The Taking of Ilios
§1.1–1.175
τέρμα πολυκμήτοιο μεταχρόνιον πολέμοιο
καὶ λόχον, Ἀργείης ἱππήλατον ἔργον Ἀθήνης,
αὐτίκα μοι σπεύδοντι πολὺν διὰ μῦθον ἀνεῖσα
ἔννεπε, Καλλιόπεια, καὶ ἀρχαίην ἔριν ἀνδρῶν
5 κεκριμένου πολέμοιο ταχείῃ λῦσον ἀοιδῇ.
ἤδη μὲν δεκάτοιο κυλινδομένου λυκάβαντος
γηραλέη τετάνυστο φόνων ἀκόρητος Ἐνυὼ
Τρωσί τε καὶ Δαναοῖσιν· ἐναιρομένων δʼ ἄρα φωτῶν
δούρατα κεκμήκει, ξιφέων δʼ ἔθνῃσκον ἀπειλαί,
10 σβέννυτο θωρήκων ἐνοπή, μινύθεσκε δʼ ἑλικτὴ
ἁρμονίη ῥηχθεῖσα φερεσσακέων τελαμώνων,
ἀσπίδες οὐκ ἀνέχοντο μένειν ἔτι δοῦπον ἀκόντων,
λύετο καμπύλα τόξα, κατέρρεον ὠκέες ἰοί.
ἵπποι δʼ οἱ μὲν ἄνευθεν ἀεργηλῆς ἐπὶ φάτνης
15 οἰκτρὰ κάτω μύοντες ὁμόζυγας ἔστενον ἵππους,
οἱ δʼ αὐτοὺς ποθέοντες ὀλωλότας ἡνιοχῆας.
κεῖτο δὲ Πηλείδης μὲν ἔχων ἅμα νεκρὸν ἑταῖρον,
Ἀντιλόχῳ δʼ ἐπὶ παιδὶ γέρων ὠδύρετο Νέστωρ,
Αἴας δʼ αὐτοφόνῳ βριαρὸν δέμας ἕλκεϊ λύσας
20 φάσγανον ἐχθρὸν ἔλουσε μεμηνότος αἵματος ὄμβρῳ.
Τρωσὶ δὲ λωβητῆρσιν ἐφʼ Ἕκτορος ἑλκυθμοῖσι
μυρομένοις οὐ μοῦνον ἔην ἐπιδήμιον ἄλγος,
ἀλλὰ καὶ ἀλλοθρόοις ἐπὶ πένθεσι κωκύοντες
δάκρυσιν ἠμείβοντο πολυγλώσσων ἐπικούρων.
25 κλαῖον μὲν Λύκιοι Σαρπηδόνα, τόν ποτε μήτηρ
ἐς Τροίην μὲν ἔπεμψεν ἀγαλλομένη Διὸς εὐνῇ,
δουρὶ δὲ Πατρόκλοιο Μενοιτιάδαο πεσόντα
αἵματι δακρύσας ἐχύθη πατρώιος ἀήρ.
καὶ δολίην ὑπὸ νύκτα κακῷ πεπεδημένον ὕπνῳ
30 Ῥῆσον μὲν Θρήικες ἐκώκυον· δʼ ἐπὶ πότμῳ
Μέμνονος οὐρανίην νεφέλην ἀνεδήσατο μήτηρ
φέγγος ὑποκλέψασα κατηφέος ἤματος Ἠώς.
αἱ δʼ ἀπὸ Θερμώδοντος ἀρηιφίλοιο γυναῖκες
κοπτόμεναι περίκυκλον ἀθηλέος ὄμφακα μαζοῦ
35 παρθένον ὠδύροντο δαΐφρονα Πενθεσίλειαν,
ἥτε πολυξείνοιο χορὸν πολέμοιο μολοῦσα
θηλείης ὑπὸ χειρὸς ἀπεσκέδασεν νέφος ἀνδρῶν
νῆας ἐς ἀγχιάλους· μελίῃ δέ μοῦνος ὑποστὰς
καὶ κτάνε καὶ σύλησε καὶ ἐκτερέιξεν Ἀχιλλεύς.
40 εἱστήκει δʼ ἔτι πᾶσα θεοδμήτων ὑπὸ πύργων
Ἴλιος ἀκλινέεσσιν ἐπεμβεβαυῖα θεμέθλοις,
ἀμβολίῃ δʼ ἤσχαλλε δυσαχθέι λαὸς Ἀχαιῶν.
καί νύ κεν ὑστατίοισιν ἐποκνήσασα πόνοισιν
ἀκάματός περ ἐοῦσα μάτην ἵδρωσεν Ἀθήνη,
45 εἰ μὴ Δηιφόβοιο γαμοκλόπον ὕβριν ἐάσας
Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,
οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ
ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ.
οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο
50 αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.
καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ
υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·
μήπω δʼ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν
ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής.
55 ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα
ληιστὴ μὲν ἐοῦσα, φίλοις δʼ ἐπίκουρος Ἀθήνη.
ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς
Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.
καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν
60 Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος
νῆας Ἀλεξάνδρῳ τεκτήνατο, πήματος ἀρχήν.
ποίει δʼ εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖαν
γαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης
ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.
65 αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε
ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·
δʼ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ
ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.
ὀφθαλμοὺς δʼ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις
70 γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·
τῶν δʼ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς
γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.
ἀργυφέους δʼ ἐχάραξεν ἐπὶ γναθμοῖσιν ὀδόντας
ἄκρα δακεῖν σπεύδοντας ἐυστρέπτοιο χαλινοῦ·
75 καὶ στόματος μεγάλοιο λαθὼν ἀνέῳξε κελεύθους
ἀνδράσι κευθομένοισι παλίρροον ἆσθμα φυλάσσων,
καὶ διὰ μυκτήρων φυσίζοος ἔρρεεν ἀήρ.
οὔατα δʼ ἀκροτάτοισιν ἐπὶ κροτάφοισιν ἄρηρεν
ὀρθὰ μάλʼ, αἰὲν ἑτοῖμα μένειν σάλπιγγος ἀκουήν.
80 νῶτα δʼ ὁμοῦ λαγόνεσσι συνήρμοσε καὶ ῥάχιν ὑγρήν,
ἰσχία δὲ γλουτοῖσιν ὀλισθηροῖσι συνῆψε.
σύρετο δὲ πρυμνοῖσιν ἐπʼ ἴχνεσιν ἔκλυτος οὐρὴ
ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.
οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν
85 εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,
οὕτως ἠπείγοντο· μένειν δʼ ἐκέλευεν ἀνάγκη.
οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,
μαρμαρέης δʼ ἑλίκεσσι κατεσφήκωντο χελώνης
ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.
90 κληιστὴν δʼ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,
μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα
ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,
δʼ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα
εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.
95 ἀμφὶ δέ μιν λευκοῖο κατʼ αὐχένος ἠδὲ γενείων
ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων
καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ
κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.
αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,
100 κύκλον ἐυκνήμιδα ποδῶν ὑπέθηκεν ἑκάστῳ
ἑλκόμενος πεδίοισιν ὅπως πειθήνιος εἴη
μηδὲ βιαζομένοισι δυσέμβατον οἶμον ὁδεύῃ.
ὣς μὲν ἐξήστραπτε φόβῳ καὶ κάλλεϊ πολλῷ
εὐρύς θʼ ὑψηλός τε· τὸν οὐδέ κεν ἀρνήσαιτο,
105 εἴ μιν ζωὸν ἔτετμεν, ἐλαυνέμεν ἵππιος Ἄρης.
ἀμφὶ δέ μιν μέγα τεῖχος ἐλήλατο, μή τις Ἀχαιῶν
πρίν μιν ἐσαθρήσειε, δόλον δʼ ἀνάπυστον ἀνάψῃ.
οἱ δὲ Μυκηναίης Ἀγαμέμνονος ἐγγύθι νηὸς
λαῶν ὀρνυμένων ὅμαδον καὶ κῦμα φυγόντες
110 ἐς βουλὴν βασιλῆες ἀολλίσθησαν Ἀχαιῶν.
δὲ τανυφθόγγοιο δέμας κήρυκος ἑλοῦσα
συμφράδμων Ὀδυσῆι παρίστατο θοῦρις Ἀθήνη
ἀνδρὸς ἐπιχρίουσα μελίχροϊ νέκταρι φωνήν.
