Philo Judaeus Quod Omnis Probus Liber Sit
EN Lat Orig
Quod Omnis Probus Liber Sit
§1–41
§1 μὲν πρότερος λόγος ἦν ἡμῖν, Θεόδοτε, περὶ τοῦ δοῦλον εἶναι πάντα φαῦλον, ὡς καὶ διὰ πολλῶν καὶ εἰκότων καὶ ἀληθῶν ἐπιστωσάμεθα· οὑτοσὶ δἐκείνου συγγενής, ὁμοπάτριος καὶ ὁμομήτριος ἀδελφὸς καὶ τρόπον τινὰ δίδυμος, καθὃν ἐπιδείξομεν, ὅτι πᾶς ἀστεῖος ἐλεύθερος.
§2 τὸν μὲν οὖν τῶν Πυθαγορείων ἱερώτατον θίασον λόγος ἔχει μετὰ πολλῶν καὶ ἄλλων καλῶν καὶ τοῦτἀναδιδάσκειν, "ταῖς λεωφόροις μὴ βαδίζειν ὁδοῖς“, οὐχ ἵνα κρημνοβατῶμενοὐ γὰρ ποσὶ κάματον παρήγγελλεν —, ἀλλαἰνιττόμενος διὰ συμβόλου τὸ μήτε λόγοις μήτἔργοις δημώδεσι καὶ πεπατημένοις χρῆσθαι.
§3 ὅσοι δὲ φιλοσοφίαν γνησίως ἠσπάσαντο, καταπειθεῖς γενόμενοι τῷ προστάγματι νόμον αὐτὸ μᾶλλον δὲ θεσμὸν ἰσούμενον χρησμῷ ὑπετόπησαν, δόξας δἀγελαίους ὑπερκύψαντες ἀτραπὸν ἄλλην ἐκαινοτόμησαν ἄβατον ἰδιώταις λόγων καὶ δογμάτων, ἰδέας ἀνατείλαντες ὧν οὐδενὶ μὴ καθαρῷ θέμις ψαύειν.
§4 λέγω δὲ μὴ καθαρούς, ὅσοι παιδείας εἰς ἅπαν ἄγευστοι διετέλεσαν πλαγίως ἀλλὰ μὴ ἐπεὐθείας αὐτὴν ἐδέξαντο κάλλος τὸ σοφίας εἰς τὸ σοφιστείας αἶσχος μεταχαράξαντες.
§5 οὗτοι τὸ νοητὸν φῶς ἰδεῖν οὐ δυνάμενοι διἀσθένειαν τοῦ κατὰ ψυχὴν ὄμματος, ταῖς μαρμαρυγαῖς πέφυκεν ἐπισκιάζεσθαι, καθάπερ ἐν νυκτὶ διάγοντες ἀπιστοῦσι τοῖς ἐν ἡμέρᾳ ζῶσι καὶ ὅςἂν αὐγαῖς ἀκράτοις τῶν ἡλιακῶν ἀκτίνων εἰλικρινέστατα περιαθρήσαντες διηγῶνται τεράστια νομίζουσι φάσμασιν ἐοικότα, τῶν ἐν τοῖς θαύμασιν οὐ διαφέροντα.
§6 πῶς γὰρ οὐκ ἐκτόπια καὶ θαύματὄντως, φυγάδας μὲν καλεῖν τοὺς μὴ μόνον ἐν μέσῃ τῇ πόλει διατρίβοντας, ἀλλὰ καὶ βουλεύοντας καὶ δικάζοντας καὶ ἐκκλησιάζοντας, ἔστι δὅτε καὶ ἀγορανομίας καὶ γυμνασιαρχίας καὶ τὰς ἄλλας λειτουργίας ὑπομένοντας,
§7 πολίτας δὲ τοὺς μὴ ἐγγραφέντας τὸ παράπαν ὧν ἀτιμία καὶ φυγὴ κατέγνωσται, πέραν ὅρων ἀνθρώπους ἐληλαμένους, οὐ μόνον οὐκ ἐπιβῆναι τῆς χώρας ἀλλοὐδἐξ ἀπόπτου τὸ πατρῷον ἔδαφος θεάσασθαι δυναμένους, εἰ μή τισι Ποιναῖς ἐλαύνοιντο θανατῶντες; ἔφεδροι γὰρ καταστειχόντων κολασταὶ μυρίοι, καὶ διἑαυτῶν ἠκονημένοι καὶ νόμων προστάξεσιν ὑπηρετοῦντες.
§8 πῶς δὲ οὐ παράλογα καὶ γέμοντα πολλῆς ἀναισχυντίας μανίας οὐκ ἔχω τί λέγωδιὰ γὰρ ὑπερβολὴν οὐδοἰκείων ὀνομάτων εὐπορῆσαι ῥᾴδιονπλουσίους μὲν ὀνομάζειν τοὺς ἀπορωτάτους καὶ τῶν ἀναγκαίων ἐνδεεῖς, λυπρῶς καὶ ἀθλίως ἀποζῶντας, μόλις τὸ ἐφήμερον ἐκπορίζοντας, ἐν εὐθηνίᾳ κοινῇ λιμὸν ἐξαίρετον ἔχοντας, ἀρετῆς αὔρᾳ, καθάπερ ἀέρι φασὶ τοὺς τέττιγας, τρεφομένους,
§9 πένητας δὲ τοὺς ἀργύρῳ καὶ χρυσῷ καὶ πλήθει κτημάτων καὶ προσόδων καὶ ἄλλων ἀμυθήτων ἀγαθῶν ἀφθονίᾳ περιρρεομένους, ὧν πλοῦτος οὐ συγγενεῖς καὶ φίλους αὐτὸ μόνον ὤνησεν, ἀλλὰ καὶ τῆς οἰκίας ἔξω προελθὼν μεγάλους ὁμίλους δημοτῶν καὶ φυλετῶν, διαβὰς δἔτι μεῖζον καὶ πόλει χορηγεῖ τὰ πάντα, ὧν εἰρήνη χρεῖος πόλεμος;
§10 ἀπὸ δὲ τῆς αὐτῆς ὀνειρώξεως τοῖς μὲν ἀμφιθαλέσι καὶ τῷ ὄντι εὐπατρίδαις, ὧν οὐ γονεῖς μόνον ἀλλὰ καὶ πάπποι καὶ πρόγονοι μέχρι τῶν ἀρχηγετῶν καὶ πρὸς ἀνδρῶν καὶ πρὸς γυναικῶν ἐπιφανέστατοι γεγόνασι, δουλείαν ἐτόλμησαν ἐπιφημίσαι, τοῖς δἐκ τριγονίας στιγματίαις, πεδότριψι καὶ παλαιοδούλοις, ἐλευθερίαν.
§11 ἐστὶ δὲ τὰ τοιαῦτα, ὡς ἔφην, πρόφασις ἀνθρώπων, οἳ διάνοιαν μὲν ἠμαύρωνται, δοῦλοι δεἰσὶ δόξης ἐπανέχοντες αἰσθήσεσιν, ὧν τὸ συνέδριον ὑπὸ τῶν κρινομένων ἀεὶ δεκαζόμενον ἀβέβαιον.
§12 χρῆν δὲ αὐτούς, εἴπερ ὅλως ἐζήλουν ἀλήθειαν, μὴ τῶν τὰ σώματα καμνόντων ἐν τῷ φρονεῖν ἐλαττοῦσθαι· ἐκεῖνοι μὲν γὰρ ἑαυτοὺς ἐπιτρέπουσιν ἰατροῖς ὑγείας ὀρεγόμενοι, κατοκνοῦσι δοὗτοι νόσον ψυχῆς, ἀπαιδευσίαν, ἀπώσασθαι, γενόμενοι σοφῶν ἀνδρῶν ὁμιληταί, παρὧν οὐ μόνον ἔστιν ἀπομαθεῖν ἀμαθίαν, ἀλλὰ καὶ τὸ ἴδιον ἀνθρώπου κτῆμα προσλαβεῖν, ἐπιστήμην.
§13 ἐπειδὴ δὲ κατὰ τὸν ἱερώτατον Πλάτωναφθόνος ἔξω θείου χοροῦ ἵσταται", θειότατον δὲ καὶ κοινωνικώτατον σοφία, συγκλείει μὲν οὐδέποτε τὸ ἑαυτῆς φροντιστήριον, ἀναπεπταμένη δὲ ἀεὶ δέχεται τοὺς ποτίμων διψῶντας λόγων, οἷς ἀκράτου διδασκαλίας ἄφθονον ἐπαντλοῦσα νᾶμα μεθύειν τὴν νηφάλιον ἀναπείθει μέθην.
§14 οἱ δὲ ὥσπερ ἐν ταῖς τελεταῖς ἱεροφαντηθέντες, ὅταν ὀργίων γεμισθῶσι, πολλὰ τῆς πρόσθεν ὀλιγωρίας ἑαυτοὺς κακίζουσιν, ὡς οὐ φεισάμενοι χρόνου, βίον δὲ τρίψαντες ἀβίωτον, ἐν φρονήσεως ἐχήρευσαν.
§15 ἄξιον οὖν νεότητα τὴν πανταχοῦ πᾶσαν τὰς ἀπαρχὰς τῆς πρώτης ἀκμῆς μηδενὶ μᾶλλον παιδείᾳ ἀναθεῖναι, καὶ ἐνηβῆσαι καὶ ἐγγηράσαι καλόν· ὥσπερ γάρ, φασί, τὰ καινὰ τῶν ἀγγείων ἀναφέρει τὰς τῶν πρώτων εἰς αὐτὰ ἐγχυθέντων ὀσμάς, οὕτως καὶ αἱ τῶν νέων ψυχαὶ τοὺς πρώτους τῶν φαντασιῶν τύπους ἀνεξαλείπτους ἐναποματτόμεναι, τῇ φορᾷ τῶν αὖθις ἐπεισρεόντων ἥκιστα κατακλυζόμεναι, τὸ ἀρχαῖον διαφαίνουσιν εἶδος.
§16 Ἅλις μὲν δὴ τούτων. ἀκριβωτέον δὲ τὸ ζητούμενον, ἵνα μὴ τῇ τῶν ὀνομάτων ἀσαφείᾳ παραγόμενοι πλαζώμεθα, καταλαβόντες δὲ περὶ οὗ λόγος τὰς ἀποδείξεις εὐσκόπως ἐφαρμόττωμεν.
