§praef–4
§praef μὴ ἀφαιρώμεθα τὰς τέχνας τὸ ἀεὶ σώζεσθαι δυσαντίβλεπτον ἡγούμενοι τὸ πρεσβύτερον, μηδʼ εἴ τῳ τῶν παλαιοτέρων προείληπταί τι, τοῦτο ζηλοῦν κατὰ δύναμιν φειδώμεθα σχήματι εὐπρεπεῖ τὸ ῥᾴθυμον ὑποκοριζόμενοι, ἀλλʼ ἐπιβάλωμεν τῷ φθάσαντι, τυχόντες γὰρ σκοποῦ ἀξίως λόγου πράξομεν, εἰ δέ πη καὶ σφαλῆναι ξυμβαίη, τὸ γοῦν ἐπαινοῦντας φαίνεσθαι ζηλοῦν τὰ εὖ ἔχοντα ἑαυτοῖς δώσομεν. τί δή μοι ταυτὶ προανακέκρουσται; ἐσπούδασταί τις γραφικῆς ἔργων ἔκφρασις τὠμῷ ὁμωνύμῳ τε καὶ μητροπάτορι λίαν ἀττικῶς τῆς γλώττης ἔχουσα ξὺν ὥρᾳ τε προηγμένῃ καὶ τόνῳ. ταύτης κατʼ ἴχνη χωρῆσαι θελήσαντες ἀνάγκην ἔσχομεν πρὸ τῆς ὅλης ἐπιβολῆς καὶ περὶ ζωγραφίας τινὰ διελθεῖν, ὡς ἂν καὶ λόγος ἔχῃ τὴν οἰκείαν ὕλην ἐφαρμόττουσαν τοῖς ὑποκειμένοις. ζωγραφίας ἄριστον καὶ οὐκ ἐπὶ σμικροῖς τὸ ἐπιτήδευμα, χρὴ γὰρ τὸν ὀρθῶς προστατεύσοντα τῆς τέχνης φύσιν τε ἀνθρωπείαν εὖ διεσκέφθαι καὶ ἱκανὸν εἶναι γνωματεῦσαι ἠθῶν ξύμβολα καὶ σιωπώντων καὶ τί μὲν ἐν παρειῶν καταστάσει, τί δὲ ἐν ὀφθαλμῶν κράσει, τί δὲ ἐν ὀφρύων ἤθει κεῖται καὶ ξυνελόντι εἰπεῖν, ὁπόσα ἐς γνώμην τείνει. τούτων δὲ ἱκανῶς ἔχων ξυναιρήσει πάντα καὶ ἄριστα ὑποκρινεῖται χεὶρ τὸ οἰκεῖον ἑκάστου δρᾶμα, ʽκαἲ μεμηνότα εἰ τύχοι ὀργιζόμενον ἔννουν χαίροντα ὁρμητὴν ἐρῶντα καὶ καθάπαξ τὸ ἁρμόδιον ἐφʼ ἑκάστῳ γράψει. ἡδεῖα δὲ καὶ ἐν αὐτῷ ἀπάτη καὶ οὐδὲν ὄνειδος φέρουσα, τὸ γὰρ τοῖς οὐκ οὖσιν ὡς οὖσι προσεστάναι καὶ ἄγεσθαι ὑπʼ αὐτῶν, ὡς εἶναι νομίζειν, ἀφʼ οὗ βλάβος οὐδέν, πῶς οὐ ψυχαγωγῆσαι ἱκανὸν καὶ αἰτίας ἐκτός; δοκοῦσι δέ μοι παλαιοί τε καὶ σοφοὶ ἄνδρες πολλὰ ὑπὲρ ξυμμετρίας τῆς ἐν γραφικῇ γράψαι, οἷον νόμους τιθέντες τῆς ἑκάστου τῶν μελῶν ἀναλογίας ὡς οὐκ ἐνὸν τῆς κατʼ ἔννοιαν κινήσεως ἐπιτυχεῖν ἄριστα μὴ ἔσω τοῦ ἐκ φύσεως μέτρου τῆς ἁρμονίας ἡκούσης, τὸ γὰρ ἔκφυλον καὶ ἔξω μέτρου οὐκ ἀποδέχεσθαι φύσεως ὀρθῶς ἐχούσης κίνησιν. σκοποῦντι δὲ καὶ ξυγγένειάν τινα πρὸς ποιητικὴν ἔχειν τέχνη εὑρίσκεται καὶ κοινή τις ἀμφοῖν εἶναι φαντασία. θεῶν γὰρ παρουσίαν οἱ ποιηταὶ ἐς τὴν ἑαυτῶν σκηνὴν ἐσάγονται καὶ πάντα, ὅσα ὄγκου καὶ σεμνότητος καὶ ψυχαγωγίας ἔχεται, γραφική τε ὁμοίως, λέγειν οἱ ποιηταὶ ἔχουσι, ταῦτʼ ἐν τῷ γράμματι σημαίνουσα. καὶ τί χρὴ λέγειν περὶ τῶν ἀριζήλως εἰρημένων πολλοῖς πλείονα λέγοντα δοκεῖν ἐς ἐγκώμια καθίστασθαι τοῦ πράγματος; ἀρκεῖ γὰρ καὶ ταῦτα δεικνύναι τὸ σπουδαζόμενον ἡμῖν, ὡς οὐκ ἀποβεβλήσεταί που, κομιδῇ σμικρά, γράμμασι γὰρ προστυχὼν χειρὸς ἀστείας, ἐν οἷς ἀρχαῖαι πράξεις οὐκ ἀμούσως ἔχουσαι ἦσαν, οὐκ ἠξίωσα σιωπῇ παρελθεῖν ταῦτα. ἀλλʼ ἵνʼ ἡμῖν μὴ ἐφʼ ἑνὸς τὸ γράμμα προίοι, ἔστω τις ὑποκείμενος, πρὸς ὃν χρὴ τὰ καθʼ ἕκαστα διαρθροῦν, ἵνʼ οὕτω καὶ λόγος τὸ ἁρμόττον ἔχοι.
§1.1 α. κομῶσα τῇ σχοίνῳ ἡρωίνη, ὁρᾷς γάρ που τὴν ὑπὸ τῷ ὄρει στιφρὰν τὸ εἶδος καὶ ἐσταλμένην κυανῷ, Σκῦρος, παῖ, νῆσος, ἣν θεῖος Σοφοκλῆς ἀνεμώδεα καλεῖ. ἔστι δʼ αὐτῇ καὶ πτόρθος ἐλαίας ἐν ταῖν χεροῖν καὶ ἀμπέλου κλῆμα, δʼ ὑπὸ τοῖς πρόποσι τοῦ ὄρους πύργος, παρθενεύονται ἐνταῦθα αἱ τοῦ Λυκομήδους κόραι ξὺν τῇ δοκούσῃ παρὰ Θέτιδος ἥκειν, τὸ γάρ τοι Μοιρῶν ἐπὶ τῷ παιδὶ δόγμα τοῦ πατρὸς Νηρέως Θέτις μαθοῦσα καὶ ὡς ἐπʼ ἄμφω πεπρωμένον αὐτῷ εἴη ζῆν ἀκλεῶς εὐκλεᾶ γενόμενον τάχιστα τελευτᾶν, ἀπόθετος αὐτῇ παῖς ξὺν ταῖς Λυκομήδους θυγατράσιν ἐν Σκύρῳ κρύπτεται κόρη μὲν εἶναι δοκῶν ταῖς ἄλλαις, μίαν δὲ αὐτῶν τὴν πρεσβυτάτην ξὺν ἀπορρήτῳ γνοὺς ἔρωτι, καὶ προιών γε ἐς τόκου ὥραν χρόνος τὸν Πύρρον ἐκδώσει. ἀλλʼ οὐκ ἐνταῦθα ταῦτα. λειμὼν δὲ πρὸ τοῦ πύργου, ἐπιτήδειος γὰρ τόπος τῆς νήσου κόραις ἀνθέων ἀφθονίαν δοῦναι καὶ ὁρᾷς γε, ὡς ἄλλη ἀλλαχόσε ἀποσκίδνανται τὰ ἄνθη ἀποκείρουσαι. κάλλος μὲν οὖν ἀμήχανον ἁπασῶν, ἀλλʼ αἱ μὲν ἀτεχνῶς ἐς θήλειαν ὥραν ἀποκλίνουσι βολαῖς τε ὀφθαλμῶν ἁπαλὰ ἐκβλεπούσαις καὶ παρειᾶς ἄνθει καὶ τῇ πρὸς ἕκαστα ὁρμῇ εὖ μάλα τὸ θῆλυ ἐλέγχουσαι, ἡδὶ δὲ ἀναχαιτίζουσα τὴν κόμην καὶ βλοσυρὰ σὺν ἁβρότητι αὐτίκα μάλα διελεγχθήσεται τὴν φύσιν καὶ τὸ ξὺν ἀνάγκῃ ἐπίπλαστον ἐκδῦσα τὸν Ἀχιλλέα ἐκδείξει· λόγου γὰρ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος τοῦ τῆς Θέτιδος ἀπορρήτου στέλλεται Διομήδης ξὺν Ὀδυσσεῖ ἐπὶ τὴν Σκῦρον διελέγξοντες, ὅπῃ ταῦτα ἔχει. ὁρᾷς δὲ ἄμφω τὸν μὲν καὶ βεβυθισμένον τὴν τῶν ὀφθαλμῶν ἀκτῖνα διὰ πανουργίαν, οἶμαι, καὶ τὸ διαθρεῖν τι ἀεί, δὲ τοῦ Τυδέως ἔμφρων μέν, ἕτοιμος δὲ τὴν γνώμην καὶ τὸ δραστήριον προτείνων. κατόπιν δὲ αὐτῶν καὶ τῇ σάλπιγγι σημαίνων τί δὴ βούλεται, καὶ τί τὸ ἦθος τῆς γραφῆς; σοφὸς ὢν Ὀδυσσεὺς καὶ ἱκανὸς τῶν ἀδήλων θηρατὴς πρὸς τὸν τῶν θηρωμένων ἔλεγχον μηχανᾶται τὰ νῦν· ῥίψας γὰρ ἐς τὸν λειμῶνα ταλάρους τε καὶ ὅσα παισὶ κόραις ἐς παιδιὰν εὐπρεπῆ, καὶ πανοπλίαν, αἱ μὲν οὖν Λυκομήδους ἐς τὸ οἰκεῖον χωροῦσιν, δὲ τοῦ Πηλέως ταλάροις μὲν καὶ κερκίσι χαίρειν λέγει παραλιπὼν αὐτὰ ταῖς κόραις ἤδη, ἐς δὲ τὴν πανοπλίαν ὁρμήσας γυμνοῦταί τε τὸ ἐντεῦθεν
§1.2 [β.] δὲ Πύρρος οὐκ ἄγροικος ἔτι, οὐδʼ ἐν αὐχμῷ σφριγῶν, οἷα βουκόλων νεανιεύματα, ἀλλʼ ἤδη στρατιώτης. ἔστη μὲν γὰρ ἀκοντίῳ ἐπερείσας ἑαυτὸν καὶ ἀποβλέπων ἐς τὴν ναῦν, ἐσθὴς δὲ αὐτῷ φοινικὶς ἐξ ὤμου ἄκρου ἐς τὴν ἀριστερὰν ἀνειλημμένη χεῖρα καὶ λευκὸς ὑπὲρ γόνυ χιτών, τὸ δὲ ὄμμα αὐτῷ γοργὸν μέν, οὐκ ἐν ὁρμῇ δέ, ἀλλʼ ἐν ἀναβολαῖς ἔτι τῷ ἀσχάλλειν τῇ τριβῇ καὶ ἀνατυποῖ τι γνώμη τῶν ἐν Ἰλίῳ μικρὸν ὕστερον. κόμη νῦν μὲν ἡσυχάζοντος ἐπικρέμαται τῷ μετώπῳ, ὁρμήσαντος δὲ ἀτακτήσει συναπονεύουσα ταῖς τοῦ θυμοῦ κινήσεσιν. αἱ δὲ ἀνασκιρτῶσαι ἄνετον αἶγες καὶ τὰ ἀτακτοῦντα βουκόλια καὶ ἐν μέσοις ἐρριμμένη κορύνη σὺν καλαύροπι τοιοῦδε, παῖ, λόγου ἔχεται· ἀχθόμενος τῇ μητρὶ καὶ τῷ πάππῳ τῆς ἐν τῇ νήσῳ ἕδρας, ἐπειδὴ ἐπʼ Ἀχιλλεῖ τεθνεῶτι δείσαντες περὶ τῷ παιδὶ ἀπώμοτον ἐποιήσαντο τὴν τοῦ Πύρρου ἔξοδον, αἰπολίοις τε καὶ βουσὶν ἑαυτὸν ἐφίστησιν ἀπαυχενίζων τοὺς ἀτιμάζοντας τὴν ἀγέλην ταύρους, οἳ δὴ πρὸς τῷ ἐν δεξιᾷ ἐνδείκνυνται ὄρει. λογίου δὲ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος, ὡς οὐκ ἄλλῳ τῳ ἁλωτὸς ἔσοιτο Τροία πλὴν τοῖς Αἰακίδαις, στέλλεται Φοῖνιξ ἐς τὴν Σκῦρον ἀνάξων τὸν παῖδα, καὶ καθορμισάμενος ἐντυγχάνει οἱ οὐκ εἰδότι οὐκ εἰδὼς πλὴν ὅσα τὸ ἁβρόν τε καὶ ἁδρὸν τοῦ εἴδους ὑπεδείκνυ αὐτὸν Ἀχιλλέως εἶναι παῖδα. κἀντεῦθεν γνωρίσας, ὃς εἴη, ἔκπυστος γίγνεται τῷ τε Λυκομήδει καὶ τῇ Δηιδαμείᾳ. ταῦθʼ τέχνη βραχεῖ τούτῳ γράμματι ἀναδιδάσκειν ἡμᾶς ἐθέλει, γέγραπται δὲ ὡς καὶ ποιηταῖς ᾠδὴν παρασχεῖν.