αὐτὰρ δαιμονίῃσι νόον βουλῇσιν ἑλίσσων
115 πρῶτα μὲν εἱστήκει κενεόφρονι φωτὶ ἐοικὼς
ὄμματος ἀτρέπτοιο βολὴν ἐπὶ γαῖαν ἐρείσας,
ἄφνω δʼ ἀενάων ἐπέων ὠδῖνας ἀνοίξας
δεινὸν ἀνεβρόντησε καὶ ἠερίης ἅτε πηγῆς
ἐξέχεεν μέγα λαῖτμα μελισταγέος νιφετοῖο·
120 φίλοι, ἤδη μὲν κρύφιος λόχος ἐκτετέλεσται
χερσὶ μὲν ἀνδρομέῃσιν, ἀτὰρ βουλῇσιν Ἀθήνης.
ὑμεῖς δʼ, οἵτε μάλιστα πεποίθατε κάρτεϊ χειρῶν,
πρόφρονες ἀλκήεντι νόῳ καὶ τλήμονι θυμῷ
σπέσθε μοι· οὐ γὰρ ἔοικε πολὺν χρόνον ἐνθάδʼ ἐόντας
125 μοχθίζειν ἀτέλεστα καὶ ἀχρέα γηράσκοντας,
ἀλλὰ χρὴ ζώοντας ἀοίδιμον ἔργον ἀνύσσαι
θανάτῳ βροτόεντι κακοκλεὲς αἶσχος ἀλύξαι.
ἡμῖν θαλπωραὶ προφερέστεραι ἤπερ ἐκείνοις,
εἰ μήπω στρουθοῖο καὶ ἀρχαίοιο δράκοντος
130 καὶ καλῆς πλατάνοιο καὶ ὠκυμόροις ἐπὶ τέκνοις
μητέρος ἑλκομένης ἁπαλῶν τʼ ἐλάθεσθε νεοσσῶν.
εἰ δὲ θεοπροπίῃσι γέρων ἀνεβάλλετο Κάλχας,
ἀλλὰ καὶ ὣς Ἑλένοιο μετήλυδος ὀμφητῆρος
μαντοσύναι καλέουσιν ἑτοιμοτάτην ἐπὶ νίκην.
135 τούνεκά μοι πείθεσθε, καὶ ἱππείην ἐπὶ νηδὺν
θαρσαλέοι σπεύδωμεν, ὅπως αὐτάγρετον ἄλγος
Τρῶες ἀταρβήτοιο θεῆς ἀπατήνορα τέχνην
Ἴλιον εἰσανάγωσιν ἑὸν κακὸν ἀμφαγαπῶντες.
οἱ δʼ ἄλλοι πρυμναῖα μεθίετε πείσματα νηῶν
140 πῦρ ἴδιον πλεκτῇσιν ἐνὶ κλισίῃσι βαλόντες·
Ἰλιάδος δὲ λιπόντες ἐρημαίην χθονὸς ἀκτὴν
πλώετε πασσυδίῃ ψευδώνυμον οἴκαδε νόστον,
εἰσόκεν εὐόρμου τετανυσμένον ὲκ περιωπῆς
ὔμμι συναγρομένοις ἐπὶ γείτονος αἰγιαλοῖο
145 σημαίνῃ παλίνορσον ἐπὶ πλόον ἑσπέριον πῦρ.
καὶ τότε μήτε τις ὄκνος ἐπειγομένων ἐρετάων
γινέσθω μήτʼ ἄλλο φόβου νέφος, οἷά τε νύκτες
ἀνθρώποισι φέρουσιν ἐλαφροῦ δείματα θυμοῦ.
ἔστω δὲ προτέρης ἀρετῆς ἐμφύλιος αἰδώς,
150 μηδέ τις αἰσχύνειεν ἑὸν κλέος, ὥς κεν ἕκαστος
ἄξιον ὧν ἐμόγησε λάβῃ γέρας ἱπποσυνάων.
ὣς φάμενος βουλῆς ἐξήρχετο· τοῖο δὲ μύθοις
πρῶτος ἐφωμάρτησε Νεοπτόλεμος θεοειδής,
πῶλος ἅτε δροσόεντος ἐπειγόμενος πεδίοιο,
155 ὅστε νεοζυγέεσσιν ἀγαλλόμενος φαλάροισιν
ἔφθασε καὶ μάστιγα καὶ ἡνιοχῆος ἀπειλήν.
Τυδείδης δʼ ἐπόρουσε Νεοπτολέμῳ Διομήδης
θαυμάζων, ὅτι τοῖος ὄην καὶ πρόσθεν Ἀχιλλεύς.
ἕσπετο καὶ Κυάνιππος, ὃν εὐπατέρεια Κομαιθὼ
160 Τυδηὶς θαλάμοιο μινυνθαδίοιο τυχοῦσα
ὠκυμόρῳ τέκε παῖδα σακεσπάλῳ Αἰγιαλῆι.
ἔστη καὶ Μενέλαος· ἄγεν δέ μιν ἄγριος ὁρμὴ
Δηιφόβου ποτὶ δῆριν, ἀπηνέι δʼ ἔζεε θυμῷ
δεύτερον ἁρπακτῆρα γάμου λελιημένος εὑρεῖν.
165 τῷ δʼ ἐπὶ Λοκρὸς ὄρουσεν Ὀιλῆος ταχὺς Αἴας,
εἰσέτι θυμὸν ἔχων πεπνυμένον οὐδʼ ἐπὶ κούραις
μαργαίνων ἀθέμιστον· ἀνέστησεν δὲ καὶ ἄλλον,
Κρητῶν Ἰδομενῆα μεσαιπόλιον βασιλῆα.
Νεστορίδης δʼ ἅμα τοῖσιν ἔβη κρατερὸς Θρασυμήδης,
170 καὶ Τελαμώνιος υἱὸς ἑκηβόλος ἤιε Τεῦκρος
τοῖσι δʼ ἐπʼ Ἀδμήτοιο πάις πολύιππος ἀνέστη
Εὔμηλος· μετὰ τὸν δὲ θεοπρόπος ἔσσυτο Κάλχας
εὖ εἰδώς, ὅτι μόχθον ἀμήχανον ἐκτελέσαντες
ἤδη Τρώιον ἄστυ καθιππεύσουσιν Ἀχαιοί.
175 οὐδὲ μὲν οὐδʼ οἳ ἔλειφθεν ἀποστρεφθέντες ἀρωγῆς
§1.176–1.346
Εὐρύπυλός τʼ Εὐαιμονίδης ἀγαθός τε Λεοντεύς,
Δημοφόων τʼ Ἀκάμας τε, δύω Θησήια τέκνα,
Ὀρτυγίδης τʼ Ἄντικλος, ὃν αὐτόθι τεθνειῶτα
ἵππῳ δακρύσαντες ἐνεκτερέιξαν Ἀχαιοί,
180 Πηνέλεώς τε Μέγης τε καὶ Ἀντιφάτης ἀγαπήνωρ
Ἰφιδάμας τε καὶ Εὐρυδάμας, Πελίαο γενέθλη,
τόξῳ δʼ Ἀμφιδάμας κεκορυθμένος· ὕστατος αὖτε
τέχνης ἀγλαόμητις ἑῆς ἐπέβαινεν Ἐπειός.
εὐξάμενοι δὴ ἔπειτα Διὸς γλαυκώπιδι κούρῃ
185 ἱππείην ἔσπευδον ἐς ὁλκάδα· τοῖσι δʼ Ἀθήνη
ἀμβροσίῃ κεράσασα θεῶν ἐκόμισσεν ἐδωδὴν
δεῖπνον ἔχειν, ἵνα μή τι πανημέριοι λοχόωντες
τειρόμενοι βαρύθοιεν ἀτερπέι γούνατα λιμῷ.
ὣς δʼ ὁπότε κρυμοῖσιν ἀελλοπόδων νεφελάων
190 ἠέρα παχνώσασα χιὼν ἐπάλυνεν ἀρούρας,
τηκομένη δʼ ἀνέηκε πολὺν ῥόον· οἱ δʼ ἀπὸ πέτρης
ὀξὺ καταθρῴσκοντα κυβιστητῆρι κυδοιμῷ
δοῦπον ὑποπτήξαντες ὀριτρεφέος ποταμοῖο
θῆρες ἐρωήσαντες ὑπὸ πτύχα κοιλάδος εὐνῆς
195 σιγῇ φρικαλέῃσιν ἐπὶ πλευρῇσι μένουσι,
πικρὰ δὲ πεινάοντες ὀιζυρῆς ὑπʼ ἀνάγκης
τλήμονες ἐκδέχαται, πότε παύεται ὄβριμον ὕδωρ·
ὣς οἵγε γλαφυροῖο διὰ ξυλόχοιο θορόντες
ἀτλήτους ἀνέχοντο πόνους ἀκμῆτες Ἀχαιοί.
200 τοῖσι δʼ ἐπεκλήισσε θύρην ἐγκύμονος ἵππου
πιστὸς ἀτεκμάρτοιο δόλου πυλαωρὸς Ὀδυσσεύς.