§17 δουλεία τοίνυν μὲν ψυχῶν, δὲ σωμάτων λέγεται· δεσπόται δὲ τῶν μὲν σωμάτων ἄνθρωποι, ψυχῶν δὲ κακίαι καὶ πάθη. κατὰ ταὐτὰ δὲ καὶ ἐλευθερία· μὲν γὰρ ἄδειαν σωμάτων ἀπἀνθρώπων δυνατωτέρων, δὲ διανοίας ἐκεχειρίαν ἀπὸ τῆς τῶν παθῶν δυναστείας ἐργάζεται.
§18 τὸ μὲν οὖν πρότερον οὐδὲ εἷς ζητεῖ· μυρίαι γὰρ αἱ ἀνθρώπων τύχαι, καὶ πολλοὶ πολλάκις καιροῖς ἀβουλήτοις τῶν σφόδρα ἀστείων τὴν ἐκ γένους ἀπέβαλον ἐλευθερίαν· ἀλλἔστιν σκέψις περὶ τρόπων, οὓς οὔτἐπιθυμίαι οὔτε φόβοι οὔθἡδοναὶ οὔτε λῦπαι κατέζευξαν, ὥσπερ ἐξ εἱρκτῆς προεληλυθότων καὶ δεσμῶν οἷς ἐπεσφίγγοντο διαφειμένων.
§19 ἀνελόντες οὖν ἐκποδὼν τὰς προφασιστικὰς εὑρεσιλογίας καὶ τὰ φύσεως μὲν ἀλλότρια δόξης δἠρτημένα ὀνόματα οἰκοτρίβων ἀργυρωνήτων αἰχμαλώτων τὸν ἀψευδῶς ἐλεύθερον ἀναζητῶμεν, μόνῳ τὸ αὐτοκρατὲς πρόσεστι, κἂν μυρίοι γράφωσι δεσπότας ἑαυτούς. ἀναφθέγξεται γὰρ ἐκεῖνο τὸ Σοφόκλειον οὐδὲν τῶν πυθοχρήστων διαφέρον· "θεὸς ἐμὸς ἄρχων, θνητὸς δοὐδείς”. τῷ γὰρ ὄντι μόνος ἐλεύθερος μόνῳ θεῷ χρώμενος ἡγεμόνι,
§20 κατἐμὴν δὲ διάνοιαν καὶ τῶν ἄλλων ἡγεμών, ἐπιτετραμμένος τὰ περίγεια, οἷα μεγάλου βασιλέως, θνητὸς ἀθανάτου, διάδοχος. ἀλλ μὲν περὶ ἀρχῆς τοῦ σοφοῦ λόγος εἰς καιρὸν ἐπιτηδειότερον ὑπερκείσθω, τὸν δὲ περὶ ἐλευθερίας τὰ νῦν ἀκριβωτέον.
§21 εἰ δή τις εἴσω προελθὼν τῶν πραγμάτων ἐθελήσειε διακύψαι, γνώσεται σαφῶς, ὅτι οὐδὲν ἄλλο ἄλλῳ συγγενὲς οὕτως, ὡς αὐτοπραγία ἐλευθερίᾳ, διότι πολλὰ μὲν τῷ φαύλῳ τὰ ἐμποδών, φιλαργυρία, φιλοδοξία, φιληδονία, τῷ δἀστείῳ τὸ παράπαν οὐδέν, ἐπανισταμένῳ καὶ ἐπιβεβηκότι καθάπερ ἐν ἄθλων ἀγῶνι τοῖς καταπαλαισθεῖσιν, ἔρωτι, φόβῳ, δειλίᾳ, λύπῃ, τοῖς ὁμοιοτρόποις.
§22 ἔμαθε γὰρ ἀλογεῖν ἐπιταγμάτων, ὅσα οἱ ψυχῆς παρανομώτατοι ἄρχοντες ἐπιτάττουσι, διὰ ζῆλον καὶ πόθον ἐλευθερίας, ἧς τὸ αὐτοκέλευστον καὶ ἐθελουργὸν κλῆρος ἴδιος. ἐπαινεῖται παρά τισιν τὸ τρίμετρον ἐκεῖνο ποιήσαςτίς δἐστὶ δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;“ ὡς μάλα συνιδὼν τὸ ἀκόλουθον· ὑπέλαβε γάρ, ὅτι οὐδὲν οὕτως δουλοῦσθαι πέφυκε διάνοιαν, ὡς τὸ ἐπὶ θανάτῳ δέος, ἕνεκα τοῦ πρὸς τὸ ζῆν ἱμέρου.
§23 χρῆν δὲ λογίσασθαι, ὅτι οὐχ τοῦ θανεῖν μόνον ἄφροντις ὢν ἀδούλωτος, ἀλλὰ καὶ τοῦ πένεσθαι καὶ ἀδοξεῖν καὶ ἀλγεῖν καὶ τῶν ἄλλων ὅσα οἱ πολλοὶ κακὰ νομίζουσι, κακοὶ τῶν πραγμάτων ὄντες αὐτοὶ κριταί, οἵτινες ἐκ τῶν χρειῶν δοκιμάζουσι τὸν δοῦλον εἰς τὰς ὑπηρεσίας ἀφορῶντες, δέον εἰς τὸ ἀδούλωτον ἦθος.
§24 μὲν γὰρ ἀπὸ ταπεινοῦ καὶ δουλοπρεποῦς φρονήματος ταπεινοῖς καὶ δουλοπρεπέσι παρὰ γνώμην ἐγχειρῶν τὴν ἑαυτοῦ δοῦλος ὄντως· δὲ πρὸς τὸν παρόντα καιρὸν ἁρμοζόμενος τὰ οἰκεῖα καὶ ἑκουσίως ἅμα καὶ τλητικῶς ἐγκαρτερῶν τοῖς ἀπὸ τύχης καὶ μηδὲν καινὸν τῶν ἀνθρωπίνων εἶναι νομίζων, ἀλλἐξητακὼς ἐπιμελῶς, ὅτι τὰ μὲν θεῖα αἰωνίῳ τάξει καὶ εὐδαιμονίᾳ τετίμηται, τὰ δὲ θνητὰ πάντα σάλῳ καὶ κλύδωνι πραγμάτων διαφερόμενα πρὸς ἀνίσους ῥοπὰς ταλαντεύει, καὶ γενναίως ὑπομένων τὰ συμπίπτοντα φιλόσοφος εὐθύς ἐστι καὶ ἐλεύθερος.
§25.1 ὅθεν οὐδὲ παντὶ τῷ προστάττοντι ὑπακούσεται, κἂν αἰκίας καὶ βασάνους καί τινας φοβερωτάτας ἀπειλὰς ἐπανατείνηται, νεανιευσάμενος δὲ ἀντικηρύξει·
§25.2 "ὄπτα, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δἄνειςἐς οὐρανόν, πρὶν ἐξ ἐμοῦ σοι θῶπἀπαντῆσαι λόγον.“
§26 ἤδη ποτεἶδον ἐν ἀγῶνι παγκρατιαστῶν τὸν μὲν ἐπιφέροντα τὰς πληγὰς καὶ χερσὶ καὶ ποσὶ καὶ πάσας εὐσκόπως καὶ μηδὲν παραλελοιπότα τῶν εἰς τὸ νικᾶν ἀπειρηκότα καὶ παρειμένον καὶ πέρας ἀστεφάνωτον ἐξελθόντα τοῦ σταδίου, τὸν δὲ τυπτόμενον, ὑπὸ πυκνότητος σαρκῶν πεπιλημένον, στρυφνόν, ναστόν, ὄντως γέμοντα πνεύματος ἀθλητικοῦ, διὅλων νενευρωμένον, οἷα πέτραν σίδηρον, οὐδὲν μὲν πρὸς τὰς πληγὰς ἐνδόντα, τὴν δὲ τοῦ ἀντιπάλου δύναμιν τῷ καρτερικῷ καὶ παγίῳ τῆς ὑπομονῆς καθῃρηκότα μέχρι παντελοῦς νίκης.
§27 ὅμοιον δή τι τούτῳ πεπονθέναι μοι δοκεῖ ἀστεῖος· τὴν γὰρ ψυχὴν εὖ μάλα κραταιωθεὶς ἰσχυρογνώμονι λογισμῷ θᾶττον ἀναγκάζει τὸν βιαζόμενον ἀπειπεῖν ὑπομένει τι δρᾶσαι τῶν παρὰ γνώμην. ἀλλἄπιστον ἴσως τοῖς μὴ πεπονθόσιν ἀρετὴν τὸ λεγόμενον· καὶ γὰρ ἐκεῖνο τοῖς τοὺς παγκρατιαστὰς οὐκ εἰδόσι, γέγονε δοὐδὲν ἧττον ἐπἀληθείας.
§28 εἰς ταῦτα δἀπιδὼν Ἀντισθένης δυσβάστακτον εἶπεν εἶναι τὸν ἀστεῖον· ὡς γὰρ ἀφροσύνη κοῦφον καὶ φερόμενον, οὕτως φρόνησις ἐρηρεισμένον καὶ ἀκλινὲς καὶ βάρος ἔχον ἀσάλευτον.
§29 δὲ δὴ τῶν Ἰουδαίων νομοθέτης τὰς τοῦ σοφοῦ χεῖρας βαρείας εἰσάγει (Exod. 17, 12), διὰ συμβόλων τὰς πράξεις αἰνιττόμενος οὐκ ἐπιπολαίως ἀλλὰ παγίως ἐρηρεισμένας ἀπὸ διανοίας ἀρρεποῦς.
§30 πρὸς οὐδενὸς οὖν ἀναγκάζεται, ἅτε καταπεφρονηκὼς μὲν ἀλγηδόνων, καταπεφρονηκὼς δὲ θανάτου, νόμῳ δὲ φύσεως ὑπηκόους ἔχων ἅπαντας ἄφρονας· ὅνπερ γὰρ τρόπον αἰγῶν μὲν καὶ βοῶν καὶ προβάτων αἰπόλοι καὶ βουκόλοι καὶ νομεῖς ἀφηγοῦνται, τὰς δἀγέλας ἀμήχανον ἐπιτάξαι ποιμέσι, τὸν αὐτὸν τρόπον οἱ μὲν πολλοὶ θρέμμασιν ἐοικότες ἐπιστάτου καὶ ἄρχοντος δέονται, ἡγεμόνες δεἰσὶν οἱ ἀστεῖοι τὴν τῶν ἀγελαρχῶν τεταγμένοι τάξιν.