§2 β. καθῄρηται Φρύξ, βλέπει γοῦν ἀπολωλὸς ἤδη διὰ ξύνεσιν ὧν πείσεται, καὶ ὕστατα δὴ αὐλῆσαι πεπίστευκεν οὐκ ἐς καιρὸν ἐς τὸν τῆς Λητοῦς θρασυνάμενος, ἔρριπταί τε αὐτῷ αὐλὸς ἄτιμος μὴ αὐλεῖν ἔτι, ὡς καὶ νῦν ἀπᾴδων ἐλήλεγκται, καὶ παρέστηκε μὲν τῇ πίτυι, ἀφʼ ἧς κρεμασθήσεσθαι οἶδε ταύτην ἑαυτοῦ καταδικασάμενος δίκην ἀσκὸς δεδάρθαι. ὑποβλέπει δὲ ἐς τὸν βάρβαρον τοῦτον τὴν ἀκμὴν τῆς μαχαίρας παρακονώμενον ἐς αὐτόν, ὁρᾷς γάρ που, ὡς αἱ μὲν χεῖρες ἐς τὴν ἀκόνην αὐτῷ καὶ τὸν σίδηρον, ἀναβλέπει δὲ ἐς τὸν Μαρσύαν γλαυκιῶν τὼ ὀφθαλμὼ καὶ κόμην τινὰ διανιστὰς ἀγρίαν τε καὶ αὐχμῶσαν, τὸ δὲ ἐπὶ τῆς παρειᾶς ἔρευθος φονῶντος, οἶμαι, καὶ ὀφρὺς δὲ ὑπέρκειται τοῦ ὄμματος ἐς αὐγὴν ξυνηγμένη καὶ διδοῦσά τι τῷ θυμῷ ἦθος, ἀλλὰ καὶ σέσηρεν ἄγριόν τι ὑπὸ τῶν μελλόντων αὐτῷ δρᾶσθαι καὶ οὐκ οἶδʼ, εἴτε χαίρων εἴτε καὶ ἀνοιδούσης ἐς τὴν σφαγὴν τῆς γνώμης. δὲ Ἀπόλλων γέγραπται διαναπαύων ἑαυτὸν ἐπὶ πέτρας τινός, λύρα δὲ ἐν ἀριστερᾷ κειμένη ἔτι πλήττεται ὑπὸ τῆς χειρὸς τῆς λαιᾶς ἐμπιπτούσης ἠρεμαίως καὶ οἷον νὴ Δίʼ ἀταλλούσης. ὅρα δὲ καὶ ῥᾴθυμον τὸ τοῦ θεοῦ εἶδος καὶ μειδίαμα ἐπανθοῦν τῷ προσώπῳ, τε χεὶρ δεξιὰ ἐπίκειται τῷ κόλπῳ, πρᾴως ξυνέχουσα τὸ πλῆκτρον, καταρρᾳθυμουμένη ὑπὸ τοῦ ἐς τὴν νίκην χαίροντος. αὐτοῦ καὶ ποταμὸς τοῦ Μαρσύα τὴν ἐπωνυμίαν ἀμείψων. ὅρα μοι καὶ τὴν τῶν Σατύρων ἀγέλην, οἷα θρηνοῦντες τὸν Μαρσύαν γεγράφαται, ὡς ἐπιφαίνοντες τὸ ἀγέρωχον καὶ ἀνεσκιρτηκὸς ξὺν τῷ ἀνιᾶσθαι.
§3 γ. τί δʼ οὐκ ἂν εἴποις περὶ τούτων, οὓς ἄγει μὲν ἀπὸ θήρας γραφή, πηγὴν δʼ αὐτοῖς ἀναδίδωσιν ἀκραιφνῆ ποτίμου τε καὶ διαυγοῦς νάματος; ὁρᾷς δέ που καὶ τὸ περὶ τὴν πηγὴν ἄλσος φύσεως ἔργον, οἶμαι, τῆς σοφῆς· ἱκανὴ γὰρ πάντα, ὅσα βούλεται, καὶ δεῖται τέχνης οὐδέν, γε καὶ τέχναις αὐταῖς ἀρχὴ καθέστηκε. τί γὰρ ἐνδεῖ πρὸς τὴν τῆς σκιᾶς παρασκευήν; αἱδὶ μὲν αἱ ἡμερίδες ἄγριαι ἀνερπύσασαι ξυμβεβλήκασι τοὺς τῶν κλημάτων κορύμβους ἄλλον ἄλλῳ συνδέουσαι τῶν δένδρων, σμίλαξ δὲ αὕτη καὶ κιττὸς ὁμοῦ τε καὶ καθʼ ἓν διασχόντες πυκνόν τινα τοῦτον καὶ ἡδίω τέχνης ὄροφον ἡμῖν παρέχουσιν. δὲ τῶν ἀηδόνων χορὸς καὶ τὰ τῶν ἄλλων ὀρνέων μουσεῖα σαφῶς ἡμῖν τὰ τοῦ μελιχροτάτου Σοφοκλέους ἐπὶ γλῶτταν ἄγει πυκνόπτεροι δʼ εἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες, εἰπόντος. ἀλλʼ ὅγε τῶν θηρευτῶν ὅμιλος ἡδεῖς μὲν καὶ στιφροὶ καὶ πνέοντες ἔτι τὸν ἐν τῇ θήρᾳ θυμόν, ἄλλος δὲ ἄλλο τι πράττοντες διαναπαύουσι σφᾶς αὐτούς. οἷον, θεοί, καὶ ὡς ἡδὺ τὸ σαφὲς τῆς τέχνης, καὶ ὡς ἔστιν ὁρᾶν τὴν ἑκάστου τύχην. στιβὰς μὲν αὐτοσχέδιος αὕτη δικτύων, οἶμαι, ξυγκειμένη δέχεται τοὺς ἄρχοντας, καλὸν εἰπεῖν, τῆς θήρας, καὶ πέντε μὲν οὗτοι, ὁρᾷς δὲ τὸν μεσαίτατον αὐτῶν, ὡς διεγείρας ἑαυτὸν ἔστραπται πρὸς τοὺς ὑπερκατακειμένους τὸν ἑαυτοῦ, μοι δοκεῖν, ἆθλον ἀφηγούμενος καὶ τὸ καταβαλεῖν θάτερον τῶν θηρίων πρῶτος, δὴ τῶν δρυῶν ἐξήρτηται δικτύοις ἔλαφος, οἶμαι, καὶ σῦς ἐγκείμενα. γὰρ οὐκ ἐπῆρθαί σοι δοκεῖ καὶ χαίρειν τῷ ἔργῳ; οἱ δʼ ἀτενὲς μὲν ὁρῶσιν ἐς αὐτὸν ἀφηγούμενον, ἅτερος δὲ σφῶν· ἐναποκλίνας ἑαυτὸν τῇ στιβάδι διαναπαύει που καὶ αὐτὸς τάχα ἀναγράφων τι τῆς θήρας οἰκεῖον ἔργον. θάτερον δὲ τοῦ ξυσσιτίου κέρας μὲν πρὸς τῷ μεσαιτάτῳ κύλικος ἡμιδεοῦς ἐν θατέρᾳ ταῖν χεροῖν οὔσης τὴν δεξιὰν ὑπὲρ τῆς κεφαλῆς περιαγαγὼν τὴν Ἀγροτέραν ᾅδειν μοι δοκεῖ, δὲ ἐς τὸν διάκονον ὁρῶν σοβεῖν κελεύει τὴν κύλικα. σοφός τε ζωγράφος καὶ ἀκριβὴς τὴν χεῖρα· ἀνασκοποῦντι γὰρ πάντα παραλέλειπται οὐδὲ τῶν ὀπαόνων οὐδέν· ὅδε μὲν γὰρ τρύφος δένδρου κατειληφὼς κάθηται ἐνεσκευασμένος, ὡς εἶχεν ἐν τῷ περὶ τὴν θήραν δρόμῳ, κἀκ πήρας ἐνημμένης αὐτῷ δειπνῶν, δυεῖν δὲ κυνῶν μὲν ἐκτείνας ἑαυτὸν πρὸ αὐτοῦ ἐσθίει, δὲ τοῖς ὀπισθίοις ἐνοκλάσας ἀνέχει τὴν δέρην ἐνδεχόμενος τὰ ἐς αὐτὸν ἀπορριπτούμενα, δὲ πῦρ ἀνάψας καὶ ἐνθεὶς τῶν σκευῶν, ὅσα πρὸς τοῦτο χρηστά, τὰ πρὸς τὴν δαῖτα ἄφθονα παρέχει σφίσι μάλα ἐπισπέρχων αὐτὸς ἑαυτόν, ἀσκός τε οὗτος εἰκῇ ἔρριπται ποτὸν ἀπαντλεῖν τῷ βουλομένῳ δυεῖν τε θεραπόντοιν μὲν δαιτρός, οἶμαι, μοίρας τέμνειν φησὶ τῆς ἰσαίας ἐπιμελούμενος ἐν τῷ ἀποτέμνειν, δʼ ὑπέχει τὸ ὑποδεξόμενον τὰς μοίρας ἴσας που ἀπαιτῶν εἶναι. τὸ γὰρ ἐν θήρᾳ κατά γε τοῦτο διαλλάττον ἐς τύχην οὐδέν.
§4 δ. ζητεῖς ἴσως, τίς κοινωνία δράκοντός τε, ὃς ἐνταῦθα πολὺς ἀνέστηκεν ἐγείρας τὸν αὐχένα κατὰ νῶτα δαφοινὸς καὶ γένεια καθιεὶς ὑπʼ ὀρθῇ καὶ πριονωτῇ τῇ λοφιᾷ βλέπων τε δεινῶς δεδορκὸς καὶ ἱκανὸν ἐς ἔκπληξιν ἀγαγεῖν, ταύρου τε, ἵππου ὃς ὑπὸ τοσαύτῃ κεραίᾳ γυρώσας τὸν αὐχένα καὶ διασκάπτων τὴν ἐν ποσὶ γῆν ὡς ἐς ἐμβολὴν ἵεται καὶ ἀνδρὸς τούτου ἡμίθηρος, βούπρῳρα μὲν γὰρ αὐτῷ πρόσωπα καὶ γενειὰς ἀμφιλαφὴς πηγαί τε ναμάτων ἐκπλημμυροῦσαι τοῦ γενείου, τό τε συνερρυηκὸς ὡς ἐς θέαν πλῆθος, καὶ ἐν μέσοις κόρη νύμφη τις, οἶμαι, τουτὶ γὰρ χρὴ νοεῖν τῷ ἀμφʼ αὐτὴν κόσμῳ, καὶ γέρων οὗτος ἐν ἀθύμῳ τῷ εἴδει νεανίας τε ἐκδυόμενος λεοντῆς καὶ ῥόπαλον ἐν ταῖν χεροῖν ἔχων ἡρωίνη τέ τις αὕτη στιφρὰ καὶ πρὸς λόγου τῷ μύθῳ τῆς Ἀρκάδων τροφῆς φηγῷ ἐστεμμένη Καλυδών, οἶμαι, ταῦτα. τίς δὲ τῆς γραφῆς λόγος; Ἀχελῷος ποταμός, παῖ, Δηιανείρας τῆς Οἰνέως ἐρῶν τὸν γάμον σπεύδει καὶ Πειθὼ μὲν ἄπεστι τῶν δρωμένων, ἄλλος δὲ ἄλλοτε δοκῶν ὑπὸ τοῖς ὁρωμένοις εἴδεσιν ἐκπλήξειν ἡγεῖται τὸν Οἰνέα. τοῦτον γὰρ εἶναι γίγνωσκε τὸν ἐν τῇ γραφῇ, κατηφῆ δὲ ἐπὶ τῇ παιδὶ Δηιανείρᾳ ἀθύμως τὸν μνηστῆρα ὁρώσῃ. γέγραπται γὰρ οὐκ αἰδοῖ τὴν παρειὰν ἐξανθοῦσα, ἀλλὰ περιδεὴς οἷα πείσεται τῷ παρὰ φύσιν τῆς συζυγίας. ἀλλʼ μὲν γενναῖος Ἡρακλῆς δοῦ πάρεργον φασὶν ἑκουσίως ὑφίσταται τὸν ἆθλον. καὶ τὰ μὲν ἐν ἀναβολαῖς ταῦτα, ἰδοὺ δὲ καὶ ὡς ξυνεστήκασιν ἤδη, καὶ ὅσα μὲν ἐν ἀρχαῖς τῆς διαμάχης, θεοῦ τε καὶ ἀτρέπτου ἥρωος ὑπονοείσθω, τὸ δʼ αὖ τέλος μὲν ἐς βούκερων ἀναμορφώσας ἑαυτὸν ποταμὸς ἐπὶ τὸν Ἡρακλέα ὥρμηκεν, δὲ τῇ λαιᾷ τοῦ δεξιοῦ λαβόμενος κέρως θάτερον τῷ ῥοπάλῳ τῶν κροτάφων ἐκπρεμνίζει, κἀντεῦθεν μὲν αἵματος ἤδη μᾶλλον νάματος ἀφίησι κρουνοὺς ἀπαγορεύων, δὲ Ἡρακλῆς γανύμενος τῷ ἔργῳ ἐς τὴν Δηιάνειραν ὁρᾷ καὶ τὸ μὲν ῥόπαλον αὐτῷ ἐς γῆν ἔρριπται, προτείνει δὲ αὐτῇ τὸ τοῦ Ἀχελῴου κέρας οἷον ἕδνον τοῦ γάμου.