αὐτὸς δʼ ἐν κεφαλῇ σκοπὸς ἕζετο· τὼ δέ οἱ ἄμφω
ὀφθαλμὼ ποθέοντες ἐλάνθανον ἐκτὸς ἐόντας.
Ἀτρείδης δʼ ἐκέλευσεν ὑποδρηστῆρας Ἀχαιοὺς
205 λῦσαι λάινον ἕρκος ἐυγνάμπτοισι μακέλλαις,
ἵππος ὅπερ κεκάλυπτο· θέλεν δέ γυμνὸν ἀᾶσαι,
τηλεφανὴς ἴνα πᾶσιν ἑὴν χάριν ἀνδράσι πέμποι.
καὶ τὸ μὲν ἐξελάχαινον ἐφημοσύνῃ βασιλῆος.
ἠέλιος δʼ ὅτε νύκτα παλίνσκιον ἀνδράσιν ἕλκων
210 ἐς δύσιν ἀχλυόπεζαν ἑκηβόλον ἔτραπεν ἠῶ,
δὴ τότε κηρύκων ἀπεκίδνατο λαὸν ἀυτὴ
φεύγειν ἀγγελέουσα καὶ ἑλκέμεν εἰς ἅλα κοίλην
νῆας ἐυκραίρους ἀνά τε πρυμνήσια λῦσαι.
ἔνθα δὲ πευκήεντος ἀνασχόμενοι πυρὸς ὁρμὴν
215 ἕρκεά τε πρήσαντες ἐυσταθέων κλισιάων
νηυσὶν ἀνεπλώεσκον ἀπὸ Ῥοιτειάδος ἀκτῆς
ὅρμον ἐς ἀντιπέραιον ἐυστεφάνου Τενέδοιο
γλαυκὸν ἀναπτύσσοντες ὕδωρ Ἀθαμαντίδος Ἕλλης.
μοῦνος δὲ πληγῇσιν ἑκούσια γυῖα χαραχθεὶς
220 Αἰσιμίδης ἐλέλειπτο Σίνων, ἀπατήλιος ἥρως,
κρυπτὸν ἐπὶ Τρώεσσι δόλον καὶ πήματα κεύθων.
ὡς δʼ ὁπότε σταλίκεσσι λίνον περικυκλώσαντες
θηρσὶν ὀριπλανέεσσι λόχον πολυωπὸν ἔπηξαν
ἀνέρες ἀγρευτῆρες· δʼ ἐκκριδὸν οἶος ἀπʼ ἄλλων,
225 λαθρίδιος πυκινοῖσιν ὑπὸ πτόρθοισι δεδυκώς,
δίκτυα παπταίνων ἔλαθεν θηροσκόπος ἀνήρ·
ὣς τότε λωβητοῖσι περίστικτος μελέεσσι
Τροίῃ λυγρὸν ὄλεθρον ἐμήδετο. κὰδ δέ οἱ ὤμους
ἕλκεσι ποιητοῖσι κατέρρεε νήχυτον αἷμα.
230 δὲ περὶ κλισίῃσιν ἐμαίνετο παννυχίη φλὸξ
καπνὸν ἐρευγομένη περιδινέα φοιτάδι ῥιπῇ·
Ἥφαιστος δʼ ἐκέλευεν ἐρίβρομος· ἐκ δὲ θυέλλας
παντοίας ἐτίνασσεν ἐπιπνείουσα καὶ αὐτή,
μήτηρ ἀθανάτοιο πυρός, φαεσίμβροτος Ἥρη.
235 ἤδη δὲ Τρώεσσι καὶ Ἰλιάδεσσι γυναιξὶν
ὄρθρον ὑπὸ σκιόεντα πολύθροος ἤλυθε φήμη
δήιον ἀγγέλλουσα φόβον σημάντορι καπνῷ.
αὐτίκα δʼ ἐξέθορον πυλέων πετάσαντες ὀχῆας
πεζοί θʼ ἱππῆές τε καὶ ἐς πεδίον προχέοντο
240 διζόμενοι, μή τού τις ἔην δόλος ἄλλος Ἀχαιῶν.
οἱ δὲ θοοὺς οὐρῆας ὑποζεύξαντες ἀπήναις
ἐκ πόλιος κατέβαινον ἅμα Πριάμῳ βασιλῆι
ἄλλοι δημογέροντες· ἐλαφρότατοι δʼ ἐγένοντο
θαλπόμενοι περὶ παισίν, ὅσους λίπε φοίνιος Ἄρης,
245 ὀσσόμενοι καὶ γῆρας ἐλεύθερον· οὐ μὲν ἔμελλον
γηθήσειν ἐπὶ δηρόν, ἐπεὶ Διὸς ἤθελε βουλή.
οἱ δʼ ὅτε τεχνήεντος ἴδον δέμας αἰόλον ἵππου,
θαύμασαν ἀμφιχυθέντες, ἅτʼ ἠχήεντες ἰδόντες
αἰετὸν ἀλκήεντα περικλάζουσι κολοιοί.
250 τοῖσι δὲ τετρηχυῖα καὶ ἄκριτος ἔμπεσε βουλή·
οἱ μὲν γὰρ πολέμῳ βαρυπενθέι κεκμηῶτες,
ἵππον ἀπεχθήραντες, ἐπεὶ πέλεν ἔργον Ἀχαιῶν,
ἤθελον δολιχοῖσιν ἐπὶ κρημνοῖσιν ἀράξαι
ἠὲ καὶ ἀμφιτόμοισι διαρρῆξαι πελέκεσσιν·
255 οἱ δὲ νεοξέστοιο πεποιθότες ἔργμασι τέχνης
ἀθανάτοις ἐκέλευον ἀρήιον ἵππον ἀνάψαι,
ὕστερον Ἀργείοιο μόθου σημήιον εἶναι.
φραζομένοις δʼ ἐπὶ τοῖσι παναίολα γυῖα κομίζων
γυμνὸς ὑπὲρ πεδίοιο φάνη κεκακωμένος ἀνήρ·
260 αἵματι δὲ σμώδιγγες ἀεικέϊ βεβριθυῖαι
ἴχνια λωβήεντα θοῶν ἀνέφαινον ἱμάντων.
αὐτίκα δὲ Πριάμοιο ποδῶν προπάροιθεν ἐλυσθεὶς
ἱκεσίαις παλάμῃσι παλαιῶν ἥψατο γούνων,
λισσόμενος δὲ γέροντα δολοπλόκον ἴαχε μῦθον·
265 ἄνδρα μὲν Ἀργείοισιν ὁμόπλοον εἴ μʼ ἐλεαίρεις,
Τρώων δὲ ῥυστῆρα καὶ ἄστεος εἴ με σαώσεις,
Δαρδανίδη σκηπτοῦχε, καὶ ὕστατον ἐχθρὸν Ἀχαιῶν
οἷά με λωβήσαντο θεῶν ὄπιν οὐκ ἀλέγοντες
οὐδὲν ἀλιτραίνοντα, κακοὶ καὶ ἀπηνέες αἰεί·
270 ὣς μέν Ἀχιλλῆος γέρας ἥρπασαν Αἰακίδαο,
ὣς δὲ Φιλοκτήτην ἔλιπον πεπεδημένον ὕδρῳ,
ἔκτειναν δὲ καὶ αὐτὸν ἀγασσάμενοι Παλαμήδην.
καὶ νῦν οἷά μʼ ἔρεξαν ἀτάσθαλοι, οὕνεκα φεύγειν
οὐκ ἔθελον σὺν τοῖσι, μένειν δʼ ἐκέλευον ἑταίρους·
275 οἱ δὲ νοοπλήγεσσιν ἀτασθαλίῃσι δαμέντες
εἵματα μέν μʼ ἀπέδυσαν, ἀεικελίῃσι δʼ ἱμάσθλαις
πᾶν δέμας οὐτήσαντες ἐπὶ ξείνῃ λίπον ἀκτῇ.
ἀλλά, μάκαρ, πεφύλαξο Διὸς σέβας ἱκεσίοιο·
χάρμα γὰρ Ἀργείοισι γενήσομαι, εἴ κεν ἐάσῃς
280 χερσὶν ὕπο Τρώων ἱκέτην καὶ ξεῖνον ὀλέσθαι.
αὐτὰρ ἐγὼ πάντεσσιν ἐπάρκιος ἔσσομαι ὑμῖν
μηκέτι δειμαίνειν πόλεμον παλίνορσον Ἀχαιῶν.