§31 Ὅμηρος μὲν οὖν "ποιμένας λαῶνεἴωθε καλεῖν τοὺς βασιλέας, δὲ φύσις τοῖς ἀγαθοῖς κυριώτερον τουτὶ τοὔνομα ἐπεφήμισεν, εἴ γε ἐκεῖνοι ποιμαίνονται τὸ πλέον ποιμαίνουσινἄκρατος γὰρ αὐτοὺς ἄγει καὶ εὐμορφία πέμματά τε καὶ ὄψα καὶ τὰ μαγείρων καὶ σιτοποιῶν ἡδύσματα, ἵνα τὰς ἀργύρου καὶ χρυσοῦ καὶ τῶν σεμνοτέρων ἐπιθυμίας παραλείπω —, τοῖς δὑποὐδενὸς συμβέβηκε δελεάζεσθαι, νουθετεῖν δὲ καὶ ὅσους ἂν αἴσθωνται πάγαις ἡδονῆς ἁλισκομένους.
§32 Ὅτι δοὐχ αἱ ὑπηρεσίαι μηνύματεἰσὶ δουλείας, ἐναργεστάτη πίστις οἱ πόλεμοι· τοὺς γὰρ στρατευομένους ἰδεῖν ἔστιν αὐτουργοὺς ἅπαντας, οὐ μόνον τὰς πανοπλίας κομίζοντας, ἀλλὰ καὶ ὅσα πρὸς τὴν ἀναγκαίαν χρῆσιν ὑποζυγίων τρόπον ἐπηχθισμένους, εἶτἐφὑδρείαν ἐξιόντας καὶ φρυγανισμὸν καὶ χιλὸν κτήνεσι.
§33 τὰ γὰρ πρὸς τοὺς ἐχθροὺς ἐν ταῖς στρατείαις τί δεῖ μακρηγορεῖν, τάφρους ἀνατεμνόντων τείχη κατασκευαζόντων τριήρεις ναυπηγουμένων ὅσα ὑπουργίας τέχνης πάντα χερσὶ καὶ τῷ ἄλλῳ σώματι ὑπηρετούντων.
§34 ἔστι δέ τις καὶ κατεἰρήνην πόλεμος τῶν ἐν τοῖς ὅπλοις οὐκ ἀποδέων, ὃν ἀδοξία καὶ πενία καὶ δεινὴ σπάνις τῶν ἀναγκαίων συγκροτοῦσιν, ὑφοὗ βιασθέντες ἐγχειρεῖν καὶ τοῖς δουλοπρεπεστάτοις ἀναγκάζονται, σκάπτοντες, γεωπονοῦντες, βαναύσους ἐπιτηδεύοντες τέχνας, ὑπηρετοῦντες ἀόκνως ἕνεκα τοῦ παρατρέφεσθαι, πολλάκις δὲ καὶ κατὰ μέσην ἀγορὰν ἀχθοφοροῦντες ἐν ἡλικιωτῶν καὶ συμφοιτητῶν καὶ συνεφήβων ὄψεσιν.
§35 ἕτεροι δεἰσὶν ἐκ γένους δοῦλοι τὰ τῶν ἐλευθέρων εὐμοιρίᾳ τύχης μετιόντες· ἐπίτροποι γὰρ οἰκιῶν καὶ κτημάτων καὶ μεγάλων οὐσιῶν, ἔστι δὅτε καὶ τῶν ὁμοδούλων ἄρχοντες καθίστανται, πολλοὶ δὲ καὶ γυναῖκας καὶ παῖδας ὀρφανοὺς δεσποτῶν ἐπετράπησαν, φίλων καὶ συγγενῶν προκριθέντες εἰς πίστιν· ἀλλὅμως εἰσὶ δοῦλοι, δανείζοντες, ὠνούμενοι, προσόδους ἐκλεγόμενοι, θεραπευόμενοι.
§36 τί οὖν θαυμαστόν, εἰ καὶ κατὰ τοὐναντίον ὀλίσθῳ τις εὐτυχίας δουλικὰς χρείας ἐπιτελεῖ; τὸ δὑπακούειν ἑτέρῳ τὴν ἐλευθερίαν ἀφαιρεῖται. καὶ πῶς πατρὸς μὲν μητρὸς ἐπιταγμάτων παῖδες ἀνέχονται, γνώριμοι δὲ ὧν ὑφηγηταὶ διακελεύονται; δοῦλος γὰρ ἑκὼν οὐδείς. οἵ γε μὴν τοκέες οὐ τοσαύτην ὑπερβολὴν ἐπιδείξονταί ποτε μισοτεκνίας, ὥσθ μόνα σύμβολα δουλείας ἐστί, τὰς ὑπηρεσίας, ἀναγκάσαι ἂν παῖδας τοὺς ἑαυτῶν ὑπομένειν.
§37 εἰ δέ τινας ὑπἀνδραποδοκαπήλων ἐπευωνιζομένους ἰδών τις οἴεται δούλους εὐθὺς εἶναι, πολὺ διαμαρτάνει τῆς ἀληθείας· οὐ γὰρ πρᾶσις κύριον ἀποφαίνει τὸν πριάμενον τὸν πραθέντα δοῦλον, ἐπεὶ καὶ πατέρες υἱῶν τιμὰς κατέθεσαν καὶ υἱοὶ πολλάκις πατέρων κατὰ λῃστείας ἀπαχθέντων κατὰ πόλεμον αἰχμαλώτων γενομένων, οὓς οἱ τῆς φύσεως νόμοι τῶν κάτωθεν ὄντες βεβαιότεροι γράφουσιν ἐλευθέρους.
§38 ἤδη δέ τινες καὶ προσυπερβάλλοντες εἰς τοὐναντίον περιήγαγον τὸ πρᾶγμα, δεσπόται γενόμενοι τῶν πριαμένων ἀντὶ δούλων· ἔγωγοὖν ἐθεασάμην πολλάκις εὔμορφα παιδισκάρια καὶ φύσει στωμύλα δυσὶν ὁρμητηρίοις, ὄψεως κάλλει καὶ τῇ περὶ λόγους χάριτι, πορθοῦντα τοὺς κεκτημένους· ἑλεπόλεις γὰρ ταῦτα ψυχῶν ἀνιδρύτων καὶ ἀνερματίστων, μηχανημάτων ἁπάντων ὅσα ἐπἀνατροπῇ τειχῶν κατασκευάζεται σθεναρώτερα.
§39 σημεῖον δέ· θεραπεύουσιν, ἱκετεύουσιν, εὐμένειαν ὡς παρὰ τύχης καὶ ἀγαθοῦ δαίμονος αἰτεῖσθαι γλίχονται, καὶ παρορώμενοι μὲν σφαδᾴζουσιν, εἰ δαὐτὸ μόνον τὸ βλέμμα ἵλεων θεάσαιντο, γεγηθότες ἀνορχοῦνται.
§40 εἰ μὴ καὶ τὸν λέοντας ὠνησάμενον δεσπότην φατέον εἶναι λεόντων, ὅς, εἰ μόνον ἐπανατείναιντο τὰς ὄψεις, οἵους ἐπρίατο κυρίους δύστηνος, ὡς χαλεποὺς καὶ ὠμοθύμους, αὐτίκα παθὼν εἴσεται. τί οὖν; οὐκ οἰόμεθα τὸν σοφὸν ἀδουλωτότερον εἶναι λεόντων, ἐλευθέρᾳ καὶ ἀτρώτῳ ψυχῇ τὴν ἀλκὴν ἔχοντα μᾶλλον εἰ σώματι φύσει δούλῳ καὶ εὐτονίᾳ κραταιοτάτῃ ἰσχύος ἀφηνιάζοι;
§41 Μάθοι δἄν τις τὴν ἐλευθερίαν, περὶ τὸν σπουδαῖόν ἐστι, καὶ ἐξ ἑτέρων· δοῦλος εὐδαίμων πρὸς ἀλήθειαν οὐδείς· τί γὰρ ἀθλιώτερον πάντων ἄκυρον εἶναί τινα καὶ ἑαυτοῦ; δέ γε σοφὸς εὐδαίμων, ἕρμα καὶ πλήρωμα καλοκἀγαθίας ἐπιφερόμενος, ἐν τὸ κῦρός ἐστιν ἁπάντων·
§42–79
§42 ὥστἀναμφιβόλως καὶ ἐξ ἀνάγκης σπουδαῖος ἐλεύθερός ἐστι. πρὸς τούτοις τίς οὐκ ἂν εἴποι τοὺς φίλους τῶν θεῶν ἐλευθέρους εἶναι; εἰ μὴ τοῖς μὲν τῶν βασιλέων ἑταίροις ἄξιον οὐ μόνον ἐλευθερίαν ἀλλὰ καὶ ἀρχὴν ὁμολογεῖν συνεπιτροπεύουσι καὶ συνδιέπουσι τὴν ἡγεμονίαν, τοῖς δὲ θεῶν τῶν ὀλυμπίων δουλείαν ἐπιφημιστέον, οἳ διὰ τὸ φιλόθεον εὐθὺς γενόμενοι θεοφιλεῖς, ἴσῃ ἀντιτιμηθέντες εὐνοίᾳ παρἀληθείᾳ δικαζούσῃ, καθάπερ οἱ ποιηταί φασι, πανάρχοντές τε καὶ βασιλέες βασιλέων εἰσί. νεανικώτερον δ τῶν Ἰουδαίων νομοθέτης προσυπερβάλλων,
§43 ἅτε γυμνῆς ὡς λόγος ἀσκητὴς φιλοσοφίας, τὸν ἔρωτι θείῳ κατεσχημένον καὶ τὸ ὂν μόνον θεραπεύοντα οὐκέτἄνθρωπον ἀλλὰ θεὸν ἀπετόλμησεν εἰπεῖν (Exod. 7, 1)· ἀνθρώπων μέντοι θεόν, οὐ τῶν τῆς φύσεως μερῶν, ἵνα τῷ πάντων καταλίπῃ πατρὶ τὸ θεῶν εἶναι βασιλεῖ καὶ θεῷ.
§44 ἆρἄξιον τὸν προνομίας τοσαύτης τετυχηκότα δοῦλον μόνον ἐλεύθερον εἶναι νομίζειν; ὃς εἰ καὶ θείας οὐκ ἠξίωται μοίρας καθαὑτόν, ἀλλά τοι διὰ τὸ φίλῳ θεῷ χρῆσθαι πάντως ὤφειλεν εὐδαιμονεῖν· οὔτε γὰρ ἀσθενὴς ὑπέρμαχος οὔτε φιλικῶν ἀμελὴς δικαίων θεὸς ἑταιρεῖος ὢν καὶ τὰ κατὰ τοὺς ἑταίρους ἐφορῶν.