§5–10
§5 ε. ἀθύρεις, Ἡράκλεις, ἀθύρεις καὶ γελᾷς ἤδη τὸν ἆθλον ἐν σπαργάνοις ὢν καὶ ταῦτα, καὶ τοὺς ἐξ Ἥρας δράκοντας ἑκάτερον ἑκατέρᾳ χειρὶ ἀπολαβὼν οὐδὲν ἐπιστρέφῃ τῆς μητρὸς ἔκφρονος παρεστώσης καὶ περιδεοῦς, ἀλλʼ οἱ μὲν ἤδη παρεῖνται μηκύναντες ἐς γῆν τοὺς ὁλκοὺς καὶ τὰς κεφαλὰς ἐπικλίναντες ταῖς τοῦ νηπίου χερσὶν ὑποφαινούσας τι καὶ τῶν ὀδόντων· κάρχαροι δὲ οὗτοι καὶ ἰώδεις λοφιαί τε αὐτοῖς ὑπὸ τοῦ θανάτου ἐς θάτερα ἐπικρεμεῖς καὶ τὰ ὄμματα οὐ δεδορκότα τε φολὶς οὐκ ἐξανθοῦσα χρυσῷ καὶ φοίνικι ἔτι, οὐδὲ πρὸς τὰς τῆς κινήσεως τροπὰς ὑπαυγάζουσα, ἀλλʼ ὕπωχρος καὶ ἐν τῷ δαφοινῷ πελιδνός. τὸ δὲ τῆς Ἀλκμήνης εἶδος ἀνασκοποῦντι ἀναφέρειν μὲν ἀπὸ τῆς πρώτης ἐκπλήξεως δοκεῖ, ἀπιστεῖ δὲ νῦν οἷς ἤδη ὁρᾷ, δʼ ἔκπληξις αὐτὴν οὐδὲ λεχὼ κεῖσθαι ξυνεχώρησεν· ὁρᾷς γάρ που, ὡς ἄβλαυτος καὶ μονοχίτων ἀναπηδήσασα τῆς εὐνῆς ξὺν ἀτάκτῳ τῇ κόμῃ τὰς χεῖρας ἐκπετάσασα βοᾷ, θεράπαιναί τε, ὅσαι παρῆσαν τικτούσῃ, ἐκπλαγεῖσαι ἄλλη ἄλλο τι προσδιαλέγονται τῇ πλησίον. οἱ δὲ ἐν ὅπλοις οὗτοι καὶ γυμνῷ τῷ ξίφει ἕτοιμος οἱ μὲν Θηβαίων ἔκκριτοι βοηθοῦντες Ἀμφιτρύωνι, δʼ ὑπὸ τὴν πρώτην ἀγγελίαν σπασάμενος τὸ ξίφος ἐς ἄμυναν ὁμοῦ ἐπέστη τοῖς δρωμένοις, καὶ οὐκ οἶδʼ, εἴτε ἐκπέπληγεν, εἴτε χαίρει λοιπόν· μὲν γὰρ χεὶρ ἔτʼ ἐν τῷ ἑτοίμῳ, δὲ τῶν ὀφθαλμῶν ἔννοια χαλινὰ τῇ χειρὶ ἐφίστησιν, οὐδὲ ἔχοντος, τι καὶ ἀμύναιτο, καὶ χρησμοῦ προμηθείας δεόμενα τὰ παρόντα ὁρῶντος. ταῦτά τοι καὶ ὡδὶ πλησίον Τειρεσίας θεσπίζων, οἶμαι, ὁπόσος νῦν ἐν σπαργάνοις ἔσται, γέγραπται δὲ ἔνθεος καὶ μαντικὸν ἐπασθμαίνων. γέγραπται καὶ νὺξ ἐν εἴδει, ἐν ταῦτα, λαμπαδίῳ καταλάμπουσα ἑαυτήν, ὡς μὴ ἀμάρτυρος τοῦ παιδὸς ἆθλος γένηται.
§6 ς. Ὀρφέα τὸν τῆς Μούσης θέλξαι τῇ μουσικῇ καὶ τὰ μὴ μετέχοντα λόγου λογοποιοί φασι πάντες, λέγει δὲ καὶ ζωγράφος· λέων τε οὖν καὶ σῦς αὐτῷ πλησίον ἀκροαταὶ τοῦ Ὀρφέως καὶ ἔλαφος καὶ λαγωὸς οὐκ ἀποπηδῶντες τῆς ὁρμῆς τοῦ λέοντος καὶ ὅσοις ἐν θήρᾳ δεινὸς θήρ, ξυναγελάζονται αὐτῷ ῥᾳθύμῳ νῦν ῥᾴθυμοι. σὺ δὲ μηδὲ τοὺς ὄρνιθας ἀργῶς ἴδῃς, μὴ τοὺς μουσικοὺς μόνον, οἷς ἐνευστομεῖν τοῖς ἄλσεσιν ἔθος, ἀλλʼ ὅρα μοι καὶ τὸν κραγέτην κολοιὸν καὶ τὴν λακέρυζαν αὐτὴν καὶ τὸν τοῦ Διὸς ἀετόν. μέν, ὁπόσος ἄμφω τὼ πτέρυγε ταλαντεύσας ἐξ ἑαυτοῦ ἀτενὲς ἐς τὸν Ὀρφέα βλέπει, οὐδʼ ἐπιστρεφόμενος τοῦ πτωκὸς πλησίον ὄντος, οἱ δὲ ξυγκλείσαντες τὰς γένυς ὅλοι εἰσὶ τοῦ θέλγοντος, λύκοι τε οὗτοι καὶ ἄρνες ἀναμίξ, τεθηπότες. νεανιεύεται δέ τι καὶ μεῖζον ζωγράφος δένδρα γὰρ ἀνασπάσας τῶν ῥιζῶν ἀκροατὰς ἄγει ταῦτα τῷ Ὀρφεῖ καὶ περιίστησιν αὐτῷ. πεύκη τε οὖν καὶ κυπάριττος καὶ κλῆθρος καὶ αἴγειρος αὕτη καὶ ὅσα ἄλλα δένδρα ξυμβαλόντα τοὺς πτόρθους οἷον χεῖρας περὶ τὸν Ὀρφέα ἕστηκε καὶ τὸ θέατρον αὐτῷ ξυγκλείουσιν οὐ δεηθέντα τέχνης, ἵνʼ οἵ τε ὄρνιθες ἐπʼ αὐτῶν καθέζοιντο καὶ ἐκεῖνος ὑπὸ σκιᾷ μουσουργοίη. δὲ κάθηται ἀρτίχνουν μὲν ἐκβάλλων ἴουλον ἐπιρρέοντα τῇ παρειᾷ, τιάραν δὲ χρυσαυγῆ ἐπὶ κεφαλῆς αἰωρῶν τό τε ὄμμα αὐτῷ ξὺν ἁβρότητι ἐνεργὸν καὶ ἔνθεον ἀεὶ τῆς γνώμης ἐς θεολογίαν τεινούσης. τάχα δέ τι καὶ νῦν ᾅδει καὶ ʽἦρταἰ ὀφρὺς οἷον ἀποσημαίνουσα τὸν νοῦν τῶν ᾀσμάτων ἐσθής τε αὐτῷ μετανθοῦσα πρὸς τὰς τῶν κινήσεων τροπάς, καὶ τοῖν ποδοῖν μὲν λαιὸς ἀπερείδων ἐς τὴν γῆν ἀνέχει τὴν κιθάραν ὑπὲρ μηροῦ κειμένην, δεξιὸς δὲ ἀναβάλλεται τὸν ῥυθμὸν ἐπικροτῶν τοὔδαφος τῷ πεδίλῳ, αἱ χεῖρες δὲ μὲν δεξιὰ ξυνέχουσα ἀπρὶξ τὸ πλῆκτρον ἐπιτέταται τοῖς φθόγγοις ἐκκειμένῳ τῷ ἀγκῶνι καὶ καρπῷ ἔσω νεύοντι, λαιὰ δὲ ὀρθοῖς πλήττει τοῖς δακτύλοις τοὺς μίτους. ἀλλʼ ἔσται τις ἀλογία κατὰ σοῦ, Ὀρφεῦ, καὶ νῦν μὲν θηρία θέλγεις καὶ δένδρα, Θρᾴτταις δὲ γυναιξὶν ἐκμελὴς δόξεις καὶ διασπάσονται σῶμα, καὶ θηρία φθεγγομένῳ εὐμενεῖς ἀκοὰς παρέσχεν.
§7 ζ. τίς βλοσυρὸν μὲν ἐπισκύνιον ὑπὲρ ὀφθαλμῶν αἴρουσα, τὴν δὲ ὀφρὺν ἐννοίας μεστὴ καὶ ἱεροπρεπὴς τὴν κόμην τό τε ὄμμα οὐκ οἶδʼ εἴτε ἐρωτικόν ἤδη, εἴτε τι ἔνθεον ὑποφαίνουσα, αὐτήν τε ἄρρητον ἐκδεικνῦσα τοῦ προσώπου τὴν θέαν; τουτὶ δὴ τὸ τῶν Ἡλιάδων γνώρισμα· Μήδειαν, οἶμαι, χρὴ νοεῖν τὴν Αἰήτου. ἐνορμισάμενος γὰρ τῷ Φάσιδι τοῦ Ἰάσονος στόλος, ὅτε τὸ χρυσοῦν μετῄει δέρας, καὶ ἐς τὴν τοῦ Αἰήτου παρελθὼν πόλιν ἐρᾷ κόρη τοῦ ξένου λογισμός τε ὕπεισιν αὐτὴν ἀήθης, καὶ τι μὲν πέπονθεν, οὐκ οἶδεν, ἀτακτεῖ δὲ τὰς ἐννοίας καὶ τῇ ψυχῇ ἀλύει. ἔσταλται δὲ οὐκ ἐνεργὸς νῦν, οὐδὲ ἐν ξυνουσίᾳ τῶν κρειττόνων, ἀλλʼ ὡς καὶ πολλοῖς ὁρᾶν. τὸ δὲ τοῦ Ἰάσονος εἶδος ἁβρὸν μέν, οὐ μὴν ἔξω τοῦ ἐρρῶσθαι ὄμμα τε αὐτῷ χαροπὸν μὲν ὑπόκειται τῷ τῆς ὀφρύος ἤθει φρονούσης τε καὶ παντὸς ὑπεραιρούσης τοῦ ἀντιξόου, ἰούλῳ τε ἤδη βρύει καθέρποντι καὶ κόμη ξανθὴ ἐπισαλεύει τῷ μετώπῳ, τὰ δέ γε τῆς στολῆς λευκὸν χιτῶνα ἔζωσται λεοντῆν ἐξηρτημένος καὶ κρηπῖδα ἐνῆπται, ἀκοντίῳ τε ἐπερείσας ἑαυτὸν ἕστηκε, τό τε ἦθος τοῦ προσώπου οἷον μήτε ὑπερφρονεῖν, αἰδεῖται γάρ, μήτε ὑποκεῖσθαι, θαρρεῖ γὰρ τὸν ἆθλον. Ἔρως δὲ ἑαυτοῦ ποιεῖται ταῦτα καὶ τῷ τόξῳ ἐπερείσας ἑαυτὸν ἐναλλὰξ τὼ πόδε ἵστησι τὸ λαμπάδιον ἐς τὴν γῆν τρέψας, ἐπειδὴ ἐν ἀναβολαῖς ἔτι τὰ τοῦ ἔρωτος.