ὣς φάτο· τὸν δʼ γέρων ἀγανῇ μειλίξατο φωνῇ·
ξεῖνε, σὲ μὲν Τρώεσσι μεμιγμένον οὐκέτʼ ἔοικε
285 τάρβος ἔχειν· ἔφυγες γὰρ ἀνάρσιον ὕβριν Ἀχαιῶν.
αἰεὶ δʼ ἡμέτερος φίλος ἔσσεαι, οὐδέ σε πάτρης
οὐδὲ πολυκτεάνων θαλάμων γλυκὺς ἵμερος αἱρεῖ.
ἀλλʼ ἄγε καὶ σύ μοι εἰπέ, τί τοι τόδε θαῦμα τέτυκται,
ἵππος, ἀμειλίκτοιο φόβου τέρας· εἰπὲ δὲ σεῖο
290 οὔνομα καὶ γενεήν, ὁπόθεν δέ σε νῆες ἔνεικαν.
τὸν δʼ ἐπιθαρσήσας προσέφη πολυμήχανος ἥρως·
ἐξερέω καὶ ταῦτα· σὺ γάρ μʼ ἐθέλοντα κελεύεις.
ἄργός μοι πόλις ἐστί, Σίνων δέ μοι οὔνομα κεῖται·
αἴσιμον αὖ καλέουσιν ἐμὸν πολιὸν γενετῆρα·
295 ἵππον δʼ Ἀργείοισι παλαίφατον εὗρεν Ἐπειός·
εἰ μὲν γάρ μιν ἐᾶτε μένειν αὐτοῦ ἐνὶ χώρῃ,
Τροίην θέσφατόν ἐστιν ἑλεῖν πόλιν ἔγχος Ἀχαιῶν·
εἰ δέ μιν ἁγνὸν ἄγαλμα λάβῃ νηοῖσιν Ἀθήνη,
φεύξονται προφυγόντες ἀνηνύστοις ἐπʼ ἀέθλοις.
300 ἀλλʼ ἄγε δὴ σειρῇσι περίπλοκον ἀμφιβαλόντες
ἕλκετʼ ἐς ἀκρόπολιν μεγάλην χρυσήνιον ἵππον·
ἄμμι δʼ Ἀθηναίη ἐρυσίπτολις ἡγεμονεύοι
δαιδάλεον σπεύδουσα λαβεῖν ἀνάθημα καὶ αὐτή.
ὣς ἄρʼ ἔφη· καὶ τὸν μὲν ἄναξ ἐκέλευσε λαβόντα
305 ἕσσασθαι χλαῖνάν τε χιτῶνά τε, τοὶ δέ, βοείαις
δησάμενοι σειρῇσιν, ἐυπλέκτοισι κάλωσιν
εἷλκον ὑπὲρ πεδίοιο, θοῶν ἐπιβήτορα κύκλων,
ἵππον ἀριστήεσσι βεβυσμένον· οἱ δὲ πάροιθεν
αὐλοὶ καὶ φόρμιγγες ὁμὴν ἐλίγαινον ἀοιδήν.
310 σχέτλιον ἀφραδέων μερόπων γένος, οἷσιν ὁμίχλη
ἄσκοπος ἐσσομένων· κενεῷ δʼ ὑπὸ χάρματι πολλοὶ
πολλάκις ἀγνώσσουσι περιπταίοντες ὀλέθρῳ.
οἵη καὶ Τρώεσσι τότε φθισίμβροτος ἄτη
ἐς πόλιν αὐτοκέλευθος ἐκώμασεν· οὐδέ τις ἀνδρῶν
315 ᾔδεεν, οὕνεκα λάβρον ἐφέλκετο πένθος ἄλαστον.
ἄνθεα δὲ δροσόεντος ἀμησάμενοι ποταμοῖο
ἔστεφον αὐχενίους πλοκάμους σφετέροιο φονῆος.
γαῖα δὲ χαλκείοισιν ἐρεικομένη περὶ κύκλοις
δεινὸν ὑπεβρυχᾶτο, σιδήρειοι δὲ διʼ αὐτῶν
320 τριβόμενοι τρηχεῖαν ἀνέστενον ἄξονες ἠχήν·
τετρίγει δὲ κάλων ξυνοχή, καὶ πᾶσα ταθεῖσα
λιγνὺν αἰθαλόεσσαν ἕλιξ ἀνεκήκιε σειρή.
πολλὴ δʼ ἑλκόντων ἐνοπὴ καὶ κόμπος ὀρώρει·
ἔβρεμε νυμφαίῃσιν ἅμα δρυσὶ δάσκιος Ἴδη,
325 ἴαχε καὶ Ξάνθου ποταμοῦ κυκλούμενον ὕδωρ,
καὶ στόμα κεκλήγει Σιμοείσιον· οὐρανίη δὲ
ἐκ Διὸς ἑλκόμενον πόλεμον μαντεύετο σάλπιγξ.
οἱ δʼ ἦγον προπάροιθεν· ὁδὸς δʼ ἐβαρύνετο μακρὴ
σχιζομένη ποταμοῖσι καὶ οὐ πεδίοισιν ὁμοίη.
330 εἵπετο δʼ αἰόλος ἵππος ἀρηιφίλους ἐπὶ βωμοὺς
κυδιόων ὑπέροπλα, βίην δʼ ἐπέρεισεν Ἀθήνη
χεῖρας ἐπιβρίσασα νεογλυφέων ἐπὶ μηρῶν.
ὧδε θέων ἀκίχητος ἐπέδραμε θᾶσσον ὀιστοῦ
Τρῶας ἐυσκάρθμοισιν ὁδοιπορίῃσι διώκων,
335 εἰσόκε δὴ πυλέων ἐπεβήσατο Δαρδανιάων.
αἱ δέ οἱ ἐρχομένῳ θυρέων πτύχες ἐστείνοντο·
ἀλλʼ Ἥρη μὲν ἔλυσεν ἐπὶ δρόμον αὖθις ὁδοῖο
πρόσθεν ἀναστέλλουσα, Ποσειδάων δʼ ἀπὸ πύργων
σταθμὸν ἀνοιγομένων πυλέων ἀνέκοπτε τριαίνῃ.
340 Τρωιάδες δὲ γυναῖκες ἀνὰ πτόλιν ἄλλοθεν ἄλλαι,
νύμφαι τε πρόγαμοί τε καὶ ἴδμονες Εἰλειθυίης,
μολπῇ τʼ ὀρχηθμῷ τε περὶ βρέτας εἱλίσσοντο·
ἄλλαι δὲ χνοόωσαν ἀμελγόεναι χάριν ὄμβρου
ὁλκῷ δουρατέῳ ῥοδέους στορέσαντο τάπητας.
345 αἱ δὲ θαλασσαίης ἐπιμάζια νήματα μίτρης
λυσάμεναι κλωστοῖσι κατέπλεκον ἄνθεσιν ἵππον.
§1.347–1.517
καί τις ἀπειρεσίοιο πίθου κρήδεμνον ἀνεῖσα
χρυσείῳ προχέουσα κρόκῳ κεκερασμένον οἶνον
γαῖαν ἀνεκνίσσωσε χυτὴν εὐώδεϊ πηλῷ.
350 ἀνδρομέῃ δὲ βοῇ συνεβάλλετο θῆλυς ἰωή,
καὶ παίδων ἀλαλητὸς ἐμίσγετο γήραος ἠχῇ.
οἷαι δʼ ἀφνειοῖο μετήλυδες Ὠκεανοῖο,
χείματος ἀμφίπολοι, γεράνων στίχες ἠεροφώνων,
κύκλον ἐπογμεύουσιν ἀλήμονος ὀρχηθμοῖο
355 γειοπόνοις ἀρότῃσιν ἀπεχθέα κεκληγυῖαι·
ὣς οἵγε κλαγγῇ τε διʼ ἄστεος ἠδὲ κυδοιμῷ
ἦγον ἐς ἀκρόπολιν βεβαρημένον ἔνδοθεν ἵππον.
κούρη δὲ Πριάμοιο θεήλατος οὐκέτι μίμνειν
ἤθελεν ἐν θαλάμοισι· διαρρήξασα δʼ ὀχῆας
360 ἔδραμεν ἠύτε πόρτις ἀήσυρος, ἥντε τυπεῖσαν
κέντρον ἀνεπτοίησε βοορραίσταο μύωπος·
δʼ οὐκ εἰς ἀγέλην ποτιδέρκεται οὐδὲ βοτῆρι
πείθεται οὐδὲ νομοῖο λιλαίεται, ἀλλὰ βελέμνῳ
ὀξέι θηγομένη βοέων ἐξήλυθε θεσμῶν·
365 τοίη μαντιπόλοιο βολῆς ὑπὸ νύγματι κούρη
πλαζομένη κραδίην ἱερὴν ἀνεσείετο δάφνην.
