῷ τρίτῳ θηρίῳ, τῷ Δανιὴλ καθὕπνους ἔδοξεν ἐκ τῆς θαλάσσης ἐξέρχεσθαι, ἔχον τέσσαρας κεφαλάς.
§3.8.3 Καὶ ἐκ τοῦ ἑνὸς τῶν κεράτων ἐξῆλθε κέρας φοβερόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς ἀνατολὴν καὶ πρὸς λίβα καὶ πρὸς τὴν δύναμιν. καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπεσον ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων, καὶ συνεπάτησεν αὐτούς.’ τὰ περὶ τοῦ Ἐπιφανοῦς Ἀντιόχου διὰ τούτων Δανιὴλ προδιδάσκεται, ὃς Ἀντιόχου μὲν τοῦ μεγάλου υἱὸς ἦν, μᾶλλον δὲ τῶν πρὸ αὐτοῦ κρατυνθεὶς βασιλέων, τῶν ἀπὸ Σελεύκου δηλαδή, καὶ τῆς Αἰγύπτου κρατήσας καὶ ἑτέρων χωρῶν καὶ ἐπὶ Ἰουδαίους ἐστράτευσε καὶ τῆς τῶν Ἰεροσολύμων ἐκυρίευσε πόλεως, ἀλλὰ καὶ τοῦ ἔθνους παντός, καὶ τόν τε ναὸν ἐσύλησε καὶ ἐμίανε σύας ἐν αὐτῷ θύσας, καὶ τῷ Διὶ βωμόν ἱδρυσάμενος τὸ ἔθνος ὅλον ἑλληνίζειν ἠνάγκαζε, κωλύων αὐτοὺς περιτέμνειν τὰ ἄρρενα. τὴν γὰρ κατὰ θεοῦ μανίαν αὐτοῦ τόἐμεγαλύνθη ἕως τῆς δυνάμεως οὐρανοῦὑπαινίττεται. τὸ δέ ἔπεσον ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν ἀστέρων ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτούςτοὺς ἐκ τοῦ Ἰουδαϊκοῦ λαοῦ ἀσεβήσαντας διὰ τὴν ἐξ ἐκείνου ἐπαγομένην αὐτοῖς ἀνάγκην δηλοῖ, οἳ τῆς νομίμου καὶ θείας διαγωγῆς ἐκπεπτώκασι, τῷ τυράννῳ ὑπείξαντες καὶ ὑπἐκείνου συμπατηθέντες. ἀστέρες δἐκλήθησαν διὰ τὸ τῆς εὐσεβείας καθαρὸν καὶ ὑπέρλαμπρον, ὅτι τῷ Ἀβραὰμ θεὸς ἐπηγγείλατο πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ.
§3.8.4 Καὶ ἕως τοῦ ἄρχοντος τῆς δυνάμεως ἱδρύθη.’ καὶ καταὐτοῦ γὰρ τοῦ θεοῦ ἐλύττησε τοῦ ἄρχοντος τῶν ἄνω δυνάμεων. “καὶ θυσία ἐταράχθη πτώματι, καὶ ἐγενήθη καὶ εὐωδώθη, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη.” ἀπηγορευμένα γὰρ θύσας ἐτάραξε τὴν θυσίαν, ἀντὶ τοῦ συνέχεεν, ἐμίανε. πτώματα δὲ τοὺς σύ ἃς λέγει, καὶ ἁμαρτίαν ἐπὶ τὴν θυσίαν τὴν ἐπαὐτῇ παρανομίαν. διὰ δὲ τοὐἐρρίφη χαμαὶ δικαιοσύνη τῶν ἀθέτησις καὶ οἱ ἄδικοι φόνοι δηλοῦνται τῶν ἀσεβῆσαι μὴ καταδεξαμένων. ἀλλὰ καὶ ταῦτα πράττων καὶ οὕτως ἀσεβῶν Ἀντίοχος εὐωδοῦτο, φησί.
§3.8.5 Ἐπὶ τούτοις ἐπάγει Δανιὴλκαὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνί, ἕως πότε ὅρασις στήσεται καὶ θυσία ἀρθεῖσα καὶ ἁμαρτία τῆς ἐρημώσεως δοθεῖσα; καὶ εἶπεν αὐτῷ, ἕως ἐσπέρας καὶ πρωὶ ἡμέραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.” ἀγωνιῶντι τῷ προφήτῃ διὰ τὰ ὁρώμενα ἐπιπέμπονται ἄγγελοι δηλοῦντες αὐτῷ ὅτι τέλος ἕξουσι τὰ δυσχερῆ καὶ τὸν καιρὸν διδάσκοντες τῆς αὐτῶν παρελεύσεως. καὶ ἠρώτα ἕτερος τὸν ἕτερον· τὸ γὰρ φελμουνὶ ἐξελληνιζόμενον τινὰ σημαίνει. ἠρώτα δὲ οὐχ ὡς ἀγνοῶν, ἀλλἔνα μάθῃ Δανιήλ. δ᾿ ἐρωτὼμενος ἀπεκρίνατοἡμέραι δισχίλιαι καὶ ἕως ἑσπέρας καὶ πρωί, καὶ καθαρισθήσεται τὸ ἅγιον. ἐσπέραν μὲν οὖν ἐκάλεσε τὴν ἀρχὴν τῶν ἀνιαρῶν καὶ ὅλον τὸν χρόνον αὐτῶν, νυκτὶ γὰρ καὶ σκότῳ τὰ λυπηρὰ ἔοικε, πρωὶ δὲ τὴν μετὰ τὰς συμφορὰς εἰρηναίαν κατάστασιν. τοῦτο τοίνυν σημαίνει διὡν φησιν ὅτι ἀπὸ τῆς τῶν κακῶν ἀρχῆς μέχρι τέλους αὐτῶν τόσος καιρὸς παρελεύσεται. αἱ δὲ ἡμέραι πρὸς ἐνιαυτοὺς ἀριθμούμεναι ἒξ ἀποτελοῦσι μῆνας καὶ ἰδαρίθμους ἐνιαυτοὺς κατὰ τὴν τῶν Ἐβραίων ψῆφον· ἐπὶ τοσοῦτον γὰρ ἐπἈντιόχου τοῖς Ἰουδαίοις ἐπεωεχθεῖσα συμφορὰ ἐπεκράτησε. ταῦτα παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τῷ προφήτῃ ζητοῦντι σύνεσιν ἐμυήθη.
§3.9.1 Εἶτα διὰ τὴν τῶν ὁμοφύλων αἰχμαλωσίαν ἐπὶ Δαρείου πάλιν τοῦ Μηδῶν ἄρχοντος, ὃς καὶ Κυαξάρης ὠνόμαστο καὶ Ἀσούηρος, Ἀστυάγους ὢν υἱός, τοῦ προφήτου θρηνοῦντος καὶ τοῦ θεοῦ δεομένου ἥψατό τις ἀνὴρ ὄνομα Γαβριήλ. ἥψατο δὲ αὐτοῦ ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, κατὰ τὸν καιρὸν τῆς ἐν ἑσπέρᾳ λατρείας, ἐπὶ τοσαύτην ὥραν ἐφὅσην ἑσπερινὴ ἐτελεῖτο λατρεία. καὶ εἶπε τῷ Δανιήλνῦν ἐξῆλθον συμβιβάσαι σοι σύνεσιν καὶ ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ ἀντὶ τοῦ, ἀκριβῶς πρόσσχες τοῖς λεγομένοις αἰνιγματώδεσιν οὖσι καὶ πλείονος δεομένοις σπουδῆς. ἐνίοτε δὲ καὶ διαἰνιγμάτων τὰ θεῖα δηλοῦται, ἔνα μὴ πάσι γίνοιντο δῆλα καὶ διὰ τοῦτο εὐκαταφρόνητα. ἀνὴρ δἐπιθυμιῶν ἐκλήθη Δανιὴλ ὡς κατὰ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀνδριζόμενος καὶ γενναίως αὐταῖς ἀνθιστάμενος, ὡς ἐπιθυμῶν μαθεῖν τὰ τῷ λαῷ καὶ τοῖς αὐτοῦ συμφυλέταις ἐσόμενα, ὅτι ἐπιθυμητὸς ἦν καὶ ἐπέραστος διἣν μετήρχετο ἀρετήν.
§3.9.2 Εἶτα ἐπάγει ἄγγελος ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.“ μὲν προφήτης προσευχόμενος λαός σουπρὸς τὸν θεὸν ἔλεγεκαὶ πόλις σου· δὲ ἄγγελος πρὸς τὸν Δανιήλ φησιν λαός σου καὶ πόλις σου, ὡς μὴ ἀξίου ὄντος τοῦ λαοῦ τοῦ θεοῦ καλεῖσθαι. εὕρηται δὲ ὁμοίως καὶ ἐπὶ Μωυσέως, ὅτε τὸν μόσχον ποιήσαντες οἱ Ἰσραηλῖται θυσίαν αὐτῷ προσήνεγκαν· καὶ τότε γὰρ τοῦ προφήτου δεομένου θεὸς ἔφη ὡσαύτως. φησὶν οὖν ἄγγελος ὅτι καὶ Ἰερουσαλὴμ οἰκοδομηθήσεται καὶ λαός σου ἐπανελεύσεται καὶ ἐπὶ ἔτη τετρακόσια ἐνενήκοντα διαμενοῦσιν· αἱ γὰρ ἑβδομήκοντα ἑβδομάδες εἰς τοσοῦτον συμψηφίζονται ἀριθμόν· ἑκάστην δ᾿ ἡμέραν εἰς ἐνιαυτὸν ἐλογίσατο. τὸ δὲ συνετμήθησαν ἀντὶ τοῦ ἐκρίθησαν καὶ ὡρίσθησαν κεῖται. ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν, τοῦτἔστιν ἕως τοῦ χρονίσαι καὶ αὐξηθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ παλαιωθῆναι καὶ τελείαν γενέσθαι τὴν ἁμαρτίαν. διὰ τούτων δὲ τὴν κατὰ τοῦ κυρίου τόλμαν καὶ λύτταν τῶν Ἰουδαίων παρίστησιν. πολλὰ μὲν γὰρ καὶ πρὸ τούτου ἡμάρτοσαν καὶ δίκας ἔτισαν, ἀλλἀνεκλήθησαν αὐθις· ἐπεὶ δὲ κατὰ τοῦ σωτῆρος ἐμάνησαν καὶ εἰς ἔσχατον κακίας ἀφίκοντο καὶ ἐντελῆ τὴν ἁμαρτίαν εἰργάσαντο, οὐκέτι ἀνακλήσεως ἔτυχον. τὸ δὲ σφραγίσαι ἁμαρτίαν καὶ ἐξιλάσασθαι ἀδικίαν τὴν ἄφεσιν δηλοῖ τῶν πταισμάτων τὴν παρὰ τοῦ κυρίου δεδωρημένην τοῖς πιστεύουσιν εἰς αὐτόν· οὗτος γάρ ἐστιν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· τὸ γὰρ σφραγίσαι τοῦ παυθῆναι σημαντικόν. τὸ δὲ ἀγαγεῖν δικαιοσύνην αἰώνιον τὸ αὐτὸν εἰς τὸν κόσμον ἐλθεῖν, ὅς ἐστι δικαιοσύνη καὶ ἀπολύτρωσις καὶ ἁγιασμός. τὸ μέντοι σφραγίσαι ὅρασιν καὶ προφήτην τὸ τέλος ἐσχηκέναι τὰς προφητείας δηλοῖ, ἦι ὅτι τὰ παρἐκείνων περὶ τοῦ Χριστοῦ λαληθέντα ἤδη ἐκβέβηκεν, ἦι ὅτι τὸ τῆς προφητείας χάρισμα τοῖς Ἰουδαίοις ἐκλέλοιπεν, καὶ ἀμφότερα. ἐλθὼν γὰρ Χριστὸς τὰς προφητείας ἐσφράγισεν, ἐπλήρωσε δηλαδὴ καὶ ἐβεβαίωσε καὶ μέντοι καὶ ἔπαυσεν· οὐκέτι γὰρ παραὐτοῖς ἄρχων καὶ προφήτης καὶ ἡγούμενος. καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, ἥτις αὐτός ἐστιν κύριος ἡμῶν καὶ σωτήρ. μὲν γὰρ ἀπόστολοςἐδόθη σοφίαφησινἡμῖν θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. καὶ ἀλλαχοῦ περὶ τοῦ εὐαγγελίου γράφωνδικαιοσύνη ἐν αὐτῷ ἀποκαλύπτεταιλέγει. δὲ κύριοςαἰτεῖτε διδάσκειτὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, ἣν αὐτὸς ἤγαγε φανερώσας ἡμῖν διὰ τῆς αὐτοῦ διδαχῆς. καὶ τὸ χρῖσαι δὲ ἅγιον ἀγίων αὐτὸν δηλοῖ τὸν δεσπότην παραγενέσθαι Χριστόν. τίς γὰρ ἕτερος ἄγιος ἀγίων κληθείη ἂν εἰ μὴ κύριος ἡμῶν καὶ σωτήρ; ὃς ἁγιωσύνης ὑπάρχων πηγὴ χρίεται μὲν τῷ ἁγίῳ πνεύματι κατὰ τὸ ἀνθρώπινον, ὡς Ἠσαίας προανεφώνησε λέγωνπνεῦμα κυρίου ἐπἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, καὶ ὡς Δαβὶδ ἐμελῴδησεν εἰπώνἔχρισέ σε θεός, θεός σου, ἔλαιον ἀγαλλιάσεως, παρὰ τοὺς μετόχους σου," καὶ ὡς κορυφαία τῶν ἀποστόλων ἀκρότης Πέτρος ἐδίδαξε περὶ τοῦ σωτῆρος γράψας ὡςἔχρισεν αὐτὸν θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει,” σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς παλαιὰς γραφάς, ποιῶν ἅπαντα καὶ πάσχων ὅσα διἐκείνων προείρητο, καὶ ἐξιλάσκεται ἀδικίαν καταλλάσσων τοὺς ἁμαρτήσαντας τῷ θεῷ καὶ πατρὶ καὶ αὐτὸν τοῖς πταίσασαν ἱλεούμενος.
§3.9.3–3.18
§3.9.3 Εἶτα ἐπάγει θεῖος ἀρχάγγελοςκαὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο.” ἤρξατο μὲν οὖν ναὸς ἐπὶ Κύρου οἰκοδομεῖσθαι· Κῦρος γὰρ πρῶτος τῆς ἐπανόδου παρεχώρησε τῷ ἔθνει τῶν Ἰουδαίων, ἀλλἐπεσχέθη παρὰ Καμβύσου τοῦ Κύρου παιδὸς φθόνῳ τῶν αὐτοῖς ὁμορούντων ἐθνῶν, ἐπετράπη δ' αὖθις τοῖς Ἰουδαίοις τούτου ἀνέγερσις ὅτε Δαρεῖος Ὑστάσπου ἐκράτησε τῆς βασιλείας Περσῶν. ἐξ οὐδενὸς δὲ τούτων ἀριθμούμενος καιρὸς εὑρίσκεται σώζων κατὰ] τὴν τοῦ ἀρχαγγέλου φωνήν, ἀλλὑπερβάλλων· εἰ δἐκ τῶν χρόνων τῆς Ἀρταξέρξου βασιλείας καιρὸς ἀριθμοῖτο, εὑρεθείη ἂν οὔτε περιττεύων οὔτἐλαττούμενος. κἀκ τούτου δέον ἀριθμεῖσθαι αὐτόν, ὅτι τότε καὶ τῇ πόλει περιεβλήθη περίβολος καὶ τῷ ναῷ προσετέθη τὰ λείποντα καὶ οἰκητόρων πόλις πεπλήρωτο, ὅτε Νεεμίας οἰνοχοεύων τῷ Ἀρταξέρξῃ ἐδεήθη αὐτοῦ ἐπιτραπῆναι αὐτῷ τὴν εἰς τὴν πατρίδα ἐπάνοδον, καὶ ἀπελθὼν τήν τε πόλιν περιετείχισε καὶ συνῴκισε καὶ τὸν ναὸν ἀτελῆ ὄντα ἀπήρτισεν. εἰ γοῦν ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας, διοὗ μόνου ἄφεσις ἁμαρτημάτων ἐδόθη καὶ δικαιοσύνη εἰσήνεκται καὶ τῶν προφητῶν αἱ προρρήσεις πεπλήρωνται, ἀναποδίζων τις ἀριθμήσει τὸν χρόνον, εὑρήσει τοῦτον συμπληρούμενον ἕως τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὅτε δηλαδὴ Νεεμίας παραχωρηθεὶς εἰς Ἱερουσαλὴμ ἐπανῆλθεν· προἰ·οῦσα καθεἱρμὸν ἱστορία πλατύτερον διηγήσεται. ὃν δὲ ἄγιον εἶπεν ἀνωτέρω ἁγίων, τοῦτον αὖθις Χριστὸν ἡγούμενον εἴρηκεν, ὀνομάζων αὐτὸν κατὰ τὸ ἀνθρώπινον. ὡς γὰρ πρωτότοκος τῆς κτίσεως τῆς καινῆς καὶ πρωτότοκος ἐκ νεκρῶν λέγεται, οὕτω καὶ ἡγούμενος προσηγόρευται. καὶ θεῖος δὲ ἀπόστολος Πέτρος ἀρχηγὸν τῆς ζωῆς ὠνόμασε τὸν σωτῆρα, τοῖς Ἰουδαίοις διαλεγόμενος, ὡς ἐν ταῖς Πράξεσιν θεῖος Λουκᾶς συνσιηγήσεται] ἐγράψατο. ὥσπερ δὲ πρωτότοκος ἡμῶν καὶ πρωτεύων κατὰ τὸν μέγαν Παῦλον εἴρηται κατὰ τὸ ἀνθρώπινον οὕτω δὴ καὶ ἡγούμενος τῷ ἀρχαγγέλῳ Γαβριὴλ προσηγόρευται.
§3.10.1 Ἀπορήσειε δ᾿ ἄν τις ὅτου χάριν διῃρημένως, ἀλλοὐχ ὁμοῦ αἱ ἑβδομάδες ἠρίθμηνται, εἰς ἑπτὰ δὲ καὶ ἑξήκοντα δύο διῄρηνται καὶ εἰς μίαν ἑτέραν. οὐχ ὡς ἔτυχε δὲ τοῦτο πεποίηκεν ἀρχάγγελος, ἀλλά τινα καινὰ διὰ τούτων διδάσκων ἐν ταῖς τῶν χρόνων διαιρέσεσι συμβησόμενα. εἰ γὰρ ἀπὸ τῆς τῶν Ἱεροσολύμων οἰκοδομῆς τῆς ἐπὶ Νεεμίου, ὡς εἴρηται, γενομένης ἀριθμοῖντο οἶ χρόνοι μέχρις Ὑρκανοῦ ἀρχιερέως, ἐφοὗ τὸ τῶν Ἀσαμωναίων γένος ἐπαύθη τοῦ ἱερᾶσθαι, τῶν ἑξήκοντα δύο ἑβδομάδων ἀριθμὸς συμπεραίνεται. ἀπὸ μὲν γὰρ τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὃς τό Νεεμίᾳ τὴν εἰς Ἱερουσαλὴμ ἐπάνοδον ἔδωκε τῷ ταύτην τειχίσαντι, ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθεῖλεν Ἀλέξανδρος, ἑκατὸν ἔτη εἰσὶ καὶ τεσσαρεσκαίδεκα· ἐκ δὲ τῆς καθαιρέσεως τῆς τῶν Περσῶν βασιλείας, ἐν ἕκτῳ γενομένης ἔτει τῆς Ἀλεξάνδρου πρὸς τὴν Ἀσίαν στρατείας, μέχρις Ἰουλίου Καίσαρος Γαΐου, ὅς πρῶτος τῇ μοναρχίᾳ τῶν Ῥωμαίων ἐπικεχείρηκεν, ἔτη παρήλθοσαν διακόσια ὀγδοήκοντα καὶ δύο· ἐκ δὲ τῆς αὐταρχίας τοῦ Καίσαρος ἕως ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος, ἡνίκα Χριστὸς ὑπὸ Ἰωάννου ἐβαπτίσθη καὶ τῶν σημείων ἀπήρξατο,ἔτη ἑβδομήκοντα τρίαὡς συμποσοῦσθαι ταῦτα εἰς ἐνιαυτοὺς ἐπὶ τετρακοσίοις ἐξήκοντα καὶ ἐννέα. οἱ δὲ τοσοῦτοι ἐνιαυτοὶ ἀποτελοῦσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία κατὰ τὴν Ἑβραϊκὴν ἀρίθμησιν τῶν ἐτῶν. οὐ γὰρ ὡς ἡμεῖς οἱ Ἑβραῖοι ψηφίζουσι τὸν ἐνιαυτόν, ἀλλὰ κατὰ σεληνιακὸν δρόμον ἀριθμοῦντες αὐτὸν τριακοσίων πεντήκοντα καὶ τεσσάρων ἡμερῶν λογίζονται αὐτόν, ὡς περιττεύειν ἀφ᾿ ἑκάστου ἐνιαυτοῦ ἡμέρας ἕνδεκα. καὶ τούτων γοῦν τῶν περιττῶν ἡμερῶν εἰς ἔτη συμποσουμένων τὰ τετρακόσια ὀγδοήκοντα καὶ τρία Ἑβραϊκὰ συνίστανται ἔτη. Ἑβραίῳ δὲ τῷ Δανιὴλ ἄγγελος ὁμιλῶν πάντως τὰ αὐτῷ γνώριμα ἔλεγεν ἔτη. ἄχρι μὲν οὖν τῆς τοῦ ἀρχιερέως Ὑρκανοῦ ἀναιρέσεως, ὃν βασιλεὺς ἀνεῖλεν Ἡρώδης, εἰρήσεται δὲ τὰ περὶ τούτου πλατύτερον, αἱ ἑξήκοντα δύο ἑβδομάδες ἐξεμετρήθησαν. ἔκτοτε δὲ τῆς ἀρχιερωσύνης οὐ διὰ βίου προσπεπηγυίας κατὰ τὸν νόμον τοῖς ταύτης ἀξιουμένοις, ἀλλ᾿ ἐνιαυσιαίας παρανόμως διδομένης βραχυτέρῳ χρόνῳ περιοριζομένης, καὶ χρημάτων αὐτὴν ὠνουμένων τῶν βουλομένων, καὶ Ἰώσηπος ἱστορεῖ, αἱ ἑπτὰ παρήλθοσαν ἑβδομάδες. τοῦτο δὲ δηλῶν θεῖος ἀρχάγγελος ἔλεγεκαὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” ἀντὶ τοῦ διαφθαρήσεται τὸ χρίσμα τῆς ἀρχιερωσύνης. παρανόμως γὰρ χριομένων τῶν εἰς αὐτὴν προβιβαζομένων, οὐδὲ τὸ χρίσμα τὴν οἰκείαν εἶχεν ἰσχύν, ἀλλὰ παρεφθαρμένον ὂν ἠμοίρει τῆς θείας χάριτος. διὸ καὶ ἐπήγαγεκαὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” τοῦτ᾿ ἔστιν, οὐ κατὰ κρίσιν καὶ δοκιμασίαν γινόμενοι ἔσονται, ἀλλ᾿ ἀκρίτως διὰ χάριν διὰ χρήματα. τούτων δ᾿ οὕτω γινομένων καὶ αἱ ἑπτὰ παρερρύησαν ἑβδομάδες, μέχρι τῆς τοῦ κυρίου ἐπιφανείας δηλαδὴ διαρκέσασαι.
§3.10.2 μὲν οὖν διαίρεσις τῶν ἑξήκοντα δύο ἑβδομαδὼν καὶ τῶν ἑπτὰ διὰ ταῦτα γέγονεν· ἐπεὶ δὲ πρὸς τὰς ἐξ ἀρχῆς εἰρημένας ἑβδομήκοντα ἑβδομάδας ἔτι μία περιλέλειπται, καὶ περὶ ἐκείνης εἴρηκεν ἀρχάγγελος ταῦτακαὶ δυναμώσει τὴν διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται D θυσία καὶ σπονδή, καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.” λοιπή, φησίν, ἑβδομὰς μετὰ τὰς ἐξήκοντα καὶ ἐννέα τὴν καινὴν διαθήκην εἰσάξει ἰσχυρὰν οὕτως ὡς διαὐτῆς ἀρθῆναι, τοῦτἔστιν ἐκ μέσου γενέσθαι, τὰς θυσίας καὶ τὰς σπονδὰς ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος. μετὰ γὰρ τὸ βάπτισμα Χριστὸς ἐπὶ τριετίαν καὶ ἐπέκεινα διδάξας καὶ σημεῖα ἐπιδειξάμενος οὕτως ἐπὶ τὸ πάθος ἦλθε, καὶ αὐτοῦ τυθέντος ὑπὲρ τοῦ κόσμου παντός, τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου, κατὰ νόμον θυσία ἐπαύθη καὶ σπονδή. καὶ ἔθυον ἔκτοτε οἱ Ἰουδαῖοι, ἐπεὶ καὶ ἔτι θύουσι, παρανόμως, ἀλλἀπρόσδεκτος ἦν τῷ θεῷ ἐκείνων θυσία καὶ σπονδή. καὶ ἄλλως δὲ τόδυναμώσει διαθήκην πολλοῖς ἐκληφθήσεται ἀντὶ τοῦ δυνατοὺς τοὺς ἱεροὺς ἀποστόλους εἰς τὸ κήρυγμα ἑβδομὰς ἐκείνη ἐργάσεται. εἰς δύο γὰρ τὴν ἑβδομάδα φαίνεται διαιρῶν ἀρχάγγελος, εἰς τὸν πρὸ τοῦ πάθους καὶ τὸν μετὰ τὸ πάθος καιρόν. περὶ γὰρ τὰ τρία ἴτη πρὸς τῷ ἡμίσει κηρύξας κύριος, κατὰ τὸ τοῦ υἱοῦ τῆς βροντῆς εὐαγγέλιον, καὶ στηρίξας εἰς τὴν αὐτοῦ πίστιν τοὺς θείους αὐτοῦ ἀποστόλους τῆ τῶν λόγων ἀληθείᾳ καὶ τῇ τῶν θαυμασίων ἔργων ἐπιδείξει, οὕτω πρὸς τὸ πάθος ἐχώρησε καὶ τὸν σταυρὸν κατεδέξατο καὶ ὑπέμεινε θάνατον. εἶτα τὸν λοιπὸν τῆς ἑβδομάδος χρόνον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς ἄνοδον, ὣν οὐ κεχώριστο πώποτε, καὶ τὴν τοῦ παρακλήτου ἐπιφοίτησιν καὶ θείαν ἐπίπνοιαν οἱ ἱεροὶ αὐτοῦ μαθηταὶ ἐν Ἱερουσαλὴμ τὸ εὐαγγέλιον καὶ τὸ κήρυγμα πιστούμενοι θαύμασι καὶ πλήθη ἀνθρώπων ἐπισπώμενοι πρὸς τὴν ἐπίγνωσιν τοῦ ὄντως θεοῦ διεσπάρησαν εἰς τὰ ἔθνη καὶ ταῦτα ἐφώτισαν. τοῦτο τοίνυν ἀρχάγγελος προδηλῶν τῷ προφήτῃ Δανιὴλ ἔλεγεδυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία,” ἀντὶ τοῦ δύναμιν περιζώσει πολλούς, τοὺς μαθητὰς δηλαδή. τόν τε πρὸ τοῦ πάθους τοῦ κυρίου χρόνον καὶ τὸν μετὰ τὸ πάθος, καθὃν πρότερον μὲν ἐν Ἰερουσαλὴμ προσέμενον καὶ ἐκήρυσσον οἱ ἀπόστολοι, εἶτα καὶ εἰς τὰ τῆς οἰκουμένης περιῄεσαν τέρματα καὶ ἐδίδασκον, συνάψας, αὖθις διαιρεῖ τὴν ἑβδομάδα ταύτην λέγωνκαὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή, διὰ τούτου προσημαίνων τὴν παῦλαν τῆς τοὺ νόμου σκιᾶς. εἶτα ἐπάγεικαὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. τούτων γάρ, φησί, γινομένων τὸ πρὶν ἅγιον ἱερὸν καὶ σεβάσμιον βδέλυγμα λογισθήσεται· ὅτι μετὰ τὴν τελευταίαν ἑβδομάδα ταύτην βδέλυγμά τι ἐπὶ τὸ ἱερὸν εἰσαχθήσεται, σημεῖον τῆς αὐτοῦ τε καὶ τῆς πόλεως ἐρημώσεως. ἐπὶ τοῦ Πιλάτου γέγονε, σημαίας νύκτωρ εἰσαγαγόντος εἰκόνας ἐχούσας βασιλικάς, αἳ τοῖς Ἰουδαίοις βδέλυγμα ἐλογίζοντο· ἀπείρητο γὰρ αὐτοῖς ἀνθρωπίνην εἰκόνα ζῴου τινὸς κεκτῆσθαι καὶ σεβάζεσθαι. καὶ κύριος δέ ‘‘ὅταν ἴδητεεἶπε τό βδέλυγμα τῆς ἐρημώσεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, γινώσκετε ὅτι ἤγγικεν ἐρήμωσις αὐτῆς,” τῆς Ἰερουσαλὴμ δηλαδή. καὶ ἀλλαχοῦ δἔφη κύριοςἰδοὺ ἀφίεται οἶκος ὑμῶν ἔρημος.” ταῦτα προδιδάσκων τὸν Δανιὴλ ἀρχάγ γελος ἐπιφέρει, μετὰ τὸ προθεσπίσαι ὡς ἐκ μέσου γενήσεται νομικὴ λατρεία, τόκαὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως. ἵνα δὲ μὴ νομίζηται τοῖς Ἱουδαίοις πρόσκαιρος ἐρήμωσις, ὡς αὖθις τῆς πόλεως αὐτοῖς ἀνοικοδομηθησομένης καὶ τοῦ ἱεροῦ ἀνεγερθησομένου , οἶα καὶ ἄλλοτε πλειστάκις συμβέβηκαν ἐπί τε τῷ ναῷ καὶ τῇ πόλει, ἐπήγαγεκαὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωστνν,” τοῦτἔστιν, ἕως συντελεσθῇ αἰὼν μενεῖ καὶ ἐρήμωσις, καὶ τότε καὶ ταύτῃ τέλος ἔσται ὅτε οὐκέτι καιρὸς τὴν πόλιν ἀναστῆναι τὸν ναόν.
§3.10.3 Ταῦθ Δανιὴλ περὶ τῶν ὁμοφύλων αὐτοῦ τεθέαται καὶ μεμύηται. ἀλλὰ καὶ ἑτέρας ὀπτασίας ἑώρακε καὶ ἐνύπνια, θεόθεν αὐτῷ προδηλουμένης διαὐτῶν τῆς μελλούσης ἔσεσθαι τῶν κοσμικῶν πραγμάτων μεταβολῆς. καὶ οὐ τῆς ἀλλοιώσεως μόνης ἐμυεῖτο τὴν πρόγνωσιν, ἀλλὰ καὶ τοὺς καιροὺς καθοὓς ἀποτελεσθήσεται ἕκαστον αὐτῶν ἐδιδάσκετο· γνώσεται πάντως βουλόμενος τελεώτερον ἐπιὼν τὴν βίβλον τῶν τοῦ προφήτου ὁράσεων, καὶ βεβαίαν σχοίη κατάληψιν ἐντεῦθεν ὡς οὐδὲν ἀπρονόητον οὐδεἰκῇ φερόμενον καὶ ὡς ἔτυχεν, ἀλλὰ πάντα τῇ θείᾳ προνοίᾳ καὶ κυβερνῶνται καὶ διεξάγονται.
§3.10.4 Ταῦτα μὲν οὑν οὕτως ἔχουσι καὶ τοῖς εὐσεβέσι
§3.11.1 δοξάζονται· ἡμῖν δὲ μηδὲ τὰ κατὰ τὴν ἀρρενόφρονα παραλειπτέον γυναῖκα τὴν Ἰουδήθ, τὸν Ὀλοφἐρνην ὠλόθρευσε καὶ τὴν πόλιν αὐτῆς χαἰ τὸ ἔθνος ἅπαν διέσωσεν. ἔχει δ᾿ οὕτω τὰ καταὐτήν. ἐν ἔτει δωδεκάτῳ δεκάτῳ τῆς βασιλείας αὐτοῦ τῶν Ἀσσυρίων ἀρχηγὸς Ναβουχοδονόσορ πρὸς Ἀρφαξάδ τὸν βασιλέα Μηδῶν ἤρατο πόλεμον, καὶ τὰ πέριξ ἔθνη πρὸς συμμαχίαν αὐτοῦ μετεκέκλητο. πολλῶν δ᾿ ἑτέρων καὶ τῶν Ἰουδαίων τὴν πρόσκλησιν μὴ καταδεξαμένων καὶ τὸ συμμαχῆσαί οἱ ἀπειπαμένων, Ναβουχοδονόσορ ἐξώργιστο, καὶ ὤμοσεν μὴν τὸν πρὸς τοὺς Μήδους ἀνύσας πόλεμον ἐπελθεῖν κατά τε Κιλικίας καὶ Δαμάσκου Συρίας καὶ Ἰουδαίας καὶ τῆς Αἰγύπτου καὶ δῃῶσαι αὐτὰς καὶ ἐκπορθῆσαι καὶ εἰς ἐρήμωσιν ἀγαγεῖν. ἀντιταξάμενος οὖν πρὸς Ἀρφαξὰδ τὸν Μῆδον καὶ κατὰ κράτος τούτου περιγενόμενος, τῶν ἄλλων τε πόλεων αὐτοῦ κρατήσας καὶ τῶν Ἐκβατάνων αὐτῶν, ἔνθα ἤσαν τῷ Ἀρφαξὰδ τὰ βασίλεια, κἀκεῖνον ἐλῶν τε καὶ ἀνἑλών, τὸν ἀρχιστράτηγον τῆς οἰκείας δυνάμεως καλέσας Ὀλοφέρνην ἐνετεέλατό οἱ τὸν ὅρκον ὃν ὤμοσἐν ἐκπληρῶσαι, καὶ κατὰ τῶν μὴ θελησάντων συμμαχῆσαι αὐτῶ̣ ἐπιόντι κατὰ τῶν Μηδῶν ἐκστρατεῦσαι μετὰ βαρείας δυνάμεως, καὶ τοὺς μὲν ὅσοι ἑαυτοὺς αὐτῷ ὑποτάσσουσι διατηρῆσαι καὶ τὰς πόλεις αὐτῶν ἀπορθήτους ἐᾶσαι, τῶν δ᾿ ἀπειθούντων μὴ φείσασθαι, ἀλλὰ τοὺς μὲν ἀνθρώπους τῷ ξίφει ὑπαγαγεῖν, τὰς δὲ πόλεις αὐτῶν ἐκδοῦναι εἰς διαρπαγὴν καὶ εἰς ὄλεθρον.
§3.11.2 μὲν οὖν Ναβουχοδονόσορ τοιαῦτα τῷ ἀρχισατράπῃ αὐτοῦ ἐνετείλατο, Ὀλοφέρνης δὲ ἐκστρατεύσας καὶ τοῖς ἔθνεσι καθὧν ἀπέσταλτο ἐπελθὼν τοὺς μὲν ἄλλους κατὰ τὰ ἐντεταλμένα διέθετο, ἐπὶ δὲ τοὺς Ἰσραηλίτας μέλλων στρατεύειν καὶ ὅπλα καταὐτῶν αἴρειν, οὐ γάρ προσῄεσαν αὐτῷ οὐδὑπέκυπτον, ἤρετο τίνες οὗτοι καὶ ὅτῳ θαρροῦντες ἀνθίστανται. καὶ εἶπεν αὐτῷ Ἀχιὼρ τῶν υἱῶν Ἄμμων ἀρχηγὸς τήν τε γενεαλογίαν αὐτῶν, καὶ ὅπως εἰς τὰς πόλεις ἐκείνας ἐξ ἀρχῆς κατῳκίσθησαν, καὶ τοῦ σφῶν θεοῦ τὴν ἰσχύν. εἶτα ἐπήγαγε νῦν οὑν σκεπτέον· καὶ εἰ μὲν εἰς τόν θεὸν αὐτῶν ἁμαρτάνουσιν, ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς, εἰ δ᾿ οὐ τοῦτο, παρελθέτω κύριός μου μήποτε ὑπερασπίσῃ αὐτῶν θεὸς αὐτῶν καὶ ἡττηθῶμεν. ταῦτα τοῦ Ἀχιὼρ εἰπόντος Ὀλοφέρνης θυμῷ ληφθεὶς ἐκέλευσε τοῖς παρεδτηκόσιν αὐτῷ δῆσαι τὸν Ἀχιὼρ καὶ ἀπαγαγεῖν καὶ παραδοῦναι τοῖς υἱοῖς Ἰσραήλ, ἴνα σὺν ἐκείνοις ληφθεὶς κολασθῇ. οἶ δὲ συλλαβόντες τὸν ἄνδρα ἀπήγαγον εἰς Βαιτουλούα, καὶ οἱ τῆς πόλεως σφενδόναις τοὺς προσιόντας καὶ βέλεσιν ἔβαλλον. κἀκεῖνοι τὸν Ἀχιὼρ δεδεμένον ἔρριψαν ὑπὸ τὴν ὑπώρειαν, καὶ ὑπέστρεψαν. οἱ δὲ τῆς πόλεως ἄνδρες καταβάντες ἔλυσαν τὸν Ἀχιὼρ καὶ εἰς τὴν σφετέραν πόλιν ἀπήγαγον, καὶ τί τὸ συμβεβηκὸς ἐπυνθάνοντο· καὶ ὃς αὐτοῖς ἅπαντα διηγήσατο. οἱ δὲ τὸν θεὸν ἐκάλουν εἰς ἄμυναν. τῇ δ᾿ ἐξῆς Ὀλοφέρνης ἦγεν ἐπὶ Βαιτύλου τὴν στρατιάν, χιλιάδας οὖσαν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδας δώδεκα, χωρὶς τῶν τῆς ἀποσκευῆς· καὶ ἐστρατοπεδεύσατο παραὐτῇ. εἶτα ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὰ ὕδατα προκαταλαβεῖν ὅθεν ὑδρεύοντο, ἵν ἐκλιπόντες τῇ δίψῃ διαφθαρῶσιν τὴν πόλιν αὐτῶν παραδώσουσι. καὶ περιέστησε μέρος τῆς στρατιὰς τοῖς ὕδασι φύλακας. ἐπὶ δὲ τέσσαρσι καὶ τριάκοντα ἡμέραις περικαθημένων τῶν ἐναντίων αὐτούς, ἐξέλιπε σφίσι τὸ ὕδωρ, καὶ ἠθροίσθη πρὸς τοὺς ἄρχοντας λαός, καὶ ἠξίουν ἐκδοῦναι τὴν πόλιν τοῖς ἐναντίοις καὶ ἑαυτούς, ἔν δουλεύσωσιν ἐκείνοις νοῖς καὶ ζήσονται κατασφαγέντες ἀπαλλαγῶσι τῶν ἀλγεινῶν. Ὀζίας δὲ τῶν τῆς πόλεως πρόκριτος ἔτι εἶπεν, ἀδελφοί, μείνωμεν πέντε ἡμέρας, καὶ εἰ μὲν ἤξει ἡμῖν βοήθεια ἐκ θεοῦ· εἰ δοὔ, ποιήσω κατὰ τὴν συμβουλίαν ὑμῶν.”
§3.12 Ην δὲ ἐν τῇ πόλει ἐκείνῃ γυνὴ ὄνομα καὶ γυνὴ χήρα, καὶ αὕτη σώφρων καὶ συνετὴ καὶ ὡραία τῇ ὄψει. ἀκούσασα τοίνυν τὰ δεδογμένα τῷ λαῷ καὶ τοῖς ἄρχουσι, μετεπέμψατο τὸν Ὀζίαν καὶ τοὺς λοιποὺς τῆς πόλεως ἄρχοντας, καὶ ἐμέμψατο αὐτοῖς ὡς πειράζουσι τὸν θεὸν ὅτι εἶπον παραδώσειν τὴν πόλιν τοῖς ἐναντίοις μετὰ πέντε ἡμέρας, εἰ μὴ ἐν αὐταῖς ἥξει τις αὐτοῖς βοήθεια ἐκ θεοῦ. οἱ δὲ καλῶς μὲν αὐτὴν συνέθεντο λέγειν, ἀντέθεντο δὲ τὴν δίψαν τοῦ λαοῦ καὶ τὴν βίαν τὴν ἐξ αὐτοῦ. κἀκείνη στῆναι αὐτοὺς τὴν νύκτα ἐπὶ τὴν πύλην τῆς πόλεως ἐνετέλλετο, αὐτὴ δὲ ἔλεγεν ἐξελεύσεσθαι μετὰ τῆς ἅβρας αὐτῆς, μὴ μέντοι αὐτοῖς ἐρεῖν τὸ παραὐτῆς μελετώμενον, ἕως οὑ πρὸς πρᾶξιν κατευθυνθῇ. καὶ εἶπον αὐτῇπορεύου.” καὶ οἱ μὲν ἀπῆλθον, δὲ πρὸς παράκλησιν ἐτράπη τὴν πρὸς θεόν. εἶτα ἀποθεμένη τὴν πενθήρη στολὴν τῆς χηρεύσεως, καὶ τὸ σῶμα περικλύσασα ὕδατι καὶ μύρῳ χρισαμένη, στολὴν μετενέδυ εὐφρόσυνον καὶ κόσμον ἑαυτῇ περιέθετο. καὶ καλλωπισθεῖσα πρὸς τὸ ἐπαγωγότερον ἔδωκε τῇ θεραπαίνῃ φέρειν ἐν ἀγγείοις οἶνον καὶ ἔλαιον καὶ πήραν ἀλφίτων πλήρη καὶ παλάθης καὶ ἄρτων, καὶ ἐξῆλθε τῆς πόλεως αὐτὴ καὶ παιδίσκη αὐτῆς ἀπιοῦσα πρὸς τὴν τῶν ἐναντίων παρεμβολήν. καὶ ἐντυχοῦσα τῇ τῶν Ἀσσυρίων προφυλακῇ κατεσχέθη καὶ ἤχθη πρὸς Ὀλοφἐρνην. δὲ αὐτῆς τὸ κάλλος ἐθαύμασε καὶ εἶπεν αὐτῇμὴ φοβοῦ· ἥκεις γὰρ εἰς σωτηρίαν.” ἔφη δὲ αὐτῷ γυνή δέξαι τοὺς λόγους μου, κύριε, καὶ λόγος ὃν ἐλάλησεν Ἀχιὼρ ἤτω ἐν τῇ καρδίᾳ σου· ἔστι γὰρ ἀληθής ὅτι ἐὰν μὴ ἁμάρτωσιν οἱ υἱοὶ Ἰσραήλ, οὐ κατισχύσει ῥομφαία αὐτῶν, νῦν δὲ ἐπεὶ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ τὸ ὕδωρ, ἐβουλεύσαντο καὶ τῶν τῷ νόμῳ ἀπηγορευμένων ἅψασθαι, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου τὰς τοῖς ἱερεῦσι τετηρημένας, ὧν οὐδὲ ψαῦσαι θεμιτὸν ἑτέρῳ, δαπανῆσαι κεκρίκασι. ταῦτα δὲ καὶ τῶν τὴν Ἰερουσαλὴμ οἰκούντων βεβουλευμένων ἐστάλκασι πρὸς τὴν ἐκεῖ γερουσίαν, ἄφεσιν ἐπὶ τούτοις αἰτούμενοι. κἂν οὕτω παρανομήσωσιν, οὐκ ἔσται σφίσιν ἄμυνα ἐκ θεοῦ, καὶ εἰς ὄλεθρον ἐκδοθήσονται. ἅπερ αὐτὴ ἐπιγνοῦσα ἀποδιδράσκω τῆς πόλεως, ἴν ἐκφύγω τὸν ὄλεθρον. καὶ νῦν μενῶ παρὰ σοί, δέσποτα, καὶ ἐξελεύσομαι κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν θεόν, καὶ ἐρεῖ μοι πότε ἡμάρτοσαν, κἀγώ σοι ἀναγγελῶ, καὶ ἄξω σε διὰ τῆς Ἰουδαίας ἕως Ἰερουσαλήμ, καὶ θήσω τὸν θρόνον σου ἐν μέσῳ αὐτῆς.” καὶ ἤρεσαν Ὀλοφέρνῃ οἱ λόγοι αὐτῆς, καὶ ἐκέλευσεν εἰσαχθῆναι αὐτὴν εἰς τὴν σκηνὴν τοῦ ταμείου αὐτοῦ καὶ δοθῆναι αὐτῇ φαγεῖν. δέοὐ φάγομαιἔφηἐκ τῶν ἐδεσμάτων ὑμῶν, μή μοι γένηται σκάνδαλον, ἀλλἐξ ὣν ἐπιφέρομαι τραφήσομαι.” καὶ εἶπεν αὐτῇ Ὀλοφέρνηςεἰ δὲ ἐκλίποι ταῦτα, πόθεν σοι τοιαῦτα χορηγηθήσεται; δέ ζῇ ψυχή σου, κύριέ μουἀνταπεκρίνατο, “ὅτι οὐ πρότερον ἐκλείψει μοι τὰ ἐδώδιμα πρὶν ἂν θεὸς ἐν χειρί μου ποιήσῃ ἐβουλεύσατο.” μεσούσης δὲ νυκτὸς ᾐτήσατο ἐπὶ τὴν φάραγγα πρὸς προσευχὴν ἐξελθεῖν, καὶ Ὀλοφέρνης ἐπέτρεψε· καὶ ἐπὶ τρεῖς ἡμέρας οὕτως ἐποίει. καὶ τῇ τετάρτῃ ἡμέρᾳ πότον ἡτοίμασεν Ὀλοφέρνης, καὶ εἶπε τῷ εὐνούχῳ Βαγώᾳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, “πεῖσον δὴ τὴν γυναῖκα τὴν Ἑβραίαν τοῦ ἐλθεῖν πρὸς ἡμᾶς· αἰσχρὸν γὰρ ἡμῖν, εἰ γυναῖκα τοιαύτην παρήσομεν μὴ αὐτῇ ὁμιλήσαντες.” καὶ Βαγώας εἶπε πρὸς Ἰουδήθἐλθὲ πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθ᾿ ἡμῶν οἶνον, καὶ γενηθήσῃ ὡς μία τῶν παρεστηκυιῶν ἐν τῷ οἴκῳ Ναβουχοδονόσορ.” καὶ Ἰουδὴθ κοσμηθεῖσα ἀπῆλθε, καὶ εἰσελθοῦσα πρὸς Ὀλοφέρνην ἀνέπεσε, καὶ ἔφαγε καὶ ἔπιεν ἡτοίμασεν αὐτῇ παιδίσκη αὐτῆς. δὲ καρδία Ὀλοφέρνου ἐξέστη καὶ πρὸς ἔρωτα τῆς γυναικὸς ἐξεκέκαυτο. καὶ τοῦ πότου παραταθέντος ἔπιεν ἐκεῖνος οἶνον σφόδρα πολὺν καὶ ἐμεθύσθη. καὶ μὲν ἐπὶ τῆς κλίνης αὐτοῦ καρηβαρῶν ἐκ τῆς μέθης κατέκειτο, πάντες δὲ ᾤχοντο, καὶ Βαγώας συνέκλεισε τὴν σκηνήν, μόνην τὴν Ἰουδὴθ ἐντὸς καταλελοιπώς. δὲ τῇ θεραπαίνῃ αὐτῆς ἐνετείλατο τὴν ἔξοδον αὐτῆς ἐπιτηρεῖν· ἐξελεύσεσθαι γὰρ ἐπὶ τὴν προσευχήν. μὲν οὖν Ὀλοφέρνης τῇ μέθῃ καταβεβαπτισμένος κατέκειτο καὶ ὕπνον θανάτου ὕπνωττεν ἀδελφόν, δὲ τὸν θεὸν ἐπικαλεσαμένη καὶ τὸν ἀκινάκην αὐτοῦ σπασαμένη τὴν αὐτοῦ ἀπέτεμε κεφαλήν, καὶ ἐξελθοῦσα τῇ θεραπαίνῃ παρέσχεν αὐτήν, καὶ ἀπῄει ὡς δὴ προσευξομένη κατὰ τὸ σύνηθες. ἐγγίσασα δὲ τῇ πόλει αὐτῆς ἐβόησε τοῖς ἐπὶ τῶν πυλῶν ἀνοῖξαι αὐτῇ. καὶ εἰσελθοῦσα διηγήσατο ὅσα ἐθαυμάστωσεν δι᾿ αὐτὴν θεός, καὶ τὴν κεφαλὴν Ὀλοφέρνου προήγαγε, καὶ συνεβούλευσεν ἀπαιωρῆσαι ταύτην ἐκ τῶν ἐπάλξεων, αὐτοὺς δὲ τὰς πανοπλίας ἐνδυσαμένους ἅμα πρωὶ ἐξελθεῖν·ἰδόντες γάρφησίνὑμᾶς οἱ Ἀσσύριοι δραμοῦνται ἐπὶ τὴν τοῦ σφῶν ἀρχιστρατήγου σκηνήν , καὶ εὑρόντες αὐτὸν ἀνῃρημένον ἐκστήσονται, καὶ φόβος ἐπιπεσεῖται αὐτοῖς, καὶ τραπήσονται εἶς φυγήν, καὶ ὑμεῖς ἕψεσθε ὀπίσω αὐτῶν καὶ συγκόψετε αὐτούς, καὶ πληρωθήσεται τὰ πεδία νεκρῶν.’ ταῦτα τοῖς πολίταις αὐτῆς συμβουλεύσασακαλέσατέ μοιἔφητὸν Ἀχιώρ·καὶ ἐλθόντι τὴν κεφαλὴν τοῦ Ὀλοφέρνου ὑπέδειξε. καὶ ἐξέστη ἄνθρωπος, καί ἀνάγγειλόν μοιἔφηὅσα ἐποίησας.’ κἀκείνη πάντων ἐνώπιον διηγήσατο θεὸς πεποίηκε διαὐτῆς, καὶ ὡς ἀμίαντον τὴν αὐτῆς σωφροσύνην καὶ χηρείαν ἐτήρησε. καὶ Ἀχιὼρ ἐπίστευσε τῷ θεῷ καὶ περιετμήθη. οἱ δὲ τῆς πόλεως ἄρχοντες καὶ τὸ πλῆθος αὐτῆς καὶ τὴν κεφαλὴν Ὀλοφέρνου τοῦ τείχους ἀπῃωρήκασι καὶ τἄλλα κατὰ τὴν συμβουλὴν Ἰουδὴθ πεποιήκασι. καὶ τοὺς Ἀσσυρίους ὡς χόρτον συνέκοψαν, καὶ τὴν παρεμβολὴν αὐτῶν διαρπάσαντες λαφύρων πολλῶν ἐνεπλήσθησαν. τῇ δὲ Ἰουδὴθ σκηνὴ Ὀλοφέρνου ἐξῄρητο καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἀνάθημα τῷ θεῷ ἐν Ἰερουσαλὴμ ἀπελθοῦσα ἀνέθετο. καὶ ᾖσεν ᾠδὴν αὐτῷ ἐστεφανωμένη ἐλαίας θαλλῷ, καὶ πᾶς Ἰσραήλ, καὶ ὑπέστρεψεν εἰς τόν οἶκον αὐτῆς, καὶ κατεγήρασεν ἐν σωφροσύνῃ, καὶ τέθνηκε ζήσασα ἔτη πέντε καὶ ἑκατόν.
§3.13.1 Τὰ μὲν οὑν κατὰ τὴν Ἰουδὴθ ἐν τούτοις · ἐξῆς δἱστορητέον ἐπιτετμημένως καὶ τὰ κατὰ τὸν Τωβίτ. Τωβὶτ τοίνυν ἐκ τῆς φυλῆς μὲν κατήγετο Νεφθαλείμ, ᾐχμαλώτιστο δὲ ἐν ἡμέραις Ἐνεμεσὰρ βασιλέως τῶν Ἀσσυρίων. ἦν δὲ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος, καὶ τῶν συμφυλετῶν αὐτοῦ θυόντων τῇ Βάαλ αὐτὸς ἔθυε τῷ θεῷ πορευμένος εἰς Ἰερουσαλήμ, καὶ κατὰ τὰς τοῦ νόμου διαταγὰς τὴν ζωὴν ἐρρύθμιζεν ἑαυτοῦ, καὶ αἰχμαλωτισθεὶς οὐκ ἐχράνθη βρώμασιν ἐθνικοῖς. γέγονε δε τῷΕνεμεσὰρ ἔντιμος, καὶ ἐκτήσατο περιουσίαν πολλή, καὶ ταύτης μετεδίδου τῶν οἰκείων τοῦ γένους τοῖς χρῄζουσι. πορευόμενος δὲ εἰς Μηδίαν παρέθετο ἐνὶ τῶν ἐκεῖ κατοικούντων ὁμοεθνῶν τῷ Γαμαὴλ ἀργυρίου δέκα τάλαντα. καὶ λαβὼν γυναῖκα τῶν ὁμοφύλων Ἄνναν, υἱὸν ἐξ αὐτῆς Τωβίαν ἐγείνατο.
§3.13.2 Eνεμεσὰρ δὲ θανόντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Σεναχηρεὶμ τὴν ἀρχὴν διαδεξαμένου τῶν Ἀσσυρίων, καὶ κατὰ τῆς Ἰουδαίας στρατεύσαντος καὶ αἰσχρῶς φυγόντος ἐκεῖθεν ἐπανελθόντος τε εἰς τὰ οἰκεῖα, καὶ θυμῷ διὰ τὴν ἧτταν ἀποκτιννύντος πλείστους τῶν Ἰσραηλιτῶν, ἔθαπτεν αὐτοὺς νυκτὸς Τωβίτ. γνωσθεὶς δὲ τοῦτο ποιῶν καὶ ζητούμενος ἔφυγε, καὶ τὰ τῆς οἰκίας αὐτοῦ διήρπαστο ξύμπαντα. οὔπω δὲ πεντήκοντα παρελθουσῶν ἡμερῶν μὲν Σεναχηρεὶμ παρὰ τῶν υἱέων ἀνῄρητο, καὶ οἱ μὲν πατροκτόνοι δείσαντες ἔφυγον, ἕτερος δὲ παῖς ἐκείνου Ναχορδὰν τὴν βασιλείαν τὴν πατρικὴν διεδέξατο. ὃς συγγενῆ τοῦ Τωβὶτ κατέστησε τῶν αὐτοῦ πραγμάτων διοικητήν, Ἀχιάχαρ καλοῦ μένον. κἀκεῖνος ἐδεήθη τοῦ βασιλέως περὶ Τωβίτ, καὶ ἐπανῆλθεν εἰς Νινευί. ἐνστάσης δὲ πεντηκοστῆς, ἣν καθἑπτὰ ἑβδομάδας ἑώρταζον Ἰουδαῖοι, ἄριστον ἡτοίμαστο τῷ Τωβὶτ δαψιλές . λέγει οὖν τῷ υἱῷ αὐτοῦ Τωβίᾳπορεύθητι, τέκνον, καὶ ἄγαγε ὃν ἂν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ μεμνημένον τοῦ κυρίου, μεθέξοντα τραπέζης ἡμῖν.” δὲ πορευθεὶς ἀνέστρεψε λέγων ‘‘εἶς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ. καὶ Τωβὶτ εὐθὺς ἀπῆλθε, καὶ ἀνελόμενος τὸν νεκρὸν εἰς τὴν οἰκίαν ἐκόμισε, δύντος δὲ τοῦ ἡλίου ἔθαψεν αὐτόν. καὶ ἐπανελθὼν οὐκ εἰσῆλθεν εἰς τὴν οἰκίαν, οἷα κατὰ τὸν νόμον ἀκάθαρτος ὡς ἁψάμενος τοῦ νεκροῦ, ἀλλἐκοιμήθη παρὰ τὸν τοῖχον ἐν τῇ αὐλῇ. στρουθία δὲ ἐν τῷ τοίχῳ διανυκτερεύοντα ἀφώδευσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐξ ὣν λευκώματα συνέβησαν ἐν αὐτοῖς, κἀκ τούτων πεπήρωτο Τωβίτ. ἐν ἐνδείᾳ δὲ γεγονὼς ὑπὸ τῆς γυναικὸς μισθῷ νηθούσης ἐτρέφετο. καί ποτε μισθὸν λαβοῦσα, καὶ· ἐπαὐτῷ προσειληφυῖα καὶ ἔριφον, ἧκε πρὸς τὸν Τωβίτ. καὶ ἀκούσας τῆς κραυγῆς τοῦ ἐρίφου, ἠρώτα μήποτε κλοπιμαῖος εἴη. δέ δῶρον εἶπέμοι δέδοται ἐπὶ τῷ μισθῷ.” καὶ ὃς ἐνέκειτο λέγωνεἰ κλοπιμαῖόν ἐστιν, ἀποδοθήτω τοῖς κυρίοις αὐτοῦ. περιαλγήσασα δὲ γυνὴ καὶ οἱονεὶ τὸν ἄνδρα ἐπὶ τῇ ἀκριβείᾳ τοῦ δικαίου χλευάζουσαποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἔφη. καὶ Τωβὶτ ἐδάκρυσε συγχυθεὶς καὶ ᾔτει τὸν θεὸν ἀπαλλαγῆναι τοῦ ζῆν.
§3.13.3 Καὶ καταὐτὴν τὴν ἡμέραν ἐν Ἐκβατάνοις τῆς Μηδίας συνέπεσεν ὀνειδισθῆναι Σάρραν τὴν θυγατέραΡαγουὴλ ὑπὸ παιδισκῶν τοῦ πατρὸς αὐτῆς, ὡς τοὺς ἄνδρας αὐτῆς ἀποπνίγουσαν, καὶ ἑπτὰ μὲν συζευχθεῖσαν, οὐδενὶ δὲ αὐτῶν γενομένην. δαιμόνιον γάρ τιΑσμοδαῖος καλούμενον ἐθανάτου αὐτοὺς πρὸς αὐτὴν εἰσιόντας. δὲ μὴ φέρουσα τὸν ὀνειδισμὸν ἀπάγξασθαι ἐβουλεύσατο. ἀλλἔνα μὴ πένθος καὶ ὄνειδος δῷ τῷ πατρὶ αὐτῆς, τοῦτο μὲν οὐκ ἐποίησεν, εἰς προσευχὴν δὲ στᾶσα ἐπεκαλέσατο τὸν θεόν, αἰτουμένη θανεῖν καὶ ἀπαλλαγῆναι τῶν ὀνειδῶν οἰκτειρηθῆναι καὶ οὕτως αὖθις τὸ ὄνειδος ἐκφυγεῖν.
§3.13.4 Εἰσηκούσθη οὖν προσευχὴ καὶ ἀμφοῖν, καὶ ἀπεστάλη πρὸς τοῦ θεοῦΡαφαὴλ ἀρχάγγελος ἰάσασθαι μὲν τὴν πήρωσιν τῷ Τωβίτ, τὴν Σάρραν δὲ τῷ Τωβία μνηστεύσασθαι, καὶ δῆσαι τὸν Ἀσμοδαῖον τὸ πονηρὸν δαιμόνιον, ὥστε μή τι κακὸν τῷ Τωβίᾳ ἐργάσασθαι, εἰ τὴν Σάρραν ἀγάγοιτο. καλέσας δὲ Τωβὶτ τὸν Τωβίαν τὸν παῖδα αὐτοῦ καὶ παραινέσας πολλά, τέλος ἴφη αὐτῷδέκα τάλαντα ἀργυρίου παρεθέμην Γαμαὴλ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας· πορευθεὶς οὖν λάβε ταῦτα. καὶ ἔδωκεν αὐτῷ τὸ περὶ τούτων χειρόγραφον, καὶ ἐνετείλατο ζητῆσαι ἄνθρωπον ὃς μισθοῦ συμπορεύσεται αὐτῷ. καὶ ζητῶν συνοδοιπόρον ἐντυγχάνει τῷ ἀρχαγγέλῳ Ῥαφαὴλ ἐν εἴδει ἀνδρὸς φανέντι αὐτῷ καὶ ἐπαγγελλομένῳ εἰδέναι τὴν ὁδὸν καὶ τὸν οἶκον τοῦ Γαμαὴλ καὶ σὺν αὐτῷ πορευθῆναι. καὶ παραλαβὼν αὐτὸν ὡς ἄνθρωπον Ἀζαρίαν καλούμενον ἀπῄει. καὶ ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγρην τὸν ποταμόν, καὶ ηὐλίσθησαν ἐκεῖ. Τωβίας δὲ εἰσέδυ τὸν ποταμὸν περικλύσασθαι, καὶ ἀνέθορεν ἐκεῖθεν ἰχθὺς καταπιεῖν τὸ μειράκιον. δὲ ἄγγελος ἐπιλαβέσθαι αὐτῷ τοῦ ἰχθύος παρεκελεύσατο, καὶ ἑλκυσθέντα αὐτὸν εἰς τὴν γῆν ἀνατμηθῆναι εἶπε, καὶ λαβεῖν ὑπέθετο τῷ Τωβίᾳ τὴν καρδίαν αὐτοῦ καὶ τὸ ἧπαρ καὶ τὴν χολήν, καὶ διατηρεῖν ἀσφαλῶς.
§3.14.1 Ὡς δἐπορεύοντο καὶ ἤγγιζον Ἐκβατάνοις, ἔφη Τωβίας ‘‘ἀδελφὲ Ἀζαρία, εἰς τί χρησιμεύσουσιν ἡμίν καρδία τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ χολή; δὲ ἀπεκρίνατο καρδία καὶ τὸ ἧπαρ θυμιώμενα διώκουσι δαίμονας, ἐάν τινι ἐνοχλῶσιν, δὲ χολὴ ἐγχριομένη ὄμμασι λευκώματα ἔχουσι καθαίρει ταῦτα καὶ δίδωσι τὸ ὁρᾶν.” ἤδη δὲ τοῖς Ἐκβατάνοις προσήγγισαν, καί φησι τῷ τὼ βίᾳ ἄγγελος ‘‘σήμερον αὐλισθησόμεθα παρὰ Ῥαγουὴλ συγγενεῖ σου τυγχάνοντι, θυγάτηρ Σάρρα ἐστὶ φρονίμη τε καὶ καλή, καὶ λαλήσω περὶ αὐτῆς δοθῆναί σοι εἰς γυναῖκα. δέ ‘‘ἀκήκοαἔφη τό κοράσιον ἐκδεδόσθαι ἀνδράσιν ἑπτά, καὶ πάντας ἐν τῷ νυμφῶνι θανεῖν, ὅτι ἐρᾷ τούτου δαιμόνιον καὶ τοὺς αὐτὸ μνηστευσαμένους ἀπόλλυσι· καὶ δέδοικα μὴ καὶ αὐτὸς ἀναιρεθῶ παραὐτοῦ.” καὶ ἄγγελοςἄκουσόν μου φησί, “καὶ μηδείς σοι τοῦ δαιμονίου λόγος. ἐὰν γὰρ ἔλθῃς εἰς τὸν νυμφῶνα, ἄνθραξιν ἐπίθες ἐκ τῆς καρδίας τοῦ ἰχθύος καὶ ἐκ τοῦ ἥπατος, καὶ φεύξεται τὸ δαιμόνιον τὴν ὀσμὴν αὐτῶν ὀσφρανθἐν, καὶ οὐκέτι ἐπανελεύσεται.” καὶ εἰσῆλθον εἰς τὸν οἶκον Ῥαγουήλ. καὶ μαθὼν ἐκεῖνος περὶ Τωβία ὅτι υἷός ἐστι τοῦ Τωβίτ, κατεφίλησεν αὐτόν, καὶ ἀκούσας ὅτι πεπήρωται Τωβίτ, ἔκλαυσε καὶ ἀσμένως αὐτοὺς ἐδέξατο. δὲ ἄγγελος ἔφη τῷ Ῥαγουὴλ συζεῦξαι αὐτῷ τὴν Σάρραν· κἀκεῖνος κατένευσε, καὶ καλέσας τὴν θυγατέρα καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος παρέδωκεν αὐτὴν τῷ Τωβίᾳ, καὶ λαβὼν βιβλίον ἔγραψε συγγραφήν. μετὰ δὲ τὸ δεῖπνον εἰσήγαγον εἰς τὸ ταμιεῖον πρὸς αὐτὴν τὸν Τωβίαν. δὲ ἀπιὼν ἔλαβεν ἄνθρακας, καὶ ἐπιθεὶς ἐκ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος ἐκάπνισε, καὶ ὀσμὴ τούτων ἐφυγάδευσε τὸ δαιμόνιον. ‘Ραγουὴλ δὲ μεθἡμέραν ἔστειλε μίαν τῶν παιδισκῶν ἰδεῖν εἰ ζῇ Τωβίας. τῆς δὲ ἀναστρεψάσης καὶ ζῆν λεγούσης αὐτόν, εὐλόγησεν Ῥαγουὴλ τὸν θεόν. εἶπε δὲ πρὸς Τωβίανἑορτάσωμεν τοὺς γάμους ἐφἡμέρας δέκα καὶ τέσσαρας, καὶ οὐκ ἐξελεύσῃ ἐντεῦθεν πρὸ τοῦ ταύτας παρελθεῖν. καὶ τότε λαβὼν τὴν ἡμίσειαν μοῖραν τῶν ὑπαρχόντων μοι πορεύου, τὰ δέ γε λοιπὰ λήψεσθε θανόντος ἐμοῦ καὶ τῆς τοῦ βίου μοι κοινωνοῦ.” φησὶν οὖν Τωβίας πρὸς ῾Ραφαήλἀδελφὲ Ἀζαρία, λάβε μοι τὸ χειρόγραφον καὶ πορεύθητι ἐν ῾Ράγοις παρὰ Γαμαὴλ καὶ κόμισον τὸ ἀργύριον· εἰ γὰρ χρονίσομεν, πατήρ μου σφόδρα ὀδυνηθήσεται.” καὶ ἀπῆλθεν ἄγγελος καὶ ἐνεχείρισε τῷ Γαμαὴλ τὸ χειρόγραφον καὶ ἔλαβε τὸ ἀργύριον καὶ ὑπέστρεψεν.
§3.14.2 Ἤδη δὲ παρελθουσῶν τῶν τοῦ γάμου ἡμερῶνἐξαπόστειλόν μετῷ ῾Ραγουὴλ Τωβίας φησί· καὶ λαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ τῶν ὑπαρχόντων τῷ ῾Ραγουὴλ ἀπῄει. ἄρτι δὲ πλησίον γενομένων τῆς Νινευί, φησὶν ἄγγελος πρὸς αὐτόνπροδράμωμεν ἔμπροσθεν, ἑτοιμάσωμεν τὴν οἰκίαν. λάβε δὲ μετὰ χεῖρας τὴν χολὴν τοῦ ἰχθύος, καὶ ἀνοίξει τοὺς ὀφθαλμοὺς αὐτοῦ πατήρ σου, σὺ δὲ ἔγχρισον αὐτοὺς τῇ χολῇ, καὶ δηχθεὶς διατρίψει αὐτούς, καὶ ἀποβαλεῖ τὰ λευκώματα.” δὲ μήτηρ αὐτοῦ ἐκάθητο τηροῦσα τὴν ὁδόν καὶ ὡς ἔγνω τὸν υἱὸν αὐτῆς ἐρχόμενον, σπεύσασά φησι τῷ Τωβίτἔρχεται υἱός σου,” καὶ προσδραμοῦσα κατεφίλησεν αὐτόν καὶ εἶπενεἶδόν σε παῖ, καὶ νῦν εἰ θανοῦμαι, οὐ μέλον μοι.” Τωβὶτ δὲ ἐξῄει πρὸς τὴν θύραν προσκόπτων. καὶ Τωβίας αὐτοῦ ἐπελάβετο καὶ ἐπέχρισε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ συνεδήχθησαν, καὶ διέτριψεν αὐτούς, καὶ ἐλεπίσθη ἀπ᾿ αὐτῶν τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ εὐλόγησε τὸν θεόν. καὶ ὡς ἀπηγγέλη τῷ Τωβὶτ τὰ γεγονότα τῷ Τωβίᾳ ἐν Μηδίᾳ, ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῆς νύμφης αὐτοῦ, καὶ ἰδὼν αὐτὴν εὐλόγησεν αὐτήν. οἱ δὲ ἐν τῇ Νινευὶ ὁρῶντες αὐτὸν βλέποντα, καὶ ἀκηκοότες ὅσα ἐποίησεν θεὸς μεγαλεῖα, ἐθαύμαζον. εἶπε δὲ Τωβὶτ τῷ υἱῷ αὐτοῦδὸς δή, τέκνον, τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, μᾶλλον μέντοι καὶ προσθεῖναι αὐτῷ δεῖ. δέ ‘‘πάτερ ἔφη, δίκαιόν ἐστι τὰ ἡμίση λαβεῖν ὧν ἐνήνοχα.” καὶ εἶπε τῷ Ῥαφαήλ λάβε μοι, ἀδελφὲ Ἀζαρία, τὸ ἥμισυ πάντων ὧν ἐνηνόχαμεν, καὶ πορεύου ὑγιαίνων. τότε καλέσας κατὰ μόνας τοὺς δύο ἄγγελος ἀπήγγειλεν ἅπαν τὸ μεγαλεῖον ἐποίησε μεταὐτῶν θεός, καὶ εἶπεν εἶναι Ραφαήλ, καὶ μὴ ἀφἑαυτοῦ παραγενέσθαι, ἀλλὰ σταλῆναι ὑπὸ θεοῦ. καὶ παρῄνεσεν αὐτοὺς εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι ὅσα ἐποίσηε μεταὐτῶν. “μυστήριον μὲν γὰρ βασιλέως ἔφη ‘‘κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακηρύττειν ἐνδόξως. οἱ δὲ ἀκούσαντες ταῦτα ἔπεσον ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἀναστάντες οὐκέτι αὐτὸν εἶδον, καὶ ἀνθωμολογοῦντο τό θεῶ ἀνθὧν ἐποίησε μεταὐτῶν θαυμασίων.
§3.14.3 Ην δὲ Τωβίτ, ὅτε τὴν ὅρασιν αὐτοῦ ἀπώλεσεν, ἐτῶν πεντήκοντα καὶ ὀκτώ, καὶ μετὰ ἔτη ὀκτὼ ἀποκατέστη πάλιν εἰς τὸ ὁρᾶν· καὶ ἦν μᾶλλον ἔκτοτε φοβούμενος τὸν θεὸν καὶ τὸ ἀγαθὸν ἐργαζόμενος. γεγηρακὼς δὲ εἰς ἔσχατον λέγει τῷ υἱῷ αὐτοῦτέκνον, ἰδοὺ γεγήρακα καὶ πρὸς τῷ θανεῖν εἰμι, σὺ δὲ λάβε τοὺς υἱούς σου καὶ ἄπελθε εἰς Μηδίαν· πέπεισμαι γὰρ ὅτι ὅσα προεῖπεν Ἰωνᾶς περὶ Νινευί, ὡς καταστραφήσεται, γενήσονται, καὶ ὅτιΙεροσόλυμα ἔρημα ἔσται καὶ ναὸς κατακαυθήσεται, καὶ πάλιν ἐλεήσει τὴν πόλιν θεός, καὶ ἐπιστρέψει λαὸς καὶ οἰκοδομήσει αὐτήν. σὺ δὲ τήρησον τὸν νόμον καὶ γίνου ἐλεήμων καὶ δίκαιος.” καὶ τοιαῦτα ἐντειλάμενος τῷ υἱῷ αὐτοῦ ἐξέλιπεν, ἐτῶν γενόμενος ἑκατὸν πεντήκοντα καὶ ὀκτώ. καὶ ἔθαψεν αὐτὸν ἐντίμως Τωβίας καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἀπῆλθε μετὰ τῆς γυναικὸς αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ· καὶ ἔθαψε κἀκεῖνον γηράσαντα, καὶ ἐκληρονόμησεν αὐτόν. ἀπέθανε δὲ καὶ τὼ βίας ἐτῶν ἑκατὸν εἴκοσι καὶ ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας, καὶ ἤκουσε πρὸ τοῦ θανεῖν τὴν ἀπώλειαν Νινευὶ αἰχμαλωτισθείσης ὑπὸ Ναβουχοδονόσορ καὶΑσουήρου.
§3.15.1 Τὸ μὲν οὑν σύμπαν τῶν Ἑβραίων ἔθνος, ὡς ἤδη ἱστόρηται, δορυάλωτον παρὰ τῶν Ἀσσυρίων γενόμενον μετῳκίσθη, καὶ ἔρημος Ιερουσαλὴμ καταλέλειπτο, οὐ πρότερόν τε τῆς αἰχμαλωσίας ἐλύθη πρὶν τῶν Ἀσσυρίων κατελύθη ἀρχὴ κατὰ τὴν προφητικὴν προαγόρευσιν ὑπὸ Μηδῶν τε καὶ Περσῶν, καὶ οἱ ἑβδομήκοντα παρῆλθον ἐνιαυτοί, οὓς προφήτης Ἱερεμίας προανεφώνησεν. οὐκ ἄκαιρον δἂν εἴη καὶ τῆς τῶν Ἀσσυρίων βασιλείας ἐπιτετμημένως διεξελθεῖν τὴν καθαίρεσιν, καὶ δεῖξαι τὴν προφητικὴν ἀληθεύουσαν πρόρρησιν, τὴν ὑπὸ Μηδῶν καὶ Περσῶν μέλλειν αὐτὴν καταλυθήσεσθαι προθεσπίσασαν· ἔχει δὲ οὕτως.
§3.15.2 Βασιλείαι καθἑαυτὰς ἦσαν τῶν Μηδῶν καὶ τῶν Περσῶν. καὶ τῆς μὲν ἦρχεν Ἀστυάγης, Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δοὗτος τῇ Ἀστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, ἥτις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ὃς τοῖς τῶν Περσῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέστατος νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ νόμιμα τῶν Περσῶν τοιάδε ἦσαν, ὡς Ξενοφῶν συνεγράψατο. ἦν αὐτοῖς ἀγορὰ ἐλευθέρα κεκλημένη, καθἣν τά τε βασίλεια σφίσι καὶ τὰ ἄλλα ἀρχεῖα πεποίνητο, ὧν τὰ ὤνια καὶ οἶ ἀγοραῖοι καὶ τούτων τύρβη καὶ αἱ φωναὶ ἀπελήλαντο, ἔνα μὴ τῇ τῶν πεπαιδευμένων εὐκοσμίᾳ μιγνύηται. διῄρητο δὲ ἐλευθέρα ἀγορὰ εἰς τετρακτὺν ἀρχείων· τούτων τὸ ἓν παισίν, ἄλλο δἐφήβοις ἀφώριστο, τελείοις δἀνδράσι τὸ ἕτερον, τοῖς δὑπὲρ τὰ στρατεύσιμα γεγονόσιν ἔτη ἀπονενέμητο τὸ λοιπόν, καὶ εἰς τὰς ἑαυτῶν χώρας παρῆσαν ἕκαστοι. τοὺς δἐφήβους καὶ περὶ τὰ ἀρχεῖα καταδαρθάνειν σὺν τοῖς ὅπλοις τοῖς γυμνητικοῖς ἐνενόμιστο πλὴν τῶν γεγαμηκότων οὗτοι δὲ οὔτε ἐπεζητοῦντο, εἰ μὴ προείρητο, οὔτἀπεῖναι συχνάκις αὐτοῖς συγκεχώρητο. ἦσαν δἑκάστοις ἄρχοντες δώδεκα· εἰς γὰρ δώδεκα φυλὰς οἱ Πέρσαι διῄρηντο. οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες δικαιοσύνην ἐμάνθανον, τῶν ἀρχόντων αὐτῶν τὸ πλεῖστον τῆς ἡμέρας δικαζόντων αὐτοῖς. ἐγίνοντο γὰρ δὴ καὶ παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ βίας καὶ ἁρπαγῆς καὶ ἀπάτης καὶ ὕβρεως καὶ ἄλλων τινῶν. οὓς δἂν ἔγνων τούτων ἀδικοῦντας, ἐτιμωροῦντο· καὶ οὓς δἂν εὕρισκον ἀδίκως ἐγκαλοῦντας, ἐκόλαζον. ἐδίδασκον δὲ τοὺς παῖδας σωφροσύνην, προσέχοντας τοῖς πρεσβυτέροις σωφρόνως διάγουσιν, ἐδίδασκον δὲ καὶ τροφῆς ἐγκράτειαν καὶ ποτοῦ. καὶ ὅτε τραφήσεσθαι ἔμελλον οἶ παῖδες, παρὰ τῷ διδασκάλῳ ἦσαν σιτούμενοι, ἄρτον φέροντες οἴκοθεν καὶ κάρδαμον ὄψον· καὶ ποτὸν ἐλάμβανον ποταμίου ὕδατος κώθωνα. ἐμάνθανον δὲ πρὸ τοῦ σιτεῖσθαι τοξεύειν καὶ ἀκοντίζειν. μέχρι δὴ ἒξ ἐτῶν ἑπτὰ πρὸς τοῖς δέκα ταῦτα οἱ παῖδες ἔπραττον) ἐκ τούτου δεἰς τοὺς ἐφήβους ἐτάττοντο, καὶ δέκα ἔτη περὶ τὰ ἀρχεῖα ἐκάθευδον, παρεῖχον δὲ καὶ τὴν ἡμέραν ἑαυτοὺς τοῖς ἄρχουσι κεχρῆσθαι ὅπῃ ἐδέοντο σφῶν ὑπὲρ τοῦ κοινοῦ. ὅταν δἐπὶ θήραν ἐξῄει βασιλεύς, ἐξῆγε τῆς μοίρας αὐτῶν τὴν ἡμίσειαν. ἐθήρων δὲ κοινῇ, ὅτι συγγενὴς αὐτοῖς ἐδόκει αὕτη μελέτη τῇ ἀσκήσει τῇ πρὸς τὸν πόλεμον, καὶ εἴθιζεν ἀνίστασθαι πρωιαίτερον καὶ ψύχους καὶ θάλπους ἀνέχεσθαι, καὶ ὁδοιπορίαις καὶ δρόμοις ἐγύμναζε, καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ἐδίδασκε, καὶ πρός τι τῶν ἀλκίμων θηρίων ἀνταγωνίσασθαι παρεσκεύαζεν. ἐφέροντο δὲ θηρῶντες ἄριστον πλεῖον μὲν τῶν παίδων, τἄλλα δὲ ὅμοιον. καὶ οὐκ ἠρίστων θηρῶντες, εἰ μὴ ἐδέησεν θηρὸς ἕνεκα ἐπιμεῖναι ἄλλως διατρῖψαι περὶ τὴν θήραν ἠθέλησαν. τὸ οὑν ἄριστον τοῦτο δειπνήσαντες τὴν ὑστέραν μέχρι τοῦ δείπνου ἐθήρευον, καὶ μίαν τὰς ἡμέρας ταύτας ἐλογίζοντο ἄμφω. τοῦτο δἐποίουν ἴνα κἂν ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. ὄψον δὲ εἶχον ἂν ἐθήρασαν, εἰ δοὔ, τὸ κάρδαμον. αἱ δὲ μένουσαι φυλαὶ διέτριβον μελετῶσαι πρὸς τοῖς ἄλλοις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ πρὸς ἀλλήλους ταῦτα διαγωνίζεσθαι. τοῖς δὲ μένουσι τῶν ἐφήβων ἐκέχρηντο αἱ ἀρχαὶ πρὸς ἰσχύος τάχους ἔργα δημόσια. ἐπειδὰν δ ἐπὶ τούτοις οἱ ἔφηβοι δέκα ἔτη διήγαγον, ἐτέλουν εἰς τοὺς τελείους ἄνδρας, καὶ ἔκτοτε πέντε καὶ εἴκοσιν οὕτω διῆγον ἐνιαυτούς. καὶ εἰ ἔδει στρατεύεσθαι, τόξα μὲν οὐκέτι ἔχοντες οὐδὲ παλτὰ ἐστρατεύοντο, τὰ δὲ ἀγχέμαχα ὅπλα καλούμενα, θώρακα περὶ τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαί ἐκ τούτων καθίσταντο. ἐπειδὰν δὲ τὰ πέντε καὶ εἴκοσι διετέλεσαν ἔτη, ἦσαν μὲν πλειόνων γεγονότες ἐνιαυτῶν πεντήκοντα ἀπὸ γενεᾶς, ἐξήρχοντο δὲ τηνικαῦτα εἰς τοὺς γεραιτέρους. οἱ δὲ γεραίτεροι ἐστρατεύοντο μὲν οὐκέτι ἔξω τῆς ἑαυτῶν, μένοντες δοἴκοι ἐδίκαζον τά τε κοινὰ καὶ τὰ ἰδιωτικὰ ξύμπαντα, καὶ τὰ θανατικὰ δἐκεῖνοι ἔκρινον, καὶ τὰς ἀρχὰς ἁπάσας ᾑροῦντο. καὶ ἤν τις ἐν ἐφήβοις ἐν ἀνδράσι παρέβη τι τῶν νομίμων, οἶ γεραίτεροι αὐτὸν ἐξέκρινον. δἐκκριθεὶς ἄτιμος διετέλει τὸ λοιπὸν τοῦ βίου. αἰσχρὸν δὲ παρὰ Πέρσαις λελόγιστο καὶ τὸ ἀποπτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης ὦφθαι μεστοὺς καὶ τὸ φανερὸν τινὰ γενέσθαι οὐροῦντα κοιλίας ποιούμενον ἔκκρισιν. ταῦτα δὲ οὐκ ἠδύναντο ποιεῖν, εἰ μὴ μετρίᾳ διαίτῃ ἐχρῶντο καὶ τὸ ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον.