§8 η. οἱ ἐν Διὸς αὐλῇ ἀθύροντες Ἔρως, οἶμαι, καὶ Γανυμήδης, εἴ τι χρὴ τὸν μὲν τῇ τιάρᾳ νοεῖν, τὸν δʼ ἀπὸ τοῦ τόξου καὶ τῶν πτερῶν ἐς ἐπίγνωσιν ἄγειν. ἀθύρουσι μὲν οὖν ἀστραγάλοις οὗτοι, γεγράφαται δὲ μὲν ὑβριστικῶς ἐπιτωθάζων Ἔρως καὶ πλήρη τῆς νίκης τὸν κόλπον ἀνασείων, δὲ δυεῖν ἀστραγάλοιν ἔτι τὸν μὲν καὶ αὐτὸν ἀπολωλεκώς, τὸν δʼ ἐφʼ ὁμοίᾳ προπέμπων ἐλπίδι. κατηφὴς δὲ αὐτῷ παρειὰ καὶ τοῦ ὄμματος ἀκτὶς καίτοι ἁβροῦ ὄντος βεβυθισμένον τὸ τῆς ἀνίας ἐπισημαίνει. θεαί τε τρεῖς αὗται ἐφεστῶσαί σφισιν, οἶμαι, οὐδʼ ἐφερμηνεύοντος δέονται, Ἀθηνᾶ τε γὰρ αὐτόθεν ἰδόντι δήλη τὴν ὁμόγνιον ποιηταί φασι πανοπλίαν ἀμπεχομένη καὶ γλαυκὸν ὑπὸ τῆς κόρυθος ὁρῶσα ξὺν ἀρρενωπῷ τε τῷ ἤθει τὴν παρειὰν ἐπιφοινίττουσα, ἡδὶ δὲ αὖ τὸ φιλομειδὲς ὑπὸ τῇ τοῦ κεστοῦ ἴυγγι κἀν τῷ γράμματι σημαίνει, Ἥραν δέ γε τὴν τρίτην εἶναι τὸ σεμνὸν καὶ βασιλικὸν τοῦ εἴδους φησί. τί δὴ βούλονται καὶ τίς τῆς ξυνουσίας αὐταῖς ἀνάγκη; ἄγουσα τοὺς πεντήκοντα Ἀργὼ ἐνώρμισται τῷ Φάσιδι Βόσπορόν τε καὶ Ξυμπληγάδας διεξελθοῦσα. ὁρᾷς δὲ καὶ τὸν ποταμὸν αὐτὸν ἐν βαθεῖ δόνακι κείμενον, ἐν βλοσυρῷ τῷ εἴδει, κόμη τε γὰρ ἀμφιλαφὴς αὐτῷ καὶ ἀνεστηκυῖα γενειάς τε ὑποφρίττουσα καὶ γλαυκιῶντες ὀφθαλμοί, τό τε ἀθρόον τοῦ ῥεύματος οὐκ ἀπὸ κάλπιδος ἐκχεόμενον, ᾗπερ οὖν εἴωθεν, ἀλλʼ ἀπὸ παντὸς ἐκπλημμῦρον ἐννοεῖν δίδωσιν ἡμῖν, ὁπόσος ἐπιχεῖται τῷ Πόντῳ. τὸν δὲ τῆς ναυτιλίας ἆθλον ἀκούεις, οἶμαι, καὶ ποιητῶν τὸ χρυσοῦν δέρας λεγόντων πασιμέλουσάν τε τὴν Ἀργὼ καὶ Ὁμήρου ᾠδαὶ φράζουσιν. ἀλλʼ οἱ μὲν τῆς Ἀργοῦς ναυβάται ἐν ἐπισκέψει τῶν κατειληφότων, αἱ θεαὶ δὲ ἐς ἱκεσίαν τοῦ Ἔρωτος ἥκουσιν αἰτοῦσαι ξυλλαβεῖν σφισιν ἐπὶ σωτηρίᾳ τῶν πλωτήρων τὴν Αἰήτου Μήδειαν μετελθόντα, μισθὸν δέ οἱ τῆς ὑπουργίας μήτηρ σφαῖραν προδείκνυσι Διὸς αὐτὴν ἄθυρμα γεγονέναι λέγουσα. ὁρᾷς καὶ τὴν τέχνην ἐν τῇ γραφῇ; χρυσοῦ μὲν αὕτη, ῥαφὴ δὲ αὐτῇ οἵα νοεῖσθαι μᾶλλον ὁρᾶσθαι, ἕλικάς τε κυανοῦ ἐφʼ ἑαυτῆς ἑλίττουσα καὶ ἀναρριφεῖσα τάχα που τὸ ἀποχωροῦν σέλας μαρμαρυγαῖς ἀστέρων εἰκάζειν αὐτῇ δώσει. δὲ τοὺς μὲν ἀστραγάλους οὐδὲ ὁρᾷ ἔτι, ῥίψας δὲ αὐτοὺς χαμᾶζε ἐξήρτηται τοῦ τῆς μητρὸς πέπλου ἐπαληθεῦσαι τὴν ὑπόσχεσιν αὐτῷ, οὐ γὰρ ἐλλείψειν τὸν ἆθλον.
§9 θ. μὲν ὑπὲρ τετρώρων διʼ ἠπείρου μέσης ἱππεύσειν μέλλων ὑπʼ ὀρθῇ τιάρᾳ καὶ Λυδίᾳ στολῇ, Πέλοψ, οἶμαι, θρασὺς ἡνίοχος καλὸν εἰπεῖν. ἴθυνε γάρ ποτε καὶ διὰ θαλάσσης τουτὶ τὸ ἅρμα, Ποσειδῶνος, οἶμαι, δόντος ἄκρᾳ τῇ τοῦ τροχοῦ ἁψῖδι, ὑπʼ ἀδιάντῳ ἄξονι τὰ τῆς γαλήνης διαθέων νῶτα. ὄμμα δʼ αὐτῷ γοργὸν καὶ αὐχὴν ἀνεστηκὼς τὸ τῆς γνώμης ἕτοιμον ἐλέγχει τε ὀφρὺς ὑπεραίρουσα δηλοῖ καταφρονεῖσθαι τὸν Οἰνόμαον ὑπὸ τοῦ μειρακίου. φρονεῖ γὰρ τοῖς ἵπποις, ἐπειδὴ ὑψαύχενές τε καὶ πολλοὶ τὸν μυκτῆρα καὶ κοῖλοι τὴν ὁπλὴν καὶ τὸ ὄμμα κυάνεοί τε καὶ ἕτοιμοι χαίτην τε ἀμφιλαφῆ κυανῶν ἀπαιωροῦντες αὐχένων, ὃς δὴ θαλασσίων τρόπος. πλησίον δὲ αὐτῶν Ἱπποδάμεια τὴν μὲν παρειὰν αἰδοῖ γράφουσα, νύμφης δὲ στολὴν ἀμπεχομένη βλέπουσά τε ὀφθαλμοῖς οἵοις αἱρεῖσθαι τὸ τοῦ ξένου μᾶλλον. ἐρᾷ τε γὰρ καὶ τὸν γεννήτορα μυσάττεται τοιούτοις ἀκροθινίοις φρονοῦντα, δὴ καὶ ὁρᾷς, κεφαλὰς ταύτας τῶν προπυλαίων ἀνημμένην ἑκάστην, καὶ σχῆμα δέδωκεν χρόνος ἴδιον, ὃν ἕκαστος ἀπώλετο σφῶν. τοὺς γὰρ δὴ μνηστῆρας τῆς θυγατρὸς ἥκοντας κτείνων ἀγάλλεται τοῖς γνωρίσμασι τοῦ φόνου. εἴδωλα δὲ ὑπεριπτάμενα σφῶν ὀλοφύρεται τὸν ἑαυτῶν ἀγῶνα τῇ τοῦ γάμου ξυμβάσει ἐφυμνοῦντα, ξυμβῆναι γὰρ δὴ Πέλοψ, ὡς ἐλευθέρα λοιπὸν παῖς εἴη τοῦ ἀλάστορος. καὶ Μυρτίλος δὲ ξυνίστωρ τῆς ξυμβάσεως αὐτοῖν ἐστιν. δʼ οὐκ ἄποθεν Οἰνόμαος, ἀλλʼ ἕτοιμον αὐτῷ τὸ ἅρμα καὶ τὸ δόρυ ὑπερτέταται τοῦ δίφρου καταλαβόντι τὸ μειράκιον κτεῖναι, δὲ τῷ πατρὶ θύων Ἄρει σπεύδει ἄγριος ἰδεῖν καὶ φονῶν τὸ ὄμμα καὶ τὸν Μυρτίλον ἐπισπέρχει. Ἔρως δὲ κατηφὴς τὸν ἄξονα τοῦ ἅρματος ἐντέμνει ἑκάτερον διδοὺς ἐννοεῖν, ὅτι τε ἐρῶσα κόρη τοῦ ἐρῶντος ἐπὶ τὸν πατέρα ξυμβαίνει καὶ τὰ μέλλοντα περὶ τὴν Πέλοπος οἰκίαν ἐκ Μοιρῶν γίγνεσθαι.