πάντη δʼ ἐβρυχᾶτο κατὰ πτόλιν· οὐδὲ τοκήων
οὐδὲ φίλων ἀλέγιζε· λίπεν δέ παρθένος αἰδώς.
οὐχ οὕτω Θρήισσαν ἐνὶ δρυμοῖσι γυναῖκα
370 νήδυμος αὐλὸς ἔτυψεν ὀρειμανέος Διονύσου,
ἥτε θεῷ πληγεῖσα παρήορον ὄμμα τιταίνει
γυμνὸν ἐπισσείουσα κάρη κυανάμπυκι κισσῷ,
ὡς ἥγε πτερόεντος ἀναΐξασα νόοιο
Κασσάνδρη θεόφοιτος ἐμαίνετο· πυκνὰ δὲ χαίτην
375 κοπτομένη καὶ στέρνον ἀνίαχε μαινάδι φωνῇ·
μέλεοι, τίνα τοῦτον ἀνάρσιον ἵππον ἄγοντες
δαιμόνιοι μαίνεσθε καὶ ὑστατίην ἐπὶ νύκτα
σπεύδετε καὶ πολέμοιο πέρας καὶ νήγρετον ὕπνον;
δυσμενέων ὅδε κῶμος ἀρήιος· αἱ δέ που ἤδη
380 τίκτουσιν μογερῆς Ἑκάβης ὠδῖνες ὀνείρων,
λήγει δʼ ἀμβολιεργὸν ἔτος πολέμοιο λυθέντος.
τοῖος ἀριστήων λόχος ἔρχεται, οὓς ἐπὶ χάρμην
τεύχεσιν ἀστράπτοντας ἀμαυροτάτην ὑπὸ νύκτα
τέξεται ὄβριμος ἵππος· ἐπὶ χθόνα δʼ ἄρτι θορόντες
385 ἐς μόθον ὁρμήσουσι τελειότατοι πολεμισταί.
οὐ γὰρ ἐπʼ ὠδίνεσσι μογοστόκον ἵππον ἀνεῖσαι
ἀνδράσι τικτομένοισιν ἐπισχήσουσι γυναῖκες,
αὐτὴ δʼ Εἰλείθυια γενήσεται, μιν ἔτευξε·
γαστέρα δὲ πλήθουσαν ἀνακλίνασα βοήσει
390 μαῖα πολυκλαύτοιο τόκου πτολίπορθος Ἀθήνη.
καὶ δὴ πορφύρεον μὲν ἑλίσσεται ἔνδοθι πύργων
αἵματος ἐκχυμένου πέλαγος καὶ κῦμα φόνοιο,
δεσμά τε συμπαθέων πλέκεται περὶ χερσὶ γυναικῶν
νυμφία, φωλεύει δʼ ὑπὸ δούρασι κευθόμενον πῦρ.
395 ὤμοι ἐμῶν ἀχέων, ὤμοι σέο, πάτριον ἄστυ,
αὐτίκα λεπταλέη κόνις ἔσσεαι, οἴχεται ἔργον
ἀθανάτων, προθέλυμνα θεμείλια Λαομέδοντος.
καὶ σέ, πάτερ, καὶ μῆτερ, ὀδύρομαι, οἷά μοι ἤδη
ἀμφότεροι πείσεσθε· σὺ μέν, πάτερ, οἰκτρὰ δεδουπὼς
400 κείσεαι Ἑρκείοιο Διὸς μεγάλου παρὰ βωμῷ·
μῆτερ ἀριστοτόκεια, σὲ δὲ βροτέης ἀπὸ μορφῆς
λυσσαλέην ἐπὶ παισὶ θεοὶ κύνα ποιήσουσι.
δῖα Πολυξείνη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
κεκλιμένην ὀλίγον δακρύσομαι· ὡς ὄφελέν τις
405 Ἀργείων ἐπὶ σοῖσι γόοις ὀλέσαι με καὶ αὐτήν.
τίς γάρ μοι χρειὼ βιότου πλέον, εἴ με φυλάσσει
οἰκτροτάτῳ θανάτῳ, ξείνη δέ με γαῖα καλύψει;
τοιάδε μοι δέσποινα καὶ αὐτῷ δῶρον ἄνακτι
ἀντὶ τόσων καμάτων Ἀγαμέμνονι πότμον ὑφαίνει.
410 ἀλλʼ ἤδη φράζεσθετὰ δὲ γνώσεσθε παθόντες
καὶ νεφέλην ἀπόθεσθε, φίλοι, βλαψίφρονος ἄτης.
ῥηγνύσθω πελέκεσσι δέμας πολυχανδέος ἵππου
πυρὶ καιέσθω· δολόεντα δὲ σώματα κεῦθον
ὀλλύσθω, μεγάλη δὲ ποθὴ Δαναοῖσι γενέσθω.
415 καὶ τότε μοι δαίνυσθε καὶ ἐς χορὸν ὀτρύνεσθε
στησάμενοι κρητῆρας ἐλευθερίης ἐρατεινῆς.
μὲν ἔφη· τῇ δʼ οὔτις ἐπείθετο· τὴν γὰρ Ἀπόλλων
ἀμφότερον μάντιν τʼ ἀγαθὴν καὶ ἄπιστον ἔθηκεν.
τὴν δὲ πατὴρ ἐνένιπεν ὁμοκλήσας ἐπέεσσι·
420 τίς σε πάλιν, κακόμαντι, δυσώνυμος ἤγαγε δαίμων,
θαρσαλέη κυνόμυια; μάτην ὑλάουσʼ ἀπερύκεις.
οὔπω σοι κέκμηκε νόος λυσσώδεϊ νούσῳ,
οὐδὲ παλιμφήμων ἐκορέσσαο λαβροσυνάων;
ἀλλὰ καὶ ἡμετέρῃσιν ἐπαχνυμένη θαλίῃσιν
425 ἤλυθες, ὁππότε πᾶσιν ἐλεύθερον ἦμαρ ἀνῆψεν
ἡμῖν Ζεὺς Κρονίδης, ἐκέδασσε δὲ νῆας Ἀχαιῶν.
οὐδʼ ἔτι δούρατα μακρὰ τινάσσεται, οὐδʼ ἔτι τόξα
ἕλκεται, οὐ ξιφέων σελαγή, σιγῶσι δʼ ὀιστοί,
ἀλλὰ χοροὶ καὶ μοῦσα μελίπνοος, οὐδʼ ἔτι νείκη,
430 οὐ μήτηρ ἐπὶ παιδὶ κινύρεται, οὐδʼ ἐπὶ δῆριν
ἄνδρα γυνὴ πέμψασα νέκυν δακρύσατο χήρη·
ἵππον ἀνελκόμενον δέχεται πολιοῦχος Ἀθήνη.
παρθένε τολμήεσσα, σὺ δὲ πρὸ δόμοιο θοροῦσα
ψεύδεα θεσπίζουσα καὶ ἄγρια μαργαίνουσα
435 μοχθίζεις ἀτέλεστα καὶ ἱερὸν ἄστυ μιαίνεις.
ἔρρʼ οὕτως· ἡμῖν δὲ χοροὶ θαλίαι τε μέλονται.
οὐ γὰρ ἔτι Τροίης ὑπὸ τείχεσι δεῖμα λέλειπται,
οὐδʼ ἔτι μαντιπόλοιο τεῆς κεχρήμεθα φωνῆς.
ὣς εἰπὼν ἐκέλευσεν ἄγειν ἑτερόφρονα κούρην
440 κεύθων ἐν θαλάμοισι· μόγις δʼ ἀέκουσα τοκῆι
πείθετο, παρθενίῳ δὲ περὶ κλιντῆρι πεσοῦσα
κλαῖεν ἐπισταμένη τὸν ἑὸν μόρον· ἔβλεπε δʼ ἤδη
πατρίδος αἰθομένης ἐπὶ τείχεσι μαρνάμενον πῦρ.
οἱ δὲ πολισσούχοιο θεῆς ὑπὸ νηὸν Ἀθήνης
445 ἵππον ἀναστήσαντες ἐυξέστων ἐπὶ βάθρων
ἔφλεγον ἱερὰ καλὰ πολυκνίσσων ἐπὶ βωμῶν·
ἀθάνατοι δʼ ἀνένευον ἀνηνύστους ἑκατόμβας.
εἰλαπίνη δʼ ἐπίδημος ἔην καὶ ἀμήχανος ὕβρις,
ὕβρις ἐλαφρίζουσα μέθην λυσήνορος οἴνου.