§45 ἔτι τοίνυν, ὥσπερ τῶν πόλεων αἱ μὲν ὀλιγαρχούμεναι καὶ τυραννούμεναι δουλείαν ὑπομένουσι χαλεποὺς καὶ βαρεῖς ἔχουσαι δεσπότας τοὺς ὑπαγομένους καὶ κρατοῦντας, αἱ δὲ νόμοις ἐπιμεληταῖς χρώμεναι καὶ προστάταις εἰσὶν ἐλεύθεραι, οὕτως καὶ τῶν ἀνθρώπων, παροἷς μὲν ὀργὴ ἐπιθυμία τι ἄλλο πάθος καὶ ἐπίβουλος κακία δυναστεύει, πάντως εἰσὶ δοῦλοι, ὅσοι δὲ μετὰ νόμου ζῶσιν, ἐλεύθεροι.
§46 νόμος δὲ ἀψευδὴς ὀρθὸς λόγος, οὐχ ὑπὸ τοῦ δεῖνος τοῦ δεῖνος, θνητοῦ φθαρτός, ἐν χαρτιδίοις στήλαις, ἄψυχος ἀψύχοις, ἀλλὑπἀθανάτου φύσεως ἄφθαρτος ἐν ἀθανάτῳ διανοίᾳ τυπωθείς.
§47 διὸ καὶ θαυμάσαι ἄν τις τῆς ἀμβλυωπίας τοὺς τρανὰς οὕτω πραγμάτων ἰδιότητας μὴ συνορῶντας, οἳ μεγίστοις μὲν δήμοις Ἀθήναις καὶ Λακεδαίμονι πρὸς ἐλευθερίαν αὐταρκεστάτους εἶναί φασι τοὺς Σόλωνος καὶ Λυκούργου νόμους κρατοῦντάς τε καὶ ἄρχοντας, πειθαρχούντων αὐτοῖς τῶν πολιτευομένων, σοφοῖς δὲ ἀνδράσι τὸν ὀρθὸν λόγον, ὃς καὶ τοῖς ἄλλοις ἐστὶ πηγὴ νόμοις, οὐχ ἱκανὸν εἶναι πρὸς μετουσίαν ἐλευθερίας ὑπακούουσι πάντων, ἅττἂν προστάττῃ ἀπαγορεύῃ.
§48 πρὸς τοίνυν τοῖς εἰρημένοις ἐναργεστάτη πίστις ἐλευθερίας ἰσηγορία, ἣν οἱ σπουδαῖοι πάντες ἄγουσι πρὸς ἀλλήλους. ὅθεν καὶ τὰ τρίμετρα φιλοσόφως ἐκεῖνά φασιν εἰρῆσθαι· „οὐ γὰρ μετεῖναι τῶν νόμων δούλοις ἔφυ.“ καὶ πάλιν· „δοῦλος πέφυκας, οὐ μέτεστί σοι λόγου.“
§49 καθάπερ οὖν μουσικὸς νόμος ἅπασι τοῖς ἐπιτετηδευκόσι μουσικὴν ἰσηγορίας τῆς ἐν τῇ τέχνῃ μεταδίδωσι καὶ γραμματικὸς γεωμετρικὸς γραμματικοῖς γεωμέτραις, οὕτω καὶ ἐν τῷ βίῳ νόμος τοῖς ἐμπείροις τῶν βιωτικῶν.
§50 οἱ δὲ σπουδαῖοι πάντες ἔμπειροι τῶν κατὰ τὸν βίον πραγμάτων εἰσίν, ὁπότε καὶ τῶν ἐν ἁπάσῃ τῇ φύσει· καὶ εἰσί τινες αὐτῶν ἐλεύθεροι, ὥστε καὶ ὅσοι τούτοις ἰσηγορίας μετέχουσιν. οὐδεὶς ἄρα τῶν
§51 σπουδαίων δοῦλος, ἀλλἐλεύθεροι πάντες. ἀπὸ δὲ τῆς αὐτῆς ἀφορμῆς καὶ ὅτι δοῦλος ἄφρων ἐστίν, ἐπιδειχθήσεται. ὥσπερ γὰρ κατὰ μουσικὴν νόμος οὐ δίδωσιν ἰσηγορίαν ἀμούσοις πρὸς μεμουσωμένους οὐδ κατὰ γραμματικὴν ἀγραμμάτοις πρὸς γραμματικοὺς οὐδὲ συνόλως τεχνικὸς πρὸς τεχνίτας ἀτέχνοις, οὕτως οὐδ βιωτικὸς νόμος ἰσηγορίας μεταδίδωσι τοῖς κατὰ τὸν βίον ἀπείροις πρὸς ἐμπείρους.
§52 τοῖς δἐλευθέροις ἐκ νόμου πᾶσιν ἰσηγορία δίδοται· καὶ εἰσί τινες τῶν σπουδαίων ἐλεύθεροι· καὶ τῶν βιωτικῶν ἄπειροι μὲν οἱ φαῦλοι, ἐμπειρότατοι δοἱ σοφοί· οὐκ ἄρεἰσί τινες τῶν φαύλων ἐλεύθεροι, δοῦλοι δὲ πάντες.
§53 δὲ Ζήνων, εἰ καί τις ἄλλος ὑπἀρετῆς ἀχθείς, νεανικώτερον ἀποδείκνυσι περὶ τοῦ μὴ εἶναι τοῖς φαύλοις ἰσηγορίαν πρὸς ἀστείους. φησὶ γάρ· „οὐκ οἰμώξεται μὲν φαῦλος, ἐὰν ἀντιλέγῃ τῷ σπουδαίῳ; οὐκ ἄρἐστὶν ἰσηγορία τῷ φαύλῳ πρὸς σπουδαῖον.“
§54 οἶδὅτι πολλοὶ τοῦ λόγου κατακερτομήσουσιν ὡς αὐθαδείᾳ τὸ πλέον ἐρωτηθέντος συνέσει. μετὰ δὲ τὴν χλεύην παυσάμενοι τοῦ γέλωτος ἢν ἐθελήσωσι διακύψαι καὶ τὸ λεγόμενον σαφῶς ἐρευνῆσαι, καταπλαγέντες αὐτοῦ τὸ ἀψευδὲς εἴσονται, ὅτι ἐποὐδενὶ μᾶλλον οἰμώξεταί τις τῷ μὴ πειθαρχεῖν τῷ σοφῷ.
§55 ζημία γὰρ χρημάτων ἀτιμία φυγαὶ αἱ διὰ πληγῶν ὕβρεις ὅσα ὁμοιότροπα βραχέα καὶ τὸ μηδὲν ἀντιτιθέμενα κακίαις καὶ ὧν αἱ κακίαι δημιουργοί. τοὺς δὲ πολλούς, οὐ συνορῶντας τὰς ψυχῆς βλάβας διὰ λογισμοῦ πήρωσιν, ἐπὶ μόναις ταῖς ἐκτὸς συμβέβηκεν ἄχθεσθαι, τὸ κριτήριον ἀφῃρημένους, μόνῳ καταλαβεῖν ἔστι διανοίας ζημίαν.
§56 εἰ δὲ δυνηθεῖεν ἀναβλέψαι, θεασάμενοι τὰς διἀφροσύνης ἀπάτας καὶ τὰς ἐκ δειλίας ἐπηρείας καὶ ὅσα ἀκολασία παρῴνησεν ἀδικία παρηνόμησεν, ἐπὶ ταῖς τοῦ ἀρίστου συμφοραῖς λύπης ἀπαύστου γεμισθέντες οὐδὲ παρηγορίας διὑπερβολὰς κακῶν ἀνέξονται.
§57 ἔοικε δὲ Ζήνων ἀρύσασθαι τὸν λόγον ὥσπερ ἀπὸ πηγῆς τῆς Ἰουδαίων νομοθεσίας, ἐν δυοῖν ὄντοιν ἀδελφοῖν, τοῦ μὲν σώφρονος, τοῦ δἀκολάστου, λαβὼν οἶκτον κοινὸς ἀμφοῖν πατὴρ τοῦ μὴ ἐπἀρετὴν ἥκοντος εὔχεται, ἵνα δουλεύσῃ τῷ ἀδελφῷ, τὸ δοκοῦν μέγιστον εἶναι κακόν, δουλείαν, ἀγαθὸν τελεώτατον ὑπολαμβάνων ἄφρονι, τὸ μὲν αὐτεξούσιον ἀφῃρημένῳ πρὸς τὸ μὴ σὺν ἀδείᾳ πλημμελεῖν, ἐκ δὲ τῆς τοῦ προεστῶτος προστασίας βελτιωθησομένῳ τὸ ἦθος.
§58 Τὰ μὲν οὖν λεχθέντα πρὸς τὴν τοῦ ζητουμένου διασύστασιν ἔμοιγε ἀποχρῶντα ἦν. ἐπεὶ δὲ τὰ ποικίλα τῶν νοσημάτων ἰατροῖς ἔθος ποικιλωτέραις ἰᾶσθαι θεραπείαις, ἀνάγκη καὶ τοῖς παραδόξοις νομιζομένοις τῶν προβλημάτων διὰ τὸ ἄηθες ἐπάγειν πίστεις ἐπαλλήλους προσεγχρίοντας· μόλις γὰρ ἔνιοι συνεχείᾳ πληττόμενοι τῶν ἀποδείξεων αἰσθάνονται.
§59 λέγεται τοίνυν οὐκ ἀπὸ σκοποῦ, ὅτι φρονίμως πάντα ποιῶν εὖ ποιεῖ πάντα, δεὖ ποιῶν πάντα ὀρθῶς ποιεῖ πάντα, δὀρθῶς πάντα ποιῶν καὶ ἀναμαρτήτως καὶ ἀμέμπτως καὶ ἀνεπιλήπτως καὶ ἀνυπευθύνως καὶ ἀζημίως, ὥστἐξουσίαν σχήσει πάντα δρᾶν καὶ ζῆν ὡς βούλεται· δὲ ταῦτἔξεστιν, ἐλεύθερος ἂν εἴη. ἀλλὰ μὴν πάντα φρονίμως ποιεῖ ἀστεῖος· μόνος ἄρα ἐστὶν ἐλεύθερος.
§60 καὶ μὴν ὃν μὴ ἐνδέχεται μήτἀναγκάσαι μήτε κωλῦσαι, ἐκεῖνος οὐκ ἂν εἴη δοῦλος· τὸν δὲ σπουδαῖον οὐκ ἔστιν οὔτἀναγκάσαι οὔτε κωλῦσαι· οὐκ ἄρα δοῦλος σπουδαῖος. ὅτι δοὔτἀναγκάζεται οὔτε κωλύεται, δῆλον· κωλύεται μὲν γὰρ μὴ τυγχάνων ὧν ὀρέγεται, ὀρέγεται δ σοφὸς τῶν ἀπἀρετῆς, ὧν ἀποτυγχάνειν οὐ πέφυκε. καὶ μὴν εἰ ἀναγκάζεται, δῆλον ὅτι ἄκων τι ποιεῖ· ἐν οἷς δὲ αἱ πράξεις, ἀπἀρετῆς εἰσι κατορθώματα ἀπὸ κακίας ἁμαρτήματα μέσα καὶ ἀδιάφορα.