§3.15.3 Ταῦτα μὲν τὰ ἰθὴ τῶν Περσῶν καὶ τὰ νόμιμα
§3.16.1 Κῦρος δὲ τούτοις τραφείς τε καὶ παιδευθείς, καὶ τὴν ἔφηβον ὑπερβὰς ἡλικίαν καὶ τοῖς ἀνδράσι καταλεγείς, ἐν ἅπασιν εὐδοκίμησεν. ἤδη δὲ τοῦ μητροπάτορος αὐτοῦ τοῦ τῶν Μηδῶν βασιλεύοντοςΑστυάγους τὴν ζωὴν μεταλλάξαντος παῖς ἐκείνου Κυαξάρης, ὃς καὶ Δαρεῖος ὠνόμαστο, τὴν πατρικὴν ἀρχὴν διεδέξατο, τοῦ Κύρου τυγχάνων μητράδελφος.
§3.16.2 Ο δὲ τῶν Ἀσσυρίων κρατῶν, εἰς μέγα τῆς βασιλείας αὐξηθείσης αὐτῷ, καὶ ἄρχων μὲν τοῦ φύλου τῶν Ἀσσυρίων ὄντος πολυπληθοῦς, ὑφἑαυτὸν δὲ πεποιημένος τοὺς Ἄραβας, ὑπηκόους δὲ καὶ τοὺςΥρκανίους κτησάμενος καὶ τοὺς Σύρους ὑποφόρους, τούς γε μὴν Βακτρίους πολιορκῶν καὶ τὸ τῶν Ἑβραίων γένος ἤδη καταστρεψάμενος, καὶ ἄλλα δὲ πλεῖστα τῶν ἐθνῶν θέμενος ὑποχείρια, ᾤετο, εἰ τοὺς Μήδους ἀσθενώσειε, πάντων γε τῶν πέριξ ῥᾷον κρατήσειν. ταῦτα δὲ διανοηθεὶς τούς τε ὑφἑαυτὸν ἡτοίμαζεν, ἔπεμψε δὲ καὶ πρὸς Κροῖσον τὸν βασιλέα Λυδῶν καὶ πρὸς ἄμφω τοὺς Φρύγας, πρὸς Παφλαγόνας τε καὶ Ἰνδοὺς καὶ πρὸς Κᾶρας καὶ Κίλικας, αἰτῶν συμμαχήσειν αὐτῷ κατὰ Μηδῶν ὡρμημένῳ, ὡς καὶ αὐτοῖς τοῦ πολέμου συμφέροντος, δυνατὸν εἶναι λέγων τὸ ἔθνος, ἐπιγαμίαν τε πρὸς Πέρσας πεποιημένον καὶ τὴν παρἐκείνων προσκτήσασθαι ἀρωγήν, καὶ θάτερον συγκροτεῖσθαι παρὰ θατέρου, ὥστε εἰ μή τις αὐτοὺς φθάσας ἀσθενώσει, ἑκάστῳ τῶν ἐθνῶν ἐπιόντας κρατήσειν αὐτῶν. μὲν οὖν τοιούτους λόγους πρὸς ἕκαστον τῶν ἐθνῶν διεπέμπετο· τῶν δὲ τὰ μὲν τοῖς λόγοις τούτοις παρακινούμενα; τὰ δὲ καὶ χρήμασι καὶ δώροις ἀναπειθόμενα, ἔνια δὲ καὶ φόβῳ τοῦ Ἀσσυρίου κρατούμενα συμμαχήσειν κατέθεντο.
§3.16.3 Κυαξάρης δὲ ταῦτα μαθὼν αὐτός τε παρεσκευάζετο καὶ εἰς Πέρσας ἀπέστειλε πρός τε τὸ κοινὸν καὶ πρὸς τὸν σφῶν βασιλέα Καμβύσην, συμμαχίαν αἰτῶν γαῖ τὸν Κῦρον τὸν ἀδελφιδοῦν ἄρχοντα τῶν συμμάχων ἐλεύσεσθαι ἀξιῶν· ἤδη γὰρ ἐν τοῖς τελείοις ἠρίθμητο. συμμαχήσειν οὖν τῶν Περσῶν καταθεμένων οἱ γεραίτεροι ἄρχοντα τὸν Κῦρον αἱροῦνται τῆς εἰς Μήδους στρατιᾶς, καὶ τρισμυρίους αὐτῷ ἔδοσαν πελταστὰς καὶ τοξότας καὶ σφενδονήτας. ὡς οὑν ᾑρέθη, τῷ πατρὶ συνταξάμενος ἀπῄει πρὸς Μήδους σὺν τῷ στρατεύματι. ἐπεὶ δὲ ἀφίκετο, οὔπω δὲ παρὴν Ἀσσύριος, ἀσκεῖν ἐπέταττε τοῖς ἑαυτοῦ τὰ πολέμια. ἐν τούτοις δὲ παρὰ Κυαξάρου ἧκεν ἄγγελος λέγων ὅτι Ἰνδῶν παρείη πρεσβεία, καίδεῖ παρεἶναι καὶ σέ. φέρω δέ σοι καὶ στολὴν τὴν καλλίστην· βούλεται γάρ σε προσάγειν ἐστολισμένον λαμπρότατα, ἵν οὕτω τοῖς Ἰνδοῖς ὀφθείης.” ὡς δἀφίκετο ἐπὶ τὰς Κυαξάρου θύρας μετὰ τῆς στρατιᾶς, καὶ περσικῶς ἐσταλμένος εἰσῄει πρὸς αὐτόν, ἠχθέσθη ἐκεῖνος τῇ λιτότητι τῆς τῆς στολῆς. κληθέντες δὲ οἱ Ἰνδοὶ εἶπον ἐστάλθαι παρὰ τοῦ σφετέρου βασιλέως ἐρωτῶντος ἐξ οὑ πόλεμος εἴη Μήδοις τε καὶ τῷ Ἀσσυρίῳ, τὰ αὐτὰ δὲ πυθέσθαι κἀκείνου, καὶ ἀμφοτέροις εἰπεῖν ὅτι Ινδῶν βασιλεὺς τὸ δίκαιον σκεψάμενος μετὰ τοῦ ἠδικημένου ἔσται. πρὸς ταῦτα Κυαξάρης ἔφηἡμεῖς μὲν ἀδίκου μὲν οὐδὲν τὸν Ἀσσύριον, ἐκείνου δὲ ὅτι λέγει πυνθάνεσθε.” δὲ Κῦρος εἶπενεἰ παρἡμῶν ἀδικεῖσθαί φησιν Ἀσσύριος, Ἰνδοί, αὐτὸν αἱρούμεθα δικαστὴν τὸν βασιλέα ὑμῶν.
§3.16.4 Οἱ μὲν δὴ ταῦτα ἀκούσαντες ᾤχοντο· δὲ Κῦρος μὴ θέλων ἄπρακτον καθῆσθαι τὴν ἑαυτοῦ στρατιάν, τῷ Κυαξάρῃ φησίνἔναγχος μέμνημαί σου ἀκούσας ὡς Ἀρμένιος οὔτε στράτευμα πέμπει σοι οὔτε τὸν δασμὸν δίδωσι, τὰς συνθήκας ἠθετηκώς. εἰ οὐν βούλει, πέμψον ἐμέ, ἱππέας μοι μετρίους προσθέμενος· καὶ οἶμαι σὺν τοῖς θεοῖς ὡς καὶ τὸ στράτευμα πέμψει καὶ ἀποδοίη καὶ τὸν δασμόν. ὡς δὲ ἐφῆκεν Κυαξάρης, ὑποσχόμενος, ὅτε τοῖς ὅροις πλησιάσει τῆςΑρμενίας, πέμψειν αὐτῷ τοὺς ἱππέας, ἀπῄει Κῦρος ὡς πρὸς θήραν ἐξιών· καὶ γὰρ εἰώθει θηρᾶν τῶν ὁρίων ἀμφοῖν, τῶν τε Μηδῶν φημὶ καὶ τῶνΑρμενίων. καὶ ἀπελθὼν ἐθήρα καὶ ἐπέβαινε τῶν ὀρῶν τῆς Ἀρμενίας ἐπὶ τὸ πρόσω χωρῶν ἠρέμα. ὡς δᾔσθετο ταῦτα Κυαξάρης, ἀπέστειλεν αὐτῷ τοὺς ἱππεῖς. ἐλθόντων δἐκείνων συγκαλέσας τοὺς ταξιάρχας ἐξέφηνε τὸ ἀπόρρητον, καὶ ἥκειν ἔφη διὰ τὸν Ἀρμένιον ἀγνωμονήσαντα πρὸς τὸν Κυαξάρην. καὶ τῷ μὲν Χρυσάντᾳ ἐνετέλλετο τοὺς ἡμίσεις λαβεῖν τῶν Περσῶν καὶ εἰς τὰ ὄρη τῶν Ἀρμενίων γενέσθαι, φυλάττεσθαί τε μὴ γνωρισθῆναι ὅτι στράτευμα εἴη ἐν τούτοις, ἀλλά τινας προπέμπειν λῃσταῖς ἐοικότας καὶ τὸ πλῆθος καὶ τὰς στολάς, ὥστε εἴ τινες ἴσως τούτοις ἐντύχοιεν, κλῶπας νομίζειν εἶναι. καὶ μὲν Χρυσάντας μετὰ τῶν Περσῶν ἐπὶ τὰ ὄρη ἐχώρει, δὲ Κῦρος πέμψας πρὸς τὸν Ἀρμένιον ἐκέλευεν ὡς τάχιστα οἴσειν καὶ τὸν δασμὸν καὶ τὸ στράτευμα, καὶ αὐτὸς ἀπῄει συντεταγμένος. ὡς δἤκουσε ταῦτα Ἀρμένιος, ἐξεπλάγη, καὶ ἔπεμπε μὲν ἀθροίζων τὴν ἑαυτοῦ στρατιάν, ἔπεμπε δὲ καὶ τὰς γυναῖκας τόν τε νεώτερον υἱὸν καὶ τὰ χρήματα εἰς τὰ ὄρη· οὐ γὰρ τεῖχος τῇ σφῶν κατοικίᾳ περιεβέβλητο. ἐπεὶ δὲ οἱ πρὸς τὰ ὄρη πεμφθέντες ἐνέπεσον τοῖς ἐκεῖ ἐφεδρεύουσι, καὶ αἵ τε γυναῖκες καὶ υἱὸς καὶ αἶ θυγατέρες τοῦ Ἀρμενίου ἑάλωσαν, ἄπορόν αὐτὸς καὶ ἑαυτὸν τῷ Κύρῳ παρέδωκεν.
§3.17.1 Ἐν τούτοις δὲ πρεσβύτερος τοῦ Ἀρμενίου παῖς Τιγράνης ἀπόδημος ὢν προσῄει, ὅς ποτε σύνθηρος τῷ Κύρῳ ἐγένετο, καὶ γνοὺς τὰ συμβάντα εὐθὺς ὡς εἶχε πρὸς τὸν Κῦρον ἀπῄει· καὶ ἰδὼν τόν τε πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὴν ἑαυτοῦ γυναῖκα αἰχμαλώτους, ἐδάκρυσεν. δὲ Κῦρος εἰς καιρὸν ἥκειςἔφη. καὶ πολλὰ τῷ Ἀρμενίῳ διαλεχθεὶς Β καὶ ἀδικοῦντα ἐλέγξας, τέλος ἔφη ‘‘λέγε μοι πόση σοι δύναμίς ἐστι, πόσα δὲ χρήματα.” τοῦ δὲ εἰπόντος ἱππεῖς μὲν ὀκτακισχιλίους εἶναι, πεζῶν δὲ μυριάδας τέσσαρας, χρήματα δὲ εἰς ἀργύριον λογισθέντα πλείω τρισχιλίων ταλάντων, Κῦροςτῆς μὲν στρατιᾶς ἔφη ‘‘τοὺς ἡμίσεις μοι σύμπεμψον, τῶν δὲ χρημάτων ἀντὶ μὲν τῶν πεντήκοντα ταλάντων τοῦ ἐτησίου δασμοῦ μοῦ διπλάσια Κυαξάρῃ ἀπόδος· ἐμοὶ δ’” ἔφη ἄλλα ἑκατὸν δάνεισον.” καὶ ταῦτα εἰπὼν τήν τε γυναῖκα τῷ Ἀρμενίῳ καὶ τοὺς παῖδας δῶρον ἔδωκε, καὶ τῷ Τιγράνῃ τὴν οἰκείαν νεογάμῳ ὄντι, καὶ ἀφῆκε πάντας.
§3.17.2 Ἀρμενίοις δὲ καὶ Χαλδαίοις ὁμοροῦσι διαφοραὶ ἦσαν ἀεὶ καὶ μάχαι· τούτους δἀλλήλοις Κῦρος κατήλλαξε, καὶ οὕτως ἀπῄει. καὶ τό μὲν στράτευμα ἐκ τοῦ Ἀρμενίου ἔλαβεν ἔπεμψε πρὸς Κυαξάρην, ἐπεὶ δἀφίκετο εἰς Μήδους, μετέδωκε τῶν χρημάτων τοῖς αὐτοῦ ταξιάρχαις. εἶτα σὺν τῷ Κυαξάρῃ ἐνέβαλεν εἰς τὴν πολεμίαν, καὶ ἐστρατοπεδεύσαντο καὶ λείαν πολλὴν ἐκεῖθεν συνήγαγον. ὡς δὲ προσιόντας καὶ τοὺς Ἀσσυρίους ἐπύθοντο, συντεταγμένοι προσήεσαν, καὶ ἐστρατοπεδεύσαντο ἀλλήλων παρασάγγην ἀπέχοντες. τῇ δὑστεραίᾳ ἐξαγαγὼν Κῦρος τὸ ἑαυτοῦ στράτευμα παρετάξατο, καὶ καθἕτερον κέρας σὺν τοῖς Μήδοις Κυαξάρης, ἑτέρωθεν δοἱ Ἀσσύριοι καὶ οἶ συμμαχοῦντες αὐτοῖς. καὶ παραθήξαντες ἀλλήλους οἱ Πέρσαι ὁμόσε δρόμῳ ἐφέροντο καὶ Κῦρος αὐτός. οἵ γε μὴν πολέμιοι οὐκέτἔμενον, ἀλλἔφευγον εἰς τὸ ἔρυμα. καὶ οἱ Πέρσαι αὐτοῖς ἐφἑπόμενοι ὠθουμένων αὐτῶν πολλοὺς κατεστρώννυσαν, τοὺς δὲ εἰς τὰς τάφρους ἐμπίπτοντας ἐπεισπηδῶντες ἐφόνευον. καὶ οἱ τῶν Μηδῶν δὲ ἱππεῖς εἰς τοὺς τῶν πολεμίων ἱππέας ἤλαυνον· οἱ δἐνέκλινον· ἔνθα δὴ καὶ ἵππων διωγμὸς ἦν καὶ ἀνδρῶν καὶ φόνος ἐξ ἀμφοτέρων. ἰδοῦσαι δὲ αἶ γυναῖκες τῶν Ἀσσυρίων καὶ τῶν συμμάχων ταῦτα, ἀνέκραγον καὶ ἔθεον ἐκπεπληγμέναι, καὶ τοὺς πέπλους περιρρηγνύμεναι καὶ δρυπτόμεναι ἱκέτευον πάντας ἀμῦναι καὶ αὐταῖς καὶ τέκνοις καὶ σφίσιν αὐτοῖς. ἔνθα δὴ καὶ οἱ βασιλεῖς αὐτοὶ σὺν τοῖς πιστοτάτοις στάντες ἐπὶ τὰς εἰσόδους ἐμάχοντο καὶ τοῖς ἄλλοις παρεκελεύοντο. δείσας δ Κῦρος μὴ ὀλίγοι ὄντες, εἰ βιάσαιντο εἰς τὸ χαράκωμα εἰσελθεῖν, ὑπὸ πολλῶν σφαλεῖεν, παρηγγύησεν ὑπὸ πόδα ἀνάγειν ἔξω βελῶν· καὶ ταχὺ τὸ κεκελευσμένον ἐποίησαν. εἶτἀπήγαγε τοὺς οἰκείους ὅσον ἐδόκει καλῶς ἔχειν, καὶ ἐστρατοπεδεύσατο. οἱ δἈσσύριοι, καὶ τεθνηκότος ία τοῦ ἄρχοντος καὶ σχεδὸν σὺν αὐτῷ τῶν βελτίστων, ἠθύμουν. ὁρῶντες δὲ ταῦτα τε Κροῖσος καὶ οἱ ἄλλοι σύμμαχοι σφῶν πάντες ἤλγουν. ἐντεῦθεν ἐκλείπουσι τὸ στρατόπεδον καὶ ἀπέρχονται τῆς νυκτός. ὡς δὲ μεθἡμέραν ἔρημον ἐφάνη τὸ τῶν πολεμίων χαράκωμα, διαβιβάζει τοὺς Πέρσας Κῦρος πρώτους, εἶτα καὶ οἱ ἀμφὶ Κυαξάρην διέβαινον. τῷ μὲν οὖν Κύρῳ διώκειν τοὺς πολεμίους ἐδόκει, τῷ δέ γε Κυαξάρῃ τοὐναντίον ἅπαν ἦν αἱρετόν. καὶ Κῦροςδὸς δή μοι τόν Μήδωνἔφη ‘‘τινὰς συμπορευομένους μοι, ἐκείνους δὴ ὅσοι μοι ἐθελονταὶ συνέψεσθαι προθυμήσονται.” καὶ Κυαξάρης ἐφῆκε, καὶ τὸν ἀγγελοῦντα ταῦτα τοῖς Μήδοις τῷ Κύρῳ συνέπεμψεν.
§3.17.3 Ἐν τοσούτῳ δὲ ἄγγελοι ἐκ τῶν Ὑρκανίων ἀφίκοντο. οἱ δὙρκάνιοι ὅμοροι τῶν Ἀσσυρίων εἰσίν, ἔθνος οὐ πολύ, διὸ καὶ ἦσαν τῶν Ἀσσυρίων ὑπήκοοι· ἐχρῶντο δαὐτοῖς οὔτἐν πόνοις οὔτἐν κινδύνοις αὐτῶν φειδόμενοι. καὶ τότε δὲ οὐραγεῖν ἐτετάχατο. ἱππεῖς ὄντες ὡς χίλιοι, ὅπως εἴ τι ὄπισθεν εἴη δεινόν, ἐκείνοις τοῦτἐνσκήψειε πρὸ αὐτῶν. οἱ δὲ οἷα πάσχουσιν ἐννοούμενοι, ἔπεμψαν ἀγγέλους πρὸς Κῦρον ἐροῦντας ὡς μισοῖντο δικαίως παραὐτῶν οἱ Ἀσσύριοι, καὶ εἰ βούλοιτο ἰέναι ἐπαὐτούς, καὶ σφεῖς ἔσοιντο σύμμαχοι καὶ ἡγήσοιντο. δὲ ἤρετο εἰ καταλήψοιντο αὐτούς· καὶ οἱ Ὑρκάνιοι εἶπον ὅτι κἂν αὔριον ἔωθεν πορεύοιντο εὔζωνοι, καταλήψοιντο σφὰς. καὶ Κῦρος πίστεις ᾔτει ὡς ἀληθεύοιεν οἶ δὲ ὁμήρους κατέθεντο παρασχεῖν, εἰ καὶ αὐτὸς δεξιὰν δοίη καὶ πιστὰ θεῶν ποιήσαιτο. καὶ μὲν Κῦρος δίδωσιν αὐτοῖς πιστά, μὴν ἐὰν λέγουσιν ἐμπεδώσωσιν, ὡς φίλοις καὶ πιστοῖς χρῆσθαι αὐτοῖς, καὶ μήτε Περσῶν μήτε Μηδῶν μεῖον ἔχειν τι παραὐτῶ.
§3.17.4 Ἐπὶ τούτοις Κῦρος ἔτι φάους ὄντος ἐξῆγε τὸ στράτευμα, καὶ Τιγράνης μετὰ τῶν Ἀρμενίων συνῆν, καὶ τοὺς Ὑρκανίους δὲ περιμένειν ἐκέλευσεν, ἵν ἅμα ἴοιεν. τῶν δὲ Μηδῶν σχεδὸν ἄπαντες συνεξῄεσαν τῷ Κύρῳ. ἡγεῖσθαι οὖν τοὺς Ὑρκανίους ἐκέλευε· καὶ πολλὴν ὁδὸν διανύσας πλησίον γίνεται τοῦ τῶν Ὑρκανίων στρατεύματος. καὶ οἶ ἄγγελοι τοῦτο τὸν Κῦρον ἐδίδασκον, καὶ ὃς ἐκέλευσεν, εἰ φίλοι εἰσίν, ὡς τάχιστα ὑπαντᾶν τὰς δεξιὰς ἀνατείναντας. καὶ οἱ Ὑρκάνιοι ταῦτα ἐνωτισάμενοι παρῆσαν εὐθύς, τὰς δεξιὰς ὥσπερ εἴρητο ἀνατείνοντες. δεξιωσάμενος δὲ αὐτούς εἴπατέ μοι φησί, ‘‘πόσον ἀπέχει ἐνθένδε ἔνθα αἱ ἀρχαὶ τῶν πολεμίων εἰσὶ καὶ τό ἀθρόον αὐτῶν;” οἱ δἔφασαν ὀλίγῳ πλέον παρασάγγην. ἡγεῖσθαι οὑν τοὺς Ὑρκανίους ἐπέταττε. καὶ οἱ μὲν ἡγοῦντο, αὐτὸς δὲ σὺν τοῖς Πέρσαις τὸ μέσον ἔχων ἐπορεύετο, τοὺς δὲ ἱππεῖς ἑκατέρωθεν ἔταξεν. ἐπεὶ δὲ φάος ἐγένετο καὶ ἔγνων τὰ δρώμενα οἶ πολέμιοι, οὐδεὶς ἐμάχετο, ἀλλοἱ μὲν ἔφευγον, οἱ δὲ καὶ ἀμαχεὶ ἀπώλλυντο.
§3.18 Κροῖσος δὲ Λυδῶν βασιλεὺς τὰς γυναῖκας σὺν ταῖς ἁρμαμάξαις νυκτὸς προέπεμψεν, ὡς ῥᾷον κατὰ ψῦχος πορεύοιντο, θέρος γὰρ ἦν, καὶ αὐτὸς τοὺς ἱππεῖς ἔχων ἐπηκολούθει. καὶ τὸν τῆς παρἙλλήσποντον ἄρχοντα Φρυγίας τὰ αὐτὰ ποιῆσαί φασιν. ὡς δοἱ φεύγοντες αὐτοὺς κατελάμβανον, καὶ τὸ γινόμενον ἔγνων, ἔφευγον καὶ αὐτοί. τὸν δὲ τῶν Καππαδοκῶν βασιλέα ἔτι ἐγγὺς ὄντα κατακαίνουσιν οἱΥρκάνιοι. καὶ οἱ μὲν ἄλλοι ἐδίωκον, δὲ Κῦρος τοὺς σὺν αὐτῷ περιελαύνειν ἐκέλευε τὸ στρατόπεδον, καὶ κτείνειν μὲν τοὺς ἐξιόντας σὺν ὅπλοις, τοῖς δὲ μένουσιν ἐκήρυξεν ἀποφέρειν τὰ ὅπλα συνδεδεμένα, τοὺς δἵππους ἐπὶ ταῖς σκηναῖς καταλείπειν· τὸν δὲ μὴ οὕτω ποιοῦντα τῆς κεφαλῆς στερεῖσθαι. οἱ μὲν δὴ τὰ ὅπλα ἔχοντες ἐρρίπτουν ἀποφέροντες εἰς ἒν χωρίον, καὶ ταῦτα οἱ τεταγμένοι κατέκαιον. δὲ Κῦρος ἐννοήσας ὡς ἦλθον οὔτε σῖτα οὔτε ποτὰ ἔχοντες, ἐκήρυξε τοὺς τῶν σκηνῶν ἐπιτρόπους παρεῖναι πάντας, καὶ ὡς παρῆσανἄγετε, ἄνδρεςἔφη, “διπλάσια ἐν ἑκάστῃ σκηνῇ σῖτα παρασκευάσατε τοῖς δεσπόταις καὶ τοῖς οἰκέταις αὐτῶν καθἡμέραν ἐποιεῖτε.” καὶ οἱ μὲν ὡς παρηγγέλθησαν ἔπραττον. τῶν δὲ Μηδῶν τινὲς οἶ μὲν ἁμάξας προωρμημένας καταλαβόντες καὶ ἀποστρέψαντες μεστὰς ὧν δεῖται στρατιὰ προσήλαυνον, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων προσῆγον, καὶ ἐπιδεικνύντες Εὔρῳ ἦγον πάλιν ἀπήλαυνον. δὲ Κῦρος ἐπὶ τούτοις ἐδάκνετο καὶ κατεμέμφετο ἑαυτοῦ, καὶ συγκαλέσας τοὺς ταξιάρχας συνεβούλευεν ἱππικὸν καὶ τοὺς Πέρσας κτήσασθαι, ἴνα τούτω τοὺς ἱππότας διώκοιεν καὶ τοὺς φεύγοντας καταλαμβάνοιεν· καὶ οἶ ἄλλοι συνῄνεσαν. ἤδη δὑπερμεσούσης ἡμέρας προσήλαυνον οἱ ἱππεῖς οἱ Μῆδοι καὶ Ὑρκάνιοι ἵππους τε ἄγοντες αἰχμαλώτους καὶ ἄνδρας. τοῖς μὲν οὖν αἰχμαλώτοις ἀνδράσινἄπιτεεἶπετήν τε χώραν ὑμῶν ἐργαζόμενοι καὶ τὰς οἰκίας οἰκοῦντες καὶ γυναιξὶ ταῖς ὑμετέραις συνοικοῦντες καὶ παίδων τῶν ὑμετέρων ἀπολαύοντες, καὶ τοῖς ἄλλοις δὲ διαγγέλλετε ταῦτα· ἓν γάρ τι καινὸν ἔσται ὑμῖν ὅτι οὐχ αὐτὸς ὑμῶν ἄρξει ὅσπερ καὶ πρότερον, τὰ δἄλλα τὰ αὐτὰ ἔσται πάντα ὑμῖν. οἱ μὲν οὖν προσκυνοῦντες ἀπῄεσαν δὲ Κῦροςὥρα δή, ἔφη Μῆδοί τε καὶ Ἀρμένιοι, δειπνεῖν· παρεσκεύασται δὲ ὑμῖν δεῖπνα ὡς ἡμεῖς, βέλτιστοι, ἠδυνάμεθα. καὶ ὑμεῖς δέ, Υρκάνιοιἔρη, “διαγάγετε αὐτοὺς ἐπὶ τὰς σκηνάς, τοὺς μὲν ἄρχοντας ἐπὶ τὰς μεγίστας, τοὺς δἄλλους ὡς ἂν δοκῇ κάλλιστα ἔχειν, καὶ αὐτοὶ δὲ δειπνεῖτε· σῷαι γὰρ ὑμῖν αἱ σκηναὶ καὶ ἀκέραιοι.” καὶ οἶ μὲν ἐποίουν ὡς ἐκελεύσθησαν· δὲ Κῦρος πολλοὺς τῶν Περσῶν διέπεμψε κύκλῳ τηρεῖν τὸ στρατόπεδον, ἵνα εἴ τίς τε ἔξωθεν προσίοι, μὴ λάθοι, καὶ εἴ τις τῶν ἐντὸς ἀποδιδράσκοι, ἁλώσοιτο. καὶ οἶ μὲν Πέρσαι οὕτω διῆγον. τῇ δἐξῆς ἡμέρᾳ τὰ λάφυρα τοῖς στρατιώταις διανεμηθῆναι προσέταξε, τοὺς δἵππους τοῖς Πέρσαις δοθῆναι, ἵνα ἱππεῖς καὶ αὐτοὶ ἔσοιντο. καίτῷ Κυαξάρῃ δὲ ἐκλέξασθεἔφη ‘‘ὁποῖα οἴδατε κεχαρισμένα αὐτῷ Πέρσαις δέἔφη τοῖς μετἐμοῦ ὅσα ἂν περισσὰ γένηται, ταῦτα ἀρκέσει· οὐ γὰρ ἡμεῖς ἐν χλιδῇ τεθράμμεθα, ὥστε ἴσως ἂν καταγελάσαιτε ἡμῶν, εἴ τι σεμνὸν ἡμῖν περιθείητε· ὥσπερ οἶδὅτι πολὺν ὑμῖν γέλωτα παρέξομεν καὶ ἐπὶ τῶν ἵππων καθήμενοι, οἴμαι δὲ καὶ ἐπὶ τῆς γῆς καταπίπτοντες.” καὶ τοὺς ταξιάρχας καλέσας τοὺς ἵππους λαμβάνειν ἐκέλευσε καὶ κληρωσαμένους ἴσους λαμβάνειν ἑκάστους.
§3.19.1–4.1.3
§3.19.1 Ἐν τούτῳ δὲ παρῆν Γωβρύας Ἀσσύριος πρεσβύτης ἀνὴρ σὺν ἱππικῇ θεραπείᾳ, καὶ τὸν Κῦρον ᾔτει θεάσασθαι. ἤχθη οὑν πρὸς αὐτὸν καὶ εἶπεν δέσποτα, ἐγώ εἰμι τὸ μὲν γένος Ἀσσύριος, ἔχων καὶ τεῖχος ὀχυρόν, καὶ χώρας ἄρχω πολλῆς· ἔχω δὲ καὶ ἵππον εἰς χιλίαν, ἣν τῷ τῶν Ἀσσυρίων βασιλεῖ παρειχόμην, καὶ φίλος ἦν ἐκείνῳ ὡς μάλιστα. ἐπεὶ δ μὲν τέθνηκεν ὑφὑμῶν, δὲ παῖς ἐκείνου τὴν ἀρχὴν ἔχει, ἔχθιστος ὢν ἐμοὶ ὅτι τὸν μόνον μοι καὶ φίλον παῖδα φθονήσας ἀπέκτεινεν, ἥκω πρὸς σὲ καὶ δίδωμί σοι ἐμαυτὸν δοῦλον καὶ σύμμαχον, σὲ δὲ τιμωρὸν αἰτοῦμαι γενέσθαι μοι.” Εὖρος δὲ ἀπεκρίνατοἤνπερ, Γωβρύα, ὅσα φὴς καὶ φρονῇς, δἐχομαί τε ἱκέτην σε καὶ τιμωρήσειν σοι τοῦ παιδὸς τὸν φόνον σὺν θεοῖς ὑπισχνοῦμαι.” δέ ἐπὶ τούτοιςἔφηἀληθεύων ἐγὼ δίδωμί σοι τὴν ἐμὴν καὶ λαμβάνω τὴν σὴν δεξιάν.
§3.19.2 Ἐπεὶ δὲ ταῦτα ἐπράχθη, ἀπιέναι κελεύει τὸν Γωβρύαν ἔχοντα καὶ τὰ ὅπλα. καὶ μὲν ἀπῄει· οἱ δὲ Μῆδοι παρῆσαν ἐξῃρηκότες Κύρῳ τὴν καλλίστην σκηνὴν καὶ τὴν Σουσίδα γυναῖκα, καλλίστη λέγεται ἐν τῇ Ἀσίᾳ γυνὴ γενέσθαι, καὶ μουσουργοὺς δὲ δύο τὰς κρατίστας, καὶ Κυαξάρῃ τὰ δεύτερα· τὰς δὲ περισσὰς σκηνὰς Εὔρῳ παρέδοσαν, ὡς τοῖς Πέρσαις γένοιντο. δὲ Εὖρος τὰ μὲν τοῦ Κυαξάρου φυλάττειν ἐκέλευσε τοὺς ἐκείνου οἰκειοτάτους, καί ὅσα ἐμοὶ δίδοται, ἡδέωςἔφη ‘‘δέχομαι.” καλέσας δὲ Ἀράσπην Μῆδον, ὅς ἦν αὐτῷ ἐκ παίδων ἑταῖρος, ἐκέλευσε διαφυλάξαι αὐτῷ τὴν γυναῖκα καὶ τὴν σκηνήν. ἦν δὲ αὕτη μὲν γυνὴ Ἀβραδάτου τοῦ Σούσων βασιλέως, ὃς ἁλισκομένου τοῦ στρατοπέδου οὐ παρῆν, πεμφθεὶς περὶ συμμαχίας παρὰ τοῦ Ἀσσυρίου πρὸς τὸν Βακτρίων βασιλέα, ξένος ὢν ἐκείνῳ.
§3.19.3 Πρωὶ δὲ ἀναστάντες ἐπορεύοντο πρὸς Γωβρύαν Κῦρος ἔφιππος καὶ οἶ Περσῶν ἱππεῖς γενόμενοι εἰς δισχιλίους. δευτεραῖοι δὲ ἀμφὶ δείλην γίνονται εἰς τὸ Γωβρύα χωρίον αὐτοὶ καὶ οἱ σύμμαχοι. μαθὼν οὖν ἐκεῖ ὅτι τοῖς Ἀσσυρίοις ἐν Βαβυλῶνι πολλαπλασία τῆς πρῴην δυνάμεως παρεσκεύασται, ·ἄγε ἡμάς εὐθὺ τὴν ἐπὶ Βαβυλῶνοςἔφη. ὡς δὲ πορευόμενοι τεταρταῖοι πρὸς τοῖς ὁρίοις τῆς Γωβρύου χώρας ἐγένοντο, καὶ ἐν τῇ πολεμίᾳ ἤδη ἐτύγχανον, τοὺς μὲν πεζοὺς καί τινας τῶν ἱππέων κατέσχε πρὸς ἑαυτόν, τοὺς δἄλλους ἱππεῖς ἀφῆκε καταθεῖν, κελεύσας τοὺς μὲν ὅπλα ἔχοντας τῶν ἐντυγχανόντων αὐτοῖς κατακαίνειν, τοὺς δἄλλους καὶ λείαν ὅσην ἂν λάβωσι πρὸς αὐτὸν ἄγειν. ἐκέλευσε δὲ καὶ τοὺς Πέρσας συγκαταθεῖν. καὶ ἧκον πολλοὶ μὲν αὐτῶν κατακεκυλισμένοι ἀπὸ τῶν ἵππων, πολλοὶ δὲ λείαν ὅτι πλείστην ἄγοντες. εἶτα πρὸς Βαβυλῶνα ᾔει ὥσπερ ἐν μάχῃ παραταξάμενος. ὡς δοὐκ ἀντεξῄεσαν οἱ Ἀσσύριοι, ἐκέλευσεν Εὖρος τὸν Γωβρύαν προσελάσαντα εἰπεῖν, εἰ βούλεται βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, καὶ αὐτὸς σὺν ἐκείνῳ μάχοιτο ἄν· εἰ δὲ μὴ ἀμυνεῖ τῇ χώρᾳ, ὅτι ἀνάγκη τοῖς κρατοῦσι πείθεσθαι. μὲν δὴ Γωβρύας προσελάσας ταῦτα εἶπεν· δἈσσύριος πέμψας ἔλεγεν δεσπότης σός, Γωβρύα, ἀνταποκρίνεται, ἐὰν βούλησθε μάχεσθαι, ἥκετε εἰς τριακοστὴν ἡμέραν· νῦν δοὔπω ἡμῖν σχολή· ἔτι γὰρ παρασκευαζόμεθα.”
§3.19.4 Καὶ μὲν ἀπήγγειλε ταῦτα τῷ Κύρῳ· δὲ ἀπήγαγε τὸ στράτευμα, καὶ τὸν Γωβρύαν περὶ τοῦ Γαδάτου ἠρώτα. δὲ Γαδάτας βασιλέως τινὸς ἦν υἱός, ἑταῖρος τοῦ Ἀσσυρίου, ὃν συμπίνοντα αὐτῶ συλλαβὼν ἐξέτεμε καὶ ἐκτομίαν ἐποίησεν· ὃς τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος τότε τὴν βασιλείαν εἶχεν εὐνοῦχος ὤν. πρὸς τοῦτον οὑν ἀπιέναι τὸν Γωβρύαν ἤθελε καὶ ἄγειν πρὸς ἑαυτόν. δὲ ἀπῆλθε. καὶ ἐντυχὼν καὶ ὅσα παρὰ Κύρου ἐνετάλθη εἰπὼν μὲν ἐπανῆλθεν, δὲ Γαδάτας τῷ Ἀσσυρίῳ συμμαχεῖν προσποιούμενος, καὶ φρούριόν τι τοῦ Ἀσσυρίου πρόβολον ὂν τοῦ πολέμου δόλῳ κατασχών, καὶ τῷ Κύρῳ αὐτὸ παραδούς, ἦλθε καὶ αὐτὸς πρὸς Κῦρον. καὶ δεξιωθείς Γαδάταἤκουσε, “παῖδας μέν, ὡς ἔοικε, ποιεῖσθαί σε ἀφείλετο Ἀσσύριος, οὐ μέντοι καὶ κτᾶσθαι φίλους ἐστέρησεν.” μὲν οὖν τοιαῦτα εἶπε. τοῦ δὲ φρουρίου ὑπὸ τὸν Κῦρον γεγενημένου, καὶ Καδούσιοι καὶ Σάκαι καὶ Ὑρκάνιοι πλείους συνεστρατεύοντο αὐτῷ· καὶ ἐπὶ τούτοις προσέρχεται Κύρῳ Γαδάτας λέγων ὡς Ἀσσύριος περὶ τοῦ φρουρίου πυθόμενος καὶ χαλεπήνας συσκευάζοιτο εἰς τὴν ἐμὴν ἐμβαλεῖν χώραν. “ἐὰν οὖν ἀφῇς με, τὰ τείχη ἂν πειραθείην διασῶσαι, τῶν δἄλλων μείων μοι λόγος.” ἤρετο οὖν Κῦρος ἐὰν ἴῃς, πότε ἴσῃ οἴκοι; δέεἰς τρίτηνἔφη ‘‘δειπνήσω ἐν τῇ ἡμετέρᾳ. “ἐγὼ δέἔφη Κῦροςποσταῖος ἂν ἐκεῖσε ἀφικοίμην σὺν τῷ στρατεύματι;” καὶ Γαδάταςοὐκ ἂν δύναιο ἀπεκρίνατοδέσποτα, εἰ μὴ ἐν ἒξ ἑπτὰ ἡμέραις ἐλθεῖν.” καὶ Κῦροςσὺ τοίνυνἔφη ‘‘ἄπιθι τάχιστα, ἐγὼ δὡς ἂν δυναίμην πορεύσομαι. καὶ μὲν Γαδάτας ἀπῄει, δὲ Κῦρος τοῖς ἄρχουσι τῶν συμμάχων εἶπε δεῖν τῷ Γαδάτᾳ ἐπαμῦναι παρὰ τοῦ Ἀσσυρίου πολεμουμένῳ, ἀνδρὶ εὐεργέτῃ. καὶ πάντες συνέφασαν. δέἐπεὶ καὶ ὑμῖν συνδοκεῖἔφη, “ἄγετε πορευσώμεθα, ἵππων τε καὶ ἀνδρῶν τοὺς δυνατωτάτους λαβόντες καὶ τριῶν ἡμερῶν τὰ ἐπιτήδεια, ἵν εὔζωνοι ἴωμεν.” οὕτω δὲ συσκευασάμενοι μέσων νυκτῶν τῆς ὁδοῦ εἴχοντο, τοῦ Γωβρύου σφῶν ἡγουμένου.
§3.20.1 Καὶ μὲν Κῦρος οὕτως ἀπῄει· ἀπιόντι δὲ τῷ Γαδάτᾳ τῶν τις παραὐτῷ δυνατῶν ἐπεβούλευσεν ἐκείνῳ, καὶ πέμψας πρὸς τὸν Ἀσσύριον ἐδήλου τὴν τοῦ Γαδάτου δύναμιν καὶ ὡς ἥκει, καὶ ἐνεδρεῦσαι αὐτῷ ἐνετέλλετο, ἵν οὕτως αὐτόν τε συλλάβοι τὸν Γαδάταν καὶ τοὺς σὺν αὐτῷ. ἐπεὶ δὲ ταῦτα ἤκουσεν Ἀσσύριος, ἐνήδρευσεν. ὡς δἐγγὺς Γαδάτας τῆς ἐνέδρας ἐγένετο καὶ ἤδη ἐδόκει εἶναι ἁλώσιμος, ἀνίσταται ἐκ τῆς ἐνέδρας. δὲ τῷ Γαδάτᾳ ἐπιβουλεύων ἐν τούτῳ παίει αὐτὸν καὶ πλήττει κατὰ τὸν ὦμον, οὐ μέντοι καιρίως· ποιήσας δὲ τοῦτο πρὸς τὸν Ἀσσύριον παραχρῆμα ἀποχωρεῖ καὶ ἐδίωκε σὺν αὐτῷ. οἱ μὲν οὑν τοῦ Γαδάτου ἡλίσκοντο, οἱ δἔφευγον τοὺς χαλινοὺς τρέψαντες· καὶ ἤδη προσιόντα καθορῶσι τὸν Κῦρον. δὲ ὡς ἔγνω τὸ πρᾶγμα, ἐναντίος αὐτοῖς ἦγε τὴν στρατιάν. καὶ οἱ πολέμιοι τοῦτον ἔδοντες ἐτράπησαν εἰς φυγήν, καὶ Κῦρος διώκειν ἐκέλευσεν. ἡλίσκοντο τοίνυν καὶ ἄνδρες καὶ ἄρματα, καὶ πολλοὶ δὲ ἐκτείνοντο, καὶ αὐτὸς τὸν Γαδάταν πλήξας· οἱ δἄλλοι καὶ αὐτὸς Ἀσσύριος εἰς πόλιν αὐτοῦ τινα μεγάλην κατέφυγον. καὶ Κῦρος ταῦτα διαπραξάμενος εἰς τὴν Γαδάτου χώραν ἀναχωρεῖ, καὶ ᾔει τὸν Γαδάταν ἐπισκεψόμενος. καί οἶ Γαδάτας ἀπήντησεν ἐπιδεδεμένος τὸ τραῦμα, καὶ χάριτας ὡμολόγει λέγων ὡςἔγωγε τὸ μὲν ἐπἐμοὶ οἴχομαι, τὸ δὲ ἐπὶ σοὶ σέσωσμαι, προθύμως οὕτω μοι βοηθήσαντι.”
§3.20.2 Οἱ δέ γε Καδούσιοι ὀπισθοφυλακεῖν τεταγμένοι τότε παρὰ τοῦ Κύρου, καὶ μὴ μετασχόντες τῆς διώξεως, βουλόμενοι δὲ καὶ αὐτοὶ λαμπρόν τι ποιῆσαί, οὐδὲν τῷ Κύρῳ κοινωσάμενοι καταθέουσι τὴν Βαβυλωνίαν. ἀπιὼν δὲ Ἀσσύριος ἐκ τῆς πόλεως οὗ κατέφυγε, συντυγχάνει αὐτοῖς· καὶ γνοὺς μόνους ὄντας ἐπιτίθεται, καὶ τόν τε ἄρχοντα σφῶν ἀποκτείνει καὶ ἄλλους πολλούς, καὶ διώξας μέχρι τινὸς ἀπετράπετο. οἳ δὲ τῶν Καδουσίων ἐσώζοντο, περὶ δείλην ἦλθον εἰς τὸ στρατόπεδον. δὲ Κῦρος τοὺς μὲν τετρωμένους τοῖς θεραπεύσουσι παρεδίδου, τοῖς δἄλλοις αὐτὸς προσῆγεν ἐν λόγοις παράκλησιν, καὶ ἄρχοντα ἑαυτοῖς ἐξ ἑαυτῶν παρῄνει αἱρήσεσθαι. καὶ οἱ μὲν εἵλαντο. δὲ Γαδάτας ἧκε κομίζων τῷ Κύρῳ δῶρα παντοῖά τε καὶ πολλὰ καὶ πλείστους ἵππους. δὲ Κῦρος τοὺς μὲν ἵππους ἔφη δέχεσθαι, ἴνἐκπληρώσῃ τὸ Περσικὸν ἱππικὸν καὶ εἰς μυρίους περισταῖεν αὐτῷ οἶ ἱππεῖς, τὰ δὲ χρήματα ἀπαγαγεῖν αὐτῷ ἐνετέλλετο καὶ φυλάττειν ἔστἂν καὶ αὐτὸν ἀντιδωρεῖσθαι γνοίη δυνάμενον. καὶ παρῄνει τὴν πόλιν αὐτοῦ ὑπὸ φυλακὴν ποιήσασθαι ἀσφαλῆ, αὐτὸν δὲ αὐτῷ συστρατεύσασθαι. καὶ Γαδάτας ἥσθη τῇ συμβουλῇ, συσκευασάμενός τε τῷ Κύρῳ συνείπετο. ἐπεὶ δὲ πορευόμενος οὕτως εἰς τὰ μεθόρια τῶν Σύρων καὶ Μηδῶν ἀφίκετο, ἐνταῦθα τρία ὄντα τῶν Σύρων φρούρια τὸ μὲν ἒν αὐτὸς προσβαλὼν καὶ βιασάμενος ἔλαβε, τὰ δὲ δύο φοβῶν μὲν Κῦρος, πείθων δὲ Γαδάτας παρεσκεύασαν παραδοῦναι τοὺς φυλάσσοντας.
§3.20.3 Εἶτα πέμπει πρὸς Κυαξάρην ἀξιῶν ἥκειν εἰς τὸ στρατόπεδον, ὅπως περὶ ὣν ἂν δέοιντο βουλεύσαιντο. καὶ μὲν ἄγγελος ᾤχετο· δὲ Κῦρος ἐκέλευσε τὴν σκηνὴν ἣν οἱ Μῆδοι τῷ Κυαξάρῃ ἐξεῖλον κατασκευάσαι ὡς βέλτιστα τῇ τε ἄλλῃ παρασκευῇ καὶ τῷ γυναῖκα εἰσαγαγεῖν εἰς τὸν γυναικῶνα τῆς σκηνῆς, καὶ σὺν ταύτῃ τὰς μουσουργοὺς αἴπερ τῷ Κυαξάρῃ ἐξῄρηντο. ἐν τοσούτω δὲ ἄγγελος τὰ παρὰ τοῦ Κύρου τῷ Κυαξάρῃ ἀπήγγειλε, καὶ ὃς ἐπορεύετο σὺν τοῖς παραμείνασιν αὐτῷ τῶν Μηδῶν ἱππεῦσιν. ὡς δἔγνω προσιόντα αὐτὸν Κῦρος, λαβὼν τούς τε τῶν Περσῶν ἱππέας, πολλοὺς ἤδη ὄντας, καὶ τοὺς Μήδους παρόντας καὶ τοὺς Ἀρμενίους καὶ τῶν ἄλλων συμμάχων τοὺς εὐιπποτάτους, ἀπήντα, ἐπιδεικνὺς τῷ Κυαξάρῃ τὴν δύναμιν. δὲ ἰδὼν τῷ Κύρῳ μὲν πολλούς τε καὶ ἀγαθοὺς ἑπομένους, ἑαυτῷ δὲ ὀλίγην τε καὶ ὀλίγου ἀξίαν θεραπείαν, ἄτιμόν τι αὐτῷ ἔδοξεν εἶναι, καὶ ἄχος αὐτὸν ἔλαβε, καὶ εἰς φανερὰ κατήνεκτο δάκρυα. δὲ Κῦρος ἰδίᾳ τοῦτον ἀπολαβόμενος καὶ παρακαθίσας διειλέχθη, καὶ τῆς ὀργῆς καὶ τῆς λύπης ἠρώτα τὸ αἴτιον. καὶ πολλά τε εἰπὼν καὶ ἀκούσας, τέλος ‘‘πρὸς θεῶν ἔφη, “ θεῖε, παῦσαι τὸ νῦν ἔχον μεμφόμενός μοι, ἐπειδὰν δὲ πεῖραν ἡμῶν λάβῃς πῶς ἔχομεν πρὸς σέ, τότε μοι χάριτας ὁμολόγει μέμφου.” καὶ Κυαξάρης κατέθετο· δἐφίλησεν αὐτὸν προσελθών. καὶ ὡς εἶδον οἱ Μῆδοί τε καὶ οἶ Πέρσαι καὶ οἱ λοιποί, ὑπερήσθησαν. ἀναβάντες οὖν τοὺς ἵππους Κῦρος καὶ Κυαξάρης ἀπῄεσαν ἐπὶ τὸ στρατόπεδον, καὶ ἐπὶ τὴν ἐξῃρημένην αὐτῷ σκηνὴν τὸν Κυαξάρην ἀπήγαγον. οἱ δὲ Μῆδοι ᾔεσαν πρὸς αὐτὸν δῶρα ἄγοντες, ἕκαστος ἔν γέ τι ὧν εἰλήφει τὸ κάλλιστον. ἐπεὶ δὲ ὥρα δείπνου ἦν, μὲν Κυαξάρης ἀμφὶ δεῖπνον εἶχε, δὲ Κῦρος ὡς ἂν αὐτῶ παραμείναιεν οἶ σύμμαχοι ἐφρόντιζε, καὶ συλλέξας τῶν φίλων τοὺς ἱκανοὺς τὰ δέοντα συμπράττειν αὐτῷ μηχανᾶσθαι ἠξίου ὅπως πείσαιεν τοὺς συμμάχους μὴ ἀποστῆναι αὐτῶν, ἀλλἐπαρήγειν ἔτι. τῇ δὑστεραίᾳ πρὸς Κυαξάρην ἄπαντες συνελέγησαν. καὶ πρὶν ἐντυχεῖν ἐκείνῳ προσῆγον οἱ φίλοι τῷ Κύρῳ ἄλλος ἄλλο τῶν ἐθνῶν τῶν συμμάχων, δεομένων αὐτοῦ μένειν καὶ συμμετέχειν τοῦ πολέμου αὐτῷ.
§3.21.1 Εν τούτῳ δὲ Κυαξάρης τῆς σκηνῆς ἐξελθώνἄνδρες σύμμαχοιἔφη, “σκοπεῖν δέον πότερον στρατεύεσθαι ἔτι καιρὸς εἶναι δοκεῖ διαλύειν ἤδη τὴν στρατιάν. ἕκαστος οὖν παριὼν ἔλεγε, καὶ πάντες στρατεύεσθαι δεῖν γνώμην ἔδοσαν. ἐπὶ πᾶσι δὲ Εὖρος εἶπενοὐδἐμὲ λανθάνει, ἄνδρες, ὡς εἰ διαλύσομεν τὸ στράτευμα, τὰ μὲν ἡμέτερα γίνοιντἂν ἀσθενέστερα, τὰ δὲ τῶν πολεμίων αὐξήσεται. ἀλλὁρῶ ἡμίν ἀντιπάλους προσιόντας οἶς οὐ δυνησόμεθα μάχεσθαι. προσέρχεται γὰρ χειμὼν καὶ τῶν ἐπιτηδείων ἔλλειψις. τὰ μὲν γὰρ ἀνήλωται παρἡμῶν, τὰ δὲ διἡμᾶς ὑπὸ τῶν ἐναντίων ἀνακεκόμισται εἰς ἐρύματα. τίς οὖν λιμῷ καὶ ῥίγει μαχόμενος στρατεύεσθαι δύναιτἄν; δοκῶ δὲ χρῆναι τὰ μὲν τῶν ἐναντίων παραιρεῖν ὀχυρώματα, ἑαυτοῖς δὲ πλεῖστα ποιήσασθαι ὀχυρά. ἐὰν γὰρ φρούρια ἡμῖν γένηται, ταῦτα τοῖς μὲν πολεμίοις ἀλλοτριώσει τὴν χώραν, ἡμῖν δὲ εἰς λυσιτέλειαν ἔσται.” ὡς δὲ ταῦτά τε καὶ πλείω τοιαῦτα ἐρρήθη, πάντες συμπροθυμήσεσθαι ταῦτἔφασαν, καὶ Κυαξάρης αὐτός, καὶ μηχανὰς ποιήσειν κατέθεντο πολιορκητικάς. Κῦρος δὲ γνοὺς διατριβὴν ἔσεσθαι ἀμφὶ ταῦτα, τὸ μὲν στράτευμα ἐν ἀσφαλεῖ ἐποιήσατο, ἐξῆγε δὲ εἰς προνομάς, ἴνα τε ἄφθονα ἔχοιεν τὰ χρειώδη καὶ ἵνα μᾶλλον ὑγιαίνοιεν κοπιῶντες, καὶ ὅπως τῆς εὐταξίας ὑπομιμνήσκοιντο .
§3.21.2 Εκ δὲ Βαβυλῶνος ἰόντες αὐτόμολοι ἔλεγον ὡς Ἀσσύριος οἴχοιτο ἐπὶ Λυδίαν πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου ἄγων καὶ κόσμον παντοδαπόν. μὲν οὖν ὄχλος στρατιωτικὸς ἔλεγεν ὑπεκτίθεσθαι αὐτὸν ἤδη δεδιότα τὰ χρήματα, δὲ Κῦρος ἔλεγεν οἴχεσθαι τὸν Ἀσσύριον συμμάχους ζητοῦντα, καὶ ὡς μάχης ἔτι δεῆσον ἀντιπαρεσκευάζετο. ἔδοξε δαὐτῷ καὶ κατάσκοπον ἐπὶ Λυδίαν πέμψαι, ἵν ,τι πράττει Ἀσσύριος γνῷ. καὶ πρὸς τοῦτο ἐπιτήδειος αὐτῷ Αράσπας ἐδόκει τὴν καλὴν γυναῖκα φυλάττων, ὃς ληφθεὶς ἔρωτι τῆς γυναικὸς προσήγαγε λόγους αὐτῇ· δὲ ἀπέφησε καὶ ἦν πιστὴ τῷ ἀνδρὶ καὶ ἀπόντι, μέντοι κατεῖπε τοῦ Ἀράσπου πρὸς Κῦρον. ἐπεὶ δὲ ἐρῶν ἠπείλει αὐτῇ ὡς εἰ μὴ ἑκοῦσα ἐνδοίη, ἄκουσα ποιήσει τοῦτο, δείσασα τὴν βίαν πέμπει τὸν εὐνοῦχον πρὸς τὸν Κῦρον καὶ κελεύει πάντα εἰπεῖν. δὲ ἀκούσας ἐγέλασε, καὶ πέμπει Ἀρτάβαζον σὺν τῷ εὐνούχῳ, κελεύσας εἰπεῖν αὐτῷ μὴ βιάζεσθαι τοιαύτην γυναῖκα, πείθειν δὲ εἰ δύναιτο, οὐκ ἔφη κωλύειν. δὲ Ἀράσπας ἀκούσας ταῦτα τὸ μὲν ὑπαἰσχύνης, τὸ δὑπὸ φόβου τῇ λύπῃ καταβεβάπτιστο. οὖν Κῦρος γνοὺς τοῦτο ἐκάλεσεν αὐτὸν ἰδίᾳ καὶ ἔφη ‘‘παῦσαι, Ἀράσπα, φοβούμενός τε καὶ αἰσχυνόμενος. ἐγὼ γὰρ θεούς τε ἀκούω ἔρωτος ἡττᾶσθαι καὶ ἀνθρώπους οἶδα καὶ μί λᾶ φρονίμους οἶα ὑπὸ ἔρωτος. καὶ σοὶ δὲ τούτου ἐγώ εἶμι αἴτιος, ὅς σε τοιούτῳ ἀμάχῳ συγκαθεῖρξα πράγματι.” καὶ Ἀράσπας ὑπολαβὼν εἶπενἀλλὰ σὺ μέν, Κῦρε, καὶ ταῦτα πρᾷος εἶ καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων, ἐμὲ δὲ οἱ ἄλλοι ἄνθρωποι καταδύουσι τῷ ἄχει. οἱ μὲν γὰρ ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ φίλοι συμβουλεύουσιν ἐκποδὼν γενέσθαι, μή τι καὶ πάθω ὑπὸ σοῦ.’ καὶ Κῦρος εἶπενεὖ τοίνυν ἴσθι ὅτι ταύτῃ τῇ δόξῃ ἐμοί τε χαρίσασθαι δυνήσῃ καὶ τοὺς συμμάχους ὠφελῆσαι. εἴθε γάρ Ἀράσπας ἔφηγενοίμην σοι χρήσιμος ἐν καιρῷ.” “εἰ τοίνυνἔφηπροσποιησάμενος ἐμὲ φεύγειν εἰς τοὺς πολεμίους ἔλθοις, πιστευθήσῃ ὑπἐκείνων.’ ναὶ μὰ Δί”’ ἔφη Ἀράσπαςκαὶ ὑπὸ τῶν φίλων.” “ἔλθοις ἂν τοίνυν ἔφη πάντα ἡμῖν τὰ τῶν πολεμίων ἀγγέλλων.”
§3.21.3 Ἀράσπας μὲν οὖν οὕτως ἐξελθὼν καὶ παραλαβὼν τοὺς πιστοτάτους θεράποντας ᾤχετο, δὲ Πάνθεια μαθοῦσα τοῦτο πέμψασα πρὸς τὸν Κῦρον εἶπεμὴ λυποῦ, Κῦρε, ὅτι Ἀράσπας τοῖς πολεμίοις προσῆλθεν· εἰ γὰρ ἐμὲ ἐάσεις πέμψαι πρὸς τὸν ἐμὸν ἄνδρα, ἥξει σοι φίλος Ἀράσπου πιστότερος. καὶ Κῦρος ἐκέλευσε πέμπειν· δὲ ἔπεμψε. καὶ Αβραδάτας ὡς ἔγνω τὰ παρὰ τῆς γυναικὸς σύμβολα, ἄσμενος πρὸς τὸν Κῦρον ἐχώρησεν. ὡς δἦν πρὸς τοῖς σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον εἰπὼν ὃς ἦν. δὲ Κῦρος ἄγειν αὐτὸν πρὸς τὴν γυναῖκα ἐκέλευσεν. ὡς δεἰδέτην ἀλλήλω γυνὴ καὶ Ἀβραδάτας, ἠσπάζοντο ἀλλήλους ἐκ δυσελπίστων. εἶτα ἔφη Πάνθεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην καὶ τὴν πρὸς αὐτὴν κατοίκτισιν. ἐκ τούτου ἔρχεται πρὸς Κῦρον Ἀβραδάτας, καὶ λαβόμενος τῆς αὐτοῦ δεξιᾶς εἶπενἀνθὧν εὖ πεποίηκας ἡμᾶς, Κῦρε, φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα καὶ σύμμαχον. καὶ Κῦρος εἶπεκἀγὼ δέ σε δέχομαι.”
§3.22.1 Ἦλθον δὲ τῷ Κύρῳ παρὰ τοῦ Ἰνδοῦ χρήματα, καὶ οἶ ἄγοντες αὐτὰ ἀπήγγελλον αὐτῷ ὅτι Ἰνδὸς λέγει ὡςἥδομαι, Κῦρε, ὅτι μοι περὶ ὣν ἐδέου ἐδήλωσας, καὶ βούλομαί σοι ξένος εἶναι, καὶ πέμπω σοι χρήματα, κἂν ἄλλων δέῃ, μεταπέμπου· ἐντέταλται δὲ τοῖς παρἐμοῦ ποιεῖν ἂν σὺ κελεύῃς. δὲ Κῦροςκελεύω τοίνυνεἶπέ τοὺς μὲν ἄλλους μένοντας ἔνθα κατεσκηνώσατε φυλάττειν τὰ χρήματα, τρεῖς δέ μοι ἐλθόντες ὑμῶν εἰς τοὺς πολεμίους ὡς παρὰ τοῦ Ἰνδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες , τι ἂν λέγωσί τε καὶ ποιῶσιν ὡς τάχιστα ἀπαγγείλατε ἐμοί τε καὶ τῷ Ἰνδῷ.” οἱ μὲν δὴ Ἰνδοὶ συσκευασάμενοι τῇ ὑστεραίᾳ ἐπορεύοντο, δὲ Κῦρος τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο μεγαλοπρεπῶς. καὶ γὰρ οἱ Πέρσαι ἱππεῖς ἔκπλεῳ ἤδη ἤσαν εἰς τούς μυρίους, καὶ ἅρματα δρεπανηφόρα εἰς ἑκατόν, καὶ Αβραδάτας ἕτερα κατεσκεύασεν ἑκατόν, καὶ τὰ Μηδικὰ ἅρματα ἕτερα συνέστησαν ἑκατὸν μετασκευασθέντα εἰς τὸν αὐτὸν τρόπον ἐκ τῆς Τρωικῆς καὶ Λιβυκῆς διφρείας· καὶ ἐπὶ τὰς καμήλους δὲ τεταγμένοι ἤσαν δύο ἐφἑκάστην τοξόται. οὕτω δὲ διατιθεμένων τῷ Κύρῳ τῶν τοῦ πολέμου ἧκον οἱΙνδοὶ ἐκ τῶν πολεμίων καὶ ἔλεγον ὅτι Κροῖσος ἡγεμὼν καὶ στρατηγὸς ᾕρηται, καὶ πολλοὶ μὲν βασιλεῖς, πολλὰ δἔθνη καὶ Ἕλληνες συμμαχήσειν ἡτοίμασται. ὡς οὖν ταῦτα ἤκουσεν τοῦ Κύρου στρατός, ἐν φροντίδι ἐγένετο. ὡς δὲ ᾔσθετο Κῦρος φόβον διαθέοντα ἐν τῇ στρατιᾷ διειλέχθη αὐτοῖς καὶ μετέβαλε πρὸς τὸ εὐθυμότερον . εἶτα εἷπεδοκεῖ μοι, ἄνδρες, ἐπαὐτοὺς ἰέναι ὡς τάχιστα. καὶ ἄπαντες συνηγόρευον. Κυαξάρης μὲν οὑν τῶν Μηδῶν ἔχων τὸ τρίτον μέρος κατέμενεν, ἔμενεν, ὡς μηδὲ τὰ οἴκοι ἔρημα εἴη, δὲ Κῦρος ἐπορεύετο ὡς ἠδύνατο τάχιστα. ὡς δοἱ προιόντες σκοποὶ ἐδόκουν μανθάνειν μετεωριζόμενον καπνὸν κονιορτὸν καὶ ἀνθρώπους ὁρᾶν χιλὸν καὶ ξύλα λαμβάνοντας, εἴκαζον εἶναί που πλησίον τῶν πολεμίων τὸ στράτευμα, καὶ τῷ Κύρῳ κατήγγελλον. δὲ ἐκείνους μὲν ἐκέλευσεν ἐπὶ ταῖς σκοπαῖς μένοντας ,τι ἀνὁρῷεν ἀπαγγέλλειν, τάγμα δἰππέων ἔπεμψεν εἰς τὸ πρόσθεν, ἵνα τινὰς συλλάβοιεν. οἳ καταδραμόντες εἰς τὸ πεδίον συνέλαβον ἀνθρώπους καὶ ἤγαγον. καὶ ἔλεγον οἱ συλληφθέντες ὡς ἐκ τοῦ στρατοπέδου εἶ ἐν. καὶ Κῦρος ‘‘πόσονἔφη ‘‘ἄπεστιν ἐντεῦθεν τὸ στράτευμα;” οἱ δἔλεγον ὡς δύο παρασάγγας. καὶ προσεπήρετο ‘‘ἡμῶν δὲ λόγος τις ἦν παραὐτοῖς;” “ναὶ νὴ Δί’” ἔφασαν, “καὶ πολύς γε, ὡς ἐγγὺς ἤδη ἦτε προσιόντες.” “τί οὖν;’ ἔφη Κῦρος, “καὶ ἔχαιρον ἀκούοντες ἡμᾶς ἰόντας;” “οὐ μὰ Δίεἶπον ἐκεῖνοι, ἀλλὰ καὶ μάλα ἠνιῶντο. τίς δὲ τούτους τάσσων ἐστίν;” Κῦρος εἶπεν. οἱ δέαὐτός τε Κροῖσοςἀπεκρίναντοκαί τις Ἕλλην ἀνὴρ καὶ Μῆδός τις, ὃς ἐλέγετο φυγὰς εἶναι παρὑμῶν. καὶ Κῦρος πρὸς τοῦτοἀλλ’, Ζεῦ, λαβεῖν μοι γένοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι.” τοὺς μὲν οὑν αἰχμαλώτους ἀπάγειν ἐκέλευσεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ πεμφθεὶς πάλαι κατάσκοπος, Ἀράσπας δηλαδή, ἀγγέλλεται προσελαύνων. μὲν οὑν Κῦρος ὡς ἤκουσεν, ἀναπηδήσας ὑπήντα αὐτῷ καὶ ἐδεξιοῦτο, οἶ δἄλλοι τῷ πράγματι ἐξεπλήττοντο, ἕως Εὖρος ἔφη ‘‘ἄνδρες φίλοι, ἥκει ἡμῖν ἀνὴρ ἄριστος, ὃς οὐκ αἰσχροῦ τινος ἡττηθεὶς ᾤχετο ὡς ἐμὲ δεδιώς, ἀλλὑπἐμοῦ πεμφθείς, ὅπως μαθὼν τὰ τῶν πολεμίων σαφῶς ἡμῖν ἐξαγγείλειε. δεῖ οὖν πάντας τοῦτον τιμᾶν. ἐπὶ γὰρ τῷ ἡμετέρῳ ἀγαθῷ καὶ ἀτιμίαν ὑπέσχε καὶ ἐκινδύνευσεν.” ἐντεῦθεν πάντες ἠσπάζοντο τὸν Ἀράσπαν. καὶ Κῦροςδιηγοῦἔφη, Ἀράσπα, ὁπόσα ἑώρακας.” κἀκεῖνος διηγεῖτο τό τε πλῆθος τῶν πολεμίων καὶ τὸν τόπον τῆς παρατάξεως καὶ τὰ τῶν ἐναντίων βουλεύματα. καὶ Κῦρος ἀπελθεῖν ἕκαστον ἐκέλευσε καὶ τά τε ὅπλα καὶ τοὺς ἵππους ἑαυτῶν ἐπισκέψασθαι, ἔωθεν δὲ πρὸς πόλεμον ἑτοιμάσασθαι.
§3.22.2 Τότε μὲν οὖν ἀπῆλθον· τῇ δὑστεραίᾳ ἐξωπλίξοντο ἕκαστοι, καὶ Αβραδάτας, κλήρῳ λαχὼν ἀντίος τετάχθαι τοῖς Αἰγυπτίοις. ὁπλιζομένῳ δὲ προσῆγεν Πάνθεια χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλλια περὶ τοὺς καρποὺς τόν χειρῶν καὶ χιτῶνα ποδήρη πορφύρεον καὶ λόφον ὑακινθινοβαφῆ, αὐτὴ πεποίηκε τῷ ἀνδρί. δὲ ἰδὼν ἔφη σὺ δήπου, γύναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποιήσω; νὴ Δίἔφη Πάνθεια σὺ γὰρ ἔμοιγε μέγιστος κόσμος εἶ.’ καὶ ταῦτα λέγουσα ἐν ἔδυε τὸν ἄνδρα τὰ ὅπλα, καὶ λανθάνειν κλαίουσα ἐπειρᾶτο, ἐλείβετο δὲ τὰ δάκρυα κατὰ τόν αὐτῆς παρειῶν. ὡς δὲ ἤδη ἐπὶ τὸ ἄρμα ἀναβῆναι ἡτοίμαστο Αβραδάτας, ἀποχωρῆσαι κελεύσασα τοὺς παρόντας Πάνθεια εἶπεν ‘‘ὅτι μέν, Ἀβραδάτα, καὶ τῆς ἑαυτῆς προτιμῶ σε ψυχῆς, οἶμαί σε γινώσκειν· ὅμως οὕτως ἔχουσα πρὸς σέ, ἐπόμνυμι τὴν ἐμὴν καὶ σὴν φιλίαν μὴν βούλεσθαι μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον ζῆν μετὰ αἰσχυνομένου αἰσχυνομένη. καὶ Εὔρῳ δὲ δοκῶ μεγάλην ἡμᾶς χάριν ὀφείλειν, ὅτι μοι γενομένῃ αἰχμαλώτῳ καὶ ἐξαιρεθείσῃ αὐτῷ οὔτε ὡς δούλῃ ἐχρήσατο οὔτε ὡς ἐλευθέρᾳ ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δέ σοι ὥσπερ ἀδελφοῦ γυναῖκα λαβών. πρὸς δὲ καὶ ὅτε Ἀράσπας ἀπέστη ἀπαὐτοῦ ἐμὲ φυλάσσων, ὑπεσχόμην αὐτῷ, εἰ με ἐάσειε πρὸς σὲ πέμψαι ὥστε σε ἥξειν, πολὺ Ἀράσπου καὶ πιστότερόν σε καὶ ἀμείνονα ἔσεσθαι.” μὲν οὖν ταῦτα εἶπεν, δὲ Ἀβραδάτας ἀγασθεὶς τοῖς λόγοις ἐπηύξατο δός μοι, Ζεῦ, φανῆναι ἀξίῳ D μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ. ταῦτεἰπὼν ἐπὶ τὸ ἄρμα ἀνέβαινεν.
§3.23.1 δὲ Κῦρος συγκαλέσας τοὺς ἡγεμόνας ἐδημηγόγησε παραθαρρύνων αὐτοὺς εἰς τὸν πόλεμον, καὶ οὕτως ὡρμᾶτο ἀπιέναι. ἐπεὶ δὲ προσήγγισαν τοῖς ἀντιπολέμοις ὡς ἀλλήλους ὁρᾶν, συνέταξε τοὺς οἰκείους Κῦρος ὡς κάλλιστα, καὶ παριὼν τὰς τάξεις λόγοις τοὺς ἄνδρας πρὸς τὴν μάχην παρέθηγεν. δὲ Κροῖσος τὴν αὐτοῦ στρατιὰν ἀντίαν στήσας πρὸς τὸ τοῦ Κύρου στράτευμα, ἐσήμαινεν αὐτοῖς πρὸς τοὺς πολεμίους πορεύεσθαι. καὶ προσῄεσαν τρεῖς φάλαγγες, μὲν μία κατὰ πρόσωπον, τῶν δὲ δύο μὲν κατὰ τὸ δεξιόν, δὲ κατὰ τὸ εὐώνυμον, ὥστε φόβον παρεῖναι πάσῃ τῇ Κύρου στρατιᾷ· πάντοθεν γὰρ περιείχετο ὑπὸ τῶν πολεμίων πλὴν ἐξόπισθεν. ὅμως δὲ καὶ οἱ τοῦ Κύρου, ἐπεὶ παρήγγειλε, πάντες ἐστράφησαν ἀντιπρόσωποι τοῖς πολεμίοις. καὶ ἢν μὲν πολλὴ τέως πανταχόθεν σιγή· ἡνίκα δὲ ἔδοξε τῷ Κύρῳ καιρὸς εἶναι, ἐξῆρχε παιᾶνα, συνεπήχησε δὲ πᾶς στρατός. καὶ ἐξανίσταται Κῦρος καὶ μετὰ τῶν ἰππέων τοῖς ἐναντίοις συνεμίγνυεν, οἶ δὲ πεζοὶ αὐτῷ συντεταγμένοι ἐφείποντο. καὶ Ἀρταγέρσης δὲ τῶν ἐπὶ ταῖς καμήλοις ἄρχων ἐπιτίθεται κατὰ τὰ εὐώνυμα, προεὶς τὰς καμήλους, ὡς Εὖρος ἐκέλευσεν. οἶ δἵπποι πόρρωθεν αὐτὰς οὐκ ἐδέχοντο, ἀλλοἶ μὲν ἔφευγον, οἱ δὲ ἐξήλλοντο, οἱ δἀλλήλοις ἐνέπιπτον. καὶ τὰ ἅρματα δὲ κατὰ τὸ δεξιὸν καὶ τὸ εὐώνυμον ἅμα ἐνέβαλλε, καὶ πολλοὶ ταῦτα φεύγοντες ἡλίσκοντο ὑπαὐτῶν. καὶ Ἀβραδάτας βοήσαςἄνδρες φίλοι, ἕπεσθεἐνίει οὐδὲν τῶν ἵππων φειδόμενος· συνεξώρμησαν δὲ καὶ οἱ ἄλλοι ἁρματηλάται. καὶ μὲν Ἀβραδάτας εἰς τὴν τῶν Αἰγυπτίων φάλαγγα ἐμβάλλει, συνεισέβαλον δὲ αὐτῷ καὶ οἶ ἐγγύτατα τεταγμένοι, οἱ δἄλλοι ἐξέκλιναν κατὰ τὰ φεύγοντα ἄρματα. οἱ δὲ ἀμφὶ Ἀβραδάτην τοὺς μὲν τῆ ῥύμῃ τῶν ἵππων παίοντες ἀνέτρεπον, τοὺς δὲ πίπτοντας κατηλόων· ὅσων δὲ τὰ δρέπανα ἐπελάβοντο, πάντα βίᾳ διεκόπτετο καὶ ὅπλα καὶ σώματα. ἐν δὲ τῷ ἀδιηγήτῳ τούτῳ ταράχῳ ὑπὸ τῶν παντοδαπῶν σωρευμάτων ἐξαλλομένων τῶν τροχῶν ἐκπίπτει Αβραδάτας, καὶ ἄλλοι δὲ τῶν συνεισβαλόντων. καὶ οὗτοι μὲν κατεκόπησαν, οἱ δὲ Πέρσαι συνεπισπόμενοι τοὺς μὲν τεταραγμένους τῶν Αἰγυπτίων ἐφόνευον, οἶ δὲ συνεστηκότες ἐναντίον τοῖς Πέρσαις ἐχώρουν· ἔνθα δὴ δεινὴ μάχη ἦν. ἐπλεονέκτουν δὲ οἱ Αἰγύπτιοι καὶ πλήθει καὶ τοῖς ὅπλοις. οἶ δὲ Πέρσαι οὐκ ἠδύναντο ἀντέχειν, ἀλλἐπὶ πόδα ἀνεχάζοντο παίοντες καὶ παιόμενοι, ἕως ὑπὸ ταῖς μηχαναῖς ἐγένοντο. ἐπεὶ δἐνταῦθα ἦλθον, ἐπαίοντο αὖθις οἱ Αἰγύπτιοι ἐκ τῶν πύργων. ἦν δὲ πολὺς μὲν ἀνδρῶν φόνος, πολὺς δὲ κτύπος ὅπλων, πολλὴ δὲ βοή. ἐν δὲ τούτω Κῦρος διώκων τοὺς καταὐτὸν παραγίνεται. καὶ ἰδὼν τοὺς Πέρσας ἐκ τῆς χώρας ἐῶσμένους, ἤλγησε, καὶ παραγγείλας τοῖς μεταὐτοῦ ἕπεσθαι, παρήλαυνεν εἰς τό ὄπισθεν· καὶ εἰσπεσόντες πολλοὺς κατέκαινον. ὡς δᾔσθοντο οἱ Αἰγύπτιοι, ἐστρέφοντο. D καὶ φύρδην ἐμάχοντο καὶ πεζοὶ καὶ ἱππεῖς· πεπτωκὼς δέ τις ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει μαχαίρᾳ κατὰ τὴν γαστέρα τὸν ἵππον αὐτοῦ, δὲ ἵππος ἐκ τῆς πληγῆς σφαδάζων ἀποσείεται τὸν Κῦρον. καὶ εὐθὺς ἀνεβόησάν τε ἅπαντες καὶ προσπεσόντες ἐμάχοντο. καί τις τῶν τοῦ Κύρου ὑπηρετῶν καταπηδήσας ἀναβάλλει αὐτὸν ἐπὶ τὸν ἑαυτοῦ ἵππον. ὡς δἀνέβη, κατεῖδε πάντοθεν ἤδη παιομένους τοὺς Αἰγυπτίους. ὡς δἐγένετο παρελαύνων παρὰ τὰς μηχανάς, ἐπί τινα τῶν πύργων ἀνέβη, καὶ κατεῖδε μεστὸν τὸ πεδίον ἵππων, ἀνθρώπων, ἁρμάτων, φευγοντων , γόντων, διωκόντων, κρατούντων, κρατουμένων, μένον δὲ οὐδαμοῦ οὐδὲν ἔτι ἰδεῖν ἠδύνατο πλὴν τὸ τῶν Αἰγυπτίων. οὗτοι δὲ πάντοθεν κυκλωθέντες ὑπό ταῖς ἀσπίσιν ἐκάθηντο, ποιοῦντες μὲν οὐδὲν ἔτι, πάσχοντες δὲ πολλὰ καὶ δεινά. ἀγασθεὶς δὲ Κῦρος αὐτοὺς καὶ οἰκτείρων ὅτι ἄνδρες ἀγαθοὶ ὄντες ἀπώλλυντο, μάχεσθαι οὐδένα ἔτι εἴα αὐτοῖς, διακηρυκεύεται δὲ πρὸς αὐτοὺς ἐρωτῶν πότερον βούλονται ἀπολέσθαι πάντες σωθῆναι. οἱ δέ,τι καλὸν ἂν ποιοῦντες σωθείημεν;” ἔφασαν. καὶ Κῦροςεἰ τὰ ὅπλα ἡμῖν παραδοίητε, τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι.” ἀκούσαντες δὲ ταῦτα οἱ Αἰγύπτιοι ἔδοσαν πίστεις καὶ ἔλαβεν.