§10 ι. τὰ Εὐρυπύλου καὶ Νεοπτολέμου ποιητῶν ὑμνεῖ χορὸς πατρῴζειν τε αὐτοὺς ἄμφω καὶ τὴν χεῖρα εὐδοκίμους κατʼ ἰσχὺν εἶναι, φησὶ δὲ καὶ γραφὴ ταῦτα· τύχη γὰρ τὴν ἐξ ἁπάσης γῆς ἀρετὴν ἐς μίαν πόλιν συνενεγκοῦσα οἱ μὲν οὐκ ἀκλεεῖς οἴχονται, ἀλλʼ οἷοι πρὸς πολλοὺς δυστήνων δέ τε παῖδες, εἰπεῖν οἳ ἐμῷ μένει ἀντιόωσιν, οἱ δὲ γενναῖοι γενναίων κρατοῦσι. τὰ μὲν δὴ περὶ τῶν ἐν τῷ νικᾶν ἕτερα, νυνὶ δὲ περὶ τοὺς ξυνεστῶτας θέα. πόλις μὲν αὕτη Ἴλιος ὀφρυόεσσα, καθʼ Ὅμηρον, περιθεῖ δὲ αὐτὴν τεῖχος οἷον καὶ θεοὺς μὴ ἀπαξιῶσαι τῆς ἑαυτῶν χειρός, ναύσταθμόν τε ἐπὶ θάτερα, καὶ στενὸς Ἑλλησπόντου διάρρους Ἀσίαν Εὐρώπης διείργων. τοὐν μέσῳ δὲ πεδίον ποταμῷ διαιρεῖται Ξάνθῳ, γέγραπται δὲ οὐ μορμύρων ἀφρῷ, οὐδʼ οἷος ἐπὶ τὸν τοῦ Πηλέως ἐπλήμμυρεν, ἀλλʼ εὐνὴ μὲν αὐτῷ λωτὸς καὶ θρύον καὶ ἁπαλοῦ δόνακος κόμαι, κατάκειται δὲ μᾶλλον ἀνέστηκε καὶ τὸν πόδα ἐπέχει ταῖς πηγαῖς ὑπὲρ ξυμμετρίας νῦν, διυγραίνων αὐτὸν νάματος. τὸ ῥεῦμα μέτρον στρατιά τε ἑκατέρωθεν Μυσῶν τε ξὺν Τρωσὶ καὶ Ἑλλήνων ἐκ θατέρου οἱ μὲν κεκμηκότες ἤδη οἱ Τρῶες, οἱ δὲ ἀκμῆτες οἱ ξὺν Εὐρυπύλῳ. ὁρᾷς δὲ αὐτῶν, ὡς οἱ μὲν ἐν τοῖς ὅπλοις κάθηνται τάχα που τοῦτο Εὐρυπύλου αἰτήσαντος, καὶ χαίρουσι τῇ ἀνακωχῇ, οἱ δὲ ἔκθυμοί τε καὶ ἐξορμῶντες οἱ Μυσοὶ ἵενται τό τε τῶν Ἑλλήνων ἐν ὁμοίᾳ καταστάσει τοῖς Τρωσὶν ὄντων πλὴν Μυρμιδόνων, ἐνεργοὶ γὰρ καὶ περὶ τὸν Πύρρον ἕτοιμοι. τὼ νεανία δὲ κάλλους μὲν ἕνεκεν ἐφερμηνεύοι ἂν οὐδέν, ἐπειδὴ ἐν ὅπλοις τανῦν, μεγάλοι γε μὴν καὶ ὑπὲρ τοὺς ἄλλους ἡλικία τε ἀμφοῖν ἴση τάς τε τῶν ὀφθαλμῶν βολὰς ἐνεργοὶ καὶ οὐ μέλλοντες. γοργὸν γὰρ τὸ ὄμμα ὑπὸ τῆς κόρυθος ἑκάστῳ καὶ συναπονεύοντες ταῖς τῶν λόφων κινήσεσι καὶ θυμὸς ἐπιπρέπει σφίσι σιγῇ τε μένεα πνείουσιν ἐοίκασι, καὶ τὰ ὅπλα δὲ ἀμφοῖν πατρῷα, ἀλλʼ μὲν Εὐρύπυλος ἀσήμοις ἔσταλται καὶ παραλ λάττουσι τὴν αὐγὴν ὅπη τε καὶ ὅπως κινοῖτο, ὡς ἶρις, τῷ Πύρρῳ δὲ τὰ ἐξ Ἡφαίστου πάρεστιν ἐκστάς ποτʼ αὐτῶν Ὀδυσσεὺς καὶ ἀπευξάμενος τὴν ἑαυτοῦ νίκην. θεωρῶν δέ τις τὰ ὅπλα λεῖπον εὑρήσει τῶν Ὁμήρου ἐκτυπωμάτων οὐδέν, ἀλλʼ ἀκριβῶς τέχνη δείκνυσι τἀκεῖθεν πάντα. τὸ μὲν γὰρ γῆς τε καὶ θαλάττης καὶ οὐρανοῦ σχῆμα οὐδὲ φράζοντος, οἶμαι, δεήσει τινός, μὲν γὰρ αὐτόθεν ἰδόντι δήλη τὴν ἑαυτῆς χρόαν ὑπὸ τοῦ δημιουργοῦ λαβοῦσα, τὴν δʼ αἱ πόλεις καὶ τὰ ἐν αὐτῇ γῆν γράφουσι καὶ μικρόν γε ὕστερον πεύσῃ περὶ ἑκάστων, οὐρανὸς δὲ ὅδε. ὁρᾷς που τόν τε τοῦ ἡλίου κύκλον, ὡς ἀκάμας ἐν αὐτῷ καὶ τὸ τῆς πανσελήνου φαιδρόν. ἀλλά μοι δοκεῖς περὶ τῶν καθʼ ἕκαστον ἄστρων ποθεῖν ἀκοῦσαι· τὸ γὰρ διαλλάττον αὐτῶν τὴν αἰτίαν σοι παρέχει τῆς πεύσεως· αἱδὶ μὲν σοι Πληιάδες σπόρου τε καὶ ἀμητοῦ ξύμβολα δυόμεναι αὖ πάλιν ἐκφανῶς ἔχουσαι, ὡς ἂν καὶ τὰ τῆς ὥρας αὐτὰς ἄγῃ, Ὑάδες δʼ ἐπὶ θάτερα. ὁρᾷς καὶ τὸν Ὠρίωνα, τὸν δὲ ἐπʼ αὐτῷ μῦθον καὶ τὴν ἐν ἄστροις δίαιταν ἐς ἕτερον ἀναβαλώμεθα, παῖ, καιρόν, ὡς ἂν μὴ ἀπάγοιμέν σε τῶν νῦν ἐν πόθῳ. οἱ δʼ ἐπʼ αὐτῷ ἀστέρες ἄρκτος εἰ ἅμαξαν καλεῖν βούλοιο. φασὶ δὲ αὐτὴν καὶ μόνην οὐ λούεσθαι ἐν Ὠκεανῷ, ἀλλʼ αὐτὴν περὶ αὑτὴν στρέφεσθαι οἷον φύλακα τοῦ Ὠρίωνος. ἴωμεν δὴ λοιπὸν διὰ γῆς ἀφέμενοι τῶν ἄνω, καὶ τῶν γε ἐν γῇ κάλλιστον θεώμεθα τὰς πόλεις. ὁρᾷς μὲν δή, ὡς διτταί τινες αὗται· ποτέραν οὖν προτέραν ἀφερμηνευθῆναι σοι βούλει; τὸ τῶν λαμπάδων φῶς καὶ τὸ τοῦ ὑμεναίου μέλος καὶ τῶν αὐλῶν ἦχος καὶ τῆς κιθάρας κροῦσις καὶ τῶν ὀρχουμένων ῥυθμὸς ἐς αὑτά σε ἄγει; ὁρᾷς δὲ καὶ τὰ γύναια τῶν προθύρων ὡς διαφαίνονται θαυμάζοντα καὶ μόνον οὐκ ἐκβοῶντα ὑπὸ χαρμονῆς. γάμοι ταῦτα, παῖ, καὶ πρώτη ξύνοδος νυμφίων καὶ ἄγονται τὰς νύμφας οἱ γαμβροί. τὸ δὲ τῆς αἰδοῦς καὶ τοῦ ἱμέρου, ὡς ἐπιπρέπει ἑκάστῳ, παρίημι λέγειν, σοφώτερον αὐτὰ τοῦ δημιουργοῦ αἰνιξαμένου. ἀλλʼ ἰδοὺ καὶ δικαστήριόν τι καὶ ξυνέδρα κοινὴ καὶ γέροντες σεμνοὶ σεμνῶς προκαθήμενοι τοῦ ὁμίλου. τὸ δὲ ἐν μέσῳ χρυσίον τάλαντα μὲν δύο ταῦτʼ οὐκ οἶδʼ ἐφʼ ὅτῳ· , νὴ Δίʼ, εἰκάσαι χρή, ὡς μισθὸς τῷ ὀρθῶς ἐκδικάσοντι, ὡς ἂν μὴ πρὸς δῶρά τις ʽπαρἂ τὴν εὐθεῖαν φέροι. τίς δʼ δίκη; διττοὶ μὲν ἐν μέσῳ τινὲς οὗτοι, δοκεῖν ἐμοί, φονικὸν ἔγκλημα μὲν ἐπάγων θατέρῳ, τὸν δʼ ὁρᾷς, ὡς ἔξαρνός ἐστιν. οὐ γὰρ αἰτίαν ἔχειν ὧνπερ αὐτῷ προφέρει κατήγορος, καταθεὶς δὲ τὰ ὑποφόνια καθαρὸς ἥκειν. ὁρᾷς καὶ τοὺς ἐπιβοηθοῦντας ἑκατέρῳ διχῆ καὶ νέμοντας τὴν βοήν, ὅτῳ φίλον· ἀλλʼ γε τῶν κηρύκων παρουσία καθίστησιν αὐτοὺς καὶ ἐς τὸ ἡσυχαῖον ἄγει. ταυτὶ μὲν οὖν σοι μέση τις πολέμου καὶ εἰρήνης ἐν οὐ πολεμουμένῃ πόλει κατάστασις. ἑτέραν δὲ ὁρᾷς, ὡς τειχήρης, καὶ τό γε τεῖχος ὡς οἱ διʼ ἡλικίαν ἀπόμαχοι φρουροῦσι διαλαβόντες, γύναιά τε γάρ ἐστιν οὗ τῶν ἐπάλξεων καὶ γέροντες οὗτοι καὶ κομιδῇ παιδία. ποῖ δὴ τὸ μάχιμον αὐτοῖς; ἐνταῦθα εὕροις ἂν τούτους, οἳ δὴ Ἄρει τε καὶ Ἀθηνᾷ ἕπονται. τουτὶ γάρ, μοι δοκεῖν, τέχνη φησὶ τοὺς μὲν χρυσῷ τε καὶ μεγέθει δηλώσασα θεοὺς εἶναι, τοῖς δὲ τὸ ὑποδεέστερον διʼ αὑτῆς δοῦσα. ἐξίασι δὲ τὴν τῶν ἐναντίων οὐ δεξάμενοι πρόκλησιν νέμεσθαι γὰρ τὸν ἐν τῇ πόλει πλοῦτον μὴ νεμομένου ἐν τοῖς ὅπλοις εἶναι. λόχον δὴ διατάττουσιν ἐντεῦθεν. τουτὶ γάρ, μοι δοκεῖν, πρὸς ταῖς ὄχθαις αἰνίττεται λόχμη, οὗ δὴ καθωπλισμένους αὐτοὺς ὁρᾷς. ἀλλʼ οὐκ ἂν ἐγγένοιτʼ αὐτοῖς χρήσασθαι τῷ λόχῳ· γάρ τοι ἔπηλυς στρατὸς σκοπούς τινας καθίσας λείαν ἐλάσασθαι περινοεῖ, καὶ δὴ οἱ μὲν ἄγουσι νομεῖς τὰ θρέμματα ὑπὸ συρίγγων. οὐ προσβάλλει σε τὸ λιτὸν καὶ αὐτοφυὲς τῆς μούσης καὶ ἀτεχνῶς ὄρειον; ὕστατα δὲ χρησάμενοι τῇ μουσικῇ διʼ ἄγνοιαν τοῦ ἐπʼ αὐτοῖς δόλου τεθνᾶσιν, ὡς ὁρᾷς, τῶν πολεμίων ἐπελθόντων καὶ ἀπελαύνεταί τις λεία πρὸς αὐτῶν. φήμη δὴ τῶν πραχθέντων ἐς τοὺς λοχῶντας ἐλθοῦσα ἀνίστανται οὗτοι καὶ ἐφʼ ἵππων ἐς τὸν πόλεμον χωροῦσι καὶ τὰς ὄχθας ἔστιν ἰδεῖν πλήρεις τῶν μαχομένων καὶ βαλλόντων ἐς αὐτούς. τοὺς δὲ ἐν αὐτοῖς ἀναστρεφομένους καὶ τὴν πεφοινιγμένην λύθρῳ δαίμονα αὐτήν τε καὶ τὴν ἐσθῆτα τί ἐροῦμεν; ἔρις καὶ Κυδοιμὸς ταῦτα καὶ Κήρ, ὑφʼ τὰ πολέμου πάντα. ὁρᾷς γάρ τοι, ὡς οὐ μίαν ὁδὸν χωρεῖ, ἀλλʼ ὃν μὲν ἄτρωτον ἐς τὰ ξίφη προβάλλει, ὃς δʼ ὑφέλκεται ὑπʼ αὐτῆς νεκρός, ὃν δὲ καὶ νεότρωτον ἐπισπέρχει. οἱ δʼ ἄνδρες φοβεροὶ τῆς ὁρμῆς καὶ τοῦ βλέμματος ὡς οὐδὲν διαλλάττειν ἐμοὶ ζώντων ἐν ταῖς ὁρμαῖς δοκοῦσιν. ἀλλʼ ἰδοὺ πάλιν εἰρήνης ἔργα· νειὸς γὰρ αὕτη διαφαίνεται τρίπολος, οἶμαί, τις, εἴ τι χρὴ τῷ τῶν ἀροτήρων ξυμβάλλεσθαι πλήθεικαὶ τά γε ζεύγη τῶν βοῶν θαμὰ ἀναστρέφει ἐν ταύτῃ κύλικός τινος ἐκδεχομένης τὸν ἀρότην ἐπὶ τῷ τῆς αὔλακος τέλειμελαίνεσθαί τε ʽδοκεἶ τὸν χρυσὸν περισχίζουσα. ἑξῆς ὁρᾷς τέμενος βασιλέως, οἶμαι, τινὸς τεκμήρασθαι, ὃς τὸ γεγηθὸς