§61 τὰ μὲν οὖν ἀπἀρετῆς οὐ βιασθεὶς ἀλλἑκώναἱρετὰ γάρ ἐστιν αὐτῷ πάνθ δρᾷ —, τὰ δἀπὸ κακίας ἅτε φευκτὰ οὐδὄναρ πράττει· οὐδὲ μὴν τὰ ἀδιάφορα εἰκός, πρὸς καθάπερ ἐπὶ πλάστιγγος διάνοια ἰσορροπεῖ, δεδιδαγμένη μήτε ὡς ὁλκὸν ἔχουσι δύναμιν ἐνδιδόναι μήθὡς ἀποστροφῆς ἀξίοις δυσχεραίνειν. ἐξ ὧν ἐστι δῆλον, ὅτι οὐδὲν ἄκων ποιεῖ οὐδἀναγκάζεται· δοῦλος δεἴπερ ἦν, ἠναγκάζετἂν· ὥστἐλεύθερος ἂν εἴη ἀστεῖος.
§62 Ἐπεὶ δέ τινες τῶν ἥκιστα κεχορευκότων Μούσαις λόγων ἀποδεικτικῶν οὐ συνιέντες, οἳ τὰς καθόλου τῶν πραγμάτων ἐμφάσεις παριστᾶσιν, εἰώθασιν ἐρωτᾶν· τίνες οὖν πρότερον γεγόνασιν ἄνδρες νῦν εἰσιν, ὁποίους ἀναπλάττετε; καλόν γε ἀποκρίνασθαι, ὅτι καὶ πάλαι τινὲς ἦσαν οἳ τῶν καθἑαυτοὺς ἀρετῇ διέφερον, ἡγεμόνι μόνῳ θεῷ χρώμενοι καὶ κατὰ νόμον, τὸν ὀρθὸν φύσεως λόγον, ζῶντες, οὐκ ἐλεύθεροι μόνον, ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἐλευθέρου φρονήματος ἀναπιμπλάντες, καὶ ἐφἡμῶν αὐτῶν ἔτεἰσὶν ὥσπερ εἰκόνες ἀπὸ ἀρχετύπου γραφῆς, σοφῶν ἀνδρῶν καλοκἀγαθίας, τυπωθέντες.
§63 οὐ γάρ, εἰ αἱ τῶν ἀντιλεγόντων ψυχαὶ κεχηρεύκασιν ἐλευθερίας, ὑπἀφροσύνης καὶ τῶν ἄλλων κακιῶν δουλαγωγηθεῖσαι, διὰ τοῦτο καὶ τὸ τῶν ἀνθρώπων γένος. εἰ δὲ μὴ κατὰ στίφη μεγάλα προΐασιν ἀγεληδόν, θαυμαστὸν οὐδέν· πρῶτον μέν, ὅτι τὰ λίαν καλὰ σπάνια, εἶτἐπειδὴ τὸν τῶν εἰκαιοτέρων ἐκτρεπόμενοι πολὺν ὅμιλον θεωρίᾳ τῶν τῆς φύσεως σχολάζουσιν, εὐχόμενοι μέν, εἴ πως ἐνῆν, ἐπανορθώσασθαι τὸν βίονκοινωφελὲς γὰρ ἀρετή —, τὸ δὲ ἀδυνατοῦντες, πλημμυρούντων κατὰ πόλεις ἀλλοκότων πραγμάτων, ψυχῆς πάθη καὶ κακίαι συνηύξησαν, ἀποδιδράσκουσιν, ὡς μὴ τῇ ῥύμῃ τῆς φορᾶς καθάπερ ἀπὸ χειμάρρου βίας κατασυρεῖεν.
§64 ἡμᾶς δέ, εἰ βελτιώσεως ζῆλός τις ἦν, ἰχνηλατεῖν ἔδει τὰς τούτων καταδύσεις καὶ ἱκέτας καθεζομένους παρακαλεῖν, ἵνα τεθηριωμένον τὸν βίον προσελθόντες ἐξημερώσωσιν, ἀντὶ πολέμου καὶ δουλείας καὶ κακῶν ἀμυθήτων εἰρήνην καὶ ἐλευθερίαν καὶ τὴν τῶν ἄλλων ἀγαθῶν ἀφθονίαν περιρρεομένην καταγγείλαντες.
§65 νυνὶ δὲ χρημάτων μὲν ἕνεκα πάντας μυχοὺς ἐρευνῶμεν καὶ γῆς στρυφνὰς καὶ ἀποκρότους φλέβας ἀναστέλλομεν, καὶ μεταλλεύεται μὲν πολλὴ τῆς πεδιάδος, μεταλλεύεται δὲ οὐκ ὀλίγη τῆς ὀρεινῆς, χρυσὸν καὶ ἄργυρον, χαλκόν τε καὶ σίδηρον, καὶ τὰς ἄλλας ὕλας ἀναζητούντων.
§66 θεοπλαστοῦσα δὲ κενὴ δόξα τὸν τῦφον ἄχρι καὶ βυθοῦ κατέβη θαλάττης διερευνωμένη, μή τι τῶν πρὸς αἴσθησιν ἀφανὲς ἐναπόκειταί που καλόν· καὶ λίθων ποικίλων καὶ πολυτελῶν ἀνευροῦσα ἰδέας, τὰς μὲν πέτραις προσπεφυκυίας, τὰς δὀστρέοις, αἳ καὶ τιμαλφέστεραι γεγόνασιν, ὄψεως ἀπάτην ἐξετίμησε.
§67 φρονήσεως δὲ σωφροσύνης ἀνδρείας δικαιοσύνης ἕνεκα γῆ μὲν ἀπόρευτός ἐστι καὶ βάσιμος, πελάγη δὲ ἄπλωτα τὰ καθἑκάστην ὥραν τοῦ ἔτους ναυκλήροις ἐμπλεόμενα.
§68 καίτοι τίς μακρᾶς ὁδοιπορίας τοῦ θαλαττεύειν ἐστὶ χρεία πρὸς ἔρευναν καὶ ζήτησιν ἀρετῆς, ἧς τὰς ῥίζας ποιῶν οὐ μακρὰν ἀλλοὑτωσὶ πλησίον ἐβάλετο; καθάπερ καὶ σοφὸς τῶν Ἰουδαίων νομοθέτης φησίν· „ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου καὶ ἐν ταῖς χερσί σου“ (Deut. 30, 14), αἰνιττόμενος διὰ συμβόλων λόγους, βουλάς, πράξεις, δὴ πάντα γεωργικῆς τέχνης δεῖται.
§69 οἱ μὲν οὖν ἀργίαν πόνου προτιμήσαντες οὐ μόνον τὰς βλάστας ἐκώλυσαν, ἀλλὰ καὶ τὰς ῥίζας ἀφαυάναντες ἔφθειραν· οἱ δὲ σχολὴν μὲν βλαβερὸν ἡγούμενοι, πονεῖν δὲ ἐθέλοντες, ὥσπερ εὐγενῆ μοσχεύματα γεωργοῦντες, τῷ συνεχεῖ τῆς ἐπιμελείας οὐρανομήκεις ἐστελέχωσαν ἀρετάς, ἀειθαλῆ καὶ ἀθάνατα ἔρνη καρπὸν φέροντα εὐδαιμονίαν οὐδέποτε λήγοντα , ὥς τινες, οὐ φέροντα, ἀλλαὐτὰ ὄντα εὐδαιμονίαν, Μωυσῆς ὀνόματι συνθέτῳ καλεῖν εἴωθεν ὁλοκαρπώματα.
§70 ἐπὶ μὲν γὰρ τῶν ἐκ γῆς βλαστανόντων οὔθ καρπός ἐστι δένδρα οὔτε τὰ δένδρα καρπός, ἐπὶ δὲ τῶν ἐν ψυχῇ φυομένων ὅλα διὅλων εἰς καρποῦ φύσιν μεταβέβληκε τὰ ἔρνη, τὸ φρονήσεως,
§71 τὸ δικαιοσύνης, τὸ ἀνδρείας, τὸ σωφροσύνης. ἔχοντες οὖν τοιαύτας παρἑαυτοῖς ἀφορμὰς οὐκ ἐρυθριῶμεν ἔνδειαν σοφίας ἀνθρώπων γένει καταγγέλλοντες, ἣν δυνατὸν ἦν ἐκφυσήσαντας καθάπερ ἐν ὕλῃ σπινθῆρα τυφόμενον ζωπυρῆσαι; ἀλλὰ γὰρ πρὸς μὲν σπεύδειν ἐχρῆν ὡς συγγενέστατα καὶ οἰκειότατα, πολὺς ὄκνος καὶ ῥᾳθυμία συνεχής, ὑφὧν τὰ καλοκἀγαθίας σπέρματα διαφθείρεται, ὧν δὲ εἰκὸς ἦν ὑστερίζειν, ἵμερος καὶ πόθος ἄπληστος.
§72 διὰ τοῦτο πλουσίων μὲν καὶ ἐνδόξων καὶ ταῖς ἡδοναῖς χρωμένων μεστὴ γῆ καὶ θάλαττα, φρονίμων δὲ καὶ δικαίων καὶ ἀστείων ὀλίγος ἀριθμός· τὸ δὲ ὀλίγον, εἰ καὶ σπάνιον, οὐκ ἀνύπαρκτον.
§73 μάρτυς δὲ Ἑλλὰς καὶ βάρβαρος· ἐν τῇ μὲν γὰρ οἱ ἐτύμως ἑπτὰ σοφοὶ προσονομασθέντες ἤνθησαν, καὶ ἄλλων πρότερον καὶ αὖθις ὡς εἰκὸς ἀκμασάντων, ὧν μνήμη παλαιοτέρων μὲν ὄντων μήκει χρόνων ἠφανίσθη, νεαζόντων δὲ ἔτι διὰ τὴν ἐπιπολάζουσαν τῶν συνόντων ὀλιγωρίαν ἐξαμαυροῦται.