§3.23.2 Ταῦτα διαπραξάμενος Κῦρος ἤδη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο. καὶ οἱ ἀμφὶ τὸν Κῦρον δειπνήσαντες ἐκοιμήθησαν, Κροῖσος μέντοι εὐθὺς ἐπὶ Σάρδεις σὺν τῷ στρατεύματι ἔφευγε, τὰ δ ἄλλα φῦλα ἐν τῇ νυκτὶ ὅπῃ ἠδύναντο ἀπεχώρουν. ἕωθεν δὲ ἐπὶ Σάρδεις καὶ Κῦρος ἦγε, καὶ πρὸς τῇ πόλει γενόμενος τάς τε μηχανὰς ἀνίστη καὶ ἡτοίμαζε κλίμακας. τῆς δἐπιούσης νυκτὸς ἀναβιβάζει Χαλδαίους τε καὶ Πέρσας κατὰ τὰ ἀποτομώτατα δοκοῦντα εἶναι τοῦ Σαρδιανῶν ἐρύματος. ἡγήσατο δὲ τῆς δοῦ τούτοις Πέρσης ἀνήρ, δοῦλος τῶν ἐν τῇ ἀκροπόλει φρουρῶν ἑνός. ὡς δὲ τὰ ἄκρα εἴχετο, ἔφευγον οἱ Λυδοὶ ἀπὸ τῶν τειχῶν. Κῦρος δὲ ἅμα τῇ ἡμέρᾳ εἰσῄει εἰς τὴν πόλιν, παραγγείλας ἐκ τῆς τάξεως μηδένα κινεῖσθαι. δὲ Κροῖσος κατακλεισάμενος ἐν τοῖς βασιλείοις Κῦρον ἐβόα. δὲ Κῦρος τοῦ μὲν Κροίσου κατέλιπε φύλακας, καταστρατοπεδεύσας δὲ τοὺς ἑαυτοῦ ἀπῄει πρὸς Κροῖσον. καὶ ἰδὼν αὐτὸν Κροῖσοςχαῖρε, δἐσποταἔφη. “καὶ σύ γε Κῦρος εἶπεν Κροῖσε. ἀτὰρ ἐθελήσαις ἄν συμβουλεῦσαί μοί τι;” βουλοίμην ἄν ἴφη Κῦρε. ἔφη τοίνυν ἐγώ, Κροῖσε, τοὺς στρατιώτας ὁρῶν πεπονηκότας καὶ πλεῖστα κινδυνεύοντας καὶ νῦν νομίζοντας πόλιν ἔχειν τὴν πλουσιωτάτην τῶν ἐν Ἀσίᾳ μετὰ Βαβυλῶνα, ἀξιῶ ὠφεληθῆναι τοὺς στρατιώτας, ἐφεῖναι δαὐτοῖς διαρπάσαι τὴν πόλιν οὐ βούλομαι.” δὲ Κροῖσοςἀλλἐμέ ἔφη ἔασον λέξαι πρὸς οὓς ἂν ἐγὼ Λυδῶν ἐθέλω ὅτι μὴ γενέσθαι ἁρπαγὴν παρὰ σοῦ διαπέπραγμαι, καὶ ἴσθι σοι ἔσεσθαι παρἑκόντων Λυδῶν πᾶν ,τι ἐν Σάρδεσι τίμιον. πρῶτον δὲ ἐπὶ τοὺς ἐμούςεἶπε θησαυροὺς πέμπε καὶ λάμβανε ὅσα βούλει.”
§3.23.3 Ταῦτα μὲν οὖν οὕτω ποιήσειν Κῦρος κατέθετο, καὶ τότε ἐπὶ τούτοις τὴν ἡμέραν διήγαγον· τῇ δἐξῆς καλέσας Κῦρος τῶν φίλων τινάς, τοὺς μὲν τοὺς θησαυροὺς παραλαμβάνειν ἐκέλευσε, τοὺς δὲ ὁπόσα παραδοίη Κροῖσος χρήματα. εἶτα εἴ τις ἑώρακε τὸν Ἀβραδάταν ἤρετο· εἰπόντος δέ τινος τῶν ὑπηρετῶν ὅτι ἐν τῇ μάχῃ ἀπέθανεν, ἐπαίσατο τὸν μηρόν, καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνεν ἐπἐκεῖνον. καὶ ὡς εἶδε τὴν Πάνθειαν χαμαὶ καθημένην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσε καὶ εἶπεφεῦ, ἀγαθὴ καὶ πιστὴ ψυχή.” δὲ γυνήοἶδὅτι διἐμἐἔφη ‘‘ταῦτα ἔπαθεν, ’ίσως δ’, Κῦρε, καὶ διὰ σέ. ἐγώ τε γὰρ μωρὰ πολλὰ διεκελευόμην αὐτό ὅπως σοι φίλος ἄξιος λόγου φανείη, αὐτός τε τί ἂν ποιήσας χαρίσοιτό σοι ἐνενόει. καὶ οὗτος μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δ παρακελευομένη ζῶσα παρακάθημαι.” καὶ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυεν, ἔπειτα πολλὰ τοῦ πάθους εἶπε παρηγορήματα, εἶτἀπῄει. δὲ γυνὴ τοὺς μὲν εὐνούχους ἐκέλευσεν ἀποστῆναι, τῇ δὲ τροφῷ εἶπε παραμένειν καὶ ἀποθανοῦσαν περικαλύψαι αὐτήν τε καὶ τὸν ἄνδρα ἑνὶ ἱματίῳ. μὲν οὑν τροφὸς ἐκάθητο κλαίουσα· δὲ σφάττει ἑαυτήν, καὶ ἐπιθεῖσα ἐπὶ τὰ στέρνα τοῦ ἀνδρός τὴν ἑαυτῆς κεφαλὴν ἀπέθνησκεν. δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν ἄμφω. καὶ οἶ εὐνοῦχοι γνόντες τὸ γεγενημένον τρεῖς ὄντες σπασάμενοι τοὺς ἀκινάκας σφάττονται. δὲ Κῦρος ὡς ᾔσθετο τὸ ἔργον τῆς γυναικός, ἠγάσθητε αὐτὴν καὶ κατωλοφύρατο, καὶ μνῆμα αὐτοῖς ἔχωσεν ὑπερμέγεθες θάψας αὐτοὺς μεγαλοπρεπῶς.
§3.24.1 Οἱ δὲ Κᾶρες στασιάσαντες καὶ πολεμοῦντες ἀλλήλοις παρέδοσαν ἑαυτοὺς τῷ Κύρῳ ἑκάτεροι, καὶ οἶ ἐπὶ Φρυγίαν δὲ τὴν ἐπὶEλλήσποντον δῶρα πλεῖστα τῷ Εὔρῳ παρέσχον, ὥστε μὴ εἰς τὰ τείχη βαρβάρους εἰσδέξασθαι, δασμὸν δὲ ἀποφέρειν αὐτῷ καὶ στρατεύειν ὅπῃ Κῦρος κελεύει. δὲ τῶν Φρύγων βασιλεὺς παρεσκευάζετο ὡς οὐ σπεισόμενος· ἐπεὶ δὲ ἀφίσταντο αὐτοῦ οἱ ὕπαρχοι, εἰς χεῖρας ἦλθεν Ὑστάσπᾳ. καὶ Ὑστάσπας καταλιπὼν ἐν ταῖς ἄκραις φρουρὰς Περσῶν, ἀπῄει ἄγων σὺν τοῖς ἑαυτοῦ καὶ Φρύγων πολλοὺς ἱππέας καὶ πελταστάς.
§3.24.2 δὲ Εὖρος ὡρμᾶτο ἐκ Σαρδέων, φρουρὰν μὲν λιπὼν ἐν Σάρδεσι, Κροῖσον δἔχων σὺν ἑαυτῷ ἄγοντα πλείστας ἀμάξας μεστὰς πολλῶν καὶ παντοδαπῶν χρημάτων, καὶ γεγραμμένα ἔχοντα ἀκριβῶς ὅσα ἦν ἐν ἑκάστῃ ἀμάξῃ. ὃς καὶ ἐδίδου τῷ Εὔρῳ τὰ γράμματα δὲ Κῦρος εἶπεσὺ μὲν καλῶς ἐποίησας, Κροῖσε, οἱ δὲ τὰ χρήματα εἰληφότες πάντως μοι ἄξουσι ταῦτα, ἢν δέ τι καὶ κλέψωσι, τὰ ἑαυτῶν κλέψονται.” ἦγε δὲ καὶ Λυδῶν Κροῖσος πολλοὺς καὶ λαμπρῶς ὡπλισμένους.
§3.24.3 Ἰῶν δ Κῦρος τὴν ἐπὶ Βαβυλῶνα κατεστρέψατο Φρύγας τοὺς ἐν τῇ μεγάλῃ Φρυγίᾳ, κατεστρέψατο δὲ Καππαδόκας, ὑποχειρίους δὲ ἐποιήσατοΑραβίους· ἐξώπλισε δὲ ἀπὸ πάντων τούτων Περσῶν μὲν ἱππέας οὐ μείοντετρακισμυρίων, καὶ πᾶσι δὲ τοῖς συμμάχοις ἵππους πολλοὺς τῶν αἰχμαλώτων διέδωκεν. ἀφίκετο μέντοι πρὸς Βαβυλῶνα πολλοὺς μὲν ἱππέας ἄγων, πολλοὺς δὲ τοξότας καὶ ἀκοντιστάς, σφενδονήτας δὲ ἀναρίθμους. ἐπεὶ δἐν Βαβυλῶνι ἐγένετο, περιέστησε μὲν τὴν στρατιάν, αὐτὸς δἐπιὼν σὺν τοῖς ἄρχουσι τῶν συμμάχων καὶ τοῖς φίλοις κατεθεᾶτο τὰ τείχη. εἶτα ἐπήγαγε τὴν στρατιὰν καὶ περὶ τὴν πόλιν ἐστρατοπεδεύσατο. ἰδὼν δὲ τὸν ἐκεῖ ποταμὸν ἔνδον τῆς πόλεως εἰσρέοντα καὶ μέσην διιόντα τὴν Βαβυλῶνα, οὐδενὶ μὲν τὸ βούλευμα ἐξεκάλυψε, τάφρον δ᾿ ἐκέλευσεν ὀρύσσειν περὶ τὸ στρατόπεδον εὐρεῖαν καὶ βαθυτάτην, ἵν᾿ ἐλαχίστων τάχα τῶν φυλάκων ἐν τῷ στρατοπέδῳ δέοιντο. οἱ μὲν οὖν τὴν τάφρον ποιοῦντες ὤρυσσον μέτριόν τι τοῦ ποταμοῦ ἀφιστάμενοι, τὸν δὲ χοῦν ἀνέβαλον πρὸς τὸ στρατόπεδον· οἱ δέ γε Βαβυλώνιοι κατεγέλων τῆς πολιορκίας, ὡς πλέον ἐτῶν εἴκοσι τὰ ἐπιτήδεια ἔχοντες. ἤδη δὲ τῆς τάφρου ὀρωρυγμένης, φυλάξας Κῦρος νύκτα, ἐν ἑορτὴν ἔγνω τοὺς Βαβυλωνίους ἄγειν ὅλην τὴν νύκτα πίνοντας καὶ κωμάζοντας, ἐν ταύτῃ πλῆθος ἀθροίσας ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν· Εὐφράτης οὗτός ἐστιν, ὡς Ἡρόδοτος ἱστορεῖ· καὶ τὸ ὕδωρ εἰς τὰς τάφρους ἐχώρει ἐν τῇ νυκτί, δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πορεύσιμος ἀνθρώποις ἐγίνετο μετοχετευθέντος τοῦ ὕδατος. τότε δὴ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ ποταμοῦ ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας ἐκέλευσε σκέψασθαι εἰ πορεύσιμον εἴη. ἐν τούτῳ δὲ διαλεχθεὶς τοῖς ἡγεμόσι τοῦ πλήθους καὶ διεγείρας πρὸς τοὔργον , τέλος ἔφηἀλλ᾿ ἄγετε, λαμβάνετε ὅπλα, ἡγήσομαι δ᾿ ἐγώ· ὑμεῖς δ᾿, Γαδάτα καὶ Γωβρύα, δεικνύετε τὰς ὁδούς, εἰδότες ταύτας. ὅταν δ᾿ ἐντὸς γενώμεθα, τὴν ταχίστην ἄγετε ἐπὶ τὰ βασίλεια.” ἐπὶ τούτοις ἐπορεύοντο. καὶ ἰόντες ὡς ἠδύναντο τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο οἱ σὺν τῷ Γωβρύᾳ καὶ τῷ Γαδάτᾳ, καὶ τὰς πύλας κεκλεισμένας εὑρίσκουσι, πίνουσι δὲ τοῖς φύλαξιν ἐπεισπίπτουσιν. ὡς δὲ κραυγὴ καὶ θροῦς ἤρθη, αἰσθόμενοι οἱ ἔνδον, κελεύσαντος τοῦ βασιλέως σκέψασθαι τί εἴη τὸ πρᾶγμα, ἤνοιξαν τὰς πύλας, εἰς ἃς εἰσπίπτουσιν οἱ πολέμιοι καὶ ἀφικνοῦνται πρὸς τὸν βασιλέα. καὶ ἤδη ἑστηκότα αὐτὸν καὶ ἐσπασμένον ὃν εἶχεν ἀκινάκην εὑρίσκουσι. καὶ τοῦτον μὲν οἱ σὺν Γαδάτᾳ καὶ Γωβρύᾳ ἐχειροῦντο, οἱ δὲ σὺν αὐτῷ ἔθνησκον οἱ μὲν ἀμυνόμενοι, οἱ δὲ χάζοντες. δὲ Κῦρος διέπεμπε τὰς τῶν ἰππέων τάξεις κατὰ τὰς ὁδούς, προειπὼν οὓς μὲν ἔξω λαμβάνοιεν κτείνειν, τοὺς δἐν ταῖς οἰκίαις κηρύττειν τοὺς συριστὶ ὁμιλεῖν ἐπισταμένους ἔνδον μένειν, εἰ δέ τις ἔξω ληφθείη, ὅτι θανεῖται. ἐν τοσούτῳ δὲ Γαδάτας καὶ Γωβρύας ἧκον, καὶ ὅτι τὸν ἀνόσιον βασιλέα ἐτιμωρήσαντο, πρῶτον μὲν θεοὺς προσεκύνουν, ἔπειτα Κύρου κατεφίλουν χεῖρας καὶ πόδας.
§3.24.4 μὲν οὖν Ξενοφῶν τὰ περὶ τοῦ Κύρου ἱστορῶν τὸ ὄνομα τοῦ ἁλόντος βασιλέως τῶν Ἀσσυρίων οὐ λέγει, δὲ Ἰώσηπος ἐν τῷ δεκάτῳ λόγῳ τῆςΑρχαιολογίας τὸν Βαλτάσαρ τοῦτον εἶναι ἱστορεῖ, καὶ χεὶρ ἐφάνη ἐκ τοῦ τείχους προἰ·οῦσα καὶ γράφουσα τὰ ἤδη προγραφέντα γράμματα, ὧν τὴν δήλωσιν ἡρμήνευσεν Δανιήλ.
§3.25.1 Ἡμέρας δὲ γενομένης ὡς ᾔσθοντο οἱ τὰς ἄκρας ἔχοντες ἑαλωκυῖαν τὴν πόλιν καὶ τὸν βασιλέα σφῶν τεθνηκότα, παραδιδόασι καὶ τὰς ἄκρας. δὲ Κῦρος εἰς αὐτὰς φρουράρχους καὶ φρουροὺς ἔπεμπεν. εἶτα τοὺς μάγους καλέσας, ὡς δορυαλώτου τῆς πόλεως οὔσης ἀκροθίνια τοῖς θεοῖς ἐκέλευσεν ἐξελεῖν, καὶ οἰκίας δὲ διεδίδου καὶ ἀρχεῖα τοῖς κοινωνήσασι τῶν πεπραγμένων αὐτῷ, καὶ ἑαυτῷ δὲ κατασκευάσαι διανενόητο δίαιταν πρέπουσαν βασιλεῖ. ἴνα δὲ μὴ τοῖς φίλοις ἐπίφθονος γένηται, σὺν γνώμῃ αὐτῶν τοῦτο ποιήσαι ἠθέλησε, καὶ διαλεχθεὶς αὐτοῖς, διὧν εἶπεν ἔπεισεν ἐκείνους τοῦτο αἰτήσασθαι. κἀντεῦθεν εἰς τὰ βασίλεια εἴσεισι, καὶ φύλακας περὶ ἑαυτὸν ποιεῖται, καὶ τοὖς μὲν περὶ τὸ ἑαυτοῦ σῶμα θεραπευτῆρας ἐξέτεμε καὶ εὐνούχους πεποίηκε, δορυφόρους δεἵλετο Πέρσας περὶ μυρίους, καὶ ἐν τῇ πόλει δὲ φρουροὺς ἔταξεν ἱκανούς. ταῦτα δὲ ποιήσας τοὺς ἐντιμοτέρους τῆς στρατιᾶς ἐξήσκει μὴ ἀπόνως βιοῦν καὶ καθἡδυπάθειαν· καὶ τῶν μὲν ἄλλων πραγμάτων ἄλλους ἐπιμελητὰς κατεστήσατο, προσόδων ἀποδεκτῆράς φημι καὶ δοτῆρας δαπανημάτων, ἔργων τε ἐπιστάτας καὶ κτήσεων φύλακας, καὶ τῶν ἐπιτηδείων ἐπιμελητὰς τῶν πρὸς δίαιταν, καὶ ἵππων καὶ κυνῶν φροντιστάς οὓς δᾤετο χρῆναι φύλακας τῆς εὐδαιμονίας ἔχειν, ἑαυτῷ τὴν τούτων προσέταττεν ἐπιμέλειαν. ἐπεὶ δὲ καὶ χρήμασιν εὐεργετεῖν αὐτό προσεγένετο, ἔγνω ὡς οὐδέν ἐστιν εὐεργέτημα ἀνθρώποις εὐχαριτώτερον σίτων καὶ ποτῶν μετάδοσις· διὸ καὶ ἐπέταξε πολλὰ αὐτῷ παρατίθεσθαι ὅμοια οἶς αὐτὸς σιτοῖτο καὶ ἱκανὰ παμπόλλοις ἐσόμενα, καὶ τὰ παρατιθέμενα, πλὴν οἷς αὐτὸς καὶ οἱ σύνδειπνοι χρήσαιντο, διεδίδου. καὶ φιλοδωρότατος ἀνθρώπων ἐγένετο. ἀλλὰ τὸ μὲν μεγέθει δώρων ὑπερβάλλειν πλουσιώτατον ὄντα οὐ θαυμαστόν, τὸ δὲ τῇ θεραπείᾳ καὶ τῇ ἐπιμελείᾳ τῶν φίλων βασιλεύοντα περιγίνεσθαι, τοῦτο ἀξιολογώτερον. καὶ λόγος δὲ αὐτοῦ ἀπομνημονεύεται, παραπλήσια ἔργα εἶναι νομέως ἀγαθοῦ καὶ βασιλέως· τόν τε γὰρ νομέα ἔλεγε χρῆναι εὐτραφῆ τὰ κτήνη ποιοῦντα χρῆσθαι αὐτοῖς ἤδη, τόν τε βασιλέα ὡσαύτως εὐδαίμονας πόλεις καὶ ἀνθρώπους ποιοῦντα χρῆσθαι αὐτοῖς.
§3.25.2 Λέγεται δὲ καὶ τὸν Κροῖσον εἰπόντα ποτὲ πρὸς αὐτὸν ὡς διὰ τὸ πολλὰ διδόναι πένης ἔσοιτο, ἐρωτηθῆναι παρὰ Κύρου ‘‘πόσα ἂν ἤδη μοι χρήματα οἴει εἶναι, εἰ χρυσίον ὡς σὺ κελεύεις συνέλεγον ἐξ ὅτου ἐν τῇ ἀρχῇ εἰμι;” καὶ τὸν Κροῖσον εἰπεῖν πολύν τινα ἀριθμόν. τὸν δὲ Εὖρον φάναιἄγε δή, Κροῖσε, σύμπεμψον ἄνδρα σὺνΥστάσπᾳ τούτῳ. σὺ δέ, ‘Υστάσπα, περιελθὼν τοὺς φίλους λέγε αὐτοῖς ὅτι δέομαι χρυσίου πρὸς πρᾶξίν τινα, καὶ κέλευε αὐτοὺς ὁπόσα ἂν ἕκαστος δύναιτο πορίσαι μοι χρήματα, καὶ γράψαντας καὶ κατασημηναμένους δοῦναι τὰς ἐπιστολὰς τῷ Κροίσου θεράποντι.” ταύτα δὲ ὅσα ἐνετέλλετο τῷΥστάστᾳ γράψας καὶ σημηνάμενος δέδωκεν αὐτῷ φέρειν πρὸς τοὺς φίλους. ἔγραψε δὲ πρὸς πάντας καὶΥστάσπαν ὡς φίλον αὐτοῦ δέχεσθαι. ἐπεὶ δὲ περιῆλθε καὶ ἤνεγκεν Κροίσου θεράπων τὰς ἐπιστολάς, Υστάσπας εἶπεν Κῦρε βασιλεῦ, καὶ ἐμοὶ ἤδη ὡς πλουσίῳ χρῶ· πάμπολλα γὰρ ἔχων πάρειμι δῶρα διὰ τὰ σὰ γράμματα.” καὶ Κῦροςεἶς μὲν τοίνυν, Κροῖσε, καὶ οὗτος ἡμῖν θησαυρός εἶπε, ‘‘τοὺς δ ἄλλους καταθεῶ, καὶ λόγισαι πόσα μοί ἐστιν ἕτοιμα χρήματα, ἤν τι δέωμαι χρῆσθαι. λέγεται δὴ λογιζό μένος Κροῖσος πολλαπλάσια εὑρεῖν ἔφη Κύρῳ ἂν εἶναι ἐν τοῖς θησαυροῖς, εἶ συνέλεγεν, ἐπὶ τούτοις δὲ τὸν Κῦρον εἰπεῖν ὁρᾷς, Κροῖσε, ὡς εἰσὶ καὶ μοὶ θησαυροί;”
§3.25.3 Δόξαν δὲ αὐτῷ εἰς τὰ τοῖς θεοῖς ἐξῃρημένα τεμένη ποιήσασθαι προπομπήν, καλέσας τοὺς τὰς ἀρχὰς ἔχοντας Περσῶν τε καὶ τῶν ἄλλων, διέδωκεν αὐτοῖς στολὰς Μηδικάς· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν στολὴν ἐνεδύσαντο. ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς κρατίστας στολάς, ἐξέφερε καὶ ἄλλας Μηδικὰς στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, οὔτε πορφυρίδων φειδόμενος οὔτε ὀρφνίνων οὔτε φοινικίδων οὔτε καρυκίνων ἱματίων, νείμας δἑκάστῳ τῶν ἡγεμόνων μέρος αὐτῶν ἐκέλευσε τούτοις τοὺς ὑπαὐτοὺς κοσμεῖν. καί τις τῶν παρόντων ἐπήρετο αὐτόν‘‘ σὺ δέ, Κῦρε, πότε κοσμήσῃ; δέοὐ γὰρ νῦνἔφηδοκῶ ὑμίν αὐτὸς κοσμεῖσθαι ὑμὰς κοσμῶν; ἢν γὰρ δύνωμαι τοὺς φίλους ποιεῖν εὖ, ὁποίαν ἂν ἔχω στολὴν ἐγώ, ἐν ταύτῃ καλὸς φανοῦμαι. ποιήσας δὲ τὴν προπομπὴν καὶ θύσας τοῖς θεοῖς μετὰ τῶν φίλων ἐδείπνει, οὓς μὲν μάλιστα ἐτίμα παρὰ τὴν ἀριστερὰν χεῖρα καθίσας, ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης τῆς δεξιᾶς, τοὺς δἄλλους παρὰ τὴν δεξιάν. μετὰ δέ γε τὸ δεῖπνον τοὺς ἐθελουσίους αὐτῷ συμμαχήσαντας ἀπέπεμψεν οἴκαδε πλὴν τῶν βουληθέντων παραὐτῷ καταμεῖναι· τούτοις δὲ καὶ χώραν καὶ οἴκους ἔδωκε. τοῖς δἀπιοῦσι καὶ στρατιώταις καὶ ἄρχουσι πολλὰ ἐδωρήσατο. εἶτα καὶ τοῖς περὶ αὐτὸν στρατιώταις καὶ ἡγεμόσι διένειμεν ὅσα ἐκ Σαρδέων ἔλαβε χρήματα πρὸς τὴν ἀξίαν ἑκάστῳ. ὡς δὲ εἰλήφεσαν τὰ δοθέντα, ἔλεγον περὶ τοῦ Κύρου ἤπου αὐτός γε πολλὰ ἔχει, ὅτι καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν.” οἱ δἔλεγονοὐχ Κύρου τρόπος τοιοῦτος ὡς χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον κτώμενος ἥδεται.” αἰσθόμενος δὲ ταῦτα Κῦρος συνέλεξε τοὺς φίλους καὶ τοὺς ἐπικαιρίους ἅπαντας καὶ εἶπενἁπλουστάτου μοι δοκεῖ εἶναι ἤθους τὸ τὴν δύναμιν τὸν ἄρχοντα φανερὰν ποιησάμενον ἐκ ταύτης ἀγωνίζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ οὖν ἔφηβούλομαι ὑμίν ὅσα μὲν οἷόν τέ ἐστι τῶν ἐμοὶ ὄντων ἰδεῖν δεῖξαι, ὅσα δὲ μὴ οἶόν τε ἰδεῖν, διηγήσασθαι.” ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυ πολλὰ καὶ καλὰ χρήματα, τὰ δὲ κείμενα ὡς μὴ ῥᾴδιον εἶναι ἰδεῖν διηγήσατο. καὶ εἶπεν ἄνδρες, ταῦτα οὐδὲν μᾶλλον ἐμὰ δέον ἡγεῖσθαι καὶ ὑμέτερα· ἐγὼ γὰρ ταῦτα ἀθροίζω, ὅπως ἔχω τῷ καλόν τι ὑμῶν ποιοῦντι διδόναι, καὶ ὅπως, ἤν τις ὑμῶν τινος δέηται, λάβῃ πρός με ἰών.”
§3.26.1 Ὅτε δὲ τὰ ἐν Βαβυλῶνι εὖ κατεστήσατο, εἰς Πέρσας ἀπελθεῖν ἡτοιμάζετο. ἐπεὶ δὲ πορευόμενος γίνεται κατὰ τὴν Μηδικήν, τρέπεται Κῦρος πρὸς Κυαξάρην, καὶ ἀσπασάμενος αὐτὸν εἶπεν ὅτι οἶκος αὐτῷ ἐν Βαβυλῶνι ἐξῃρημένος εἴη, καὶ δῶρα παρέσχεν αὐτῷ πολλὰ καὶ καλά. δὲ Κυαξάρης προσέπεμψεν αὐτῷ τὴν θυγατέρα στέφανόν τε χρυσοῦν καὶ ψέλια φέρουσαν καὶ στρεπτὸν καὶ στολὴν Μηδικὴν καλλίστην. καὶ μὲν παῖς ἐστεφάνου τὸν Κῦρον, δὲ Κυαξάρης δίδωμί σοι ἔφη, “ Κῦρε, καὶ αὐτὴν ταύτην γυναῖκα, θυγατέρα οὖσαν ἐμήν, ἐπιδίδωμι δὲ αὐτῇ καὶ φερνὴν Μηδίαν πάσαν· οὐδὲ γὰρ ἔστι μοι ἄρρην παῖς γνήσιος.” δὲ Κῦροςτὸ μὲν γένος, Κυαξάρη, ἐπαινῶ εἶπε, ‘καὶ τὴν παῖδα καὶ τὰ δῶρα, βούλομαι δὲ σὺν γνώμῃ τοῦ πατρός τε καὶ τῆς μητρὸς γῆμαι αὐτήν.” καὶ ταῦτα εἰπὼν εἰς Πέρσας ἐπορεύετο. ἐν δὲ τοῖς Περσῶν ὁρίοις ἐλθὼν τὸ μὲν στράτευμα ἐκεῖ κατέλιπεν, αὐτὸς δὲ σὺν τοῖς φίλοις τὴν πόλιν εἰσῄει, ἱερεῖα ἄγων πᾶσι Πέρσαις ἱκανὰ θύειν καὶ ἑστιᾶσθαι. δῶρα δὲ τῷ πατρὶ καὶ τῇ μητρὶ ἔφερεν οἶα εἰκὸς ἦν καὶ τοῖς φίλοις, οἷα δἔπρεπεν ἀρχαῖς καὶ γεραιτέροις· ἔδωκε δὲ καὶ πᾶσι Πέρσαις, ἀλλὰ μὴν καὶ Περσίσι. καὶ χρόνον τινὰ τοῖς τεκοῦσι συνδιατρίψας ἀπῄει. καὶ γενόμενος ἐν Μήδοις συνδόξαν τῷ πατρὶ γαμεῖ τὴν Κυαξάρου θυγατέρα· γήμας δεὐθὺς ἔχων αὐτὴν ἀνεζεύγνυεν.
§3.26.2 Ὡς δἧκεν εἰς Βαβυλῶνα, σατράπας ἐπὶ τὰ κατεστραμμένα ἔπεμπεν ἔθνη, εἰς Ἀραβίαν δηλαδὴ καὶ Καππαδοκίαν, εἰς Φρυγίαν τε τὴν μεγάλην, εἰς Λυκίαν τε καὶ Ἰωνίαν, εἰς Καρίαν, εἰς Φρυγίαν τὴν παρἙλλήσποντον καὶ Αἰολίδα. Κίλιξι δὲ καὶ Κυπρίοις καὶ Παφλαγόσιν οὐκ ἔπεμψε σατράπας, ὅτι ἑκόντες ἐδόκουν αὐτό συστρατεύεσθαι· δασμοὺς μέντοι καὶ οὗτοι ἀπέφερον. ἵνα δέ, μεγάλης αὐτῷ τῆς ἀρχῆς οὔσης, ταχέως καὶ πόρρωθέν οἱ κομίζοιντο ἀγγελίαι, ἐσκέψατο πόσην ἂν ὁδὸν ἵππος ἐλαυνόμενος ἀνύοι, καὶ ἱππῶνας τοσοῦτον ἀλλήλων διέχοντας ἐποιήσατο, καὶ ἵππους κατέστησεν ἐν αὐτοῖς καὶ τούς αὐτῶν ἐπιμελομένους, καὶ ἄνδρα ἐφἑκάστῳ ἔταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ἵππους καὶ ἄλλους πέμπειν νεαλεῖς.
§3.26.3 Ἤδη δὲ παρελθόντος ἐνιαυτοῦ στρατείαν ἐποιήσατο, ἐν λέγεται καταστρέψασθαι πάντα τὰ ἔθνη ὅσα Συρίαν εἰσβάντι οἰκεῖ μέχρις Ἐρυθρὰς θαλάσσης. μετὰ δὲ ταῦτα στρατεύει ἐπΑἴγυπτον καὶ καταστρέφεται καὶ αὐτήν· ὡς ἐντεῦθεν ὁρίζειν αὐτῷ τὴν ἀρχὴν πρὸς ἔω μὲν τὴν Ἐρυθρὰν θάλασσαν, πρὸς ἄρκτον δὲ τὸν πόντον τὸν Εὔξεινον, πρὸς δἑσπέραν Κύπρον καὶ Αἴγυπτον, τὴν δΑἰθιοπίαν πρὸς μεσημβρίαν. αὐτὸς δἐν μέσῳ τούτων πεποιημένος τὴν δίαιταν, ἐν Βαβυλῶνι μὲν μῆνας διῆγεν ἑπτὰ τὸν χρόνον δὴ τὸν χειμέριον, ἀλεεινὴ γὰρ αὕτη χώρα, τρεῖς δὲ μήνας τοὺς ἀμφὶ τὸ ἔαρ ἐν Σούσοις, ἐν δ Ἐκβατάνοις δύο διῆγε μῆνας τὴν τοῦ θέρους ἀκμήν.
§3.26.4 Οὕτω δὲ ζήσας Κῦρος καὶ μάλα πρεσβύτης γενόμενος ἀφικνεῖται εἰς Πέρσας τὸ ἕβδομον, πάλαι τῶν τοκέων τετελευτηκότων αὐτῷ. καὶ κοιμωμένῳ κατὰ τὰ βασίλεια ἔδοξεν αὐτῷ κατὄναρ τις προσελθεῖν κρείττων κατὰ ἄνθρωπον, λέγωνσυσκευάζου, Κῦρε· ἤδη γάρ σε μεταπέμπονται οἱ θεοί.” ἐκ τούτου δεἴκαζεν ὅτι παρείη τοῦ βίου τελευτή, καὶ τριταῖος τοὺς παῖδας ἐκάλεσε, συνείποντο γὰρ αὐτῷ, καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς, καὶ εἶπεν ‘‘ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστι, δεῖ δὲ σαφηνίσαι περὶ τῆς βασιλείας τίνι ἔσται μετἐμέ, ἵνα μὴ πράγματα ὑμῖν παράσχῃ γενομένη ἀμφίλογος. σὺ μὲν οὑν, Καμβύση, πρεσβύτερος ὢν τήν βασιλείαν ἔχε, θεῶν διδόντων κἀμοῦ· σοὶ δέ, Ταναοξάρη, εἶναι σατράπῃ δίδωμι Μηδῶν τε καὶ Ἀρμενίων καὶ Καδουσίων.” ταῦτα τοῖς παισὶν ἐντειλάμενος καὶ παραινέσας πολλά, καὶ πρόσεἰπὼν τοὺς παρόντας καὶ πάντας δεξιωσάμενος, συνεκαλύψατο καὶ οὕτως ἐξέλιπεν. ἐπεὶ δἐκεῖνος ἀπῄει, εὐθὺς οἱ παῖδες αὐτοῦ ἐστασίαζον, πόλεις δὲ καὶ ἔθνη ἀφίσταντο, πάντα δ ἐπὶ τὸ χείρονἐτράπετο.
§3.26.5 Ταῦτα μὲν οὖν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστόρηται· δἉλικαρνασσεὺς Ἡρόδοτος ἄλλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, μακρὸν ἂν εἴη διηγεῖσθαι. ἐμοὶ δἐπιτομὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγματείαν θέσθαι πολύστιχον, ἀλλαὐτὸς μὲν τὰ πιθανώτερα ἔγραψα, ὅτῳ δεἰδέναι βούλημα καὶ ἅπερ Ἡρόδοτος περὶ αὐτοῦ συνεγράψατο, τὴν ἐκείνου μεταχειρισάμενος βίβλον εὑρήσει ταῦτα κατὰ τὸν πρῶτον λόγον, τὴν πρώτην τῶν Μουσῶν ἐπέγραψε τὴν Κλειώ.
§4.1.1 Κῦρος μὲν οὑν οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν et 61—66. καταλέλυκε. τῷ δὲ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἑβδομηκοστῷ ὄντι ἐξ ὅτου Ἑβραῖοι εἰς Βαβυλῶνα ἐξΙερουσαλὴμ μετηνέχθησαν, ἐπέτρεψε τοῖς ἐν Βαβυλπωνι οὖσιν Ἰουδαίοις ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ ἀνοικοδομῆσαι τήν τε πόλιν καὶ τὸν ναόν, ὡς προφήτης Ἱερεμίας προανεφώνησε, καὶ πρὸ ἐκείνου Ἠσαί·ας προείρηκεν. μὲν γὰρ ἦν ὅτε πόλις ἥλω καὶ ναὸς κατεσκάφη, δἨσαίας ἔτεσιν ἑκατόν καὶ τεσσαράκοντα πρότερον ἦν τὴν πόλιν ἁλῶναι καὶ κατασκαφῆναι τὸ ἱερόν. οὐ μόνον δἐφῆκε τοῖς αἰχμαλώτοις τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἐξανάστασιν, ἀλλὰ καὶ τὰ σκεύη τὰ τοῦ ναοῦ, Ναβουχοδονόσορ εἰς Βαβυλῶνα ἐκόμισε, συνέπεμψε, παραδοὺς ταῦτα φέρειν Μιθριδάτῃ τῷ αὐτοῦ γαζοφύλακι καὶ τῷ Ζοροβάβελ. ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ σατράπαις συναίρεσθαι αὐτοῖς ἐπὶ τῇ τῶν ἔργων οἰκοδομῇ καὶ τὴν δαπάνην αὐτοὺς χορηγεῖν πᾶσαν ἐκ τῶν βασιλικῶν χρημάτων. ταῦτα τοῦ Κύρου θεσπίσαντος ἐξώρμησαν οἱ τῶν δύο φυλῶν ἄρχοντες τῆς τε τοῦ Ἰούδα καὶ τῆς Βενιαμίτιδος, οἵ τε Λευῖται καὶ οἱ ἱερεῖς· πολλοὶ δὲ ἐν τῇ Βαβυλῶνι κατέμειναν, τὰς κτήσεις καταλιπεῖν οὐχ αἱρούμενοι. παραγενομένοις δὲ εἰς Ἱεροσόλυμα οἱ τοῦ Κύρου πάντες συνήργουν αὐτοῖς εἰς τὰς οἰκοδομὰς καὶ συνέπραττον. ἦσαν δοἱ ἐπανελθόντες μυριάδες τέσσαρες δισχίλιοί τε καὶ ἑξακόσιοι.
§4.1.2 Ἤδη δὲ περὶ τὴν οἰκοδομὴν τῆς πόλεως σπευδόντων καὶ τοῦ ναοῦ, τὰ πέριξ ἔθνη, καὶ μάλιστα τὸ Χουθαίων, οὓς Σαλμανασὰρ μετῴκισεν εἰς Σαμάρειαν, ὅτε τοὺς Ἰσραηλίτας ἐξῃχμαλώτισε, φθονοῦντες τοὺς σατράπας ἐδεξιώσαντο πρότερον μὴ ἐπαρήγειν τοῖς Ἰουδαίοις εἰς τὴν οἰκοδομήν. εἶτα τοῦ Κύρου τὴν ζωὴν καταλύσαντος, Καμβύσου δὲ τοῦ παιδὸς ἐκείνου τὴν ἀρχὴν διαδεξαμένου, γράφουσι τῷ Καμβύσῃ διαβάλλοντες τοὺς Ἑβραίους ὡς ἔθνος ἀποστατικόν τε καὶ ἀνυπότακτον, καίεἰ τὴν πόλιν καὶ τὸν ναὸν ἐκτελέσουσι λέγοντεςοὔτε φόρους δώσουσιν οὔθὑπακούσονται.” ταῦτα καὶ πλείω τοιαῦτα γράψαντες ἔπεισαν αὐτὸν κωλῦσαι τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἀνοικοδόμησιν· καὶ ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου Ὑστάσπου ἐπἴτη ἐννέα. Καμβύσης γὰρ ἑπτὰ βασιλεύσας ἔτη, καὶ καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον, ὑποστρέψας ἐν Δαμασκῷ ἐτελεύτησε, τῶν μάγων τῆς βασιλείας ἐγκρατῶν γενομένων. καλὸν δὲ καὶ τὰ περὶ τούτων ἐν ἐπιτομῇ διηγήσασθαι.
§4.1.3 Τῷ Καμβύσῃ ἦν ἀδελφός, κατὰ μὲν τὸν Ξενοφῶντα Ταναοξάρης, κατὰ δὲ τὸνΠρόδοτον Σμέρδης ὀνομαζόμενος. ἔδοξεν οὖν ἐν Αἰγύπτῳ τῷ Καμβύσῃ τυγχάνοντι καθὕπνους τις ἐπιστὰς λέγειν ὡς ἐς τὸν βασιλικὸν καθίσας θρόνον Σμέρδης τῇ κεφαλῇ τοῦ πόλου προσψαύσειε. δείσας οὖν περὶ τῇ βασιλείᾳ, τὸν Πρηξάσπην αὐτίκα πέμπει ἐς Σοῦσα, κτενοῦντα λάθρᾳ τὸν ἀδελφόν. καὶ μὲν οὕτω διέφθαρτο, δὲ Καμβύσης τὸ χρεὼν οὐκ ἐξέφυγε. δύο γὰρ ἦσαν ἀδελφοὶ Μῆδοι, μάγοι κεκλημένοι, ὧν τῷ μὲν Καταζίθης, τῷ δὲ Σμέρδης ἦν τὰ ὀνόματα. δὲ Σμέρδης οὐ τοῦ ὀνόματος ἐκοινώνει μόνον Σμέρδῃ τῷ τοῦ Κύρου παιδί, ἀλλὰ καὶ τοῦ εἴδους. τούτων τὸν ἕτερον Β φροντιστὴν τῶν ἑαυτοῦ πραγμάτων Καμβύσης ἐκέκτητο. χρονίζοντος δἐν Αἰγύπτῳ αὐτοῦ, γνοὺς τὸν φόνον τοῦ Σμέρδου τοῦ τοῦ Κύρου παιδὸς Κατιζίθης, καὶ ὡς ὀλίγοις ἐκείνου θάνατος ἔγνωσται, ἐπιθέσθαι τῇ βασιλείᾳ ἐσκέψατο· καὶ τὸν ἀδελφὸν ὁμωνυμοῦντα τῷ Σμέρδῃ καὶ πολλὴν πρὸς ἐκεῖνον ἐμφέρειαν ἔχοντα εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον, οὐχ ὡς οἰκεῖον ὁμαίμονα, ἀλλὡς τοῦ Κύρου υἱὸν καὶ τοῦ Καμβύσου ὁμόγνιον· καὶ κήρυκας διέπεμψε πανταχοῦ βασιλέα τὸν Κύρου Σμέρδην ἀγγέλλοντας μαθὼν οὖν ταῦτα καὶ Καμβύσης τὸν Πρηξάσπην ἀνέκρινεν ὡς μὴ πληρώσαντά οἶ τὸ κελευσθέν. ὁδὲ διεβεβαίου μὴ τὸν ἀδελφὸν ἐπαναστῆναι αὐτῷ. ἐκεῖνον γὰρ ἐγώἔλεγεν, “ὡς σὺ ἐνετείλω, ἔκτανόν τε καὶ ἔθαψα. συλληφθῆναι τοίνυν κελεύει Καμβύσης τὸν ἐν τῷ στρατῷ κηρύσσοντα τὸν τοῦ Εὔρου Σμέρδην βασιλεῦσαι Περσῶν. καὶ συλληφθεὶς ἠρωτᾶτο εἰ αὐτὸς τὸν Σμέρδην ἑώρακε, καὶ εἰ ἐκεῖνος αὐτό ἐνετείλατο λέγειν ἅπερ φησίν· δὲ μὴ θεάσασθαι τὸν Σμέρδην ἀνταπεκρίνατο, παρὰ δὲ τοῦ μάγου τοῦ τῶν βασιλείων ἐπιτροπεύοντος ταῦτα λέγειν ἐπιταχθῆναι. γνοὺς οὖν ἐντεῦθεν Καμβύσης τὸ ἀληθὲς ἐθρήνησε μὲν ὡς μάτην κτείνας τὸν ἀδελφόν, ὥρμησε δαὐτίκα κατὰ τῶν μάγων στρατεύεσθαι. ἀναθρώσκοντι δέ οἶ ἐπὶ τὸν ἵππον τοῦ κουλεοῦ τοῦ ξίφους μύκης ἐξέπεσε, καὶ γυμνωθὲν τὸ ξίφος παίει αὐτοῦ τὸν μηρὸν καιρίως. ἤρετο οὖν ὅπως πόλις καλοῖτο, καὶ μαθὼν ὡς Ἐκβάτανα, εἶπεν ὡςἐνταῦθά μοι πέπρωται τελευτᾶν.’ ἐκέχρηστο γὰρ αὐτό ἐνΕκβατάνοις μέλλειν θανεῖν· καὶ μὲν παρὰ τοῖς ἐν Μηδίᾳ Ἐκβατάνοις ἐδόκει πρῴην τὸ τέλος αὐτὸν καταλήψεσθαι, δὲ χρησμὸς οὐκ ἐκεῖνα ἐδήλου, ἀλλὰ τὰ ἐν Συρίᾳ Ἐκβάτανα.
§4.1.4–4.11.1
§4.1.4 μὲν οὖν μεθἡμέρας τινὰς τελευτᾷ ἄπαις,
§4.2.1 βασιλεύσας ἐπἔτη ἑπτὰ ἐπὶ πέντε μησίν, δὲ μάγος τοῦ Καμβύσου θανόντος ἀδεῶς ἐβασίλευσεν, ἑαυτῷ τὸν τοῦ Κύρου Σμέρδην ἐπιγραφόμενος. καὶ πέμψας εἰς πᾶν ἔθνος ὧν ἦρχεν ἀτέλειαν πᾶσιν ἐπ᾿ ἔτη τρία ἐκήρυξεν. ἤδη δὲ μῆνας ἄρξας ἑπτὰ ὅστις ἦν ἐγνώσθη· ἐγνώσθη δ᾿ οὕτως. Ὀτάνης ἦν γένει καὶ πλούτῳ Περσῶν τοῖς πρώτοις ἐνάμιλλος. τούτου θυγατέρα Καμβύσης ἔσχεν, Φαιδυμίη ἐκέκλητο. ταύτῃ καὶ μάγος ἐκέχρητο ὥσπερ καὶ ταῖς λοιπαῖς ἃς εὗρεν εἰς τὰ βασίλεια. πέμψας οὖν πατὴρ ἠρώτα λάθρᾳ αὐτὴν εἰ τῷ τοῦ Κύρου Σμέρδῃ εἴθ᾿ ἑτέρῳ τινὶ συνευνάζοιτο. δὲ μήτ᾿ ἰδέσθαι τὸν Κύρου Σμέρδην ἀνταπεκρίνατο μήτ᾿ εἰδέναι ᾧτινι συγκοιτάζοιτο. δὲ καὶ πάλιν στέλλει παρ᾿ αὐτήν, κινδυνεύειν αὐτῇ ἐντελλόμενος, εἰ δεήσειεν, ἵνα πληρώσῃ πατρικὴν ἐντολήν , καὶ ὑποτιθείς, ὁπηνίκα συγκοιμῷτο τῷ βασιλεῖ καὶ ὑπνώττοντα αὐτὸν γνῷ, ψαῦσαι τῶν ὤτων αὐτοῦ, καὶ εἰ μὲν ἔχοντα ὦτα γνοίη, εἰδέναι ὡς τῷ Κύρου Σμέρδῃ συγγίνεται· εἰ δὲ μὴ ἔχοι, τὸν μάγον Σμέρδην αὐτὸν νομίζειν. πείθεται τῷ πατρὶ Φαιδυμίη, καὶ γνοῦσα τὸν αὐτῇ συγγινόμενον ὦτα μὴ ἔχοντα, ἐσήμηνε τῷ πατρί. οὐκ εἶχε δ᾿ ὦτα ὅτι Κῦρός ποτε ταῦτα δι᾿ ἁμάρτημά τι ἀπέτεμεν. δὲ Ὀτάνης Ἀσπαθίνῃ καὶ Γωβρύᾳ πρωτεύουσι τῶν Περσῶν καὶ αὐτῷ φιλουμένοις κοινοῦται δὴ τὸ ἀπόρρητον. οἱ δὲ καὶ πρῴην ἐν ὑποψίᾳ ὄντες τοῦ πράγματος εὐθὺς τοὺς λόγους ἐδέξαντο. ἔδοξεν οὖν αὐτοῖς καὶ ἑτέρους προσεταιρίσασθαι . καὶ Ὀτάνης μὲν ἐπάγεται Ἰνταφέρνην, Γωβρύας δὲ Μεγάβυζον, Ὑδάρνην δὲ Ἀσπαθίνης· καὶ Δαρείω δὲ τῷ Ὑστάσπου υἱῷ ἄρτι πρὸς Σοῦσα ἐκ Περσίδος ἐλθόντι τὸ ἀπόρρητον ἐκοινώσαντο. δὲ καὶ ἐδέξατο τὸν λόγον, καὶ πρὸς τὴν πρᾶξιν αὐτίκα ὁρμᾶν συνεβούλευεν, τῆς παρούσης ἡμέρας διακενῆς παρερχομένης αὐτὸς ἔλεγε γενέσθαι τῷ μάγῳ μηνυτὴς τῆς ἐπιβουλῆς. ἐπείσθησαν τῇ συμβουλῇ τοῦ Δαρείου καὶ οἶ λοιποί, καὶ τοῦ ἔργου εἴχοντο.
§4.2.2 Συνέβη δέ τι καὶ ἕτερον ἐπισπεῦσαι αὐτοὺς ἠρέθισε τὴν ἐγχείρησιν. εἰδότες γὰρ οἱ μάγοι ὅτι Πρηξάσπης ἐχειρούργησε τοῦ Σμέρδου τὸν φόνον τοῦ Κύρου παιδός, καὶ ὅτι διὰ τοῦτο καὶ ἐν αἰτία τοῖς Πέρσαις ἐστίν, προσκαλεσάμενοι αὐτὸν φίλον τε ἐποιοῦντο καὶ ὅρκοις προκατελάμβανον καὶ λαμπραῖς ὑποσχέσεσι μή τινι αὐτῶν ἐκφῆναι τὸ σόφισμα. καταθεμένου δἐκείνου ποιήσειν ταῦτα, προσεπῆγον συγκαλέσειν τὸ πλῆθος ὑπὸ τὸ τεῖχος τῶν βασιλείων, αὐτὸν δἐπὶ πύργον ἀναβάντα εἰς ἐπήκοον ἅπασιν ἐκβοῆσαι ὡς ὑπὸ Σμέρδου τοῦ Κύρου υἱέος, οὐχ ὑφἑτέρου δὲ βασιλεύονται· φείσασθαι γὰρ αὐτοῦ, καὶ μὴ κτεῖναι αὐτὸν ὡς Καμβύσης αὐτῷ ἐνετείλατο. συνθεμένου δὲ καὶ ταῦτα ποιήσειν, συνῆκτο μὲν τὸ πλῆθος, Πρηξάσπης δὲ ἐπὶ τὸν πύργον ἀνῄει, καὶ ἔλεξεν ὅσα τοῖς Πέρσαις ἀγαθὰ παρὰ Κύρου γεγόνασι, προσετίθει δὲ ὡς τὸν ἐκείνου παῖδα τὸν Σμέρδην αὐτὸς ἀνέλοι, τοῦ Καμβύσου βιάσαντος. τοὺς μάγους δὲ τὴν βασιλείαν ἔχειν ἐπληροφόρει, καὶ ἐπηρᾶτο Πέρσαις, εἰ μὴ αὐτοὺς τίσαιντο. ταῦτα εἰπὼν ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν.
§4.2.3 Οἱ δὲ ἑπτὰ ἄνδρες ἐν τῇ ὁδῷ τὰ κατὰ τόν Πρηξάσπην μαθόντες ὥρμησαν εὐθὺς ἐπὶ τὰ βασίλεια καὶ εἰσῄεσαν, παρὰ τῶν φυλάκων μὴ κωλυόμενοι· ᾐδοῦντο γὰρ τὴν ὑπεροχὴν τῶν ἀνδρῶν. παρελθόντες δεἰς τὴν αὐλὴν ἐνέτυχον τοῖς ἀγγελιαφόροις εὐνούχοις, οἱ σφὰς ἠρώτων ὅτου χρῄζοντες ἥκοιεν, ἐκώλυόν τε προσωτέρω ἰέναι. οἱ δὲ τοὺς μὲν ἐκεῖ διεχειρίσαντο, αὐτοὶ δὲ δρομαίως εἰσῄεσαν. οἱ μάγοι δὄντες ἐντός, καὶ τῶν εὐνούχων γνόντες τὸν θόρυβον, ἐτράποντο πρὸς ἀλκήν, καὶ μὲν τὴν αἰχμήν, δὲ τὸ τόξον μετεχειρίσαντο. καὶ θάτερος μὲν τῇ αἰχμῇ Ἀσπαθίνην παίει κατὰ μηρόν, τὸν δἸνταφέρνην κατὄψιν, ὅθεν ἐκεῖνος ἐβλάβη τὸν ὀφθαλμόν· τὰ τόξα δἢν ἄπρακτα χερσὶν ἐγγύθεν αὐτοῖς χρωμένοις. καὶ ταῦτα κατέχων εἰσέδυ πρὸς θάλαμον, συνεισπίπτουσι δαὐτῷ Δαρεῖός τε καὶ Γωβρύας. καὶ μὲν συνεπλάκη τῷ μάγῳ, Δαρεῖος δὲ ἀπορῶν διὰ σκότος καὶ δεδιὼς μὴ τὸν ἑταῖρον πλήξῃ, ἔστατο ἄπρακτος. Γωβρύας δὲ ἤρετο ὅτου χάριν ἀργὸς ἕσταται· δεἶπε τὸ αἴτιον. καὶ ὅς ὠθεῖτό ξίφος καὶ διἀμφοῖνἔφησε. καὶ Δαρεῖος ὦσε τὸ ἐγχειρίδιον, καὶ τοῦ μάγου ἐπέτυχε κτείναντες οὖν καὶ τὸν ἕτερον οἱ λοιποὶ ἔτεμον τὰς κεφαλὰς καὶ ἀμφοῖν, καὶ τοὺς μὲν δύο τοὺς τραυματίας αὐτῶν διά τε τὰ τραύματα καὶ τὴν τῆς ἀκροπόλεως φυλακὴν κατέλιπον ἐν αὐτῇ, οἱ λοιποὶ δὲ τὰς κεφαλὰς ἐπιφερόμενοι τῶν μάγων ἐξέθεον καὶ Πέρσαις ταύτας ἐδείκνυον καὶ ἐξηγοῦντο τὸ γεγονός. οἱ δὲ τὴν ἀπάτην μαθόντες ἔκτεινον ἄν τῶν μάγων ἐνέτυχον.
§4.3.1 Επεὶ δὲ κατέστη θόρυβος καὶ ἤδη τινὲς ἡμέραι παρήλθοσαν, ἐβουλεύοντο περὶ τῆς τῶν πραγμάτων οἰκονομίας. καὶ Ὀτάνης μὲν δημοκρατίαν ἑλέσθαι παρῄνει, ἀριστοκρατίαν δὲ Μεγάβυζος, δέ γε Δαρεῖος βασιλείαν καὶ αὗθις αἱρήσεσθαι συνεβούλευε. συνέθεντο οὖν τῇ τούτου γνώμῃ καὶ οἱ τέσσαρες οἶ λοιποί· καὶ ἔδοξεν αὐτοῖς ἐπιβῆναι τῶν ἵππων, καὶ ὅτου ἂν ἵππος ἡλίου ἀνατείλαντος χρεμετίσῃ ἐν τῷ προαστείῳ γενομένων, τοῦτον ἔχειν τὴν βασιλείαν . Δαρεῖος δὲ τὴν βουλὴν τῷ ἱπποκόμῳ αὐτοῦ ἐξηγήσατο. ἦν δὲ σοφὸς ἀνὴρ καίθάρρει, δέσποταἔφηὡς σὴ ἔσται βασιλεία.” γενομένης οὖν νυκτὸς θήλειαν ἵππον λαβών, ἣν Δαρείου ἕστεργεν ἵππος, καὶ δήσας εἰς τὸ προάστειον ἐπήγαγε τὸν ἵππον καὶ περιῆγεν αὐτὸν ἀγχοῦ τῇ θηλείᾳ, καὶ τέλος ἐφῆκεν ὀχεῦσαι τὴν ἵππον. ἕωθεν δὲ τῶν ἑπτὰ παραγενομένων εἰς τὸ προάστειον καὶ διεξελαυνόντων ἐν αὐτῷ, ὡς ἐκεῖσε γεγόνασιν ἔνθαπερ θήλεια ἵππος ἐδέδετο, εἰς μνήμην ταύτης Δαρείου ἵππος ἰὼν ἐχρεμέτισεν· κἀκ τούτου τῷ Δαρείῳ βασιλεία προσγέγονεν. οἱ μὲν οὖν τοῦτό φασι μηχανήσασθαι τὸν Οἰβάρεα, τοῦτο γὰρ τῷ τοῦ Δαρείου ἱπποκόμῳ ὄνομα ἦν, οἱ δ᾿ ἑτεροῖον εἶναί φασι τὸ τούτου μηχάνημα. τῆς γὰρ ἵππου ἐκείνης, ἣν Δαρείου ἵππος ἐφίλει, τῶν ἄρθρων ἐπιψαῦσαι τῇ χειρί, καὶ τὴν χεῖρα κρύπτειν ἐν τῇ ἀναξυρίδι. ἤδη δὲ τοῦ ἡλίου ἀνίσχοντος, καὶ τοὺς ἵππους ἀναβαινόντων τῶν ἑπτὰ ἐκείνων ἀνδρῶν, προσαγαγεῖν αὐτὸν τὴν χεῖρα τοῖς τοῦ ἵππου τοῦ Δαρείου μυκτῆρσι, καὶ τὸν αὐτίκα αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι. εἴτ᾿ οὖν οὕτως εἴτ᾿ ἐκείνως Δαρεῖος τῆς βασιλείας ἐπέτυχεν.
§4.3.2 Οὗτος οὖν ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ ὅσα ἦν ἔτι ἐν Βαβυλῶνι πέμψειν εἰς τὸν ἐν Ἱεροσολύμοις ναόν. ἦν δὲ αὐτῷ πάλαι καὶ πρὸς τὸν Ζοροβάβελ φιλία, δι᾿ ἣν καὶ σωματοφυλακεῖν μεθ᾿ ἑτέρων δύο ἠξίωτο ἄρτι ἐξ Ἱεροσολύμων πρὸς αὐτὸν ἀφικόμενος. τῷ δὲ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας πότον τοῖς μεγιστᾶσιν αὐτοῦ Δαρεῖος ἡτοίμασεν· ὡς δ᾿ εὐωχηθέντες ἀνέλυσαν, καὶ αὐτὸς παρὰ τῇ κοίτῃ κατέδαρθε. μικρὸν οὖν ὑπνώσας ἀφύπνωσε καὶ μετὰ τῶν σωματοφυλάκων ὡμίλει. καὶ τούτων ἑκάστῳ ἀγῶνα λόγου προτίθησι · τῷ πρώτῳ μὲν εἰ οἶνος πάντων κρατεῖ, τῷ δευτέρῳ δὲ εἰ οἱ βασιλεῖς, τῷ δέ γε λοιπῷ, οὗτος δ᾿ Ζοροβάβελ ἦν, εἰ αἱ γυναῖκες καὶ αὐτῶν ἀλήθεια· καὶ τῷ νικήσαντι γέρας δώσειν ὑπέσχετο νικητήριον πορφύραν φορεῖν καὶ κίδαριν βυσσίνην καὶ περιαυχένιον χρύσεον, καὶ ἐν ἐκπώμασι πίνειν χρυσοῖς καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον ἔχειν καὶ μετ᾿ αὐτὸν προεδρεύειν καὶ συγγενῆ καλεῖσθαι αὐτοῦ. ὄρθρου τοίνυν τοὺς μεγιστᾶνας μεταπεμψάμενος τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσε περὶ τοῦ προβλήματος ἀποφαίνεσθαι. καὶ μὲν τὴν ἰσχύν ἐξῆρε τοῦ οἴνου, ὡς τὴν τῶν καταχρωμένων ἀπατῶντος διάνοιαν καὶ τὰς τῶν ψυχῶν διαθέσεις μεταποιοῦντος καὶ ἄλλους ἐξ ἄλλων ἐργαζομένου τοὺς οἰνωθέντας· δὲ τὸν βασιλέα πάντων ὑπερισχύειν ἐφιλοσόφησεν, ὡς τῶν ἀνθρώπων κρατούντων τῶν ἄλλων ἁπάντων διὰ σοφίας, τούτων δ᾿ αὖ οἷς ἅπαντα ὑποτάσσεται κυριευόντων τῶν βασιλέων· δέ γε Ζοροβάβελ τὰς γυναῖκας γρειττονεύειν τὴν ἰσχὺν ἀπεφήνατο, ὡς καὶ τῶν βασιλέων δι᾿ αὐτῶν γενομένων καὶ τῶν τὰς ἀμπέλους φυτευόντων, καὶ πάντων αὐτὰς γονέων τε προτιμόντων καὶ τῶν πατρίδων καὶ τῶν φιλτάτων αὐτῶν· καὶ τῶν βασιλέων δ᾿ αὐτῶν κρατεῖν τὰς γυναῖκας κολακευόντων αὐτὰς καὶ ταπεινουμένων, εἰ κατά τι δυσχεραινούσας γνοῖεν αὐτάς· μᾶλλον δὲ τούτων δύνασθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ θεὸς ἀληθής ἐστι καὶ οὕτω καλεῖται, καὶ τὰ μὲν ἄλλα θνητά , ἀθάνατον δὲ χρῆμά ἐστιν ἀλήθεια καὶ ἀΐδιον. πάντων δὲ τῇ γνώμῃ τούτου θεμένων ὡς ἄριστα περὶ τῆς ἀληθείας φιλοσοφήσαντος, Δαρεῖος αἰτήσασθαι βούλεται πάρεξ τῶν ὑπεσχημένων ἐπέτρεψεν. δὲ τῆς εὐχῆς αὐτὸν ἀνἐμνησεν, ἥν, εἰ λάβοι τὴν βασιλείαν, πεποίητο. αὕτη δὲ ἦν, τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ κατασκευάσαι ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη ὅσα ἔτι ἐν Βαβυλῶνι περιελέλειπτο. καίτοῦτοἔφη τὸ αἴτημα τὸ ἐμόν.” ἡσθεὶς δἐπὶ τούτοις βασιλεὺς γράφει τοῖς σατράπαις κέδρινα ξύλα χορηγεῖν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ συγκατασκευάζειν τὴν πόλιν τῷ Ζοροβάβελ, καὶ πάντας τοὺς εἰς τὴν Ἰουδαίαν ἀπελθόντας αἰχμαλώτους τῶν Ἰσραηλιτῶν ἐλευθέρους εἶναι καὶ ἀτελεῖς, καὶ τάλαντα δοθῆναι πεντήκοντα εἰς τὴν ἀνέγερσιν τοῦ ναοῦ. καὶ τὰ σκεύη δὲ πάντα ὅσα ἔτι ἦν παραὐτῷ ἔπεμψε· καὶ ὅσα Εὖρος περὶ τῶν Ἰουδαίων ἐθέσπισε, ταῦτα καὶ Δαρεῖος προσδιετάξατο.
§4.4.1 Ἡκεν οὐν τούτων γεγονότων εἰς Βαβυλῶνα Ζοροβάβελ καὶ τοῖς ὁμοφύλοις τὰ παρὰ τοῦ βασιλέως εὐηγγελισατο· καὶ ὅσοι προτεθύμηντο ἐπανελθεῖν εἰς Ἱεροσόλυμα, ἀπήεσαν. τὸ δὲ κεφάλαιον τῶν ἀπιόντων όντων ἦν μυριάδες τετρακόσιαι ἐξήκοντα δύο καὶ ὀκτακισχίλιοι, ἄτερ Λευιτῶν τε καὶ πυλωρῶν καὶ δούλων ἱερῶν καὶ θεραπόντων, οἳ τοῖς ἀναβαίνουσιν εἵποντο. ἡγεμὼν δὲ τούτων ἦν Ζοροβάβελ, Σαλαθιὴλ παῖς ἐκ τῆς Ἰούδα φυλῆς, ἀπόγονος τοῦ Δαβίδ, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδὲκ τοῦ ἀρχιερέως· πρὸς τούτοις δὲ Μαρδοχαῖος καὶ Σερὲβ ἐκ τοῦ πλήθους κεχρισμένοι ἄρχοντες ἦσαν. ἀπελθόντες δ' εἰς Ἱεροσόλυμα ἔθυσαν καὶ τῆς οἰκοδομῆς ἀπήρξαντο τοῦ ναοῦ. καὶ μὲν ναὸς θᾶττον ἔλαβε τέλοςἀπαρτισθέντος δ ἤδη τοῦ ἱεροῦ οἱ ἱερεῖς καὶ οἱ Λευῖται γαῖ οἱ Ἀσὰφ παῖδες ὕμνουν τὸν θεόν. τῶν δὲ πατριῶν οἱ πρεσβύτεροι τὸν πρὶν ναὸν ταῖς μνήμαις ἀναπολοῦντες, καὶ τὸν ἄρτι γεγενημένον ἐνδεέστερον ὁρῶντες τοῦ πάλαι, εἰς δάκρυα καὶ θρήνους προήγοντο, καὶ τούτων οἰμωγὴ ὑπερεφώνει τὴν τῶν σαλπίγγων ἠχήν.
§4.4.2 Προσίασι δοἱ Σαμαρεῖται τῷ Ζοροβάβελ ἔτι τοὐ ναοῦ ἀνεγειρομένου, ἀξιοῦντες συγκοινωνῆσαι αὐτοῖς τῆς οἰκοδομῆς τοῦ ναοῦ. δὲ τῆς μὲν οἰκοδομῆς αὐτοὺς μετασχεῖν οὐ προσήκατο, προσκυνεῖν δἐν τῷ ναῷ ἔλεγεν αὐτοῖς ἐφιέναι. πρὸς ταῦτα οἱ Σαμαρεῖται ἠχθέσθησαν, καὶ πείθουσι τὰ ἐν Συρίᾳ ἔθνη δεηθῆναι τῶν σατραπῶν ἐπισχεῖν τοῦ ναοῦ τὴν ἀνέγερσιν. ἀναβάντες δὲ εἰς Ἱεροσόλυμα οἱ Συρίας ἐπάρχοντες καὶ Φοινίκης ἠρώτων τίνος συγχωρήσαντος ὡς φρούριον τὸν ναὸν ἀνεγείρουσι καὶ τῇ πόλει τείχη σφόδρα περιβάλλουσιν ἰσχυρά. Ζοροβάβελ δὲ καὶ ἀρχιερεὺς Ἰησοῦς ἐκ Κύρου πρῶτον ἐπιτραπῆναι τὴν οἰκοδομὴν ἔφασαν, εἶταὖθις ἐκ τοῦ Δαρείου. οἱ δἔπαρχοι τῶν τῆς Συρίας καὶ Φοινίκης χωρῶν τὴν μὲν τῶν ἔργων οἰκοδομὴν ἐπισχεῖν οὐκ ἔκριναν, Δαρείω δὲ παραχρῆμα ἔγραψαν. τῶν δὲ Ἰουδαίων κατεπτηχότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ ὧν ᾠκονόμησεν, Ἀγγαῖος καὶ Ζαχαρίας οἱ προφῆται θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ὑφορᾶσθαι ἀβούλητον. πιστεύοντες οὖν τοῖς προφήταις ἐντεταμένως εἴχοντο τῆς οἰκοδομῆς. Δαρεῖος δὲ τὰς ἐπιστολὰς δεξάμενος καὶ τὰς τῶν Σαμαρειτῶν κατηγορίας, ὅτι τήν τε πόλιν ὀχυροῦσιν Ἰουδαῖοι καὶ τὸν ναὸν οἰκοδομοῦσιν ὡς φρούριον, καὶ ὅτι Καμβύσης τὴν τούτων ἐκώλυσεν οἰκοδομήν, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασι ζητηθῆναι τὰ περὶ τούτου. καὶ εὑρέθη ἐν Ἐχβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ γεγραμμένον ὡς τῷ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας Κῦρος ἐκέλευσε τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱεροσολύμοις καὶ τὸ θυσιαστήριον, καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν βασιλικῶν διετάξατο γίνεσθαι, καὶ τὰ τοῦ ναοῦ σκεύη ἀποδοθῆναι, καὶ συλλαβέσθαι πρὸς τὸ ἔργον τοῖς ἐκεῖσε ἄρχουσιν ἐκέλευσε καὶ τελεῖν τοῖς Ἰουδαίοις εἰς θυσίαν ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους σεμίδαλίν τε καὶ οἶνον καὶ ἔλαιον. ταῦτα ἐν τοῖς ὑπομνήμασι Δαρεῖος εὑρὼν ἀντέγραψε τοῖς ἐπεσταλκόσιτὸ ἀντίγραφον ὑμῖν τῆς ἐπιστολῆς ἐν τοῖς ὑπομνήμασιν εὑρὼν τοῖς Κύρου ἀπέσταλκα, καἲ βούλομαι γενέσθαι πάντα ὡς αὐτὴ περιέχει. ἔρρωσθε.’ γνόντες δὲ τὴν τοῦ βασιλέως προαίρεσιν οἱ τῶν χωρῶν ἐκείνων ἐπιτροπεύοντες συνήργουν τοῖς Ἰουδαίοις. καὶ ᾠκοδομήθη ἐν ἔτεσιν ἑπτὰ ναός, καὶ ἔθυσαν οἱ Ἰσραηλῖται θυσίας ἀνανεωτικὰς τῶν προτέρων ἀγαθῶν. τῆς δὲ τῶν ἀζύμων ἑορτῆς ἐνστάσης συνερρύη πᾶς λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ἤγαγον καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν ἐτέλεσαν.
§4.4.3 Κατῴκησαν δἐν Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων ἄχρις οὗ Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας ἐβασιλεύοντο ἐπὶ ἔτη πεντακόσια τριάκοντα δύο, μήνας ἔξ, ἡμέρας δέκα· πρὸ δὲ τῶν βασιλέων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι. καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἐπἔτεσι πλείοσιν πεντακοσίοις διήγαγον μετά Μωυσῆν τε καὶ Ἰησοῦν.
§4.4.4 Οἱ δέ γε Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς διακείμενοι πολλὰ κακὰ τοὺς Ἰουδαίους εἰργάζοντο. πρέσβεις οὖν ἐξ Ἱεροσολύμων πρὸς Δαρεῖον ἐστάλησαν Ζοροβάβελ καὶ τῶν ἀρχόντων ἕτεροι τέσσαρες. μαθὼν δὲ βασιλεὺς τὰ κατὰ τῶν Σαμαρέων αἰτιάματα, ἔγραψε πρὸς τοὺς ἱππάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν μήτι ἐνοχλεῖν Ἱουδαίοις, ἀλλὰ καὶ χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου τόν φόρων τῆς Σαμαρείας πάνθὅσα πρὸς τὰς θυσίας αὐτοῖς ἐστι χρήσιμα.
§4.5.1 Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν παῖς αὐτοῦ Ξέρξης καὶ τὴν πρὸς θεὸν εὐσέβειαν διεδέξατο, καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχε φιλοτιμότατα. ἦν δ' ἐν Βαβυλῶνι τότε Ἔζρας ἀνὴρ ἀγαθὸς καὶ τῶν νόμων Μωυσέως εἰς ἐμπειρίαν ἀκριβέστατος. οὗτος φίλος τῷ Ξέρξῃ γίνεται, καὶ ἀναβῆναι θελήσας εἰς Ἱεροσόλυμα καί τινας ἐπαγαγέσθαι τῶν ἐν Βαβυλῶνι Ἑβραίων, ἐδεήθη τοῦ βασιλέως διὰ γραμμάτων αὐτοῦ γνωρίσαι τοῖς σατράπαις αὐτόν. δὲ γράφει ταῦτα. “τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔργον εἶναι νομίσας τὸ τοὺς βουλομένους τῶν Ἰσραηλιτῶν συναπαίρειν εἰς Ἱεροσόλυμα, Ἔζρα ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ θείου νόμου τοῦτο προσέταξα, καὶ βουλόμενος ἀπίτω. καὶ ἄργυρος καὶ χρυσὸς ὅσος ἂν εὑρεθείη ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένος τῷ θεῷ, τοῦτον πάντα κελεύω εἶς Ἱεροσόλυμα κομισθῆναι. σθῆναι. καὶ ὅσα ἂν ἐννοήσῃς, Ἔζρα, καὶ ταῦτα ἔργασαι, τὴν εἰς αὐτὰ δαπάνην ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου ποιούμενος. καὶ τοῖς ἱερεῦσι δὲ καὶ Λευίταις καὶ πᾶσι τοῖς τοῦ ἱεροῦ δουλευταῖς μήτε φόρους μήτε ἄλλο τι φορτικὸν ἐπιταγῆναι κελεύω. καὶ σὺ δέ, Εζρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, ὅπως δικάζωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ, τοὺς ἐπισταμένους τὸν νόμον· καὶ τοῖς ἀγνοοῦσι παρέξεις αὐτὸν μαθεῖν.” λαβὼν δὲ ταύτην Ἔζρας τὴν ἐπιστολὴν ἀνέγνω ἐν Βαβυλῶνι τοῖς ἐκεῖ Ἰουδαίοις, καὶ τὸ ἀντίγραφον αὐτῆς παρὰ πάντας ἔπεμψε τοὺς ὁμοεθνεῖς· οἳ ἅπαντες ὑπερήσθησαν. πολλοὶ δὲ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα, ἵν᾿ ἐπανέλθωσιν εἰς Ἱεροσόλυμα· δὲ πᾶς λαὸς τῶν Ἰσραηλιτῶν κατὰ χώραν ἔμεινε. διὸ καὶ δύο φυλὰς ἐπί τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ῾Ρωμαίοις ὑπηκόους εἶναί φησιν Ἰώσηπος, τὰς δὲ δέκα φυλὰς πέραν εἶναι τοῦ Εὐφράτου, μυριάδας οὔσας ἀπείρους καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυναμένας. πρὸς Ἔζραν δὲ πολλοὶ τὸν ἀριθμὸν ἀφικνοῦνται καὶ σὺν αὐτῷ παραγίνονται εἰς Ἱεροσόλυμα. καὶ παραδέδωκεν Ἔζρας τοῖς γαζοφύλαξιν Ξέρξης καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἐν Βαβυλῶνι Ἰσραηλῖται τῷ θεῷ ἐδωρήσαντο, εἰς πολλὰ τάλαντα ἀργυρίου καὶ χαλκοῦ συμποσούμενα, καὶ τοῖς τῶν χωρῶν ἐπιτροπεύουσι τὰ γράμματα τοῦ βασιλέως ἐπέδωκεν. οἱ δὲ τὸ ἔθνος ἐτίμησαν καὶ πρὸς πᾶσαν χρείαν συνήργησαν. γνοὺς δ᾿ ἔπειτα ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν ἀλλοεθνεῖς γυναῖκας ἠγάγοντο, ἔπεισεν αὐτοὺς δάκρυσι πολλοῖς καὶ πυκναῖς παραινέσεσιν ἐκβαλεῖν τὰς ἀλλοεθνεῖς καὶ τὰ ἐξ αὐτῶν γεννηθέντα. τῆς ἑορτῆς δὲ τῆς σκηνοπηγίας ἐπιστάσης σχεδὸν ἅπαν τὸ τοῦ λαοῦ πλῆθος συνεληλυθὸς εἰς αὐτὴν ἠξίωσαν τὸν Ἔζραν τοὺς νόμους ἀναγνωσθῆναι τοῦ Μωυσέως. καὶ ἀκούσαντες τούτων εἰς δάκρυα προήχθησαν, δυσφοροῦντες περὶ τῶν παρελθόντων. Ἔζρας δὲ μὴ δεῖν ἔφη θρηνεῖν ἑορτῆς οὔσης, ἑορτάζειν δὲ καὶ εὐωχεῖσθαι καὶ τηρεῖν τοὺς νόμους εἰς τὸ μέλλον.
§4.5.2 Καὶ μὲν γηραιὸς ἐτελεύτησεν· τῶν δ᾿ αἰχμαλωτῶν τις Νεεμίας τὴν κλῆσιν, οἰνοχόος ὢν τοῦ Ξέρξου, πρὸ τῶν Σούσων περιπατῶν ξένους εἶδέ τινας εἰσιόντας τὴν πόλιν, καὶ ἀκούσας αὐτῶν ἑβραϊστὶ ὁμιλούντων, προσελθὼν ἐπυνθάνετο πόθεν εἶεν. ἥκειν δἐκ τῶν Ἰεροσολύμων εἰπόντων, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ μητρόπολις Ἱεροσόλυμα προσηρώτησεν. ἀποκριναμένων δὲ κακῶς ἔχειν, πολλὰ γὰρ δεινὰ τὰ πέριξ ἔθνη αὐτοῖς ἐπάγειν, ἐδάκρυσεν Νεεμίας· καὶ τῆς ὥρας ἐπιστάσης, ὡς εἶχε διακονήσων τῷ βασιλεῖ εἰσελήλυθεν. δὲ βασιλεὺς σκυθρωπὸν αὐτὸν θεασάμενος ἤρετο διότι κατηφιᾷ. δὲ τῆς λύπης αἴτια εἶπε τὰ τῆς πατρίδος αὐτοῦ δυστυχήματα, καὶ ἐδέετο συγχωρηθῆναι αὐτῷ πορευθῆναι καὶ τό τε τεῖχος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον ἀναπληρῶσαι. καὶ βασιλεὺς κατένευσε πρὸς τὴν αἴτησιν καὶ δίδωιν αὐτῷ τῆ̣ ἐπιούσῃ ἐπιστολὴν πρὸς τὸν τῆς Φοινίκης καὶ Συρίας καὶ Σαμαρείας ἐπίτροπον, ἐντελλομένην αὐτῷ τιμῆσαι τὸν Νεεμίαν καὶ χορηγῆσαι τὰς εἰς τὴν οἰκοδομίαν δαπάνας. ἧκεν οὖν εἰς Ἱεροσόλυμα, πολλῶν αὐτῷ ἐκ τῶν ὁμοφύλων συνεπομένων, πέμπτον καὶ εἰκοστὸν ἔτος βασιλεύοντος Ξέρξου, καὶ τὴν ἐπιστολὴν τῷ ἐπιτρόπῳ τῶν ῥηθεισῶν χωρῶν ἐπιδέδωκε. τὴν δὲ τοῦ τείχους οἰκοδομὴν διένειμε τῷ λαῷ κατὰ κώμας καὶ πόλεις, ἵν ὅτι τάχιστα ἀνυσθῇ. καὶ Ἰουδαῖοι μὲν πρὸς τὸ ἔργον παρεσκευάζοντο, οὕτω κληθέντες ἐξ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν, ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε Ἰουδαῖοι καὶ χώρα ὁμοίως ἐξ αὐτῶν μετωνόμαστο, Ἀμμανῖται δὲ καὶ Μωαβῖται καὶ Σαμαρεῖται τῇ τῶν τειχῶν οἰκοδομῇ ἤχθοντο, καὶ αὐτοῖς ἐπετίθεντο καὶ πλείστους ἐκτίννυον, καὶ αὐτῷ τῷ Νεεμίᾳ ἐπεβούλευον. καὶ τὸ μὲν πλῆθος τούτοις ἐκταραττόμενον μικροῦ τῆς οἰκοδομῆς ἂν ἀπέστη. Νεεμίας δὲ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος προστησάμενος ἀτρύτως ἐπέμενε νύκτωρ τε καὶ μεθἡμέραν τῆς πόλεως τὸν κύκλον περιιώνκαὶ ταύτην τὴν ταλαιπωρίαν ὑπέμεινεν ἐπὶ διετίαν καὶ μήνας τέσσαρας. ἐν τοσούτω γὰρ χρόνῳ τοῖς Ἱεροσολύμοις τὸ τεῖχος ἀπήρτιστο, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει, μηνὶ ἐνάτῳ. Νεεμίας δὲ τὴν πόλιν ὀλιγανδροῦσαν ὁρῶν, παρεκάλεσε τοὺς ἱερεῖς καὶ Λευίτας τὴν χώραν ἐκλιπόντας εἰς τὴν πόλιν μεταναστεῦσαι. ἐτελεύτησε δὲ Νεεμίας γηραιός, ἀνὴρ χρηστὸς τὸν τρόπον καὶ δίκαιος καὶ φιλοτιμότατος πρὸς τοὺς ὁμοεθνεῖς.