ἐλέγχεται τῆς ψυχῆς τῇ ἐν ὄψει φαιδρότητι. καὶ τήν γε αἰτίαν τῆς χαρᾶς οὐδὲ ζητεῖν χρή, τὸ γάρ τοι λήιον πολλῷ τῷ μέτρῳ τὴν σπορὰν ὑπερβαλεῖσθαι διελέγχουσι οἵ τε διὰ σπουδῆς ἀμῶντες καὶ οἱ ταῖς ἀμάλαις τὰ κειρόμενα τῶν δραγμάτων δέοντες, οἷς ἕτεροι προς2άγουσι καὶ μάλα συντόνως. δὲ δρῦς οὐκ ἀκαίρως ἐνταῦθα, οὐδʼ ἔξω λόγου· σκιά τε γὰρ ἀμφιλαφὴς ὑπʼ αὐτῇ ψυχάσαι τοῖς ἐν τῷ ἔργῳ καμοῦσι, καὶ βοῦς οὑτοσὶ πίων καθιερωθεὶς ὑπὸ τῶν κηρύκων, οὓς ὁρᾷς, ὑπὸ τῇ δρυὶ δαὶς προτίθεται τοῖς περὶ τὴν συλλογὴν τοῦ πυροῦ κάμνουσι. τὰ δὲ γύναια τί φῄς; ἆρʼ οὐκ ἐπτοῆσθαί σοι δοκεῖ καὶ διακελεύεσθαι ἀλλήλοις συχνὰ μάττειν τῶν ἀλφίτων δεῖπνον εἶναι τοῖς ἐρίθοις; εἰ δὲ καὶ ὀπώρας δεήσῃ, πάρεστί σοι ἀλωὴ χρυσῆ μὲν τῶν ἀμπέλων, μέλαινα δὲ τοῦ καρποῦ. τὸ δὲ τῆς καπέτου κυανὸν ἐτεχνήθη, οἶμαι, τῷ δημιουργῷ πρὸς δήλωσιν τοῦ ἐν αὐτῇ βάθους· ἀρκεῖ γάρ σοι τὸ περὶ ταῖς ἡμερίσιν ἕρκος ἐν τῷ καττιτέρῳ νοεῖν. δʼ ἄργυρος ἐν τῷ ἀμπελῶνι, κάμακες ταῦτα, τοῦ μὴ χαμαὶ κλιθῆναι τὰ φυτὰ βρίσαντα τῷ καρπῷ. τί δʼ ἂν εἴποις περὶ τῶν τρυγώντων; οἳ διὰ τῆς στενῆς ταύτης ἐσόδου ἐσφρήσαντες ἑαυτοὺς ταλάροις ἐναποτίθενται τὸν καρπὸν μάλα ἡδεῖς καὶ πρόσφοροι τὴν ἡλικίαν τῷ ἔργῳ. παρθένοι τε γὰρ καὶ ἠίθεοι εὔιον καὶ βακχικὸν ἐν ῥυθμῷ βαίνουσιν ἐνδιδόντος αὐτοῖς τὸν ῥυθμὸν ἑτέρου, ὅν, οἶμαι, ξυνίης ἀπό τε τῆς κιθάρας καὶ τοῦ λεπτὸν προσᾴδειν δοκεῖν τοῖς φθόγγοις. εἰ δὲ καὶ τὴν ἀγέλην ἐννοήσειας τῶν βοῶν, αἳ δὴ πρὸς τὴν νομὴν ἵενται ἑπομένων αὐταῖς τῶν νομέων, τῆς μὲν χρόας οὐκ ἂν θαυμάσειας, εἰ καὶ χρυσοῦ καὶ καττιτέρου πᾶσα, τὸ δὲ καὶ μυκωμένων ὥσπερ ἀκούειν ἐν τῇ γραφῇ καὶ τὸν ποταμὸν κελάδοντα εἶναι δοκεῖν, παρʼ ὃν αἱ βόες, πῶς οὐκ ἐναργείας πρόσω; τοὺς δὲ λέοντας οὐδʼ ἂν ἀφερμηνεῦσαί μοί τις ἐπαξίως δοκεῖ καὶ τὸν ὑπʼ αὐτοῖς ταῦρον, μὲν γὰρ μεμυκέναι δοκῶν καὶ σπαίρειν σπαράττεται ἤδη πως ἐμπεφυκότων τοῖς ἐντοσθιδίοις τῶν λεόντων, οἱ δὲ κύνες, ἐννέα δʼ, οἶμαι, οὗτοι ἕπονται τῇ ἀγέλῃ καὶ παρὰ τῶν ἰθυνόντων αὐτοὺς νομέων ἐγγὺς μὲν ἵενται τῶν λεόντων ὑλακῇ πτοεῖν ἐθέλοντες αὐτούς, προσμιγνύναι δʼ οὐ τολμῶσιν ἐπισπερχόντων αὐτοὺς καὶ ταῦτα τῶν νομέων. ὁρᾷς δὲ καὶ διασκιρτῶντα τοῦ ὄρους θρέμματα καὶ τοὺς σταθμοὺς καὶ τὰς σκηνὰς καὶ τοὺς σηκούς· οἶκον ποιμνίων νόει ταῦτα. λοιπός, οἶμαι, χορός τις οὑτοσὶ προσόμοιος τῷ Δαιδάλου, φασὶ δʼ αὐτὸν Ἀριάδνῃ τῇ Μίνω πρὸς αὐτοῦ δοθῆναι. τίς δʼ τέχνη; παρθένοις ηἴθεοι τὰς χεῖρας ἐπιπλέξαντες χορεύουσι. σὺ δʼ, ὡς ἔοικεν, οὐκ ἀρκεσθήσῃ τούτῳ, εἰ μή σοι καὶ τὰ τῆς ἐσθῆτος ἐξακριβώσομαι τῷ λόγῳ· οὐκοῦν αἱδὶ μὲν ὀθόναις ἤσθηνται στεφάνας ἐπὶ ταῖς κεφαλαῖς χρυσᾶς φέρουσαι, τοῖς δʼ εὐήτριοι μὲν καὶ λεπτοὶ περίκεινται χιτῶνες, μαχαίρας δὲ τῶν μηρῶν ἐξήρτηνται χρυσᾶς ἀργυρῶν τελαμώνων ξυνεχόντων αὐτάς. ἀλλʼ ἐν κύκλῳ μὲν ἰόντων, τοῦτʼ ἐκεῖνο, τροχοῦ περιδίνησιν ὁρᾷς, ὡσεὶ κεραμέως ἔργον τινός, εἴ πη δυσκυλίστως μὴ τοῦ περιθεῖν ἔχοι, πειρῶντος. στοιχηδὸν δὲ ἰόντων αὖθις πολύ τι χρῆμα ἐπιρρεῖ, ὅπως ἔχουσι τέρψεως, ἐπιδηλούντων· καὶ γάρ τινες ἐν μέσοις οὗτοι κυβιστῶντες καὶ ἄλλοτε ἄλλην ὄρχησιν ἐπιδεικνύμενοι ἄγειν μοι σαφῶς αὐτοὺς ἐς τὸ θαῦμα δοκοῦσιν. δὲ δὴ ʽἐνʼ κύκλῳ τῆς ἄντυγος θαλάττης εἰκὼν οὐ θάλαττα, παῖ, Ὠκεανὸν δὲ νοεῖν χρὴ ὅρον εἶναι τεχνηθέντα τῆς ἐν τῷ σάκει γῆς. ἱκανῶς ἔχεις τῶν ἐκτυπωμάτων. ἄθρει δὴ καὶ τὰ περὶ τοὺς νεανίας, ξὺν ὁποτέρῳ αὐτῶν νίκη· ἰδοὺ γὰρ καὶ καθῄρηται Εὐρύπυλος κατὰ τῆς μασχάλης ὤσαντος αὐτῷ καιρίαν τοῦ Πύρρου καὶ κρουνηδὸν ἐκχεῖται τὸ αἷμα, κεῖταί τε ἀνοιμωκτὶ πολὺς κατὰ τῆς γῆς ἐκχυθείς, μόνον οὐ φθάσας τὴν πληγὴν τῷ πτώματι διὰ τὸ ἐς καιρὸν τοῦ τραύματος. ἔτʼ ἐν τῷ τῆς πληγῆς Πύρρος σχήματι ῥεόμενος τὴν χεῖρα τῷ λύθρῳ πολλῷ κατὰ τοῦ ξίφους ἐνεχθέντι, οἱ Μυσοί τε οὐκ ἀνασχετὰ ἡγούμενοι ταῦτα ἐπὶ τὸν νεανίαν χωροῦσιν. δʼ ἐς αὐτοὺς βλοσυρὸν ὁρῶν μειδιᾷ καὶ ὑφίσταται τὸ στῖφος καὶ τάχα που κρύψει τὸν Εὐρυπύλου νεκρὸν σωρηδὸν ἐπʼ αὐτῷ τοὺς νεκροὺς νήσας.
§11–16
§11 ια. διεκπαίουσα τοῦ ποταμοῦ ναῦς ὑπὸ πολλῷ τῷ ῥοθίῳ τῆς εἰρεσίας κόρη τέ τις αὕτη ἐπὶ τῆς πρύμνης ὁπλίτου πλησίον καὶ ἐμμελὲς προς2άδων τοῖς τῆς κιθάρας κρούμασι ξὺν ὀρθῇ τιάρᾳ τε ὑπὲρ τῆς ἱερᾶς ἐκείνης φηγοῦ δράκων πολλῷ σπειράματι κεχυμένος καὶ τὴν κεφαλὴν ἐς τὴν γῆν νεύων ὕπνῳ βρίθουσαν τὸν ποταμὸν μὲν Φᾶσιν γίγνωσκε, Μήδειαν δὲ ταύτην, δʼ ἐπὶ τῆς πρύμνης ὁπλίτης Ἰάσων ἂν εἴη, κιθάραν δὲ καὶ τιάραν ὁρῶντας καὶ τὸν δὴ ἀμφοῖν κοσμούμενον Ὀρφεὺς ὕπεισιν ἡμᾶς τῆς Καλλιόπης. μετὰ γὰρ τὸν ἐπὶ τοῖς ταύροις ἆθλον θέλξασα ἐς ὕπνον τὸν δράκοντα τοῦτον Μήδεια σεσύληται μὲν τὸ χρυσόμαλλον τοῦ κριοῦ νάκος, φυγῇ δὲ ἵενται λοιπὸν οἱ τῆς Ἀργοῦς πλωτῆρες, ἐπειδὴ ἀνάπυστα τοῖς Κόλχοις καὶ τῷ Αἰήτῃ τὰ τῆς κόρης. καὶ τὰ μὲν τῶν τῆς Ἀργοῦς ναυβατῶν τί ἄν σοι λέγοιμι; ὁρᾷς γὰρ βραχίονας μὲν ἐξῳδηκότας αὐτοῖς ὑπὸ τοῦ ἐς τὴν εἰρεσίαν ξυντόνου, τὰ δὲ πρόσωπα οἷα γένοιτʼ ἂν ἑαυτοὺς σπερχόντων, τὸ δὲ τοῦ ποταμοῦ κλυδώνιον ὑπερκαχλάζον τοῦ τῆς νεὼς ἐμβόλου καταφερομένης σὺν πολλῇ τῇ ῥύμῃ τάχους δεῖγμα. κόρη δὲ ἀμήχανόν τινα νοῦν. δείκνυσιν ἐκ τοῦ προσώπου, ὄμμα μὲν γὰρ αὐτῇ δεδακρυμένον ἐς γῆν ὁρᾷ, περίφοβος δέ ἐστιν ὑπʼ ἐννοίας ὧν δέδρακε, καὶ λογισμοῦ τῶν μελλόντων πλήρης, αὐτή τε πρὸς ἑαυτὴν ἀνακυκλεῖν δοκεῖ μοι τὰς ἐννοίας διορῶσα τῇ ψυχῇ ἕκαστα καὶ πεπηγυῖα τὰς τῶν ὀφθαλμῶν βολὰς ἐς τὰ τῆς ψυχῆς ἀπόρρητα. Ἰάσων δὲ αὐτῇ πλησίον ξὺν ὅπλοις ἕτοιμος ἐς ἄμυναν. ὁδὶ δὲ τὸ ἐνδόσιμον τοῖς ἐρέταις ᾅδει, ὕμνους, μοι δοκεῖν, ἀνακρουόμενος θεοῖς τοὺς μὲν χαριστηρίους, ἐφʼ οἷς κατωρθώκασι, τοὺς δὲ ἐς ἱκεσίαν τείνοντας, ἐφʼ οἷς δεδοίκασιν. ὁρᾷς δὲ καὶ τὸν Αἰήτην ἐπὶ τετρώρου μέγαν τε καὶ ὑπεραίροντα ἀνθρώπους ὅπλα μὲν ἐνδεδυκότα ἀρήια γίγαντος, οἶμαί, τινος, τὸ γὰρ ὑπὲρ ἄνθρωπον τοῦθʼ ἡγεῖσθαι δίδωσι, θυμοῦ δὲ τὸ πρόσωπον πλήρη καὶ μόνον οὐ πῦρ ἐξιέντα τῶν ὀφθαλμῶν λαμπάδιόν τε τῇ δεξιᾷ αἰωροῦντα, ἐμπρήσειν γὰρ αὐτοῖς πλωτῆρσι τὴν Ἀργώ, τὸ δόρυ δὲ αὐτῷ ὑπὲρ τὴν ἄντυγα τοῦ δίφρου πρόχειρον ἵσταται. τί δὴ ποθεῖς τῶν γεγραμμένων ʽἔτἰ; τὸ τῶν ἵππων; μυκτῆρες μὲν ἀναπεπταμένοι τούτοις καὶ ἀνεστηκὼς αὐχὴν βολαί τε ὀφθαλμῶν ἕτοιμοι ἄλλως τε καὶ ἐνεργοὶ νῦν οὖσαι, δίδωσι γὰρ τουτὶ θεωρεῖν γραφή, τὸ δὲ ἆσθμα ἐξαιματτομένων ἐς τὸν δρόμον τῇ μάστιγι ὑπὸ τοῦ Ἀψύρτου, παραβατεῖν γὰρ τοῦτόν φασι τῷ Αἰήτῃ, ὑπὸ παντὸς ἑλκόμενον τοῦ στέρνου καὶ τῶν τροχῶν δίνη μόνον οὐ προσβαλοῦσα τῷ ἁρματείῳ σύρματι τὰς ἀκοὰς τὸ τάχος δίδωσι γιγνώσκειν. γὰρ διανισταμένη κόνις καὶ ἵδρωσις ἐπανθοῦσα τοῖς ἵπποις ἀμυδρὰν τῆς χρόας ποιεῖ τὴν διάσκεψιν.