450 ἀφραδίῃ τε βέβυστο, μεθημοσύνῃ τε κεχήνει
πᾶσα πόλις, πυλέων δʼ ὀλίγοις φυλάκεσσι μεμήλει·
ἤδη γὰρ καὶ φέγγος ἐδύετο, δαιμονίη δὲ
Ἴλιον αἰπεινὴν ὀλεσίπτολις ἀμφέβαλεν νύξ.
Ἀργείῃ δʼ Ἑλένῃ πολιὸν δέμας ἀσκήσασα
455 ἦλθε δολοφρονέουσα πολυφράδμων Ἀφροδίτη,
ἐκ δὲ καλεσσαμένη προσέφη πειθήμονι φωνῇ·
νύμφα φίλη, καλέει σε πόσις Μενέλαος ἀγήνωρ
ἵππῳ δουρατέῳ κεκαλυμμένος, ἀμφὶ δʼ Ἀχαιῶν
ἡγεμόνες λοχόωσι τεῶν μνηστῆρες ἀέθλων.
460 ἀλλʼ ἴθι, μηδʼ ἔτι τοι μελέτω Πριάμοιο γέροντος
μήτʼ ἄλλων Τρώων μήτʼ αὐτοῦ Δηιφόβοιο·
ἤδη γάρ σε δίδωμι πολυτλήτῳ Μενελάῳ.
ὣς φαμένη θεὸς αὖθις ἀνέδραμεν· δὲ δόλοισι
θελγομένη κραδίην θάλαμον λίπε κηώεντα,
465 καί οἱ Δηίφοβος πόσις εἴπετο· τὴν δὲ κιοῦσαν
Τρῳάδες ἑλκεχίτωνες ἐθηήσαντο γυναῖκες.
δʼ ὁπόθʼ ὑψιμέλαθρον ἐς ἱερὸν ἦλθεν Ἀθήνης,
ἔστη παπταίνουσα φυὴν εὐήνορος ἵππου.
τρὶς δὲ περιστείχουσα καὶ Ἀργείους ἐρέθουσα
470 πάσας ἠυκόμους ἀλόχους ὀνόμαζεν Ἀχαιῶν
φωνῇ λεπταλέῃ· τοὶ δʼ ἔνδοθι θυμὸν ἄμυσσον
ἀλγεινοὶ κατέχοντες ἐεργμένα δάκρυα σιγῇ.
ἔστενε μὲν Μενέλαος, ἐπεὶ κλύε Τυνδαρεώνης,
κλαῖε δὲ Τυδείδης μεμνημένος Αἰγιαλείης,
475 οὔνομα δʼ ἐπτοίησεν Ὀδυσσέα Πηνελοπείης,
Ἄντικλος δʼ ὅτε κέντρον ἐδέξατο Λαοδαμείης,
μοῦνος ἀμοιβαίην ἀνεβάλλετο γῆρυν ἀνοίξας·
ἀλλʼ Ὀδυσεὺς κατέπαλτο καὶ ἀμφοτέρῃς παλάμῃσιν
ἀμφιπεσὼν ἐπίεζεν ἐπειγόμενον στόμα λῦσαι.
480 μάστακα δʼ ἀρρήκτοισιν ἀλυκτοπέδῃσι μεμαρπὼς
εἶχεν ἐπικρατέως· δʼ ἐπάλλετο χερσὶ πιεσθείς,
φεύγων ἀνδροφόνοιο πελώρια δεσμὰ σιωπῆς.
καὶ τὸν μὲν λίπεν ἆσθμα φερέσβιον· οἱ δέ μιν ἄλλοι
δάκρυσι λαθριδίοισι κατακλαύσαντες Ἀχαιοὶ
485 κοῖλον ἀποκρύψαντες ἐς ἰσχίον ἔνθεσαν ἵππου
καὶ χλαῖναν μελέεσσιν ἐπὶ ψυχροῖσι βαλόντες.
καί νύ κεν ἄλλον ἔθελγε γυνὴ δολόμητις Ἀχαιῶν,
εἰ μή οἱ βλοσυρῶπις ἀπʼ αἰθέρος ἀντήσασα
Παλλὰς ἐπηπείλησε, φίλου δʼ ἐξήγαγε νηοῦ
490 μούνῃ φαινομένη, στερεῇ δʼ ἀπεπέμψατο φωνῇ·
δειλαίη, τέο μέχρις ἀλιτροσύναι σε φέρουσι
καὶ πόθος ἀλλοτρίων λεχέων καὶ Κύπριδος ἄτη;
οὔποτε δʼ οἰκτείρεις πρότερον πόσιν οὐδὲ θύγατρα
Ἑρμιόνην ποθέεις; ἔτι δὲ Τρώεσσιν ἀρήγεις;
495 χάζεο καὶ θαλάμων ὑπερώιον εἰσαναβᾶσα
σὺν πυρὶ μειλιχίῳ ποτιδέχνυσο νῆας Ἀχαιῶν.
ὣς φαμένη κενεὴν ἀπάτην ἐκέδασσε γυναικός.
καὶ τὴν μὲν θαλαμόνδε πόδες φέρον· οἱ δὲ χοροῖο
παυσάμενοι καμάτῳ ἀδδηκότες ἤριπον ὕπνῳ.
500 καὶ δή που φόρμιγξ ἀνεπαύσατο, κεῖτο δὲ κάμνων
αὐλὸς ἐπὶ κρητῆρι, κύπελλα δὲ πολλὰ χυθέντα
αὐτομάτως ῥείεσκε καθελκομένων ἀπὸ χειρῶν.
ἡσυχίη δὲ πόλιν κατεβόσκετο, νυκτὸς ἑταίρη,
οὐδʼ ὑλακὴ σκυλάκων ἠκούετο, πᾶσα δὲ σιγὴ
505 εἱστήκει καλέουσα φόνον πνείουσαν ἀυτήν.
ἤδη δὲ Τρώεσσιν ὀλέθριον εἷλκε τάλαντον
Ζεὺς ταμίης πολέμοιο, μόγις δʼ ἐλέλιξεν Ἀχαιούς·
χάζετο δʼ Ἰλιόθεν Λυκίης ἐπὶ πίονα νηὸν
ἀχνύμενος μεγάλοις ἐπὶ τείχεσι Φοῖβος Ἀπάλλων.
510 αὐτίκα δ Ἀργείοισιν Ἀχιλλῆος παρὰ τύμβον
ἀγγελίην ἀνάφαινε Σίνων εὐφεγγέι δαλῷ
παννυχίη δʼ ἑτάροισιν ὑπὲρ θαλάμοιο καὶ αὐτὴ
εὐειδής Ἑλένη χρυσέην ἐπεδείκνυτο πεύκην.
ὡς δʼ ὁπότε πλήθουσα πυρὸς γλαυκοῖο σελήνη
515 οὐρανὸν αἰγλήεντα κατεχρύσωσε προσώπῳ·
οὐχ ὅτε που γλωχῖνας ἀποξύνουσα κεραίης
πρωτοφαὴς ὑπὸ μηνὸς ἀνίσταται ἄσκιον ἀχλύν,
§1.518–1.691
ἀλλʼ ὅτε κυκλώσασα περίτροχον ὄμματος αὐγὴν
ἀντιτύπους ἀκτῖνας ἐφέλκεται ἠελίοιο·
520 τοίη μαρμαίρουσα Θεραπναίη τότε νύμφη
οἴνοπα πῆχυν ἀνεῖλκε, φίλου πυρὸς ἡνιοχῆα.
οἱ δὲ σέλας πυρσοῖο μετήορον ἀθρήσαντες
νῆας ἀνεκρούσαντο παλιγγνάμπτοισι κελεύθοις
Ἀργεῖοι σπεύδοντες, ἅπας δʼ ἠπείγετο ναύτης
525 δηναιοῦ πολέμοιο τέλος διζήμενος εὑρεῖν.
οἱ δʼ αὐτοὶ πλωτῆρες ἔσαν κρατεροί τε μαχηταὶ
ἀλλήλοις τʼ ἐκέλευον ἐλαυνέμεν· αἱ δʼ ἄρα νῆες
ὠκύτεραι κραιπνῶν ἀνέμων ἀνέμων ταχυπειθέι ῥιπῇ
Ἴλιον εἰσανάγοντο Ποσειδάωνος ἀρωγῇ.
530 ἐνθάδε δὴ πεζοί πρότεροι κίον, οἱ δʼ ἐπέλειφθεν
ἱππῆες κατόπισθεν, ὅπως μὴ Τρώιον ἵπποι
λαὸν ἀναστήσωσιν ἀειρομένῳ χρεμετισμῷ.