§74 κατὰ δὲ τὴν βάρβαρον, ἐν πρεσβευταὶ λόγων καὶ ἔργων, πολυανθρωπότατα στίφη καλῶν καὶ ἀγαθῶν ἐστιν ἀνδρῶν· ἐν Πέρσαις μὲν τὸ μάγων, οἳ τὰ φύσεως ἔργα διερευνώμενοι πρὸς ἐπίγνωσιν τῆς ἀληθείας καθἡσυχίαν τὰς θείας ἀρετὰς τρανοτέραις ἐμφάσεσιν ἱεροφαντοῦνταί τε καὶ ἱεροφαντοῦσιν· ἐν Ἰνδοῖς δὲ τὸ γυμνοσοφιστῶν, οἳ πρὸς τῇ φυσικῇ καὶ τὴν ἠθικὴν φιλοσοφίαν διαπονοῦντες ὅλον ἐπίδειξιν ἀρετῆς πεποίηνται τὸν βίον.
§75 Ἔστι δὲ καὶ Παλαιστίνη Συρία καλοκἀγαθίας οὐκ ἄγονος, ἣν πολυανθρωποτάτου ἔθνους τῶν Ἰουδαίων οὐκ ὀλίγη μοῖρα νέμεται. λέγονταί τινες παραὐτοῖς ὄνομα Ἐσσαῖοι, πλῆθος ὑπερτετρακισχίλιοι, κατἐμὴν δόξανοὐκ ἀκριβεῖ τύπῳ διαλέκτουEλληνικῆςπαρώνυμοι ὁσιότητος, ἐπειδὴ κἀν τοῖς μάλιστα θεραπευταὶ θεοῦ γεγόνασιν, οὐ ζῷα καταθύοντες, ἀλλἱεροπρεπεῖς τὰς ἑαυτῶν διανοίας κατασκευάζειν ἀξιοῦντες.
§76 οὗτοι τὸ μὲν πρῶτον κωμηδὸν οἰκοῦσι τὰς πόλεις ἐκτρεπόμενοι διὰ τὰς τῶν πολιτευομένων χειροήθεις ἀνομίας, εἰδότες ἐκ τῶν συνόντων ὡς ἀπἀέρος φθοροποιοῦ νόσον ἐγγινομένην προσβολὴν ψυχαῖς ἀνίατον· ὧν οἱ μὲν γεωπονοῦντες, οἱ δὲ τέχνας μετιόντες ὅσαι συνεργάτιδες εἰρήνης, ἑαυτούς τε καὶ τοὺς πλησιάζοντας ὠφελοῦσιν, οὐκ ἄργυρον καὶ χρυσὸν θησαυροφυλακοῦντες οὐδἀποτομὰς γῆς μεγάλας κτώμενοι διἐπιθυμίαν προσόδων, ἀλλὅσα πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ἐκπορίζοντες.
§77 μόνοι γὰρ ἐξ ἁπάντων σχεδὸν ἀνθρώπων ἀχρήματοι καὶ ἀκτήμονες γεγονότες ἐπιτηδεύσει τὸ πλέον ἐνδείᾳ εὐτυχίας πλουσιώτατοι νομίζονται, τὴν ὀλιγοδεΐαν καὶ εὐκολίαν, ὅπερ ἐστί, κρίνοντες περιουσίαν.
§78 βελῶν ἀκόντων ξιφιδίων κράνους θώρακος ἀσπίδος οὐδένα παραὐτοῖς ἂν εὕροις δημιουργὸν οὐδὲ συνόλως ὁπλοποιὸν μηχανοποιὸν τι τῶν κατὰ πόλεμον ἐπιτηδεύοντα· ἀλλοὐδὲ ὅσα τῶν κατεἰρήνην εὐόλισθα εἰς κακίαν· ἐμπορίας γὰρ καπηλείας ναυκληρίας οὐδὄναρ ἴσασι, τὰς εἰς πλεονεξίαν ἀφορμὰς ἀποδιοπομπούμενοι.
§79 δοῦλός τε παραὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλἐλεύθεροι πάντες ἀνθυπουργοῦντες ἀλλήλοις· καταγινώσκουσί τε τῶν δεσποτῶν, οὐ μόνον ὡς ἀδίκων, ἰσότητα λυμαινομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως ἀναιρούντων, πάντας ὁμοίως γεννήσασα καὶ θρεψαμένη μητρὸς δίκην ἀδελφοὺς γνησίους, οὐ λεγομένους ἀλλὄντας ὄντως, ἀπειργάσατο· ὧν τὴν συγγένειαν ἐπίβουλος πλεονεξία παρευημερήσασα διέσεισεν, ἀντοἰκειότητος ἀλλοτριότητα καὶ ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη.
§80–120
§80 φιλοσοφίας τε τὸ μὲν λογικὸν ὡς οὐκ ἀναγκαῖον εἰς κτῆσιν ἀρετῆς λογοθήραις, τὸ δὲ φυσικὸν ὡς μεῖζον κατὰ ἀνθρωπίνην φύσιν μετεωρολέσχαις ἀπολιπόντες, πλὴν ὅσον αὐτοῦ περὶ ὑπάρξεως θεοῦ καὶ τῆς τοῦ παντὸς γενέσεως φιλοσοφεῖται, τὸ ἠθικὸν εὖ μάλα διαπονοῦσιν ἀλείπταις χρώμενοι τοῖς πατρίοις νόμοις, οὓς ἀμήχανον ἀνθρωπίνην ἐπινοῆσαι ψυχὴν ἄνευ κατοκωχῆς ἐνθέου.
§81 τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. ἱερὰ γὰρ ἑβδόμη νενόμισται, καθἣν τῶν ἄλλων ἀνέχοντες ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ καλοῦνται συναγωγαί, καθἡλικίας ἐν τάξεσιν ὑπὸ πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος ἔχοντες ἀκροατικῶς.
§82 εἶθεἷς μέν τις τὰς βίβλους ἀναγινώσκει λαβών, ἕτερος δὲ τῶν ἐμπειροτάτων ὅσα μὴ γνώριμα παρελθὼν ἀναδιδάσκει· τὰ γὰρ πλεῖστα διὰ συμβόλων ἀρχαιοτρόπῳ ζηλώσει παραὐτοῖς φιλοσοφεῖται.
§83 παιδεύονται δὲ εὐσέβειαν, ὁσιότητα, δικαιοσύνην, οἰκονομίαν, πολιτείαν, ἐπιστήμην τῶν πρὸς ἀλήθειαν ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων, αἱρέσεις ὧν χρὴ καὶ φυγὰς τῶν ἐναντίων, ὅροις καὶ κανόσι τριττοῖς χρώμενοι, τῷ τε φιλοθέῳ καὶ φιλαρέτῳ καὶ φιλανθρώπῳ.
§84 τοῦ μὲν οὖν φιλοθέου δείγματα παρέχονται μυρία· τὴν παρὅλον τὸν βίον συνεχῆ καὶ ἐπάλληλον ἁγνείαν, τὸ ἀνώμοτον, τὸ ἀψευδές, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατές, τὸ καρτερικόν, ἔτι δὲ ὀλιγοδεΐαν, ἀφέλειαν, εὐκολίαν, τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθές, καὶ ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου εὔνοιαν, ἰσότητα, τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν.
§85 πρῶτον μὲν τοίνυν οὐδενὸς οἰκία τίς ἐστιν ἰδία, ἣν οὐχὶ πάντων εἶναι κοινὴν συμβέβηκε· πρὸς γὰρ τῷ κατὰ θιάσους συνοικεῖν ἀναπέπταται καὶ τοῖς ἑτέρωθεν ἀφικνουμένοις τῶν ὁμοζήλων.
§86 εἶτἐστὶ ταμεῖον ἓν πάντων καὶ δαπάναι κοιναί, καὶ κοιναὶ μὲν ἐσθῆτες, κοιναὶ δὲ τροφαὶ συσσίτια πεποιημένων· τὸ γὰρ ὁμωρόφιον ὁμοδίαιτον ὁμοτράπεζον οὐκ ἄν τις εὕροι παρἑτέροις μᾶλλον ἔργῳ βεβαιούμενον· καὶ μήποτεἰκότως· ὅσα γὰρ ἂν μεθἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ, ταῦτοὐκ ἴδια φυλάττουσιν, ἀλλεἰς μέσον προτιθέντες κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπαὐτῶν παρασκευάζουσιν ὠφέλειαν.
§87 οἵ τε νοσοῦντες οὐχ ὅτι πορίζειν ἀδυνατοῦσιν ἀμελοῦνται, τὰ πρὸς τὰς νοσηλείας ἐκ τῶν κοινῶν ἔχοντες ἐν ἑτοίμῳ, ὡς μετὰ πάσης ἀδείας ἐξ ἀφθονωτέρων ἀναλίσκειν. αἰδὼς δἐστὶ πρεσβυτέρων καὶ φροντίς, οἷα γονέων ὑπὸ γνησίων παίδων χερσὶ καὶ διανοίαις μυρίαις ἐν ἀφθονίᾳ τῇ πάσῃ γηροτροφουμένων.
§88 τοιούτους δίχα περιεργίας Ἑλληνικῶν ὀνομάτων ἀθλητὰς ἀρετῆς ἀπεργάζεται φιλοσοφία, γυμνάσματα προτιθεῖσα τὰς ἐπαινετὰς πράξεις, ἐξ ὧν ἀδούλωτος ἐλευθερία βεβαιοῦται.
§89 σημεῖον δέ· πολλῶν κατὰ καιροὺς ἐπαναστάντων τῇ χώρᾳ δυναστῶν καὶ φύσεσι καὶ προαιρέσεσι χρησαμένων διαφερούσαιςοἱ μὲν γὰρ πρὸς τὸ ἀτίθασον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες, οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα, τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες καὶ ζῶντας ἔτι μαγείρων τρόπον κατὰ μέρη καὶ μέλη κρεουργοῦντες ἄχρι τοῦ τὰς αὐτὰς ὑπομεῖναι συμφορὰς ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης οὐκ ἐπαύσαντο·
§90 οἱ δὲ τὸ παρακεκινημένον καὶ λελυττηκὸς εἰς ἑτέρας εἶδος κακίας μεθαρμοσάμενοι, πικρίαν ἄλεκτον ἐπιτηδεύσαντες, ἡσυχῇ διαλαλοῦντες, ἠρεμαιοτέρας φωνῆς ὑποκρίσει βαρύμηνι ἦθος ἐπιδεικνύμενοι, κυνῶν ἰοβόλων τρόπον προσσαίνοντες, ἀνιάτων γενόμενοι κακῶν αἴτιοι, κατὰ πόλεις μνημεῖα τῆς ἑαυτῶν ἀσεβείας καὶ μισανθρωπίας ἀπέλιπον τὰς τῶν πεπονθότων ἀλήστους συμφοράς—,
§91 ἀλλὰ γὰρ οὐδεὶς οὔτε τῶν σφόδρα ὠμοθύμων οὔτε τῶν πάνυ δολερῶν καὶ ὑπούλων ἴσχυσε τὸν λεχθέντα τῶν Ἐσσαίων ὁσίων ὅμιλον αἰτιάσασθαι, πάντες δὲ ἀσθενέστεροι τῆς τῶν ἀνδρῶν καλοκἀγαθίας γενόμενοι καθάπερ αὐτονόμοις καὶ ἐλευθέροις οὖσιν ἐκ φύσεως προσηνέχθησαν, ᾄδοντες αὐτῶν τὰ συσσίτια καὶ τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, βίου τελείου καὶ σφόδρα εὐδαίμονός ἐστι σαφέστατον δεῖγμα.