§12 ιβ. ταυτὶ μὲν οὐδʼ ἐπιτάττοντος, οἶμαί, τινος γενναῖος Ἡρακλῆς μοχθεῖ, οὐδʼ ἔστιν εἰπεῖν, ὡς Εὐρυσθεὺς διʼ ὄχλου νῦν αὐτῷ, δεσπόζειν δὲ τὴν ἀρετὴν ἑαυτοῦ τάξας ἐθελουσίους ἄθλους ὑπομένει, τί μαθὼν φοβερὸν οὕτω κῆτος ὑφίσταται; ὁρᾷς γάρ, ὁπόσοι μὲν αὐτῷ οἱ ὀφθαλμοὶ κυκλοτερεῖς ταυρείαν τὴν ὄψιν ἀποτορνεύοντες καὶ δεινῶς ἐς πολὺδεδορκότες ἐπισκύνιόν τε ὀφρύων ἀκανθῶδες καὶ ἄγριον ἐφʼ ἑαυτοὺς ἕλκοντες, ὅπως δὲ ὀξεῖα τοῦ στόματος ἐκβολὴ καρχάρους καὶ τριστοίχους ὀδόντας ἐκφαίνουσα, ὧν οἱ μὲν ἀγκιστρώδεις καὶ ἀνεστραμμένοι κατέχειν τὰ ληφθέντα, οἱ δὲ ὀξεῖς τὴν αἰχμὴν καὶ ἐς πολὺ ἀνεστῶτες, ὅση δὲ κεφαλὴ σκολιοῦ καὶ ὑγροῦ τοῦ αὐχένος ἐξιοῦσα. μέγεθος δὲ ἄπιστον μὲν εἰπεῖν ἐν μικρῷ, δὲ ὄψις νικᾷ τοὺς ἀπιστοῦντας. ἐκκυρτουμένου γὰρ οὐχ ἅπαξ, ἀλλὰ κατὰ πολλὰ μέρη τοῦ κήτους τὰ μὲν ὕφαλα διαφαίνεται τὸ ἀκριβὲς τῆς ὄψεως κλέπτοντα τῷ βάθει, τὰ δὲ ἀνίσχει νησῖδες ἂν τοῖς ἀπειροθαλάττοις δόξαντα. ἀτρεμοῦντι προσετύχομεν τῷ κήτει, κινούμενον δὲ νυνὶ σφοδροτάτῃ ῥύμῃ πολὺν ἐγείρει ῥοθίου κτύπον ἐν γαλήνῃ καὶ ταῦτα, καὶ κλύδων οὗτος ὑπὸ τῆς ἐμβολῆς αὐτοῦ διανιστάμενος μὲν περὶ τοῖς ἐκφαινομένοις μέρεσι κυμαίνει περικλύζων αὐτὰ καὶ διαλευκαίνων κάτωθεν, δὲ τῆς ᾐόνος μέρος βέβληκεν τε τῶν οὐραίων ἀνάκλασις ἐπὶ πολὺ τὴν θάλατταν ἐς ὕψος ἀναρριπτούντων ἱστία νεὼς ἂν ἀπεικασθείη ποικίλως προσαυγάζοντα. ἀλλʼ οὐκ ἐκπλήττεται ταῦτα θεσπέσιος οὗτος, ἀλλʼ μὲν λεοντῆ καὶ τὸ ῥόπαλον ἐν ποσὶν αὐτῷ ἕτοιμα πρὸς τὴν χρείαν, εἰ τούτων δεήσειεν, ἕστηκε δὲ γυμνὸς ἐν προβολῇ, τὸν μὲν ἀριστερὸν προτείνας πόδα ὄχημα εἶναι τῷ παντὶ σώματι μεθισταμένῳ πρὸς τὸ τῆς κινήσεως ὀξύρροπον, καὶ τῆς πλευρᾶς δὲ τῆς ἀριστερᾶς ἅμα τῇ χειρὶ προεκκειμένης πρὸς τὴν ἐπίτασιν τοῦ τόξου τὰ δεξιὰ ὑπέσταλται τῆς δεξιᾶς χειρὸς πρὸς τὸν μαστὸν τὴν νευρὰν ἑλκούσης. τὴν δʼ αἰτίαν, παῖ, μὴ ζητῶμεν τούτων, γὰρ τῶν πετρῶν ἀνημμένη κόρη πρόκειται τῷ κήτει βορά, Ἡσιόνην δʼ αὐτὴν Λαομέδοντος παῖδα νομίζωμεν. ποῖ δὲ οὗτος; ἔσω, μοι δοκεῖν, τοῦ τῆς πόλεως τείχους ἐν περιωπῇ τῶν πραττομένων. ὁρᾷς γὰρ πόλεως κύκλον καὶ τὰς ἐπάλξεις ἀνθρώπων μεστὰς καὶ ὡς ἀνατετάκασιν ἐς οὐρανὸν εὐχόμενοι τὰς χεῖρας τάχα που δεδοικότες ὑπʼ ἐκπλήξεως περιττῆς, μὴ καὶ προσβάλλοι τῷ τείχει τὸ κῆτος, ἐπειδὴ ὡς χερσεῦσον ὥρμηκε. τὸ δὲ τῆς κόρης κάλλος καιρὸς ἐφερμηνεύειν ἐπʼ ἀκριβὲς οὐκ ἐᾷ, τὸ γὰρ περὶ τῇ ψυχῇ δέος καὶ ἐπὶ τοῖς ὁρωμένοις ἀγὼν ἀπομαραίνει μὲν τὸ τῆς ὥρας ἄνθος, δίδωσι δʼ ὅμως τοῖς ὁρῶσιν ἐκ τῶν παρόντων τὸ ἐντελὲς στοχάσασθαι.
§13 ιγ. τί δὴ μέλλεις, θεῖε Σοφόκλεις, τὰ τῆς Μελπομένης δέχεσθαι δῶρα; τί δʼ ἐς γῆν ὁρᾷς; ὡς ἔγωγʼ οὐκ οἶδα, εἴτε ἀθροίζων ἐννοίας ἤδη, εἴθʼ ὑπὸ τῆς πρὸς τὴν θεὸν ἐκπλήξεως. ἀλλὰ θάρσει, ʼγαθέ, καὶ δέχου τὰ διδόμενα. ἀπόβλητα γὰρ οὐκ εἶναι τὰ θεῶν δῶρα οἶσθά που ἐξ ἑνὸς τῶν Καλλιόπης θιασωτῶν ἀκούσας. ὁρᾷς γὰρ καὶ τὰς μελίττας, ὡς ὑπερπέτονταί σου καὶ βομβοῦσιν ἡδύ τι καὶ θεῖον ἐπιλείβουσαι σταγόνας ἀπορρήτους τῆς οἰκείας δρόσου· τουτὶ γὰρ καὶ τῆς σῆς ποιήσεως διαφύσεται παντὸς μᾶλλον. πού τις καὶ ἀναφθέγξεται μικρὸν ὕστερον ἐπὶ σοὶ Μουσῶν εὐκόλων ἀνθρήνιον λέγων καὶ δεδοικέναι τῳ παρεγγυήσει, μή πη λάθῃ τις ἐκπτᾶσα τοῦ σοῦ στόματος μέλιττα καὶ τὸ κέντρον ἀφυλάκτως ἐγχρίσασα. ὁρᾷς δέ που καὶ τὴν θεὸν αὐτὴν τὸ μὲν ὑψήγορον καὶ ἐπηρμένον τῆς γνώμης ἀπόθετον ἔχουσαν ἐς σὲ νῦν καὶ μειδιάματι εὐμενεῖ τὸ δῶρον μετροῦσαν. Ἀσκηλπιὸς δέ, οἶμαι, οὗτος ἐγγὺς παιᾶνα που παρεγγυῶν γράφειν καὶ κλυτομήτης οὐκ ἀπαξιῶν παρὰ σοῦ ἀκοῦσαι βλέμμα τε αὐτοῦ πρὸς σὲ φαιδρότητι μεμιγμένον τὰς παρὰ μικρὸν ὕστερον ἐπιξενώσεις αἰνίττεται.
§14 ιδ. πυθώμεθα τοῦ μειρακίου, παιδίον, τίς τε αὐτὸς εἴη καὶ τίς αἰτία τῆς Ἀπόλλωνος αὐτῷ παρουσίας, θαρσήσει γὰρ ἡμᾶς γοῦν προσβλέψαι. οὐκοῦν μὲν Ὑάκινθος εἶναί φησιν Οἰβάλου, μαθόντας δὲ τοῦτο χρὴ λοιπὸν καὶ τὴν αἰτίαν τῆς τοῦ θεοῦ παρουσίας γιγνώσκειν· ἐρῶν τῆς Λητοῦς τοῦ μειρακίου πάντα δώσειν αὐτῷ φησιν, ὅσα ἔχει, τὸ ξυνεῖναί οἱ προσεμένῳ, τοξείαν τε γὰρ καὶ μουσικὴν διδάξειν καὶ μαντικῆς ἐπαίειν καὶ λύρας μὴ ἀπῳδὸν εἶναι καὶ τοῖς ἀμφὶ παλαίστραν ἐπιστήσειν, δώσειν δὲ ὑπὲρ κύκνων αὐτὸν ὀχούμενον περιπολεῖν χωρία, ὅσα Ἀπόλλωνος φίλα. ταυτὶ μὲν θεός, γέγραπται δὲ ἀκειρεκόμης μέν, τὸ εἰωθός, φαιδρὰν δὲ ὀφρὺν ὑπὲρ ὀφθαλμῶν ἐγείρων, ὧν ἀκτῖνες οἷον ἐκλάμπουσι, καὶ μειδιάματι ἡδεῖ τὸν Ὑάκινθον θαρσύνων προτείνων τε τὴν δεξιὰν ἐπὶ τῇ αὐτῇ αἰτίᾳ. τὸ μειράκιον δὲ ἐς γῆν μὲν ἀτενὲς ὁρᾷ, πολλὴ δὲ τῶν ὀφθαλμῶν ἔννοια, γάνυταί τε γὰρ ἐφʼ οἷς ἀκούει, καὶ τὸ θάρσος ἔτι μέλλον αἰδοῖ μίγνυσιν. ἕστηκε δὲ τὰ μὲν ἀριστερὰ τοῦ σώματος ἁλιπορφύρῳ χλανίδι καλύπτων, δὴ καὶ ὑπέσταλται, ἀκοντίῳ δὲ τὴν δεξιὰν ἐπερείδει ἐκκειμένῳ τῷ γλουτῷ καὶ τῇ πλευρᾷ διορωμένῃ, βραχίων τε οὑτοσὶ γυμνὸς δίδωσιν ἡμῖν καὶ τὰ μὴ ὁρώμενα ἐλέγχειν. σφυρὸν μὲν αὐτῷ κοῦφον ἐπʼ εὐθείᾳ τῇ κνήμῃ καὶ ἐπιγουνὶς αὕτη ἐλαφρὰ ὑπὲρ κνήμης μηροί τε ἀπέριττοι καὶ ἰσχίον ἀνέχον τὸ λοιπὸν σῶμα πλευρά τε εὔπνουν ἀποτορνεύουσα τὸ στέρνον καὶ βραχίων ξὺν ἁπαλότητι σφριγῶν καὶ αὐχὴν ἀνεστηκὼς τὸ μέτριον κόμη τε οὐκ ἄγροικος, οὐδὲ ἐν αὐχμῷ ἀνεστηκυῖα, ἀλλʼ ἐπικρεμαμένη τῷ μετώπῳ, ξυναπονεύουσα δὲ ταῖς τοῦ ἰούλου ἀρχαῖς. δʼ ἐν ποσὶ δίσκος ἔχων καὶ σκοτεινόν τι περὶ ἑαυτὸν Ἔρως τε καθορῶν φαιδρὸς ἅμα καὶ κατηφής, καὶ Ζέφυρος ἐκ περιωπῆς ἄγριον ὑποφαίνων τὸ ὄμμα αἰνίττεται ζωγράφος τὴν ἀπώλειαν τοῦ μειρακίου, δισκεύοντι δὲ τῷ Ἀπόλλωνι πλάγιος ἐμπνεύσας ἐμβαλεῖ τῷ Ὑακίνθῳ τὸν δίσκον.