§4.6.1 Τελευτήσαντος δὲ Ξέρξου βασιλεία εἰς τὸν υἱὸν αὐτοῦ Κῦρον, ὃν καὶ Ἀρταξέρξην καλοῦσι, μετέπεσε. τῷ γοῦν τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς ἡγεμόνας καὶ τοὺς σατράπας τῶν οἰκείων καλέσας ἐθνῶν ἐφἡμέρας πολλὰς εἱστία τούτους πολυτελῶς· καὶ βασίλισσα δὲ Οὐάστη ταῖς γυναιξὶν ὁμοίως συνεκρότει συμπόσιον. ἣν κάλλει πάσας νικῶσαν ἠθέλησεν βασιλεὺς τοῖς αὐτῷ συμποσιάζουσιν ἐπιδεῖξαι, καὶ πέμψας ἥκειν αὐτὴν ἐκέλευε παρὰ τὸ συμπόσιον δὲ οὐκ ἐπείθετο, καὶ πολλάκις στείλαντος ἀνένδοτος ἦν. ὠργίσθη οὖν βασιλεὺς διὰ τὴν ἀπείθειαν. καὶ κοινοῦται τοῖς ἑπτὰ τῶν Περσῶν συμβούλοις τῆς γυναικὸς τὴν ἀπείθειανοἱ δἐκβαλεῖν αὐτὴν δείνἔκριναν. καὶ μὲν ἐκβέβλητο· δἤχθετο, πρὸς αὐτὴν ἐρωτικῶς διακείμενος. οὕτω δ' ἔχοντι συνεβούλευον οἱ φίλοι παρθένους εὐπρεπεῖς πανταχόθεν συναγαγεῖν καὶ τὴν προκριθεῖσαν ἕξειν γυναῖκα. πείθεται τῆ̣ συμβουλῇ ταύτῃ, καὶ πολλῶν παρθένων ἀθροισθεισῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη Ἰουδαία τὸ γένος ἐκ φυλῆς τῆς Βενιαμίτιδος, ὀρφανὴ καὶ ἀμφοῖν τῶν γονέων, παρὰ τῷ θείῳ Μαρδοχαίῳ τρεφομένη, τῶν πρώτων παρὰ τοῖς Ἰουδαίοις· Ἐσθῆρ ἦν τῇ κόρῃ τὸ ὄνομα. ἡσθεὶς οὖν ταύτῃ βασιλεὺς εἰς γυναῖκα ταύτην ἠγάγετο, καὶ περιτίθησιν αὐτῇ τὸ διάδημα. καὶ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα μετῴκησε, περὶ τὰ βασίλεια διατρίβων καὶ περὶ τῆς ἀδελφιδῆς πυνθανόμενος. οὔτε γὰρ ἐκείνη δῆλον τὸ ἔθνος ἐξ οὗπερ ἐτύγχανεν ἔθετο οὔτε Μαρδοχαῖος τὴν πρὸς αὐτὴν ὡμολόγει συγγένειαν. Ἔθετο δὲ νόμον βασιλεὺς ὥστε μηδένα οἱ ἐπὶ τοῦ θρόνου καθημένῳ ἄκλητον προσιέναι, θνήσκειν τὸν οὕτω πρόσἰόντα ὑπὸ τῶν αὐτῷ παρισταμένων πελεκυφόρων, εἰ μὴ ἐκεῖνος ὃν ἐν χερσὶ κατεῖχε λύγον ἐξέτεινε πρὸς αὐτόν· γὰρ τοῦ λύγου ἁπτόμενος ἀκίνδυνος ἠν. ἐπιβουλευσάντων δὲ τῷ βασιλεὶ Ἀρταξέρξῃ δύο εὐνούχων αὐτοῦ, Βαρνάβαζος οἰκέτης τοῦ ἑτέρου, τὸ γένος ὢν Ἰουδαῖος, συνεὶς τὴν ἐπιβουλὴν τῷ Μαρδοχαίῳ ἀπήγγειλε, καὶ ὃς διὰ τῆς Ἑσθὴρ τῷ βασιλεῖ τοὺς ἐπιβούλους ἐμήνυσεν. δὲ τοὺς μὲν εὐνούχους ἀνεσταύρωσε, τοῦ δὲ Μαρδοχαίου τὸ ὄνομα ἐκέλευσεν ἐγγραφῆναι τοῖς ὑπομνήμασι καὶ προσμένειν τοῖς βασιλείοις αὐτόν.
§4.6.2 Αμὰν δὲ φίλον ὄντα τῷ βασιλεῖ ἐς τὰ μάλιστα ἅπαντες προσεκύνουν. Μαρδοχαίου δὲ μὴ προσκυνοῦντος διὰ τὸν νόμον αὐτόν, μαθὼν ὡς Ἰουδαῖός ἐστιν ἠγανάκτησε καὶ εἶπεν αὐτῷ ὡς οἶ μὲν ἐλεύθεροι Πέρσαι προσκυνοῦσιν αὐτόν, δὲ δοῦλος ὢν ἀπαξιοῖ τοῦτο ποιεῖν. προσελθὼν οὐν τῷ βασιλεῖ κατηγόρει τοῦ ἔθνους παντός, καὶ ᾔτει κελεῦσαι πρόρριζον ἀπολέσθαι αὐτὸ καὶ μή τι λείψανον αὐτοῦ καταλιπεῖν· ἵνα μέντοι μὴ ζημιωθῇ τοὺς φόρους αὐτῶν, αὐτὸς ἐπηγγείλατο δώσειν μυριάδας ἀργυρίου τέσσαρας. μὲν οὖν Ἀμὰν ᾔτει ταῦτα · δὲ βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ὥστε χρῆσθαι τούτοις ὡς βούλεται. αὐτίκα οὖν διάταγμα παρὰ τοῦ Ἀμὰν ἐπέμφθη εἰς πάντα τὰ ἔθνη ὡς ἐκ τοῦ βασιλέως, περιέχον ταῦτα. ‘‘τοὐς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμὰν κελεύω πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι, καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους.” τούτου κομισθέντος τοῦ γράμματος εἰς τὰς πόλεις καὶ τὰς χώρας, τῶν Ἰουδαίων ἀπώλεια ἡτοιμάζετο. εἶχον δὲ καὶ οἱ ἐν τοῖς Σούσοις ὁμοίως.
§4.6.3 Ο δὲ Μαρδοχαῖος μαθὼν τὸ γενόμενον, σάκκον ἐνδὺς καὶ καταχεάμενος σποδιὰν ἐβόα ὅτι μηδὲν ἀδικῆσαν ἔθνος ἀναιρεῖται. καὶ πρὸς τὰ βασίλεια ἐλθὼν ἐκτὸς ἵστατο· οὐ γὰρ ἐξῆν μετὰ τοιούτου σχήματος εἰσελθεῖν. γνοῦσα δὲ τοῦτο Ἐσθὴρ βασίλισσα, εὐνοῦχον πρὸς Μαρδοχαῖον ἀπέστειλε γνωσόμενον ὅτου χάριν πενθεῖ· δὲ τὰ συμβάντα τῷ εὐνούχῳ ἐγνώρισε, καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως τῇ Ἐσθὴρ ἐνετέλλετο. δὲ μαθοῦσα ταῦτα δηλοῖ αὐτῷ ὅτι, μὴ κληθεῖσα παρὰ τοῦ βασιλέως, δέδοικεν ὡς ἀποθανεῖται, εἰ ἄκλητος αὐτῷ προσέλθοι. Μαρδοχαῖος δὲ ἐδήλου αὐτῇ μὴ τὴν ἰδίαν σωτηρίαν σκοπεῖν, ἀλλὰ τὴν τοῦ ἔθνους · εἰ δ᾿ οὔ, ἔσεσθαι μὲν πάντως ἐκείνῳ βοήθειαν ἐκ θεοῦ, αὐτὴν δὲ καὶ τὸν πατρῷον οἶκον αὐτῆς διαφθαρήσεσθαι. δὲ ἐνετέλλετο αὐτῷ εἰς Σοῦσα πορευθέντι παρασκευάσαι τοὺς ἐκεῖ Ἰουδαίους νηστεῦσαι τρεῖς ἡμέρας ὑπὲρ αὐτῆς. καὶ Μαρδοχαῖος μὲν οὕτως ἐποίησεν, δἘσθὴρ ῥίψασα κατὰ γῆς ἑαυτὴν μετὰ πενθίμου ἐσθῆτος καὶ ἄτροφος ἐπὶ τρισὶν ἡμέραις διαμείνασα ἐδέετο τοῦ θεοῦ. μετὰ δὲ τὰς τρεῖς ἡμέρας κόσμον μετκμφιασαμένη βασίλειον, σὺν δυσὶ θεραπαινίσιν, ὧν τῇ μὲν κούφως ἦν ἐπερειδομένη, δὲ τὸ βαθὺ τοῦ χιτῶνος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃώρει δακτύλοις, ἧκε πρὸς τὸν κρατοῦντα, εἰσῄει δὲ μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τοῦ θρόνου βασιλικῶς καθεζομένου ἐγένετο, προσιδόντος αὐτὴν βλοσυρῶς, πάρεσις ὑπὸ δέους λαμβάνει αὐτήν, καὶ τῇ παρὰ πλευρὰν ἰούσῃ ἐπέπεσεν ἀχανής. δὲ βασιλεὺς δείσας περὶ τῇ γυναικί, τοῦ θεοῦ προμηθευσαμένου τοῦτο, ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενος καὶ θαρρεῖν ἐγκελευόμενος καὶ τὴν ῥάβδον ἐκτείνας αὐτοῦ τὴν χρυσῆν καὶ τὸ σκῆπτρον ἐνθέμενος ταῖς χερσὶν αὐτῆς. δὲ ἐντεῦθεν ἀναθαρσήσασα ἐφἑστίασιν αὐτὸν μετὰ τοῦ Ἀμὰν πρὸς αὐτὴν ἠξίου ἐλθεῖν. ὡς δὲ ἐπένευσε, καὶ παρῆσαν, ἐκέλευεν ἐκείνῃ 6 βασιλεὺς δηλοῦν , τι βούλεται· μηδενὸς γὰρ ἀτευκτήσειν. δὲ εἰς τὴν ἐπιοῦσαν φράζειν αὐτῷ τὴν βούλησιν ἔλεγεν, εἰ πάλιν πρὸς αὐτὴν μετὰ τοῦ Ἀμὰν ἐφἑστίασιν ἔλθοι. τοῦ δὲ βασιλέως ὑποσχομένου περιχαρὴς Ἀμὰν ἐξῄει· καὶ ἰδὼν τὸν Μαρδοχαῖον ἐν τῇ αὐλῇ ἠγανάκτησεν ὅτι μὴ αὐτῷ προσεκύνησε. καὶ οἴκοι ἐλθὼν πρὸς τὴν γυναῖκα καὶ τοὺς φίλους διηγεῖτο οἵκοι καὶ παρὰ τῆς βασιλίσσης ἀπολαύει τιμῆς καὶ ὡς ἄχθεται τὸν Μαρδοχαῖον βλέπων ἐν τῇ αὐλῇ. τῆς δὲ γυναικὸς αὐτοῦ κελεῦσαι κοπῆναι ξύλον πεντήκοντα πήχεων, καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι τὸν Μαρδοχαῖον, τὴν γνώμην ἀποδεξάμενος προσέταξε τοῖς οἰκέταις ξύλον ἑτοιμάσαι καὶ στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίου.
§4.6.4 Καὶ τὸ μὲν ἦν ἕτοιμον· δὲ θεὸς τῆς νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον τοῦ βασιλέως. δὲ ἀγρυπνῶν τὸν γραμματέα κομίσαντα τῶν ἰδίων πράξεων τὰ ὑπομνήματα ἀναγινώσκειν ἐκέλευσε. καὶ ἀναγινωσκομένων εὑρέθη μηνυτὴς Μαρδοχαῖος γενόμενος τῷ βασιλεῖ ἐπιβουλῆς εὐνούχων. φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβάντος ἐφἑτέραν πρᾶξιν, ἐπέσχεν βασιλεύς, πυθόμενος εἰ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὡς δἤκουσε μηδὲν εἶναι, τίς εἴη τῆς νυκτὸς ὥρα ἤρετο· μαθὼν δὲ ὡς ὄρθρος ἤδη ἐστίν, ἐκέλευσε τῶν φίλων ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν εἰσκαλεῖν. εὑρέθη δὲ Ἀμάν, ταχύνας ἵνα τὸν Μαρδοκαῖον αἰτήσηται. κληθέντι δὲ εἶπεν βασιλεύς ‘‘συμβούλευσόν μοι πῶς ἂν τιμήσαιμί τινα στεργόμενον ὑπἐμοῦ.” δὲ λογισάμενος, ἣν ἂν δῷ γνώμην, ὑπὲρ ἑαυτοῦ δώσειν, στέργεσθαι γὰρ αὐτὸν ὑπὸ τοῦ βασιλέως τῶν ἄλλων μᾶλλον, ”εἰ βούλοιοἔφητοῦτον δοξάσαι, ποίησον ἐφἵππου βαδίζειν τὴν αὐτήν σοι ἐσθῆτα φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα, καὶ προιόντα τῶν ἀναγκαίων σου φίλων ἕνα κηρύσσειν διὅλης τῆς πόλεως ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν βασιλεὺς τιμήσῃ. ἡσθεὶς οὑν τῇ παραινέσει ραινέσει βασιλεύςἐπιζήτησονφησί‘ “Μαρδοχαῖον τὸν Ἰουδαῖον, καὶ δοὺς ἐκείνῳ τὸν ἵππον καὶ στολὴν καὶ τὸ στρεπτόν, προάγων αὐτοῦ κήρυττε σὺ γάρ μοι φίλος ἀναγκαιότατος. ταῦτα δὲ αὐτῷ παρἐμοῦ ἔσται σώσαντί μου τὴν ψυχήν. τούτων ἀκούσας συνεχύθη, καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ὅμως ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ στρεπτόν. καὶ τὸν Μαρδοχαῖον πρὸ τῆς αὐλῆς εὑρὼν σάκκον ἐνδεδυμένον ἐκέλευεν ἐνδύσασθαι τὴν πορφύραν. δέκάκιστεεἶπενἀνθρώπων, οὕτως ἡμῶν ταῖς συμφοραῖς ἐγγελᾷς;” γνοὺς δὲ ὡς γέρας αὐτῷ ταῦτα ἀντὶ τῆς σωτηρίας παρέσχεν βασιλεύς, μηνύσαντι τὴν τῶν εὐνούχων ἐπιβουλήν, ἐνδύεται Β τὴν πορφύραν καὶ περιτίθεται τὸ περιαυχένιον, καὶ ἐπιβὰς τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν πόλιν, προϊόντος Ἀμὰν καὶ κηρύσσοντος ὅτι οὕτως τιμᾷ βασιλεὺς ὃν ἂν στέρξῃ.
§4.6.5 Ο μὲν οὑν τὴν πόλιν περιελθὼν πρὸς τὸν βασιλέα
§4.7.1 ἐπάνεισιν, Ἀμὰν δὲ οἴκοι ὑπέστρεψε καὶ τὰ συμβάντα κλαίων τῇ γυναικὶ διηγεῖτο. ἐν τούτοις ἡκον ἐκ τῆς Ἐσθὴρ εὐνοῦχοι, ἐπὶ τὸ δεῖπνον τὸν Ἀμὰν ἐπισπεύδοντες. εἶς δὲ τούτων ἰδὼν τὸν σταυρὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ μαθὼν παρά του τῶν οἰκετῶν ὡς ἐπὶ Μαρδοχαῖον τοῦτον ἡτοίμασαν πρὸς τιμωρίαν αἰτηθησόμενον, τότε μὲν ἀπῆλθεν, ὡς δ' εὐωχία πρὸς τέλος ἠν, ἐπέτρεπε τῇ βασιλίσσῃ λέγειν βασιλεὺς τίνα αἰτεῖ, δὲ τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο, καὶ μετὰ τοῦ ἔθνους ἔλεγεν ἐκδεδόσθαι καὶ αὐτὴ πρὸς ἀπώλειαν, καὶ τὸν Ἀμὰν ταῦτα ἐπῆγεν αἰτήσασθαι. ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως λέως καὶ ἐκπεπηδηκότος τοῦ συμποσίου, τῆς Ἐσθὴρ Ἀμὰν ἐδέετο· καὶ ἐπὶ τῆς κλίνης πεσόντος καὶ ἱκετεύοντος τὴν βασίλισσαν, ἐπεισελθὼν βασιλεύς κάκιστε εἶπε, “καὶ καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπιχειρεῖς;” ἐν τούτοις παρὼν εὐνοῦχος περὶ τοῦ σταυροῦ εἶπεν ὃν εἶδεν ἐπὶ Μαρδοχαῖον ἡτοιμασμένον. καὶ βασιλεὺς αὐτίκα κελεύει τὸν Ἀμὰν ἐπἐκείνου τοῦ σταυροῦ κρεμασθῆναι. καὶ μὲν οὕτως ἀπώλετο, τὴν δὲ οὐσίαν αὐτοῦ δῶρον ἔσχηκεν βασίλισσα. γνοὺς δὲ τὴν πρὸς Ἐσθὴρ τοῦ Μαρδοχαίου συγγένειαν βασιλεὺς δίδωσιν αὐτό τὸν δακτύλιον ὃν ἔδωκε πρὶν τῷ Ἀμάν. καὶ βασίλισσα τὴν κτῆσιν τῷ Μαρδοχαίῳ παρέσχετο, καὶ τοῦ κινδύνου ἀπαλλάξαι τὸ τῶν Ἑβραίων ἔθνος τοῦ βασιλεώς ἐδέετο. καὶ ὃς γράφειν βούλεται ἐξ ὀνόματος αὐτοῦ ἐφῆκε περὶ τοῦ ἔθνους. τὰ δὲ γραφέντα ἤσαν τοιαῦτα. τοῦ μὲν Ἀμὰν κατηγόρουν ὡς πονηροῦ καὶ ἀγνώμονος καὶ αἰτησαμένου ἔθνους ἀπώλειαν μηδὲν ἀδικήσαντος, τὸν δέ γε Μαρδοχαῖον σωτῆρα ἐκάλουν, καὶ τοὺς Ἰουδαίους τὸν ἄριστον πολιτευομένους τρόπον καὶ τὸν θεόν σεβομένους, καὶ οὐ μόνον σφάς τῆς τιμωρίας ἀπέλυον εἰς ἣν Ἀμὰν αὐτοὺς ἐξῃτήσατο, ἀλλὰ καὶ τιμῆς ἠξίουν καὶ τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετεἰρήνης ἐπέτρεπον, καὶ ἐδίδουν ἀμύνεσθαι τῇ τρισκαιδεκάτῃ ἑκάτῃ ἡμέρᾳ τοῦ δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, χοῦς αὐτοὺς ἀδικήσαντας, καὶ τοῖς τῶν χωρῶν σατράπαις ἐκέλευον βοηθεῖν αὐτοῖς, ἵνα τοὺς ἐχθροὺς μετελεύσονται .
§4.7.2 Οἱ δὲ ἐν Σούσοις Ἰουδαῖοι τὰ κατὰ τὸν Μαρδοχαῖον γνόντες, κοινὴν τὴν εὐπραγίαν ἡγήσαντο, καὶ κατὰ τὴν τρισκαιδεκάτην τοῦ Ἄδαρ μηνός, ὃς Μακεδόνας Δύστρος ὠνόμασται, οἵ τε ἐν Σούσοις Ἰουδαῖοι περὶ πεντακοσίους ἀπέκτειναν τῶν ἐχθρῶν, καὶ οἱ ἐν ταῖς ἄλλαις πόλεσί τε καὶ χώραις ἑπτακιδμυρίους καὶ πεντακισχιλίους ἀπώλεσαν. οἶ δ' ἐν Σούσοις καὶ τῇ ἐξῆς ἡμέρᾳ τριακοσίους διέφθειραν, τοῦτο αἰτησαμένης Ἐσθῆρ· καὶ οἱ δέκα τοῦ Ἀμὰν παῖδες ἀνεσταυρώθησαν, χαρισαμένου καὶ τοῦτο τοῦ βασιλέως αὐτῇ. τὴν δὲ τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ἑορτάσιμον τὸ ἔθνος ἅπαν ἐποίησε. καὶ ἔκτοτε τὰς ἡμέρας καὶ ἄμφω ἑορτάζουσι, φρουραίας ταύτας προσαγορεύοντες. δὲ Μαρδοχαῖος μέγας τε ἢν καὶ συνδιεῖπε τῷ βασιλεῖ τὴν ἀρχήν.
§4.7.3 Τῆς δἀρχιερωσύνης εἰς Ἰωάνναν μεταπεσούσης τὸν υἱὸν Ἰωδαί, ἀδελφὸς αὐτοῦ Ἰησοῦς, φίλος Βαγώα τοῦ στρατηγοῦ τῆς Ἀρταξέρξου δυνάμεως, ὑπόσχεσιν ἔσχε τὴν ἀρχιερωσύνην λαβεῖν. διὰ ταύτην γοῦν τὴν αἰτίαν Ἰωάννας παροξυνθεὶς ἐν τῷ ναῷ ἀνεῖλε τὸν ἀδελφόν. καὶ Βαγώας εὐθὺς ἐπιστὰς εἰς τὸν ναόν τε εἰσῆλθεν εἰπὼν ὡςεἰ οἱ τὸν φόνον ἐν τῷ ναῷ τολμήσαντες εἰσέρχονται ἐν αὐτῷ, κἀγὼ εἰσελεύσομαι καθαρώτερος τυγχάνων αὐτῶν,’ καὶ ἐπἔτεσιν ἑπτὰ τοὺς Ἰουδαίους ἐκάκωσε. τοῦ Ἰωάννα δὲ τὴν ζωὴν καταστρέψαντος διαδέχεται τὴν ἀρχιερωσύνην υἱὸς αὐτοῦ Ἰωάδ. ἢν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς, Σαναβαλέτης σατράπης Δαρείου τοῦ τελευταίου βασιλέως Περσῶν τὴν ἑαυτοῦ θυγατέρα συνῴκισε, Νικασὼ καλουμένην. οἱ δὲ τῶν Ιεροσολυμιτῶν λογάδες ἐστασίαζον, ὅτι ἀλλοφύλῳ συνῴκησεν τοῦ ἀρχιερέως ἀδελφός, καὶ διαζεύγνυσθαι ταύτης ἐκέλευον τοῦ θυσιαστηρίου ἀπέχεσθαι. δὲ πρὸς τὸν πενθερὸν ἀφικόμενος διηγήσατο ταῦτα. τοῦ δὲ Σαναβαλέτου καὶ τὴν ἱερωσύνην αὐτῷ τηρήσειν ὑπισχνουμένου καὶ ἀρχιερέα ἀποδείξειν καἲ ἡγεμόνα ὧν αὐτὸς ἦρχε τόπων, εἰ τῆς αὐτοῦ θυγατρὸς μὴ ἀπόσχοιτο, καὶ ναὸν οἰκοδομήσειν ἐπὶ τοῦ Γαριζὶν ὄρους, τῶν κατὰ Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον, τοῦ ἐν Ἱεροσολύμοις κρείττονα ἐπαγγελλομένου μετὰ γνώμης τοῦ βασιλέως Δαρείου, ἐπαρθεὶς τούτοις Μανασσῆς κατέμενε παρὰ τῶ Σαναβαλέτῃ. πολλῶν δὲ καὶ ἄλλων ἱερέων καὶ Ἰσραηλιτῶν τοιούτοις γάμοις ἐμπεπλεγμένων πάντες συνῃεσαν πρὸς τὸν Μανασσῆν. μὲν οὑν Σαναβαλέτης τῷ βασιλεῖ Δαρείω τὴν περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἐν Γαριζὶν ἀξίωσιν προσάγειν ἡτοίμαστο, δὲ τῷ Ἀλεξάνδρῳ συμβαλὼν ἐν Ἰσσῷ τῆς Κιλικίας καὶ ἡττηθεὶς ἔφυγεν. ἀπογνοὺς οὖν Σαναβαλέτης Δαρεῖον τῷ Ἀλεξάνδρῳ πρόσεισι σὺν ὀκτάκις χιλίοις τῶν ὑπαὐτόν, καὶ ἑαυτὸν καὶ τοὺς τόπους ὧν ἦρχεν ἔλεγε παραδιδόναι αὐτῷ. προσδεξαμένου δὲ τοῦ Ἀλεξάνδρου αὐτόν, θαρρῶν ἤδη περὶ τοῦ γαμβροῦ καὶ τῆς τοῦ ναοῦ ἀνεγέρσεως ἐν τῷ Γαριζὶν προσῆγεν ἀξίωσιν. καὶ ἐπιτραπεὶς τὴν οἰκοδομήν, σύν πάσῃ σπουδῇ τὸν ναὸν ᾠκοδόμησε, καὶ Μανασσῆν τὸν γαμβρὸν ἀρχιερέα κατέστησεν.
§4.8.1 Ἐπεὶ δὲ μνείαν τοῦ Ἀλεξάνδρου τῆς ἱστορίας λόγος πεποίηται, καλὸν καὶ τούτου τὰς πράξεις τε καὶ τὰ ἤθη καὶ ὅθεν κἀκ τίνων ἔφυ κατἐπιδρομὴν διηγήσασθαι, καὶ οὕτως αὖθις ἐπαναγαγεῖν τὸν λόγον πρὸς τὴν συνέχειαν· καὶ μᾶλλον ὅτι καὶ τοῖς Ἱεροσολύμοις οὗτος βασιλεὺς ἐπεδήμησε, καί τι θαύματος ἄξιον γέγονε πρὸς τὸν ἀρχιερέα καὶ τόν λαὸν ἐξ αὐτοῦ, καὶ αὐτός τι θεῖον ὅραμα διηγήσατο, ὡς Ἰώσηπος ἱστορεῖ· προι·ὼν λόγος μετὰ τὴν περὶ αὐτοὶ ἱστορίαν διδάξει.
§4.8.2 Οὗτος Φιλίππου μὲν ἦν τοῦ Μακεδόνων βασιέως υἱὸς ἐξ Ὀλυμπιάδος αὐτῷ γεννηθείς, μυθεύεται δὲ Ἄμμωνος εἶναι υἱός, ἐν εἴδει δράκοντος τῇ Ὀλυμπιάδι συνευνασθέντος· Ἄμμωνα δὲ τὸν Δία φασίν. ἀλλὰ τοῦτο μὲν μῦθοςλέγεται δὲ τὴν μητέρα αὐτοῦ πρὸ τῆς νυκτὸς τῷ Φιλίππῳ συγκατηυνάσθη ἐν ὀνείρῳ δόξαι κεραυνὸν ἐμπεσεῖν αὐτῆς τῇ γαστρί, κἀκ τούτου πῦρ ἐξαφθῆναι πολύ, καὶ τοῦτο πάντῃ φερόμενον διαλυθῆναι. μετὰ δὲ τὸν γάμον Φίλιππος καθὕπνους ἐδόκει σφραγῖδα τῇ γαστρὶ τῆς γυναικὸς ἐπιβαλεῖν, ἐγγεγλύφθαι δὲ τῇ σφραγῖδι λέοντα. οἶ μὲν οὖν ἄλλοι μάντεις ἄλλως τὸν ὄνειρον ἔκρινον, Ἀρίστανδρος δὲ κύειν ἔφη τὴν σφραγισθεῖσαν· μὴ γὰρ δὴ σφραγίζεσθαι τὰ κενά· θυμοειδῆ δἀποβήσεσθαι καὶ λεοντώδη τὸν τεχθησόμενον. ἐγεννήθη δὲ καθἣν ἡμέραν ἐν Ἐφέσῳ ναὸς τῆς Ἀρτέμιδος ἐνεπέπρηστο· ὅτε καί τινες ἐκεῖ παρόντες τῶν μάγων διαθέοντες ἄτην καὶ συμφορὰν βαρεῖαν τῆνἡμέραν ἐκείνην τῇ Ἀσίᾳ τεκεῖν ἔλεγον.
§4.8.3 Ἦν δὲ τὴν χρόαν λευκὸς Ἀλέξανδρος, λευκότης δ' ἐφοινίσσετο περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον, καὶ ἡδεῖά τις ἐκ τοῦ χρωτὸς αὐτοῦ ἀπέπνει ἀποφορὰ κἀκ τοῦ στόματος. τούτου δαἴτιον θερμότης ἂν εἴη τοῦ σώματος· πυρῶδες γὰρ ὄν καὶ πολύθερμον ἀνήλισκε τὰ ὑγρὰ καὶ οὐδὲν ἐπιπολάζαιν αὐτοῦ τῷ σώματι σηπεδονῶδες εἴα. παρενέφαινε δὲ παιδόθεν τὴν ἐμβρίθειαν τοῦ φρονήματος. ποδώκης γὰρ ὤν, πρὸς τοὺς ἐρομένους εἰ Ὀλυμπἰασιν ἀγωνίσεται στάδιον εἶπεν‘‘ “εἰ βασιλεῦσιν ἄντα γωνίσασθαι ἔμελλον.” εἰ δὲ πόλις τις τῶν ἐπιφανῶν ἁλοῦσα παρὰ τοῦ πατρὸς αὐτό ἀπηγγέλη ἐν μάχῃ νίκη γεγονυῖα περιφανής, ὥσπερ ἀχθόμενος τοῖς ἥλιξιν ἔλεγεν ὡςοὐδὲν ἐμοὶ σὺν ὑμίν πατὴρ ἀπολείψει λαμπρόν τι ἔργον ἐνδείξασθαι.’ τοῦ Βουκεφάλα δ' ἵππου κομισθέντος Φιλίππῳ τρισκαίδεκα ταλάντων τιμῆς, καὶ μήτε ἀναβάτην προσιεμένου, ὡς τῷ Φιλίππῳ ἐδείκνυτο, μήτε φωνὴν ὑπομένοντος, κἀντεῦθεν δυσχρήστου δόξαντος κομιδῇ, ”οἷον ἵππον Ἀλέξανδρος ἔφημὴ εἰδότες χρήσασθαι ἀποπέμπονται.” καὶ πατὴρ ἐπιτιμῶν αὐτῷ εἶπεσὺ δὲ χρήσασθαι δυνήσῃ αὐτῷ;” δἀπεκρίθηβέλτιον ἂν ἑτέρου τούτῳ χρησαίμην.” καὶ χρήσασθαι τῶ ἵππω ἐπιτραπείς, παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς τὸν ἥλιον, συνεὶς ἴσως ὅτι τῇ σκιᾷ πρὸ αὐτοῦ σαλευομένῃ ἐταράττετο. βραχὺ δὲ καταψήσας αὐτὸν ἀνέθορε καὶ ἐπέβη αὐτοῦ, καὶ παρακ·αλπάσας μικρὸν ἐφῆκε πρὸς δρόμον ἠγωνίων δοἱ βλέποντες. ἤδη δ' ἐπιστραφέντος σὺν φρονήματι καὶ χαρᾷ, οἱ μὲν περὶ Φίλιππον ἀνεβόησαν, ἐκεῖνος δὲ χαρμόσυνα προήνεγκε δάκρυα, καὶ φιλήσας τὸν παῖδαζήτει, τέκνον ἔφη, σοὶ βασιλείαν ἀνάλογον· Μακεδονία γάρ σε οὐ χωρεῖ.’ ἦν δὲ φύσις αὐτῷ δυσκίνητος μὲν ἐπιτασσομένῳ, εἰ δὲ λόγῳ τις αὐτὸν καὶ πειθοῖ μετῄει, πειθήνιος. ὡμίλησε δὲ τῷ Ἀριστοτέλει, μετασχὼν τασχὼν οὐ μόνον τοῦ ἠθικοῦ καὶ πολιτικοῦ λόγου, ἀλλὰ καὶ τῶν ἀπορρητοτέρων, οὑς οὐκ ἐκοινοῦντο πολλοῖς, ἐποπτικούς καὶ ἀκροαματικοὺς καλοῦντες αὐτούς. φέρεται γὰρ πρὸς Ἀριστοτέλην αὐτοῦ ἐπιστόλιον οὕτως ἔχονοὐχ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγωντίνι γὰρ τῶν ἄλλων διοίσομεν, εἰ καθοὓς ἐπαιδεύθημεν λόγους οὗτοι πάντων ἔσονται κοινοί;” δὲ ἀντεπέστειλεν ὡςἐκδέδονται καὶ οὐκ ἐκδέδονται,” διὰ τούτων δηλῶν τὴν ἀσάφειαν καὶ τὸ δυσκατάληπτον. καὶ τῆς ἰατρικῆς δὲ οὐ τὸ θεωρητικὸν μετῄει μόνον, ἀλλὰ καὶ τὴν πρᾶξιν αὐτήν. αὐτήν. ἑξκαιδεκέτης δὲ γεγονώς, καὶ τοῦ φρονήματος καὶ τῆς ἀνδρείας ἀπόπειραν ἤδη διδούς, ὑπερηγαπᾶτο πρὸς τοῦ πατρόςδιὰ δὲ τοὺς παρἡλικίαν ἔρωτας τοῦ Φιλίππου καὶ τὸ τῆς μητρὸς ζηλότυπον καὶ βαρύθυμον Ἀλέξανδρος ἔσχε πρὸς τὸν πατέρα διαφοράς.
§4.9.1 Παυσανίου δὲ τὸν Φίλιππον κτείναντος παρέλαβε τὴν βασιλείαν εἴκοσι τυγχάνων ἐτῶν. καὶ τεταραγμένων πάντοθεν τῇ ἀρχῇ τῶν πραγμάτων, τόλμῃ καὶ βάρει φρονήματος αὐτὰ ταχὺ κατεστήσατο, τὰς μὲν Θήβας ἑλὼν καὶ κατασκάψας καὶ τοὺς ἁλόντας Θηβαέων ἀποδόμενος, Ἀθηναίοις δέ γε σπεισάμενος. ὅτε καὶ Τιμόκλειαν γυναῖκα Θηβαίαν καὶ τῶν ἐπιφανῶν Θρᾷξ τις τῶν ἡγεμόνων κατᾐσχυνε βιασάμενος, ἕνος εἶτα περὶ χρημάτων ἀνέκρινεν. δὲ μόνον αὐτὸν ἀπολαβοῦσα εἰς φρέαρ ἀπήγαγεν, ἐν τούτῳ φαμένη τῶν κειμηλίων κατακρύψαι τὰ κάλλιστα. τοῦ δ' ἡγεμόνος ἐπικλιθέντος τῷ στομίῳ τοῦ φρέατος, ὦσεν αὐτὸν γυνὴ καταὐτοῦ καὶ λίθους ἄνωθεν βαλοῦσα ἔκτεινεν. ἣν δέσμιον πρὸς αὐτὸν ἀχθεῖσαν ἠρώτησεν Ἀλέξανδρος ἥτις εἴη. δὲ ἀτρέστως Θεαγένους εἰμὶ ἀδελφή ἀπεκρίνατο, “ὅς πρὸς Φίλιππον ᾑρέθη στρατηγὸς καὶ ὑπὲρ τῆς Ἑλλήνων ἐλευθερίας ἀγωνιζόμενος ἔπεσεν.’ ἀγάμενος οὖν τήν τε μεγαλοφροσύνην τῆς γυναικὸς Ἀλέξανδρος καὶ τὸ παράστημα τῆς ψυχῆς ἐλευθέραν σὺν τοῖς τέκνοις ἀπέλυσε. πρὸς Διογένην δὲ τὸν Σινωπέα περὶ Κόρινθον διατρίβοντα ἀπελθών, καὶ ἡλίῳ θαλπόμενον εὑρηκώς, ἠσπάσατό τε τὸν ἄνδρα καὶ εἴ τινος δέοιτο ἤρετο. δὲ τῆς τοῦ ἡλίου εἶπεν ἀλέας δεῖσθαι, καὶ μεταστῆναι αὐτὸν ἠξίου. ἀπιόντος δὲ τοῦ Ἀλεξάνδρου οἱ περὶ αὐτὸν κατεγέλων τοῦ Διογένους· δὲ πρὸς αὐτοὺς ἔφη, θαυμάζων τὸ ὑπεροπτικὸν τοῦ ἀνδρός, ὡς εἰ μὴ Ἀλέξανδρος ἥμην, Διογενὴς ἂν ἥμην.”
§4.9.2 Ὁρμήσας δὲ εἰς τὴν ἐν τῇ Ἀσίᾳ στρατείαν οὐ πρότερον τῆς νηὸς ἐπέβη πρὶν τῷ μὲν τῶν ἑταίρων ἀγρόν ἀπονεῖμαι, τῷ δὲ κώμην, τῷ δὲ πρόσοδον ἄλλην. τοῦ δὲ Περδίκκουτί δ’, βασιλεῦ, σεαυτῷ καταλείπεις; εἰπόντος, ‘τὰς ἐλπίδας ἐκεῖνος ἀντέφησε. διαβάντι δὲ τὸν Ἑλλήσποντον οἱ τοῦ Δαρείου σατράπαι μετὰ βαρείας δυνάμεως περὶ τὴν τοῦ Γρανίκου διάβασιν αὐτῷ συνηντήκεισαν. τῶν δὲ περὶ αὐτὸν τὸ βάθος δεδιότων τοῦ ποταμοῦ, τοῦ ῥοθίου τε τὴν φορὰν καὶ τὴν ἐπὶ τούτοις τῶν πολεμίων ἐπίθεδιν, ἐκεῖνος σὺν ἴλαις ἱππέων τρισκαίδεκα ἐμβάλλει τῷ ῥεύματι, πρὸς αὐτὸ ἀποκινδυνεύων καὶ πρὸς τοὺς ἐναντίους καὶ πρὸς ἀποβάσεις ὀχθώδεις καὶ ἀπορρῶγας. διὸ καὶ μανικῶς μᾶλλον, ἀλλοὐ στρατηγικῶς ἔδοξε τότε ποιήσασθαι τὴν διάβασιν. οὕτω δὲ διαβὰς φύρδην ἠναγκάζετο μάχεσθαι. καὶ πολλῶν πρὸς αὐτὸν ὡρμηκότων, ἦν γὰρ ἐκ τῶν ὅπλων διάδηλος, ἀκοντισθεὶς μὲν οὐκ ἐτρώθη, κοπίδι δὲ τὸ κράνος αὐτοῦ πλήξαντός τινος, μέχρι τοσούτου τοῦ κράνους καθίκετο πληγὴ ὡς καὶ τῶν τριχῶν αὐτοῦ παραψαῦσαι τὴν κοπίδα. τῆς μάχης δ' οὕτω σὺν συνιδταμένης τὸν Γράνικον αἱ Μακεδονικαὶ δυνάμεις διαβεβήκασι· καὶ οἱ τοῦ Δαρείου οὐκέτι ἀντεῖχον, ἀλλἔκλιναν εἶς φυγήν. ἐκ γοῦν τῆς μάχης ταύτης πολλή τις ἐγένετο πρὸς εὐτυχίαν τῷ Ἀλεξάνδρῳ φορά· εἵ τε γὰρ Σάρδεις οἱ προσεχώρησαν καὶ τἄλλα προσέθεντο. ἐντεῦθεν εἰς τὴν παραλίαν ἐτράπετο, καὶ τήν τε Παμφυλίαν ἔσχε καὶ Κιλικίαν τε καὶ Φοινίκην Πισιδίαν τε καὶ Φρυγίαν· εἶτα Παφλαγόνας καὶ Καππαδόκας ἐχειρώσατο.
§4.9.3 Δαρεῖος δὲ ἐκ Σούσων σὺν ἐξήκοντα μυριάσιν ὥρμησε, τῷ τε πλήθει τῆς στρατιᾶς ἐπηρμένος καὶ θράσος ἔχων ὡς δειλιῶντος Ἀλεξάνδρου, ὅτι ἐπὶ μακρὸν ἐκεῖνος ἐν Κιλικίᾳ διέτριβε. τὸ δὲ διὰ νόσον ἦν, ὅτε πρὸς τῶν ἄλλων μὲν ἀπέγνωστο ἰατρῶν, Φίλιππος δὲ μόνος Ἀκαρνὰν ἐθάρσησε φαρμακεῦσαι αὐτόν. τοῦ δὲ Παρμενίωνος φθάσαντος ἐπιστεῖλαι αὐτῷ ὑπὸ Δαρείου διεφθάρθαι τὸν Φίλιππον δωρεαῖς μεγάλαις καὶ ὑποσχέσεσιν, εἰ αὐτὸν ἀνέλοι, τὴν ἐπιστολὴν ἐπῆλθε καὶ μηδενὶ περὶ αὐτῆς ἐκφήνας εἶχε παρἑαυτῷ. ἄρτι δὲ τοῦ Φιλίππου τὴν κύλικα τοῦ φαρμάκου προσαγαγόντος αὐτῷ, αὐτὸς μὲν θαρρῶν ἐδέξατο ταύτην, ἐκείνῳ δὲ τὴν ἐπιστολὴν ἐνεχείρισε. καὶ μὲν ἔπινεν, δὲ ἀνεγίνωσκεν, ἐνορῶντες ἀλλήλοις, μὲν Ἀλέξανδρος ἐν ὄψει χαριέσσῃ καὶ ἱλαρᾷ, δὲ Φίλιππος ἐν περιδεεῖ καὶ τεθρυβημένῃ. τοῦ δὲ Δαρείου σπεύδοντος ἐπἈλέξανδρον, ἔν, ὡς ἔλεγε, μὴ ἀποδράσωσιν οἱ πολέμιοι, Μακεδὼν Ἀμύντας ὢν αὐτόμολος παραὐτῷ θάρρειἔφη, ‘ βασιλεῦ· οὐ γὰρ φεύξεται Ἀλέξανδρος, ἀλλὅσον ἤδη βαδιεῖται πρὸς δέ.”
§4.9.4 Ἐν Ἰσσῷ δὲ τῆς Κιλικίας τῆς μάχης συγκροτηθείσης, πολλὴν μὲν καὶ τόπος διὰ τὴν στένωσιν παρέσχε τῷ Ἀλεξάνδρῳ ῥοπήν, πλείω δαὐτὸς ἑαυτῷ δεξιῶς στρατηγήσας. ὅτε καὶ τὸν μηρὸν ἐπλήγη ξίφει, ἐν τοῖς προμάχοις ἀγωνιζόμενος. περιφανῶς δὲ νικήσας Δαρεῖον μὲν οὐχ εἶλε φυγόντα, τὸ ἅρμα δὲ καὶ τὸ τόξον αὐτοῦ ἔλαβε. τὸ δὲ Δαρείου στρατόπεδον διηρπάγη παρὰ τῶν Μακεδόνων, μέντοι τοῦ Δαρείου σκηνὴ τῷ Ἀλεξάνδρῳ ἐξῄρητο μετὰ τῆς θεραπείας καὶ τοῦ πλούτου καὶ τῆς ἄλλης παρασκευῆς. εἶτα τὴν μητέρα καὶ τὴν γυναῖκα Δαρείου καὶ δύο θυγατέρας αἰχμαλώτους ἄγεσθαί τις ἀγγέλλει αὐτῷ, ὀλολυζούσας ὡς τεθνηκότος Δαρείου, ἐπεὶ τὸ ἅρμα ἐκείνου καὶ τὰ τόξα ληφθέντα τεθέανται. περιπαθήσὰς δὲ πρὸς τὴν ἀγγελίαν διὰ τὸ τῆς τύχης ἀστάθμητον, πέμπει τινὰ πρὸς τὰς γυναῖκας ἐροῦντα ὅτι τε ζῇ Δαρεῖος καὶ ὅτι αὐταῖς οὐδὲν ἀηδὲς ἀπαντήσεται· οὐ γὰρ ἐχθρὸν ἡγεῖσθαι Δαρεῖον, ἀλλὑπὲρ τῆς βασιλείας αὐτῷ διαφέρεσθαι. οὔτε δὲ τῆς θεραπείας ἧς εἶχον ἀφείλετό τι οὔτε εἰς ὄψιν ἦλθεν αὐταῖς οὔτε παρά του ἀνάξιόν τι ταύτας παθεῖν προσδοκῆσαι ἠνέσχετο.
§4.10 Ἤδη δὲ νενικηκὼς ἐν Ἰσσῷ γέγονεν ἐγκρατὴς καὶ τῆς Δαμάσκου, ἔνθα οἱ Πέρσαι καὶ Δαρεῖος αὐτὸς τά τε χρήματα καὶ τῆς ἀποσκευῆς τὰ πλείω κατέλιπον. μετὰ δὲ ταῦτα τε Κύπρος καὶ Φοινίκη, τῆς Τύρου χωρίς, αὐτῷ ἐγκεχείριστο. δὲ Τόρος πολιορκίᾳ ἑάλω, διττοὺς ὀνείρους ἐν τῷ ταύτην πολιορκεῖν τοῦ Ἀλεξάνδρου θεασαμένου· ἐδόκει γὰρ Ἡρακλῆς καλῶν αὐτὸν ἐκ τοῦ τείχους καὶ δεξιούμενος· δ ἕτερος ὄνειρος Σάτυρον αὐτῷ ἐδείκνυ προσπαίζοντα, καὶ βουλομένου συσχεῖν διαφεύγοντα, ὀψὲ δὲ εἰς χεῖρας ἐλθόντα αὐτῷ. ἐκρίθη δοὗτος ὄνειρος δηλοῦν αὐτῷ κατὰ διαίρεσιν τοῦ ὀνόματος ὡς σὰ Τυρὸς ἔσται.” εἶτα τὴν Γάζαν πολιορκῶν, πόλιν τῆς Συρίας μεγάλην, ἐπλήγη τὸν ὦμον λίθῳ, τὴν δὲ πόλιν κατέσχε. κυριεύσας δὲ τῆς Αίγύπτου ἠβουλήθη πόλιν ἐν αὐτῇ Ἑλληνίδα εἰς ὄνομα οἰκεῖον ἱδρύσασθαι, καί τινα τόπον ἤδη τῇ πόλει ἀφώρισε. κοιμωμένῳ δὲ ἀνὴρ ἔδοξεν ἐπιστῆναι πολιός τε καὶ γεραρός, εἶναι δὲ τὸν φανέντα τὸν Ὅμηρον, καὶ λέγειν τὰ ἔπη ταῦτα, νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ Αἰγύπτου προπάροιθε· Φάρον δέ κικλήσκουσιν. ἀναθορὼν οὖν αὐτίκα πρὸς τὴν Φάρον ἀφίκετο, καὶ τῇ τοῦ τόπου ἀρεσθεὶς εὐφυίᾳ ἐκεῖ τὴν πόλιν ἱδρύσατο, ἠπειρώσας αὐτὴν διὰ χώματος, νῆσον οὖσαν τό πρότερον. λέγεται δὲ ὡς ἡσθεὶς τῇ τοῦ τόπου φυσικῇ ἐπιτηδειότητι ἔφη ὡς Ὅμηρος ἄρα τἄλλα τε μέγας ἦν καὶ ἀρχιτέκτων σοφός. εἰς Ἄμμωνος δὲ ἱερὸν ἀπιὼν διἀνύδρου καὶ ἀμμώδους τόπου, τὴν αὐτῷ παρομαρτοῦσαν ἐν ἅπασιν εὐτυχίαν εὗρε κἀκεῖ τὸ ἐργῶδες τῆς πορείας ἐκείνης ἐπικουφίζουσαν. ὑετοὶ γὰρ γενόμενοι τὸν ἐκ τῆς ἀνυδρίας κίνδυνον διεκρούσαντο καὶ τὸν ἀέρα εὐκραῆ πεποιήκασιν, ὑγρανθείσης τῆς ἄμμου καὶ συμπιληθείσης ἐκ τῆς ὑγρότητος. τῶν δὲ τῆς ὁδοῦ γνωρισμάτων συγχυδέντων οἱ ταύτης ἡγεμόνες πεπλάνηντο· κόρακες δὲ ὑπεριπτάμενοι τῆς πορείας ἡγοῦντο τοῖς μεταὐτοῦ, καὶ εἴ τινες βραδυποροῦντες ὑπελιμπάνοντο, νυκτὸς ἐκείνους ταῖς κλαγγαῖς ἀνεκόμιζον. οὕτω δὲ διελθόντι τῆς πορείας τὸ δύσεργον, καὶ εἰς Ἄμμωνος φθάσαντι, ἐκεῖ προφήτης Ἕλληνι φωνῇ θέλων προσφωνῆσαι αὐτῷ, ἐβαρβάρισε περὶ τό τέλος τὸ πρόσρημα, παιδίος ἀντὶ τοῦ παιδίον εἰπών. καὶ βαρβαρισμὸς δόξαν πολλοῖς παρέσχε τοῦ ἐκ θεῶν τοῦ Ἀλεξάνδρου γεγονέναι τὴν γένεσιν, διαδοθέντος λόγου ὅτι παῖ Δῖός προφήτης εἶπεν αὐτῷ. κἀκεῖνος πρὸς μὲν τοὺς βαρβάρους ἐμεγαλαύχει τὴν γένεσιν τὴν ἐκ τοῦ θεοῦ, ὡς καὶ τὴν Ὀλυμπιάδα λέγειν οὐ παύσεται διαβάλλων με πρὸς τὴν Ἥραν Ἀλέξανδρος;” πρὸς δὲ τοὺς Ἕλληνας τοῦ λόγου ἐφείδετο. βέλει δέ ποτε τρωθείς, αἵματος ἐκ τῆς πληγῆς καταρρέοντςτὸ ῥέον εἶπεν αἷμα καὶ οὐκ ἰχὼρ οἶός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν.” ὡς δὲ Δαρεῖος ἐπέστειλεν αὐτῷ, μύρια μὲν τάλαντα διδοὺς λύτρον τῶν φιλτάτων αὐτοῦ καὶ τῆς ἐντὸς Εὐφράτου πάσης αὐτῷ ἐξιστάμενος καὶ φίλον αὐτὸν ποιούμενος μίαν τῶν θυγατέρων αὐτοῦ γήμαντα, Παρμενίων εἰ Ἀλέξανδροςεἶπεν ‘‘ἤμην, ἔλαβον ἀνταύτα κἄγω ἔφη νὴ Δία, εἰ Παρμενίων. ἀντεπέστειλε δὲ τῷ Δαρείω, εἰ πρὸς αὐτὸν ἀφίκηται, μή τινος ἀτυχῆσαι τῶν φιλανθρώπων. ἀποδρὰς δέ τις τῶν εὐνούχων τῆς γυναικὸς Δαρείου, καὶ πρὸς ἐκεῖνον διασωθείς, τὸν θάνατον τῆς βασιλίσσης ἀπήγγειλεν· ἔφθη γὰρ θανοῦσα ἐκ τοκετοῦ. Δαρεῖος δὲ ἀνεκλαύσατο, φήσας ὅτι οὐ μόνον αἰχμάλωτος βασίλισσα γέγονεν, ἀλλὰ καὶ ταφῆς βασιλικῆς οὐ τετύχηκε. καὶ εὐνοῦχος ἀλλὰ θάρρει, δέσποτα,” ἔφη. οὔτε γὰρ ζῶσά μου δέσποινα καὶ μήτηρ σὴ καὶ τὰ τέκνα κακοῦ τινος ἐπειράθησαν, οὔτἀποθανοῦσα ταφῆς ἐκείνη πρεπούσης ἠμοίρησεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσι.” τούτοις Δαρεῖος εἰς ὑποψίας ἀτόπους ἐνέπεσε, καὶ τὸν εὐνοῦχον ἰδίᾳ παραλαβών, ὅρκοις προκατελάμβανεν εἰπεῖν, εἰ τις περὶ τὴν γυναῖκα γέγονε τῷ Ἀλεξάνδρῳ ἐμπάθεια. πώς γάρἔλεγε παρἐχθροῦ καὶ νέου ἀνδρὸς πολεμίου γυνή, ὡς ἔφης, οὕτω τετίμηται; δεὐνοῦχος τὸν λόγον ἐγκόψας εὐφήμει, δέσποτα, ἔφηκαὶ μήτε τὴν γυναῖκα καταίσχυνε μήταὖ κακηγόρει Ἀλέξανδρον, ὃς πλέον ταῖς Περσίσι τὸ σῶφρον τοῖς Πέρσαις τὸ γενναῖον ἐνέφηνε·καὶ ὅρκοις τοὺς λόγους ἐβεβαίου, περὶ τῆς ἐγκρατείας Ἀλεξάνδρου καὶ τῆς ἄλλης ἀρετῆς διηγούμενος. καὶ Δαρεῖος ηὔχετο δυνηθῆναι ἀμείψασθαι τὸν Ἀλέξανδρον ὧν εἰς τὰ φίλτατα καλόν ἐνεδείξατο, μὴ ἄλλον εἰς τὸν Κύρου καθίσαι θρόνον τὸν Ἀλέξανδρον.
§4.11.1 Ἤδη δὲ τὴν ἐντὸς Εὐφράτου χώραν παρειληφὼς Ἀλέξανδρος ἐπὶ Δαρεῖον ἀπῄει ἑκατὸν μυριάδας στρατοῦ ἐπαγόμενον. ὡς δ' ἐν ὄψει ἀλλήλων ἐγένοντο τὰ στρατεύματα, καὶ νὺξ ἦν, καὶ τὸ μεταξὺ πεδίον τὰ πυρὰ τῶν βαρβάρων κάτε λάμπον, καὶ θόρυβος ἐκ τοῦ στρατοπέδου προσήχει πολύς, Παρμενίων καὶ ἄλλοι τῶν ἑταίρων τινὲς ἐκπλαγέντες τὸ πλῆθος συνεβούλευον Ἀλεξάνδρῳ νυκτὸς ἐπιθέσθαι τοῖς πολεμίοις· μὴ γὰρ ἂν δυνηθῆναι κατὰ συστάδην ἀντιστῆναι τοσούτῳ στρατεύματι. δέοὐ κλέπτω τὴν νίκηνεἶπε· τῇ δἐπιούσῃ τῆς μάχης συγκροτηθείσης, ὡς μέν τινές φασιν, ἐν Ἀρβήλοις, ὡς δ ἕτεροι, ἐν Γαυδαμήλοις, οἱ βάρβαροι ἐν ἔκλιναν, καὶ ἦν αὐτῶν διωγμός. Ἀλέξανδρος δὲ πόρρωθεν τὸν Δαρεῖον ἰδὼν ἐφἅρματος ὑψηλοῦ, ἱππόταις πλείστοις καὶ λαμπρῶς ὡπλισμένοις περικυκλούμενον, ἐκεῖ συνώθει τοὺς φεύγοντας, ὥστε τούτοις συνταράξαι τοὺς μένοντας καὶ πολλοὺς σκεδάσαι αὐτῶν. πολλῶν δὲ πεσόντων τοῦ Δαρείου ἐνώπιον, ὡς οὐκ ἦν ἐξελάσαι τὸ ἅρμα τοῖς πτώμασι συνεχόμενον, τούτου μὲν ἀπέβη Δαρεῖος, θήλειαν δἵππον ἀναβεβηκὼς ἔφυγεν. ἑάλω δἄν, εἰ μὴ Παρμενίων τὸν Ἀλέξανδρον μετεπέμψατο ἐπαρήξοντα τῷ καταὐτὸν κέρατι πονουμένῳ.
§4.11.2–4.22.2
§4.11.2 μὲν ουν νίκη λαμπρὰ τῷ Ἀλεξάνδρῳ προσγέγονεν, δὲ Περσῶν βασιλεία ἐντεῦθεν καθῄρητο, Ἀλέξανδρος δὲ τῆς Ἀσίας βασιλεὺς ἀνηγόρευτο καὶ ἐπ᾿ αὐτῷ Βαβυλωνία πᾶσα ἐγένετο. Σούσων δὲ κρατήσας τετρακισμύρια τάλαντα νομίσματος κατὰ τὰ βασίλεια εὕρηκε καὶ ἄλλων χρημάτων ἀμυθήτων πολυτέλειαν. κυριεύσας δὲ καὶ τῆς Περσίδος νομίσματος εὗρε πλῆθος ὅσον ἐν Σούσοις. τὸν ἄλλον δὲ πλοῦτον ἱστοροῦσιν ἐκκομισθῆναι μυρίοις ὀρικοῖς ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις. ἐμπρήσας δὲ τὰ βασίλεια, ταχὺ μετεμελήθη καὶ κατασβεσθῆναι ταῦτα προσέταξε. μεγαλόδωρος δὲ τυγχάνων, ἔτι μᾶλλον ἐπεδίδου πρὸς τοῦτο τόν πραγμάτων αὐξομένων αὐτῷ. ὁρῶν δὲ τοὺς περὶ αὐτὸν τρυφῶντας καὶ ταῖς διαίταις πολυτελεῖς, καθήψατο πρᾴως αὐτῶν, θαυμάζειν εἰπὼν εἰ μὴ ἔμαθον ἐκ συγκρίσεως τοῦ Περσῶν βίου πρὸς τὸν σφέτερον ὅτι δουλικώτατον μέν ἐστι τὸ τρυφᾶν, τὸ δὲ πονεῖν ἀρχικώτατον. αὐτὸς μέντοι οὐκ ἐνεδίδου καὶ στρατείαις καὶ θήραις πονῶν. οἱ δ᾿ ἑταῖροι αὐτοῦ διὰ πλοῦτον τρυφάν βουλόμενοι, συνέπεσθαι δέ οἱ ἀναγκαζόμενοι, εἰς τὸ βλασφημεῖν αὐτὸν προῄεσαν. δὲ πρᾴως ἔφερε τὴν ἀρχὴν τὰς βλασφημίας, λέγων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὐεργετοῦντα. ὕστερον μέντοι αὐτὸν αἱ πολλαὶ διαβολαὶ ἐξετράχυναν καὶ πρὸς τοὺς βλασφημοῦντας αὐτὸν χαλεπὸν γενέσθαι καὶ ἀπαραίτητον παρεσκεύασαν. καίτοι πρῴην, ὅτε θανατικῶν ἠκροᾶτο δικῶν, εἰώθει τῷ ἑνὶ τῶν ὤτων τὴν χεῖρα ἐπιτιθέναι, ὡς ἄψαυστον αὐτὸ τῷ κατηγορουμένῳ τηρῶν καὶ τῆς κατηγορίας ἀμέθεκτον.
§4.11.3 Ἐξελαύνων δ᾿ ἐπὶ Δαρεῖον μετὰ τρισχιλίων ἐφ᾿ ἡμέρας πλείους ἐδίωκεν, ὡς ἀπαγορεῦσαι τοὺς πλείονᾶς διά τε τὴν χαλεπότητα τῆς ὁδοῦ καὶ τὴν ἀνυδρίαν. ὅτε Μακεδόνες τινὲς ἐν ἀσκοῖς ὕδωρ κομίζοντες αὐτῷ συνήντησαν, καὶ πλήσαντες κράνος προσήνεγκαν αὐτῷ κακῶς ὑπὸ δίψους διακειμένῳ· δὲ τὸ κράνος λαβών, καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἰδὼν ἀποβλέποντας, οὐκ ἔπιεν, ἀλλἐπέδωκε τοῖς δοῦσιν αὐτό, εἰπὼν ὡς εἰ ἐγῶ πίομαι μόνος, ἀθυμήσουσιν οὗτοι.” ἐμβαλὼν δὲ ἤδη τοῖς πολεμίοις, τὸ μὲν στρατόπεδον αὐτῶν παρῆλθε, τὸν δὲ Δαρεῖον ἠπείγετο καταλήψεσθαι. δ' ἔκειτο ἐν ἁρμαμάξῃ τραυμάτων κατάπλεως καὶ ἤδη ἐκλείπων. αἰτήσας δὲ ὕδωρ καὶ πιὼν εἶπε πρὸς τὸν δόντα Πολύστρατοντοῦτό μοι πέρας δυστυχίας ἀπάσης, ὅτι εὖ παθὼν ἀμείψασθαί σε οὐ δύναμαι· Ἀλέξανδρος δέ σοι τὴν χάριν ἀνταποδοίη, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυναῖκα ναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας.” καὶ ἐπὶ τούτοις ἐξέλιπεν. ἐπιστὰς δὲ αὐτῶ θανόντι Ἀλέξανδρος τῇ ἑαυτοῦ χλαμύδι τὸν ἐκείνου νεκρὸν περιέστειλε καὶ πρὸς τὴν μητέρα βασιλικῶς κεκοσμημένον ἀπέστειλε. τὸν δὲ Βῆσσον, ὃς ἐκεῖνον ἀνεῖλε, διεσφενδόνησε, δυσὶ βίᾳ κλιθεῖσι δένδροις προσαρτηθῆναι κελεύσας αὐτόν, εἶτα μεθεῖναι τὰ δένδρα καὶ οὕτω διασπασθῆναι τὸν ἄνθρωπον, ἑκάστου τῶν δένδρων μετὰ σφοδρότητος εἰς τὴν κατὰ φύσιν ὡρμηκότος ἀνάτασιν. εἰς Ὑρκανίαν δὲ ἀπιὼν περὶ τὸ Ὑρκάνιον πέλαγος, καὶ Κάσπιον λέγεται, βαρβάρων τινῶν τὸν ἵππον αὐτοῦ τὸν Βουκεφάλαν ἀφελομένων ἐβαρυθύμησε, καὶ πέμψας ἠπείλησε πάντας ἀποκτενεῖν, εἰ μὴ τὸν ἵππον αὐτῷ ἀναπέμψειαν· οἱ δὲ καὶ τὸν ἐκόμισαν ἐκόμισαν καὶ ἑαυτοὺς αὐτῷ ἐνεχείρισαν.
§4.12.1 Εντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύγνυσιν, ἔνθα πρῶτον βαρβαρικὴν στολὴν ἐνεδύσατο, τῆς μὲν Μηδικῆς ἀτυφοτέραν, τῆς δὲ Περσικῆς σοβαρωτέραν ἐδόκει δὲ τοῖς Μακεδόσι τὸ θέαμα φορτικόν. ἐπιλεξάμενος δὲ τρισμυρίους παῖδας τῶν αἰχμαλώτων ἐκέλευσε γράμματα σφᾶς Ἑλληνικὰ ἐκδιδάσκεσθαι καὶ κατὰ Μακεδόνας ὁπλίζεσθαι. τῆς Ῥωξάνης δὲ ὡραίας ἐρασθεὶς γυναικὸς οὐκ ἄλλως αὐτῇ προσῆλθεν κατὰ νόμον. τῶν δὲ φίλων αὐτοῦ τὸν μὲν Ἡφαιστίωνα, ἐπαινοῦντα τὴν στολὴν ἣν ἐνέδυ καὶ ὁμοίως αὐτῷ μεταμφιασάμενον, φιλαλέξανδρον ἐκάλει, τὸν δὲ Κρατερόν, μὴ παρεξιόντα τὰ πάτρια, φιλοβασιλέα· καὶ τῷ μὲν πρὸς τοὺς βαρβάρους ἐκέχρητο, διὰ δὲ τοῦ Κρατεροῦ τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησιν ἐχρημάτιζε. Φιλώταν δὲ τὸν υἱὸν Παρμενίωνος, μεγαλαυχοῦντα ὡς παραὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ τῶν κατορθωμάτων γινομένων, καὶ μειράκιον τὸν Ἀλέξανδορον ὀνομάζοντα, εἶτα καὶ ἐπιβουλεύοντα γνοὺς ἀνεῖλε. πέμψας δὲ εἰς Μηδίαν καὶ τὸν πατέρα αὐτοῦ, ἐκεῖ γὰρ ἢν, προσαπέκτεινε. καὶ τὸν Κλεῖτον δὲ τῶν ἑταίρων ἕνα τυγχάνοντα, παρὰ πότον ᾁδομένων ποιημάτων εἴς τινας στρατηγοὺς πεποιημένων ἔναγχος ἡττηθέντας ὑπὸ βαρβάρων, καὶ τοῦ ᾿Αλεξάνδρου ἡδέως αὐτῶν ἀκούοντος, τραχυνόμενον καὶ ἀγανακτοῦντα καὶ μεγαλαυχοῦντα ὑπαὐθαδείας καὶ μέθης καὶ καταὐτοῦ βλασφημοῦντα πρῶτον μὲν μήλῳ ἔβαλεν, ἔτι δἀναιδευόμενόν τε καὶ θρασυνόμενον καὶ τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα λέγοντα οἴμοι, καθΕλλάδ ὡς κάκως νομίζεται καὶ τὰ λοιπὰ ὑπερζέσας θυμῷ Ἀλέξανδρος αἰχμῇ διελάσας ἀπέκτεινεν. αὐτίκα δὲ τοῦ θυμοῦ παυθέντος μεταμεληθεὶς ὥρμησε καὶ ἑαυτὸν ἀνελεῖν, ἐπεσχέθη μέντοι παρὰ τῶν σωματοφυλάκων, καὶ εἰσηνέχθη πρὸς θάλαμον, ἔνθα τὴν νύκτα καὶ τὴν μεταὐτὴν ἡμέραν ἐν θρήνοις διαγαγὼν ἀπειρηκὼς ἔκειτο ἄναυδος, στένων μόνον βαρύτατα. καὶ τῶν φίλων εἰσιόντων πρὸς αὐτὸν οὐ προσίετο τοὺ τοὺς λόγους αὐτῶν. Ἀριστάνδρου δὲ τοῦ μάντεως ὄψεως αὐτὸν ἀναμνήσαντος ἣν εἶδε περὶ τοῦ Κλείτου καί τινων σημείων ἐκείνῳ γενομένων, καὶ εἱμαρτὸν εἶναι τὸ γενόμενον λέγοντος, ἤρξατο ἐνδιδόναι.
§4.12.2 Μέλλων δὲ εἰς τὴν Ἰνδικὴν ἐμβάλλειν, συνεσκευασμένων τῶν ἁμαξῶν πρώταις μὲν ταῖς οἰκείαις ἐνῆκε πῦρ, εἶτα καὶ ταῖς τῶν φίλων, καὶ μετὰ ταῦτα καὶ τὰς τῶν Μακεδόνων καταπρῆσαι ἐκέλευσε. τοῦτο δὲ γεγονὸς ὀλίγους μὲν ἐλύπησεν, οἶ δὲ λοιποὶ βοῇ καὶ ἐνθουσιασμῷ πρὸς τὸ ἔργον ὡρμήκασι καὶ τὸν Ἀλέξανδρον προθυμίας πρὸς τὴν στρατείαν ἐνέπλησαν. ἤδη δὲ καὶ φοβερὸς ἣν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ συνέπεσον κίνδυνοι καὶ νεανικοῖς ἀπήντησε τραύμασι, τὴν δὲ πλείστην φθορὰν τῆς στρατιᾶς ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο. αὐτὸς δὲ διὰ τόλμαν οὐδὲν ᾤετο τοῖς θαρσαλέοις ἀνάλωτον οὐδέ τι ὀχυρὸν τοῖς ἀτόλμοις. πέτρᾳ δέ τινι ἀποτόμῳ προσβαλὼν σὺν τοῖς νεωτέροις τῶν Μακεδόνων, Ἀλέξανδρόν τινα ἐν τούτοις καλούμενον προσαγορεύσας ‘‘ἀλλὰ σοί γε εἶπε καὶ διὰ τὴν κλῆσιν ἀνδραγαθεῖν προσήκε.” ήκει. ποταμὸν δὲ βαθὺν τῶν Μακεδόνων περᾶν ὀκνούντωντί γάρ εἶπεν κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον; ὡς δὲ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις πρὸς αὐτόν, πρεσβύτατος αὐτῶν Ἄκουφις τοὔνομα ἠρώτησε τί ἂν ποιοῦντες φίλοι αὐτοῦ λογίζοιντο· δὲ Ἀλέξανδροςεἰ σὲ μένεἶπεναἱρήσονται ἄρχοντα, ἐμοὶ δὲ πέμψουσιν ἄνδρας ἑκατὸν τοὺς ἀρίστους..” γελάσας οὖν πρὸς ταῦτα Ἄκουφιςἀλλὰ βέλτιονεἶπεν ‘‘ἄρξω, βασιλεῦ, εἰ τοὺς κακίστους σοι καὶ μὴ τοὺς ἀρίστους στελῶ.”
§4.13.1 μέντοι Ταξίλης μοίρας ἄρχων τῆς Ἰνδικῆς παμφόρου τε καὶ εὐδαίμονος, οὐκ ἀποδεούσης Αἰγύπτου, σοφὸς δὲ ὤν ἀνήρ, πέμψας ἠσπάσατο τὸν Ἀλέξανδρον καί τί δεῖ πολέμων ἡμῖν ἔφη, “εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν; τοῖς δ' ἄλλοις εἰ μὲν κρείττων , ἕτοιμός εἰμι εὖ ποιεῖν, εἰ δὲ ἥττων, οὐ φεύγω χάριν ἔχειν εὖ παδών.” ἡσθεὶς οὖν ἐπὶ τούτοις Ἀλέξανδροςἐλώφησίνἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ὥς μου χρηστὸς ὢν μὴ περιλένῃ.” λαβὼν δὲ δῶρα πολλὰ καὶ πλείονα παρασχὼν τέλος χίλια τάλαντα νομίσματος αὐτῷ ἐδωρήσατο. σπεισάμενος δἑ τινι πόλει τῶν Ἰνδικῶν, ἀπιόντας ἐκεῖθεν τοὺς ἐν αὐτῇ μισθοφοροῦντας τῶν μαχιμωτάτων Ἰνδῶν ἀπέτεινεν ἅπαντας· τοῖς αὐτοῦ πολεμικοῖς ἔργοις οἷά τις κηλὶς πρόσεστιν. εἶτα πρὸς Πῶρον ἐμαχέσατο, καὶ τοῦτον χώρας Ἰνδικῆς βασιλεύοντα, τὸ μέγεθος τοῦ σώματος ἔχοντα εἰς τέσσαρας πήχεις ἀνατρέχον καὶ σπιθαμήν. τοῦτον νικήσας καὶ ζῶντα λαβὼν Ἀλέξανδρος ἠρώτησε πῶς ἂν αὐτῷ χρήσαιτο, δέβασιλικῶςἀπεκρίνατο· πυνθανομένου δ' ἔτι τοῦ Ἀλεξάνδρου εἴ τι καὶ ἕτερον λέγει, Πῶροςπάντα ἔφητῷ βασιλικῶς ἔνστιν.” ἀφῆκεν οὖν αὐτὸν καὶ ἄρχειν δέδωκε, σατράπην ὀνομαζόμενον, οὐ μόνον ὧν ἦρχε πρῴην, ἀλλὰ καὶ ἄλλων πολλῶν. ἐν ταύτῃ τῇ μάχῃ καὶ Βουκεφάλας τρωθεὶς μετὰ καιρὸν ἐτελεύτησεν, ἤδη ὑπέργηρως γεγονώς. δὲ Ἀλέξανδρος ἤλγησεν ὥς τινα φίλον ἀποβαλών.
§4.13.2 Οἱ μέντοι Μακεδόνες ἐν τῇ πρὸς Πῶρον μάχῃ πεπονηκότες οὐκ ἐπείθοντο Ἀλεξάνδρῳ καὶ τὸν Γάγγην ποταμὸν περᾶσαι βιαζομένῳ, εὖρος μὲν ἔχοντα σταδίους τριάκοντα πρὸς δυσί, βάθος δὲ ὀργυιὰς ἑκατόν. δὲ δυσθυμήσας ἀπρόϊτος ἐν τῇ σκηνῇ ἔμενεν, ἥττης λογιζόμενος συγκατάθεσιν τὸ τὸν Γάγγην μὴ παρελθεῖν. τῶν δὲ φίλων παρακαλούντων καὶ τῶν στρατιωτῶν ἀντιβολούντων μετὰ κλαυθμοῦ, ἐνδέδωκέ τε καὶ ἀνεζεύγνυε. πολλὰ δὲ πορθμεῖα καὶ σχεδίας πηξάμενος ἐκομίζετο διὰ τῶν ποταμῶν, θέλων τὴν ἔξω θάλασσαν ἐπιδεῖν· καὶ παραπλέων ἀπέβαινε καὶ πόλεις ἐχειροῦτο. ἐν δὲ Μαλλοῖς γεγονώς, μαχιμωτάτοις οὖσιν Ἰνδῶν, μικροῦ ἐκινδύνευσε. πρῶτος γὰρ διὰ κλίμακος ἐπὶ τὸ τεῖχος ἀναβάς, τῆς κλίμακος συντριβείσης καὶ τῶν πολεμίων ἐπιτιθεμένων καὶ βαλλόντων αὐτόν, συστρέψας ἑαυτὸν εἰς μέσους ἄνωθεν ἀφῆκε τοὺς ἐναντίους· καὶ κατὰ τύχην ὀρθὸς ἔστη. καὶ τὸ μὲν πρῶτον οἱ βάρβαροι ἐσκεδάσθησαν, ἰδόντες δὲ αὐτὸν καὶ δύο μόνους ὑπασπιστάς , ἐπαναστραφέντες ἠμύνοντο καὶ ἀγχεμάχοις ὅπλοις ἐτίτρωσκον. εἷς δ᾿ ἀποστὰς βέλει ἐκ τόξου βαλὼν αὐτὸν τοῖς περὶ τὸν μαζὸν ὀστέοις τὸ βέλος ἐνέπειρε, καὶ οὕτως αὐτοῦ καθίκετο πληγὴ ὡς ἐνδοῦναί τε καὶ καμφθῆναι· ὅθεν βαλὼν αὐτὸν μετὰ ξίφους ἐπέδραμε. Πευκέστας δὲ καὶ Λιμναῖος ὑπερασπίσαντες καὶ ἄμφω ἐτρώθησαν· καὶ μὲν τέθνηκε, Πευκέστας δὲ ἔτι ἠμύνετο, τὸν δὲ τρώσαντα αὐτὸν βάρβαρον ἀνεῖλεν Ἀλέξανδρος. πολλαχοῦ δὲ τρωθείς, εἶτα καὶ κατὰ τοῦ τένοντος ὑπέρῳ βληθείς, τῷ τείχει προσερεισθεὶς πρός τοὺς βαρβάρους ἀπέβλεπεν. ἐν τοσούτῳ δἀθροισθέντων τῶν Μακεδόνων ἁρπασθεὶς εἰς τὴν σκηνὴν ἀναισθητῶν ἐκομίζετο. ἐνὶ δὲ τῶν ὀστέων τῆς ἀκίδος ἐμπαγείσης τοῦ οἰστοῦ ἑλκομένου ὀδύναι δριμεῖαι καὶ λιποθυμίαι ἐγίνοντο, ὡς καὶ θανεῖν ἐκεῖνον ἐλπίζεσθαι. ὅμως μέντοι τὸν κίνδυνον διαδρὰς καὶ χρόνον πλείω θεραπευόμενος εές θόρυβον τοὺς Μακεδόνας ἐνέβαλε ποθοῦντας αὐτόν· αὐτόν· καὶ προῆλθεν.
§4.14.1 Ἀναρρωσθεὶς δὲ αὖθις παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις χειρούμενος. τῶν δὲ γυμνοσοτινας τινας συλλαβὼν καὶ ἐρωτήσεις αὐτοῖς ἀπόρους προθέμενος ἐδωρήσατο καὶ ἀφῆκεν. ἕνα δὲ τῶν ἐν δόξῃ παραὐτοῖς ὄντων Κάλανον κεκλημένον ἔπεισεν Ταξίλης πρὸς Ἀλέξανδρον ἀφικέσθαι. οὗτος βύρσαν ξηρὰν ἐνώπιον τοῦ βασιλέως καταβαλὼν περιῄει τὰ ἄκρα ταύτης πατῶν. δὲ ἐν μέρει τῶν ἄκρων πιεζομένη τῇ συμπατήσει τοῖς ἄλλοις ᾔρετο μέρεσιν. εἶτα μέσον αὐτὴν πατήσαντος καὶ συσχόντος ὅλη βύρσα ἠτρέμει καὶ ἀκίνητος ἢν. παρῄνει δὲ διὰ τοῦ ὑποδείγματος τὸν Ἀλέξανδρον μὴ τοῖς ἄκροις τῆς ἀρχῆς ἐμφιλοχωρεῖν, τὰ μέσα δὲ κατέχειν, ἵν οὕτω καὶ τὰ πέριξ ἠρέμα .
§4.14.2 Ἑπτὰ δὲ μησὶ διά τῶν ποταμῶν εἰς τὴν θάλασσαν ὑπαχθεὶς λέγεται ταῖς ναυσὶν εἰς τὸν ὠκεανὸν ἐμβαλεῖν. εἶτα ἀναστρέφων τὰς μὲν ναῦς παραπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας ἐκέλευσεν, αὐτὸς δὲ πεζὴ πορευόμενος εἰς ἐσχάτην ἀπορίαν κατήντησε καὶ πλῆθος τοσοῦτον ἀπώλεσεν ὥστε τῆς στρατιᾶς μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀνακομισθῆναι διὰ νόσους καὶ πονηρὰς διαίτας καὶ καύματα καὶ λιμόν. ἄπορον γὰρ διῄει χώραν, ὀλίγα πρόβατα ἔχουσαν, καὶ ταῦτα θαλαττίοις ἰχθύσι τρεφόμενα καὶ σάρκα μοχθηρὰν ἔχοντα καὶ δυσώδη. ἐν ἑξήκοντα δ᾿ ἡμέραις διελθὼν τὴν χώραν ἐκείνην καὶ τῆς Γεδρωσίας ἁψάμενος ἐν ἀφθόνοις ἐγένετο, καὶ τήν τε δύναμιν ἀνεκτᾶτο καὶ αὐτὸς ἐκώμαζε. καταβαίνων δ᾿ ἐπὶ θάλασσαν ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν. γὰρ ἄνω στρατεία καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ τοῦ πλήθους φθορὰ ἀπιστεῖν τῇ σωτηρίᾳ αὐτοῦ παρεσκεύασε, καὶ τοὺς στρατηγοὺς καὶ σατράπας εἰς ὕβριν καὶ ἀδικίαν ἠρέθισεν· οἱ δὲ πρὸς ἀποστασίαν τοὺς ὑποφόρους ἐκίνησαν. Ἀβουλήτου δὲ τῶν σατραπευόντων ἑνὸς μή τι τῶν ζωαρκῶν ἑτοιμάσαντος, νομίσματος δὲ προσαγαγόντος αὐτῷ τρισχίλια λαντα, παραθεῖναι ταῦτα τοῖς ἵπποις ἐκέλευσε, μὴ ἐσθιόντων δέτί ὄφελοςἔφητούτων ἡμῖν;” ἐν δὲ Πέρσαις γενόμενος καὶ τὸν Κύρου τάφον ὀρωρυγμένον ἰδών, ἀπέκτεινε τὸν ὀρύξαντα, Πελλαῖον ὄντα καὶ οὐδὲ τῶν ἀσήμων. εἶχε δὲ τάφος Κύρου ἐπιγεγραμμένα ταυτί ἄνθρωπε ὅστις εἶ καὶ πόθεν ἥκεις, ὅτι γὰρ ἥξεις οἶδα, ἐγὼ Κῦρός εἰμι Πέρσαις κτησάμενος τὴν ἀρχήν. μὴ οὖν τῆς ὀλίγης μοι ταύτῆς γῆς φθονήσῃς, τοὐμὸν σῶμα περικαλύπτει.” ταῦτα δ᾿ ἀναγνωσθέντα τὸν Ἀλέξανδρον περιπαθῆ πεποιήκασι λογισάμενον τὸ τῶν πραγμάτων ἀστάθμητον .