§92 Χρὴ δ’, ἐπειδὴ τὰς ἐν τοῖς πλήθεσιν ἀρετὰς οὐκ οἴονταί τινες εἶναι τελείας, ἀλλἄχρι συναυξήσεως καὶ ἐπιδόσεως αὐτὸ μόνον ἵστασθαι, μάρτυρας βίους τῶν κατὰ μέρος ἀνδρῶν ἀγαθῶν παραγαγεῖν, οἳ σαφέσταται πίστεις ἐλευθερίας εἰσί.
§93 Κάλανος ἦν Ἰνδὸς γένος τῶν γυμνοσοφιστῶν· οὗτος καρτερικώτατος τῶν καταὐτὸν ἁπάντων νομισθεὶς οὐ μόνον ὑπὸ τῶν ἐγχωρίων ἀλλὰ καὶ πρὸς ἀλλοφύλων, δὴ σπανιώτατόν ἐστιν, ἐχθρῶν βασιλέων ἐθαυμάσθη, λόγοις ἐπαινετοῖς σπουδαῖα ἔργα συνυφήνας.
§94 Ἀλέξανδρος γοῦν Μακεδὼν βουλόμενος ἐπιδείξασθαι τῇ Ἑλλάδι τὴν ἐν τῇ βαρβάρῳ σοφίαν, καθάπερ ἀπἀρχετύπου γραφῆς ἀπεικόνισμα καὶ μίμημα, τὸ μὲν πρῶτον παρεκάλει Κάλανον συναποδημῆσαι, μέγιστον περιποιήσοντα κλέος ἐν ὅλῃ Ἀσίᾳ καὶ ὅλῃ Εὐρώπῃ. ὡς δοὐκ ἔπειθεν, ἀναγκάσειν ἔφη συνακολουθεῖν·
§95 δὲ εὐθυβόλως πάνυ καὶ εὐγενῶς "τίνος οὖνεἶπεν "ἄξιόν με τοῖς Ἕλλησιν ἐπιδείξεις, Ἀλέξανδρε, εἴ γε ἀναγκασθήσομαι ποιεῖν μὴ βούλομαι;“ ἆροὐ γέμων μὲν παρρησίας λόγος, πολὺ δὲ μᾶλλον ἐλευθερίας νοῦς; ἀλλὰ γὰρ καὶ ἐν τοῖς βεβαιοτέροις φωνῶν γράμμασιν ἤθους ἀδουλώτου τύπους ἐστηλίτευσεν ἀριδήλους.
§96.1 μηνύει δὲ πεμφθεῖσα ἐπιστολὴ τῷ βασιλεῖ· „Κάλανος Ἀλεξάνδρῳ.
§96.2 Φίλοι πείθουσί σε χεῖρας καὶ ἀνάγκην προσφέρειν Ἰνδῶν φιλοσόφοις οὐδἐν ὕπνοις ἑωρακότες ἡμέτερα ἔργα. σώματα μὲν γὰρ μετοίσεις ἐκ τόπου εἰς τόπον, ψυχὰς δὲ οὐκ ἀναγκάσεις ποιεῖν μὴ βούλονται μᾶλλον πλίνθους καὶ ξύλα φωνὴν ἀφεῖναι. πῦρ μεγίστους τοῖς ζῶσι σώμασι πόνους καὶ φθορὰν ἐργάζεται· τούτου ὑπεράνω ἡμεῖς γινόμεθα, ζῶντες καιόμεθα. οὐκ ἔστι βασιλεὺς οὐδὲ ἄρχων, ὃς ἀναγκάσει ἡμᾶς ποιεῖν μὴ προαιρούμεθα. Ἑλλήνων δὲ φιλοσόφοις οὐκ ἐξομοιούμεθα, ὅσοι αὐτῶν εἰς πανήγυριν λόγους ἐμελέτησαν, ἀλλὰ λόγοις ἔργα παρἡμῖν ἀκόλουθα καὶ ἔργοις λόγοι· *** βραχεῖς ἄλλην ἔχουσι δύναμιν καὶ μακαριότητα καὶ ἐλευθερίαν περιποιοῦντες.“
§97 Ἐπὶ δὴ τοιαύταις ἀποφάσεσι καὶ γνώμαις ἆροὐκ ἄξιον τὸ Ζηνώνειον ἐπιφωνῆσαι, ὅτιθᾶττον ἂν ἀσκὸν βαπτίσαι τις πλήρη πνεύματος βιάσαιτο τῶν σπουδαίων ὁντινοῦν ἄκοντα δρᾶσαί τι τῶν ἀβουλήτων“; ἀνένδοτος γὰρ ψυχὴ καὶ ἀήττητος, ἣν ὀρθὸς λόγος δόγμασι παγίοις ἐνεύρωσε.
§98 Τῆς δὲ σπουδαίων ἐλευθερίας μάρτυρές εἰσι ποιηταὶ καὶ συγγραφεῖς, ὧν ταῖς γνώμαις Ἕλληνες ὁμοῦ καὶ βάρβαροι σχεδὸν ἐξ αὐτῶν σπαργάνων ἐντρεφόμενοι βελτιοῦνται τὰ ἤθη, πᾶν ὅσον ἐξ ὑπαιτίου τροφῆς καὶ διαίτης ἐν ταῖς ψυχαῖς κεκιβδήλευται μεταχαραττόμενοι πρὸς τὸ δόκιμον.
§99 ἴδε γοῦν οἷα παρΕὐριπίδῃ φησὶν Ἡρακλῆς· "πίμπρα, κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα γῆ τἄνειςεἰς αἰθέρα, πρὶν ἐξ ἐμοῦ σοι θῶπἀπαντῆσαι λόγον.“ τῷ γὰρ ὄντι θωπεία μὲν καὶ κολακεία καὶ ὑπόκρισις, ἐν οἷς λόγοι γνώμαις διαμάχονται, δουλοπρεπέστατα, τὸ δὲ ἀνόθως καὶ γνησίως ἐκ καθαροῦ τοῦ συνειδότος ἐλευθεροστομεῖν εὐγενέσιν ἁρμόττον.
§100 πάλιν τὸν αὐτὸν σπουδαῖον οὐχ ὁρᾷς, ὅτι οὐδὲ πωλούμενος θεράπων εἶναι δοκεῖ, καταπλήττων τοὺς ὁρῶντας, ὡς οὐ μόνον ἐλεύθερος ὢν ἀλλὰ καὶ δεσπότης ἐσόμενος τοῦ πριαμένου;
§101 γοῦν Ἑρμῆς πυνθανομένῳ μέν, εἰ φαῦλός ἐστιν, ἀποκρίνεται· "ἥκιστα φαῦλος, ἀλλὰ πᾶν τοὐναντίον πρὸς σχῆμα σεμνὸς κοὐ ταπεινὸς οὐδἄγαν εὔογκος ὡς ἂν δοῦλος, ἀλλὰ καὶ στολὴν ἰδόντι λαμπρὸς καὶ ξύλῳ δραστήριος. — οὐδεὶς δἐς οἴκους δεσπότας ἀμείνονας αὑτοῦ πρίασθαι βούλεται· σὲ δεἰσορῶν πᾶς τις δέδοικεν. ὄμμα γὰρ πυρὸς γέμεις, ταῦρος λέοντος ὡς βλέπων πρὸς ἐμβολήν.“ εἶτἐπιλέγει· "τὸ εἶδος αὐτό σου κατηγορεῖ σιγῶντος, ὡς εἴης ἂν οὐχ ὑπήκοος, τάσσειν δὲ μᾶλλον πιτάσσεσθαι θέλοις.“ ἐπεὶ δὲ καὶ πριαμένου Συλέως εἰς ἀγρὸν ἐπέμφθη,
§102 διέδειξεν ἔργοις τὸ τῆς φύσεως ἀδούλωτον· τὸν μὲν γὰρ ἄριστον τῶν ἐκεῖ ταύρων καταθύσας Διὶ πρόφασιν εὐωχεῖτο, πολὺν δοἶνον ἐκφορήσας ἀθρόον εὖ μάλα κατακλιθεὶς ἠκρατίζετο.
§103 Συλεῖ δὲ ἀφικομένῳ καὶ δυσανασχετοῦντι ἐπί τε τῇ βλάβῃ καὶ τῇ τοῦ θεράποντος ῥᾳθυμίᾳ καὶ τῇ περιττῇ καταφρονήσει μηδὲν μήτε τῆς χρόας μήτε ὧν ἔπραττε μεταβαλὼν εὐτολμότατά φησι· "κλίθητι καὶ πίωμεν, ἐν τούτῳ δέ μου τὴν πεῖραν εὐθὺς λάμβαν’, εἰ κρείσσων ἔσῃ.“ τοῦτον οὖν πότερον δοῦλον κύριον ἀποφαντέον τοῦ δεσπότου,
§104 μὴ μόνον ἀπελευθεριάζειν ἀλλὰ καὶ ἐπιτάγματα ἐπιτάττειν τῷ κτησαμένῳ καὶ εἰ ἀφηνιάζοι τύπτειν καὶ προπηλακίζειν, εἰ δὲ καὶ βοηθοὺς ἐπάγοιτο, πάντας ἄρδην ἀπολλύναι τολμῶντα; γέλως οὖν ἂν εἴη καὶ φλυαρία πολλὴ τὰ κατὰ τὰς λεγομένας ὠνὰς γράμματα, ἐπειδὰν τῇ καθὧν γράφεται παρευημερηθῇ σθεναρωτέρᾳ δυνάμει, χαρτιδίων ἀγράφων ἀκυρότερα, ὑπὸ σέων χρόνου εὐρῶτος εἰς ἅπαν διαφθαρησόμενα.