οἱ δʼ ἕτεροι γλαφυρῆς ἀπὸ γαστέρος ἔρρεον ἵππου,
τευχησταὶ βασιλῆες, ἀπὸ δρυὸς οἶα μέλισσαι,
535 αἵτʼ ἐπεὶ οὖν ἔκαμον πολυχανδέος ἔνδοθι σίμβλου
κηρὸν ὑφαίνουσαι μελιηδέα ποικιλοτέχναι,
ἐς νομὸν εὐγυάλοιο κατʼ ἄγγεος ἀμφιχυθεῖσαι
νύγμασι πημαίνουσι παραστείχοντας ὁδίτας·
ὣς Δαναοὶ κρυφίοιο λόχου κληῖδας ἀνέντες
540 θρῷσκον ἐπὶ Τρώεσσι καὶ εἰσέτι κοῖτον ἔχοντας
χαλκείου θανάτοιο κακοῖς ἐκάλυψαν ὀνείροις.
νήχετο δʼ αἵματι γαῖα, βοὴ δʼ ἄλληκτος ὀρώρει
Τρώων φευγόντων, ἐστείνετο δʼ Ἴλιος ἱρὴ
πιπτόντων νεκύων, οἱ δʼ ἀνδροφόνῳ κολοσυρτῷ
545 ἔζεον ἔνθα καὶ ἔνθα μεμηνότες οἶα λέοντες
σώμασιν ἀρτιφάτοισι γεφυρώσαντες ἀγυιάς.
Τρωιάδες δὲ γυναῖκες ὑπέρ τεγέων ἀίουσαι
αἱ μὲν ἐλευθερίης ἐρατῆς ἔτι διψώουσαι
αὐχένας ἐς θάνατον δειλοῖς ὑπέβαλλον ἀκοίταις,
550 αἱ δὲ φίλοις ἐπὶ παισί, χελιδόνες οἷάτε κοῦφαι,
μητέρες ὠδύροντο· νέη δέ τις ἀσπαίροντα
ἠίθεον κλαύσασα θανεῖν ἔσπευδε καὶ αὐτὴ
οὐδὲ δορυκτήτοισιν ὁμοῦ δεσμοῖσιν ἕπεσθαι
ἤθελεν, ἀλλʼ ἐχόλωσε καὶ οὐκ ἐθέλοντα φονῆα
555 καὶ ξυνὸν λέχος ἔσχεν ὀφειλόμενον παρακοίτῃ.
πολλαὶ δʼ ἠλιτόμηνα καὶ ἄπνοα τέκνα φέρουσαι
γαστέρος ὠμοτόκοιο χύδην ὠδῖνα μεθεῖσαι
ῥιγεδανῶς σὺν παισὶν ἀπεψύχοντο καὶ αὐταί.
παννυχίη δʼ ἐχόρευσεν ἀνὰ πτόλιν, οἷα θύελλα,
560 κύμασι παφλάζουσα πολυφλοίσβου πολέμοιο
αἵματος ἀκρήτοιο μέθης ἐπίκωμος Ἐνυώ.
σὺν δʼ Ἔρις οὐρανόμηκες ἀναστήσασα κάρηνον
Ἀργείους ὀρόθυνεν, ἐπεὶ καὶ φοίνιος Ἄρης
ὀψὲ μὲν ἀλλὰ καὶ ὣς πολέμων ἑτεραλκέα νίκην
565 ἦλθε φέρων Δαναοῖσι καὶ ἀλλοπρόσαλλον ἀρωγήν.
ἴαχε δὲ γλαυκῶπις ἐπʼ ἀκροπόληος Ἀθήνη
αἰγίδα κινήσασα, Διὸς σάκος, ἔτρεμε δʼ αἰθὴρ
Ἥρης σπερχομένης, ἐπὶ δʼ ἔβραχε γαῖα βαρεῖα
παλλομένη τριόδοντι Ποσειδάωνος ἀκωκῇ,
570 ἔφριξεν δʼ Ἀίδης, χθονίων δʼ ἐξέδρακε θώκων
ταρβήσας, μή πού τι Διὸς μέγα χωσαμένοιο
πᾶν γένος ἀνθρώπων κατάγοι ψυχοστόλος Ἑρμῆς.
πάντα δʼ ὁμοῦ κεκύκητο, φόνος δέ τις ἄκριτος ἦεν·
τοὺς μὲν γὰρ φεύγοντας ἐπὶ Σκαιῇσι πύλῃσι
575 κτεῖνον ἐφεστηῶτες, δʼ ἐξ εὐνῆς ἀνορούσας
τεύχεα μαστεύων δνοφερῇ περικάππεσεν αἰχμῇ.
καί τις ὑπὸ σκιόεντι δόμῳ κεκρυμμένος ἀνήρ,
ξεῖνος ἐών, ἐκάλεσσεν ὀιόμενος φίλον εἶναι·
νήπιος, οὐ μὲν ἔμελλεν ἐνηέι φωτὶ μιγῆναι,
580 ξείνια δʼ ἐχθρὰ κόμισσεν· ὑπέρ τέγεος δέ τις ἄλλος
μήπω παπταίνων τι θοῷ διέπιπτεν ὀιστῷ.
καί τινες ἀλγεινῷ κραδίην βεβαρηότες οἴνῳ,
ἐκπλαγέες ποτὶ δοῦπον, ἐπειγόμενοι καταβῆναι,
κλίμακος ἐξελάθοντο καθʼ ὑψηλῶν τε μελάθρων
585 ἔκπεσον ἀγνώσσοντες, ἐπαυχενίους δὲ λυθέντες
ἀστραγάλους ἐάγησαν, ὁμοῦ δʼ ἐξήρυγον οἶνον.
πολλοὶ δʼ εἰς ἕνα χῶρον ἀολλέες ἐκτείνοντο
μαρνάμενοι, πολλοὶ δὲ διωκόμενοι κατὰ πύργων
ἤριπον εἰς Ἀίδαο πανύστατον ἅλμα θορόντες.
590 παῦροι δὲ στεινῆς διὰ κοιλάδος, οἷάτε φῶρες,
πατρίδος ὀλλυμένης ἔλαθον χειμῶνα φυγόντες.
οἱ δʼ ἔνδον πολέμῳ τε καὶ ἀχλύι κυμαίνοντες,
ἀνδράσιν οἰχομένοισι καὶ οὐ φεύγουσιν ὁμοῖοι,
πίπτον ἐπʼ ἀλλήλοισι· πόλις δʼ οὐ χάνδανε λύθρον
595 ἀνδρῶν χηρεύουσα, περιπλήθουσα δὲ νεκρῶν.
οὐδέ τι φειδωλή τις ἐγίνετο· φοιταλέῃ δὲ
σπερχόμενοι μάστιγι φιλαγρύπνοιο κυδοιμοῦ
οὐδὲ θεῶν ὄπιν εἶχον, ἀθεσμοτάτης δʼ ὑπὸ ῥιπῆς
ἀθανάτων ἔχραινον ἀπενθέας αἵματι βωμούς.
600 οἰκτρότατοι δὲ γέροντες ἀτιμοτάτοισι φόνοισιν
οὐδʼ ὀρθοὶ κτείνοντο, χαμαὶ δʼ ἱκετήσια γυῖα
τεινάμενοι πολιοῖσι κατεκλίνοντο καρήνοις.
πολλὰ δὲ νήπια τέκνα μινυνθαδίων ἀπὸ μαζῶν
μητέρος ἡρπάζοντο καὶ οὐ νοέοντα τοκήων
605 ἀμπλακίας ἀπέτινον, ἀνημέλκτου δὲ γάλακτος
παιδὶ μάτην ὀρέγουσα χοὰς ἐκόμισσε τιθήνη.
οἰωνοί τε κύνες τε κατὰ πτόλιν ἄλλοθεν ἄλλοι,
ἠέριοι πεζοί τε συνέστιοι εἰλαπινασταί,
αἷμα μέλαν πίνοντες ἀμείλιχον εἶχον ἐδωδήν,
610 καὶ τῶν μὲν κλαγγὴ φόνον ἔπνεεν, οἱ δʼ ὑλάοντες
ἄγρια κοπτομένοισιν ἐπʼ ἀνδράσιν ὠρύοντο,
νηλέες, οὐδʼ ἀλέγιζον ἑοὺς ἐρύοντες ἄνακτας.
τὼ δὲ γυναιμανέος ποτὶ δώματα Δηιφόβοιο
στελλέσθην Ὀδυσσεύς τε καὶ εὐχαίτης Μενέλαος
615 καρχαλέοισι λύκοισιν ἐοικότες, οἵθʼ ὑπὸ νύκτα
χειμερίην φονόωντες ἀσημάντοις ἐπὶ μήλοις
οἴχονται, κάματον δὲ κατατρύχουσι νομήων.