§4.14.3 Τὴν δὲ Δαρείου θυγατέρα τὴν Στάτειραν ἑαυτῷ μνηστευσάμενος καὶ τοὺς γάμους τελῶν ἑκάστω τῶν ἑστιωμένων ἐνακισχιλίων ὄντων φιάλην χρυσῆν ἐδωρήσατο , καὶ τἄλλα τε ἐλαμπρύνατο καὶ τὰ χρέα ὑπὲρ τῶν ὀφειλόντων κατέβαλεν, ὀλίγῳ δέοντα μυρίων ταλάντων. ὅτε καὶ Ἀντιγένης τῶν ἡγεμόνων εἶς ὀφείλειν πλασάμενος καί τινα παραγαγὼν ψευδῶς δανειστὴν καὶ λαβὼν τὸ ἀργύριον ἐφωράθη. ὀργισθεὶς οὑν βασιλεὺς ἀπήλασεν αὐτὸν τῆς αὐλῆς καὶ τὴν ἡγεμονίαν ἀφείλετο. τοῦ δὲ ὑπὸ λύπης ἑαυτὸν ὑποπτευομένου διαχειρίσεσθαι, δείσας Ἀλέξανδρος καὶ τὴν ὀργὴν ἀνῆκεν αὐτῷ καὶ ἀφῆκε τὰ χρήματα.
§4.14.4 Τῶν δὲ παίδων τῶν τρὶς μυρέων, οὓς διδάσχεσθαι ἐκέλευσε, καὶ γενναίων ἀποβάντων καὶ εὐπρεπῶν καὶ οὐκ ἀφυῶν ταῖς ἀσκήσεσιν, μὲν Ἀλέξανδρος ἥδετο, οἱ δὲ Μακεδόνες ἐδάκνοντο. καταπέμποντος δὲ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους ὡς εἰς θάλασσαν, ὕβριν ἡγεῖσθαι τοῦτἔλεγον καὶ προπηλακισμόν, καὶ πάντας ἐκέλευον ἀφιέναι καὶ τοῖς νέοις ἀρκεῖσθαι πυρριχισταῖς. ὀργισθεὶς δἐπὶ τούτοις Ἀλέξανδρος τοῖς Πέρσαις τὰς φυλακὰς παραδέδωκε. ταπεινωθέντας δαὖθις τοὺς Μακεδόνας προσήκατο, καὶ ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλοπρεπῶς, καὶ τῷ Ἀντιπάτρῳ ἐπέστειλε παρὰ τοὺς ἀγῶνάς τε καὶ τὰ θέατρα προεδρεύειν αὐτοὺς καὶ ἐστεφανωμένους καθέζεσθαι.
§4.14.5 Ἐν Ἐκβατάνοις δὲ γενομένου αὐτοῦ Ἡφαιστίων ἐπύρεττε καὶ ἐξ ἀκολάστου διαίτης τῆς νόσου καρτυνθείσης ἐξέλιπεν. οὐκ ἤνεγκεν οὖν λογισμῷ τὸ πάθος Ἀλέξανδρος, ἀλλὰ τὸν μὲν ἰατρὸν ἀνεσταύρωσεν, ἵππους δὲ κεῖραι καὶ ἡμιόνους ἐκέλευσε, καὶ τὰς ἐπάλξεις περιεῖλε τῶν πόλεων, καὶ μουσικὴν καὶ αὐλοὺς ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον κατέπαυσεν. ἀπιόντος δὲ εἰς Βαβυλῶνα Νέαρχος ἐπανῆλθεν, εἰσπλεύσας αὖθις εἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης θαλάσσης, λέγων Χαλδαίους αὐτῷ συγγενέσθαι βουλεύοντας ἀπέχεσθαι τῆς Βαβυλῶνος Ἀλέξανδρον. δὲ μὴ προσσχὼν τῷ λόγῳ ἀπῄει. καὶ πρὸς τοῖς τείχεσι γενομένου κόρακες ἀλλήλοις μαχόμενοι ἐνώπιον αὐτοῦ ἔπεσον. ἠγγέλη δ᾿ αὐτῷ ὡς Ἀπολλόδωρος στρατηγὸς Βαβυλῶνος εἴη περὶ αὐτοῦ θύσας· τοῦ δὲ θύσαντος μάντεως, ὃς Πυθαγόρας ὠνόμαστο, μὴ ἀρνησαμένου, ἠρώτησε τὸν τρόπον τοῦ θύματος. τοῦ δὲ φήσαντος ἄλοβον εἶναι τὸ ἧπαρ, “παπαῖεἶπεν, “ἰσχυρὸν τὸ σημεῖον,” καὶ τὸν μάντιν ἀθῷον ἀφῆκε. σημεῖα δ᾿ αὐτῷ καὶ ἄλλα γεγόνασι καὶ τοῦτο δέ· ἀποδυσαμένου γὰρ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ, οἱ νεανίσκοι οἱ σφαιρίζοντες ἐνδύεσθαι μέλλοντες ὁρῶσί τινα ἐν τῷ τοῦ βασιλέως θρόνῳ καθήμενον σιωπῇ, ἐνδεδυμένον τὴν στολὴν τὴν βασίλειον καὶ τὸ διάδημα περικείμενον. ὃς ἀνακρινόμενος ὅστις εἴη ἐπὶ πολὺ μὲν ἄφωνος ἦν, μόλις δέ ποτε Διονύσιος ἔφη καλεῖσθαι, τὸ δὲ γένος εἶναι Μεσσήνιος, δέσμιος δ᾿ ἀχθῆναι διὰ κατηγορίαν, λῦσαι δέ οἱ τὸν Σάραπιν τὰ δεσμά, καὶ ἀγαγόντα δεῦρο κελεῦσαι τὴν στολὴν καὶ τὸ διάδημα περιθέσθαι καὶ καθέζεσθαι σιωπῇ. τὸν μὲν οὖν ἄνθρωπον Ἀλέξανδρος, ὡς οἱ μάντεις ὑπετίθουν, ἠφάνισεν, αὐτὸς δὲ ἠθύμει καὶ περιδεὴς καὶ ταραχώδης γενόμενος οὐδὲν ἦν μὴ τέρας πεποίητο. λουσάμενος δέ, καὶ πρὸς Μηδίαν πορευθεὶς κωμασόμενος, κἀκεῖ τὴν νύκτα διαγαγὼν ἐν τῷ κώμῳ καὶ τὴν ἐπιοῦσαν ἡμέραν, ἤρξατο πυρέσσειν. πυρέττων δὲ καὶ διψήσας σφοδρῶς, ἕπιεν οἶνον, καὶ φρενιτιάσας ἀπέθανεν. εἷς μὲν οὖν τῆς ἐκείνου τελευτῆς λόγος οὗτος· ἕτερος δ᾿ ἔχει ἐφ᾿ ἡμέρας αὐτὸν πυρέττειν πλείους καὶ λούεσθαι, οὕτω δὲ κραταιωθῆναι τὸν πυρετὸν ὡς ἄφωνον κεῖσθαι αὐτόν· τοὺς δὲ Μακεδόνας θορυβεῖσθαι ὡς θανόντος αὐτοῦ, καὶ καταβοᾶν τῶν ἡγεμόνων, ἕως αὐτοῖς αἶ θύραι ἠνοίχθησαν καὶ τὸν Ἀλέξανδρον ἐν τῇ κλίνῃ κατεῖδον· καὶ μετὰ ταῦτα ἐξέλιπε. φασὶ δέ τινες μετέπειτα λόγον γενέσθαι ὡς ὑπὸ φαρμάκου διέφθαρτο, καὶ τὸν Ἀριστοτέλην Ἀντιπάτρῳ σύμβουλον γενέσθαι τῆς πράξεως, καὶ διἐκείνου κομισθῆναι τὸ φάρμακον. τὸ δὲ ὕδωρ εἶναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι οὔσης, δρόσον ὥσπερ λεπτὴν ἀναλαμβάνοντες εἰς ὄνου χηλὴν ἀποτίθενται· οὐδὲν γὰρ ἕτερον ἀγγεῖον στέγει αὐτό, ἀλλὑπὸ ψυχρότητος καὶ δριμύτητος διακόπτεται. οἶ δὲ πλείους πεπλάσθαι φασὶ τὸ φαρμάκῳ θανεῖν τὸν Ἀλέξανδρον, καὶ τοῦτο τεκμηριοῦνται ἐκ τοῦ τὸ σῶμα ἐφἡμέρας πλείονας κείμενον ἐν τόποις θερμοῖς ἀτημέλητον, τῶν ἡγεμόνων πρὸς ἀλλήλους στασιασάντων, μηδὲν ἐμφῆναι τοιαύτης φθορᾶς σημεῖον, ἀλλὰ καθαρὸν διαμεῖναι καὶ δοκεῖν πρόσφατον.
§4.14.6 Λέγεται δὲ ὡς γνοὺς ἤδη ἐκλείπειν αὐτῷ τὸ βιώσιμον ἠβουλήθη ἐς τὸν Εὐφράτην καταποντῶσαι λαθρηδὸν ἑαυτόν, ἵνα γενόμενος ἀφανὴς παράσχῃ δόξαν ὡς εἰς θεοὺς μετελήλυθεν, ἐξ ἐκείνων γενόμενος, δὲ Ῥωξάνη τοῦτο γνοῦσα εἶργεν αὐτῷ τὸ ἐγχείρημα, δὲ μετοἰμωγῆς ἔφη ὡςἐφθόνησας ἄρα, γύναι, μοι δόξης τοῦ θεωθῆναι καὶ μὴ θανεῖν.
§4.14.7 μὲν οὖν Ἀλέξανδρος οὕτως εἰς μέγα τύχης
§4.15.1 προαχθεὶς ἐτελεύτησεν. ὅτε δὲ τὴν Τυρὸν ἐπολιόρκει, ἐπιστείλας τῶ τῶν Ἰουδαίων ἀρχιερεῖ ἠξίου συμμαχίαν αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι καὶ ὅσα Δαρείω ἐδασμοφόρουν αὐτῷ διδόναι. τοῦ δὲ ἀρχιερέως ὅρκους Δαρείω δοῦναι φήσαντος μὴ ἄραι καταὐτοῦ ὅπλα, καὶ τούτους ζῶντος Δαρείου μὴ παραβήσεσθαι, ὠργίσθη Ἀλέξανδρος καὶ ἠπείλησε στρατεύσειν κατὰ τῆς Ἰουδαίας. ἄρτι δὲ τὴν Τυρὸν παρειληφὼς ἐπὶ τὰ Ἰεροσόλυμα ὥρμησεν. δὲ ἀρχιερεὺς Ἰωὰδ ἐν ἀγωνίᾳ ἦν διὰ τὴν τοῦ βασιλέως ὀργήν, καὶ τοῦ θεοῦ ἐδεῖτο προστῆναι τοῦ ἔθνους. δὲ θεὸς καθὕπνους αὐτῷ ἐχρημάτισε θαρρεῖν, καὶ κοσμήσαντας τὴν πόλιν ἀνοίξαι τὰς πύλας, καὶ αὐτὸν μὲν μετὰ τῶν ἱερέων ταῖς συνήθεσι στολαῖς ὑπαντῆσαι τῷ βασιλεῖ, τὸ δὲ πλῆθος ἐσθῆσι λευκαῖς. καὶ μὲν ἐποίησεν ὡς αὐτῷ κεχρημάτιστο, καὶ ἤδη τοῦ Ἀλεξάνδρου τῇ πόλει προσάγοντος πρόεισι μετὰ τῶν ἱερέων καὶ τοῦ πλήθους τῆς πόλεως εἰς τόπον τινὰ ὅθεν πόλις καὶ ναὸς καθωρᾶτο· τῶν δ' ἑπομένων τῷ βασιλεῖ διαρπάζειν κελεῦσαι αὐτὸν τὴν πόλιν λογιζομένων καὶ τὸν ἀρχιερέα διαφθείραι, Ἀλέξανδρος πόρρωθεν ἰδὼν τὸ πλῆθος καὶ τοὺς ἱερεῖς κεκοσμημένους ὡς εἴρηται, τὸν δὲ ἀρχιερέα ἐνδεδυμένον τὴν ὑακίνθινον στολὴν καὶ διάχρυσον καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν ἔχοντα καὶ τὸ χρυσοῦν ἐπαὐτῆς ἔλασμα τὸ τοῦ θεοῦ ὄνομα ἐπεγέγραπτο, μόνος προσελθὼν προσεκύνησε καὶ τὸν ἀρχιερέα ἠσπάσατο. ἐπὶ τούτῳ οἱ μὲν ἄλλοι ξύμπαντες κατεπλάγησαν, Παρμενίων δὲ καὶ ἠρώτησε τί δήποτε τὸν τῶν Ἰουδαίων προσεκύνησεν ἀρχιερέα. δέοὐ τοῦτονεἶπε, “τὸν δὲ θεὸν προσεκύνησα, οὗ τῇ ἀρχιερωσύνῃ οὕτος τετίμηται. τοῦτον γὰρ ἐν τοῖς ὕπνοις εἶ δὸν, ἐγγὺς ὢν ἔτι Μακεδονίας, ἐν τῇ στολῇ ταύτῃ· καί μοι φροντίζοντι πῶς ἂν τῆς Ἀσίας κρατήσαιμι μὴ μέλλειν παρεκελεύετο, καὶ αὐτὸς ἡγεῖσθαί μοι τῆς στρατιὰς ἐπηγγέλλετο καὶ τὴν Περσῶν παραδώσειν ἀρχήν. οὐδένα οὖν ἐν τοιαύτῃ στολῇ θεασάμενος ἀλλ τοῦτον, ἄρτι τῆς ὄψεως τε τοῦ ἐνυπνίου ἐμνήσθην, καὶ σὺν θεῷ τὴν στρατείαν νομίζω πεποιημένος τὸν Δαρεῖον ἡττήσειν καὶ τὴν Περσῶν ἀρχὴν κατακτήσασθαι. ταῦτα εἰπὼν καὶ τὸν ἀρχιερέα δεξιωσάμενος τὴν πόλιν εἰσελήλυθε· καὶ εἰς τό ἱερὸν ἀναβὰς ἔθυσε τῷ θεῷ ὡς ὑφηγεῖτο ἀρχιερεύς. καὶ τὴν Δανιὴλ εἶδε βίβλον, ἐν τινα τῶν Ἑλλήνων τὴν Πέρσον βασιλείαν καταλύσειν ἐγγέγραπται, καὶ ἥσθη ἐπ' αὐτῇ· καὶ ὅσα ᾐτήσαντο Ἰουδαῖοι ἐπλήρωσε.
§4.15.2 Ταῦτα ἰδόντες οἱ Σαμαρεῖται, καὶ αὐτοὶ οὐ πόρρω τᾶν Ἰεροσολύμων τῷ Ἀλεξάνδρῳ ὑπήντησαν ἐσκευασμένοι λαμπρῶς, καὶ παρεκάλουν τιμῆσαι αὐτὸν τῇ παρουσίᾳ καὶ τὸ παραὐτοῖς ἱερόν. ἥξωἔφηὅθὑποστρἐφω.” αἰτουμένων δὲ χαρίσασθαι αὐτοῖς ὅσα τοῖς Ἰουδαίοις, τίνες εἰσὶν ἐπυνθάνετο. οἱ δὲ Ἑβραῖοι ἔφασαν εἶναι, χρηματίζειν δὲ οἱ ἐν Σικίμοις Σιδώνιοι. καὶ ὃς εἰ Ἰουδαῖοι εἶεν πάλιν ἠρώτησεν. ὡς δ' οὐκ εἶναι κατέθεντο, ἔγωγε εἶπεν Ἰουδαίοις ἐχαρισάμην αἰτεῖσθε ὑμεῖς. τὸ δὲ ἐν τῷ Γαριζὶν ὄρει ἱερὸν εἰς καταφύγιον τῶν παρανομούντων ἐγένετο · εἰ γάρ τις κοινοφαγήσας ἄλλο τι παρανομήσας ὑπὸ αἰτίαν ἐγίνετο, παρὰ τοὺς Σικιμίτας κατέφευγε. τοῦ δὲ ἀρχιερέως Ἰωδαὲ τελευτήσαντος Ὀνίας παῖς αὐτοῦ τὴν ἀρχιερωσύνην παρείληφε.
§4.16.1 Θανόντος δὲ Ἀλεξάνδρου εἰς τέσσαρας ἀρχὰς ἐκείνου βασιλεία διῄρητο, καὶ τῆς μὲν Ἀσίας ἈντίCap . 16. Iosephi Ant. 12, 1 et 2. ἕτεροι p. 310, 7: Epiphanius de mensuris et ponderibus νοί. 2, ρ. 161 ed. Patan., et alii. γόνος ἦρξε, τῶν δὲ λοιπόν οἶ προγεγραμμένοι. τούτων δὲ πρὸς ἀλλήλους στασιαζόντων πόλεμοί τε συνεχεῖς ἦσαν καὶ ἐκακοῦντο αἱ πόλεις. δὲ Πτολεμαῖος Λάγου τῆς Αἰγύπτου βασιλεύων, ὃς καὶ σωτὴρ ἐχρημάτιζε, τῇ τε Συρίᾳ τἀναντία τῇ ἐπικλήσει αὐτοῦ γέγονε, καὶ τὰ Ἰεροσόλυμα δόλῳ κατέσχεν. είσελθὼν γὰρ εἰς τὴν πόλιν σαββάτῳ ὡς θύσων, ἀπόνως ταύτης ἐκράτησεν οἱ γὰρ Ἰουδαῖοι μήτε τὴν διάνοιαν εἰδότες αὐτοῦ καὶ διὰ τὴν ἡμέραν ἐν ἀργίᾳ ὄντες, οὐκ ἀντέστησαν. κρατήσας δοὕτω τοῦ ἔθνους πικρότατα ἦρχε, καὶ πολλοὺς λαβὼν αἰχμαλώτους εἰς Αἴγυπτον ἀπήγαγε καὶ κατῴκισε. τοῖς δἐν Ἱεροσολύμοις στάσεις πρὸς τοὺς Σαμαρείτας ἐγένοντο, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παραὐτοῖς ἱερὸν καλούντων ἄγιον καὶ τὰς θυσίας ἐν αὐτῷ γίνεσθαι δεῖν λεγόντων, τῶν δὲ Σικιμιτῶν τὸν ἐν τῷ Γαριζὶν ὄρει σεμνυνόντων ναόν.
§4.16.2 Τεσσαράκοντα δἔτη τοῦ Λάγου Πτολεμαίου βασιλεύσαντος τῆς Αἰγύπτου καὶ τελευτήσαντος παῖς αὐτοῦ Πτολεμαῖος Φιλάδελφος διεδέξατο τὴν ἀρχήν. ὃς τάς τε γραφὰς τὰς Ἑβραικὰς ἐκ τῆς πατρίου γλώττης εἰς Ἑλλάδα μεταβληθῆναι διάλεκτον ἔσπευσε, καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ἱεροσολυμιτῶν ἠλευθέρωσε. συλλογὴν γὰρ βιβλίων ποιήσασθαι βουληθεὶς καὶ περὶ ταύτην φιλοτιμούμενος, τὸν Φαληρέα Δημήτριον ἐπὶ τῶν βιβλιοθηκῶν εἶχε. καί ποτε τοῦ Πτολεμαίου τὸν Δημήτριον ἐρωτήσαντος πόσας ἤδη ἔχει μυριάδας βιβλίων, περὶ εἴκοσιν εἶπεν εἶναι τὰ συνειλεγμένα ἐκεῖνος· εἶναι δὲ καὶ παρἙβραίοις τόν παραὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια, καὶ δεῖν καὶ ταῦτα κτήσασθαι. γράφει τοίνυν βασιλεὺς τῷ ἀρχιερεῖ περὶ τούτων. Ἀρισταῖος δὲ φίλος τυγχάνων τῷ βασιλεῖ ‘‘τοὺς τῶν Ἰουδαίων νόμουςεἶπεν οὐ μεταγράψαι μόνον, ἀλλὰ καὶ ἑρμηνεῦσαι διεγνωκότες, πῶς ἂν τοῦτο διαπραξώμεθα, πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δούλων ὄντων ; ἀπόλυσον οὖν αὐτούς, βασιλεῦ, τῆς δουλείας, καὶ οὕτω πρόθυμον τὸ ἔθνος ποιήσεις εἰς τὸ τὰς γραφὰς καὶ μεταγράψασθαι καὶ ἑρμηνεῦσαι.” γοῦν βασιλεὺς τῷ λόγῳ τοῦ Ἀρισταίου πεισθεὶς ἐκέλευσε πάντας τοὺς ἐν Αἰγύπτῳ δουλεύοντας Ἰουδαίους ἐλευθέρους ἀπολυθῆναι, πριάμενος ἕκαστον ἐκ τῶν δεσποτῶν αὐτῶν δραχμῶν ἑκατὸν εἴκοσι. τὸ δὲ τῶν ἐλευθερωθέντων πλῆθος εἰς μυριάδας ἠρίθμητο ὑπὲρ δέκα. τὰ δὲ ὑπὲρ τιμήματος αὐτῶν δοθέντα τετρακόσια καὶ ἑξήκοντα γεγόνασι τάλαντα.
§4.16.3 Γράφει γοῦν Πτολεμαῖος πρὸς Ἑλεάζαρ τὸν ἀρχιερέα. τελευτήσαντος γὰρ τοῦ ἀρχιερέως Ὀνίου παῖς αὐτοῦ Σίμων αὐτὸν διεδέξατο, ὃς καὶ δίκαιος ἐπεκέκλητο, τούτου δὲ θανόντος ἐπὶ νηπίῳ υἱῷ Ὀνίᾳ καλουμένῳ τοῦ Σίμωνος ἀδελφὸς Ἐλεάζαρ τὴν ἀρχιερωσύνην εἶχε. τούτῳ τοίνυν Πτολεμαῖος ἐπέστειλε, τήν τε τῶν δουλευόντων Ἰουδαίων ἐλευθερίαν καταγγέλλων καὶ τὴν εἰς τὸ ἔθνος διάθεσιν, καὶ ἀξιῶν τούς τε νόμους αὐτοὺς πεμφθῆναι καὶ ἄνδρας ἕξ ἀφἑκάστης φυλῆς τήν τε πάτριον ἠσκημένους διάλεκτον εἰς ἀκρίβειαν καὶ τὴν Ἑλληνίδα φωνήν, ἔνα παρἐκείνων εἰς τὴν Ἑλλάδα γλῶτταν μεταβληθεῖεν αἶ παραὐτοῖς γραφαί. ἔστειλε δὲ καὶ εἰς τὸ ἱερὸν ἀναθήματα, ἀργυρίου τάλαντα ἑκατόν, φιάλας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, καὶ κρατῆρας πέντε καὶ τράπεζαν χρυσῆν. οὖν Ἐλεάζαρ τὴν ἐπιστολὴν τοῦ Πτολεμαίου καὶ τὰ ἀναθήματα κομισάενος, ἐπελέξατο ἄνδρας ἐκ φυλῆς ἑκάστης ἔξ, καὶ πέπομφε φέροντας καὶ τὸν νόμον. ὧν εἰς Ἀλεξάνδρειαν παραγενομένων, καὶ τῷ βασιλεῖ τάς τε διφθέρας χρυσοῖς γράμμασι τὸν νόμον ἐχούσας ἐγγεγραμμένον καὶ τὰ παρὰ τοῦ ἀρχιερέως αὐτῷ σταλέντα δῶρα προσκεκομικότων, βασιλεὺς ἥσθη διαφερόντως, καὶ ἠσπάσατο τοὺς ἄνδρας, καὶ συνειστιάθη αὐτοῖς, καὶ ἀνὰ τρία δέδωκε τάλαντα, καὶ καταλύσεις αὐτοῖς ἡτοίμασε καλλίστας. εἶτα παραλαβὼν αὐτοὺς Δημήτριος, καὶ εἰς ἔνα οἶκον ἀπαγαγὼν ἤρεμον ἔργου ἔχεσθαι παρεκάλει. οἱ δὲ ὡς ἐνῆν φιλοτίμως ἀκριβῆ τὴν ἑρμηνείαν ἐτίθεντο. τοῦ δ ἔργου ἐν ἑβδομήκοντα καὶ δυεῖν ἡμέραις τετελεδμένου, καὶ τῶν μεταγραφέντων ἀναγνωσθέντων τῷ βασιλεῖ, ἐκεῖνος καὶ ἔχαιρεν ὅτι εἰς ἔργον ἤχθη τὸ αὐτοῦ βούλημα καὶ τὴν διάνοιαν τοῦ νομοθέτου καὶ τὴν σοφίαν ὑπερεθαύμαζε. καὶ ἠπόρει πῶς οὐδεὶς οὔτε τῶν ἱστορικῶν οὔτε τῶν ἄλλων σοφῶν αὐτῆς ἐπεμνήσθη. ἔφη δὲ αὐτῷ Δημήτριος μηδένα τολμῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι διὰ τὸ θείαν αὐτὴν εἶναι, καὶ ὅτι τινὲς ἐγχειρήσαντες τούτοις ἐβλάβησαν ὑπὸ τοῦ θεοῦ. Θεόπεμπτός τε γὰρ βουληθεὶς περὶ τούτων συγγράψασθαι βλάβη τὰς φρένας ἐφἡμέραις πλείοσι τῶν τριάκοντα· καὶ συνεὶς ὅθεν αὐτῷ παραφροσύνη ἐγένετο, ἐν τοῖς διαλείμμασιν ἐξιλάσκετο τὸν θεόν· ὄναρ τε εἶδεν ὡς αὐτῷ τὸ πάθος συμβέβηκε περιεργαζομένῳ τὰ θεῖα καὶ εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν ταῦτα θελήσαντι. ἀντὶ. ἀποσχόμενος οὖν τοῦ ἔργου κατέστη τὸν νοῦν. ‘ἀλλὰ καὶ Θεόδεκτοςεἶπεν των τραγῳδιῶν ποιητής, θέλων ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βιβλῳ γεγραμμένων μνησθῆναι, ἀλγήσας τὰ ὄμματα ἐπηρώθη· καὶ τὸ αἴτιον γνοὺς ἀπηλλάγη τῆς συμφορὰς, δεηθεὶς τοῦ θεοῦ.” λαβὼν οὖν τὰς βίβλους βασιλεὺς καὶ προσκυνήσας αὐταῖς, καὶ δωρησάμενος τοῖς ἀνδράσι φιλοτιμότατα, καὶ ἀναθήματα στείλας ἐν τό ναῷ καὶ δῶρα κάλλιστα τῷ ἀρχιερεῖ, ἐπανελθεῖν ἀφῆκεν εἰς Ἱερουσαλήμ.
§4.16.4 Οὕτω μὲν τὴν ἑρμηνείαν τῶν Ἑβραϊκῶν γραφῶν γενέσθαι ἱστόρησεν Ἰώσηπος· ἕτεροι δὲ μὴ ὁμοῦ συνελθόντας φασὶ τοὺς ἑρμηνεῖς τῶν γραφῶν ποιήσασθαι τὴν παράφρασιν, ἀλλἀνὰ δύο διαιρεθῆναι αὐτοὺς καὶ ἐν ἰδιαζούσαις διαίταις ὄντας ἐκθέσθαι τὴν ἑρμηνείαν, καὶ μετὰ τὸ τέλος ὁμοῦ συνελθεῖν, καὶ τὰς ἑκάστων συγγραφὰς παραβληθείς ἃς ἀλλήλαις εὑρεθῆναι μήτε κατὰ νοῦν μήτε μὴν κατὰ λέξεις διαφωνούσας, ἀλλὰ συμφώνους ἐν ἅπασιν.
§4.16.5 Η μὲν οὑν ἑρμηνεία ἐπὶ Πτολεμαίου τοῦ Φιλαδέλφου
§4.17.1 οὕτως ἐκείνως ἐγένετο. οἱ δὲ Ἰουδαῖοι, Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας καὶ μαχομένου πρὸς τὸν Εὐπάτορα Πτολεμαῖον καὶ πρός τὸν ἐκείνου υἱὸν τὸν Ἐπιφανῆ Πτολεμαῖον, σφοδρῶς ἐκακώθησαν. νικήσας δὲ Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τοῦ δ' ἐπιφανοῦς Πτολεμαίου μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ ἐπὶ τὴν Κοίλην Συρίαν μεγάλην στείλαντος δύναμιν καὶ πολλὰς λαβόντος πόλεις, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος πολεμούμενον προσέθετο τῷ Ἐπιφανεῖ. αὖθις δὲ τοῦ Ἀντιόχου νικήσαντος, κήσαντος, ἑκουσίως Ἰουδαῖοι πρὸς αὐτὸν μετετέθησαν, καὶ εἰς τὴν πόλιν αὐτὸν εἰσεδέξαντο, καὶ τοὺς ἐν τῇ ἀκροπόλει φυλάσσοντας τοῦ Πτολεμαίου στρατιώτας πολιορκοῦντι συνεμάχησαν· κἀντεῦθεν φίλιον αὐτῷ τὸ ἔθνος ἐγένετο. εἶτα σπένδεται μὲν τῷ Πτολεμαίῳ Ἀντίοχος καὶ κῆδος τίθεται πρὸς αὐτόν, τὴν θυγατέρα δοὺς αὐτό Κλεοπάτραν, καὶ εἰς φερνὴν παρέσχε τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Ἰουδαίαν, ἀλλὰ μὴν καὶ Σαμάρειαν. ταῦτα δὲ συνέβη ἐπὶ ἀρχιερέως Ὀνίου. τὸν γὰρ Ἐλεάζαρ θανόντα θεῖος αὐτοῦ διεδέξατο Μανασσῆς, μεθὃν τῆς ἀρχιερωσύνης Ὀνίας ἠξίωτο Σίμωνος ὢν υἱὸς τοῦ δικαίου. Σίμων δὲ τοῦ Ἐλεάζαρ ἦν ἀδελφός, ὡς ἱστόρηται .
§4.17.2 γοῦν εἰρημένος Ὀνίας, διὰ φιλοχρηματίαν καὶ διανοίας ἀσθένειαν μὴ δοὺς τῷ Πτολεμαίῳ τὸν δασμὸν τὸν ἐτήσιον ὃν οἱ πρὸ αὐτοῦ τοῖς βασιλεῦσιν ἐδασμοφόρουν, ἠρέθισεν αὐτὸν εἰς ὀργήν. πέμψας οὖν Πτολεμαῖος ἠπείλει κακῶς διαθήσειν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν· δὲ ἀρχιερεὺς ἡττώμενος χρημάτων ἀδυσώπητος ἦν. Ἰωσὴφ δὲ υἱὸς Τωβίου, τοῦ δἀρχιερέως ἀδελφιδοῦς, ἠρώτησε τὸν θεῖον εἰ δίδωσιν αὐτῷ πρὸς τόν Πτολεμαῖον πρεσβεῦσαι. τοῦ δὲ ἐπιτρέψαντος, τὸν ἐκ τοῦ Πτολεμαίου σταλέντα ξενίζει φιλοτιμότατα, καὶ δωρεὰς αὐτῷ πολυτελεῖς παρασχὼν προέπεμψεν, ἕψεσθαι καὶ αὐτὸς ὑποσχόμενος. καὶ μὲν ἐπανῆλθε πρὸς Πτολεμαῖον, τὰ γεγονότα μηνύων καὶ τὴν τοῦ Ἰωσὴφ χρηστότητα διηγούμενος, καὶ λέγων τὸν ἄνδρα ἀφίξεσθαι πρεσβευσόμενον, καὶ πολλὰ τούτου πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διεξιὼν ἐγκώμια· δὲ Ἰωσὴφ παρασκευασάμενος μετὰ ταῦτα εἰς Ἀλεξάνδρειαν παραγέγονεν. ἀκούσας δὲ ἐν Μέμφει τὸν Πτολεμαῖον εἶναι, ἀπῄει ὑπαντήσων αὐτῷ. ἔτυχε δὲ βασιλεὺς ἐπὶ ὀχήματος μετὰ τῆς γυναικὸς καθεζόμενος, παρῆν δὲ καὶ παραὐτοῦ τοῦ Ἰωσήφ ξενισθείς. ὃς ἰδὼν αὐτόυοὗτοςἔφη τῷ βασιλεῖ ‘‘περὶ οὗ σοι ἀπήγγειλα ὡς ἀγαθός ἐστι καὶ φιλότιμος νεανίας.” καὶ Πτολεμαῖος ἀκούσας πρῶτός τε αὐτὸν προσηγόρευσε καὶ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκέλευσεν. αἰτιωμένου δὲ τὸν ἀρχιερέα τοῦ βασιλέωςσυγγίνωσκεἔλεγε διά τὸ γῆρας αὐτῷτοῖς τε γὰρ πρεσβύταις καὶ τοῖς νηπίοις ὁμοία ἐστὶν διάνοια· ἡμεῖς δέ σοι οἱ νέοι πᾶσαν τὴν ὀφειλὴν καταθήσομεν.” ἐκ τούτων ἐπὶ πλέον πρὸς αὐτὸν ἐπέδωκε τοῦ βασιλέως διάθεσις. γενομένου δὲ ἐν Ἀλεξανδρείᾳ τοὐ βασιλέως, ἰδόντες οἱ πρῶτοι τῆς Συρίας, ἔτυχον γὰρ ἐλθόντες ἔνα τὰ τέλη τῶν πόλεων ἐξωνήσωνται, κατἔτος τοῦ βασιλέως ταῦτα τοῖς τῶν πόλεων πιπράσκοντος δυνατοῖς, τὸν Ἰωσὴφ αὐτῷ συγκαθήμενον, ἐδυσχέραινον. εἰς ὀκτακισχίλια δὲ τάλαντα τὰ τῆς Κοίλης Συρίας τέλη καὶ τὰ τῆς Φοινίκης καὶ Ἰουδαίας καὶ Σαμαρείας ὠνουμένων τῶν ἐν ταῖς πόλεσι δυνατῶν, Ἰωσὴφ διπλασιονα δώσειν ὑπισχνεῖτο. τοῦ δὲ βασιλέως κατανεύσαντος, ἐρομένου δὲ εἰ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, “δώσωεἶπενἀνθρώπους οἶς οὐκ ἀπιστήσετ.” καί‘ “τίνες οὗτοιπροσερομένου, “σέεἶπεν, “ βασιλεῦ, καὶ τὴν γυναῖκα τὴν σὴν ἐγγυησομένους δίδωμι.” γελάσας δὲ Πτολεμαῖος συνεχώρησεν αὐτῷ τῶν φόρων τὴν εἴσπραξιν. λαβὼν οὖν στρατιώτας ὡς δισχιλίους εἰς Συρίαν ἐξώρμησε. γενόμενος δ ἐν Ἀσκάλωνι, ὡς οὐδἐν ἐδίδουν αὐτῷ, ἀλλὰ καὶ προσύβριζον, συλλαβὼν τοὺς πρωτεύοντας ἔκτεινε, καὶ τὰς οὐσίας δημεύσας αὐτῶν τῷ βασιλεῖ ἔπεμψεν ὡς χίλια τάλαντα. δὲ τὰ πεπραγμένα ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ,τι βούλεται. τοῦτο φόβον τοῖς Σύροις ἐνέβαλε, καὶ ἐδέχοντο προθύμως τὸν Ἰωσήφ, καὶ τοὺς φόρους ἐδίδουν. κερδήσας δ' ἐκ τούτων πολλά, μεγάλα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ ἔστελλε δῶρα καὶ πᾶσι τοῖς περὶ αὐτούς, ὅθεν ἐπὶ ἔτη δύο καὶ εἴκοσι τῆς εὐτυχίας ταύτης ἀπήλαυσε.
§4.17.3 Γυναιξὶ δὲ δυεῖν συνοικήσας, ἐκ μὲν τῆς μιᾶς παῖδας ἔσχεν ἑπτά, ἐκ δὲ τῆς λοιπῆς ἔνα. ἦν δ αὕτη ἀδελφόπαις αὐτοῦ· ᾗπερ οὕτως συνῴκησε.
§4.18 ὀρχηστρίδος ἠράσθη τινὸς καὶ τῷ ταύτης ἔκαμνεν ἔρωτι. μηνύει δὲ τό πάθος τῷ ἀδελφῷ. δὲ διακονήσασθαί οἱ πρὸς τὸν ἔρωτα ἐπηγγείλατο, καὶ νυκτὸς τὴν ἑαυτοῦ θυγατέρα πρὸς τὸν ἀδελφὸν ἀγαγὼν συγκατέκλινε. καὶ τούτου γενομένου πολλάκις, ἤρα σφοδρότερον. τοῦ δὲ ἀδελφοῦ τὸ κεκρυμμένον αὐτῷ φανερώσαντος, συνῴκησε τῇ ἀδελφιδῇ, καὶ ἐξ αὐτῆς υἱὸν ἔσχεν, Ὑρκανὸν καλέσας αὐτόν. τρισκαίδεκα δὲ γεγονὼς ἐτῶν οὗτος τήν τε σύνεσιν ἐδείκνυ καὶ τὴν ἐντρέχειαν. δοὺς γὰρ αὐτῷ πατὴρ ζεύγη βοῶν τριακόσια ἐξέπεμψεν εἰς χώραν δυεῖν ἡμέραιν ἀπέχουσαν τὴν γῆν ἐργασόμενον, τοὺς ἱμάντας τῶν ζυγόν παρακατασχών. δὲ γενόμενος ἐκεῖ καὶ μὴ ἔχων ἱμάντας, τῶν βοηλατῶν στέλλειν πρὸς τὸν πατέρα τοὺς αἰτήσοντας αὐτοὺς δεῖν λεγόντων, τῇ μὲν ἐκείνων συμβουλῇ οὐ προσέσχεν, αὐτὸς δὲ δέκα ζεύγη καταθύσας τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμε, τὰς δὲ δορὰς κατατεμὼν τούτοις προσέδησε τοὺς ζυγούς, καὶ οὕτω τὴν ἐργασίαν ποιήσας ἐπανελήλυθεν. δὲ πατὴρ τὴν ἐπίνοιαν αὐτοῦ γνοὺς καὶ ἐθαύμασεν αὐτὸν καὶ ἠγάπησε καὶ τῶν ἄλλων προετίμα υἱῶν· οἶ δὲ ἤχθοντο. τῷ δὲ Πτολεμαίῳ γεννηθέντος υἱοῦ οἱ πρῶτοι τῶν ὑπαὐτὸν χωρῶν ἑώρταζον τὰ γενέθλια ἀπιόντες εἰς Ἀλεξάνδρειαν, Ἰωσὴφ δὲ τό γήρᾳ δυσκόμιστος γεγονὼς τῶν παίδων ἔνα ἐκεῖ ἀπελθεῖν προετρέπετο. τῶν δὲ πρεσβυτέρων παραιτουμένων Ὑρκανὸς κατέθετο ἀπελθεῖν. καὶ συνεβούλευε τῷ πατρὶ μὴ πέμπειν αὐτόθεν δῶρα τῷ βασιλεῖ, ἐπιστεῖλαι δὲ τῶ ἐν Ἀλεξανδρείᾳ οἰκονόμῳ παρασχεῖν αὐτῷ χρυσίον, ἵνα διαὐτοῦ πρίηται δῶρα. δὲ τὸν υἱὸν ἐπαινέσας τῆς συμβουλῆς, γράφει τῷ οἰκονόμῳ τῶν ἐν Ἀλεξανδρείᾳ χρημάτων οὐκ ἐλαττόνων ὄντων τρισχιλίων ταλάντων, δοῦναι τῷ υἱῷ χρήματα ὅσων ἂν δεηθῇ, ἐλπίσας μὴ πλείω δέκα ἔσεσθαι ταλάντων τὴν ἐπὶ τῇ δωρεᾷ τοῦ βασιλέως δαπάνην. λαβὼν οὖν τὴν ἐπιστολὴν Ὑρκανὸς ἀπῄει πρὸς Ἀλεξάνδρειαν. οἱ δὲ λοιποὶ τοῦ Ἰωσὴφ παῖδες γράφουσι τοῖς πατρικοῖς ἑταίροις ἐπιβουλεῦσαι τῷ Ὑρκανῷ καὶ διαφθεῖραι αὐτόν. γενόμενος δ' ἐν Ἀλεξανδρείᾳ τὴν ἐπιστολὴν τοῦ πατρὸς τῷ οἰκονόμῳ ἐπέδωκεν. δὲ ἤρετο πόσων χρῄζει ταλάντων· καὶ ὅςχιλίωνἔφη. δοἰκονόμος οὐ πλείω δέκα παρεῖχεν. ὀργισθεὶς δὲ παῖς τὸν οἰκονόμον ἐδέσμησε. καὶ Πτολεμαῖος στείλας πρὸς Ὑρκανόν, θαυμάζειν ἔλεγε πῶς οὔτε ὤφθη αὐτῷ καὶ τὸν τοῦ πατρὸς ἔδησεν οἰκονόμον. δὲ μὴ ἐλθεῖν ἴφη περιμένων ἑτοιμάσαι τὰ δῶρα, τὸν δὲ δοῦλον κολάσαι οἷς ἐπέταξεν ἀπειθήσαντα. διὰ ταῦτα βασιλεὺς καὶ ἐγέλασε καὶ τὴν τοῦ παιδὸς μεγαλοφροσύνην ἐθαύμασεν. δὲ Ἀρίων οἰκονόμος γνοὺς ὡς οὐκ ἔστιν αὐτῷ ἀρωγή, δοὺς τὰ χίλια τάλαντα τῶν δεσμῶν ἐλύθη. Ὑρκανὸς δὲ παῖδας ἑκατὸν ἀκμαιοτάτους καὶ γράμματα εἰδότας ὠνήσατο, ταλάντου πριάμενος ἕκαστον, καὶ παρθένους τοσαύτας ἰσοταλάντου τιμῆς. τῶν γοῦν ἄλλων ἁπάντων τῶν μὲν ἀνὰ δέκα τάλαντα προσαγόντων τῷ βασιλεῖ, τῶν δὲ μείζω δωρουμένων οὐχ ὑπερβάντων τὰ εἴκοσιν, Ὑρκανὸς τοὺς παῖδας καὶ τὰς παρθένους τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ προσήνεγκεν, ὧν ἕκαστος καὶ τάλαντον ἔφερε· καὶ τοῖς φίλοις δὲ τοῦ βασιλέως καὶ τοῖς περὶ τὴν θεραπείαν αὐτοῦ πολλῶν ταλάντων δῶρα παρέσχετο. θαυμάσας δὲ Πτολεμαῖος τὸν παῖδα αἰτεῖν βούλεται προετρέπετο. δὲ οὐδὲν ᾔτησεν τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς γράψαι περὶ αὐτοῦ. ποιήσας βασιλεύς, καὶ βασιλικῶς αὐτῷ δωρησάμενος, ἐξέπεμψεν. οἱ δὲ ἀδελφοὶ μαθόντες ἐπανιόντα μετὰ τιμῆς, ἐξῆλθον ὑπαντήσοντες αὐτῷ καὶ διαφθεροῦντες, μηδὲ τοῦ πατρὸς κωλύσαντος ὑπὀργῆς τῆς διὰ τὴν τῶν χρημάτων δαπάνην. ἐπιθεμένων δέ οἱ τῶν ἀδελφῶν πολλοί τε τῶν σὺν αὐτοῖς ἔπεσον, καὶ ἐξ αὐτῶν δύο. δείσας οὑν διὰ ταῦτα εἰς τὸ πέραν ἀπῆλθε τοῦ Ἰορδάνου καὶ ἐπολέμει τοῖς Ἄραψι, καὶ βᾶριν ἐκεῖ πολυτελῆ ᾡκοδομησε, καὶ κατέσχε τὰ ἐκεῖ μέρη ἐπὶ ἔτη ἑπτά, ἐφὅσον τοῦ μεγάλου Ἀντιόχου υἱὸς Σέλευκος τῆς Συρίας ἐκράτησε. τούτου δὲ θανόντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου τὴν ἀρχὴν διαδεξαμένου τοῦ ἐπιφανοῦς καλουμένου, φοβηθεὶς Ὑρκανὸς αὐτὸν αὐτόχειρ ἑαυτοῦ γίνεται· καὶ τὰ χρήματα αὐτοῦ Ἀντίοχος ἔλαβε.
§4.19.1 Tελευτᾷ δὲ καὶ Ἐπιφανὴς Πτολεμαῖος τῆς Αἰγύπτου κρατῶν, δύο παῖδας νεωτάτους πάνυ καταλιπών, ὧν μὲν Φιλομήτωρ ἐκέκλητο, Φύσκων δέ γε ἕτερος. τούτων καταφρονήσας Ἀντίοχος στρατεί ει ἐπΑἴγυπτον· ἀλλἀπεκρούσθη ταύτης, τῶν Ρωμαίων ἀπέχεσθαι τῆς χώρας ἐντειλαμένων αὐτῷ. ἐκεῖθεν δ' ἐπανιὼν ἐπὶ τὰ Ἱεροσόλυμα ὥρμησε, καὶ κατέσχε τὴν πόλιν ἀμαχητί, ἀνοιξάντων αὐτῷ τὰς πύλας ὅσοι τῆς ἐκείνου γνώμης ἐτύγχανον. θανόντος γὰρ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ Ἀντίοχος τὴν τιμὴν παρέσχεν. ὀργισθεὶς δὲ αὐτῶ αὖθις τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην ἀπένειμέν ἀδελφῷ Ὀνίᾳ καλουμένῳ. Σίμωνι γὰρ τριῶν γενομένων παίδων, καὶ εἰς τοὺς τρεῖς ἀρχιερωσύνη περιελήλυθε. καὶ μὲν Ἰησοῦς Ἰάσωνα μετωνόμασεν ἑαυτόν, δὲ Ὀνίας Μενέλαον. στασιάσαντος οὖν τοῦ Ἰησοῦ πρὸς τὸν Ὀνίαν τὸν καὶ Μενέλαον καὶ λαὸς ἐμερίσθη· καὶ οἱ μὲν πλείους τῷ Ἰάσωνι προσετίθεντο, οἱ δἄλλοι τῷ Μενελάῳ, καὶ οἱ Τωβίου παῖδες ἤσαν συνεπαρήγοντες. καταπονούμενοι δὲ τοῖς πλείοσιν οὗτοί τε καὶ Μενέλαος πρὸς Ἀντίοχον ἀνεχώρησαν, καὶ τοὺς πατρίους νόμους λιπόντες ἡλλήνισαν, καὶ τὴν τῶν αἰδοίων περιτομὴν ἐπεκάλυψαν ἐπισπάσαντες. τῶν γοῦν τῆς τούτων μοίρας ἀνοιξάντων τὰς πύλας τῆς πόλεως τῷ Ἐπιφανεῖ Ἀντιόχῳ, ἐγκρατὴς ἐκεῖνος τῆς πόλεως γέγονε, καὶ πολλοὺς μὲν ἀπέκτεινε, χρήματα δὲ πολλὰ συλήσας εἰς Ἀντιόχειαν ἐπανέξευζε.
§4.19.2 Μετὰ δὲ δύο ἔτη αὖθις εἰς Ἱεροσόλυμα ἀνέβη Ἀντίοχος, καὶ ἀπάτῃ κρατήσας τῆς πόλεως οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν ἐφείσατο, ἀλλὰ καὶ τὸν ναὸν συλήσας καὶ τοὺς ἀποκρύφους θησαυροὺς ἀφελόμενος, τάς τε νομίμους θυσίας κωλύσας, καὶ τὴν πόλιν διαρπάσας, καὶ τοὺς μὲν τοῦ λαοῦ κτείνας, τοὺς δ' αἰχμαλώτους ἀπαγαγών, καὶ ἐμπρήσας τὰ τῆς πόλεως κάλλιστα, καὶ σύας θύσας ἐν τῷ ναῷ, τέλος καὶ τὰ τείχη καθεῖλε, καὶ τὴν ἐν τῇ κάτω πόλει ἄκραν οἰκοδομήσας φρουρὰν Μακεδόνων ἐν ταύτῃ κατέστησεν. ἠνάγκαζε δὲ καὶ τὸ πλῆθος τοὺς ὑπαὐτοῦ νομιζομένους θεοὺς σέβεσθαι καὶ τὰ τέκνα μὴ περιτέμνειν, καὶ τοὺς βιαζομένους ταῦτα πράττειν κατέλιπεν. ὅτε καὶ Ἐλεάζαρ ἱερεὺς καὶ οἱ τούτου φοιτηταὶ οἶ Μακκαβαῖοι δηλαδὴ σὺν τῇ σφετέρᾳ μητρὶ τῆς τῶν θείων νόμων φυλακῆς ὑπερήθλησαν. οἱ μὲν οὖν τῇ βίᾳ νικώμενοι τοῖς ἐπιτεταγμένοις ἐπείθοντο, ὅσοι δὲ τὰς ψυχὰς ἐτύγχανον εὐγενεῖς, μὴ ὑπείκοντες ταῖς παρανόμοις ἐπιταγαῖς, πικρῶς ἐν βασάνοις ἀπέθνησκον ἔτι μικρὸν ἐμπνέοντες ἀνεσταυροῦντο· τὰς δὲ γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας, οὓς περιέτεμνον, ἐκ τῶν τραχήλων αὐτῶν ἐξαρτῶντες ἀπῆγχον οἱ τοῦ τυράννου ὑπηρέται. καὶ εἴ που βίβλος εὑρέθη τῆς Ἑβραικῆς γραφῆς, αὐτήν τε ἠφάνιζον καὶ τοὺς ἔχοντας οἰκτρῶς ἀπώλλυον. διὰ ταῦτα οἱ Σαμαρεῖται οὐκέτι ἑαυτοὺς τῶν Ἰουδαίων συγγενεῖς ὡμολόγουν, ἀλλὰ Σιδωνίους ὠνόμαζον ἑαυτούς, καὶ τὸ ἐν τῷ Γαριζὶν παραὐτοῖς ἱερὸν Ἑλληνίου Δῖός προσηγόρευσαν.
§4.19.3 Ην δέ τις τότε ἱερεὺς ὀνόματι Ματταθίας, υἱὸς Ἰωάννου τοῦ Συμεὼν τοῦ Ἀσαμωναίου, ἦσαν υἱοὶ πέντε, Ἰωάννης καλούμενος Γαδδής, Σίμων κληθεὶς Θαθής, Ἰούδας καλούμενος Μακκαβαῖος, Ελεάζαρ λεγόμενος Αὔραν, καὶ Ἰωνάθας κεκλημένος Ἀφφούς. ἐλθόντων οὖν εἰς τὴν κώμην αὐτῶν τῶν βασιλικῶν καὶ θύειν κελευόντων καθἝλληνας τὸν Ματταθίαν πρῶτον ὡς τῶν ἄλλων πρωτεύοντα, ἐκεῖνος ἀνένευεν. ὡς δἕτερος ἔθυσεν, ζήλου πλησθεὶς Ματταθίας σὺν τοῖς υἱέσι τὸν θύσαντά τε ἀπέκτεινε καὶ τὸν στρατηγὸν Ἀπελλῆν, ὃς θύειν ἠνάγκαζε, καὶ τὸν βωμὸν καθελὼν μετὰ τῶν υἱῶν ἐξώρμησεν εἰς τὴν ἔρημον. πολλοὶ δὲ καὶ ἄλλοι τούτους ζηλώσαντες μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν σπηλαίοις διῆγον. οἱ τοῦ Ἀντιόχου δὲ στρατηγοὶ δύναμιν ἀθροίσαντες ἐπῆλθον αὐτοῖς, καὶ προσβάλλουσιν ἐν σαββάτῳ, καὶ πολλοὺς ἐν τοῖς σπηλαίοις κατέφλεξαν οὐδὲ ἀμυνομένους διὰ τὸ τῆς ἡμέρας ἀργόν· οἶ δὲ διασωθέντες τῷ Ματταθίᾳ προσέθεντο δὲ καὶ ἐν σαββάτοις αὐτοὺς παρῄνει μάχεσθαι, ἔνα μὴ ἀπόνως αὐτοὺς διαφθείρωσιν οἱ πολέμιοι ἐπιόντες κατὰ τὰ σάββατα. συναγαγὼν οὖν δύναμιν Ματταθίας τούς τε βωμοὺς καθεῖλε καὶ τοὺς ἀσεβήσαντας ἔκτεινε καὶ τοὺς μὴ περιτμηθέντας τῶν παίδων ἐκέλευσε περιτέμνεσθαι. ἄρξας δὲ ἐπἐνιαυτὸν καὶ νοσήσας τοῖς παισὶ τὸν αὐτοῦ ζῆλον μιμεῖσθαι παρῄνεσε καὶ ὑπὲρ τῶν νόμων, εἰ δεήσει, θανεῖν καὶ ἀλλήλοις ὁμονοεῖν. ταῦτα αὐτοῖς ἐντειλάμενος ἐτελεύτησε.
§4.20.1 Τὴν δὲ τῶν πραγμάτων προστασίαν παῖς αὐτοῦ Ἰούδας καὶ Μακκαβαῖος περιεζώσατο, καὶ συναραμένων αὐτῷ τῶν τε συγγόνων καὶ ἄλλων τοὺς πολεμίους ἐκ τῆς χώρας ἀπώσατο καὶ τοὺς παεανομήσαντας τῶν ὁμοφύλων ἐκόλασεν. Ἀπολλώνιος δὲ τῆς Σαμαρείας στρατηγὸς κατὰ τοῦ Ἰούδα στρατεύσας αὐτός τε πίπτει καὶ πλεῖστοι τῶν σὺν αὐτῶ. ἅπερ τῆς Κιλικίας μαθὼν στρατηγὸς ἐπῆλθε κατὰ τοῦ Μακκαβαίου, καὶ συμβαλὼν τρέπεται καὶ θνήσκει, οἱ δ᾿ ὑπαὐτὸν ἔφυγον· ἐπιδιώξας δὲ Ἰούδας πολλοὺς αὐτῶν ἔκτεινε. διὰ ταῦτα τοίνυν ὀργισθεὶς Ἀντίοχος Λυσίᾳ τῷ τῶν πραγμάτων αὐτοῦ ἐπιτρόπῳ καταστρέψασθαι τὴν Ἰουδαίαν ἐκέλευσε καὶ τὸ ἔθνος ἀνδραποδίσασθαι καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ. δὲ τρεῖς ἐπιλεξάμενος στρατηγοὺς ἔπεμψε μετὰ βαρείας δυνάμεως. Ἰούδας δὲ τὸ πλῆθος τῶν ἐναντίων ἰδὼν ἐπὶ τὸν θεὸν τιθέναι τὰς ἐλπίδας παρῄνει τοῖς μεταὐτοῦ. καὶ δειπνήσας ἐσπέρας πυρά τε πολλὰ ἐν τῷ στρατοπέδῳ λιπών, διὰ τῆς νυκτὸς ὁδεύσας ἐπιτίθεται τοῖς τοῦ Ἀντιόχου περὶ τὸν ὄρθρον · καὶ πολλοὺς μὲν μαχόμενος ἀπέκτεινε, τοὺς δὲ λοιποὺς διώκων, ὡς ὑπὲρ τρισχιλίους πεσεῖν. καὶ μετὰ τὴν ἥτταν τῶν ἐναντίων ἐπανελθὼν Ἰούδας ἐσκύλευσε τὸ τούτων στρατόπεδον, καὶ λείαν πολλὴν πλοῦτόν τε λαβὼν ἄφθονον εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων. τῷ δ᾿ ἐπιόντι ἐνιαυτῷ στράτευμα πλεῖον Λυσίας ἀθροίσας ἐνέβαλεν εἰς τὴν Ἰουδαίαν. καὶ τοῖς προδρόμοις τούτου συμμίξας Ἰούδας νικᾷ. διὸ τὴν λοιπὴν δύναμιν Λυσίας ἀναλαβὼν εἰς Ἀντιόχειαν ἐπανέζευξε, καὶ παρεσκευάζετο μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. γε μὴν Ἰούδας εἰς Ἱεροσόλυμα ἀναβὰς ὥστε τὸν ναὸν έκκαθᾶραι, καὶ ἔρημον αὐτὸν εὑρηκὼς καὶ ἔν τισι καταπεπρησμένον, ἐθρήνησε. καθαρὰς δὲ αὐτὸν σκεύη καινὰ εἰσεκόμισε λυχνίαν, τράπεζαν, βωμὸν χρύσεα, καὶ θυσιαστήριον καινὸν ἐκ λίθων οὐ σιδήρῳ τετμημένων ἀνῳκοδόμησεν, ἐθυμίασέ τε καὶ ὡλοκαύτωσε καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἔθηκε. γέγονε δὲ ταῦτα κατὰ τὴν ἡμέραν καθἣν ναὸς ἐμιάνθη καὶ θρησκεία ἐβεβηλώθη, τριῶν παρελθόντων ἐνιαυτῶν, κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν. καὶ ἔκτοτε ἑορτάζουσιν οἱ Ἰουδαῖοι τὴν ἀνάκτησιν τῆς θρησκείας, φῶτα καλοῦντες αὐτήν. τειχίσας δὲ τὴν πόλιν φύλακας ἐγκατέστησεν. ὡς δὲ τὰ D πέριξ ἔθνη πολλοὺς Ἰουδαίων διέφθειρεν, ἐνεδρεύοντα διὰ βασκανίαν, πολέμοις αὐτοὺς Ἰούδας ἠμύνετο καὶ ἀνέστελλεν.
§4.20.2 δἈντίοχος μαθὼν πόλιν εἶναι ἐν τῇ Πέρσιδι πλούτῳ κομῶσαν Ἐλυμαΐδα ὠνομασμένην, καὶ ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ πλῆρες ἀναθημάτων πολυτελῶν, ὥρμησεν ἐπαὐτὴν καὶ ἐπολιόρκει. ἀποκρουσθεὶς δὲ παρὰ τῶν ἐν τῇ πόλει ἐπἐξελθόντων φεύγων ἧκεν εἰς Βαβυλῶνα καὶ τῆς στρατιᾶς πλείστους ἀπέβαλεν. ἀλγοῦντι δὲ διὰ τοῦτο τῷ Ἀντιόχῳ ἀγγέλλεται τῶν στρατηγῶν ἧττα ὑπὸ Ἰουδαίων. καὶ τοῦ ἀλγήματος προστεθέντος ἐνόσησε καὶ γνοὺς ὡς ἀποβιώσεται τοὺς ὑπαὐτὸν συνεκάλεσε, καὶ πάσχειν οὕτως εἶπεν ὅτι τὸ τῶν Ἰουδαίων ἔθνος ἐκάκωσε καὶ ἐσύλησε τὸν ναόν. ταῦτα λέγων ἐξέπνευσε, Φίλιππον τῶν φίλων ἔνα καταλιπὼν τῆς βασιλείας ἐπίτροπον, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὸν δακτύλιον, ἵνα ταύτα κομίσῃ τῷ υἱῷ Ἀντιόχῳ. δὲ Λυσίας θανόντα μαθὼν τὸν Ἀντίοχον, τὸν ἐκείνου υἱὸν ἀπέδειξε βασιλέα, καλέσας Εὐπάτορα.
§4.21.1 Οἱ δἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων Μακεδόνες ἐκάκουν τοὺς Ἰουδαίους ἀνιόντας εἰς τό ἱερὸν ἐπὶ τῷ θῦσαι. διὸ ἐξελεῖν ἔσπευδε τὴν φρουρὰν Ἰούδας καὶ καρτερῶς ἐπολιόρκει αὐτήν. μαθὼν παῖς Ἀντίοχος ὠργίσθη, καὶ μετὰ μεγάλης δυνάμεως ἐξώρμησε κατὰ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ. Ἰούδας δὲ ἀπαντήσας αὐτῷ τῶν προδρόμων περὶ ἑξακοσίους ἀναιρεῖ. καὶ Ἐλεάζαρ τοῦ Ἰούδα ὁμαίμων καὶ Αὔραν καλούμενος, τῶν ἐλεφάντων τὸν ὑψηλότατον ἰδὼν ὡπλισμένον θώραξι βασιλικοῖς, καὶ οἰηθεὶς αὐτῷ ἐποχεῖσθαι τὸν βασιλέα, μετὰ σφοδρᾶς ὁρμῆς ἐπῆλθεν αὐτῷ, καὶ ὑπὸ τὴν γαστέρα τοῦ θηρίου γενόμενος ἔπληξεν αὐτὸν καὶ ἀπέκτεινεν. δ᾿ ἐπικατασεισθεὶς τῷ Ἐλεαζάρῳ καὶ πιέσας αὐτὸν τῷ βάρει τοῦ σώματος ἔφθειρεν. ὁρῶν δὲ τὴν τῶν πολεμίων ἰσχὺν Ἰούδας εἰς Ἱεροσόλυμα ἐπανῆλθε καὶ πρὸς πολιορκίαν παρεσκευάζετο. Ἀντίοχος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν ἐπολιόρκει τὸ ἱερόν, καρτερῶς τῶν ἔνδον ἀμυνομένων, ἀλλὰ τροφῆς ἐπιλιπούσης αὐτοῖς πολλοὶ ἀπεδίδρασκον. τοῦ μέντοι Φιλίππου, ὅν ἐπίτροπον τῆς βασιλείας θνήσκων Ἀντίοχος εἴασε, σφετεριζομένου τὴν βασιλείαν, Λυσίας στρατηγὸς καὶ Ἀντίοχος γνόντες τοῦτο τοῖς πολιορκουμένοις ἐσπείσαντο ὥστε αὐτοὺς τοῖς πατρῴοις κεχρῆσθαι νόμοις. εἰσδεχθεὶς οὖν εἰς τὴν πόλιν Ἀντίοχος καὶ ἰδὼν τὸν ναὸν ὀχυρώτατον, τοὺς ὅρκους ἠθέτησε καὶ τὸ τεῖχος κατέσκαψε· καὶ οὕτως ὑπέστρεψε, καὶ τὸν ἀρχιερέα Ὀνίαν ἐπαγόμενος, ὃς καὶ Μενέλαος ἐκαλεῖτο, ὡς πείσαντα τὸν πατέρα αὐτοῦ τοὺς Ἰουδαίους βιάζεσθαι παραβῆναι τὰ ἔθη τὰ πάτρια καὶ πολλῶν κακῶν γενόμενον αἴτιον. ὃν καὶ πέμψας εἰς Βέρροιαν τῆς Συρίας διέφθειρεν, ἔτη δέκα τῆς ἀρχιερωσύνης κρατήσαντα, γεγονότα δὲ ἀσεβῆ. ἀρχιερεὺς δὲ γέγονεν Ἄλκιμος, ὃς καὶ Ἰωακεὶμ ἐκαλεῖτο. δἈντίοχος πολεμήσας πρὸς Φίλιππον καὶ χειρωσάμενος αὐτὸν ἔκτεινεν. ἰδὼν δὲ τοῦ ἀρχιερέως [Σίμωνος τοῦ υἷός Ὀνίας, ὃν παιδίον πατὴρ τελευτῶν, ὡς εἴρηται, καταλέλοιπεν, ὅτι τὴν ἀρχιερωσύνην Ἀλκίμῳ δέδωκεν Ἀντίοχος, μὴ τῷ γένει τῷ τῶν ἀρχιερέων προσήκοντι, φεύγει πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον· καὶ τιμηθεὶς λαμβάνει τόπον ἐν τῷ Ἡλιουπολίτῃ νομῷ, καὶ ἱερὸν ἐκεῖ ᾠκοδόμησε τῷ ἐν Ἱεροσολύμοις παρεμφερές.
§4.21.2 Δημήτριος δὲ φυγὼν ἐκ Ῥώμης Σελεύκου υἱός, καὶ καταντήσας τῆς Συρίας εἰς Τρίπολιν, τόν τε Ἀντίοχον καὶ τὸν Λυσίαν συλλαβὼν καὶ ἄμφω διέφθειρεν, ἐπὶ δύο ἐνιαυτοὺς τοῦ Ἀντιόχου βασιλεύσαντος. τούτῳ τῷ Δημητρίῳ ἀρχιερεὺς Ἄλκιμος προσελθών, καὶ τῶν Ἰουδαίων πολλοὶ φυγάδες καὶ πονηροί, κατηγόρουν Ἰούδα τοῦ Μακκαβαίου καὶ τοῦ ἔθνους παντὸς ὡς τοὺς αὐτοῦ φίλους ἀπεκτονότων. δὲ παροξυνθεὶς πέμπει Βακχίδην αὐτῷ οἰκειότατον μετὰ μεγίστης δυνάμεως, ἐντειλάμενος αὐτῷ κτεῖναι καὶ τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ. ὃς εἰς τὴν Ἰουδαίαν ἐλθὼν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς αὐτοῦ ἀδελφούς, ἐπὶ εἰρήνην αὐτοὺς καλῶν. οἱ δὲ οὐκ ἐπίστευσαν αὐτῷ. τινὲς δὲ τῶν τοῦ δήμου λαβόντες ὅρκους παρὰ Βακχίδου προσῆλθον αὐτῷ· ὃς τῶν ὅρκων καταφρονήσας ἑξήκοντα τούτων ἀπέκτεινε καὶ οὕτω τῶν λοιπῶν τὴν ὁρμὴν τοῦ αὐτῷ προσιέναι ἀνέκοψε. τοῖς δ᾿ ἐν τῇ χώρᾳ πᾶσι προσέταξεν ὑπακούειν τοῦ ἀρχιερέως Ἀλκίμου. καὶ ταῦτα διαπραξάμενος εἰς Ἀντιόχειαν ἐπανῆλθε. Ἄλκιμος δὲ πρὸς χάριν ὁμιλῶν ἑκάστῳ, καὶ πάντας ὑποποιούμενος, ταχὺ πολλὴν συνέλεξε δύναμιν, ὧν οἱ πλείους ἐκ τῶν φυγάδων ἦσαν καὶ ἀσεβῶν, δι᾿ ὧν τοὺς τὰ Ἰούδα φρονοῦντας ἐκτίννυε· καὶ Ἰούδας δ᾿ ἑτέρωθεν τοὺς τὰ Ἀλκίμου πράττοντας διέφθειρεν· δὲ τὸν Δημήτριον κατὰ τοῦ Ἰούδα ἠρέθιζε. πέμπει τοίνυν αὖθις βασιλεὺς Νικάνορα μετὰ μεγίστης χειρός, ἐντειλάμενος τοῦ ἔθνους μὴ φείσασθαι. κἀκεῖνος ἀπελθὼν δόλῳ κατασχεῖν ἐπεχείρησε τὸν Ἰούδαν καὶ πρὸς εἰρήνην προεκαλεῖτο αὐτόν· δὲ πίστεις δοὺς καὶ λαβὼν τὸν Νικάνορα μετὰ τῆς δυνάμεως εἰσεδέξατο. καὶ ἀσπασάμενος αὐτὸν Νικάνωρ καὶ προσομιλῶν σημεῖον τοῖς ἑαυτοῦ δέδωκε συλλαβεῖν τὸν Ἰούδαν. γνοὺς δὲ τὴν ἐπιβουλὴν ἀνὴρ πρὸς τοὺς Ἰουδαίους ἐκπηδήσας ἐξέφυγε. γνωσθείσης δὲ τῆς ἐνέδρας φανερὰν μάχην συνεκρότησεν Νικάνωρ, καὶ νενίκηκεν. ἐντεῦθεν Ἰούδας εἰς τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν κατέφυγε. Νικάνωρ δὲ ἠπείλησε τῷ λαῷ, εἰ μὴ παρασῲη αὐτῷ τὸν Ἰούδαν, καταβαλεῖν τὸν ναόν. δὲ Ἰούδας τοῖς μεταὐτοῦ χιλίοις οὖσι διαλεχθεὶς παρώρμησε σφᾶς εἰς ἀλκήν, καὶ συμβαλὼν τοῖς πολεμίοις ἐνίκησε, πολλῶν πεσόντων καὶ αὐτοῦ τοῦ Νικάνορος· οἶ δὲ λοιποὶ ἔφευγον, καὶ πάντες ἐφθάρησαν καταλαμβανόμενοι. καὶ οὕτω πρὸς ὀλίγον Ἰουδαῖοι
§4.22.1 ἐκ τῶν πολέμων ἀνεπαύσαντο.
§4.22.2 Τοῦ δὲ ἀρχιερέως Ἀλκίμου τοῦ καὶ Ἰωακεὶμ θεηλάτῳ βληθέντος πληγῇ καὶ οὕτω τὴν ζωὴν ἀπορρήξαντος μετὰ ἔτη τέσσαρα τοῦ ἀρχιερατεῦσαι, τῷ Ἰούδᾳ τὴν ἀρχιερωσύνην ἀπένειμεν λαός. ἀκούσας δὲ Ἰούδας μέγα δύνασθαι τοὺς Ῥωμαίους, καὶ χειρώσασθαι Γαλάτας καὶ Ἴβηρας καὶ Καρχηδονίους καὶ Λίβυας καὶ τὴν Ἑλλάδα πάσαν καὶ τοὺς βασιλεῖς Περσέα καὶ Φίλιππον καὶ Ἀντίοχον, ἔπεμψε φιλίαν αἰτῶν, καὶ Δημητρίῳ γράψαι ἠξίου μὴ πολεμεῖν Ἰουδαίοις. δὲ σύγκλητος καὶ φιλίαν ὡμολόγησε καὶ συμμαχεῖν Ἰουδαίοις κατένευσε. Δημήτριος δὲ τὸν θάνατον μαθὼν τοῦ Νικάνορος καὶ τῆς στρατιὰς τὴν ἀπώλειαν, πάλιν τὸν Βακχίδην ἀπέστειλεν. δὲ πρὸς τὸν Ἰούδαν ἠπείγετο, ἐστρατοπεδευκότα ἴν τινι κώμῃ μετὰ χιλίων. οἳ τὸ μετὰ Βακχίδου δείσαντες στράτευμα, συνεβούλευον αὐτῷ ἀναχωρεῖν καὶ σώζεσθαι. ὡς δἐκεῖνοςμὴ τοῦτοεἶπενἴδοι γινόμενον ἥλιος ὥστε με νῶτα δοῦναι τοῖς ἐναντίοις, πολλοὶ τῶν μεταὐτοῦ ἔφυγον. συμβαλὼν δὲ τῷ Βακχίδῃ μέχρι πολλοῦ ἀγχωμάλως ἐμάχετο, περὶ δέ γε δυσμὰς ἐπιβρίσας μετὰ τῶν εὐψυχοτάτων ἐν τῶ δεξιῷ κέρατι, ὅπου καὶ Βακχίδης ἦν, τὴν φάλαγγά διασπᾷ καὶ ἐτρέψατο εἰς φυγήν. ἐπελθόντες δοἱ κατὰ τὸ εὐώνυμον ἐκύκλωσαν τὸν Ἰούδαν. δὲ στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ, καὶ πολλοὺς κτείνας τέλος καὶ αὐτὸς ἔπεσεν· οὗ πεσόντος οἱ σὺν αὐτῶ ἔφυγον. ἐπὶ τρίτον δ᾿ ἔτος τῇ ἀρχιερωσύνῃ ἐμπρέψας, καὶ γενναῖος ἀνὴρ γεγονώς, καὶ ὑπὲρ τῆς ἐλευθερίας τοῦ ἔθνους πάντα καὶ δράσαι καὶ παθεῖν ἕτοιμος γεγονώς, ἀπέθανε.
§4.22.3–5.9.1
§4.22.3 Θανόντος δἐκείνου τοῖς ἀσεβήσασι τῶν Ἰουδαίων καὶ παραβεβηκόσι τὰ πάτρια τὴν τῆς χώρας ἐπιμέλειαν Βακχίδης ἀνέθετο. οἱ δὲ παντοίως τοὺς ὁμοφύλους ἐκάκουν, καὶ τοὺς Ἰούδα Ἰούδα ὁμόφροναςλαμβάνοντες τῷ Βακχίδῃ προσῆγον, καὶ ὃς αἰκίζων αὐτοὺς πρότερον εἶτα διέφθειρεν. οἱ οὖν περίλοιποι τῶν ἑταίρων Ἰούδα Ἰωνάθην τὸν ἀδελφὸν ἐκείνου πείσαντες τῶν Ἰουδαίων ἀποδεικνύουσι στρατηγόν. καὶ Βακχίδης ἀποκτεῖναι δόλῳ τὸν Ἰωνάθην ἐξήτει· δὲ μετὰ τοῦ ἀδελφοῦ Σίμωνος καὶ τῶν ἑταίρων εἰς ἔρημον ἔφυγε. καὶ ἐπαὐτοὺς Βακχίδης ὡρμήκει· δἸωνάθης τὸν ἀδελφὸν Ἰωάννην πρὸς τοὺς Ναβαταίους Ἄραβας ἔπεμψεν, ἦσαν γὰρ φίλοι, παραθησόμενον αὐτοῖς τὴν ἀποσκευήν. ἀπιόντα δὲ τοῦτον οἱ Ἀμαραίου παῖδες λοχήσαντες κτείνουσι σὺν τοῖς ἑπομένοις καὶ τὰ κομιζόμενα διηρπάκασι. Βακχίδης δὲ ἐν σαββάτῳ τῷ Ἰωνάθαν ἐπῆλθεν ὡς τάχα διὰ τὸν νόμον μὴ μαχουμένῳ. δὲ περὶ ψυχῶν εἶναι φήσας τὸν κίνδυνον, ἀντετάξατο, καὶ πολλοὺς ἀποκτείνας καὶ κατὰ Βακχίδου ὁρμήσας ὡς πλήξων αὐτόν, καὶ ἀποτυχών, εἰς τὸν ποταμὸν ἥλατο μετὰ τῶν ἑταίρων καὶ διενήξατο. καὶ Βακχίδης εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὑπέστρεψε, καὶ τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους λαβὼν εἰς τὴν ἄκραν ἐνέκλεισεν. Ἰωνάθῃ δἐμέλησε τὸν φόνον τιμωρήσαι τοῦ ἀδελφοῦ Ἰωάννου. γάμον οὑν τῶν τοῦ Ἀμαραίου παίδων τελούντων, καὶ ἐκ πόλεως εἰς ἑτέραν τὸν νυμφίον καὶ τὴν νύμφην ἀγόντων μετὰ πολυτελοῦς προπομπῆς, ἐνεδρεύσας ἐκεῖνος ἐν ὄρει μετὰ τῶν περὶ αὐτὸν ἐπιτίθεται τοῖς ἐν τῇ πομπῇ, καὶ διέφθειρεν ἅπαντας, καὶ ἔφερον διήρπασε ξύμπαντα. διῆγον δἸωνάθης καὶ Σίμων μετὰ τόν περὶ αὐτοὺς εἰς τὰ ἔλη του ποταμοῦ. Βακχίδης δὲ φρουρὰν εἰς Ἰουδαίαν καταλιπὼν πρὸς τὸν Δημήτριον ἐπανῆλθεν. ἠρεμοῦντος δἔκτοτε τοῦ ἔθνους ἐπἔτη δύο, Ἰωνάθης καὶ οἱ περὶ αὐτὸν σὺν ἀδείᾳ ἐν τῇ χώρᾳ διέτριβον. οἱ οὖν ἀσεβήσαντες Ἰουδαῖοι πρὸς τὸν βαδιλέα Δημήτριον πέμπουσι, δηλοῦντες ἀπόνως τὸν Ἰωνάθαν, εἰ πεμφθείη τις ἐπαὐτόν, συλληφθήσεσθαι. καὶ πέμπει τὸν Βακχίδην βασιλεύς. δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν καὶ συλλαβέσθαι τὸν Ἰωνάθαν καίτοι σπουδάσας οὐχ οἶός τε ὤν, πεντήκοντα ἐκ τῶν περὶ Ἰωνάθαν τῷ βασιλεῖ τὴν ἀναφορὰν ποιησάντων τοὺς προκρίτους ὡς ψευσαμένους ἀπέκτεινεν. Ἰωνάθης δὲ καὶ Σίμων καὶ οἱ περὶ αὐτοὺς εἰς τὴν ἔρημον ἀνεχώρησαν, ἔνθα πύργους οἰκοδομήσας προσέμενε. καὶ Βακχίδης ἐλθὼν ἐπολιόρκει αὐτόν. Ἰωνάθης δὲ τὸν ἀδελφὸν ἐκεῖ λιπὼν Σίμωνα, αὐτὸς λάθρᾳ ἐξελθὼν καὶ πολλοὺς ἐκ τῆς χώρας συναγαγὼν νύκτωρ τῷ Βακχίδῃ καὶ τῇ αὐτοῦ προσέβαλε στρατιᾷ. καὶ πολλοὺς μὲν αὐτὸς ἀνεῖλε, πολλοὺς δὲ καὶ Σίμων, ὑπεξελθὼν κἀκεῖνος ἀπὸ τῶν ἐρυμάτων, ἐμπρήσαντες καὶ τὰς πολιορκητικὰς μηχανάς. ἀθυμήσας δὲ διὰ ταῦτα Βακχίδης ἤθελεν ἀναζεῦξαι, ἐζήτει δαἰτίαν τῆς ἀναζυγῆς εὐπρεπῆ. καὶ Ἰωνάθης τοῦτο μαθὼν πρεσβεύεται περὶ φιλίας, ἔνα ἑκάτεροι ἀλλήλοις ἀντιδῶσιν οὑς εἶχον αἰχμαλώτους. δεξάμενος οὑν τὴν πρεσβείαν Βακχίδης σπένδεται. καὶ ὤμοσαν μηκέτι κατἀλλήλων στρατεύειν, καὶ τοὺς αἰχμαλώτους ἠλλάξαντο. καὶ μὲν Βακχίδης ὑποστρέψας D οὐκέτι κατὰ τῆς Ἰουδαίας ἐπῆλθεν, δἸωνάθης ἀδείας τυχὼν τὰ τῶν ὁμοεθνῶν διίθυνε πράγματα ἐκόλαζέ τε τοὺς ἀσεβήσαντας.
§4.23.1 Ἀλέξανδρος δὲ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἷός τὴν Πτολεμαΐδα ἐκ προδοσίας παρειληφὼς ἐτάραξε τόν Δημήτριον, ὥστε γαῖ τὰς δυνάμεις ἀθροίζειν καὶ πέμψαι πρὸς Ἰωνάθην περὶ εὐνοίας καὶ συμμαχίας. ἐπέτρεπέ τε αὐτό στράτευμα συνιστᾶν, καὶ οὓς ἐν τῇ ἄκρᾳ κατέκλεισεν Βακχίδης παῖδας ὡς ὁμηρεύοντας παρεχώρει ἀπολαβεῖν. δεξάμενος οὖν τὴν ἐπιστολὴν Ἰωνάθης τοῦ βασιλέως εἰς Ἱεροσόλυμα παραγέγονε, καὶ ταύτην εἰς ἐπήκοον τοῦ λαοῦ καὶ τῶν φυλάκων ἀνέγνω, καὶ τοὺς παῖδας λαβὼν ἐκ τῆς ἀκροπόλεως τοῖς γονεῦσιν ἀπέδωκεν ἑκάστῳ τὸν ἴδιον, καὶ αὐτὸς ἐν Ἱεροσολύμοις διέτριβε καινίζων τὴν πόλιν καὶ τὰ τείχη αὐτῆς ἀνοικοδομῶν. γράφει δὲ καὶ Ἀλέξανδρος Ἰωνάθῃ, εἰς συμμαχίαν καλῶν αὐτὸν καὶ φίλον ποιούμενος καὶ τὴν ἀρχιερωσύνην αὐτῷ παρασχὼν καὶ δῶρα πεπομφώς. δὲ δεξάμενος τὴν ἐπιστολὴν τὴν ἀρχιερατικὴν στολὴν περιβάλλεται κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, τεσσάρων ἐκμετρηθέντων ἐνιαυτῶν ἐξ ὅτου τέθνηκεν Ἰούδας ἀδελφὸς αὐτοῦ, δύναμίν τε συνήγαγε καὶ ὅπλα ἡτοίμασε. συμμίξας δὲ τῷ Δημητρίῳ Ἀλέξανδρος νικᾷ, τοῦ Δημητρίου εἰς τέλμα βαθὺ ἐμπεσόντος μετὰ τοῦ ἵππου καὶ δυσεκπόρευτον, ἔνθα περιστάντων τῶν πολεμίων αὐτὸν κατατρωθεὶς ἔπεσε, πολλοὺς καἲ αὐτὸς ἀνελών. ἔτη δὲ ἐβασίλευσεν ἕνδεκα.