§15 ιε. θαυμάζεις ὁρῶν ἐς τοσοῦτον ἀγῶνα κόρην ὁρμῶσαν ἀγρίου τε οὕτω συὸς καὶ τοσούτου ὁρμὴν ὑφισταμένην; ὁρᾷς γάρ, ὡς ὕφαιμον μὲν αὐτῷ τὸ ὄμμα λοφιά τε φρίττουσα καὶ πολὺς κατὰ τῶν ὀδόντων ἀφρὸς ἐς πολὺ ἀνεστηκότων καὶ τὴν αἰχμὴν ἀτρίπτων τό τε εὖρος, ὡς πρὸς λόγου τῇ βάσει, ἣν δὴ καὶ τὰ ἴχνη ταυτὶ δείκνυσι ταύρων ἀποδέοντα οὐδέν· οὐδὲ γὰρ τούτων παρέλιπέ τι ζωγράφος ἐντυπώσας αὐτὰ τῇ γραφῇ. τὰ δὲ δρώμενα καὶ δεινὰ ἤδη· ἐμπεπτωκὼς γὰρ σῦς Ἀγκαίῳ τούτῳ κατὰ τὸν μηρὸν κεῖται νεανίας ἀθρόον ἐκρέων τὸ αἷμα καὶ ἐς πολὺ ἀνερρωγὼς τοῦ μηροῦ, ὅθεν ἐν χερσὶν ἤδη τοῦ ἄθλου ὄντος μὲν Ἀταλάντη, ταύτην γὰρ εἶναι τὴν κόρην νοεῖν χρή, πρόχειρον ἐπιθεῖσα τῇ νευρᾷ τὸ βέλος ἀφήσειν μέλλει. ἔσταλται δὲ ἐσθῆτι μὲν ὑπὲρ γόνυ, κρηπῖδα δὲ τοῖν ποδοῖν ἐνῆπται καὶ αἱ χεῖρες ἐς ὦμον γυμναὶ διὰ τὸ ἐνεργοὺς εἶναι τῆς ἐσθῆτος ἐκεῖ ἐς περόνας ξυνεχομένης, τὸ δὲ κάλλος ἀρρενωπὸν ἐκ φύσεως ὂν ἀνίστησιν καιρὸς ἐπὶ μᾶλλον οὐκ ἐφίμερον βλεπούσης, ἀλλὰ τὰς τῶν ὀφθαλμῶν βολὰς ἐς τὴν τῶν δρωμένων ἔννοιαν τεινούσης. οἱ νεανίαι δὲ οὗτοι Μελέαγρος καὶ Πηλεύς, τούτους γὰρ δὴ τοὺς καθελόντας τὸν σῦν φησὶν ʽεἶναἰ γραφή, μὲν ἐπερείσας ἐν προβολῇ τῷ λαιῷ ποδὶ ἑαυτὸν Μελέαγρος καὶ τὴν βάσιν τηρήσας ἀσφαλῶς ἐκδέχεται τὴν ὁρμὴν τοῦ συὸς λόγχην ὑποστήσας. φέρε δὴ καὶ τὰ περὶ αὐτὸν εἴπωμεν· στιφρὸς μὲν νεανίας καὶ πάντῃ σφριγῶν, κνῆμαι δʼ αὐτῷ εὐπαγεῖς καὶ ὀρθαὶ φέρειν τε ἔν τε τοῖς δρόμοις ἱκαναὶ καὶ ὑφισταμένῳ τὸν ἐκ χειρὸς ἀγῶνα φύλακες ἀγαθαὶ μηρός τε ξὺν ἐπιγουνίδι ὁμολογῶν τοῖς κάτω καὶ ἰσχίον οἷον διδόναι θαρσεῖν ὡς οὐκ ἀνατραπησομένου ὑπὸ τῆς τοῦ συὸς ἐμβολῆς τοῦ νεανίου πλευρά τε βαθεῖα καὶ γαστὴρ ἀπέριττος καὶ στέρνα τὸ μέτριον προεκκείμενα καὶ βραχίων διηρθρωμένος καὶ ὦμοι πρὸς αὐχένα ἐρρωμένον ξυνάπτοντες καὶ βάσιν αὐτῷ διδόντες κόμη τε ἡλιῶσα καὶ ἀνεστηκυῖα νῦν ὑπὸ τοῦ τῆς ὁρμῆς ἐνεργοῦ καὶ χαροπὸν ἱκανῶς δεδορκὸς τὸ ὄμμα τε ὀφρὺς οὐκ ἀνειμένη, ἀλλʼ ἐν τῷ θυμῷ πᾶσα καὶ τοῦ προσώπου κατάστασις οὐδὲ ξυγχωροῦσα περὶ κάλλους τι λέγειν διὰ τὸ ἐπιτετάσθαι, ἐσθὴς δὲ λευκὴ ὑπὲρ γόνυ καὶ κρηπὶς ὑπὲρ σφυρὸν ἔρεισμα ἀσφαλὲς τῇ βάσει, χλαμύδα τε κοκκοβαφῆ ὑπὲρ αὐχένος κολπώσας τὸ θηρίον ὑφίσταται. ταυτὶ μέν σοι τὰ τοῦ Οἰνέως, Πηλεὺς δὲ οὗτος προβέβληται φοινικοῦν φᾶρος, μάχαιρα δὲ αὐτῷ παρʼ Ἡφαίστου ἐν χερσὶν ἐκδεξομένῳ τὴν τοῦ συὸς ὁρμήν, τὸ δὲ ὄμμα ἄτρεπτος καὶ ὀξὺ ὁρῶν καὶ οἷος μηδὲ ὑπερόριον ἆθλον τὸν ἐς Κόλχους σὺν Ἰάσονι δεῖσαι.
§16 ις. μὴ δέδιθι, παῖ, τὸν Εὔηνον ποταμὸν πολλῷ κυμαίνοντα καὶ ὑπὲρ τὰς ὄχθας αἰρόμενον, γέγραπται γάρ, ἀλλὰ μᾶλλον τὰ ἐν αὐτῷ διασκεψώμεθα, ὅπη τε καὶ ὅπως ἔχει τὰ τῆς τέχνης· γὰρ οὐκ ἐπιστρέφει σε πρὸς ἑαυτὸν θεῖος Ἡρακλῆς οὕτως ἐμβεβηκὼς μέσῳ τῷ ποταμῷ καὶ πῦρ ἐκλάμπων ἀπὸ τῶν ὀφθαλμῶν τὸν σκοπὸν μετρούντων τόξον τε ἔχων ἐν τῇ λαιᾷ προβεβλημένῃ, ἔτι καὶ τὴν δεξιὰν ἐν τῷ τῆς ἀφέσεως τοῦ βέλους ἔχων σχήματι; ἐς μαζὸν γὰρ αὕτη. τί δʼ ἂν εἴποις περὶ τῆς νευρᾶς; ἆρʼ οὖν οὐκ αἰσθάνεσθαι δοκεῖς ἐπηχούσης τῇ τοῦ οἰστοῦ ἀφέσει; ποῦ δὲ οὗτος; ὁρᾷς τὸν ὕστατον ἀνασκιρτῶντα κένταυρον; Νέσσος δέ, οἶμαι, οὗτος διαφυγὼν ἐκ τῆς Φολόης τὴν Ἡρακλείαν μόνος χεῖρα, ὅτʼ ἐπιχειροῦντες ἀδίκως αὐτῷ διέφυγεν οὐδεὶς πλὴν οὗτος. οἴχεται δὲ καὶ οὗτος ἄδικος ἐς αὐτὸν φανείς· πορθμεύοντος γὰρ τοὺς δεομένους τούτου ἐπιστὰς Ἡρακλῆς ξὺν τῇ γυναικὶ Δηιανείρᾳ καὶ τῷ παιδὶ Ὕλλῳ, ἐπειδὴ ἄπορος ποταμὸς ἐφαίνετο, τὴν γυναῖκα πορθμεῦσαι παρεγγυᾷ, αὐτὸς δὲ ἐπὶ τοῦ δίφρου ξὺν τῷ παιδὶ ἐχώρει διὰ τοῦ ποταμοῦ, κἀνταῦθα μὲν κακῶς ἰδὼν τὴν γυναῖκα ἀτόποις ἐπετόλμα τῆς ὄχθης ἐπιβάς, δὲ βοῆς ἀκούσας Ἡρακλῆς τοξεύει κατὰ τοῦ Νέσσου. γεγράφαται δὲ μὲν Δηιάνειρα ἐν τῷ τοῦ κινδύνου σχήματι καὶ περιδεὴς ἐς τὸν Ἡρακλέα τὰς χεῖρας τείνουσα, δὲ Νέσσος ἄρτι τὸν οἰστὸν δεξάμενος καὶ περὶ ἑαυτῷ σφαδάζων οὔπω, δοκεῖν, τὸ ἑαυτοῦ λύθρον ἀπόθετον ἐς Ἡρακλέα τῇ Δηιανείρᾳ δεδωκώς. τὸ δὲ παιδίον Ὕλλος ἐφέστηκε μὲν τῷ πρώτῳ δίφρῳ κατὰ τῆς ἄντυγος δεθέντων, ὥστε ἀτρεμεῖν, τῶν ἵππων, κροτεῖ δὲ ὑφʼ ἡδονῆς τὰς χεῖρας γέλωτι δοὺς μήπω ἔρρωται.
§17
§17 ιζ. μὲν ἐπὶ τῷ στρατηγεῖν ἔτι καὶ τοὺς ἐκ Μελιβοίας ἐπὶ Τροίαν ἀνάγων τιμωροὺς Μενελάῳ κατὰ τοῦ Φρυγὸς Φιλοκτήτης τοῦ Ποίαντος γενναῖός που κἀναφέρων ἐς τὴν ὑφʼ Ἡρακλεῖ τροφήν, θεράπων ʽγὰρʼ δὴ γενέσθαι τῷ Ἡρακλεῖ Φιλοκτήτης ἐκ νηπίου, ὅτε καὶ φορεὺς εἶναί οἱ τῶν τόξων, δὴ καὶ ὕστερον μισθὸν λαβεῖν παρʼ αὐτοῦ τῆς ἐς τὴν πυρὰν ὑπουργίας δὲ νῦν ἐνταῦθα ξυμπεπτωκότι διὰ τὴν νόσον τῷ προσώπῳ ξυννεφῆ ὀφρὺν ἐπὶ τὼ ὀφθαλμὼ ἐφέλκων κάτω που καὶ ἐν βάθει ὄντας καὶ ἀμενηνὸν ὁρῶντας, κόμην τε καὶ αὐχμοῦ πλήρη δεικνὺς καὶ τὴν γενειάδα ὑπανεστηκὼς καὶ φρίττων καὶ ῥάκια αὐτός τε ἀμπισχόμενος καὶ τὸν ταρσὸν καλύπτων τοιόνδε, παῖ, δίδωσι λόγον· ἀναπλέοντες ἐς Τροίαν οἱ Ἀχαιοὶ καὶ προσχόντες ταῖς νήσοις ἐμαστεύοντο τὸν τῆς Χρύσης βωμόν, ὃν Ἰάσων ποτὲ ἱδρύσατο, ὅτε ἐς Κόλχους ἔπλει, Φιλοκτήτης τε ἐκ τῆς ʽτῶνʼ ξὺν Ἡρακλεῖ μνήμης τὸν βωμὸν τοῖς ζητοῦσι δεικνὺς ἐγχρίψαντος αὐτῷ τοῦ ὕδρου τὸν ἰὸν ἐς θάτερον τοῖν ποδοῖν οἱ μὲν ἐπὶ Τροίαν οἱ Ἀχαιοὶ στέλλονται, δὲ ἐν Λήμνῳ ταύτῃ κεῖται, διαβόρῳ φησὶ Σοφοκλῆς καταστάζων ἰῷ τὸν πόδα...
Tap any Greek word to look it up
An open-access project
Kayser 1871
Teubner
Kayser, Teubner, 1871 · 1871
The Editor

Karl Ludwig Kayser (1808–1872) was a German classical scholar, Professor at Heidelberg, who produced the standard Teubner edition of Philostratus and editions of other Greek rhetorical and philosophical texts. Kayser was a careful and methodical editor whose work on the Second Sophistic authors remains important.

About This Edition

Kayser's Teubner editions, produced in the mid-19th century, provide critical texts of Greek authors from the imperial period. His editions follow standard Teubner practice: a clean text with apparatus criticus recording manuscript variants and scholarly conjectures. For some of the texts Kayser edited, more recent editions now exist, but his work remains frequently cited.

Tap any Greek word to look it up