ἔνθα δύω περ ἐόντες ἀπειρεσίοισιν ἔμιχθεν
ἀνδράσι δυσμενέεσσι· νέη δʼ ἠγείρετο χάρμη
620 τῶν μὲν ἐπορνυμένων, τῶν δʼ ὑψόθεν ἐκ θαλάμοιο
βαλλόντων λιθάκεσσι καὶ ὠκυμόροισιν ὀιστοῖς.
ἀλλὰ καὶ ὣς ὑπέροπλα καρήατα πυργώσαντες
ἀρρήκτοις κορύθεσσι καὶ ἀσπίσι κυκλώσαντες
εἰσέθορον μέγα δῶμα· καὶ ἀντίβιον μὲν ὅμιλον,
625 θῆρας δειμαλέους, ἐλάων ἐδάιξεν Ὀδυσσεύς,
Ἀτρείδης δʼ ἑτέρωθεν ὑποπτήξαντα διώξας
Δηίφοβον κατέμαρψε, μέσην κατὰ γαστέρα τύψας
ἧπαρ ὀλισθηρῇσι συνεξέχεεν χολάδεσσιν.
ὣς μὲν αὐτόθι κεῖτο λελασμένος ἱπποσυνάων,
630 τῷ δʼ ἕπετο τρομέουσα δορυκτήτη παράκοιτις
ἄλλοτε μὲν χαίρουσα κακῶν ἐπὶ τέρματι μόχθων,
ἄλλοτε δʼ αἰδομένη, τοτὲ δʼ ὀψέ περ ὡς ἐν ὀνείρῳ
λαθρίδιον στενάχουσα φίλης μιμνῄσκετο πάτρης.
Αἰακίδης δὲ γέροντα Νεοπτόλεμος βασιλῆα
635 πήμασι κεκμηῶτα παρʼ Ἑρκείῳ κτάνε βωμῷ
οἶκτον ἀπωσάμενος πατρώιον· οὐδὲ λιτάων
ἔκλυεν, οὐ Πηλῆος ὁρώμενος ἥλικα χαίτην
ᾐδέσαθʼ, ἧς ὕπο θυμὸν ἀπέκλασεν ἠδὲ γέροντος
καίπερ ἐὼν βαρύμηνις ἐφείσατο τὸ πρὶν Ἀχιλλεύς.
640 σχέτλιος, μὲν ἔμελλε καὶ αὐτῷ πότμος ὁμοῖος
ἑσπέσθαι παρὰ βωμὸν ἀληθέος Ἀπόλλωνος
ὕστερον, ὁππότε μιν ζαθέου δηλήμονα νηοῦ
Δελφὸς ἀνὴρ ἐλάσας ἱερῇ κατέπεφνε μαχαίρῃ.
δὲ κυβιστήσαντα διηερίων ἀπὸ πύργων
645 χειρὸς Ὀδυσσείης ὀλοὸν βέλοςἀθρήσασα
Ἀνδρομάχη μινύωρον ἐκώκυεν Ἀστυάνακτα.
Κασσάνδρην δʼ ᾔσχυνεν Ὀιλῆος ταχὺς Αἴας
Παλλάδος ἀχράντοιο θεῆς ὑπὸ γοῦνα πεσοῦσαν·
δὲ βίην ἀνένευσε θεή, τὸ πρόσθεν ἀρηγὼν
650 ἀνθʼ ἑνὸς Ἀργείοισιν ἐχώσατο πᾶσιν Ἀθήνη.
Αἰνείαν δʼ ἔκλεψε καὶ Ἀγχίσην Ἀφροδίτη
οἰκτείρουσα γέροντα καὶ υἱέα, τῆλε δὲ πάτρης
Αὐσονίην ἀπένασσε· θεῶν δʼ ἐτελείετο βουλὴ
Ζηνὸς ἐπαινήσαντος, ἵνα κράτος ἄφθιτον εἴη
655 παισὶ καὶ υἱωνοῖσιν ἀρηιφίλης Ἀφροδίτης.
τέκνα δὲ καὶ γενεὴν Ἀντήνορος ἀντιθέοιο
Ἀτρείδης ἐφύλαξε, φιλοξείνοιο γέροντος,
μειλιχίης προτέρης τίνων χάριν ἠδὲ τραπέζης
κείνης, μιν ἔδεκτο γυνὴ πρηεῖα Θεανώ.
660 δειλὴ Λαοδίκη, σὲ δὲ πατρίδος ἐγγύθι γαίης
γαῖα περιπτύξασα κεχηνότι δέξατο κόλπῳ·
οὐδέ σε Θησείδης Ἀκάμας οὐδʼ ἄλλος Ἀχαιῶν
ἤγαγε ληιδίην, ἔθανες δʼ ἅμα πατρίδι γαίῃ.
πᾶσαν δʼ οὐκ ἂν ἔγωγε μόθου χύσιν ἀείσαιμι
665 κρινάμενος τὰ ἕκαστα καὶ ἄλγεα νυκτὸς ἐκείνης·
Μουσάων ὅδε μόχθος, ἐγὼ δʼ ἅπερ ἵππον ἐλάσσω
τέρματος ἀμφιέλισσαν ἐπιψαύουσαν ἀοιδήν.
ἄρτι γὰρ ἀντολίηθεν ἀπόσσυτος Ὠκεανοῖο
ἠρέμα λευκαίνουσα κατέγραφεν ἠέρα πολλήν,
670 νύκτα διαρρήξασα μιαιφόνον ἱππότις Ἠώς·
οἱ δʼ ἐπαγαλλόμενοι πολέμων ὑπεραυχέι νίκῃ
πάντοσε παπταίνεσκον ἀνὰ πτόλιν, εἴ τινες ἄλλοι
κλεπτόμενοι φεύγουσι φόνου πάνδημον ἀυτήν.
ἀλλʼ οἱ μὲν δέδμηντο λίνῳ θανάτοιο πανάγρῳ,
675 ἰχθύες ὡς ἁλίῃσιν ἐπὶ ψαμάθοισι χυθέντες,
Ἀργεῖοι δʼ ἀπὸ μὲν μεγάρων νεοτευχέα κόσμον
ἐξέφερον, νηῶν ἀναθήματα, πολλὰ δʼ ἐρήμων
ἥρπαζον θαλάμων κειμήλια· σὺν δὲ γυναῖκας
ληιδίας σὺν παισὶν ἄγον ποτὶ νῆας ἀνάγκῃ.
680 τείχεσι δὲ πτολίπορθον ἐπὶ φλόγα θωρήξαντες
ἔργα Ποσειδάωνος ἰῇ συνέχευον ἀυτμῇ.
αὐτοῦ καὶ μέγα σῆμα φίλοις ἀστοῖσιν ἐτύχθη
Ἴλιος αἰθαλόεσσα· πυρὸς δʼ ὀλεσίπτολιν ἄτην
Ξάνθος ἰδὼν ἔκλαυσε γόων ἁλιμυρέι πηγῇ,
685 Ἡφαίστῳ δʼ ὑπόεικεν ἀτυζόμενος χόλον Ἥρης.
οἱ δὲ Πολυξείνης ἐπιτύμβιον αἷμα χέαντες,
υῆνιν ἱλασσάμενοι τεθνειότος Αἰακίδαο
Τρωιάδας τε γυναῖκας ἐλάγχανον, ἄλλα τε πάντα
χρυσὸν ἐμοιρήσαντο καὶ ἄργυρον· οἷσι βαθείας
690 νῆας ἐπαχθήσαντες ἐριγδούπου διὰ πόντου
ἐκ Τροίης ἀνάγοντο μόθον τελέσαντες Ἀχαιοί.
Tap any Greek word to look it up
An open-access project
Mair 1928
Loeb
Mair (eclectic), 1928 · 1928
The Editor

Alexander William Mair (1875–1928) was a Scottish classical scholar, Professor of Greek at the University of Edinburgh. He produced the Loeb Classical Library editions of Callimachus, Lycophron, and Aratus — Hellenistic poets whose technical virtuosity and allusive style presented particular challenges for translation. His brother Gilbert Rogers Mair produced the companion Loeb of Oppian, Colluthus, and Tryphiodorus.

About This Edition

Mair's Loeb editions present Hellenistic Greek poetry with facing English translations. Following Loeb convention, the Greek text is based on existing critical editions. For Callimachus, R. Pfeiffer's monumental edition (1949–1953) now provides the standard critical text. For Aratus, D. Kidd's edition and commentary (1997) represents the most thorough modern treatment. Mair's translations remain useful for their accuracy and his introductions provide helpful context for these demanding poets.

Translator

A. W. Mair (Loeb Classical Library)

Text Basis

Mair's own eclectic text for the Loeb Classical Library.

Tap any Greek word to look it up