§4.23.2 Τὴν δὲ τῆς Συρίας παραλαβὼν βασιλείαν Ἀλέξανδρος τὴν τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος θυγατέρα ἑαυτῷ εἰς γυναῖκα μνηστεύεται. καὶ τῶν γάμων τελουμένων ἔγραψεν Ἰωνάθῃ εἰς Πτολεμαΐδα παραγενέσθαι. ἀφικόμενος δἐτιμήθη καὶ παρὰ Πτολεμαίου καὶ παρὰ Ἀλεξάνδρου. Δημητρίου δὲ τοῦ υἱοῦ τοῦ τελευτήσαντος Δημητρίου καταπλεύσαντος ἐκ Κρήτης εἰς Κιλικίαν μετὰ βαρείας δυνάμεως, ἐναγώνιος ἦν Ἀλέξανδρος, καὶ μὲν εἰς ἀντιόχειαν ἔσπευσεν ἀσφαλισόμενος τὰ ἐκεῖ, τῆς δὲ Συρίας ἐπίτροπον Ἀπολλώνιον τὸν Δᾶον κατέλιπεν. ὃς πρὸς Ἰωνάθην στείλας ἄδικον ἔλεγεν εἶναι μόνον αὐτὸν μὴ ὑπείκειν τῷ βασιλεῖ, καὶ πρὸς μάχην προεκαλεῖτο αὐτόν, καὶ εἰς ἀνανδρίαν τὸ ἔθνος ὠνείδιζε. τούτοις παροξυνθεὶς ἀρχιερεὺς συνάπτει πρὸς Ἀπολλώνιον πόλεμον, καὶ νικᾷ καὶ πολλοὺς τῶν ἐναντίων ἀναιρεῖ καὶ πόλεις τῆς Συρίας αἱρεῖ, καὶ μετὰ λείας πολλῆς ἀναζεύγνυσιν εἰς Ἱεροσόλυμα. δὲ βασιλεὺς Ἀλέξανδρος ταῦτα μαθὼν πέμπει πρὸς Ἰωνάθαν, χαίρειν λέγων ἐπὶ τῇ ἥττῃ Ἀπολλωνίου, ὡς παρὰ γνώμην αὐτοῦ μαχεσαμένου αὐτῷ φίλῳ καὶ συμμάχῳ ὄντι. γε μὴν Πτολεμαῖος Φιλομήτωρ πρὸς συμμαχίαν ἀπιὼν Ἀλεξάνδρου σὺν δυνάμει ναυτικῇ καὶ πεζῇ, καὶ εἰς Πτολεμαίδα γενόμενος, μικροῦ ἂν ἐκινδύνευσε, τοῦ Ἀλεξάνδρου αὐτῷ διά τινος τῶν φίλων Ἀμμωνίου ἐπιβουλεύσαντος. διαδρὰς δὲ τὴν ἐπιβουλήν, λήν, ᾔτει πρὸς κόλασιν τὸν Ἀμμώνιον· οὐκ ἐξεδίδου δὲ αὐτὸν Ἀλέξανδρος. ὅθεν γνοὺς Πτολεμαῖος συνίστορα τῆς ἐπιβουλῆς τὸν Ἀλέξανδρον, τῆς τε συμμαχίας ἀπέσχετο καὶ τὴν ἀγχιστείαν διέλυσε. τὴν γὰρ θυγατέρα ἀποσπάσας αὐτοῦ διαπέμπεται πρὸς Δημήτριον, συμμαχήσειν αὐτῷ ὑπισχνούμενος καὶ συζεῦξαι τὴν θυγατέρα καὶ εἰς τὴν πατρῴαν βασιλείαν ἐγκαθιδρῦσαι. καὶ Δημήτριος ἀσμένως τὸν γάμον καὶ τὴν συμμαχίαν προσίεται. Πτολεμαίῳ δὲ σπούδασμα ἢν πείσαι τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. καὶ ἤνυσε ῥᾳδίως τὸ σπουδαζόμενον, τῶν Ἀντιοχέων μισούντων τὸν Ἀλέξανδρον διά τε τὸν πατέρα αὐτοῦ παρανομήσαντα εἰς αὐτοὺς καὶ διὰ τὸν Ἀμμώνιον· οἳ ταχέως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ μὲν ἐκβληθεὶς ἐκεῖθεν εἰς Κιλικίαν ἧκεν, οἱ δἈντιοχεῖς βασιλέα τὸν Πτολεμαῖον ἀνέδειξαν, καὶ δύο περιθέσθαι ἠνάγκασαν διαδήματα, ἅτε δὴ τῆς Συρίας καὶ τῆς Αἰγύπτου ἄρχοντα. δὲ λογίσασθαι τὰ μέλλοντα οἷός τε ὢν διὰ σύνεσιν, ἵνα μὴ δόξῃ τοῖς Ῥωμαίοις ἤδη μέγα δυναμένοις ἐπίφθονος, πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. τοῦ δὲ Ἀλεξάνδρου κατὰ τῆς Συρίας ἐπιόντος σὺν πολλῇ στρατιᾷ καὶ τὴν τῶν Ἀντιοχέων χώραν δῃώσαντος, Πτολεμαῖος σὺν Δημητρίῳ, ἤδη αὐτῷ τὴν θυγατέρα γαμικῶς ἁρμοσάμενος, ἐστράτευσεν ἐπαὐτόν, καὶ μὲν Ἀλέξανδρος ἡττηθεὶς εἰς Ἀραβίαν προσπέφευγεν, δέ γε Πτολεμαῖος ἐκ τοῦ ἵππου ἐκπεπτωκὼς διἐλέφαντος βοὴν ταραχθέντος καὶ ἀποσεισαμένου αὐτόν, πολλὰ κατὰ τῆς κεφαλῆς ἐδέξατο τραύματα τῶν πολεμίων περιστάντων αὐτόν, μόλις δὑπὸ τῶν σωματοφυλάκων ἐξαρπασθεὶς ἐφἡμέρας ἔκειτο τέσσαρας, μήτε συνιεὶς μήτε μέντοι φθεγγόμενος. ἀνενεγκὼν δὲ τῇ πέμπτῃ τῶν ἡμερῶν, καὶ τὴν Ἀλεξάνδρου δεξάμενος κεφαλὴν παρὰ τοῦ τῶν Ἀράβων δυνάστου πεμφθεῖσαν αὐτῷ, καὶ ἡδυνθεὶς ἐπὶ τῇ ἐκείνου φθορᾷ, καὶ αὐτὸς μετὰ μικρὸν ἐτελεύτησε.
§4.24.1 Παραλαβὼν δὲ τὴν τῆς Ἀσέας βασιλείαν Δημήτριος Νικάνωρ μετὰ Ἀλέξανδρον ἔτη βασιλεύσαντα πέντε, ἤρξατο διαφθείρειν τὸ τοῦ Πτολεμαίου στρατιωτικόν, τῆς τε συγγενείας καὶ τῆς συμμαχίας ἀμνημονήσας. οἱ μὲν οὑν στρατιῶται τὴν πεῖραν ἐκείνου διακρουσάμενοι εἰς Ἀλεξάνδρειαν ἀνεχώρησαν, τῶν δἐλεφάντων ἐκράτησεν. Ἰωνάθης δὲ ἀρχιερεὺς ἐπολιόρκει τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν, ἔχουσαν ἔνδον Μακεδόνας φρουροὺς καὶ τῶν ἀσεβησάντων Ἰουδαίων τινάς· ὧν τινες νυκτὸς ἐξελθόντες τῷ Δημητρίῳ τὴν πολιορκίαν ἀπήγγειλαν. καὶ ὃς ἧκε σὺν δυνάμει πρὸς Ἰωνάθην, καὶ ἐν Πτολεμαΐδι γενόμενος γράφει αὐτῷ πρὸς αὐτὸν ἀφικέσθαι. δὲ τὴν πολιορκίαν οὐκ ἔπαυσε, τοὺς ἱερεῖς δὲ καὶ τοὺς τοῦ λαοῦ πρεσβυτέρους παραλαβὼν καὶ χρήματα πολλὰ κομίζων ἧκε πρὸς τὸν Δημήτριον. καὶ τούτοις αὐτὸν θεραπεύσας ἐτιμήθη παραὐτοῦ καὶ τὴν ἀρχιερωσύνην ἐβεβαιώσατο.
§4.24.2 Ὡς δὲ μή τινος ἐπικειμένου πολέμου τὸν μισθὸν τῶν στρατιωτῶν ἠλάττωσεν Δημήτριος, κἀντεῦθεν ἦν αὐτοῖς μισητός, γνοὺς τὸ πρὸς αὐτὸν μῖσος Ἀλεξάνδρου τις στρατηγὸς Τρύφων ἐπικληθείς, πρὸς Μάλχον τὸν Ἄραβα παραγίνεται, καὶ τὸν παῖδα τοῦ Ἀλεξάνδρου Ἀντίοχον τρεφόμενον παραὐτῷ ἐζήτει, λέγων ἀποκαταστήσειν αὐτῷ τὴν πατρῴαν ἀρχήν· καὶ ὃς δίδωσι. Δημήτριος δὲ πρὸς Ἰωνάθην στείλας συμμαχίαν ἐζήτει, πολλὰς αὐτῷ ἐπαγγελλόμενος χάριτας. πέμπει τοίνυν αὐτῷ τρισχιλίους, διὧν ἐπαναστάντας αὐτῷ τοὺς Ἀντιοχεῖς διἀπέχθειαν, ἣν ἔτρεφον ὅτι κακῶς ἔπασχον ὑπαὐτοῦ, ἐτρέψατο, καὶ τὴν πόλιν ἐνέπρησε καὶ πολλοὺς αὐτῶν ἔκτεινε, μέχρις ἐβιάσθησαν ἀποθέσθαι τὰ ὅπλα καὶ ἑαυτοὺς αὐτῷ παραδοῦναι. μὲν οὖν στάσις οὕτως ἐπαύθη, δὲ τοὺς Ἰουδαίους ἀνέπεμψε πρὸς Ἰωνάθην, αὐτοῖς μὲν δωρησάμενος, ἐκείνῳ δὲ χάριτας ὁμολογῶν. ὕστερον δὲ καὶ τὰς ὑποσχέσεις ἐψεύσατο, καὶ πόλεμον ἠπείλησεν αὐτῷ. καὶ ἤγαγεν ἂν εἰς ἔργον τὰς ἀπειλάς, εἰ μὴ Τρύφων ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν ἐπανελθὼν τῷ Ἀντιόχῳ μειρακίῳ τότε τυγχάνοντι διάδημα περιέθετο, καὶ πόλεμον πρὸς τὸν Δημήτριον συνεκρότησε, προσχωρησάντων αὐτῷ τῶν στρατιωτῶν ὅσοι διὰ τὴν μείωσιν τοῦ μισθώματος καταλελοίπασι τὸν Δημήτριον. ἐπικρατέστερος οὖν Τρύφων ἐν τῇ μάχῃ γενόμενος καὶ τὴν Ἀντιόχειαν λαμβάνει καὶ τοὺς ἐλέφαντας. δὲ Δημήτριος εἰς Κιλικίαν ἀπῆλθε, καὶ παῖς Ἀντίοχος εἰς συμμαχίαν τὸν Ἰωνάθην μετεκαλέσατο. δὲ φίλος εἶναι καὶ σύμμαχος ὡμολόγει, καὶ πολεμήσειν τῷ Δημητρίῳ κατέθετο, καὶ ὥρμησε πρὸς ἔργον εὐθύς. καὶ πρῶτον πόλεις πολλὰς προσχωρῆσαι τῷ Ἀντιόχῳ πεποίηκεν ἀποστάσας τοῦ Δημητρίου, εἶτα τὸν ἀδελφὸν Σίμωνα ἐν τῇ Ἰουδαίᾳ καταλιπὼν κατὰ τῶν τοῦ Δημητρίου ἐχώρησε στρατηγῶν. καὶ Σίμων Βέσουρα ἐπολιόρκει, τῆς Ἰουδαίας χωρίον ὑπὸ τῶν τοῦ Δημητρίου κατεχόμενον, οἳ τῇ πολιορκίᾳ στενοχωρηθέντες, πίστεις λαβόντες ἐξέλιπον τὸ χωρίον· καὶ φρουρὰν ἰδίαν Σίμων κατέστησεν ἐν αὐτῷ. Ἰωνάθης δὲ τοῖς στρατηγοῖς συμμίξας τοῦ Δημητρίου εἰς φυγήν τε αὐτοὺς τρέπεται καὶ περὶ δισχιλίους ἀνελὼν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. καὶ εἰς Ῥώμην πρεσβείαν ἐποιήσατο, τὴν προτέραν φιλίαν ἣν πρὸς τὸ ἔθνος εἶχον ἀνανεώσασθαι. οἶ δὲ τῆς βουλῆς τὰ πρότερον ἐψηφισμένα καὶ αὖθις ἐκύρωσαν. ἐπανερχόμενοι δὲ οἱ πρέσβεις καὶ εἰς τὴν Σπάρτην ἀφίκοντο, καὶ τοῦτο ἐντεταλμένον ἔχοντες παρὰ τοῦ Ἰωνάθου. καὶ οἱ Σπαρτιᾶται δὲ τοὺς πρεσβευτὰς φιλοφρόνως προσήκαντο, καὶ ψήφισμα περὶ φιλίας καὶ συμμαχίας πρὸς Ἰουδαίους ἔθεντο. τοῦ Δημητρίου μέντοι οἱ στρατηγοὶ τὴν ἡτταν ἀναμαχέσασθαι σπεύδοντες μετὰ δυνάμεως πλείονος ἦλθον κατὰ τοῦ Ἰωνάθου. δὲ αὐτοῖς ὀξέως ἀπήντησεν. ἀποδειλιάσαντες δὲ πρὸς φανερὰν μάχην ἀντικαταστῆναι ἀστὴν αἰ αὐτῷ, νυκτὸς ἔφυγον. μεθἡμέραν δὲ γνοὺς τὴν φυγὴν Ἰωνάθης, ἐπεδίωξε μέν, οὐ κατέλαβε δέ· ἀλλεἰς Ἀραβίαν ἐλθὼν καὶ τοῖς Ναβατηνοῖς ἐπελθὼν καὶ λείαν ἐκεῖθεν ἀπελάσας πολλὴν καὶ αἰχμαλώτους λαβὼν ἐπανῆλθε. συναγαγὼν δὲ τὸν λαὸν συνεβούλευε τὰ τείχη τῶν Ἱεροσολύμων ἀνακαινίσαι γαῖ ἀνορθῶσαι ὅσον τοῦ περιβόλου τοῦ ἱεροῦ καθῄρητο. καὶ ἀρεσάσης πᾶσι τῆς συμβουλῆς, αὐτὸς μὲν ἔργου εἴχετο, τὸν δὲ ἀδελφὸν Σίμωνα ἔπεμψε τὴν χώραν ἀσφαλισόμενον.
§4.24.3 Ο δέ γε Δημήτριος εἰς Μεσοποταμίαν ἧκεν ὡς τὴν Βαβυλῶνα καὶ τὰς ἄνω σατραπείας παραληψόμενος. οἱ γὰρ ταύτας κατοικοῦντες Ἕλληνες καὶ Μακεδόνες παραδώσειν ἑαυτοὺς αὐτῷ ἐπηγγέλλοντο καὶ συγκαταπολεμήσειν Ἀρσάκην τὸν Παρθῶν βασιλέα. καὶ ἐδέξαντο τοίνυν αὐτόν. καὶ τῷ Ἀρσάκῃ συμβαλὼν τὴν ἅπασαν ἀπέβαλε στρατιὰν καὶ αὐτὸς ἐλήφθη. Τρύφων δὲ γνοὺς τοιαῦτα τὰ περὶ τὸν Δημήτριον, ἐπεβούλευεν ἀντιόχῳ, ἀποκτεῖναι αὐτὸν μελετῶν καὶ τὴν ἀρχὴν σφετερίσασθαι. ἐδεδοίκει μέντοι τὸν Ἰωνάθην, ὄντα φίλον τῷ Ἀντιόχῳ. καὶ ἔσπευδεν αὐτὸν πρῶτον ἀπάτῃ ἐλῶν οὕτως ἐπιχειρῆσαι τοῖς κατὰ τὸν Ἀντίοχον. διὸ καὶ εἰς Σκυθόπολιν ἄπεισιν, ἔνθα καὶ Ἰωνάθης αὐτῷ σὺν τέσσαρσι μυριάσι μαχίμων ἀπήντησεν. δὲ ὑπούλως αὐτὸν ὑπέρχεται, δώροις τε καὶ τιμαῖς δεξιούμενος, πᾶσαν θέλων ὑπόνοιαν ἐξελεῖν, ἔν αὐτὸν ἀφύλακτον λήψοιτο. καὶ συνεβούλευε τὴν μὲν στρατιὰν ἀπολῦσαι, αὐτὸς δὲ μετὀλίγων εἰς Πτολεμαίδα συναφικέσθαι αὐτῷ, τὴν πόλιν παραληψόμενος καὶ πάντα τὰ ἐκεῖ ὀχυρώματα. καὶ Ἰωνάθης μηδὲν ὑποτοπήσας τὸ στράτευμα ἔστρεψε, χιλίους δἔχων μόνους ἀπῄει. εἰς δὲ Πτολεμαΐδα κατακλεισθεὶς αὐτὸς μὲν ζωγρεῖται, οἱ δὲ σὺν αὐτῷ διαφθείρονται. ἅπερ οἱ ἐν Ἱεροσολύμοις μαθόντες εἰς δέος ἐνέπεσον διὰ τὰ πέριξ ἔθνη, γνόντα τὴν Ἱωνάθου σύλληψιν κατὰ τῶν Ἰουδαίων κεκίνηντο. Σίμων δὲ τῷ πλήθει ὡμιληκὼς καὶ παραθαρρύνας αὐτὸ ἡγεμὼν ὑπαὐτοῦ αἱρεῖται, καὶ συναθροίσας τὸ μάχιμον τοῦ λαοῦ τῶν τειχῶν ἐπεμελεῖτο τῆς πόλεως, καὶ παντὸς τοῦ πρὸς ἀσφάλειαν τῶν πραγμάτων ἐφρόντιζεν. μέντοι Τρύφων εἰς Ἰουδαίαν ἀφίκετο, καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. καὶ Σίμων αὐτῷ σὺν δυνάμει ἀπήντησεν· δὲ πρὸς αὐτὸν ἔπεμψε δηλῶν ἑκατὸν ἀργυρίου τάλαντα δοῦναι καὶ δύο τῶν Ἰωνάθου παίδων ὁμήρους, εἰ βούλεται λυθῆναι τὸν ἀδελφόν. Σίμων δὲ συνῆκε μὲν τὴν κακουργίαν τοῦ Τρύφωνος, ἔνα δὲ μὴ αἰτίαν σχοίη ὡς μὴ θέλων σῶσαι τὸν ἀδελφόν, καὶ τὰ χρήματα ἔπεμψε καὶ τοὺς παῖδας. λαβὼν Τρύφων οὐκ ἐτήρησε τὰς συνθήκας, ἀλλὰ μετὰ τῆς στρατιᾶς ἀνῄει πρὸς τὰ Ἱεροσόλυμα. παρωμάρτει δὲ καὶ Σίμων, ἀεὶ ἐναντίον καταστρατοπεδευόμενος. χιὼν δὲ πολλὴ πεσοῦσα διεκώλυσεν αὐτῷ τὴν εἰς Ἱεροσόλυμα ἄφιξιν· καὶ εἰς Συρίαν ἐτράπετο, καὶ ἀπιὼν τὸν Ἰωνάθην ἀπέκτεινε.
§4.24.4 Σίμων δέ, θανόντος τοῦ ἀδελφοῦ Ἰωνάθου μετὰ τετραετίαν τῆς ἀρχιερωσύνης, αὐτὸς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους προυβέβλητο, καὶ οὐκέτι φόρους τοῖς Μακεδόσι παρέσχετο. εὐτύχησε δὲ τὸ ἔθνος ἐπαὐτοῦ σφόδρα, καὶ τῶν τε περιοίκων ἐθνῶν ἐκυρίευσαν, καὶ πολλὰς τῶν πόλεων κατεστρέψαντο, ἔνα μὴ εἶεν τοῖς ἐχθροῖς ὁρμητήρια. καὶ τὸ ὅρος ἐφοὑ ἀκρόπολις ᾠκοδόμητο, λίαν ὂν ὑψηλόν, ἐν τρισὶν ἔτεσιν ἐνδελεχῶς πονοῦντες εἰς πεδιάδα μετήνεγκαν, ὡς ἂν εἴη τὸ ἱερὸν ὑπερκείμενον.
§5.1.1 δέ γε Τρύφων τὸν Ἀντίοχον, ὃς καὶ θεὸς ἐπεκλήθη, τέσσαρα βασιλεύσαντα ἔτη διέφθειρεν, ἐπιτροπεύων αὐτοῦ. καὶ τὸν μὲν ὡς ἀποθάνοι διήγγελλε, τοῖς δὲ στρατιώταις ἐπηγγέλλετο χρήματα, εἰ αὐτὸν βασιλεύσουσιν. οἳ κερδῆσαι πολλὰ ἠλπικότες εἵλοντο αὐτὸν ἄρχοντα. λαβὼν δὲ τὴν βασιλείαν Τρύφων ἀπεδύσατο τὴν ὑπόκρισιν· καὶ μισῆσαν αὐτὸν τὸ στρατιωτικὸν πρὸς Κλεοπάτραν ἀφίστατο τὴν τοῦ Δημητρίου γυναῖκα, ἐγκεκλεισμένην ἐν Σελευκείᾳ τυγχάνουσαν. ἀλωμένου δὲ Ἀντιόχου, ὃς ἐκαλεῖτο σωτήρ, Δημητρίου δὲ ἦν ἀδελφός, καὶ ἐγκεκλεισμένου πάντοθεν διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν Κλεοπάτρα, καλοῦσα ἐπὶ γάμῳ καὶ βασιλείᾳ· Β ἐδεδίει γὰρ μὴ τὴν πόλιν οἱ Σελευκεῖς τῷ Τρύφωνι δώσουσι. γενόμενος οὖν ἐν τῇ Σελευκείᾳ Ἀντίοχος κατὰ τοῦ Τρύφωνος ὥρμησε, καὶ νικήσας αὐτὸν τῆς ἄνω Συρίας ἐξέβαλε, καὶ εἴς τι καταφυγόντα φρούριον ἐπολιόρκει, καὶ τὸν ἀρχιερέα Σίμωνα εἰς φιλίαν προεκαλεῖτο. δὲ ἐδέξατο τὴν πρόκλησιν, καὶ τοῖς πολιορκοῦσι τὸν Τρύφωνα τροφὰς ἐχορήγησε. φυγὼν δἐκεῖθεν Τρύφων καὶ γενόμενος εἰς Ἀπάμειαν, πολιορκηθεὶς ἐλήφθη καὶ διεφθάρη, ἐπἔτεσι βασιλεύσας τρισίν.
§5.1.2 Ἀντίοχος δὲ λήθην τῶν ὑπό Σίμωνος αὐτῷ γενομένων ποιησάμενος, στέλλει Κενδεβαῖον, τὴν Ἰουδαίαν πορθῆσαι καὶ τὸν Σίμωνα κατασχεῖν ἐντειλάμενος. Σίμων δὲ αὐτῷ ἀντικαταστὰς νικᾶ. καὶ εἰρηνικῶς τὸ λοιπὸν διήγαγε τῆς ζωῆς, ἄρξας τῆς Ἰουδαίας ἔτη ὀκτώ. τελευτᾷ δὲ παρὰ Πτολεμαίου τοῦ γαμβροῦ ἐπιβουλευθείς. καὶ γυνὴ τοῦ Σιμωνος καὶ οἱ δύο παῖδες συλληφθέντες ἐδέθησαν, δὲ τρίτος Ἰωάννης διέφυγεν, ὃς καὶ Ὑρκανὸς ἐκαλεῖτο, καὶ προσεδέχθη παρὰ τῶν Ἱεροσολυμιτῶν διὰ τὰς τοὐ πατρὸς εὐεργεσίας, ἀπωσαμένων ἐλθόντα τὸν Πτολεμαῖον. Ἀπολαβὼν δὲ τὴν πάτριον ἱερωσύνην Ὑρκανὸς ἐπὶ τὸν Πτολεμαῖον ἐστράτευσεν, εἰς ἔρυμά τι Δαγὼν λεγόμενον ὄντα. καὶ ἐκράτει μὲν τῇ πολιορκίᾳ, ἡττᾶτο δὲ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ· γὰρ Πτολεμαῖος ἀνάγων ἐπὶ τὸ τεῖχος αὐτοὺς ἐξ ἀπόπτου ᾐκίζετο. μέντοι μήτηρ ἱκέτευε μὴ μαλακίζεσθαι διαὐτήν. τριβομένης δ᾿ οὕτω τῆς πολιορκίας ἐνίσταται τὸ ἕβδομον ἰτὸς, καθ εἴθισται τοῖς Ἰουδαίοις ἀργεῖν. καὶ διὰ τοῦτο Πτολεμαῖος ἀνεθεὶς τοῦ πολέμου, κτείνει τὴν μητέρα τοῦ Ὑρκανοῦ καὶ τοὺς ἀδελφούς, καὶ φεύγει πρὸς Ζήνωνα νωνα τὸν Κοτύλαν τὸν τῆς Ἀντίοχος δὲ χαλεπαίνων τῷ Σίμωνι δι πέπονθε, τῇ Ἰουδαίᾳ ἐπῆλθε, καὶ τὴν χώραν καταδραμὼν ἐπολιόρκει τὸν Ὑρκανόν· καὶ πύργους ἀνεγείρας ὑψηλοτάτους κατὰ τὸ βόρειον μέρος τῆς πόλεως, ἐξ αὐτῶν τό τείχει προσέβαλλεν. ἤνυε δοὐδὲν διά τε γενναιότητα τῶν ἐντὸς καὶ διὰ ὀχυρότητα τῶν τειχῶν καὶ ὕδατος ἀφθονίαν ἐξ ἐπομβρίας ἄρτι συμβᾶσαν. δείσας δὲ Ὑρκανὸς μὴ ἐπιλίποιεν αὐτοῖς τὰ ἀναγκαῖα, μόνον τὸ μάχιμον τοῦ πλήθους ἀπολεξάμενος, τοὺς ἄλλους ἐξῶσε τῆς πόλεως· οὑς Ἀντίοχος ἀπελθεῖν ἐκεῖθεν οὐκ εἴα· οἷ καὶ ἔξω τῶν τειχῶν προσμένοντες διὰ τοῦτο ἀπέθνησκον. οἱ δ᾿ ἐντὸς ἐλεοῦντες αὐτοὺς εἰσεδέξαντο αὖθις. τῆς σκηνοπηγίας δὲ ἐνστάσης Ὑρκανὸς στείλας πρὸς τὸν Ἀντίοχον ἀνοχὴν ἐζήτει γενέσθαι διὰ τὴν ἑορτὴν ἐφἡμέρας ἑπτά. δὲ καὶ τὴν ἀνοχὴν ἔδωκε καὶ θυσίαν πολυτελῆ σὺν ἀναθήμασιν ἔπεμψεν· ὃν διὰ τὴν πρὸς τὸ θέτον εὐσέβειαν καὶ Εὐσεβῆ ἐκάλεσαν. γνοὺς δὲ τὴν πρὸς θεὸν τοῦ Ἀντιόχου αἰδῶ Ὑρκανὸς ἐπρεσβεύσατο τὴν πάτριον αὐτοῖς ἀποδοθῆναι πολιτείαν αἰτούμενος. δέ, εἰ παραδοῖεν τὰ ὅπλα, εἶπε, καὶ φόρους τελεῖν ὑπὲρ τῶν ἄλλων κατάθοιντο πόλεων ἄτερ τῆς Ἰουδαίας, καὶ φρουρὰν δέξαιντο, καὶ τοῦ πολέμου ἀφέξεσθαι καὶ τἄλλα ποιήσειν ἀξιοῦσιν. Ἰουδαῖοι δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, ἐπὶ δὲ τῇ φρουρᾷ οὐ κατένευον, ἀλλἀντὶ ταύτης ὁμήρους ἐδίδοσαν καὶ ἀργυρίου τάλαντα πεντακόσια. ἐνδόντος δ᾿ ἐπὶ τούτοις τοῦ Ἀντιόχου, πολιορκία ἐλύθη. Ὑρκανὸς δὲ τὸν τοῦ Δαβὶδ ἀνοίξας τάφον τρισχίλια ἐκεῖθεν ἀργυρίου τάλαντα ἔλαβε. φιλίαν δὲ πρὸς Ἀντίοχον ποιησάμενος, ἐν τῇ πόλει αὐτὸν εἰσεδέξατο, καὶ ἐπὶ Πάρθους στρατεύοντι συνεξώρμησεν· ἔνθα τῷ Ἀρσάκῃ πολεμήσας Ἀντίοχος τῷ πλείονι τῆς στρατιὰς καὶ αὐτὸς συναπώλετο.
§5.2.1 Γίνεται δὲ τῆς τῶν Σύρων βασιλείας διάδοχος ἀδελφὸς αὐτοῦ Δημήτριος, λύσαντος Ἀρσάκου αὐτὸν ἡνίκα τοῖς Πάρθοις ἐπῆλθεν Ἀντίοχος. Ὑρκανὸς δὲ Ἀντιόχου θανόντος πολλὰς τῶν τῆς Συρίας πόλεων εἶλε καὶ τῆς Ἰδουμαίας ἑτέρας. καὶ ὑποτάξας τοὺς Ιδουμαίους ἐπέτρεπεν αὐτοῖς τὴν ἐν τῇ χώρᾳ διατριβήν, εἰ περιτέμνοιντο καὶ χρῶνται ἔθεσιν Ἰουδαϊκοῖς. οἱ δὲ διὰ τὰς πατρίδας καὶ τὴν περιτομὴν καὶ τἄλλα ὑπήνεγκαν. Δημήτριος δὲ στρατεύειν ἐγνωκὼς ἐπὶ Ὑρκανόν, ἀνεκόπη, τῶν Σύρων καὶ τῶν στρατιωτῶν μισούντων αὐτὸν διὰ πονηρίαν, καὶ διακηρυκευσαμένων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα, δοῦναι αὐτοῖς τινα τῶν τῷ Σελεύκῳ προσηκόντων τῆς βασιλείας ἀντιληψόμενον. ὃς Ἀλέξανδρον ἔπεμψε τὸν λεγόμενον Ζεβινᾶν. μάχης οὖν μέσον αὐτοῦ καὶ Δημητρίου συγκροτηθείσης τρέπεται Δημήτριος καὶ φεύγει εἰς Πτολεμαΐδα, μὴ δεχθεὶς δὲ παρὰ Κλεοπάτρας τῆς γυναικὸς εἰς Τυρὸν ἀπέδρα, ἀλοῦς δὲ καὶ πολλὰ παθὼν διεφθάρη. Ἀλέξανδρος δὲ τὴν βασιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανόν. ἐπαναστάντος δὲ αὐτῷ Ἀντιόχου τοῦ Γρυποῦ τοῦ παιδὸς Δημητρίου, ἡττηθεὶς ἐν τῇ μάχῃ ἀπώλετο.
§5.2.2 Βασιλεὺς δὲ Συρίας Ἀντίοχος οὗτος γενόμενος, ἐπὶ πολλοῖς ἔτεσι μετὰ τοῦ ἀδελφοῦ Ἀντιόχου, τοῦ ἐπικληθέντος Κυζικηνοῦ ὅτι ἐν Κυζίκῳ ἐτράφη, περὶ τῆς βασιλείας ἐμάχετο. ἦν δὲ οὗτος υἱὸς Ἀντιόχου τοῦ θανόντος ἐν Πάρθοις τοῦ ἀδελφοῦ Δημητρίου, ὡς ἑτεροθαλὴς ἀδελφὸς ὑπάρχειν τοῦ Γρυποῦ Ἀντιόχου· γὰρ Κλεοπάτρα τοῖς δυσὶ συνῴκησεν ἀδελφοῖς, τῷ Δημητρίῳ τε πρότερον καὶ τῷ Ἀντιόχῳ μετέπειτα, ὡς προγέγραπται, καὶ ἐκ μὲν Δημητρίου τὸν Γρυπὸν Ἀντίοχον τέτοκεν, ἐξ Ἀντιόχου δὲ τοῦ Σωτῆρος τοῦ ἀδελφοῦ Δημητρίου τὸν Κυζικηνὸν Ἀντίοχον ἐγείνατο. ἐν ὅσῳ δ᾿ οὗτοι πρὸς ἀλλήλους ἐμάχοντο, Ὑρκανός ἠρέμει, καὶ καταφρονήσας τῶν Ἀντιόχων ἀπέστη, μηδὲν ἔτι παρέχων αὐτοῖς· καὶ κατὰ σχολὴν ἐκαρποῦτο τὴν Ἰουδαίαν, ὡς ἄπειρόν τι πλῆθος χρημάτων συναγαγεῖν. στρατεύσας δὲ καὶ ἐπὶ Σαμάρειαν ἐπολιόρκει αὐτὴν διὰ τῶν υἱῶν αὐτοῦ Ἀριστοβούλου καὶ Ἀντιγόνου. λιμοῦ δὲ τὴν πόλιν πιέζοντος οἶ Σαμαρεῖς εἰς συμμαχίαν μετεκαλέσαντο τὸν Ἀντίοχον τὸν Κυζικηνόν. ὃς τοῖς περὶ Ἀριστόβουλον συμβαλὼν ἡττᾶται· εἶταὖθις συλλέξας πλῆθος τὴν χώραν ἐπόρθει τοῦ Ὑρκανοῦ, ἵν᾿ οὕτως ἀναγκάσῃ αὐτὸν λῦσαι τὴν πολιορκίαν. πολλοὺς δὲ τῶν σὺν αὐτῶ ἀποβάλλων ἀπῆρεν εἰς Τρίπολιν. Ὑρκανὸς δὲ τὴν Σαμάρειαν ἐλῶν πᾶσαν ἠφάνισε.
§5.2.3 λέγεται δέ, καθἣν ἡμέραν οἱ υἱοὶ αὐτοῦ τῷ Ἀντιόχῳ ἐμάχοντο, αὐτὸς ὡς ἀρχιερεὺς μόνος ἐν τῷ ναῷ θυμιῶν ἀκοῦσαι φωνῆς ὡς οἱ παῖδες αὐτοῦ ἄρτι νενικήκασι τὸν Ἀντίοχον· καὶ ἐξελθὼν ἀπήγγειλε τῷ πλήθει τὸ ἀκουσθέν. καὶ γέγονεν οὕτως. εὐπραγήσας δὲ Ὑρκανὸς ἐφθονήθη παρὰ τῶν Ἰουδαίων, μάλιστα δἐμισεῖτο παρὰ τῶν Φαρισαίων· οἱ δεἰσὶ μία τῶν παρὰ Ἰουδαίοις αἱρέσεων, τριῶν οὐσῶν. οὑτοι μὲν οὑν οἱ Φαρισαῖοι εἱμαρμένην δοξάζουσι, τινὰ δὲ καὶ ἐφἡμῖν εἶναι συμβαίνειν τε καὶ μὴ γίνεσθαι. Ἐσσηνοὶ δὲ πάντων κυρίαν εἶναι τὴν εἱμαρμένην δοξάζουσι καὶ πάντα τοῖς ἀνθρώποις ἐξ ἐκείνης συμβαίνειν. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἐκβάλλουσι, πάντα δὲ ἐφἡμῖν τίθενται, καὶ τῶν ἀγαθῶν ἡμὰς ἑαυτοῖς αἰτίους εἶναι διδάσκοντες καὶ τὰ χείρω διἀβουλίαν ἀφἑαυτῶν αἱρεῖσθαι. τῶν γοῦν Φαρισαίων πρότερον φιλίως ἐχόντων πρὸς Ὑρκανόν, μαθητὴς γὰρ αὐτῶν ἐγεγόνει, συνέβη ἐξ αἰτίας τινὸς ἔχθραν κτήσασθαι πρὸς αὐτόν. ἠδύναντο δὲ οὗτοι παρὰ τῷ πλήθει σφόδρα. Ὑρκανὸς δὲ τῇ τῶν Σαδδουκαίων προσετέθη μοίρᾳ, τῶν Φαρισαίων ἀπορραγείς, καὶ τὰ ὑπαὐτῶν παραδοθέντα νόμιμα καταλῦσαι προέθετο. οἱ Σαδδουκαῖοι γὰρ ἐκείνα δεῖν ἡγεῖσθαι νόμιμα ἔλεγον τὰ γεγραμμένα, τὰ δὲ ἐκ παραδόσεως μὴ τηρεῖν. διὰ ταῦτα μεμίσητο παρὰ τῶν Φαρισαίων Ὑρκανός. βιώσας δὲ εὐτυχῶς ἐπἔτη τριάκοντα πρὸς ἑνὶ ἐτελεύτησεν ἐφυἱοῖς πέντε. λέγεται δὲ καὶ προφητείας ἀξιωθῆναι, καὶ προειπεῖν περὶ τῶν δύο αὐτοῦ παίδων τῶν πρεσβυτέρων ὡς οὐ μενοῦσι τῶν πραγμάτων κυρτοί.
§5.3.1 Τελευτήσαντος δὲ Ὑρκανοῦ Ἀριστόβουλος τὴν ἀρχὴν διεδέξατο· καὶ εἰς βασιλείαν μεταθεῖναι ταύτην δόξαν αὐτῷ διάδημα περιτίθεται, μετὰ τετρακόσια ἔτη καὶ ὀγδοήκοντα πρὸς ἑνὶ ἐξ ὅτου ἐκ Βαβυλῶνος λαὸς πρὸς Ἱερουσαλὴμ ἐπανῆλθεν. οὕτος τοὺς μὲν ἄλλους τῶν ἀδελφῶν καὶ τὴν μητέρα περὶ C τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν καθεῖρξε, τὸν δὲ μεταὐτὸν Ἀντίγονον ἠγάπα καὶ τῶν ὁμοίων ἠξίου. τὴν μὲν οὑν μητέρα λιμῷ διέφθειρε, προσέθετο δὲ καὶ τὸν ἀδελφὸν τὸν Ἀντίγονον διαβολαῖς πιστεύσας. λαμπρῶς γὰρ αὐτοῦ ἀπὸ στρατείας ἐπανελθόντος ἐνόσει Ἀριστόβουλος· ἑορταζομένης δὲ τῆς σκηνοπηγίας ἀνέβη εἰς τὸ ἱερὸν Ἀντίγονος μετὰ τῶν περὶ αὐτὸν ὁπλιτῶν κεκοσμημένος λαμπρῶς. οἱ δὲ τοῦτον πρὸς τὸν ἀδελφὸν διαβάλλοντες μὴ κατἰδιώτην αὐτὸν ἔλεγον ἐλθεῖν εἰς τὴν ἑορτήν, ἀλλὰ βασιλικῇ κεχρημένον λαμπρότητι, καὶ ὅτι μετὰ τοσαύτης δορυφορίας στρατιωτῶν ἀνελθὼν βουλεύεται καταὐτοῦ. Ἀριστόβουλος δέ, καὶ τῆς οἰκείας ἀσφαλείας φροντίζων καὶ τοῦ ἀδελφοῦ προνοῶν, ἔν τινι τῶν ὑπογείων ἀφεγγεῖ τοὺς σωματοφύλακας ἵστησιν, ἐντειλάμενος ἀόπλου μὲν τοῦ ἀδελφοῦ φείδεσθαι, κτείνειν δὲ αὐτὸν μετὰ τῶν ὅπλων ἐρχόμενον· πέμπει δὲ καὶ πρὸς τὸν Ἀντίγονον, ἄοπλον αὐτὸν κελεύων ἥκειν. δὲ τοῦ Ἀριστοβούλου γυνὴ καὶ οἱ ταύτῃ συμφρονοῦντες κατὰ τοῦ Ἀντιγόνου ἔπεισαν τὸν σταλέντα λέγειν τῷ Ἀντιγόνῳ ὡςἀκούσας ἀδελφός σου ὅτι ὅπλα καινὰ κατεσκεύασας, ἀξιοῖ ὡπλισμένον ἐλθεῖν σε, ἵν ἴδοι αὐτά.’ δὲ μηδὲν ὑποτοπάσας, ἐνδεδυμένος τὴν πανοπλίαν ἀπῄει, καὶ γενόμενος κατὰ τὸν Στράτωνος πύργον, ὅπου τόπος ἀφώτιστος ἢν, κτείνεται παρὰ τῶν σωματοφυλάκων. Ἰούδας δέ τις Ἐσσαῖος τό γένος πολλὰ προλέγων καὶ ἀληθεύων, ἰδὼν τότε τὸν Ἀντίγονον παριόντα τὸ ἱερόν, ἀνεβόησεν ἀποθανεῖν ἐπευχόμενος ὡς διεψευσμένος ζῶντος τοῦ Ἀντιγόνου· προεῖπε γὰρ αὐτὸν κατἐκείνην θανούμενον τὴν ἡμέραν ἐν τῷ Στράτωνος πύργῳ· τὸν δὲ σταδίους ἀπέχειν ἑξακοσίους, ὡς ἀδύνατον εἶναι ἐκεῖ γενήσεσθαι τὸν Ἀντίγονον, ἤδη τῆς ἡμέρας κλινούσης. ταῦτα λέγοντος τοῦ Ἰούδα ἀγγέλλεται κτανθεὶς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, καὶ αὐτὸ Στράτωνος ὠνόμαστο πύργος, ὁμωνύμως τῇ παραλίῳ Καισαρείᾳ.
§5.3.2 Τῷ μὲν οὖν Ἀντιγόνῳ τοιοῦτον γέγονε τέλος, τὸν δὲ Ἀριστόβουλον εὐθὺς δίκη μετῆλθε τῆς ἀδελφοκτονίας. καὶ διαφθαρέντων αὐτῷ τῶν ἐντὸς αἷμα ἀνέφερεν, τις τῶν ἐκείνῳ ὑπηρετούντων ἐκκομίζων ὤλισθεν εἰς τὸν τόπον οὗ Ἀντίγονος ἐσφάγη, ἔτι τοῦ αἵματος ἐκείνου ἔχοντα σπίλους, καὶ ἐξέχεεν, ὡς ἀναμεμῖχθαι ἀμφοτέρων τὰ αἵματα. γενομένης δὲ βοῆς παρὰ τῶν ἰδόντων, μαθὼν τὸ συμβὰν Ἀριστόβουλος οἰμώξας προήχθη εἰς δάκρυα καίοὐκ ἄρα λήσειν εἶπεν ἔμελλον τὸν θεὸν ἐπἀσεβέσιν οὕτω τολμήμασι. καὶ ἄλλα δὲ ἐπειπὼν ἀποθνήσκει, βασιλεύσας ἐνιαυτόν.
§5.4.1 Σαλώμη δὲ ἐκείνου γυνή, καὶ Ἀλεξάνδρα ἐκέκλητο, λύσασα τοὺς ἀδελφοὺς τοῦ ἀνδρός, δεδεμένους γὰρ εἶχεν αὐτοὺς Ἀριστόβουλος, βασιλέα κασίστησιν Ἰαννένα τὸν καὶ Ἀλέξανδρον, προύχοντα καθἡλικίαν καὶ μετριώτατον. ὃς τὴν βασιλείαν παραλαβὼν κτείνει μὲν νεωτερίζοντα τὸν ἕνα τῶν ἀδελφῶν, τὸν δ᾿ ἕτερον ἀπραγμόνως ζῶντα ἐτίμα. πολέμους δέ τινας ποιησάμενος πρός τινας, καὶ πῄ μὲν κρατήσας, ἔστι δὅπου καὶ ἡττηθείς, τέλος καὶ πρὸς τοὺς ὁμοφύλους ἦρεν ὅπλα καταὐτοῦ στασιάσαντας . ἑορτῆς γὰρ οὔσης καὶ αὐτοῦ ἐπὶ τοῦ βωμοῦ ἀνελθόντος ὡς θύσαντος, κιτρίοις αὐτὸν τὸ πλῆθος ἔβαλλον, ἔθους ὄντος ἐν τῇ σκηνοπηγίᾳ θύρσους φοινίκων καὶ κιτρίων ἐν χεροῖν ἔχειν, καὶ ὕβρεις αὐτοῦ κατέχεον. οἷς παροξυνθεὶς Ἀλέξανδρος κτείνει περὶ ἑξακισχιλίους αὐτῶν. εἶτα συνάψας μάχην πρὸς Ἀραβας καὶ ἡττηθεὶς φεύγων εἰς Ἱεροσόλυμα παρανίνεται, καὶ πρὸς τὴν κακοπραγίαν αὐτῷ τοὐ ἔθνους ἐπιθεμένου, ἔτεσιν ἕξ μαχόμενος πρὸς αὐτό, ἔτρεφε γὰρ Πισίδας καὶ Κίλικας, οὐκ ἐλάττους ἀναιρεῖ μυριάδων πέντε. δι ἔτι μᾶλλον μεμίσητο, ὅστε πρὸς αὐτόν, τί δεῖ γενέσθαι πυνθανόμενον ὥστε παύσασθαι τὴν δυσμένειαν, τὸ πλῆθος ἀποθανεῖν αὐτὸν ἐξεβόησε. καὶ μετὰ ταῦτα δὲ Ἰουδαῖοι τῷ Ἀλεξάνδρῳ ἐμάχοντο, καὶ πλεῖστοι ἀπώλλυντο. κατακλείσας δὲ τοὺς δυνατωτάτους αὐτῶν ἔν τινι πόλει ἐπολιόρκει, καὶ κρατήσας αὐτῶν ἀπήγαγεν εἰς Ἱεροσόλυμα. καὶ ἐν ἀπόπτῳ μετὰ τῶν γυναικῶν ἑστιώμενος ὠμότατον ἔργον πεποίηκεν, ἀνασταυρώσας αὐτόν ὀκτακοσίους, καὶ τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐπὄψεσι σφῶν ἔτι ζώντων ἀπέσφαττε. τοῦτο τὸ ἀπηνὲς ἔργον ἔπεισε τοὺς ἀντιστασιώτας αὐτοῦ περὶ ὀκτακισχιλίους ὄντας φυγεῖν. καὶ Ἀλέξανδρος ἔκτοτε ἠρεμίας ἀπήλαυσεν.
§5.4.2 Ἔπειτα Ἀντίοχος κληθεὶς Διονύσιος κατὰ τῆς Ἰουσαίας ἐστράτευσε. καὶ μάχης καρτερὰς γενομένης πρὸς Ἰουδαίους ἀπέθανεν ἐν τῷ πολέμῳ Ἀντίοχος νικῶν καὶ τῷ πονοῦντι μέρει συνεπαρήγων. θανόντος δ᾿ ἐκείνου τὸ στράτευμα φεύγει καὶ λιμῷ διαφθείρεται. βασιλεύει δὲ μετἈντίοχον τῆς Κοίλης Συρίας Ἀρέτας, καὶ στρατεύσας ἐπὶ τὴν Ἰουδαίαν, καὶ μάχῃ νικήσας Ἀλέξανδρον, ἐπὶ συνθήκαις ἀνεκεχώρηκεν.
§5.4.3 Ο μέντοι Ἀλέξανδρος μετὰ ταῦτα πόλεις ἐλῶν πολλὰς Ἰδουμαίων καὶ Κιλίκων καὶ Φοινίκων καὶ Σύρων, καὶ τρίτον ἔτος ἐν τῆ στρατείᾳ διηνυκώς, ἐπανῆλθε, προθύμως αὐτὸν διὰ τὴν εὐπραγίαν δεχομένων τῶν Ἰουδαίων. εἶτα ἐκ μέθης νοσήσας, καὶ τρισὶν ἔτεσι τεταρταίῳ πυρετῷ προσπαλαίων, τῶν στρατειῶν οὐκ ἀπέσχετο. ὁρῶσα δὲ αὐτὸν βασίλισσα ἤδη ἀπεγνωσμένον, ἑαυτήν τε καὶ τοὺς παῖδας ὠδύρετο. δὲ κρύψαι τὸν θάνατον αὐτοῦ πρὸς τοὺς στρατιώτας ταύτῃ ὑπέθετο, ἕως ἂν ἐξέλῃ τὸ χωρίον, ἔτυχε γάρ τι πολιορκῶν, ἔπειτα ὡς ἀπό νίκης εἰς Ἱεροσόλυμα παραγενομένην τοῖς Φαρισαίοις ἐξουσίας μεταδοῦναί τινος. δύνασθαι γὰρ αὐτοὺς θέσθαι τὸ ἔθνος εὔνουν αὐτῇ · καὶ αὐτός δὲ διὰ τούτους ἔλεγε τῷ ἔθνει προσκροῦσαι, ὑβρισθέντας ὑπαὐτοῦ. “σὺ τοίνυνἔφημεταπεμψαμένη τοὺς ἄρχοντας σφῶν ἐπίτρεπε χρῆσθαί μου ὡς βούλονται τῷ νεκρῷ, ὡς πολλὰ εἰς αὐτοὺς ἐξυβρίσαντος, καὶ μηδὲν παρὰ τὴν ἐκείνων γνώμην ποιεῖν ὑπισχνοῦ. οὕτω δέ σου εἰπούσης ἐγώ τε πολυτελῶς ταφήσομαι καὶ σὺ βεβαίως ἄρξεις.” ταῦτα τῇ γυναικὶ ὑποθέμενος τετελεύτηκεν, ἄρξας ἔτη εἴκοσι καὶ ἑπτά, πεντήκοντα δέ γε ζήσας ἑνὸς δέοντος. δὲ Ἀλεξάνδρα πάντα κατὰ τὴν τοῦ ἀνδρὸς συμβουλὴν θεμένη τούς τε Φαρισαίους εὔνους ἐποίησεν ἑαυτῇ καὶ τὴν βασιλείαν ἐβεβαιώσατο, καὶ τὴν ταφὴν τοῦ ἀνδρὸς λαμπροτέραν τῶν πρὸ αὐτοῦ βασιλέων εἰργάσατο.
§5.5.1 Δύο δὲ παίδων γενομένων τῷ Ἀλεξάνδρῳ, Ὑρκανοῦ καὶ Ἀριστοβούλου, μὲν Ὑρκανὸς νωθὴς τὸ ἦθος ἦν καὶ πρὸς πραγμάτων διοίκησιν ἀποπεφυκώς, δὲ νεώτερ ος δραστήριος ἦν. δὲ τούτων μήτηρ ἀρχιερέα τὸν Ὑρκανὸν διὰ τὸ ἄπραγμον ἀποδείκνυσι, καὶ πάντα τοῖς Φαρισαίοις ἐπιτρέπει, καὶ τῷ πλήθει τούτοις ἐκέλευ σε πείθεσθαι, καὶ αὐτὴ μὲν εἶχε τῆς βασιλείας τὸ ὄν ὁμὰ, οἱ Φαρισαῖοι δὲ τὴν ἰσχύν. ἠρέμει δὲ χώρα, μόνων τῶν Φαρισαίων τὴν ταραττόντων καὶ πειθόντων κτείνειν τοὺς συμβουλεύσαντας βουλεύσαντας Ἀλεξάνδρῳ τὴν τῶν ὀκτακοσίων διαφθοράν. ἕνα δὲ τέως αὐτοὶ σφάττουσι, καὶ ἐπἐκείνῳ ἄλλους ἐπἄλλοις, ἴως οἱ δυνατοὶ παρελθόντες εἰς τὰ βασίλεια καὶ Ἀριστόβουλος σὺν αὐτοῖς, οὐ γὰρ ἠρέσκετο τοῖς δρωμένοις, πολλὰ εἰπόντες καὶ τοὺς ἤδη φθαρέντας ἀποκλαυσάμενοι εἰς οἶκτον τῶν κινδυνευόντων τοὺς παρόντας ἐκίνησαν καὶ εἰς δάκρυα. Ἀριστόβουλος δὲ τὴν μητέρα διὰ ταῦτα κατῃτιᾶτο· δὲ οὐκ εἶχεν ,τι καὶ πράξειε.
§5.5.2 Κατὰ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης σὺν στρατιᾷ μεγάλῃ εἰς τὴν Συρίαν ἐμβεβληκώς καὶ ἐπὶ τὴν Ἰουδαίαν ἀφιξόμενος. τοῦτο ἐφόβησε καὶ τὸ ἔθνος καὶ τὴν βασίλισσαν, καὶ δῶρα πολλὰ καὶ πολλοῦ ἄξια καὶ πρέσβεις αὐτό πέμπουσι τὴν Πτολεμαΐδα πολιορκοῦντι. δὲ ταῦτά τε ἐδέξατο καὶ χρηστὰ ἐπηγγέλλετο. ἄρτι δὲ τὴν Πτολεμαΐδα πορθήσαντι ἀγγέλλεταί οἱ Ἀκέλαος εἰς Ἀρμενίαν ὁρμήσας, καὶ διὰ τοῦτο ἀνεχώρει πρὸς τὴν οἰκείαν. τῆς δὲ βασιλίσσης δεινῶς νοσησάσης, Ἀριστόβουλος λάθρᾳ ὑπεξελθὼν ᾔει ἐπὶ τὰ φρούρια, ὅπου οἱ πατρῷοι κατετάχθησαν φίλοι, μόνης τῆς γυναικὸς αὐτοῦ συνειδυίας τῇ πράξει, καὶ ὑπεδέχθη παραὐτῶν. αἰσθομέην δὲ μήτηρ αὐτοῦ τὴν ἀπόδρασιν καὶ ὅτι πάντα τὰ φρούρια ὑπηγάγετο, ἐν μεγάλῃ ἦν ταραχῇ καὶ αὐτὴ καὶ τὸ ἔθνος· ἔθεντο δὲ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον. Ὑρκανὸς δὲ καὶ οἱ τῶν Ἰουδαίων πρεσβύτεροι μαθόντες ὅτι ἐν ἡμέραις πεντεκαίδεκα χωρίων εἴκοσι καὶ δύο ἐκράτησεν Ἀριστόβουλος καὶ πολλὰ συνήγαγε χρήματα καὶ συνήθροισε στράτευμα, ἐδέοντο τῆς βασιλίσσης ὑποθέσθαι γνώμην περὶ Ἀριστοβούλου. δὲ οὐκέτι μέλειν αὐτῇ τῶν πραγμάτων εἰποῦσα, ὡς ἤδη ἐκλείπουσα, ἐφῆκε πράττειν αὐτοῖς συμφέρον κρινοῦσι . καὶ μετ᾿ οὐ πολὺ τετελεύτηκε, βασιλεύσασα ἔτη ἐννέα, βιώσασα δὲ τρία καὶ ἑβδομήκοντα.
§5.5.3 Τῆς Ἀλεξάνδρας μέντοι θανούσης εὐθὺς πόλεμον κατὰ τοῦ ἀδελφοῦ Ἀριστόβουλος ἤρατο, καὶ πολλοὶ τῶν στρατιωτῶν τοῦ Ὑρκανοῦ αὐτομολοῦσι πρὸς Ἀριστόβουλον. δὲ φεύγει πρὸς τὴν ἀκρόπολιν, ἔνθα καὶ Ἀριστοβούλου γυνὴ καὶ οἱ παῖδες πρὶν κατεκλείσθησαν. εἰς λόγους δ᾿ ἐλθόντες οἱ ἀδελφοὶ λύουσι τὴν ἔχθραν, ὥστε βασιλεύειν μὲν Ἀριστόβουλον, Ὑρκανὸν δὲ ζῆν ἀπραγμόνως. ὅρκοις οὖν ἐμπεδώσαντες τὰς συνθήκας ἀνεχώρησεν μὲν εἰς τὰ βασίλεια, εἰς δὲ τὴν οἰκίαν Ἀριστοβούλου Ὑρκανός.
§5.5.4 Ἀντίπατρος δέ τις Ἰδουμαῖος, φίλος ὢν Ὑρκανοῦ, στασιώδης δὲ καὶ δραστήριος καὶ εὐπορῶν χρημάτων πολλῶν, λάθρᾳ τοῖς δυναστεύουσι τῶν Ἰουδαίων διαλεγόμενος, καὶ πρὸς Ὑρκανὸν διαβάλλων τὸν Ἀριστόβουλον ὡς κτεῖναι αὐτὸν βουλευόμενον, πείθει πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα φυγεῖν. καὶ πέμπει τὸν Ἀντίπατρον πρὸς Ἀρέταν Ὑρκανός, πίστεις ληψόμενον ὡς οὐκ ἐκδώσει αὐτὸν τοῖς ἐχθροῖς προσελθόντα αὐτῷ. λαβὼν δὲ πίστεις ὑπέστρεψεν Ἀντίπατρος, καὶ συμπαρειληφὼς τὸν Ὑρκανὸν νύκτωρ ἧκεν ἄγων αὐτὸν εἰς τὴν καλουμένην Πέτραν πρὸς τὸν Ἀρέταν. παρεκάλει οὖν Ὑρκανὸς αὐτὸν καταχθῆναι παρ᾿ αὐτοῦ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν βασιλείαν ἀποκαταστῆναι, ὑπισχνούμενος, εἰ ταῦτα γένοιτο, δώσειν αὐτῷ τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις ἃς Ἀλέξανδρος πατὴρ αὐτοῦ τῶν Ἀράβων ἀφείλετο. καὶ Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀριστόβουλου, καὶ τῆς μάχης κρατεῖ. πολλῶν οὖν πρὸς Ὑρκανὸν αὐτομολησάντων εἰς Ἱεροσόλυμα Ἀριστόβουλος ἔφυγε. καὶ Ἄραψ τῷ ἱερῷ προσβαλὼν ἐπολιόρκει τὸν Ἀριστόβουλον, προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ, μόνων τῶν ἱερέων Ἀριστοβούλῳ παραμενόντων. Ὀνίαν δέ τινα δίκαιον ἄνδρα καὶ θεοφιλῆ, ὃς αὐχμοῦ ποτε γενομένου εὐχῇ τὸν θεὸν δυσωπήσας ἔλυσε τὴν ἀνομβρίαν, ἠξίουν οἱ Ἰουδαῖοι εὔξασθαι κατὰ Ἀριστοβούλου καὶ τῶν μεταὐτοῦ· δοὐκ ἐπείθετο. ὡς δὲ ἐβιάσθη, “ θεὲ βασιλεῦ τῶν ὅλωνεἶπεν, “ὅτι καὶ οἱ μετἐμοῦ ἑστηκότες σοί εἰσι, σοὶ δὲ καὶ οἱ πολιορκούμενοι ἱερεῖς, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ἐπαρήξῃς μήτε μὴν κατἐκείνων τούτοις.” καὶ αὐτίκα τὸν ἄνδρα περιστάντες κατέλευσαν. οὐκ εἰς μακρὰν δὲ τὸ θεῖον δίκας τῆς ἀσεβείας αὐτοὺς εἰσεπράξατο, πνεύματος βιαίου πνεύσαντος καὶ τὸν τῆς χώρας καρπὸν διαφθείραντος.
§5.6 Πεμφθεὶς δὲ παρὰ Πομπηίου ἐν Ἀρμενίᾳ πολεμοῦντος Τιγράνῃ Σκαῦρος εἰς Συρίαν πρέσβεις ἐδέξατο παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ, συμμαχεῖν ἀξιοῦντος ἑκατέρου. λαβὼν οὖν ὑπἈριστοβούλου τετρακόσια τάλαντα αὐτῷ προσετέθη. καὶ κελεύσας ἀναχωρεῖν τὸν Ἀρέταν πολέμιον Ῥωμαίων κριθήσεσθαι, ἔλυσε τὴν πολιορκίαν. ἧς λυθείσης Ἀριστόβουλος ἐπὶ Ἀρέταν καὶ Ὑρκανὸν ἐξεστράτευσε, καὶ συμβαλὼν νικᾷ. μετοὐ πολὺ δὲ Πομπηίου ἀφικομένου εἰς Δαμασκόν, ἧκον πρέσβεις πολλαχόθεν τε καὶ ἐξ Ἰουδαίας, δῶρον ἐξ Ἀριστοβούλου μέγα κομίζοντες, ἄμπελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. ταύτην φησὶν Ἰώσηπος ἐν Ῥώμῃ θεάσασθαι, τῷ Καπιτωλίῳ ἀνατεθειμένην Δῖέ καὶ αὖθις ἧκον πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, ὑπὲρ δὲ Ἀριστοβούλου Νικόδημος. δὲ αὐτοὺς ἐλθεῖν τοὺς διαμφισβητοῦντας ἐκέλευσεν. ἀφικομένων δέ γε εἰς Δαμασκὸν τῶν Ἰουδαίων καὶ τῶν ἡγεμόνων αὐτόν, οἱ μὲν ἠξίουν μὴ βασιλεύεσθαι· πάτριον γὰρ εἶναι αὐτοῖς παρὰ τῶν ἀρχιερέων ἄρχεσθαι, τούτους δὲ του γένους ὄντας ἐκείνου εἰς βασιλείαν τὴν ἀρχὴν μεταθεῖναι· Ὑρκανὸς δὲ κατηγόρει τοῦ ἀδελφοῦ, ὅτι τῆς ἀρχῆς αὐτῷ νεμηθείσης διὰ τὴν πρεσβυγένειαν ὑπἐκείνου ταύτην ἀφῄρητο, καὶ ἄλλα καταὐτοῦ συνείρων πολλὰ αἰτιάματα. συνεφθέγγοντο δὲ αὐτῷ ταῦτα λέγοντι καὶ τῶν δοκιμωτάτων Ἰουδαίων πλείους χίλιοι, Ἀντιπάτρου παρασκευάσαντος. Ἀριστόβουλος δὲ τοῦ μὲν ἐκπεσεῖν τὸν Ὑρκανὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν αἰτίαν εἰσῆγεν, ἄπρακτον οὖσαν καὶ διὰ τοῦτο εὐκαταφρόνητον· αὐτὸς δἐξ ἀνάγκης ἔλεγεν αὐτὴν ὑπελθεῖν, φόβῳ τοῦ μὴ πρὸς ἄλλους γενέσθαι αὐτήν· ὀνομάζεσθαι δὲ ὅπερ καὶ πατήρ. Πομπήιος δὲ βίαν μὲν κατέγνω Ἀριστοβούλου, πρᾴως δὲ τότε προσομιλήσας αὐτοῖς ἡσυχίαν τέως ἄγειν ἐκέλευσεν, ἐλθὼν δεἰς τὴν χώραν διατάξειν ἕκαστα ἐπηγγέλλετο. οὐκ ἀναμείνας μέντοι Ἀριστόβουλος εἰς τὴν Ἰουδαίαν ἀπῆρε. καὶ ὀργισθεὶς Πομπήιος ἐστράτευσε καταὐτοῦ. συμπεφευγότος δ᾿ εἰς ἔρυμα καλούμενον Ἀλεξάνδριον, ἐκέλευε πρὸς αὐτὸν ἥκειν. δὲ τῶν φίλων μὴ πολεμεῖν Ῥωμαίοις ἀξιούντων κάτεισι, καὶ δικαιολογησάμενος πάλιν ὅθεν ἧκεν ὑπέστρεψε. κελεύοντος δὲ Πομπηίου παραδιδόναι τὰ ἐρύματα καὶ αὐτοχείρως ἐπιστεῖλαι τοῖς φρουράρχοις, ἀπείρητο γὰρ ἄλλως τούτων ἀφίστασθαι, πείθεται μέν, δυσανασχετῶν δὲ ἀνεχώρησεν εἰς Ἱεροσόλυμα καὶ πολεμεῖν ἡτοιμάζετο. Πομπηίῳ δὲ στρατεύοντι ἐπαὐτὸν Μιθριδάτου μεμήνυτο τελευτὴ ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτοῦ γενομένη. περὶ Ἱεριχοῦντα δὲ γεγονότι, οἶ τὸ ὀποβάλσαμον τρέφεται τῶν μύρων τὸ ἀκρότατον, τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, πρόσεισιν Ἀριστόβουλος αὐτῷ καὶ ἱκέτευε παύσασθαι τοῦ πολέμου, χρήματά τε διδοὺς καὶ εἰς τὰ Ἱεροσόλυμα αὐτὸν εἰσδεχόμενος, ὥστε πράττειν βούλεται. δὲ συγγνοὺς αὐτῷ πέμπει Γαβήνιον ἐπὶ τὰ χρήματα καὶ τὴν πόλιν. τῶν δὲ Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐόντων τὰς συνθήκας πληρωθῆναι, ἄπρακτος ἐπανῆλθεν Γαβήνιος. ἥκει γοῦν ἐπὶ τὴν πόλιν Πομπήιος καθείρξας τὸν Ἀριστόβουλον. οἱ δ᾿ ἔνδον οὐχ ὡμονόουν. τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι τὸν Πομπήιον, τοῖς δἈριστοβούλου τοὐναντίον· οἳ καὶ τὸ ἱερὸν κατειληφότες εἰς πολιορκίαν παρεσκευάζοντο. οἱ δ᾿ ἄλλοι τὴν πόλιν ἐγχειρίζουσι Πομπηίῳ καὶ τὰ βασίλεια. δὲ ἐντὸς στρατοπεδευσάμενος ἐπολιόρκει τὸ ἱερόν. ἁλόντος δὲ περὶ τρίτον μῆνα, ἐπεισφρήσαντες οἱ πολέμιοι ἔσφαζον τοὺς ἐν αὐτῷ· οἱ δὲ οὐδὲν ἧττον ἦσαν ἱερουργοῦντες καὶ θύοντες. φόνου δὲ πάντα μεμέστωτο· οἱ μὲν γὰρ τῶν Ἰουδαίων ὑπὸ Ῥωμαίων, οἱ δ᾿ ὑπἀλλήλων ἐσφάττοντο καὶ ἑαυτοὺς κατεκρήμνιζον. παρῆλθε δὲ εἰς τὸ ἐντὸς τοῦ ναοῦ τὸ ἄβατον Πομπήιος καὶ τῶν περὶ αὐτόν τινες, καὶ εἶδον ὅσα τοῖς ἄλλοις πλὴν τῶν ἀρχιερέων ἤσαν ἀθέατα. οὐδενὸς μέντοι τῶν ἐν αὐτῷ ἀναθημάτων τῶν χρημάτων ἥψατο διεὐσέβειαν. τῇ δὑστεραίᾳ καθαρᾶι παραγγείλας τὸ ἱερὸν καὶ θύειν νομίμως, τὴν ἀρχιερωσύνην παρέδωκεν Ὑρκανῷ, τοὺς αἰτίους τοῦ πολέμου πελέκει διαχρησάμενος καὶ τὰ Ἱεροσόλυμα ποιήσας Ῥωμαίοις ὑπόφορα. Πομπήιος δὲ ἐπὶ Ῥώμην ἀπιὼν ἐπήγετο τὸν Ἀριστόβουλον δεδεμένον καὶ τοὺς παῖδας αὐτοῦ. ἦσαν δὲ αὐτῶ δύο θυγατέρες καὶ τοσοῦτοι υἱοί, ὧν πρεσβύτερος Ἀλέξανδρος ἀπέδρα καὶ τὴν Ἰουδαίαν κατέτρεχεν ὕστερον, μὴ δυναμένου τοῦ Ὑρκανοῦ αὐτῷ ἀντικαθίστασθαι.
§5.7.1 Ὡς δὲ Γαβήνιος εἰς Συρίαν ἧκε, πέμπει πρὸς τὸν Ἀλέξανδρον Ἀντώνιον Μάρκον μετὰ στρατεύματος. καὶ γενομένης μάχης κτείνουσιν οἶ Ῥωμαῖοι τῶν πολεμίων περὶ τρισχιλίους καὶ οὐκ ἐλάττους ζωγροῦσι. καταφυγόντος δὲ τοῦ Ἀλεξάνδρου ἐπί τι ἔρυμα λεγόμενον Ἀλεξάνδριον, ἐπολιόρκει τοῦτο. διαπρεσβεύεται οὖν πρὸς Γαβήνιον Ἀλέξανδρος συγγνώμην αἰτῶν, καὶ παραδίδωσιν κατεῖχεν ἐρύματα. δὲ D ἀρχιερεὺς Ὑρκανὸς εἰς Ἱεροσόλυμα κατήχθη παρὰ τοῦ Γαβηνίου. μέντοι Ἀριστόβουλος διαδρὰς ἐκ Ῥώμης καὶ εἰς τὴν Ἰουδαίαν ἐλθὼν τειχίζειν ἐπειρᾶτο τὸ Ἀλεξάνδριον ἄρτι κατεσκαμμένον. δὲ Γαβήνιος στέλλει τοὺς κωλύσοντας αὐτὸν καὶ συλληψομένους. πολλοὶ δὲ τῷ Ἀριστοβούλῳ τῶν Ἰουδαίων προσέρρεον, ὧν οἱ πλείους ἐτύγχανον ἄοπλοι. τούτους μὲν οὖν ἀπέλυσεν Ἀριστόβουλος, τοὺς δὡπλισμένους ὄντας περὶ ὀκτακισχιλίους εἶχε μεθἑαυτοῦ. καὶ μάχης αὐτοῖς πρὸς Ῥωμαίους συγκροτηθείσης ἡττῶνται Ἰουδαῖοι καὶ φεύγουσι καὶ οἱ μὲν κτείνονται, σκεδάννυνται δὲ οἱ λοιποί. Ἀριστόβουλος δὲ μετὰ εἰς Μαχαιροῦντα συνέφυγε μετὰ τοῦ παιδὸς Ἀντιγόνου συναποδράντος ἐκ Ῥώμης αὐτῷ. μετὰ δὲ δύο ἡμέρας τραυματισθεὶς ἑάλω, καὶ σὺν τῷ υἱῷ Ἀντιγόνῳ αἰχμάλωτος πρὸς Γαβήνιον ἄγεται, καὶ ἀναπέμπεται αὖθις εἰς ῾Ρώμην, καὶ δεθεὶς κατείχετο, βασιλεύσας καὶ ἀρχιερατεύσας ἔτη τρία. Γαβήνιος δὲ ἀπῄει εἰς Αἴγυπτον. ἐπανελθὼν δ᾿ ἐκεῖθεν εὗρε τὸν Ἀριστοβούλου παῖδα Ἀλέξανδρον στρατεύματι μεγάλῳ τὴν χώραν ἐπιόντα καὶ ὅσοις ἐντύχοι τῶν ῾Ρωμαίων πάντας κτιννύοντα. συμβαλὼν οὖν τούτῳ περὶ τὸ Ἰταβύριον ὄρος τρισμυρίους ἄγοντι Ἰουδαίους κτείνει περὶ μυρίους. καταστησάμενος δὲ τὰ ἐν Ἱεροσολύμοις ὡς Ἀντίπατρος ἤθελε, καὶ ἄλλα δὲ στρατηγήσας ἔργα μεγάλα, εἰς ῾Ρώμην ἀπῆρε, Κράσσῳ παραδοὺς τὴν ἀρχήν. οὗτος δ᾿ Κράσσος εἰς τὴν Ἰουδαίαν ἐλθὼν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, ὧν οὐχ ἥψατο Πομπήιος, ἦσαν δὲ δισχίλια τάλαντα, πάντα ἀφείλετο, καὶ τὸν ναὸν περιδύσας τὸν κόσμον πάντα ἐσύλησεν, εἰς τάλαντα χρυσοῦ ὀκτακισχίλια ἀριθμούμενον. ἔλαβε δὲ καὶ δοκὸν σφυρήλατον ἐκ χρυσοῦ μνῶν τριακοσίων πεποιημένην. δὲ μνᾶ παρ᾿ Ἰουδαίοις ἕλκει λίτρας δύο καὶ ἡμίσειαν. ταῦτα λαβὼν ἐπὶ Πάρθους ἐξώρμησε· καὶ ἐφθάρη σὺν τῷ στρατεύματι. Κάσσιος δὲ εἰς Συρίαν ἐκεῖθεν φυγὼν καὶ εἰς τὴν Ἰουδαίαν ἀνέβη. μέγα γοῦν παρ᾿ αὐτῷ δεδύνητο Ἀντίπατρος, καὶ παρὰ Ἰδουμαίοις, παρ᾿ οἷς ἄγεται γυναῖκα ἐξ Ἀραβίας, Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσσαρες ἐγένοντο υἱοί, Φασάηλος καὶ Ἡρώδης, Ἰωσὴφ καὶ Φερώρας, καὶ θυγάτηρ Σαλώμη. χρόνῳ δὲ ὕστερον Καῖσαρ Ἰούλιος Γάιος, κατασχὼν τὴν ῾Ρώμην μετὰ τό Πομπήιον καὶ τὸ πλέον τῆς συγκλήτου ἐκεῖθεν φυγεῖν, λύσας τὸν Ἀριστόβουλον εἰς Συρίαν ἔπεμπε σὺν στρατεύματι. ἀλλὰ φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ τὸν Ἀριστόβουλον διαφθείρουσι. Σκιπίων δέ, ἐπιστείλαντος αὐτῷ Πομπηίου , τὸν Ἀριστοβούλου Ἀλέξανδρον ἐπελέκισε. μετὰ δὲ τὸν Πομπηίου θάνατον Καίσαρι πολεμοῦντι κατΑἴγυπτον εἰς πολλὰ χρήσιμον ἑαυτὸν παρέσχεν Ἀντίπατρος, ὥστε τὸν Καίσαρα κεχρῆσθαι αὐτῷ εἰς πάντα τὸν πόλεμον· ὅπου καὶ τρωθῆναι συμβέβηκεν αὐτόν. ἐλθὼν δὲ καὶ Ἀντίγονος τότε Ἀριστοβούλου πρὸς Καίσαρα ἐδεῖτο λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, καὶ τοῦ πατρὸς ἀνεμίμνησκε καὶ ὡς διαὐτὸν ἀποθάνοι. παρὼν δὲ καὶ Ἀντίπατρος ἀπελογεῖτο. δοξάντων δὲ τῶν λόγων αὐτοῦ ἐπικρατεστέρων, Καῖσαρ Ὑρκανῷ μὲν τὴν ἀρχιερωσύνην ἐπεβεβαίωσεν, Ἀντίπατρον δὲ ἀπέδειξε τῆς Ἰουδαίας ἐπίτροπον. ὡς δὲ Καῖσαρ εἰς τὴν Ῥώμην ἀπῄει, Ἀντίπατρος τὰ κατὰ τὴν Ἰουδαίαν καθίστα. βραδὺν δὲ ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανόν, Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολυμιτῶν καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσι, τὸν δὲ μεταὐτὸν Ηρώδην, ὄντα λίαν νεώτατον, τῆς Γαλιλαίας προυστησατο.
§5.7.2 Γενναῖος δὢν Ἡρώδης τὸ φρόνημα, ἀφορμὴν εἰς ἐπίδειξιν ἀρετῆς τὴν ἀρχὴν ἐποιήσατο, καὶ τὸν ἀρχιλῃστὴν Ἐζεκίαν σὺν μεγάλῳ στίφει τὰ προσεχῆ τῆς Συρίας ληιζόμενον συλλαβὼν κτείνει, καὶ πλείστους τῶν σὺν αὐτῷ· ὅθεν τοῖς Σύροις πεφίλητο. ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξτῳ Καίσαρι γνώριμος, ὄντι τοῦ μεγάλου Καίσαρος συγγενεῖ καὶ ἄρχοντι τῆς Συρίας. ζηλοῖ δὲ τὸν ἀδελφὸν καὶ Φασάηλος. ταῦτα δὲ ἐποίει τιμῆς ὑπὸ τοῦ ἔθνους τυγχάνειν βασιλικῆς τὸν Ἀντίπατρον. οἱ δἐν τέλει τῶν Ἰουδαίων διὰ ταῦτα ἐβάσκαινον τῷ Ἀντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐτοῦ καὶ ἐδεδίεσαν ὁρῶντες βίαιον καὶ τολμηρὸν τὸν Ἡρώδην καὶ τυραννίδος ἐρῶντα, καὶ κατηγόρουν Ἀντιπάτρου πρὸς Ὑρκανόν, καὶ ἠρέθιζον κατ᾿ αὐτοῦ καὶ τῶν παίδων αὐτοῦ, λέγοντες μὴ ἐπιτρόπους εἶναι τῶν τῆς βασιλείας πραγμάτων, ἀλλὰ δεσπότας. καὶ γὰρ τὸν Ἡρώδην κτεῖναι τὸν Ἐζεκίαν καὶ πολλοὺς τῶν σὺν ἐκείνῳ, τοῦ νόμου ἀπειρηκότος ἄνθρωπον ἀναιρεῖσθαι, κἂν πονηρὸς εἴη, εἰ μὴ πρότερον ὑπὸ τοῦ συνεδρίου κατακριθείη. Ὑρκανὸς δὲ τούτοις ἠρέθιστο εἰς ὀργήν. προσεξῆψαν δὲ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων, παρακαλοῦσαι ἵνα δίκας ὑπόσχῃ τῶν πεπραγμένων. κινηθεὶς οὖν Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον. δὲ ἧκε μετὰ στίφους ἀποχρῶντος αὐτῷ, ὥστε μὴ γυμνὸν καὶ ἀφύλακτον ἰέναι πρὸς δίκην. ἐλθὼν δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ στίφους κατέπληξεν ἅπαντας, καὶ οὐδεὶς ἐθάρρει κατηγορεῖν αὐτοῦ, ἀλλ᾿ ἦν ἀπορία τοῦ τί χρὴ ποιεῖν. εἷς δέ τις Σαμαῖος ὀνόματι, δίκαιος ἀνὴρ καὶ πεποιθὼς ὡς λέων, εἶπεν ἄνδρες, οὐκ οἶδά τινα τῶν κεκλημένων εἰς δίκην οὕτω παραστάντα, οὔτε ὑμεῖς, οἶμαι, ἀλλὰ πᾶς κριθησόμενος δεδιότος παρίσταται σχήματι, δὲ βέλτιστος Ἡρώδης φόνων δίκην φεύγων ἕστηκε περὶ αὐτὸν ἔχων ὁπλίτας, εἰ κατακριθείη κατὰ τὸν νόμον, κτενοῦντας ἡμᾶς. ἀλλ᾿ Ἡρώδην μὲν οὐ μεμψαίμην, ὑμᾶς δὲ τοσαύτην ἄδειαν παρασχόντας αὐτῷ. ἴστε τοίνυν δίκαιον τὸν θεόν, καὶ ὡς οὗτος, ὃν νῦν δι᾿ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς ποτε καὶ αὐτὸν Ὑρκανόν.” ὅτι δὲ ταῦτα εἰς ἔργον ἐξέβη δηλώσει προϊὼν λόγος. Ὑρκανὸς δὲ εἰς ἄλλην ἡμέραν τὴν δίκην ὑπερέθετο, καὶ λάθρᾳ ὑπέθετο τῷ Ἡρώδῃ τὴν πόλιν ὑπεξελθεῖν. καὶ μὲν ἀπῄει, οἱ δὲ τοῦ συνεδρίου ἠγανάκτουν. Σέξτου δὲ τὴν στρατηγίαν τῆς Κοίλης Συρίας χρημάτων τῷ Ἡρώδῃ ἀποδομένου , οὐ πολὺ τὸ ἐν μέσῳ παρῆλθε καὶ ἧκεν Ἡρώδης σὺν στρατιᾷ, ὀργιζόμενος κατὰ Ὑρκανοῦ ὅτι ὅλως εἰς δίκην ἐκλήθη. ἐκώλυσαν δὲ αὐτὸν τοῖς Ιεροσολύμοις προσβαλεῖν πατὴρ καὶ ἀδελφός.
