Theophrastus De Nervorum Resolutione
EN Lat Orig
De Nervorum Resolutione
§1 Ὅτι ὑπὸ καταψύξεώς φησιν, ὡς κοινῷ λόγῳ φάναι τὴν παράλυσιν γίνεσθαι· καὶ ταύτην οἱ μὲν ὑπὸ πνεύματος (καταψυχομένου), — πνευματικὸν γὰρ τὸ πάθος, — οἱ δὲ ἐκλείψει καὶ στερήσει τοῦ πνεύματος. Τοῦτο γὰρ εἶναι τὸ τὴν θερμότητα καὶ τὴν κίηησιν ὅλως ποιοῦν· ἀκινησίας δὲ γινομένης κατάψυξις γίνεται τοῦ αἵματος ἁπλῶς εἰπεῖν τῆς ὑγρότητος. Διὰ τοῦτο γὰρ καὶ νάρκη γίνεται ἐν τοῖς ποσὶν καὶ ἐν τοῖς ἄνω μέρεσιν ὅταν ἀποπιεσθῶσιν ἀπὸ καθέδρας ἄλλῳ τινὶ τρόπῳ. Τότε γὰρ διαλαμβάνει τῇ πιέσει τὸ πνεῦμα καὶ οὐ δυνάμενον τὴν οἰκείαν κίνησιν κινεῖσθαι ἵστησι καὶ ἀποψύχει τὸ αἷμα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up