§5.8 Καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν ἐν τούτοις ἦν, τὰ δὲ κατὰ τὴν Συρίαν τετάρακτο ἐξ αἰτίας τοιαύτης. Βάσσος Καικίλιος, εἷςτῶν τὰ Πομπηίου φρονούντων, κτείνει μὲν Σέξτον Καίσαρα διἐπιβουλῆς, αὐτὸς δὲ τῶν πραγμάτων ἐκράτει. τῶν δὲ Καίσαρος Ἰουλίου στρατηγῶν κατὰ Βάσσου ὡρμηκότων, Ἀντίπατρος αὐτοῖς διὰ τῶν υἱῶν συνεμάχησε, μεμνημένος ὧν ὑπὸ τοῦ Καίσαρος εὐηργέτητο. τριβομένου δὲ τοῦ καιροῦ ἐν τῷ πολέμῳ, Μάρκος ἦλθεν ἐκ Ῥώμης εἰς τὴν τοῦ Σέξτου ἀρχήν. δέ γε Καῖσαρ ὑπὸ τῶν περὶ Βροῦτον καὶ Κάσσιον ἐν Ῥώμῃ κτείνεται. πολέμου δὲ συνερρωγότος ἐπὶ τῷ θανάτῳ τοῦ Καίσαρος, καὶ τῶν ἐν τέλει ἐπὶ στρατιάς συλλογὴν ἄλλων ἀλλαχῇ διεσπαρμένων, Κάσσιος ἀφικνεῖται εἰς Συρίαν, καὶ περιιὼν ταύτην ὅπλα καὶ στρατιώτας συνήθροιζε, καὶ ἐφορολόγει βαρύτατα, καὶ ἐξ Ἰουδαίας ἑπτακόσια τάλαντα ἀργυρίου ἐπράξατο, ὣν τὴν εἴσπραξιν Ἀντίπατρος τοῖς υἱοῖς ἀμφοῖν κατεμέρισεν. οὑν Ἡρώδης πρῶτος ὅσα ἦν αὐτῷ προστεταγμένον Κασσίῳ προσενεγκών, φίλος ἦν αὐτῷ ἐς τὰ μάλιστα. ἀνῃρέθη δἂν ὑπὸ Κασσίου Μάλιχος, εἰ μὴ Ὑρκανὸς ἐπέσχεν αὐτῷ τὴν ὁρμήν, ἑκατὸν ταλάντοις δεξιωσάμενος διἈντιπάτρου αὐτόν. ἤδη δὲ Κασσίου μεταστάντος τῆς Ἰουδαίας Ἀντιπάτρῳ Μάλιχος ἐπεβούλευεν, ὡς εἰ οὗτος φθαρείη, ἀσφαλείας ἐσομένης τῷ Ὑρκανῷ περὶ τὴν ἀρχήν. ταῦτα δ᾿ οὐκ ἔλαθε τὸν Ἀντίπατρον, ἀλλἠσφαλίζετο ἑαυτόν· καὶ Μάλιχος ἠρνεῖτο μεθὅρκων. Μάρκος δ᾿ ἐν τῇ Συρίᾳ στρατηγῶν μικροῦ ἀνεῖλεν ἂν τὸν Μάλιχον, εἰ μὴ Ἀντίπατρος παρακαλέσας αὐτὸν περιέσωσε. Κάσσιός γε μὴν καὶ Μάρκος ἀθροίσαντες στρατιὰν τῷ Ἡρώδῃ τὴν ἐπιμέλειαν ἐνεχείρισαν, στρατηγὸν αὐτὸν Κοίλης Συρίας ποιήσαντες, ὑποσχόμενοι καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον, ὃς τότε πρὸς Ἀντώνιον καὶ τὸν νέον Καίσαρα συγκεκρότητο. ὅτε καὶ άλιχος τὸν Ὑρκανοῦ οἰνοχόον χρήμασιν ὑπελθὼν φαρμάκῳ κτείνει Ἀντίπατρον· παρὰ γὰρ Ὑρκανῷ εἱστιῶντο ἑκάτεροι. γνόντων δὲ τὴν ἐπιβουλὴν τῶν Ἀντιπάτρου υἱῶν, Μάλιχος ἔξαρνος ἦν. τῷ μὲν οὖν Ἡρώδῃ εὐθὺς ἐδόκει τὸν φόνον τοῦ πατρὸς ἐκδικεῖν, δέ γε Φασάηλος δόλῳ μᾶλλον ἤθελε τὸν Μάλιχον μετελθεῖν, ἔνα μὴ ἐμφυλίου πολέμου γένωνται αἴτιοι. πιστεύειν οὑν τῇ ἀρνήσει τοῦ Μαλίχου ὑπεκρίνοντο. ἐνστάσης δὲ ἑορτῆς ἐν Ἱεροσολύμοις ἧκεν Ἡρώδης μετὰ στρατιᾶς εἰς τὴν πόλιν· Ὑρκανὸς δὲ Μαλίχῳ πεισθεὶς ἐκώλυεν αὐτῷ τὴν εἰς τὴν πόλιν εἰσέλευσιν, προφάσει τοῦ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἀναμίγνυσθαι τῷ πλήθει ἁγνεύοντι. δὲ μὴ φροντίσας τῶν λόγων εἴσεισι νυκτὸς εἰς τὴν πόλιν. Μάλιχος δἔτι τῆς ὑποκρίσεως εἴχετο, δακρύων τὸν Ἀντίπατρον καὶ ὡς φίλον ἀνακαλούμενος, κρύφα δὲ ἐποιεῖτο τοῦ σώματος φυλακήν. ἑλόντος δὲ Κασσίου τὴν Λαοδίκειαν, ἄμφω πρὸς αὐτὸν ἀπῄεσαν. καὶ Ἡρώδης μὲν ἐκεῖ τῖσαι δίκας τὸν Μάλιχον ἐταμίευεν· δὲ ὑποπτεύσας τὸ πρᾶγμα, τοῦ παιδὸς αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ, ἐμελέτησε τοῦτον ὑποκλέψαι, καὶ εἰς τὴν Ἰουδαίαν ἀπᾶραι καὶ τὴν ἀρχὴν κατασχεῖν. Ἡρώδης δὲ τὴν γνώμην τοῦ Μαλίχου ὑπονοήσας, προεισπέμψας εἰς Τυρὸν λάθρᾳ πείθει τοὺς χιλιάρχους πρὸς Μάλιχον ἐξελθεῖν καὶ διαφθεῖραι αὐτόν. ἤδη γὰρ αὐτοῖς παρὰ Κασσίου προώριστο συμπράττειν Ἡρώδῃ ἐπὶ δικαίᾳ πράξει. οἱ δὲ πλησίον τῆς πόλεως αὐτῷ ὑπαντήσαντες κατακεντοῦσιν αὐτόν. Ὑρκανὸς δὲ ὑπὸ φόβου ἄφωνος ἦν. ἀνενεγκὼν δὲ ἠρώτα ὅπως ἀνῄρηται Μάλιχος· καὶ ἀκούσας ὅτι Κασσίου προστάξαντος, ἐπῄνεσε τὴν πρᾶξιν, πονηρὸν εἰπὼν εἶναι καὶ τῆς πατρίδος ἐπίβουλον.
§5.9.1 Κασσίου δὲ ἐκ Συρίας ἀπάραντος πρὸς Ἀντώνιον, Ἡρώδης ἐν διαφόροις ἠρίστευσε, καὶ τῷ Ἀριστοβούλου δὲ υἱῷ Ἀντιγόνῳ ἄρτι τῶν ἄκρων ἐπιβάντι τῆς Ἰουδαίων γῆς ὑπαντήσας μάχῃ· ἐνίκησε καὶ τῶν ὁρίων ταύτης ἐξέωσεν. ὅθεν ἀφικόμενον εἰς Ἱεροσόλυμα ἐστεφάνου τε δῆμος καὶ Ὑρκανός. μνηστεύεται δὲ καὶ τὴν Ὑρκανοῦ θυγατριδῆν Ἀλεξάνδρου δὲ θυγατέρα τοῦ Ἀριστοβούλου παιδός. εἶχε δὲ πρότερον ἑτέραν γυναῖκα δημότιν, Δωρίδα καλουμένην, ἐξ ἧς αὐτῷ παῖς Ἀντίπατρος γίνεται τῶν ἄλλων πρεσβύτερος.
§5.9.2–5.20.1
§5.9.2 Ἀντωνίου δὲ καὶ Καίσαρος Κάσσιον καὶ Βροῦτον περὶ Φιλίππους νενικηκότων, μὲν ἐπὶ Γαλλίας ἐχώρει, πρὸς δὲ τὴν Ἀσίαν Ἀντώνιος. γενομένῳ δ᾿ ἐν Βιθυνίᾳ πανταχόθεν ἀπήντων πρεσβεῖαι. παρῆσαν δὲ καὶ Ἰουδαῖοι κατηγοροῦντες Φασαήλου τε καὶ Ἡρώδου. ἐλθόντα δὲ τὸν Ἡρώδην ἐπὶ ἀπολογίᾳ διὰ τιμῆς ἦγεν Ἀντώνιος, καὶ οὐδὲ λόγου ἠξίωντο οἷ κατήγοροι, χρήμασι ταῦτα τοῦ Ἡρώδου πριαμένου παρἈντωνίου. ἐλθόντι δεἰς Ἔφεσον Ἀντωνίῳ ἔπεμψεν Ὑρκανὸς στέφανον χρυσοῦν, καὶ ἠξίου τοὺς Ἰουδαίους , οὓς ᾐχμαλώτισε Κάσσιος οὐ νόμῳ πολέμου, ἐλευθέρους ἀπολυθῆναι καὶ τὴν χώραν ἀποδοθῆναι, ἣν αὐτοὺς ἀφείλετο Κάσσιος. δικαίαν οὖν εἶναι κεκρικὼς τὴν ἀξίωσιν εἰς ἔργον ἐκβῆναι προσέταξε. μετὰ ταῦτα εἰς Συρίαν παραγενομένῳ τῷ Ἀντωνίῳ καὶ ὑπὸ τῶν τῆς Κλεοπάτρας ἐρώτων κεκρατημένῳ προσίασιν ἄνδρες ἑκατὸν Ἰουδαίων οἱ δυνατώτατοι, καὶ κατηγόρουν Ἡρώδου καὶ τῶν περὶ αὐτόν, παρόντος καὶ Ὑρκανοῦ. Ἀντώνιος δὲ πυνθάνεται Ὑρκανοῦ πότεροι τοῦ ἔθνους προΐστανται ἄμεινον· καὶ ὃς τοὺς περὶ Ἡρώδην εἶπεν, ὤν αὐτοῦ κηδεστής. γοῦν Ἀντώνιος οἰκείως πρὸς αὐτοὺς ἔχων διὰ τὴν τοῦ πατρὸς αὐτῶν ξενίαν καὶ ἄμφω τετράρχας ὠνόμασε καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπέτρεψε πράγματα· καὶ δέκα δήσας τῶν κατηγόρων ἔκτεινεν ἂν αὐτούς, εἰ μὴ οἱ ἀδελφοὶ παρῃτήσαντο. αὖθις δὲ χίλιοι τῷ Ἀντωνίῳ περὶ Τυρὸν ὑπήντησαν. δὲ δώροις προκατειλημμένος τῷ κατὰ τόπον ἄρχοντι κολάσαι τοὺς Ἰουδαίους ἐκέλευσεν, ὡς νεωτερίζοντας. δὲ Ἡρώδης ἀπιέναι ταχὺ αὐτοῖς συνεβούλευεν, ἵνα μὴ μεγάλου πειραθῶσι κακοῦ. ὡς δοὐχ ὑπήκουον, ἐκδραμόντες οἱ Ῥωμαῖοι τινὰς μὲν ἀπέκτειναν, πολλοὺς δ᾿ ἐτραυμάτισαν· καὶ οἱ λοιποὶ διαφυγόντες ἡσύχαζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου, παροξυνθεὶς Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν.
§5.9.3 Ἀντίγονος δὲ Πακόρῳ τῷ Παρθῶν βασιλεῖ ὑπισχνεῖται χίλια δώσειν τάλαντα καὶ γυναῖκας παντακοσίας, ἢν τὴν ἀρχὴν Ὑρκανὸν ἀφέλωνται καὶ παραδῶσιν αὐτῷ καὶ τοὺς περὶ Ἡρώδην ἀνέλοιεν. διὰ ταῦτα ἐπὶ τὴν Ἰουδαίαν κατάγοντες Ἀντίγονον οἱ Πάρθοι ἐστράτευσαν· οἷς πολλάκις οἱ περὶ Ἡρώδην συμμίξαντες ἐκράτουν. δὲ τῶν Παρθῶν στρατηγὸς σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν πόλιν ἧκεν, ὡς τάχα κατευνάσων τὴν στάσιν, τὸ δ᾿ ἀληθὲς ὡς Ἀντιγόνῳ συμπράξων. Φασαήλου δὲ ξενίσαντος αὐτόν, πείθει τὸν Φασάηλον παρὰ Βαρζαφαρμάνην ἐλθεῖν πρεσβεύοντα. καὶ ᾤχοντο Ὑρκανὸς καὶ Φασάηλος πρεσβεύοντες, Ἡρώδου μὴ συναινοῦντος· δὲ στρατηγὸς προύπεμπε σφᾶς. καὶ Βαρζαφαρμάνης τὸ μὲν πρῶτον γνησίως αὐτοὺς ὑπεδέξατο, ἔπειτα ἐπεβούλευε. καὶ οἱ περὶ Φασάηλον ἐν ὑποψίαις ἦσαν κατὰ τῶν βαρβάρων, ἔγνων δὲ καὶ νύκτωρ λάθρᾳ παραὐτῶν φυλασσόμενοι. μεμήνυτο δ᾿ αὐτοῖς ὅτι καὶ συνελήφθησαν ἄν, εἰ μὴ ὑπερετίθεντο οἱ βάρβαροι μέχρις ἂν Ἡρώδης τοῖς ἐκεῖ Πάρθοις ληφθείη, μὴ τὰ περὶ αὐτῶν μαθὼν διαφύγοι. Φασαήλῳ μὲν οὖν τινες συνεβούλευον εὐθὺς παριππάσασθαι, Ὀφέλλιος δὲ γαῖ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ θάλασσα ἦν. δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἐβούλετο. συλλαμβάνονται οὖν καὶ δεσμοῦνται. Ἡρώδης δὲ ταῦτα μαθών, οὓς εἶχεν ὁπλίτας λαβὼν νυκτὸς καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν ἐγγεγυημένην αὐτῷ παῖδα τῆς Ὑρκανοῦ θυγατρὸς καὶ τὴν τῆς μνηστῆς ταύτης μητέρα τήν τε θεραπείαν πάσαν τὴν ἐπὶ Ἰδουμαίαν ἀπῄει, τοὺς πολεμίους λαθών. τοῦ ζεύγους δὲ περιτραπέντος ἐν τῇ ὁδῷ, καὶ τῆς μητρὸς αὐτοῦ κινδυνευούσης ἀποθανεῖν, μικροῦ ἑαυτὸν διεχρήσατο. ἀνακτησάμενος οὖν τὴν μητέρα καὶ θεραπείας ὡς καιρὸς ἤπειγεν ἀξιώσας, ἐβάδιζε συντονώτερον πρὸς Μασάδαν τὸ ἔρυμα. ἐν τῷ μέσῳ δὲ καὶ πρὸς Πάρθους διώκοντας μαχεσάμενος καὶ πρὸς Ἰουδαίους αὖθις ἐπιθεμένους αὐτῷ, ἐνίκησε καὶ ἐκράτησε. τοῦ μέντοι πλήθους τοῦ συνεπομένου αὐτῷ πολλοῦ ὄντος, τοῦ δὲ τῆς Μασάδας φρουρίου, πρὸς ὅπερ ἠπείγοντο, οὐκ ἐξαρκοῦντος ἅπαντας ὑποδέξασθαι, τοὺς μὲν πλείους ἀπέλυσε, δοὺς σφίσιν ἐφόδια, ὅσοι δὲ ἦσαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ἔχων εἰς τὸ ἔρυμα παραγίνεται. καὶ ἀφεὶς αὐτόθι τάς τε γυναῖκας καὶ τὴν θεραπείαν ἀρκοῦντα τὰ ἐπιτήδεια ἔχοντας, αὐτὸς ἐπὶ τὴν Πέτραν τῆς Ἀραβίας ἐξώρμησεν. ἕωθεν δὲ τὰ μὲν ἄλλα τῶν Ἱεροσολυμιτῶν οἱ Πάρθοι διήρπαζον καὶ αὐτὰ τὰ βασίλεια, μόνων δὲ ἀπείχοντο τῶν Ὑρκανοῦ χρημάτων, ὄντων εἰς ὀγδοήκοντα τάλαντα· καὶ τὴν χώραν δὲ ἐκάκουν οἱ Πάρθοι.
§5.10.1 Ἀντίγονος μὲν οὖν οὕτω καταχθεὶς εἰς τὴν Ἰουδαίαν Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβάνει. φοβούμενος δὲ τὸν Ὑρκανὸν μὴ τὸ πλῆθος αὐτῷ τὴν βασιλείαν ἀποκαταστήσῃ, ἀποτέμνει αὐτοῦ τὰ ὦτα, τοῦ νόμου τοὺς ἱερᾶσθαι μέλλοντας ὁλοκλήρους εἶναι κελεύοντος. Φασάηλος δὲ γνοὺς ἑαυτὸν μέλλοντα σφάττεσθαι, ἐπεὶ τὰς χεῖρας δεδέσμητο, πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἑαυτὸν μὲν ἐξήγαγε τοῦ βίου, τὴν δ᾿ ἐκ τοῦ κτεῖναι αὐτὸν ἡδονὴν ἐστέρησε τὸν πολέμιον. πρὸ δέ γε τοῦ πάνυ ἐκλιπεῖν ἀκούσας ὡς διέδρα τοὺς πολεμίους Ἡρώδης ἀδελφός, εὐθύμως ἀπέθανε, καταλιπὼν ἐκδικητὴν καὶ τῶν ἐχθρῶν τιμωρόν. Ἡρώδης δὲ πρὸς Μάλχον τὸν Ἀράβων ἔσπευδε βασιλέα, εὐεργετηθέντα πρόσθεν ὑπαὐτοῦ, ὡς παραὐτοῦ ληψόμενος χρήματα εἰς λύτρον τοῦ ἀδελφοῦ· οὔπω γὰρ ἦν τὰ κατἐκεῖνον μαθών. ἀγγείλαντος δὲ τοῦ Μάλχου αὐτῷ διά τινων ἀναχωρεῖν, ὡς τῶν Παρθῶν παραγγειλάντων μὴ δέχεσθαι αὐτόν, ἀπεκρίνατο μηδὲν ἐνοχλήσων ἥκειν, διαλεξόμένος δὲ περὶ τῶν ἀναγκαιοτάτων. καὶ ταῦτα εἰπὼν ἀπῄει ἐπΑἴγυπτον, καὶ ἀπιὼν τὰ κατὰ τὸν ἀδελφὸν ἤκουσε. Μάλχῳ δὲ μετεμέλησε, καὶ ἔστειλε ἀναστρέψοντας τὸν Ἡρώδην δὲ πορρωτάτω ἦν. καὶ εἰς Αἴγυπτον καταχθεὶς κἀκεῖθεν εἰς Ῥώμην ἀφικόμενος Ἀντωνίῳ φράζει τὰ αὐτό καὶ τῷ Φασαήλῳ συμβεβηκότα, καὶ ὡς Ἀντίγονος ὑπὸ Παρθῶν εἰς τὴν βασιλείαν εἰσήχθη χρημάτων ὑποσχέσει καὶ γυναικῶν καὶ τἄλλα ὅσα ἔδρασέ τε καὶ ἔπαθεν. Ἀντώνιον δὲ οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς. καὶ Καῖσαρ δὲ διά τε ἄλλα καὶ χαριζόμενος Ἀντωνίῳ τοῦ Ἡρώδου ὑπεραλγοῦντι πρὸς συνεργίαν ἑτοιμότερος ἦν. παραστησάμενοι οὖν τῇ βουλῇ τὸν Ἡρώδην τάς τε τοῦ πατρὸς αὐτοῦ διεξῄεσαν εὐεργεσίας καὶ τὴν αὐτοῦ πρὸς Ῥωμαίους ἔλεγον εὔνοιαν· κατηγόρουν δὲ Ἀντιγόνου, καὶ πολέμιον ὠνόμαζον καὶ ἄλλοθεν μὲν καὶ ὅτι παρὰ Παρθῶν ἔλαβε τὴν ἀρχήν, τοὺς Ῥωμαίους ὑπεριδών. προσεπῆγε δὲ Ἀντώνιος ὅτι καὶ πρὸς τὸν κατὰ Παρθῶν πόλεμον Ἡρώδην βασιλεύειν συμφέρει. καὶ δόξαν πᾶσι τοῦτο ψηφίζονται.
§5.10.2 Καὶ μὲν οὕτω τὴν βασιλείαν εἰλήφει, Ἀντίγονος δὲ τὴν Μασάδαν ἐπολιόρκει διόλου. οἱ δὲ ἐντὸς αὐτῆς ἐσπάνιζον ὕδατος, ὡς καὶ τὸν ἀδελφὸν Ἡρώδου τὸν Ἰωσὴφ ἀποδρᾶναι βουλεύεσθαι σὺν διακοσίοις πρὸς Ἄραβας· ἀλλἐπεσχέθη, γενομένου νυκτὸς ὑετοῦ. Βενδίδιος δὲ Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας Πάρθους ἀνείργειν, εἰς Ἰουδαίαν παρέβαλεν, ὡς συμμαχήσων δῆθεν τοῖς πολιορκουμένοις, τὸ δὅλον ὡς παρὰ Ἀντιγόνου χρηματισόμενος. μὲν οὖν πληρώσας τὸ βούλημα ἀνεχώρησε, Σίλωνα δὲ μετὰ μέρους τῆς στρατιᾶς καταλέλοιπεν, ἵνα μὴ γένηται τὸ λῆμμα κατάφωρον. Ἡρώδης δὲ ἐκ τῆς Ἰταλίας εἰς Πτολεμαΐδα καταπεπλευκὼς ἤλαυνεν ἐπἈντίγονον, δύναμιν ἀθροίσας. ἐλῶν δἐν τῷ μέσῳ τὴν Ἰόπην, ἔνα μηδὲν εἴη τοῖς ἐχθροῖς ἔρυμα, ἔσπευδεν εἰς Μασάδαν, τοὺς οἰκείους ῥυσόμενος· καὶ τούτους ἀναλαβὼν πρὸς τὰ Ἱεροσόλυμα ἐπορεύετο· συνῆν δὲ αὐτῷ καὶ τὸ μετὰ Σίλωνος στρατιωτικόν. καὶ ἐκτὸς ἐστρατοπεδεύσατο· οἱ δἐντὸς ἀπὸ τοῦ τείχους μαχόμενοι ἀνεῖργον αὐτοὺς ἀπὸ τῶν πύργων. καὶ Σίλων δὲ τῶν οἰκείων στρατιωτῶν τινας καταβοᾶν τοῦ Ἡρώδου ἐποίησε διὰ σπάνιν τῶν ἀναγκαίων, ἐκίνει τε τὸ στρατόπεδον ὡς ἀναχωρήσων. ταῦτα δ᾿ ἐΠοίει τὸν Ἀντίγονον διὰ τὴν δωροδοκίαν αἰδούμενος. Ἡρώδης δὲ ἠξίου μένειν αὐτόν, καὶ ἐξορμήσας πλῆθος ἐπιτηδείων ἐκόμισεν, ὥστε μηκέτι ὑπολιπεῖν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν. καὶ οἶ μὲν ἐν ἀφθόνοις ἦσαν, Ἡρώδης δὲ παραγενόμενος εἶς Σαμάρειαν ἐκεῖ τήν τε μητέρα καὶ τοὺς ἄλλους οἰκείους κατέθετο, αὐτὸς δὲ ἐπὶ Γαλιλαίαν ᾤχετο. καὶ προσάγεται πᾶσαν αὐτὴν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων. ἢν δὲ τὰ σπήλαια ἐν ὄρεσι πάντῃ ἐξερρωγόσι καὶ πέτραις ὀξείαις ἐμπεριεχόμενα. καὶ τούτων δὲ δυσχερῶς μέν, ἀλλὅμως ἐκράτησε. καταστήσας δὲ τὰ αὐτόθι βασιλεὺς εἰς Σαμάρειαν ὥρμησεν, ὡς μάχῃ κριθησόμενος πρός Ἀντίγονον. ἐν τούτοις δὲ Πακόρου πεσόντος ἐν πολέμῳ, καὶ τόν Παρθῶν τραπέντων ὑπὸ Ῥωμαίων, πέμπει τῷ Ἡρώδῃ βοηθὸν Μαχαιρᾶν σὺν στρατιᾷ Βενδίδιος. καὶ τούτω μὲν Ἡρώδης τὸν ἀδελφὸν Ἰωσὴφ καταλέλοιπεν, ἐντειλάμενος μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαίρᾳ διαφέρεσθαι, αὐτὸς δὲ πρὸς Ἀντώνιον ἔσπευδε πολιορκοῦντα Σαμόσατα, πόλιν τῶν παρευφρατιδίων. ὡς δὲ ἤγγιζεν Ἡρώδης, πέμπει τὸ στράτευμα ὑπαντησόμενον αὐτῷ Ἀντώνιος, καὶ παρόντα ἠσπάζετο, καὶ Σοσσίῳ συμμαχεῖν αὐτῶ ἐνετέλλετο· καὶ ὃς τὸ κεκελευσμένον ἐπλήρου. Ἰωσὴφ δὲ ἀδελφὸς Ἡρώδου ἐπὶ Ἱεριχοῦντα σπεύδων περιπίπτει τοῖς Ἀντιγόνου, καὶ ἐν δυσχωρίαις ἀποληφθεὶς θνήσκει γενναίως μαχόμενος, καὶ ἅπαν ἀπέβαλε τὸ στράτευμα. Ἀντίγονος δὲ τὴν αὐτοῦ τεμὼν κεφαλὴν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἀποδίδωσι τὰ λάντων πεντήκοντα.
§5.11.1 Ἀποστάντες δὲ οἱ Γαλιλαῖοι τοὺς τὰ Ἡρώδου C φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰουδαίας ἐνεωτερίσθη πολλά. ἠγγέλη δὲ ταῦτα Ἡρώδῃ καὶ τοῦ ἀδελφοῦ τελευτὴ ἐν Δάφνῃ τῆς Ἀντιοχείας. ἐπειγομένῳ οὖν, ὡς κατὰ Γαλιλαίαν ἐγένετο, συνήντησαν αὐτῷ οἱ πολέμιοι. καὶ ἡττηθέντες κατεκλείσθησαν εἰς τι χωρίον, δὲ ἔσπευδεν εἰς Ἱεριχοῦντα τιμωρήσασθαι θέλων αὐτοὺς διὰ τὸν ἀδελφόν. Ἀντίγονος δὲ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν Πάππον ὄνομα σὺν δυνάμει, παρέχων τοῖς ἐναντίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. καὶ Ἡρώδης ἠλθεν ἐπὶ τὸν Πάππον, καὶ συμβαλὼν τοῖς πολεμίοις κρατεῖ, καὶ εἵπετο φεύγουσιν εἰς τὴν κώμην, κτείνων οὓς ἂν καταλάβοι. πεπληρωμένων δὲ τῶν οἰκιῶν ὁπλιτῶν, καὶ πολλῶν ἐπὶ τὰς στέγας ἀναφευνόντων, τοὺς ὀρόφους τῶν οἴκων καθαιρῶν ἐκράτει τούτων. καθαιρουμένων δὲ τῶν ὀρόφων ἔμπλεα ὡρῶντο τὰ κάτω στρατιωτῶν, οὓς λίθοις ἄνωθεν βάλλοντες ἔκτεινον. τοῦτο τὰ τῶν πολεμίων φρονήματα ἔθραυσε· καὶ ἧκεν ἂν εἰς Ἱεροσόλυμα Ἡρώδης μετὰ τῆς στρατιᾶς αὐτίκα καὶ τὸ πᾶν ἐξειργάσατο, εἰ μὴ χειμὼν ἐπέσχε βαθύς. τότε ὀψίας οὔσης βασιλεὺς Ἡρώδης εἴς τι δωμάτιον εἰσελθὼν περὶ λουτρὸν ἦν, καὶ ἀποδυσάμενος ἐλούετο, ἑνὸς αὐτῷ ὑπηρετουμένου παιδός. κατὰ δέ γε τὸ ἐνδότερον οἴκημα τῶν πολεμίων τινὲς συμπεφευγότες ὡπλισμένοι ἐκεῖ διὰ φόβον ἐκρύπτοντο. καὶ μεταξὺ λουομένου τοῦ βασιλέως εἶς τις ἐπεξέρχεται ξίφος ἔχων γυμνόν, καὶ μεταὐτὸν ἄλλος καὶ αὖθις ἕτερος ὁμοίως ὡπλισμένοι, οὐδένα πλήξαντες ὑπὸ δέους, ἀγαπῶντες δὲ εἰ αὐτοὶ σωθεῖεν. τοιοῦτον ἔφυγε κίνδυνον Ἡρώδης. τῇ δὲ ὑστεραίᾳ τὴν τοῦ Πάππου τεμὼν κεφαλὴν ἤδη ἀνῃρημένου ἔπεμψε Φερώρᾳ τῷ ἀδελφῷ ἀντὶ τῆς κεφαλῆς Ἰωσήφ· οὗτος γὰρ ἦν Πάππος αὐτόχειρ ἐκείνου γενόμενος.
§5.11.2 Λήξαντος δὲ τοῦ χειμῶνος ἀφίκετο πρὸς Ἱεροσόλυμα καὶ στρατοπεδεύεται τῆς πόλεως ἔγγιστα· καὶ καταλιπὼν ἐκεῖ τοὺς τὰ πρὸς τὴν πολιορκίαν ἑτοιμάσοντας αὐτὸς εἰς Σαμάρειαν ᾤχετο, τῆ Ἀλεξάνδρου θυγατρὶ συνευνασθησόμενος, ἤδη κατεγγυηθείσῃ αὐτῷ, ὡς ἱστόρηται. μετὰ δὲ τοὺς γάμους ἀφίκετο ἐκ Σαμαρείας· ἧκε δὲ σὺν στρατιᾷ καὶ Σόσσιος. καὶ πρὸς τὸ τεῖχος τῶν Ἱεροσολύμων ἠθροίζοντο, καὶ χώματα ἐγείραντες καὶ πολιορκητικὰς μηχανὰς προσάγοντες τὸ τεῖχος κατέσειον. καὶ οἱ ἐντὸς δὲ ἀπονοίᾳ μᾶλλον προνοίᾳ ἀντικαθίσταντο στρατηγούμενοι. ἀναβαίνουσι δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσιν, εἶτα ἑκατοντάρχαι Σοσσίου. ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαράκοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα. ἁλόντος δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως, εἰς τὸ ἐντὸς ἱερὸν καὶ τὴν ἄνω πόλιν Ἰουδαῖοι συνέφυγον. ἑάλω δὲ καὶ ταῦτα, καὶ ἦν ἅπαντα φόνων μεστά. δἈντίγονος, μήτε τῆς τότε τύχης μήτε τῆς πάλαι μεμνημένος, κάτεισιν ἐκ τῆς βάρεως καὶ προσπίπτει τοῖς Σοσσίου ποσί. κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας πρὸς τὴν μεταβολὴν καὶ ἐπεκρότησε καὶ Ἀντιγόνην ἐκάλεσε καὶ δήσας ἐφύλαττεν. ὡρμηκότων δὲ τῶν συμμάχων ἐπὶ θέαν τοῦ ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων, βασιλεὺς Ἡρώδης τοὺς μὲν παρακαλῶν, τοῖς δὲ ἀπειλῶν, ἐνίους δὲ καὶ τοῖς ὅπλοις ἀνέστελλεν, ἐκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, αὐτὸς τοὺς μισθοὺς διανεμεῖν ἑκάστοις οἴκοθεν ὑπισχνούμενος. καὶ οὕτω τὸ λοιπὸν περισώσας τῆς πόλεως τὰς ὑποσχέσεις ἐπλήρωσεν. αὐτῷ δὲ Σοσσίῳ βασιλικώτατα ἐδωρήσατο. ὃς ἀνέζευξεν ἐξ Ἱεροσολύμων τῷ Ἀντωνίῳ δεσμώτην ἄγων Ἀντίγονον. δείσας δἩρώδης μὴ κομισθεὶς εἰς Ῥώμην Ἀντίγονος δικαιολογήσηται πρὸς τὴν σύγκλητον, ἑαυτὸν μὲν ἐκ βασιλέων ἀποδεικνύων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὡς, κἂν αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτε, προσῆκεν βασιλεία τοῖς αὐτοῦ παισί, πείθει χρήμασι πολλοῖς τὸν Ἀντώνιον ἀνελεῖν τὸν Ἀντίγονον. καὶ μὲν ἀνῄρητο, δὲ ἀρχὴ ἐκ τοῦ τῶν Ἀσαμωναίων γένους ἀφῄρητο, ἐπἔτεσιν ἑκατὸν καὶ εἴκοσι διαρκέσασα, μετέβη δὲ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου, ἰδιωτικοῦ τυγχάνοντα γένους καὶ οἰκίας δημότιδος.
§5.12.1 Οὕτω δὲ τῆς ὅλης Ἰουδαίας Ἡρώδης ἀναθέμενος τὴν ἀρχήν, τοὺς μὲν τὰ αὐτοῦ φρονοῦντας προσηγετο, τοὺς δἐναντιουμένους ἐκόλαζεν. ἐτίμα δὲ μάλιστα Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν τὸν τούτου μαθητήν· τῆς γὰρ πολιορκίας συνισταμένης συνεβούλευον οὗτοι δέξασθαι τὸν Ἡρώδην. δὲ Σαμαίας οὗτος, ὡς ἤδη ἔμπροσθεν εἴρηται, καὶ προεῖπεν Ὑρκανῷ τε καὶ τοῖς δικάζουσιν ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς μετελεύσεται. ἀπέκτεινε δὲ τῶν περὶ τὸν Ἀντίγονον τεσσαράκοντα τοὺς πρώτους καὶ τὰς αὐτῶν οὐσίας ἀφείλετο, πέρας τε κακόν ἦν οὐδέν. Ὑρκανὸς μέντοι παρὰ Πάρθοις αἰχμάλωτος ὢν ἐπιεικοῦς ἔτυχε τοῦ Παρθῶν βασιλέως Φραάτου, καὶ λυθεὶς τῶν δεσμῶν ἐν Βαβυλῶνι διάγειν παρεχωρήθη, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων, οἳ τὸν Ὑρκανὸν ὡς ἀρχιερέα καὶ βασιλέα ἐτίμων. μαθὼν δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν, διενοεῖτο μεταχωρῆσαι ταχωρῆσαι πρὸς αὐτόν, διά τε τὸ κῆδος καὶ μνησθήσεσθαι οἰηθεὶς αὐτὸν ὅτι κρινόμενον ἐπὶ φόνοις τοῦ κινδύνου ἐρρύσατο. οἱ δἐν Βαβυλῶνι Ἰουδαῖοι μένειν ἠξίουν αὐτόν, ὡς ἀρχιερέα καὶ βασιλέα τιμώμενον παραὐτῶν, καὶ ὅτι καὶ ἀπελθὼν τυχεῖν τῆς ἀρχιερωσύνης ἀδυνατεῖ, λελωβημένος τό σῶμα ὑπἈντιγόνου. οἱ μὲν οὖν ἐκώλυον, δοὐκ ἐπείθετο, αὐτός τε ποθῶν ἐπανελθεῖν καὶ παρὰ Ἡρώδου παρακαλούμενος. Ἡρώδης δὲ καὶ πρὸς Φραάτην πρεσβείαν ἐποιήσατο καὶ δῶρα ἔπεμψεν, ἀξιῶν μὴ κωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας. ἦν δὲ οὐχ ὑπὲρ Ὑρκανοῦ σπουδή, ἀλλὅτι μὴ κατἀξίαν ἠρχεν, ἐδεδοίκει τὰς ἐξ εὐλόγων μεταβολάς, ἔσπευδεν ἐκποδὼν θέσθαι τὸν Ὑρκανόν, τέως ἐν χερσὶν ἔχειν. ἐνδεδωκότος δὲ τοῦ Πάρθου τὴν ἀναχώρησιν, ἀπελθὼν Ὑρκανὸς διὰ πάσης ἤγετο τιμῆς πρὸς Ἡρώδου, πατήρ τε καλούμενος καὶ παρὰ τὰς ἑστιάσεις προκατακλινόμενος καὶ παντοίως ἐξαπατώμενος, ἔνα μὴ ἐπιβουλευόμενος αἴσθηται.
§5.12.2 Εὐλαβούμενος δ Ἡρώδης τῶν ἐπισήμων τινὰ ἀποδεῖξαι ἀρχιερέα, ἐκ Βαβυλῶνος μεταπεμψάμενος ἱερέα τῶν ἀσημοτέρων Ἀναὴλ ὄνομα, τούτῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν. Ἀλεξάνδρα δὲ πενθερὰ Ἡρώδου, παῖδα ἔχουσα ἐξ Ἀλεξάνδρου τοῦ Ἀριστοβούλου ὥρᾳ κάλλιστον, καλούμενον Ἀριστόβουλον, χαλεπῶς ἔφερε τὴν παρόρασιν τοῦ υἱοῦ· καὶ γράφει τῇ Κλεοπάτρᾳ αἰτήσασθαι τῷ παιδὶ παρἈντωνίου τὴν ἀρχιερωσύνην. Ἀντωνίου δὲ νωθέστερον διατεθέντος περὶ τὴν αἴτησιν, εἰς Ἰουδαίαν ἐλθὼν Δέλλιος καὶ ἰδὼν τὸν Ἀριστόβουλον ἠγάσθη, οὐχ ἧττον δὲ τὴν Μαριάμμην τὴν συνοικοῦσαν τῷ βασιλεῖ· καὶ πείθει τὴν Ἀλεξάνδραν ἀμφοτέρων τῶν παίδων εἰκόνας τῷ Ἀντωνίῳ στεῖλαι· θεασαμένου γὰρ εἶπε μή τινος ἀτευκτήσειν ὧν ἀξιοῖ. μὲν οὖν πέμπει τὰς εἰκόνας τῷ Ἀντωνίῳ, δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμψασθαι γεγαμημένην Ἡρώδῃ, καὶ ἅμα τὰς εἰς Κλεοπάτραν διαβολὰς ὑπεξέκλινεν. ἐπέστειλε δὲ τῷ Ἡρώδῃ πέμπειν τὸν παῖδα, προσθέμενος, εἰ μὴ δοκοίη βαρύ. Ἡρώδης δὲ ἀσύμφορον ἑαυτῷ κρίνας ὡραιότατον ὄντα τὸν Ἀριστόβουλον καὶ γένει προύχοντα πρὸς Ἀντώνιον ἥκειν, ἰσχύοντα ὡς Ῥωμαίων, ἕτοιμον δὲ πρὸς ἔρωτας καὶ πρὸς ἡδονὰς εὐκατάφορον, ἀντέγραψεν ὡς, εἰ ἐξέλθῃ τῆς χώρας τὸ μειράκιον, ἅπαντα ταραχῆς ἐμπλησθήσεται. καὶ οὕτω μὲν παρῃτήσατο τὸν Ἀντώνιον, τοὺς δὲ φίλους ἀθροίσας ᾐτιᾶτο τὴν Ἀλεξάνδραν ὡς ἐπιβουλεύουσαν ἔν αὐτὸς ἀφαιρεθῇ τὴν ἀρχήν. “ἀλλ᾿ οὐκ αὐτός ἔφη διὰ τοῦτο ἄδικος ἔσομαι, ἀλλὰ νῦν δίδωμι τὴν ἱερωσύνην τῷ μείρακι· παιδὸς γὰρ ὄντος παντάπασι πρῴην διὰ τοῦτο ἕτερον ἀρχιερέα ἐποίησα. οὕτως εἰπόντος χαρά τε ἅμα καὶ δέος τὴν Ἀλεξάνδραν εἶχε, χαρὰ μὲν διὰ τὴν τιμὴν τοῦ παιδός, δέος δὲ διὰ τὴν ὑποψίαν Ἡρώδου. καὶ ἀπελογεῖτο δακρύουσα, περὶ μὲν τῆς ἱερωσύνης σπουδάσαι, βασιλείᾳ δὲ μὴ ἐπιχειρῆσαι· καὶ νῦν δέχεσθαι εἰς τὸν υἱὸν τὴν τιμήν, ἔσεσθαι δὲ πρὸς πᾶν ὑπήκοος διεβεβαιοῦτο.
§5.13 Οὕτως ὁμιλήσαντες διελύοντο, ὡς πάσης δῆθεν ὑποψίας ἐξῃρημένης. τῆς δἀρχιερωσύνης τῷ παιδὶ δοθείσης Ἀριστοβούλῳ, ἔδοξε τὰ κατὰ τὴν οἰκίαν θεραπευθῆναι. Ἡρώρῃ δὲ Ἀλεξάνδρα ὕποπτος ἦν, καὶ ἐν τοῖς βασιλείοις διατρίβειν αὐτὴν ἀπῄτει καὶ μηδὲν ἐπἐξουσίας δρᾶν, καὶ ἐπιμελῶς αὐτὴν ἦσάν τινες φυλάσσοντες. δ᾿ ἐξηγριοῦτο, πᾶν ὁτιοῦν ὑπομεῖναι προκρίνουσα μετὰ δουλείας καὶ φόβων βιοῦν· καὶ τὴν Κλεοπάτραν παρεκάλει ἐπικουρεῖν, τὰ ἐν οἶς εἴη δηλώσασα. δὲ σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀποδιδράσκειν ἐκέλευε. δύο γοῦν λάρνακας παρασκευασαμένη ὡς εἰς ἐκκομιδὴν σωμάτων νεκρῶν, ταύταις ἔμελλεν ἑαυτὴν καὶ τὸν υἱὸν ἐμβαλεῖν, ἐπιτάξασα τοῖς συνειδόσι τῶν οἰκετῶν νυκτὸς ἐκφέρειν καὶ κομίζειν πρὸς θάλασσαν, ὅπου καὶ πλοῖον αὐτοῖς πλεῖν ἐπΑἴγυπτον ἔμελλον παρεσκεύαστο. ταῦτα Ἡρώδης ἔκ τινος τῶν οἰκετῶν ἐκείνης μαθών, καὶ προελθεῖν ἐάσας μέχρι τῆς ἐγχειρήσεως, ἐπαὐτῇ τῇ πράξει τοῦ δρασμοῦ συνέλαβε. παρῆκε δὲ τὸ ἁμάρτημα φόβῳ τῆς Κλεοπάτρας, ἀλλοὐκ ἐπιεικείᾳ. ἐδέδοκτο δαὐτῷ ἐκποδὼν ποιήσασθαι τὸ μειράκιον. ἕβδομον οὖν καὶ δέκατον γεγονὸς ἔτος ἀνῆλθεν ἐπὶ τὸν βωμόν, θῦσον κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, ἐστολισμένον ἀρχιερατικῶς. ὁρμὴ δὲ τῷ πλήθει πρὸς αὐτὸ εὐνοίας ἐγένετο διά τε τὸ κάλλος καὶ τό τοῦ σώματος μέγεθος καὶ τὸ τοῦ γένους ἀξίωμα, ἔχαιρόν τε ἅμα καὶ συνεχέοντο, καὶ φωνὰς εὐφήμους ἠφίουν εὐχαῖς μεμιγμένας. τούτοις κινηθεὶς Ἡρώδης μᾶλλον ἔθετο τῷ κατὰ τοῦ μειρακίου σκοπῶ. καὶ τῆς ἑορτῆς παρελθούσης μεθἑστίασιν φιλοφρονούμενος τὸ μειράκιον ἐνεανιεύετο καὶ προσέπαιζεν αὐτῷ χαριζόμενος. κἀν ταῖς κολυμβήθραις ἐνήχοντο· οἱ δἩρώδου φίλοι συννηχόμενοι ὡς ἐν παιδιᾷ, οἳ συνῄδεσαν τὸ ἀπόρρητον, οὐκ ἀνῆκαν συμπιέζοντες ἀεὶ τὸν Ἀριστόβουλον καὶ βαπτίζοντες μέχρι τοῦ ἀποπνίξαι. καὶ μὲν οὕτως ὤλετο οὔπω τὸν ὀκτωκαιδέκατον ἀνύσας ἐνιαυτόν, πάσι δὲ τὸ πάθος οἰκεία συμφορά. καὶ Ἀλεξάνδρα συνεῖσα καὶ τὴν αἰτίαν τῆς ἀπωλείας, ἔτι μᾶλλον τῷ πάθει συνείχετο, ἐνεκαρτέρει δὲ φόβῳ κακῶν ἑτέρων. Ἡρώδης δὲ πάντα ἐπετήδευεν ἀποσκευαζόμενος τὴν ὑπόνοιαν, καὶ δακρύων καὶ συγχεόμενος καὶ πολυτελῆ τὴν ἐκφορὰν ἐνδεικνύμενος. Ἀλεξάνδρα δὲ τούτων οὐδενὶ ἐμαλάττετο, ἀλλὰ τῇ Κλεοπάτρᾳ γράφει τὴν ἐξ ἐπιβουλῆς Ἡρώδου τοῦ υἱέος ἀπώλειαν· δὲ τὸν Ἀντώνιον ἦρ ἔθιζε τίσασθαι τὸν τοῦ παιδὸς φόνον. πέμπει τοίνυν Ἀντώνιος κελεύων ἐλθεῖν Ἡρώδην εἰς Λαοδίκειαν καὶ ἀπολογήσασθαι. δὲ τὴν αἰτίαν δεδοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ἀπιὼν Ἰωσὴφ τὸν θεῖον αὐτοῦ ἐπίτροπον τῶν ἐκεῖ πραγμάτων κατέλιπεν, ἐντειλάμενος λάθρᾳ, εἰ πάθοι τι παρἈντωνίου αὐτός, αὐτίκα τὴν Μαριὰμ ἀνελεῖν, ἵνα μὴ τεθνηκότος αὐτοῦ ἑτέρῳ διὰ τὴν ὡραιότητα μένηται. Ἡρώδης μὲν οὖν ἀπῄει, Ἰωσὴφ δὲ τὰ τῆς ἀρχῆς διοικῶν, καὶ συνεχῶς ἐντυγχάνων τῆ Μαριὰμ καὶ τῇ Ἀλεξάνδρᾳ, τὴν πρὸς τὴν Μαριὰμ διηγεῖτο τοῦ βασιλέως διάθεσιν. εἰρωνευομένων δ᾿ ἐκείνων πρὸς τοὺς λόγους, προήχθη καὶ τὸ τῆς ἐντολῆς ἐκφῆναι ἀπόρρητον. τὸ δὲ μᾶλλον εἰς πλείω τὰς γυναῖκας ἐνῆγεν ἀπόνοιαν. γίνεται δὲ καὶ λόγος παρὰ τῶν ἀπεχθανομένων Ἡρώδῃ ὡς κτείνειεν αὐτὸν Ἀντώνιος. ἐν τούτοις γράμματα ἐξ Ἡρώδου ἀφίκετο τὴν Ἀντωνίου τιμὴν τὴν πρὸς αὐτὸν διηγούμενα, καὶ ὡς συνεδρεύει αὐτῷ ἐν ταῖς διαγνώσεσι καὶ ὡς συνεστιᾶται, καὶ ὅτι τούτων τυγχάνει καὶ ταῦτα τῆς Κλεοπάτρας χαλεπῆς οὔσης αὐτῷ πρὸς διαβολήν. τούτων τῶν γραμμάτων κομισθέντων ψευδὴς ἐπαύσατο φήμη.
§5.14.1 Ἐπεὶ δὲ προπέμψας βασιλεὺς Ἡρώδης τὸν Ἀντώνιον ἐπὶ Πάρθους εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, εὐθὺς ἀδελφὴ Σαλώμη καὶ μήτηρ αὐτῶν κατηγόρουν Ἀλεξάνδρας καὶ Μαριάμ. δὲ Σαλώμη καὶ κατὰ τοῦ ἀνδρὸς ἑαυτῆς λόγον εἰσῆγεν ὡς μιγνυμένου τῇ Μαριάμ· οὗτος δἦν Ἰωσὴφ τῶν τῆς βασιλείας πραγμάτων ἐπίτροπος. ἔλεγε δὲ ταῦτα ἐκ πλείονος αὐτῇ χαλεπαίνουσα ὅτι τὴν αὐτόν δυσγένειαν ἐξωνείδιζεν. Ἡρώδης δὲ εὐθὺς ἐταράττετο, καὶ ζηλοτυπῶν ἰδίᾳ τὴν Μαριὰμ ἀνέκρινεν. ἀπομνυμένης δ᾿ ἐκείνης ἐχάλα τὴν ὀργήν, καὶ τοῦ ἔρωτος ἥττητο, καὶ τὴν εἰς αὐτὴν ἐπιστοῦτο φιλοστοργίαν. δὲ οὐ στέργοντος εἶπεν εἶναι τὸ κἀμὲ ἀπολέσθαι ἐντείλασθαι, εἴ γέ σοι παρἈντωνίου χαλεπόν τι ἐπενεχθῇ. οὗτος λόγος ἐτάραξε Ἡρώδην, καὶ ἐβόα σαφῶς ἐκ τούτου πεφωρᾶσθαι τὸν τοῦ Ἰωσὴφ πρὸς αὐτὴν ἔρωτα. οὐ C γὰρ ἂν ἐξεῖπεν, ἔλεγε, τὸ ἀπόρρητον, μὴ μεγάλης συναψάσης αὐτοὺς διαθέσεως. καὶ ἀπέκτεινεν ἂν τὴν γυναῖκα αὐτίκα, εἰ μὴ τῷ αὐτῆς ἐδεδούλωτο ἔρωτι. τὸν Ἰωσὴφ δὲ μηδεἰς ὄψιν αὐτοῦ ἀγαγὼν προσέταξε διαχρήσασθαι, καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάντων αἰτίαν δήσας ἐφύλαττεν.
§5.14.2 Ἀντώνιος δὲ τῷ Κλεοπάτρας ἔρωτι, μᾶλλον δὲ φαρμακείαις διεφθαρμένος, ταῖς ἐκείνης θελήσεσιν ἐδεδούλωτο. τὸν μὲν ἀδελφόν, βασιλεία διέφερε, φαρμάκῳ διέφθειρε, τὴν δἀδελφὴν Ἀρσινόην διἈντωνίου ἀπέκτεινε· τὸν μέντοι Ἀντώνιον ἐβιάζετο τὴν Ἰουδαίαν αὐτῇ καὶ τὴν Ἀραβίαν προσνεῖμαι. δὲ τὸ προφανὲς τῆς ἀδικίας δυσωπούμενος, ἐκείνῃ τε χαρίζεσθαι διὰ τοὺς ἔρωτας καὶ τὰς γοητείας ἀναγκαζόμενος, ἐξ ἑκατέρων τῶν χωρῶν μέρη ἀποτεμόμενος, τούτοις αὐτῆς τὴν ἀπληστίαν παρεμυθήσατο. μὲν οὖν Ἀντώνιος εἰς Ἀρμενίαν ἐστράτευσεν, δὲ ὑποστρέφουσα εἰς τὴν Ἰουδαίαν ἐγένετο, συντυχόντος αὐτῇ τοῦ Ἡρώδου. συνηθείας δὲ αὐτῇ πρὸς Ἡρώδην γενομένης προσεκαλεῖτο αὐτὸν εἰς εὐνήν, ἀκρατῶς πρὸς μίξιν διακειμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς ἐκεῖνον ἐρωτικόν, ἦι τὸ πιθανώτερον, ἀρχὴν ἐνέδρας τὴν ἐπαὐτῇ ὁμιλίαν κατὰ τοῦ ἀνδρὸς συσκευάζουσα. Ἡρώδης δὲ τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, δωρεαῖς δὲ θεραπεύσας ἐπΑἴγυπτον προύπεμψεν.
§5.14.3 Ἑβδόμου δὲ ἤδη ἔτους Ἡρώδου τῆς βασιλείας ἐνεστηκότος ἐσείσθη τῶν Ἰουδαίων γῆ ὡς οὐκ ἄλλοτε, καὶ τῶν τε κτηνῶν φθορὰ πολλὴ γέγονε καὶ τῶν ἀνθρώπων ὡσεὶ τρισμύριοι ἐν ταῖς καταπεπτωκυίαις οἰκίαις συγκατεχώσθησαν. τοὺς φόρους δὲ τῶν ἀπονεμηθεισῶν τῇ Κλεοπάτρᾳ χωρῶν ἐξ Ἀραβίας καὶ Ἰουδαίας Ἡρώδου μισθωσαμένου, Ἄραψ περὶ τὴν τοῦ δασμοῦ καταβολὴν ἠγνωμόνει. ἔγνω οὖν βασιλεὺς χωρῆσαι κατὰ τοῦ Ἄραβος, καὶ ὑπἈντωνίου τοῦτο ἐπιτραπείς, καὶ συμβαλὼν πολλάκις τελευταῖον νικᾷ, καὶ προστατεῖν τοῦ ἔθνους ὑπὸ τῶν Ἀράβων ᾑρέθη. καὶ ὑπέστρεφεν εἰς τὰ οἰκεῖα, μέγα διὰ τὰ ἀνδραγαθήματα κτησάμενος ὄνομα καὶ φρονήματος ἔμπλεως.
§5.14.4 Ἄρτι δὲ Καίσαρος τὸν Ἀντώνιον ἐν Ἀκτίῳ μάχῃ νικήσαντος Ἡρώδῃ τὰ πράγματα τεθορύβητο ἀπέγωνστο τέλεον. οὐ γὰρ ἦν ἐλπίς, τοσαύτης αὐτῷ πρὸς Ἀντώνιον φιλίας γενομένης, μὴ κακωθῆναι ὑπὸ τοῦ Καίσαρος. ὅθεν τὸν Ὑρκανὸν ἐκ μέσου ποιῆσαι διανοούμενος, τότε μᾶλλον ᾤετο συμφέρειν αὐτῷ τὴν ἐγχείρησιν, ἵνα μὴ ἀνὴρ περισώζοιτο τυχεῖν τῆς βασιλείας αὐτοῦ ἀξιώτερος. Ἡρώδης μὲν οὖν οὕτω διανενόητο, ἠρέθισε δέ τι συμβὰν πρὸς τὴν πρᾶξιν πλέον αὐτόν. γὰρ Ἀλεξάνδρα φιλόνεικον τυγχάνουσα γύναιον οὐκ ἀνίει ἀναπείθουσα τὸν πατέρα Μάλχῳ προσχωρῆσαι τῷ τὴν Ἀραβίαν ἔχοντι. δὲ πρῶτον μὲν διωθεῖτο τοὺς λόγους, ἐγκειμένης δ ἐκείνης τέλος ἐπιστολὴν πρὸς τὸν Μάλχον ἐγχαράττει περὶ τοῦ δέξασθαι σφᾶς, καὶ Δοσιθέῳ τινὶ τῶν φίλων δίδωσι ταύτην. καὶ ὃς Ἡρώδῃ τὴν ἐπιστολὴν ἐνεχείρισεν, δὲ ἀποδοῦναι τό Μάλχῳ τὴν γραφὴν ἠξίωσε τὸν Δοσίθεον καὶ τὰ παρἐκείνου γράμματα ἐνεγκεῖν. ταῦτα δὲ τοῦ Δοσιθέου πληρώσαντος ἀντεπέστειλεν Ἄραψ αὐτόν τε τὸν Ὑρκανὸν δέξασθαι καὶ πάντας τοὺς σὺν αὐτῷ. ταύτην οὖν Ἡρώδης δεξάμενος τὴν ἐπιστολὴν μεταπέμπεται Ὑρκανόν, καὶ περὶ τῶν πρὸς τὸν Μάλχον ἀνέκρινε συνθηκῶν· ἀρνουμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ τὸν ἄνδρα διεχειρίσατο. πολλοὶ δὲ σκῆψιν Ἡρώδου τὰ κατὰ τὸν Ὑρκανὸν γενέσθαι φασί, βουλομένου αὐτὸν ποιήσασθαι ἐκποδών, καὶ τούτου ποιοῦνται τεκμήριον τὴν τοῦ ἀνδρὸς ἐπιείκειαν ἀφέλειαν καὶ τὸ μηδὲ ἐν νεότητι θράσους τι προπετείας ἐνδείξασθαι· τότε δὲ ἦν ἐτῶν ὀγδοήκοντα πρὸς ἐνί.
§5.15 Ἡρώδης δὲ σπεύδων πρὸς Καίσαρα τὴν μὲν μητέρα καὶ τὴν ἀδελφὴν καὶ πάσαν τὴν γενεὰν ἐν Μασάδοις κατέστησε, Μαριὰμ δὲ τὴν γυναῖκα σὺν Ἀλεξάνδρᾳ τῇ μητρὶ εἰς Ἀλεξάνδριον ἤγαγε, προφάσει τιμῆς φρουροὺς ἐγκαταστήσας αὐταῖς Ἰωσὴφ τὸν ταμίαν καὶ τὸν Ἰτουραῖον Σόεμον πιστοτάτους αὐτῷ, ἐντειλάμενος αὐτοῖς, εἴ τι περὶ αὐτοῦ πύθοιντο δυσχερές, ἐξ αὐτῆς καὶ ἄμφω διαχειρίσασθαι, τὴν δὲ βασιλείαν τοῖς παισὶν αὐτοῦ καὶ τῷ ἀδελφῷ Φερώρᾳ διατηρεῖν. τοιαύτας δοὺς ἐντολὰς εἰς Ῥόδον ἠπείγετο πρὸς τὸν Καίσαρα. καταπλεύσας δὲ περιεῖλε μὲν τὸ διάδημα, τοῦ ἄλλου δἀξιώματος οὐ δὲν ὑφῆκεν, ἀλλὰ καὶ κοινωνήσας λόγου τῷ Καίσαρι τὸ μεγαλεῖον ἐνέφηνε τοῦ φρονήματος, οὔτε πρὸς ἱκεσίας τραπόμενος καὶ τὸν λογισμὸν τῶν πεπραγμένων οὐ μεθὑποστολῆς ἀποδούς. οὐ μετρίως οὖν ἐπεσπάσατο τὸν Καίσαρα, καὶ τό τε διάδημα πάλιν ἀποκατέστησεν αὐτῷ καὶ ἦγε διὰ τιμῆς. οὕτω δὲ παρἐλπίδα ἐσχηκὼς βεβαιοτέραν τὴν βασιλείαν παρέπεμψεν ἐπΑἴγυπτον Καίσαρα, δωρησάμενος αὐτόν τε καὶ τοὺς φίλους φιλοτιμότατα· ἐπανῄει δὲ πρὸς τὴν Ἰουδαίαν πλείονι τιμῇ καὶ παρρησίᾳ, καὶ τεταραγμένην αὐτῷ τὴν οἰκίαν κατέλαβεν. οἰηθεῖσαι γὰρ τε Μαριὰμ καὶ Ἀλεξάνδρα, ὅπερ ἦν, ὅτι ὡς ἐν φρουρᾷ κατεκλείσθησαν εἰς τὸ Ἀλεξάνδριον, ἴνα μηδἑαυτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον, καὶ διὰ θεραπείας τοὺς φρουροὺς ἐπεποίηντο, καὶ μᾶλλον τὸν Σόεμον, λόγοις αὐτὸν καὶ δωρεαῖς θεραπεύουσαι. δ᾿ ἡττᾶτο κατὰ μικρόν, καὶ τὰς ἐντολὰς τοῦ βασιλέως ταύταις ἐξέφηνεν. αἱ δὲ χαλεπῶς πρός ταύτας διέκειντο, καὶ μᾶλλον Μαριάμ. Ἡρώδου γὰρ πρώτῃ τῇ γυναικὶ περὶ τῶν καταὐτὸν ὡς εἰκὸς εὐαγγελιζομένου καὶ πρὸ τῶν ἄλλων ἀσπαζομένου, δὲ πρὸς μὲν τοὺς ἀσπασμοὺς ἔστενε, πρὸς δὲ τὰς εὐτυχίας ἀχθομένῃ ἐῴκει, ὡς ἐκταράττεσθαι τὸν βασιλέα καὶ ἀδημονεῖν διὰ τὸ τοῦ μίσους παράλογον, καὶ ὁρμῆσαι μὲν πολλάκις πρὸς ἄμυναν τῆς ὑπεροψίας αὐτῆς, ἀνακόπτεσθαι δὲ ὅτι προκατείληπτο ὑπὸ ἔρωτος. τὸ δὲ σύμπαν ἐδεδοίκει μὴ λάθῃ κολάσας ἐκείνην μᾶλλον ἑαυτὸν κακῶς διαθέμενος, τῆς ἐρωμένης οὐκ οὔσης. δέ γε μήτηρ αὐτοῦ καὶ ἀδελφὴ παρώξυνον τὸν Ἡρώδην διαβολαῖς ζηλοτυπίαν αὐτῷ καὶ μῖσος ἐνιείσαις. καὶ ὃς χεῖρον εἶχεν ἀεὶ πρὸς αὐτὴν, τῆς μὲν οὐκ ἀποκρυπτούσης τὴν πρὸς ἐκεῖνον διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταβάλλοντος. καὶ εἰ μὴ πρὸς Καίσαρα ἔσπευδεν ἤδη κεκρατηκότα, Ἀντωνίου καὶ Κλεοπάτρας θανόντων, εἰς Αἴγυπτον, τάχα εὐθὺς ἂν ἐπράχθη τὸ δεινόν. νῦν δὲ τὰ περὶ τὴν οἰκίαν ὡς εἶχε κατέλιπε, καὶ εἰς Αἴγυπτον ἀφικόμενος μεγίστων ἠξιώθη παρὰ τοῦ Καίσαρος, καὶ ἐπανῄει λαμπρότερος. ἤρα δὲ τῆς Μαριὰμ καὶ σφόδρα διακαῶς· δὲ τὰ μὲν ἄλλα σώφρων ἣν αὐτῷ καὶ πιστή, κατατρυφῶσα δὲ τοῦ ἀνδρὸς δεδουλωμένου διὰ τὸν ἔρωτα πολλάκις μὲν ἐξύβριζεν εἰς αὐτόν, καὶ τὴν αὐτοῦ δὲ μητέρα καὶ τὴν ἀδελφὴν ἐπὶ δυσγενείᾳ ἐχλεύαζεν. ἐξερράγη δὲ τὸ μῖσος εἰς τοὐμφανὲς ἐκ τοιαύτης λαβῆς. μεσημβρίας οὔσης βασιλεὺς εἰς τὸν θάλαμον εἰσῄει ἀναπαυσόμενος καὶ ἐκάλει τὴν Μαριάμ, δὲ εἰσελθοῦσα ἐλοιδορεῖτο αὐτῷ ὡς τὸν πάππον αὐτῆς καὶ τὸν ἀδελφὸν ἀποκτείναντι. ἐχαλέπαινε δὲ ἐπὶ τούτοις βασιλεύς. καὶ Σαλώμη τοῦ καιροῦ δραξαμένη, τὸν οἰνοχόον προδιαφθείρασα κατηγορῆσαι τῆς Μαριάμ, πείθει τοῦτον τότε τῷ βασιλεῖ προσελθεῖν καὶ παρἐκείνης ἐδιδάχθη αὐτῷ διαλέξασθαι. δὲ δώροις ἔλεγε παρὰ τῆς Μαριὰμ δεξιωθῆναι, ἀναπειθούσης φίλτρον αὐτῷ δοῦναι· τὸ δεἶναί τι φάρμακον οὗ τὴν δύναμιν ἰσχυρίζετο ἀγνοεῖν. τούτων ἀκούσας βασιλεὺς ἔτι μᾶλλον κεκίνητο εἰς ὀργήν, καὶ τὸν τῆς γυναικὸς οἰνοχόον, πιστότατον ὄντα αὐτῇ, ἐβασάνιζεν. δὲ οὐδὲν περὶ ὧν ἐβασανίζετο οὔτᾔδει οὔτἔλεγεν, ἀλλὰ τὸ μῖσος τῆς γυναικὸς ἔφασκε γενέσθαι διὰ τοὺς λόγους οὓς Σόεμος αὐτῇ φράσειεν. οὔπω τὸν λόγον εἰς τέλος ἐκεῖνος ἤνεγκε καὶ μέγα βοήσας Πρῴ δὴ οὐκ ἄν ἔφηΣόεμος τὰς ἐντολὰς ἐξεφαύλισεν, εἰ μή τις αὐτῷ πρὸς τὴν γυναῖκα κοινωνία ἐγένετο.” τὸν μὲν οὖν Σόεμον εὐθὺς κτανθῆναι ἐκέλευσε, τῆς δὲ γυναικὸς κατηγόρει τοὺς οἰκειοτάτους συναγαγὼν περὶ φίλτρων καὶ φαρμάκων, καὶ ὀργίλως καταὐτῆς διέκειτο. οὕτω δἔχοντα ὁρῶντες αὐτὸν οἱ παρόντες θάνατον ἐκείνης κατεψηφίσαντο. καὶ μὲν ἤγετο τὴν ἐπὶ θανάτῳ, Ἀλεξάνδρα δ᾿ μήτηρ αὐτῆς ἤδη καὶ περὶ ἑαυτῇ δεδοικυῖα, καὶ τὴν ἄγνοιαν ὧν Μαριὰμ κατηγορήθη ἐμφαίνουσα, ἐκ πηδήσασα κακὴν καὶ ἀχάριστον πρὸς τόν ἄνδρα τὴν θυγατέρα ἐκάλει, καὶ δίκαια πάσχειν ἔλεγεν. δὲ οὔτταραχθεῖσα πρὸς ταῦτα οὔτε λόγον δοῦσα ἀπῄει πρὸς τὸν θάνατον ἀτρεμαίῳ τῷ καταστήματι καὶ γενναίῳ φρονήματι καὶ τὴν εὐγένειαν κἀν τοῖς ἐσχάτοις ἐμφαίνουσα.
§5.16.1 Καὶ μὲν οὕτως ἀπέθανε τῆς Σαλώμης αὐτῇ κατεπειξάσης τὸν θάνατον, Ἡρώδης δὲ τότε μᾶλλον ἐξῆπτο πρὸς τὸν ἐκείνης ἔρωτα, καὶ πολλάκις ἀνακλήσεις ἦσαν αὐτῆς καὶ θρῆνοι ἀσχήμονες. καὶ οὕτως αὐτοῦ τὸ πάθος ἐκράτησεν ὡς καὶ καλεῖν τὴν Μαριὰμ κελεύειν τοῖς ὑπηρέταις. καὶ τέλος ταῖς ἐρήμοις ἐκδοὺς ἑαυτόν, καὶ ταύταις ἐναδημονῶν, δεινῇ περιπίπτει νόσῳ· δὲ φλόγωσις ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή. καὶ μὲν οὕτως ἐνοσηλεύετο, Ἀλεξάνδρα δὲ ἐν Ἱεροσολύμοις καὶ τὰ τῶν νόσων πυθομένη τοῦ βασιλέως, τῶν περὶ τὴν πόλιν δύο φρουρίων ἐπειρᾶτο κρατῆσαι. μαθὼν Ἡρώδης αὐτίκα αὐτὴν ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις διαφυγὼν τὸν ἐκ τοῦ νοσεῖν κίνδυνον χαλεπὸς ἦν καὶ δυσάρεστος καὶ πρὸς τιμωρίας καὶ φόνους ἕτοιμος· καὶ οὐ τῶν πολλῶν μόνον ἐγίνοντο φόνοι, ἀλλὰ καὶ τῶν ἀναγκαιοτάτων φίλων αὐτοῦ. παρέβαινε δὲ καὶ τὰ ἔθη τὰ πάτρια καὶ ξενικοῖς ἐπιτηδεύμασι διέφθειρε τὴν πάλαι κατάστασιν. πρὸς τὸ πλῆθος τετάρακτό τε καὶ ἐχαλέπαινε. δέκα δὲ ἄνδρες τῶν πολιτῶν συνομοσάμενοι καὶ ξιφίδια τοῖς ἱματίοις ὑποβαλόντες εἰς τὸ θέατρον ἐχώρουν ἀπὸ συνθήματος καὶ αὐτὸν τὸν Ἡρώδην διαχρησόμενοι τέως τῶν περὶ ἐκεῖνον πολλούς. φωραθέντες δέ, καὶ μηδἀρνησάμενοι τὸ βούλευμα, ἀλλὰ καὶ τὰ ξίφη ἀναδείξαντες, πάσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. τὸν δὲ τούτους καταμηνύσαντα μετὰ μικρόν τινες διαρπάσαντες καὶ μελιστὶ διελόντες κυσὶν ἐπέρριψαν. οὓς εὑρηκὼς Ἡρώδης ἐτιμωρήσατο πανοικί. δὲ τοῦ πλήθους μῆνις ἐπέμενε.
§5.16.2 Συνέβη δὲ τότε κατὰ τὴν χώραν πάθη δεινότατα, λιμός τε καὶ νόσοι σωμάτων ἐξ ἀσυνήθους διαίτης διἔνδειαν σιτίων γινομένης, καὶ ἐπὶ τούτοις πάσι λοιμός. Ἡρώδης δὲ τῷ καιρῷ βοηθεῖν προθυμούμενος οὔτε χρημάτων ηὐπόρει, προκαταναλώσας αὐτὰ διἐπίδειξιν εἰς πόλεων ἐπισκευάς, οὔτε αἱ πληστάζουσαι χῶραι σῖτον εἶχον, τῆς αὐτῆς ἐνδείας καὶ ἐν ἐκείναις ἐπικρατούσης. τέως δὲ ὡς ἂν δύναιτο βοηθεῖν ἐγνωκώς, τὸν ὄντα κατὰ τὰ βασίλεια κόσμον συγκόψας εἰς νόμισμα, ἔπεμπεν εἰς Αἴγυπτον καὶ σῖτον ἐκεῖθεν ὠνεῖτο. οὗ κομισθέντος τοῖς μὲν διἑαυτῶν δυναμένοις τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν σῖτον διένειμεν, οἱ δὲ διὰ γῆρας διἑτέραν ἀσθένειαν οὐχ οἶοί τε ἦσαν ἑαυτοῖς ἑτοιμάζειν σιτία, τούτων προυνόει καταστήσας ἀρτοποιοὺς καὶ τὰς τροφας ἑτοίμους πορίζων αὐτοῖς. ταῦτα δὲ οὐ μόνον τὰς γνώμας μετέβαλε τῶν πρὶν χαλεπαινόντων αὐτῷ, ἀλλὰ καὶ πρὸς εὔνοιαν αὐτὰς μετεστήσατο. καὶ οὕτως κακωθεῖσαν αὐτῷ ἀνακτησάμενος τὴν ἀρχήν, οὐχ ἧττον καὶ τοὺς πέριξ δυσπραγοῦντας ἐπἴσης τῆς συμφορᾶς ἐπεκούφισεν, ὥστε γενέσθαι τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, τοὺς δὲ εἰς τὴν αὐτοῦ βασιλείαν περὶ ὀκτακισμυρίους. δὲ δύναται κατὰ τὸν Ἰώσηπον μεδίμνους Ἀττικοὺς δέκα. τοῦτο τὸ φιλοτίμημα καὶ τὸ τῆς χάριτος εὔκαιρον καὶ τοὺς Ἰουδαίους εἰς ἀγάπην ἐξ ἀπεχθείας μετήνεγκε, καὶ παρὰ τῶν ἔξωθεν αὐτῷ προυξένησεν εὔκλειαν.
§5.16.3 Προσκατειργάσατο δὲ καὶ γάμον ἑαυτῷ ἐξ ἐρωτικῆς ἐπιθυμίας. ἱερεὺς γάρ τις Σίμων ἐν Ἱεροσολύμοις θυγατέρα εἶχε καλλίστην· ταύτης Ἡρώδης ἧκεν εἰς ἔρωτα. ὄντος δὲ τοῦ Σίμωνος ἀνοικείου πρὸς κῆδος διἀδοξίαν, ἀφαιρεῖται μὲν τὴν ἱερωσύνην τὸν ταύτην ἔχοντα τότε Ἰησοῦν τὸν τοῦ Φάβητος, ἀρχιερέα δὲ ποιεῖται τὸν Σίμωνα καὶ τὴν αὐτοῦ θυγατέρα γαμεῖ. πάντων δὲ αὐτῷ εἰς δέον, περιεβάλλετο τὴν ἔξωθεν ἀσφάλειαν, πόλεσί τε δεξιῶς ὁμιλῶν καὶ τοὺς δυνάστας θεραπεύων. ὥστε αὐτῶ πάντα διὰ πάντων αὔξεσθαι. ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς εἰς Καίσαρα καὶ τοὺς εἰς πλεῖστον δυναμένους Ῥωμαίων θεραπείας καὶ τὰ ἔθη παρέβαινε καὶ τὰ νόμιμα παρεχάραττε, πόλεις τε κτίζων καὶ ναοὺς ἐγείρων οὐκ ἐν τῇ τῶν Ἰουδαίων, τῇ δἔξω χώρᾳ, Ἰουδαίοις μὲν ἀπολογούμενος ἐκ προσταγμάτων ταῦτα ποιεῖν, ἀλλοὐκ ἀφἑαυτοῦ, Καίσαρι δὲ καὶ Ῥωμαίοις χάριτας νέμων τῷ καὶ τῶν πατρίων ἐκβαίνειν ἐθῶν διὰ τὴν ἐκείνων τιμήν. ἀγάλματά τε γὰρ ἀνίστη καὶ τύπους μεμορφωμένους καὶ πόλεις ᾠκοδόμει καὶ λιμένας εὐρεῖς καὶ ἀκλύστους καὶ βασίλεια πολυτελῆ καὶ διαίτας λαμπράς.
§5.17.1 Ἐν τοιούτοις δὲ ὢν τοὺς παῖδας Ἀλέξανδρόν τε καὶ Ἀριστόβουλον εἰς Ῥώμην ἀπέστειλεν ἐντευξομένους τῷ Καίσαρι. τούτους Καῖσαρ φιλανθρώπως ἐδέξατο, καὶ δίδωσιν Ἡρώδῃ ὅτῳ βούλεται τῶν ἐξ αὐτοῦ γεγονότων ἀπονείμαι τὴν βασιλείαν, καὶ χώραν ἔτι προσέθετο, ἐγκαταμίγνυσι δὲ αὐτὸν καὶ τοῖς τῆς Συρίας ἐπιτροπεύουσιν, ἐντειλάμενος πάντα μετὰ τῆς ἐκείνου γνώμης ποιεῖν. τοσαῦτα δ᾿ εὐτυχήσας τῷ μὲν ἀδελφῷ Φερώρᾳ τετραρχίαν ᾐτήσατο παρὰ Καίσαρος, τὸ δὲ τρίτον μέρος τῶν φόρων ἀφῆκε τοῖς ἐν τῇ βασιλείᾳ, ὡς μὲν ἐκεῖνος ἔλεγεν, ἔνα ἀνακτηθεῖεν ἐκ τῆς ἀφορίας, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, ἔνα τὴν τοῦ πλήθους εἰς ἑαυτὸν θεραπεύσῃ δυσμένειαν· μετακινουμένων γὰρ αὐτοῖς τῶν ἐθῶν χαλεπῶς ἔφερον. διὸ καὶ ἀφῃρεῖτο τὰς ἀδείας αὐτῶν, ἀεὶ ἐπιτάττων αὐτοῖς καὶ τὰς συνόδους κωλύων καὶ τοὺς περιπάτους καὶ τὰς διαίτας ἐπιτηρῶν καὶ τοὺς φωραθέντας κολάζων βαρύτατα, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς εἰς ταὐτὸν συνιόντας ἐπισκοποῦντες. τινὲς δέ φασι καὶ αὐτὸν ἰδιώτου σχῆμα λαμβάνοντα ἐνίοτε νύκτωρ τοῖς ὄχλοις ἐγκαταμίγνυσθαι καὶ ἀποπειρᾶσθαι αὐτῶν τὴν διάνοιαν ἣν περὶ τῆς ἀρχῆς εἶχον. καὶ τοὺς μὲν ἐξαυθαδιζομένους ἐπεξῄει ἅπασι τρόποις, τὸ δὲ πλῆθος ὅρκοις ἠξίου τὴν πίστιν αὐτῷ βεβαιοῦν. οἶ μὲν οὑν πολλοὶ εἶκον, τούς γε μὴν δυσχεραίνοντας ἠφάνιζεν ἐκ παντός. συνέπειθε δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν συμφοιτώντων αὐτοῖς τοὺς πλείστους ὀμνύειν. οἱ δὲ οὔτε ἐπείσθησαν οὔτἐκολάσθησαν διὰ τὸν Πολλίωνα ὑπὸ τοῦ βασιλέως αἰδούμενον. ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτο διαίτῃ χρώμενον Πυθαγορικῇ. ἐτίμα δὲ τούτους διὰ τὸν Μαναΐμ. ἦν δοὗτος εἶς ἐξ αὐτῶν, ἀνὴρ τἄλλα τε ἀγαθὸς καὶ τὰ μέλλοντα προορῶν, ὃς ἔτι παῖδα τὸν Ἡρώδην ἐς διδασκάλου φοιτῶντα ἰδὼν βασιλέα Ἰουδαίων προσεῖπεν. δὲ ἰδιώτης ἔλεγεν εἶναι. Μαναΐμ δὲ μειδιάσας καὶ τύπτων αὐτὸν ἠρέμα ἀλλὰ καὶ βασιλεύσειςἔφηκαὶ τὴν ἀρχὴν ἀνύσεις εὐδαιμονέστατα, καὶ μέμνησο τῶν ἐμῶν τούτων πληγῶν. ἄριστος δἔσῃ, εἰ δικαιοσύνην ἀγαπήσειας καὶ εὐσέβειαν πρὸς θεὸν καὶ πρὸς τοὺς πολίτας ἐπιείκειαν. ἀλλοὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι.” βασιλεύσας δὲ Ἡρώδης μετακαλεῖται τὸν Μαναΐμ καὶ περὶ τοῦ χρόνου τῆς ἀρχῆς ἐπυνθάνετο. ὡς δέ, σιωπῶντος ἐκείνου, αὐτὸς εἰ δέκα γενήσονται ἠρώτα τῆς βασιλείας ἐνιαυτοὶ εἴκοσιν τριάκοντα, δὲ ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης καὶ τούτοις ἀρκεσθεὶς τόν τε Μαναΐμ ἀφῆκε δεξιωσάμενος καὶ πάντας διἐκεῖνον ἐτίμα τοὺς Ἐσσηνούς.
§5.17.2 Ἤδη δὲ ὀκτωκαιδέκατον ἀνύων ἐνιαυτὸν τὸν νεὼν ἔγνω μετασκευάσαι καὶ πρὸς ὕψος ἆραι μεῖζον καὶ ἀξιοπρεπέστερον ἐκτελέσαι. τὸ δὲ πλῆθος ὤκνει πρὸς τὴν ἐγχείρησιν. δὲ οὐ πρότερον ἔφη τὸν ναὸν καθαιρήσειν, πρὶν ἂν πάντα ὧν ἂν δέοιτο εἰς τὸ ἔργον παρασκευάσηται. ἤδη δὲ ἡτοιμασμένων αὐτῷ πάντων, καθελὼν αὐτὸν καὶ θεμελίους ἄλλους καταβαλόμενος τὸν ναὸν ἤγειρε μήκει πήχεων ἑκατόν, τὸ δὕψος ἐπέκεινα εἴκοσιν. ᾠκοδομήθη δὲ λίθοις λευκοῖς τε καὶ κραταιοῖς, ὧν ἑκάστῳ περὶ πέντε καὶ εἴκοσι τὸ μῆκος πήχεις, τὸ δὕψος ὀκτώ, εὖρος δὲ περὶ δώδεκα. κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐντετείχιστο, διάφορος ὀχυρότητι, ἣν οἱ ἐκ τοῦ γένους τῶν Ἀσαμωναίων γεγονότες βασιλεῖς ὁμοῦ καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὥστε τὴν ἀρχιερατικὴν ἀποκεῖσθαι στολὴν ἐν αὐτῇ. καὶ ταύτην οὖν τὴν βᾶριν Ἡρώδης ἐπισκευάσας ὀχυρωτέραν ἐπἀσφαλείᾳ τοῦ ἱεροῦ εἰς μνήμην Ἀντωνίου προσηγόρευσεν Ἀντωνίαν. αὐτὸς δὲ ναὸς καὶ πάντα τὰ περὶ τὸν ναὸν ἐν ὀκτὼ δεδόμητο ἔτεσι. παραδέδοται δὲ κατἐκεῖνον τὸν καιρὸν ὅτε αὐτὸς ναὸς ἀνηγείρετο, ἐν ἐνιαυτῷ γὰρ ἑνὶ καὶ μησὶν ἕξ ᾠκοδομήθη, τὰς μὲν ἡμέρας μὴ ὕειν, γίνεσθαι δὲ τοὺς ὄμβρους ἐν ταῖς νυξίν, ἕνα μὴ τὰ ἔργα κωλύωνται.
§5.17.3 Τὰς ἀδικίας δὲ ἀναστέλλειν πειρώμενος Ἡρώδης τίθησι νόμον τοὺς τοιχωρύχους ἐπἐξαγωγῇ τῆς χώρας πιπράσκεσθαι· καὶ πρὸς τιμωρίαν τῶν πασχόντων ἣν φορτικόν, οὐχ ἥκιστα δὲ καὶ τῶν νόμων κατάλυσις. τὸ γὰρ ἀλλοφύλοις δουλεύειν καὶ βιάζεσθαι κατὰ τὰ ἐκείνων ἔθη βιοῦν τῆς θρησκείας ἦν, ὅσον ἐπἐκείνοις, κατάλυσις. πιπράσκεσθαι μὲν γὰρ οἱ νόμοι τοὺς φῶρας ἐκέλευον, εἰ μὴ ἔχοιεν κατὰ τὸ τετραπλοῦν ἐκτιννύειν τὰ φώρια, ἀλλοὐ πρὸς ἀλλοφύλους, πρὸς δέ γε ὁμοεθνεῖς, ἔνα μήτε τῆς θρησκείας ἐκπίπτοιεν μήτε παρὅλον τὸν βίον δουλεύοιεν, ἀλλὰ τυγχάνοιεν μετὰ ἑξαετίαν ἀφέσεως. ταῦτα μέρος ἣν τῶν κατἐκείνου διαβολῶν καὶ τῆς δυσνοίας τοῦ πλήθους τῆς ἐπαὐτῷ.
§5.18 Εἰς τὴν Ἰταλίαν δὲ κατὰ τὸν καῖρόν ἐκεῖνον παραγενόμενος Ἡρώδης, ἴνα Καίσαρί τε προσομιλήσῃ καὶ τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας ὄψεται, φιλοφρόνως τε ὑπεδέχθη παρὰ τοῦ Καίσαρος καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἔλαβεν ἄγειν εἰς τὰ οἰκέτα. ὡς δἐπανῆλθον, περίοπτοι γεγόνασι τῷ τε τῆς ψυχῆς παραστήματι καὶ τῇ κατὰ τὰς μορφὰς ὡραιότητι, ἐπίφθονοί τε ἦσαν Σαλώμῃ τῇ τοῦ βασιλέως ὁμαίμονι καὶ τοῖς τὴν αὐτῶν μητέρα κατεργασαμένοις διαβολαῖς. καὶ ἤδη καὶ κατἐκείνων τὰ ὅπλα ἡτοίμαζον διὧν καὶ τὴν αὐτοὺς γειναμένην κατηγωνίσαντο, λογοποιοῦντες ἀηδῶς τῷ πατρὶ προσφέρεσθαι τὰ μειράκια διὰ τὸν φόνον τὸν τῆς μητρός, κἀντεῦθεν μῖσος φυῆναι τῷ πατρὶ πρὸς τοὺς παῖδας ὡς ἐνὸν κατεσκεύαζον. τέως μέντοι φιλοστόργως ἔτι πρὸς αὐτὰ πατὴρ διακείμενος καὶ d τιμῆς μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερνίκην, Ἀρχελάου δὲ τοῦ Καππαδοκῶν βασιλέως τὴν παῖδα Γλαφυρὰν τῷ Ἀλεξάνδρῳ. τῇ δὲ Σαλώμῃ ταῦτα τὴν κατὰ τῶν νεανίσκων δυσμένειαν μᾶλλον ὑπέτρεφεν, οἰκειουμένῃ καὶ πάντας ὅσοιπερ αὐτῇ τὸν τῆς Μαριὰμ φόνον συνεξειργάσαντο. διδόντων δέ τινας καὶ τῶν νεανίσκων λαβὰς μνήμῃ τε τῆς μητρὸς καὶ τῇ τοῦ κράτους ἐπιθυμίᾳ, βλασφημίαι μὲν ἐκείνων εἰς τὴν Σαλώμην καὶ τὸν Φερώραν ἐγίνοντο, πρὸς ἐκείνους δ᾿ τούτων ἐπηύξητο δυσμένεια, καὶ διαβολαὶ κακοήθεις καταὐτῶν προύβαινον, παραὐτῶν ἐκείνων τὰς αἰτίας λαμβάνουσαι. κακῶς γὰρ τῆς μιαρᾶς Σαλώμης καὶ σφὰς καὶ τὴν μητέρα λεγούσης καὶ πρὸς λόγους ἐκκαλουμένης αὐτούς, ἐκεῖνοι ἐλεεινὴν ἀπέφαινον τὴν καταστροφὴν τῆς μητρός, ἀθλίους δ᾿ ἑαυτοὺς ἐκάλουν τοῖς ἐκείνης φονεῦσιν ἀναγκαζομένους συζῆν. ταῦτα ἦν ἀποδημοῦντος τοῦ βασιλέως. ἐπανελθόντι δεὐθὺς παρά τε Φερώρα καὶ τῆς Σαλώμης οἱ λόγοι προσήγοντο, λεγόντων μέγαν αὐτοῖς ἐπηρτῆσθαι τὸν κίνδυνον, ἀναφανδὸν ἀπειλουμένων τῶν νεανίσκων τὸν φόνον τίσασθαι τῆς μητρός. Ἡρώδης δὲ ταῦτα καὶ ἄλλων ἀπαγγελλόντων τετάρακτο. οὕτω δὲ διατεθεὶς ἔγνω ἐπὶ καθαιρέσει τῶν νέων ἕτερον υἱὸν Ἀντίπατρον ὄνομα, ἰδιωτεύοντι ἔτι αὐτῷ γεγονότα, προσοικειώσασθαι· καὶ τοῦτον ἐδόκει τιμᾶν, ἵνα καταστείλῃ τὸ θράσος τοῖς ἐκ τῆς Μαριάμ, γνοῦσιν ὡς οὐ μόνοις αὐτοῖς οὐδἐξ ἀνάγκης διαδοχὴ τῆς βασιλείας ὀφείλεται. ὅθεν ὡς ἔφεδρόν τινα τὸν Ἀντίπατρον ἐπεισήγαγεν. δὲ δεινὸς ὤν, ἐπεὶ παρρησίας ἐλάβετο, μίαν ἔσχεν ὑπόθεσιν ἔχεσθαι τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν ἀλλοτριοῦν ταῖς διαβολαῖς. κἀκεῖνοι δἔτι ἐδίδοσαν ἀφορμάς, καὶ δακρύοντες ὡς ἀτιμαζόμενοι καὶ τὴν μητέρα ἀνακαλούμενοι καὶ τὸν πατέρα φανερῶς οὐ δίκαιον λέγοντες. ἅπερ κακοήθως οἱ περὶ τὸν Ἀντίπατρον Ἡρώδῃ μετὰ προσθήκης ἐξαγγέλλοντες μείζονα τὴν πρὸς ἐκείνους ἐνεποίουν ἀπέχθειαν. βουλόμενος δὲ πατὴρ ταπεινῶσαι τοὺς ἐκ τῆς Μαριάμ, πλείονος Ἀντιπάτρῳ μετεδίδου τιμῆς· τέλος δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐπεισήγαγε. καὶ Καίσαρι συνίστη αὐτὸν γράφων ὑπὲρ αὐτοῦ καὶ εἰς ῾Ρώμην αὐτὸν μετὰ πολλῶν δώρων ἀπέστειλεν, ὥστε ἤδη πάντα ἐπ᾿ ἐκείνῳ δοκεῖν, παρεῶσθαι δ᾿ ἐκ τῆς ἀρχῆς παντάπασι τὰ μειράκια. Ἀντίπατρος δὲ δεδοικὼς μὴ αὐτοῦ ἐκδημήσαντος ἐπιεικέστερος εἰς τοὺς ἐκ Μαριὰμ γένηται πατήρ, καὶ ἀποδημῶν οὐκ ἀνίει συνεχῶς ἐπιστέλλων κατὰ τῶν ἀδελφῶν τῷ πατρὶ καὶ προσερεθίζων πρὸς τὴν δυσμένειαν, ἕως εἰς τοῦτο προήγαγεν αὐτὸν εἰς τὸ πλεῦσαι πρὸς ῾Ρώμην κἀκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι. ἀπελθὼν δ᾿ εἰς ῾Ρώμην σὺν τοῖς παισί, παρεστήσατο μὲν αὐτοὺς τῷ Καίσαρι, ᾐτιᾶτο δὲ τῆς ἀπονοίας, ὡς τὸν ἑαυτῶν πατέρα μισοῦντας καὶ διαχειρίσασθαι μελετῶντας αὐτὸν καὶ οὕτω τὴν βασιλείαν λαβεῖν. τῶν δὲ νεανίσκων καὶ λέγοντος ἔτι τοῦ πατρὸς δάκρυα ἦν καὶ τέλος οἰμωγή, δεδοικότων ὡς εἰ σιγῷεν, δόξουσιν ἐκ τοῦ συνειδότος μὴ εὐπορεῖν ἀπολογίας. ὡς δ᾿ ἔγνων εὐμένειαν παρὰ Καίσαρος, τῶν δ᾿ ἄλλων τοὺς μὲν συνδακρύοντας, συναλγοῦντας δὲ ἅπαντας, Ἀλέξανδρος ἐπεχείρει διαλύειν τὰς αἰτίας, πρὸς τὸν πατέρα λόγους ποιούμενος. καὶ διαλεχθέντος πρὸς τὸ ἐπαγωγότερον Καῖσαρ, οὐδὲ πρότερον ταῖς κατ᾿ αὐτῶν πιστεύων διαβολαῖς, ἔτι μάλιστα ἐξηλλάττετο, καὶ συνεχῶς εἰς τὸν Ἡρώδην ἀπέβλεπεν, ὁρῶν κἀκεῖνον ὑποσυγκεχύμενον . καὶ ἠγωνία τὸ θέατρον· Καῖσαρ δὲ τοὺς μὲν νεανίσκους, εἰ καὶ τῶν διαβολῶν πόρρω δοκοῦσιν, αὐτὸ τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους ἑαυτοὺς τῷ πατρὶ παρασχεῖν ὡς μηδὲ γενέσθαι τὸν ἐπαὐτοῖς λόγον, Ἡρώδην δὲ παρεκάλει διαλλάττεσθαι τοῖς παισὶν ἀφελόντα πάσαν ὑπόνοιαν· καὶ τὸ πιστά γὰρ ἡγεῖσθαι ταῦτα κατὰ τῶν παίδων οὐ δίκαιον ἔκρινε. τοιαῦτα συμβουλεύων ἔνευσε τοῖς νεανίσκοις προσπεσεῖν τῷ πατρί. κἀκείνων ὡρμηκότων προλαβὼν αὐτοὺς πατὴρ δακρύοντας ἠσπάζετο ἀγκαλιζόμενος ἕκαστον. τότε μὲν οὖν εὐχαριστήσαντες Καίσαρι μετἀλλήλων ἀπῄεσαν, καὶ Ἀντίπατρος μεταὐτῶν, ταῖς διαλλαγαῖς ὑποκρινόμενος ἥδεσθαι· τῇ δὑστεραίᾳ περὶ τῆς βασιλείας τῷ Ἡρώδῃ τὴν ἐξουσίαν ἀφῆκεν Καῖσαρ ὃν ἂν αἱροῖτο τῶν παίδων διάδοχον καθιστᾶν καὶ διανέμειν ἅπασι ταύτην, μετὰ θάνατον μέντοι· ζῶντι δὲ οὐκ ἐπέτρεπε τὴν διανομήν, ἀλλὰ καὶ τῶν παίδων ἤθελεν αὐτὸν καὶ τῆς βασιλείας κρατεῖν. ἐπανιόντι δὲ περὶ Κιλικίαν Ἀρχέλαος πενθερὸς Ἀλεξάνδρου συναντᾷ τῷ Ἡρώδῃ, συνηδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς. ἐντεῦθεν Ἡρώδης ἐπὶ τὴν Ἰουδαίαν ἐλθών, καὶ συναγαγὼν ἐκκλησίαν, τὰ κατὰ τὴν ἀποδημίαν αὐτῶ πεπραγμένα διηγεῖτο, καὶ ἐπὶ νουθεσίᾳ τῶν παίδων τὸν λόγον κατέστρεψε, καὶ τοῖς υἱοῖς προεῖπε τὴν βασιλείαν καταλιμπάνειν, πρώτῳ μὲν Ἀντιπάτρῳ, εἶτα καὶ τοῖς ἐκ Μαριάμ. ταῦτα εἰπὼν τὸν σύλλογον διελύσατο.
§5.19 Υπῆρχε δὲ τὴν γνώμην πρὸς μὲν τοὺς ἄλλους φιλοτιμότατός τε καὶ εὐεργετικώτατος, πρὸς δὲ τοὺς ὑπηκόους ἐπαχθής τε καὶ ἀδικώτατος καὶ πρὸς τοὺς οἰκείους καὶ φίλους κολαστὴς ἀπαραίτητος. αἱ δὲ αἰτίαι τούτων φιλοδοξία καὶ φιλαρχία. ὑπὸ μὲν γὰρ φιλοδοξίας, εἰ μνήμης ἔμελλε τυγχάνειν εἰσαῦθις ἧι εὐφημίας κατὰ τὸ ἐνεστός, οὐκ ἐφείδετο δαπανῶν, πολυδάπανος δ᾿ ὢν βαρείαις εἰσπράξεσι τοὺς ὑποτεταγμένους ἐπίεζε καὶ χαλεπὸς ἢν αὐτοῖς· ὑπὸ δὲ φιλαρχίας, εἰ κατά τινος ὑπόνοιαν ἔσχεν ἐφίεσθαι τῆς ἀρχῆς τι περὶ αὐτὴν παρακινεῖν, ἴσα πολεμίοις αὐτῷ προσεφέρετο, κἀντεῦθεν συγγενεῖς τε καὶ φίλους ἐτιμωρήσατο ἀφειδῶς, μόνος θέλων τετιμῆσθαι. τεκμήριον δὲ τοῦ πάντοθεν χρηματίζεσθαι θέλειν διὰ τὸ πολυδάπανον, ὅτι ἀκηκοὼς ὡς Ὑρκανὸς πρὸ αὐτοῦ βασιλεύσας ἀνοίξας τὸν τάφον Δαβὶδ ἀργυρίου λάβοι τρισχίλια τάλαντα, νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται, τοὺς πιστοτάτους τῶν φίλων παρειληφώς, ἔν ἀνέκφορον εἴη τὸ δρώμενον. καὶ χρήματα μὲν οὐχ εὗρεν ἀργύρια δηλαδή, κόσμον δὲ πολὺν κειμηλίων χρυσῶν, ὃν ἀνείλετο πάντα. ἔσπευδεν οὑν καὶ ἐνδοτέρω χωρεῖν κατὰ τὰς θήκας, ἐν αἷς τῶν βασιλέων Δαβὶδ καὶ Σαλομώντος τὰ σώματα τεθησαύριστο. ὡς δἐβιάζετο εἰσιέναι, δύο μὲν αὐτῷ τῶν δορυφόρων ἐφθάρησαν φλογὸς ἔνδοθεν ἀπαντησάσης, ὡς λόγος, αὐτοῖς, αὐτὸς δὲ περιδεὴς ἐξῄει. καὶ διὰ τὴν ἐπιχείρησιν χεῖρον ἔχειν ἐδόκει τὰ κατὰ τὴν οἰκίαν αὐτῷ· ἐμφυλίῳ γὰρ ἐῴκει πολέμῳ τὰ κατὰ τὴν αὐλὴν τὴν βασιλικήν. ἐστρατήγει δὲ ἀεὶ κατὰ τῶν ἀδελφῶν Ἀντίπατρος, δεινὸς ὥν, διἄλλων μὲν αὐτοὺς περιβάλλων αἰτίαις, αὐτὸς δὲ πολλάκις ὑπεραπολογούμενος, ἕνα δοκῶν εὔνους ἐκείνοις ἀνύποπτος εἴη τῷ πατρὶ πρὸς τὰς ἐγχειρήσεις καὶ μόνος τῆς ἐκείνου σωτηρίας φροντίζειν δοκῇ. καὶ μὲν τὰ πάντα ἦν τῷ πατρί, οἱ δἐκ τῆς Μαριὰμ χαλεπώτερον ἀεὶ διετίθεντο, καὶ τὴν ἀτιμίαν οὐκ ἔφερον ὑπεὐγενείας, παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχοντες. αἵ τε γυναῖκες, μὲν Ἀλεξάνδρῳ συνοικοῦσα Γλαφυρὰ Ἀρχελάου μῖσος εἰς τὴν Σαλώμην διά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν καὶ διὰ τὴν ἐκείνης θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ, ᾗπερ ὑπερηφάνως προσεφέρετο Γλαφυρὰ καὶ τὴν ἰσοτιμίαν αὐτῆς ἀνηξιοπάθει. γέγονε δέ τις ὑπόθεσις καὶ τὸν τοῦ βασιλέως ἀδελφὸν Φερώραν εἰς ὑποψίαν καὶ μῖσος τῷ ἀδελφῷ φέρουσα. κατηγγυήθη μὲν γὰρ αὐτῷ τοῦ βασιλέως θυγάτηρ, δὲ δουλευούσης αὐτῷ γυναικὸς ἡττώμενος καὶ περιμανῶς τοῦ γυναίου ἐρῶν τῇ τοῦ ἀδελφοῦ θυγατρὶ οὐ προσεῖχε, τῇ δὲ δούλῃ προσέκειτο. ἤχθετο δὲ διὰ τοῦτο Ἡρώδης καὶ τὴν μὲν κόρην υἱῷ Φασαήλου συζεύγνυσι, χρόνου δὲ διελθόντος περί τε τῶν πρώτων ᾐτιᾶτο τὸν ἀδελφὸν καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, παρηκμακέναι ἤδη αὐτῷ οἰόμενος τῆς δούλης τὸν ἔρωτα. δὲ τὴν μὲν δούλην καὶ παῖδα ἐξ αὐτῆς σχὼν ἀποπέμπεται, τὴν δὲ τοῦ βασιλέως θυγατέρα μετὰ τριακοστὴν ἡμέραν κατέθετο λήψεσθαι. διελθούσης δὲ τῆς προθεσμίας τοσοῦτον πρὸς τὸν τῆς δούλης ἔρωτα ἐμεμήνει ὡς ἀθετῆσαι τὰ ὡμολογημένα, τῇ δὲ προτέρᾳ συμφθείρεσθαι. ταῦτα τὸν Ἡρώδην ἐξέμαινε· καὶ ἀεὶ δέ τι καινὸν προσπῖπτον ἀτρεμεῖν αὐτὸν οὐκ εἴα. καὶ Σαλώμη δὲ χαλεπὴ τοῖς ἐκ Μαριὰμ οὖσα καὶ τὴν ἑαυτῆς θυγατέρα Ἀριστοβούλῳ συνοικοῦσαν ἀνέπειθε μὴ εὐνοικῶς πρὸς τὸν ἄνδρα διακεῖσθαι, ἀπαγγέλλειν δὲ αὐτῇ, εἴ τι κατἰδίαν λαλήσειεν. δὲ μεμνῆσθαι τοὺς νεανίσκους ἔλεγε τῆς μητρός, τὸν δὲ πατέρα στυγεῖν, ἀπειλεῖν δὲ τῆς ἀρχῆς τυχόντες τοὺς μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδου κωμογραμματεῖς καταστήσειν, τὰς δὲ γυναῖκας καθείρξειν ὡς μηδὲ τὸν ἥλιον βλέπειν. ταῦτα διὰ τῆς κακίστης Σαλώμης τῷ βασιλεῖ ἀπηγγέλλετο. κἀκεῖνος ἤκουεν ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν· τῶν δὲ παίδων ἀπολογησαμένων ῥᾴων ἐγίνετο.
§5.20.1 Φερώρας δαὖθις τὰ πράγματα συνετάραξεν, εἰπὼν Ἀλεξάνδρῳ ἀκηκοέναι Σαλώμης λεγούσης ἐρᾶν τὸν Ἡρώδην Γλαφυρὰς. Ἀλέξανδρος δὲ πρὸς τὸν λόγον ἐκ ζηλοτυπίας τετάρακτο, καὶ τὴν ὀδύνην οὐκ ἐνεγκὼν τὰ ὑπὸ τοῦ Φερώρα λεχθέντα τῷ πατρὶ κατεμήνυσεν. ἐν. δ᾿ Ἡρώδης περιπαθήσας καὶ τὸ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων θορυβηθείς τε μεταπέμπεται τὸν Φερώραν, καίκάκιστεεἶπε, “τοιαῦτα καθἡμῶν λαλήσας πότερον οἴει λόγον εἰς τὴν ψυχὴν τοῦ παιδὸς ξίφος εἰς τὴν δεξιὰν αὐτοῦ ἐμβαλεῖν;” Φερώρας δὲ Σαλώμην ἔφη ταῦτα συμπείσειν, κἀκείνης εἶναι τούς λόγους. δὲ ἀπηρνεῖτο καὶ τῶν τριχῶν ἐπεδράττετο καὶ ἐστερνοτυπεῖτο, διὰ δὲ τὴν τῶν τρόπων οὐκ ἐπιστεύετο κακοήθειαν. τέλος δὲ βασιλεὺς καὶ τὸν ἀδελφὸν καὶ τὴν ἀδελφὴν ἀπεπέμπετο, τὸν υἱὸν δὲ τῆς ἐγκρατείας ἐπῄνεσε καὶ τοῦ πρὸς αὐτὸν τούς λόγους ἀνενεγκεῖν.
§5.20.2–5.26.4
§5.20.2 Ετερον δέ τι συνέπεσε ταραχὰς αὖθις ἐγεῖραν κατὰ τὴν οἰκίαν τῷ βασιλεῖ. ἦσαν αὐτῷ εὐνοῦχοι σπουδαζόμενοι διὰ κάλλος, ὧν μὲν οἰνοχοεῖν, δὲ δεῖπνον προσφέρειν, δὲ κατευνάζειν αὐτὸν ἐτέτακτο. τούτους ὑπἈλεξάνδρου χρήμασι διαφθαρῆναι μηνύεται. καὶ βασάνοις ἐκδοθέντες οἱ ἐκτομίαι μίξιν μὲν αὐτῶν γενέσθαι πρὸς τὸν νεανίαν ἀνωμολόγουν, ἄλλο δὲ οὐδὲν κατὰ τοῦ πατρὸς συνειδέναι τῷ Ἀλεξάνδρῳ. ἐπιτεινόντων δὲ τῶν βασανιζόντων τὰς μάστιγας ἔλεγον ὡς εἴη δυσμένεια καὶ μῖσος Ἀλεξάνδρῳ πρὸς τὸν πατέρα, παραινοίη δὲ Ἡρώδην μὲν ἀπεγνωκέναι διὰ τὸ γῆρας, αὐτῷ δὲ προσέχειν, ὡς τῆς βασιλείας αὐτῷ περιελευσομένης, κἂν μὴ βούληται πατήρ, καὶ διὰ τὸ γένος καὶ διὰ τὴν τῶν ἡγεμόνων καὶ τῶν φίλων διάθεσιν. τούτων ἀκούσας Ἡρώδης περίφοβος ἢν καὶ πρὸς πάντας ὑποψίας εἶχε καὶ μίση, πολλοῖς δὲ τῶν φίλων καὶ τὴν εἰς τὰ βασίλεια πρόσοδον ἀπηγόρευσε. πάντων δαἴτιος ἐτύγχανεν Ἀντίπατρος. πρῶτον μὲν οὖν ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις Ἡρώδης ἐξήταζεν, εἴ τι καταὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. εἷς δέ τις τὰς βασάνους μὴ φέρων εἶπε λέγειν Ἀλέξανδρον, ἐπαινούμενον διὰ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ εὐστόχως βάλλειν ἐκ τόξου καὶ τἄλλα, ὅτι εἴ τι παρὰ τῆς φύσεως αὐτῷ δέδοται καλὸν ἐξ ἀσκήσεως προσεγένετο, εἰς δυστύχημα περιίσταται· ἄχθεσθαι γὰρ ἐπὶ τοῖς καλοῖς αὐτοῦ τὸν πατέρα. προσετίθει δὲ ὡς καὶ βουλεύσαιτο σὺν Ἀριστοβούλῳ ἐν κυνηγεσίῳ ἀνελεῖν τὸν πατέρα καὶ εἰς Ῥώμην φυγεῖν τὴν βασιλείαν μετελευσόμενος. εὑρέθη δὲ καὶ γράμματα Ἀλεξάνδρου πρὸς τὸν ὁμαίμονα μὴ δίκαια λέγοντα ποιεῖν τὸν πατέρα προτιμῶντα τὸν Ἀντίπατρον. ἐπὶ τούτοις συλλαβὼν ἔδησε τὸν Ἀλέξανδρον. ἔσπευδε δὲ καὶ μεῖζόν τι λαβεῖν τεκμήριον κατὰ τοῦ υἱοῦ, ἵνα μὴ προπετῶς δόξῃ αὐτὸν δεδεκώς. πολλοὺς οὖν καὶ τῶν ἐν τέλει βασανίζων διέφθειρε, μηδὲν εἰπόντας οἶον ἐκεῖνος ᾤετο. ὡς δέ τις τόν νεωτέρων ἐν ταῖς ἀνάγκαις ἐγένετο, ἐπιστέλλειν ἔλεγε τὸν Ἀλέξανδρον τοῖς ἐν Ῥώμῃ φίλοις, ἀξιοῦντα κληθῆναι ὑπὸ τοῦ Καίσαρος, μηνύσοντα Μιθριδάτην τὸν βασιλέα Παρθῶν τῷ πατρὶ φιλιωθέντα κατὰ Ῥωμαίων· εἶναι δὲ αὐτῷ καὶ φάρμακον κατεσκευασμένον ἐν Ἀσκάλωνι. ταῦτα Ἡρώδης τῆς προπετείας ἐλογίζετο παραμύθιον. τὸ μέντοι φάρμακον εὐθὺς ζητηθὲν οὐχ εὑρέθη. διὰ δὲ τὴν τῶν κακῶν ὑπερβολὴν Ἀλέξανδρος φιλονείκως διατεθείς, καὶ βουληθεὶς ἀμύνασθαι τοὺς ἐχθρούς, ἵναὐτῷ συναπόλωνται, γράμματα πέπομφε τῷ πατρὶ ὡς οὐδὲν δεῖ βασανίζειν· μελετηθῆναι γὰρ τὴν ἐπιβουλήν, καὶ ταύτης μετέχειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων· Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν αὐτῷ μιγῆναι καὶ ἄκοντι· ἀλλὰ καὶ πάντας εἰς ταὐτὸν ἥκειν, ἔν ἐκ μέσου γεγονότος αὐτοῦ ἀπαλλαγεῖεν τοῦ ἀεὶ φθαρήσεσθαι προσδοκᾶν.
§5.20.3 Ἀρχέλαος δὲ τῶν Καππαδοκῶν βασιλεὺς ταῦτα μαθών, καὶ ἀγωνιῶν ὑπέρ τε τῆς θυγατρὸς καὶ τοῦ κηδεστοῦ, παραγέγονε, καὶ εὐφυῶς μετῄει τῶν λυπούντων τὴν ἐπανόρθωσιν, τοῦ μὲν νεανίσκου καταγινώσκων, ἐπιεικῆ δὲ τὸν Ἡρώδην ἀποκαλῶν, τόν τε γάμον διαλύειν ἔλεγε. τοιαῦτα δὲ λέγοντος τοῦ Ἀρχελάου ἐνεδίδου τῆς χαλεπότητος Ἡρώδης καὶ κατήνεκτο πρὸς λύπην καὶ δάκρυα, ἐδεῖτό τε μὴ λύειν τὸν γάμον, ἀλλὰ χαλᾶν τὴν ὀργὴν ἐφοἶς νεανίσκος ἡμάρτηκεν. Ἀρχέλαος δὲ ἤδη μαλαχθέντα τὸν Ἡρώδην θεώμενος εἰς ἄλλους τὰς αἰτίας μετέφερε, καὶ μᾶλλον εἰς τὸν Φερώραν. δὲ πρὸς Ἀρχέλαον ἐτράπετο, ἵν ἔσοιτο αὐτῷ πρὸς Ἡρώδην διαλλακτής. καὶ ὃς συνεβούλευεν αὐτῷ βέλτιον εἶναι δι αὐτοῦ προσιέναι τῷ ἀδελφῷ καὶ δεῖσθαι, πάντων ὁμολογοῦντα αἴτιον ἑαυτόν· μαλάξαι γὰρ οὕτω τὸ σκληρὸν τῆς ὀργῆς· καὶ αὐτὸς δὲ παρὼν συλλήψεσθαι ἐπηγγέλλετο. πείθεται Φερώρας. καὶ Ἀλέξανδρος μὲν τῶν αἰτιῶν ἀπελύετο, Ἀρχέλαος δὲ τῷ Ἡρώδῃ τὸν Φερώραν διήλλαξε.
§5.21.1 Μετὰ καιρὸν δὲ πολὺ χεῖρον ἔσχε τὰ κατὰ τοὺς παῖδας καὶ τὴν οἰκίαν Ἡρώδῃ. Εὐρυκλῆς γὰρ ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ, κάκιστος δὲ τὴν προαίρεσιν ἄνθρωπος, ἐπιδημήσας πρὸς Ἡρώδην δίδωσιν αὐτῷ δῶρα, καὶ πλείω λαβὼν γέγονε φίλος ἐν τοῖς μάλιστα τοῦ βασιλέως. ἦν δὲ αὐτῷ καταγωγὴ ἐν τοῖς Ἀντιπάτρου· προσῄει δὲ καὶ Ἀλεξάνδρῳ, γνωστὸς εἶναι λέγων καὶ Ἀρχελάῳ, ὅθεν καὶ τὴν Γλαφύραν τιμᾶν ὑπεκρίνετο. τούτῳ συνήθει γεγονότι Ἀλέξανδρος τὰ καθἑαυτὸν ἐξετραγῴδει, καὶ τὰ κατὰ τὴν μητέρα ἐδίδασκε, καὶ ἔλεγε μὴ δοκεῖν ἀνεκτά. καὶ μὲν ἀλγῶν τοιούτους λόγους πεποίητο πρὸς τὸν Εὐρυκλῆν, δὲ πάντα τῷ Ἀντιπάτρῳ ἀνέφερεν. Ἀντίπατρος δὲ δώροις αὐτὸν ἐδεξιοῦτο καὶ ἠξίου πρὸς τὸν πατέρα τοὺς λόγους φράζειν. δὲ οὕτω τὸν βασιλέα διέθηκεν ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. καὶ μὲν ἀπῄει χρηματισάμενος, Ἡρώδης δὲ τοσοῦτον πρὸς τοὺς παῖδας ἐξώργιστο ὡς μηκέτι δεῖσθαι διαβολῶν, ἀλλαὐτὸς περιεργάζεσθαι τὰ ἐκείνων καὶ παρατηρεῖν ἕκαστα.
§5.21.2 Δύο γοῦν τῶν σωματοφυλάκων τοῦ βασιλέως κατὀργὴν αὐτοῦ ἀπεωσμένοι τοῖς περὶ Ἀλέξανδρον συνιππάζοντο καὶ δῶρα ἐξ ἐκείνου ἐλάμβανον. ὑποπτεύσας οὖν τούτους Ἡρώδης εὐθὺς ἐβασάνιζεν. οἱ δὲ τὸ μὲν πρῶτον διεκαρτέρουν, εἶτἀπήγγελλον ὡς πείθοι αὐτοὺς κτεῖναι θηρῶντα τὸν Ἡρώδην Ἀλέξανδρος . καὶ φρούραρχος δὲ τοῦ Ἀλεξανδρίου ἠτάζετο ὡς ἐπαγγειλάμενος δέξασθαι τοὺς νεανίσκους ἐν τῷ φρουρίῳ. κἀκεῖνος μὲν οὐδὲν ὡμολόγει, δὲ υἱὸς αὐτοῦ ταῦτα γενέσθαι κατέθετο, καὶ γράμματα ἐπέδωκε περὶ τούτων, ὡς εἰκάσαι, τῆς τοῦ Αλεξάνδρου χειρός. μὲν οὖν Ἡρώδης οὐκέτι ἐνδοιάσιμος ἦν περὶ τῆς τῶν παίδων ἐπιβουλῆς, Ἀλέξανδρος δὲ διἈντιπάτρου τὸ γραμματίδιον κακουργηθῆναι ἀπισχυρίζετο. τότε μὲν οὖν φυλακὴ τῶν νεανίσκων ἐγίνετο, καὶ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος. δ᾿ Ἀριστόβουλος τὴν ἑαυτοῦ πενθερὰν Σαλώμην συναλγεῖν οἰόμενος καὶ μισεῖν τὸν τὰ τοιαῦτα πειθόμενον, ῾ταῦτα ταῦτα καὶ σοίἔφηκίνδυνον προμηνύει, διαβεβλημένῃ κατἐλπίδα γάμου Συλαίου.” τούτους ἐκείνη τοὺς λόγους εὐθὺς προσφέρει τῷ ἀδελφῷ. δὲ δεθῆναι κελεύει καὶ ἄμφω τοὺς υἱοὺς καὶ ἀπἀλλήλων διαστῆναι, γράψαι τε ἕκαστον ὅσα κατὰ τοῦ πατρὸς ἐμελέτησαν. οἱ δὲ γράφουσιν ἐπιβουλὴν μὲν οὔτἐννοῆσαι κατὰ τοῦ πατρὸς οὔτε μὴν συσκευάσασθαι, δρασμὸν δὲ μελετῆσαι, καὶ τοῦτον διἀνάγκην, ὑπόπτου καὶ περιδεοῦς οὔσης αὐτοῖς τῆς ζωῆς. τότε τοίνυν ἥκοντος ἐξ Ἀρχελάου πρεσβευτοῦ ἐξῆγε τὸν Ἀλέξανδρον δεσμώτην, καὶ περὶ τῆς φυγῆς ἐπυνθάνετο ἐπἀκροάσει τοῦ πρεσβευτοῦ, ὅπου καὶ πῶς ἐγνώκασιν ἀποχωρεῖν· δὲ πρὸς Ἀρχέλαον ἔφη ἐκεῖθεν εἰς Ῥώμην συνθέμενον διαπέμψειν, ἄλλο δὲ οὐδὲν ἄτοπον δυσχερὲς λογίσασθαι κατὰ τοῦ πατρός. τούτων οὕτω ῥηθέντων βασιλεὺς γράμματα πρὸς Καίσαρα δοὺς δύο τῶν ὑπαὐτὸν ἐκέλευσεν ἐν παράπλῳ τῇ Κιλικίᾳ προσσχόντας ἐντυχεῖν Ἀρχελάῳ καὶ μέμψασθαι ὅτι τῆς ἐπιβουλῆς τοῖς παισὶ συνεφάψαιτο. Ἀρχέλαος μέντοι ἀπελογεῖτο δέξασθαι τοὺς νεανίας συνθέσθαι διὰ τὸ συμφέρον κἀκείνοις καὶ τῷ πατρί, οὐ μὴν πρὸς Καίσαρα πέμψειν. εἰς Ῥώμην δὲ ἀποκομισθέντες οἱ τῶν ἐπιστολῶν κομισταὶ ταύτας δεδώκασι Καίσαρι. δὲ ἀντεπέστειλεν ἄχθεσθαι ἐπὶ τοῖς παισίν, ἐπἐκείνῳ δὲ τὴν πᾶσαν ἐξουσίαν ποιεῖν. καὶ εἰ μέν τι ἀνόσιον πεποιήκασιν, ἐπεξιέναι ὡς πατραλοίας, εἰ δὲ δρασμὸν ἐνενόησαν, ἄλλως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράξασθαι. συμβουλεύειν δαὐτῷ περὶ Βηρυτὸν συναγαγόντα συνέδριον, καὶ παραλαβόντα τοὺς ἡγεμόνας καὶ τὸν τῶν Καππαδοκῶν βασιλέα Ἀρχέλαον καὶ ὅσους τῶν ἄλλων οἶδεν ἐπιφανεῖς ἀξιώμασί, μετἐκείνων τὸ δέον σκοπεῖν.
§5.22.1 Ταύτην δεξάμενος τὴν ἐπιστολὴν Ἡρώδης ἐκάλει πρὸς τὸ συνέδριον οὓς ἐβούλετο, Ἀρχέλαον διἔχθραν παραιτησάμενος, καὶ ἐναντιωθήσεσθαι νομίζων τῇ γνώμῃ αὐτοῦ. ἤδη δὲ συνηγμένων τόν τε ἡγεμόνων καὶ τῶν ἄλλων, κατηγόρει τῶν παίδων βασιλεύς, καὶ τὰ διαὐτῶν ἐκείνων γραφέντα ὑπανεγίνωσκεν· ἐν οἶς οὐδὲν ἐγέγραπτο ἕτερον ὅτι φυγεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη διὰ τὴν δύσνοιαν ἔχουσαι. καὶ τέλος εἰπὼν καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τοῦ Καίσαρος αὐτῷ τὴν ἐξουσίαν δοθῆναι, καὶ νόμον προσέθηκε πάτριον, ὃς ἐκέλευεν, εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθεῖεν τὰς χεῖρας τῇ κεφαλῇ, τοὺς περιεστῶτας τοῦτον ὀφείλειν λιθολευστεῖν καὶ οὕτως ἀποκτείνειν. ὅπερ ἔλεγε δύνασθαι καὶ αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποιεῖν, ἀνμεῖναι δὲ τὴν ἐκείνων κρίσιν. ταῦτα τοῦ Ἡρώδου εἰπόντος οἱ συνεδριάζοντες τὴν ἐξουσίαν ἐκύρουν αὐτῷ, τῶν νεανίσκων μηδὲ παρηγμένων εἰς τὸ συνέδριον καὶ τινὲς μὲν κατεψηφίζοντο τῶν τοῦ Ἡρώδου υἱῶν, ἀλλοὐ μέντοι καὶ κτείνειν, οἶ δέ γε πλείους καὶ θανάτῳ κολάζειν αὐτοὺς ἀπεφαίνοντο. καὶ ἐπὶ τούτοις διελύετο τὸ συνέδριον. Ἡρώδης δὲ ἧκεν εἰς Τυρὸν καὶ τοὺς παῖδας ἄγων. ὡς δὲ ἠλθον εἰς Καισάρειαν, μετέωροι πάντες ἤσαν, ποῖ κατὰ τοὺς νεανίας χωρήσειεν ἐκδεχόμενοι· καὶ τοῖς μὲν γινομένοις ἐδυσχέραινον, οὐκ ἢν δὲ ἀκίνδυνον οὔτε τι ὑπὲρ ἐκείνων εἰπεῖν οὔτἀκούειν ἑτέρου λέγοντος, ἀλλὀδυνηρῶς μέν, ἀναύδως δὲ τοῦ πάθους ἔφερον τὴν ὑπερβολήν.
§5.22.2 Στρατιώτης δέ τις ὄνομα Τηρῶν, υἱοῦ αὐτῷ καθἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πολλὰ καὶ πρὸς τὸ πλῆθος ἔλεγε, καὶ πρὸς τὸν βασιλέα δὲ παρρησιασάμενος μόνος μόνῳ ἐντυχεῖν ἠξίου. καὶ ἐνδόντος ποί ποτέ σοι ἔφη περιττὸς ἐκεῖνος νοῦς; τίς δὲ τῶν φίλων καὶ συγγενῶν ἐρημία; εἶτα οὐ σκέψῃ τί τό πραττόμενον, εἰ δύο νεανίας ἐκ βασιλίδος σοι γυναικὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις, σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφἐνὶ παιδὶ καὶ συγγενέσιν ὧν αὐτὸς τοσαυτάκις κατέγνως θάνατον; οὐκ ἐννοήσεις ὅτι καὶ τῶν ὄχλων σιωπὴ διὰ μέγεθος τοῦ πάθους ἐστί, καὶ πᾶσα στρατιὰ ἔλεον μὲν τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα ἐξεργαζομένων ἐσχήκασιν;” ἤκουε ταῦτα βασιλεὺς ἐν ἀρχῇ οὐκ ἀγνωμόνως. δὲ Τηρῶν ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ τὸν Ἡρώδην ἐτάραξε. καὶ πρὸς τὴν τῶν στρατιωτῶν κεκίνητο ἀγανάκτησιν, καὶ προστάττει τὸν Τήρωνα δήσαντας ἔχειν ἐν φυλακῇ. ἐπιτίθεται δὲ τῷ καιρῷ καὶ Τρύφων τοῦ βασιλέως κουρεύς, εἰπὼν ὡς ἀναπείθοιτο πολλάκις ὑπὸ τοῦ Τήρωνος ξυρῷ τὸν λαιμὸν τοῦ βασιλέως τεμεῖν· ἔσεσθαι γὰρ ἐν τοῖς πρώτοις τῷ Ἀλεξάνδρῳ. ταῦτα εἰπὼν καὶ αὐτὸς συλλαμβάνεται. καὶ ἐν βασάνοις ἦσαν Τηρῶν τε καὶ παῖς αὐτοῦ καὶ αὐτὸς κουρεύς. διακαρτεροῦντος δ᾿ ἐν ταῖς βασάνοις τοῦ Τήρωνος, ὁρῶν παῖς τὸν πατέρα χαλεπῶς διακείμενον, ἴφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ μέλλει ῥύσασθαι τῶν βασάνων τὸν πατέρα καὶ ἑαυτόν. λαβὼν δὲ πίστεις, ἔλεγεν εἶναι συνθήκην ἐπιθέσθαι τῷ βασιλεῖ διαὐτοχειρίας τὸν Τἠρωνα. ταῦτα εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης. δἩρώδης οὐδὲν ἔτι ἐνδοιάσιμον τῇ ψυχῇ καταλελοιπὼς περὶ τὴν τεκνοκτονίαν, τέλος τῇ προαιρέσει ἐπέθετο. καὶ ἀχθέντες εἰς Σεβαστὴν Ἀλέξανδρός τε καὶ Ἀριστόβουλος ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ ἀπηγχονήθησαν. προαγαγὼν δεἰς τὸ πλῆθος τριακοσίους τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τήρωνα σὺν τῷ παιδὶ καὶ τὸν κουρέα κατηγόρει αὐτῶν· οὓς οἱ τοῦ πλήθους βάλλοντες τοῖς παρατυχοῦσιν ἀπέκτειναν.
§5.22.3 Ἀντιπάτρῳ δὲ κατεργασαμένῳ τοὺς ἀδελφοὺς ἐργωδεστέρα ἢν τῆς βασιλείας ἐπιτυχία, μίσους τῷ ἔθνει φυέντος πρὸς αὐτόν, καὶ μάλιστα τῷ ὁπλιτικῷ. τέως δὲ συνῆρχε τῷ πατρὶ καὶ ἐπιστεύετο παραὐτοῦ. τὴν δὲ Ἀλεξάνδρου γυναῖκα Ἡρώδης πρὸς τὸν πατέρα ἀπέπεμψεν, ἔτρεφε δὲ τὰ τῶν θανόντων τέκνα πάνυ ἐπιμελῶς. ἦσαν δὲ Ἀλεξάνδρῳ μὲν ἐκ Γλαφύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερνίκης υἱοὶ τρεῖς καὶ δύο θυγάτρια. γέγονε δὲ τῶ βασιλεῖ καὶ ἐκ τῆς ἀρχιερέως θυγατρὸς Ἡρώδης υἷός. ἐννέα γὰρ τῷ βασιλεῖ συνῴκουν γυναῖκες, πάτριον ὂν καὶ πλείοσι κατὰ ταὐτὸν συνοικεῖν. ἦσαν δὲ τε τοῦ Ἀντιπάτρου μήτηρ καὶ τοῦ ἀρχιερέως θυγάτηρ, ἐξ ἧς, ὡς εἴρηται, παῖς ἐγεννήθη αὐτῷ ὁμώνυμος. ἢν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη, καὶ ἀνεψιὰ σὺν αὐτῇ, ἐξαδέλφη δηλαδή· τὰς γὰρ ἐξαδέλφας ἀνεψιὰς ἐκάλουν οἱ παλαιοί, ὡς ἔστιν εὑρεῖν πολλαχοῦ καὶ παρὰ τῷ Πλουτάρχῳ καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς. ἦν δἐν ταῖς γυναιξὶν Ἡρώδου κἀκ τοῦ ἔθνους τῶν Σαμαρέων μία, ἧς ἦσαν παῖδες Ἀντίπας τε καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμπιάς. καὶ Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις ταῖς τούτου γυναιξὶ συνηρίθμητο· καὶ ταύτης παῖδες Ἡρώδης καὶ Φίλιππος. καὶ Πάλλας δὲ ἦν ἐν ταῖς αὐτοῦ γαμεταῖς, Φασάηλον πεποιημένη παῖδα αὐτῷ. καὶ ἐπὶ ταῖς λοιπαῖς Φαίδρα καὶ Ἐλπὶς συνῴκουν αὐτῷ ἦσαν δὲ Ἡρώδῃ καὶ δύο θυγατέρες ἐκ Μαριάμ, καὶ ἐκ Φαίδρας δὲ καὶ Ἐλπίδος ἔφυσαν αὐτῷ θυγατέρες Ῥωξάνη καὶ Σαλώμη.
§5.23.1 Τοῦτο μὲν οὖν τὸ γένος Ἡρώδου· τὰ δὲ πράγματα πρὸς μόνον τὸν Ἀντίπατρον ἀφεώρων. καὶ ἢν ἅπασι φοβερός, οὐ τοσοῦτον τῇ δυναστείᾳ ὅσον τῆ τῶν τρόπων κακότητι· μάλιστα δὲ αὐτὸν Φερώρας ἐθεράπευε καὶ ἀντεθεραπεύετο. ἠναντίωτο δὲ αὐτοῖς Σαλώμη, ἐναντίως ἀεὶ πρὸς τὴν τῆς κηήσεως αὐτῆς σημασίαν διακειμένη· μὲν γὰρ εἰρήνης σημαντικὸν καὶ εἰρηνικὴν εἶναι τὴν οὕτω κεκλημένην ἐδήλου, δὲ καὶ σφόδρα μάχιμος ἦν καὶ ἑτέρους πρὸς μάχας καὶ στάσεις καὶ συγγενείας ἀλλοτρίωσιν διεγείρουσα. αὕτη κατασκοποῦσα τὴν Ἀντιπάτρου καὶ Φερώρου οἰκείωσιν, ἔλεγε τῷ Ἡρώδῃ ἐπὶ κακῷ τῷ αὐτοῦ τὴν τούτων γίνεσθαι εὔνοιαν. γνόντες οὑν ἐκεῖνοι τὴν τῆς Σαλώμης διαβολήν, ἐν τᾦ φανερῷ μὲν μῖσος κατ᾿ ἀλλήλων καὶ λοιδορίας ἦσαν ἐπιτηδεύοντες, κεκρυμμένως δὲ τὴν πρὸς ἀλλήλους ἐτήρουν ὁμόνοιαν. τὴν Σαλώμην δ᾿ οὐκ ἐλάνθανον, πάντα τε ἀνιχνεύουσαν καὶ τῷ βασιλεῖ ἀπαγγέλλουσαν συνόδους λαθραίας συμπόσιά τε καὶ ἀνέκφορα βουλευτήρια. δὲ καὶ αὐτὸς τὰ πολλὰ συνίει. Φαρισαῖοι δὲ τὴν γυναικωνίτιδα οἰκειούμενοι, ἄνθρωποι μέγα φρονοῦντες ἐπ᾿ ἀκριβώσει τοῦ πατρίου νόμου καὶ βασιλεῖ ἀντιπράττοντες, οἳ πάντων ὀμωμοκότων Καίσαρι εὐνοεῖν καὶ τῷ βασιλεῖ Ἡρώδῃ αὐτοὶ οὐκ ἐπείσθησαν, ὄντες ὑπερεξακισχίλιοι, τῇ δὲ γυναικὶ Φερώρου εὐνοοῦντες, προύλεγον Ἡρώδῃ τέλος τῆς ἀρχῆς κατεψηφίσθαι παρὰ θεοῦ, νεμηθῆναι δὲ αὐτὴν Φερώρᾳ τε καὶ τοῖς ἐξ αὐτοῦ. οὐδὲ ταῦτα τὴν τῆς Σαλώμης μοχθηρίαν διέδρα, καὶ αὐτίκα τῷ βασιλεῖ ἀπηγγέλλοντο. τῶν μὲν οὖν Φαρισαίων οἱ ἐπὶ τούτοις ἐληλεγμένοι ἀνῄρηντο, καὶ εὐνοῦχος Βαγώας, Κᾶρός τέ τις ἐπὶ σώματος κάλλει διαπρεπὴς καὶ Ἡρώδου ὢν παιδικά, καὶ ἕτεροι τῶν περὶ τὸν βασιλέα, ὡς συνίστορες. εἶτα συνέδριον καθίσας βασιλεὺς τῆς Φερώρου γυναικὸς κατηγόρει καὶ ἀπηρίθμει πολλὰ αἰτιάματα, καὶ τέλος πρὸς τὸν Φερώραν τὸν λόγον τρέψαςδεῖνἔλεγεκαὶ πρὶν αὐτοκέλευστόν σε διὰ ταῦτα τὸ γύναιον ἀποπέμψασθαι. νῦν γοῦν εἰ τῆς ἐμῆς ἀντιποιῇ συγγενείας, τὴν μετ᾿ αὐτῆς συμβίωσιν παραιτοῦ.” δὲ πρότερον θανεῖν αἱρεῖσθαι ἀπεκρίνατο ζῶν ἀποστερεῖσθαι τῆς γυναικός. ἐντεῦθεν Ἡρώδης Ἀντιπάτρῳ καὶ τῇ ἐκείνου μητρὶ Φερώρᾳ συνομιλεῖν ἀπηγόρευσεν ταῖς γυναιξὶ συνιέναι. οἱ δὲ κατετίθεντο, συνῄεσαν δὲ ἀλλήλοις καὶ συνεκώμαζον καιρός. Ἀντίπατρος δὲ τὴν ὀργὴν τοῦ πατρὸς ὑφορώμενος γράφει τοῖς ἐν ῾Ρώμῃ φίλοις ἐπιστέλλειν Ἡρώδῃ στέλλειν πρὸς Καίσαρα τὸν Ἀντίπατρον. πέμπεται γοῦν εἰς ῥώμην μετὰ δώρων Ἀντίπατρος, φέρων καὶ διαθήκην Ἡρώδου αὐτῷ τὴν ἀρχὴν διδοῦσαν, εἰ δὲ φθάσει θανών, Ἡρώδῃ τῷ ἐκ τῆς ἀρχιερέως γενομένῳ θυγατρός. Φερώραν δέ, μὴ ἀφιέντα τὴν γυναῖκα, ἀναχωρεῖν ἐπέταττεν Ἡρώδης. καὶ ὃς ἐπί τὴν τετραρχίαν ἀπῆρεν, ὀμόσας οὐ πρότερον ἥξειν πύθοιτο τελευτῆσαι τὸν ἀδελφόν. ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως κληθεὶς οὐχ ὑπήκουσεν, ἔνα μὴ παραβαίη τὸν ὅρκον. Ἡρώδης δὕστερον Φερώρα νοσήσαντος ἧκε πρὸς ἐκεῖνον αὐτόκλητος, καὶ θανόντα ἐτίμησεν.
§5.23.2 Η δὲ Φερώρου τελευτὴ ἀρχὴ κακῶν Ἀντιπάτρῳ ἐγένετο, τιννυμένου τοῦ θείου τῆς ἀδελφοκτονίας αὐτόν. ἀπελεύθεροι γὰρ δύο τῶν Φερώρᾳ τιμίων ἠξίουν Ἡρώδην μὴ ἐᾶσαι τὸν ἀδελφὸν ἀνεκδίκητον φαρμάκῳ διαφθαρέντα. ταῦτα πιστὰ δοκοῦντα εἰς ἐξέτασιν τὸν βασιλέα ἐκίνησαν, καὶ ἐβασανίζοντο γυναῖκες δοῦλαί τε καὶ ἐλεύθεραι. αἱ μὲν οὑν ἄλλαι ἐνεκαρτέρουν ἐχεμυθοῦσαι, μία δέ τις ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δἐπεκαλεῖτο, τοιαύταις ἀνάγκαις τὴν Ἀντιπάτρου μητέρα περιπεσεῖν, ὡς κακῶν αἰτίαν. τοῦτο εἰς πλείονα τὸν Ἡρώδην ἐκίνησεν ἔρευναν· καὶ πάντα σφοδροτέραις βασάνοις αἱ γυναῖκες περιβληθεῖσαι πεποιήκασιν ἔκπυστα, τοὺς κώμους καὶ τὰς κρυπτὰς συνόδους, καὶ λόγους Ἀντιπάτρου πρὸς τὰς γυναῖκας γενομένους Φερώρου, μῖσος πρὸς τὸν πατέρα, ὀλοφύρσεις πρὸς τὴν μητέρα, ὅτι ἐπὶ μήκιστον ζωὴ παρατέταται τῷ πατρί, ὡς μηδαἰσθέσθαι τῶν τῆς βασιλείας ἡδέων, εἴποτε αὐτῷ γένηται, διὰ γῆρας ἤδη αὐτῷ ἐπικείμενον· καὶ ἄλλα δὲ πλείω καὶ τοῦ πατρὸς καθαπτόμενα αἱ γυναῖκες ἔλεγον. τούτοις ἤδη καταγνοὺς Ἀντιπάτρου βασιλεὺς ἀφαιρεῖται μὲν τὴν ἐκείνου μητέρα τὴν Δωρίδα τὸν περὶ αὐτὴν πάντα κόσμον ταλάντων ὄντα πολλῶν, αὐτὴν δὲ ἀποπέμπεται. μάλιστα δ᾿ ἐξώτρυνε κατὰ τοῦ υἱοῦ τὸν Ἡρώδην ἐπίτροπος ἐκείνου Ἀντίπατρος, ἄλλα τε κατειπὼν ἐν τῷ βασανίζεσθαι καὶ ὅτι φάρμακον δοίη Φερώρᾳ, ἐντειλάμενος δοῦναί αὐτὸ τῷ πατρὶ παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ἵν εἴη ἀνύποπτος μὴ παρών, καὶ τοῦτο τὸν Φερώραν φυλάσσειν δοῦναι τῇ γυναικί. γυνὴ δὲ ὡμολόγει, καὶ ἀπιοῦσα κομίσαι τὸ φάρμακον ἐκ τοῦ τέγους ἔρριψεν ἑαυτήν, οὐ μὴν ἐτελεύτησε. καὶ ἀνακτηθεῖσαν ἠρώτα πάλιν βασιλεύς δὲ ὤμοσε πάντα ἐρεῖν ὡς ἐπέπρακτο. καὶ λαβεῖν ἔφη τὸ φάρμακον παρὰ τοῦ ἀνδρός, ἡτοιμασμένον ἐπαὐτὸν τὸν πατέρα ὑπἈντιπάτρου. νοσήσαντος δὲ Φερώρα, ἐπεὶ ἐλθὼν αὐτὸς ἐθεράπευε τὸν ἀδελφόν, ὁρῶν σου τὴν εὔνοιαν ἐκεῖνοςπρὸς ἐμέ ἔφη ‘‘κόμισον, γύναι, τὸ φάρμακον, καὶ κατάκαυσον ἐπὄψει ἐμῇ.” κἀγὼ αὐτίκα ὡς ἐκεῖνος ἐνετέλλετο ἔπραττον, τὸ μὲν πλεῖστον πυρὶ παραδοῦσα, ἑαυτῇ δ᾿ ὑπολειπομένη ὀλίγον, ἵν αὐτῷ χρησαίμην, εἰ μεταστάντος Φερώρα κακά μοι παρὰ σοῦ ἀπαντᾷ. παρῆγε δὲ εἰς τό μέσον τὴν πυξίδα τε καὶ τὸ φάρμακον. κατηγορεῖτο δὲ καὶ τοῦ βασιλέως γυνή, τοῦ ἀρχιερέως θυγάτηρ, ὡς συνίστωρ ἁπάντων· ἣν αὐτίκα ἐξέβαλε, καὶ τὸν υἱὸν αὐτῆς ἀπήλειψε τῶν διαθηκῶν, εἰς τὸ βασιλεῦσαι μεμνημένων ἐκείνου. καὶ τὸν πενθερὸν Σίμωνα τὸν τοῦ Βοηθοῦ τὴν ἀρχιερωσύνην ἀφείλετο, ἕτερον δὲ καθιστᾷ τὸν τοῦ Θεοφίλου Ματθίαν.
§5.24 Ἐν τούτῳ δὲ ἀπελεύθερος Ἀντιπάτρου Βάθυλος ἀπὸ Ῥώμης παρῆν φάρμακον κομίζων τῆ τοῦ Ἀντιπάτρου μητρὶ καὶ Φερώρᾳ· ὃς ἐξεταζόμενος ἔλεγε πεμφθῆναι αὐτό, ἵν εἰ μὴ τὸ πρότερον ἅπτοιτο τοῦ πατρός, τούτῳ γοῦν κατεργασθείη. ἐπεφέρετο δὲ καὶ γράμματα παρὰ τόν ἐν Ῥώμῃ τῷ Ἡρώδῃ φίλων, κατηγορίαν ποιούμενα Ἀρχελάου καὶ Φιλίππου, ἐν Ρώμῃ διαγόντων ἐπὶ μαθήμασιν, ὡς τάχα τὸν πατέρα κατηγορούντων ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν, καὶ δεδοικότων καὶ περὶ ἑαυτοῖς. ταῦτα δὲ μεγάλων μισθῶν τῷ Ἀντιπάτρῳ ἐπράττετο. Ἡρώδης δἐπικρυψάμενος τὴν ὀργὴν ἐκέλευε μὴ βραδύνειν· καὶ τῇ μητρὶ αὐτοῦ μέμψεις ἐπάγων, ἐπηγγέλλετο ἀναθήσεσθαι ταύτας αὐτῷ, ὁπότε ἀφίκοιτο. τούτοις τοῖς γράμμασι περὶ Κιλικίαν ἐνέτυχεν. ἐν Τάραντι δὲ τὴν Φερώρου μαθὼν τελευτὴν δεινῶς ἤνεγκεν, οὐ διεὔνοιαν, ἀλλὅτι μὴ φθάσας, ὡς ὑπέσχετο, τὸν Ἡρώδην ἀναιρῆσαι, ἀπέθανε. καταχθεὶς δὲ εἰς τὸν λεγόμενον Σεβαστὸν λιμένα, ἐπὀνόματι τοῦ καίσαρος οὕτω καλούμενον, ἐν προύπτοις ἣν ἤδη τοῖς κακοῖς, μή τινος αὐτῷ προσιόντος μήτε προσαγορεύοντος. παρῆν δἐν Ἱεροσολύμοις, Οὐάρου τοῦ τῆς Συρίας ἡγεμονεύοντος συνεδρεύοντος Ἡρώδῃ, κληθέντος ἐπὶ συμβουλῇ περὶ τῶν ἐνεστηκότων. καὶ εἰσῄει τὰ βασίλεια πορφυρίδα ἔτι φορῶν. οἱ γοῦν ἐπὶ ταῖς θύραις δέχονται μὲν τὸν Ἀντίπατρον, τοὺς δὲ φίλους ἀνείργουσιν. ἐθορυβεῖτο δὲ ἤδη κατανοῶν οἷ ἐληλύθει, ἐπεὶ καὶ πατὴρ αὐτὸν ἀσπάσασθαι προσιόντα ἀπώσατο, ἀδελφοκτόνον τε καλῶν καὶ ἐπίβουλον αὐτοῦ τῇ ζωῇ, ἀκροατήν τε τούτων καὶ δικαστὴν ἔσεσθαι τὴν αὔριον τὸν Οὔαρον ἔλεγε. καὶ μὲν ἐπὶ τοιούτοις κακοῖς ᾤχετο, ὑπαντῶσι δαὐτῷ τε μήτηρ καὶ γυνή, αὕτη δὲ ἣν παῖς Ἀντιγόνου τοῦ πρὸ Ἡρώδου βασιλεύσαντος· παρὧν ἅπαντα ἐκμαθὼν πρὸς τὸν ἀγῶνα παρεσκευάζετο. τῇ δἐξῆς συνήδρευον Ἡρώδης καὶ Οὔαρος, συνῆλθον δὲ καὶ οἶ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς Ἡρώδου καὶ οἱ μηνυταὶ τῶν Ἀντιπάτρῳ μελετωμένων καὶ δοῦλοι μητρῷοι τοῦ Ἀντιπάτρου, ἐπιστολὴν φέροντες αὐτῆς μὴ ἐπανήκειν, ὡς πάντων τῷ πατρὶ ἐκπύστων γενομένων, μόνην τε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καῖσαρα καὶ τὸ μὴ γενέσθαι τῷ πατρὶ ὑποχείριον. Ἀντιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ καὶ δεομένου ἀκροάσασθαι αὐτοῦ καὶ οὕτω ψηφίσασθαι, τοῦτον μὲν εἰς μέσον ἀπάγειν ἐκέλευσεν, αὐτὸς δὲ ὠλοφύρατο τὴν τῶν παίδων διάθεσιν καὶ ὅτι τὸ γῆρας αὐτοῦ περιέστηκεν εἰς Ἀντίπατρον, τεθηπέναι τε ἔλεγεν ὅπως Ἀντίπατρος ἐπὶ τοιαῦτα χωρήσειε, διάδοχος μὲν τῆς ἀρχῆς γεγραμμένος, ζῶντος δαὐτοῦ τὰ πάντα δυνάμενος, καὶ ἀντὶ τούτων πρὸς τὸν αὐτοῦ φόνον ἐρεθίζων τοὺς συγγενεῖς. ταῦθἅμα λέγων εἰς δάκρυα τρέπεται. καὶ Νικόλαος Δαμασκηνὸς τοῦ βασιλέως ἐπιτρέψαντος κατηγόρει τοῦ Ἀντιπάτρου, πάντα ἐξῆς διηγούμενος. πολλοὶ δὲ καὶ ἄλλοι κατἈντιπάτρου αὐτεπάγγελτοι ἔλεγον. Οὔαρος δὲ Νικολάου παυσαμένου τῶν λόγων ἐκέλευε τὸν ἀντίπατρον ἀπολογεῖσθαι. δἐπὶ στόμα ἔκειτο ἀνατετραμμένος, τὸν θεὸν ἐπικαλούμενος ἐπιμαρτυρῆσαι αὐτῷ μηδὲν ἀδικεῖν. ὡς δοὐδὲν παρἈντιπάτρου ἐλέγετο πλὴν τῆς ἀνακλήσεως τοῦ θεοῦ, τὸ φάρμακον εἰς τὸ μέσον ἐνεχθῆναι ἐκέλευσε. καὶ κομισθέντος, τῶν ἐπὶ θανάτω τις ἑαλωκότων πίνειν κεκέλευστο, καὶ πιὼν εὐθὺς ἔθανε. καὶ Οὔαρος ἐξαναστὰς ἀπῄει τοῦ συνεδρίου, Ἡρώδης δὲ αὐτίκα ἔδησε τὸν Ἀντίπατρον, καὶ εἰς Ῥώμην ὡς Καίσαρα γράμματα πέμπει περὶ αὐτοῦ.
§5.25.1 Ἑάλω δὲ τότε καὶ ἐπιστόλιον ὑπἈντιφίλου σταλὲν πρὸς Ἀντίπατρον, φράζον ‘‘ἔπεμψά σοι τὴν παρὰ Ἀκμῆς ἐπιστολήν, μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς. οἶσθα γὰρ ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. σὺ δεὐτυχοίης περὶ τὸ πρᾶγμα.” δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐζήτει ἐπιστολήν. καὶ τοῦ Ἀντιφίλου δοῦλος μὴ λαβεῖν ἑτέραν ἀπισχυρίζετο. ἰδὼν δέ τις τὸν ἐντὸς τοῦ δούλου χιτῶνα ὑπερραμμένον, εἴκασεν ἐκεῖ κεκρύφθαι τὸ γραμμάτιον· καὶ εἶχεν οὕτως. λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν δηλοῦσαν ὡςἈκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολήν, καὶ ἀντίγραφον ποιήσασα τῆς πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἐσταλμένης, ἔπεμψα, ἐπελθὼν οἶδα ὡς τιμωρήσεται Σαλώμην.” δὲ πρὸς Ἡρώδην ἐπιστολὴ τοιάδε ἦνἔργον ἔργον ἐγὼ ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων. εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ, τὸ ἀντίγραφόν σοι αὐτῆς ἔστειλα, ἐπικινδύνως ἐμοί, ὠφελίμως δὲ σοί. ἦν δὲ Ἀκμὴ Ἰουδαία τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικί, καὶ ἔπρασσε ταῦτα χρήμασι πολλοῖς ὠνηθεῖσα ὑπἈντιπάτρου. Ἡρώδης δὲ ὥρμησε μὲν εὐθὺς ἀνελεῖν τὸν Ἀντίπατρον ὡς κύκηθρον μεγάλων πραγμάτων, ἐξώτρυνε δὲ αὐτὸν Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν ἀξιοῦσα, εἰ εὕροι πίστιν τινὰ ἐπὶ τοῖς καταὐτῆς ἀξιόχρεων, κατασχὼν δἑαυτὸν μετεπέμψατο τὸν υἱόν, κελεύων ἀντειπεῖν μηδὲν ὑπιδόμενον. δὲ Ἀντιφίλῳ τὴν πάντων αἰτίαν ἀνετίθει. Ἡρώδης δ᾿ αὖθις γράμματα πρὸς Καίσαρα ἔστειλεν ἐπὶ κατηγορίᾳ τοῦ Ἀντιπάτρου, δηλοῦντα καὶ ὅσα Ἀκμὴ συγκακουργήσασα εὕρητο· ἔστειλε δὲ καὶ τῶν ἐκείνης ἐπιστολῶν τὰ ἀντίγραφα.
§5.25.2 Εἰς νόσον δὲ μεταξὺ βασιλεὺς ἐμπεσὼν διαθήκας γράφει, τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδούς, μίσει τῷ πρὸς Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν. ἀπεγνωκὼς δὲ βιῶναι ἔτι περὶ ἔτος ὢν ἑβδομηκοστὸν ἐξηγρίωτο· αἴτιον δ᾿ ἦν ὅτι καταφρονεῖσθαι ἐδόκει καὶ ἥδεσθαι πάντας ἐπὶ τοῖς αὐτοῦ δυστυχήμασιν. εἰς τοῦτο δ᾿ ἐκ τοιοῦδε παρώρμητο. πολλὰ παρὰ τὸν νόμον Ἡρώδῃ πεποίητο, ὣν ἓν ἦν καὶ παρὰ τὸν μέγαν τοῦ ναοῦ πυλῶνα ἀνατεθεὶς χρυσοῦς ἀετός. κωλύει δὲ νόμος εἰκόνων ἀναθέσεις ζῷων ἐπιτηδεύεσθαι. τοῦτον τὸν ἀετὸν Ἰούδας καὶ Ματθίας Ἰουδαίων λογιώτατοι καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τῶν νεωτέρων κατασπᾶν. κἂν γάρ τινι κίνδυνος διὰ τοῦτο γένηται, ἔλεγον, μακάριός ἐστιν ἐκεῖνος ὑπὲρ τῶν νόμων θανούμενος. τοιούτοις οὖν λόγοις ἐπαλειφόντων τὴν νεότητα, γίνεται λόγος τεθνάναι τὸν βασιλέα. καὶ αὐτίκα μεσούσης ἡμέρας κατέσπων τὸν ἀετὸν καὶ συνέκοπτον τοῖς πελέκεσι. συλλαμβάνονται τοίνυν καὶ τῶν νέων πολλοὶ καὶ Ἰούδας καὶ Ματθίας οἱ τοῦ τολμήματος εἰσηγηταὶ καὶ ἀλεῖπται τῶν τοῦτο ἐργασαμένων, καὶ ἀυήχθησαν πρὸς Ἡρώδην. δὲ ἤρετο εἰ ἐτόλμησαν καθελεῖν αὐτοῦ τὸ ἀνάθημα. καὶ οἱ ἄνδρεςπέπρακταιεἶπον, “καὶ θαυμάζειν οὐ χρὴ εἰ τῶν σῶν δογμάτων τοὺς νόμους οὓς Μωυσῆς ἡμῖν καταλέλοιπεν ἐκ θεοῦ διδαχθεὶς προτιμώμεθα.” τοὺς μὲν οὖν δεδεμένους ἔπεμψεν εἰς Ἱεριχώ, καλέσας δὲ τοὺς ἐν τέλει τῶν Ἰουδαίων, κατακεκλιμένος ἐν κλινιδίῳ τῶν εἰς αὐτοὺς εὐποιιῶν ἀνεμίμνησκε καὶ τῆς δομήσεως τοῦ ναοῦ, καὶ κατεβόα ὅτι καὶ ἔτι ζῶντα ἐξυβρίζοιεν καθαιροῦντες τὰ αὐτοῦ ἀναθήματα, ὡς δοκεῖν μὲν αὐτὸν ὑβρίζειν, κατὰ δέ γε τὸ ἀληθὲς ἱεροσυλεῖν. οἱ δὲ δεδιότες τὴν ἐκείνου ὠμότητα, τοὺς τοῦτο τολμήσαντας ἀξίους εἶναι κολάσεως ἔφασκον. καὶ βασιλεὺς τοῖς μὲν ἄλλοις πρᾳότερον προσεφέρετο, Ματθίαν δὲ τὸν ἀρχιερέα τὴν τιμὴν ἀφελόμενος, ἕτερον εἰς τὸ ἱερᾶσθαι κατέστησεν, Ἰώζαρον ἀδελφὸν γυναικὸς ἰδίας· Ματθίαν δὲ τὸν τὴν στάσιν ἐγείραντα καί τινας τῶν στασιαστῶν κατέκαυσε ζώντας.
§5.26.1 μέντοι νόσος ἐπὶ μᾶλλον ἐκείνῳ ἐνεπικραίνετο, δίκην ὣν παρηνόμησε τίνοντι. πῦρ γὰρ μαλθακὸν τὰ ἐντὸς ἐκάκου αὐτοῦ, καὶ τῶν ἐντέρων ἤσαν ἑλκώσεις, εἰς, καὶ μάλιστα τοῦ κόλου ἀλγήματα, καὶ φλέγμα περὶ τοὺς πόδας ὑγρόν τε καὶ διαυγές, τοῦ ἤτρου τε κάκωσις καὶ τοῦ αἰδοίου σῆψις γεννῶσα σκώληκας, καὶ ἐπὶ τούτοις ὀρθόπνοια τῇ τε ἀποφορᾷ ἀηδὴς καὶ τῷ τοῦ ἄσθματος συνεχεῖ, καὶ σπασμοὶ περὶ πᾶν μέλος αὐτοῦ ἐγίνοντο. δὲ καὶ οὕτω κακῶς διακείμενος ἐν ἐλπίδι ζωῆς ἢν, οὐδὲ ἀποτετραμμένοις κεχρῆσθαι ἀπαναινόμενος. περάσας δὲ καὶ τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην ἐχρῆτο θερμοῖς, σὺν τῇ λοιπῇ ἀρετῇ τυγχάνει καὶ πότιμα. ἔνθα εἰς πύελον ἐλαίου πλέων παρὰ τῶν ἰατρῶν ἐμβληθεὶς ἔδοξεν ἐκλιπεῖν. ἀνενεγκὼν δὲ εἰς Ἱεριχοῦντα κεκόμιστο, ἔνθα μέλαινα αὐτὸν ἐπὶ πᾶσιν ᾕρει χολή.
§5.26.2 Τελευτῶν δὲ ἀνοσίαν πρᾶξιν ἐπινοεῖ. προστάγματι γὰρ αὐτοῦ ἐκ παντὸς τοῦ ἔθνους τῶν ἐντιμοτέρων ἀφικομένων ἐκεῖ, συγκλείσας πάντας ἐν τῷ ἱπποδρόμῳ τῇ ἀδελφῇ Σαλώμῃ καὶ τῷ ἀνδρὶ αὐτῆς Ἀλεξᾷ ἐνετέλλετο 5 ἐπὰν αὐτὸς ἀφῇ τὴν ψυχήν, τοὺς καθειργμένους ἅπαντας ἀνελεῖν, ἔνα μὴ ἐφήδοιντό μουλέγωνοἱ δῆμοι τῇ τελευτῇ, μηδἐπικροτοῖεν, ἀλλἑκάστων θρηνούντων τοὺς ἑαυτῶν οὕτως καὶ αὐτὸς δόξω θρηνεῖσθαι καὶ πολλοῖς ἔξοδός μου τιμηθείη τοῖς δάκρυσι.” καὶ μὲν ἐπέσκηπτε ταῦτα δακρύων καὶ ποτνιώμενος, οἱ δὲ μὴ παραβήσεσθαι τὴν ἐντολὴν ἐπηγγέλλοντο.
§5.26.3 Εν τούτοις γράμματα ὑπὸ τῶν ἐν Ῥώμῃ ἀπεσταλμένα κεκόμιστο, τήν τε Ἀκμὴν ἀνῃρημένην δηλοῦντα καὶ τὰ περὶ τὸν Ἀντίπατρον τῇ τοῦ πατρὸς γνώμῃ ἀνατιθέμενα. τούτων ἀκούσας Ἡρώδης ἥσθη καὶ βραχύ τι ἀνήνεγκε. τῶν δἀλγηδόνων εἶς μέγα ἠρμένων ἀπείχετο μὲν σιτίων, μῆλον δ᾿ αἰτήσας καὶ μάχαιραν γνώμης ἢν ἑαυτὸν ἀναιρήσων. καὶ πέπραχεν ἂν τὸ ἐνθύμημα, εἰ μή τις αὐτοῦ προγνοὺς κατέσχε τὴν δεξιάν. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. καὶ Ἀντίπατρος ὡς ἤδη θανόντος ἀνεθάρσησε, καὶ τῷ δεσμοφύλακι ἀφεῖναι αὐτὸν ἠξίου μεγάλα ὑπισχνούμενος. δὲ τῷ βασιλεῖ γνωρίζει τὴν ἐκείνου διάνοιαν. καὶ ὃς ἀνεβόησέ τε καὶ πέμπει τινὰς τοὺς αὐτίκα κτενοῦντας αὐτόν. μεταποιεῖ δὲ αὖθις τὰς διαθήκας, Ἀντίπᾳ μὲν τετραρχίαν διδοὺς Γαλιλαίαν τε καὶ Περαίαν, Ἀρχελάῳ δἀπονέμων τὴν βασιλείαν, τὴν δὲ Γαυλανῖτιν καὶ Τραχωνῖτιν καὶ Βαταναίαν καὶ Πανεάδα Φιλίππῳ παιδὶ μὲν αὐτοῦ, Ἀρχελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν ἀποκληρῶν, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ ἀδελφῇ χαριζόμενος. ταῦτα πράξας, καὶ Καίσαρι καὶ τῇ ἐκείνου γαμετῇ Ἰουλίᾳ δωρεὰς πολυταλάντους καταλιπών, ἡμέρᾳ πέμπτῃ μεθὸ Ἀντίπατρον κτείνειε τελευτᾷ, βασιλεύσας μεθὸ μὲν ἀνεῖλεν Ἀντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθὸ δ᾿ ὑπὸ ῾Ρωμαίων ἀπο δέδεικτο βασιλεὺς ἑπτὰ καὶ τριάκοντα.
§5.26.4 Σαλώμη δὲ καὶ Ἀλεξᾶς, πρὶν ἔκπυστον γενέσθαι τὸν αὐτοῦ θάνατον, τοὺς ἐν τῷ ἱπποδρόμῳ κατακεκλεισμένους ἐκπέμπουσι, λέγοντες τὸν βασιλέα κελεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ οἰκεῖα. καὶ μεγίστη αὕτη εὐεργεσία παρ᾿ αὐτῶν εἰς τὸ ἔθνος ἐγένετο. εἶτα θάνατος τοῦ βασιλέως δεδημοσίευτο, καὶ αἱ διαθῆκαι ἀνεγινώσκοντο, τὴν βασιλείαν ἀποκληροῦσαι τῷ υἱῷ Ἀρχελάῳ. Πτολεμαῖος δὲ τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος δακτύλιον οὐκ ἄλλως ἔλεγε κυροῦσθαι τὰς διαθήκας διὰ Καίσαρος. βοὴ δὲ ἦν εὐθὺς εὐφημούντων Ἀρχέλαον βασιλέα. καὶ ἐπὶ τούτοις τοῦ βασιλέως ἐκφορὰ ἐτελεῖτο πολυτελῶς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up