§105 Ἀλλοὐ χρή, φήσει τις, τὰς τῶν ἡρώων παράγειν εἰς πίστιν ἀρετάς· μείζους γὰρ κατὰ ἀνθρωπίνην φύσιν γενομένους Ὀλυμπίοις ἁμιλλᾶσθαι, μικτῆς γενέσεως, ἀθανάτων καὶ θνητῶν ἀνακραθέντων σπερμάτων, ἐπιλαχόντας, ἡμιθέους εἰκότως προσαγορευθέντας, τοῦ θνητοῦ μίγματος ὑπὸ τῆς ἀφθάρτου μερίδος κατακρατηθέντος, ὡς μηδὲν εἶναι παράδοξον, εἰ τῶν ἐπαὐτοῖς δουλείαν τεχναζόντων ὠλιγώρουν. ἔστω ταῦτα. μὴ καὶ Ἀνάξαρχος Ζήνων Ἐλεάτης ἥρωες ἐκ θεῶν;
§106 ἀλλὅμως ὑπὸ τυράννων ὠμοθύμων καὶ τὴν φύσιν πικρῶν ἔτι μᾶλλον ἐπαὐτοῖς ἐκθηριωθέντων στρεβλούμενοι κεκαινουργημέναις αἰκίαις, ὥσπερ ἀλλότρια ἐχθρῶν ἐπιφερόμενοι σώματα, μάλα καταφρονητικῶς ἠλόγουν τῶν φοβερῶν.
§107 τὴν γὰρ ψυχὴν ἐθίσαντες ἐξ ἀρχῆς διἐπιστήμης ἔρωτα τῆς μὲν πρὸς τὰ πάθη κοινωνίας ἀφίστασθαι, παιδείας δὲ καὶ σοφίας περιέχεσθαι, μετανάστιν μὲν σώματος εἰργάσαντο, φρονήσει δὲ καὶ ἀνδρείᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς σύνοικον ἀπέφηναν.
§108 τοιγαροῦν μὲν κρινόμενος καὶ κατατεινόμενος ὑπὲρ τοῦ τι τῶν ἀρρήτων ἐκλαλῆσαι, πυρὸς καὶ σιδήρου, τῶν ἐν τῇ φύσει κραταιοτάτων, φανεὶς δυνατώτερος, ἀποτραγὼν τοῖς ὀδοῦσι τὴν γλῶτταν εἰς τὸν βασανιστὴν ἠκόντισεν, ἵνα μηδἄκων καλὸν ἡσυχάζειν φθέγξηται βιασθείς.
§109 δὲ τλητικώτατα εἶπε· „πτίσσε τὸν Ἀναξάρχου ἀσκόν· Ἀνάξαρχον γὰρ οὐκ ἂν δύναιο." αὗται γέμουσαι θράσους αἱ εὐτολμίαι τὴν ἡρωϊκὴν εὐγένειαν οὐ μετρίως ὑπερβάλλουσι, διότι τοῖς μὲν τὸ κλέος ἐν τοῖς φυτεύσασιν ἀκούσιον, τῶν δἐν ἑκουσίοις ἀρεταῖς, αἳ τοὺς ἀδόλως χρωμένους ἀθανατίζειν πεφύκασι.
§110 Παλαιστὰς οἶδα καὶ παγκρατιαστὰς πολλάκις ὑπὸ φιλοτιμίας καὶ τῆς εἰς τὸ νικᾶν σπουδῆς, ἀπαγορευόντων αὐτοῖς τῶν σωμάτων, μόνῃ ψυχῇ διαπνέοντας ἔτι καὶ διαθλοῦντας, ἣν ἐθίσαντες καταφρονητικῶς ἔχειν τῶν φοβερῶν ἐγκαρτεροῦσιν ἄχρι τῆς τοῦ βίου τελευτῆς.
§111 εἶτοἰόμεθα τοὺς μὲν ἀσκητὰς τῆς ἐν σώμασιν εὐτονίας ἐπιβεβηκέναι φόβῳ θανάτου διἐλπίδα νίκης ὑπὲρ τοῦ μὴ τὴν ἰδίαν ἧτταν ἐπιδεῖν, τοὺς δὲ τὸν ἀόρατον νοῦν γυμνάζοντας ἐν ἑαυτοῖς, ὃς ἀψευδῶς ἄνθρωπός ἐστιν οἶκον ἐπιφερόμενος τὸ αἰσθητὸν εἶδος, καὶ λόγοις μὲν τοῖς ἐκ φιλοσοφίας ἔργοις δὲ τῆς ἀρετῆς ἀλείφοντας οὐχ ὑπὲρ ἐλευθερίας ἐθελήσειν ἀποθνῄσκειν, ἵνἐν ἀδουλώτῳ φρονήματι τὴν εἱμαρμένην ἀνύσωσι πορείαν;
§112 ἐν ἀγῶνί φασιν ἱερῷ δύο ἀθλητὰς ἰσορρόπῳ κεχρημένους ἀλκῇ, τὰ αὐτὰ ἀντιδρῶντάς τε καὶ ἀντιπάσχοντας, μὴ πρότερον ἀπειπεῖν ἑκάτερον τελευτῆσαι. „δαιμόνιε, φθίσει σε τὸ σὸν μένος", εἴποι τις ἂν ἐπὶ τῶν τοιούτων.
§113 ἀλλὰ γὰρ οὖν κοτίνων μὲν χάριν καὶ σελίνων εὐκλεὴς ἀγωνισταῖς τελευτή, σοφοῖς δὲ οὐ πολὺ μᾶλλον ἐλευθερίας, ἧς πόθος ταῖς ψυχαῖς μόνον, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐνίδρυται καθάπερ τι μέρος ἡνωμένον οὐ τῶν ἐπιτυχόντων, οὗ διακοπέντος ἅπασαν τὴν κοινωνίαν φθείρεσθαι συμβέβηκε;
§114 Λακωνικοῦ παιδὸς ᾄδεται παροἷς ἔθος ἰχνηλατεῖν ἀρετὰς τὸ ἐκ γένους φύσεως ἀδούλωτον· ἐπειδὴ γὰρ αἰχμάλωτος ἀπαχθεὶς ὑπό τινος τῶν Ἀντιγόνου τὰς μὲν ἐλευθέρας χρείας ὑπέμενε, ταῖς δὲ δουλικαῖς ἠναντιοῦτο φάσκων οὐχὶ δουλεύσειν, καίτοι μήπω τοῖς Λυκούργου νόμοις παγίως ἐντραφῆναι διὰ τὴν ἡλικίαν δυνηθείς, ὅτι μόνον αὐτῶν ἐγεύσατο, τοῦ παρόντος ἀβιώτου βίου θάνατον εὐτυχέστερον κρίνας, ἀπογνοὺς ἀπολύτρωσιν, ἄσμενος ἑαυτὸν διεχρήσατο.
§115 λέγεται δὲ καὶ πρὸς Μακεδόνων ἁλούσας Δαρδανίδας γυναῖκας αἴσχιστον κακὸν δουλείαν ὑπολαβούσας οὓς ἐκουροτρόφουν παῖδας εἰς τὸ βαθύτατον τοῦ ποταμοῦ ῥίπτειν ἐπιφωνούσας· „ἀλλὑμεῖς γε οὐ δουλεύσετε, πρὶν δἄρξασθαι βίου βαρυδαίμονος, τὸ χρεὼν ἐπιτεμόντες ἐλεύθεροι τὴν ἀναγκαίαν καὶ πανυστάτην ὁδὸν περαιώσεσθε.“
§116 Πολυξένην δὲ τραγικὸς Εὐριπίδης ἀλογοῦσαν μὲν θανάτου φροντίζουσαν δὲ ἐλευθερίας εἰσάγει διὧν φησιν· „ἑκοῦσα θνῄσκω, μή τις ἅψηται χροὸς τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως, ἐλευθέραν δέ μ’, ὡς ἐλευθέρα θάνω, πρὸς θεῶν μεθέντες κτείνατε.“
§117 εἶτοἰόμεθα γυναίοις μὲν καὶ μειρακίοις, ὧν τὰ μὲν φύσει ὀλιγόφρονα τὰ δὲ ἡλικίᾳ εὐολίσθῳ χρώμενα, τοσοῦτον ἐλευθερίας ἔρωτα ἐντήκεσθαι, ὡς ὑπὲρ τοῦ μὴ ταύτην ἀφαιρεθῆναι πρὸς θάνατον ὡς ἐπἀθανασίαν ὁρμᾶν, τοὺς δὲ σοφίας ἀκράτου σπάσαντας οὐκ εὐθὺς ἐλευθέρους εἶναι, πηγήν τινα εὐδαιμονίας τὴν ἀρετὴν ἐν ἑαυτοῖς περιφέροντας, ἣν ἐπίβουλος οὐδεμία πώποτε δύναμις κατέζευξε τὸν ἀρχῆς καὶ βασιλείας ἔχουσαν αἰώνιον κλῆρον;
§118 ἀλλὰ γὰρ καὶ δήμους ὅλους ἀκούομεν ὑπὲρ ἐλευθερίας ἅμα καὶ πίστεως τῆς πρὸς ἀποθανόντας εὐεργέτας αὐθαίρετον πανωλεθρίαν ὑποστάντας, ὥσπερ φασὶν οὐ πρὸ πολλοῦ Ξανθίους. ἐπειδὴ γὰρ εἷς τῶν ἐπιθεμένων Ἰουλίῳ Καίσαρι, Βροῦτος, ἐπιὼν ἐπαὐτοὺς ἐστράτευσε, δεδιότες οὐ πόρθησιν ἀλλὰ δουλείαν τὴν ὑπἀνδροφόνου κτείναντος ἡγεμόνα καὶ εὐεργέτηνἀμφότερα γὰρ ἦν αὐτῷ Καῖσαρἀπεμάχοντο μὲν ἐφὅσον οἷοί τε ἦσαν δυνατῶς τὸ πρῶτον, ὑπαναλούμενοι δὲ ἐκ τοῦ κατὀλίγον ἔτἀντεῖχον.
§119 ὡς δὲ ἅπασαν τὴν ἰσχὺν ἐδαπάνησαν, γύναια καὶ γονεῖς καὶ τέκνα συνελάσαντες εἰς τὰς σφῶν οἰκίας ἕκαστοι καθιέρευον· καὶ σωρηδὸν τὰ σφάγια νήσαντες, πῦρ ἐνέντες καὶ ἑαυτοὺς ἐπικατασφάξαντες, ἐλεύθεροι τὸ πεπρωμένον ἀπἐλευθέρου καὶ εὐγενοῦς φρονήματος ἐξέπλησαν.
§120 ἀλλοὗτοι μὲν πικρίαν ἀμείλικτον τυραννικῶν ἐχθρῶν ἀποδιδράσκοντες πρὸ ἀδόξου βίου τὸν μετεὐκλείας θάνατον ᾑροῦντο. οἷς δὲ ἐπέτρεπε ζῆν τὰ πράγματα τὰ τυχηρά, τλητικῶς ὑπέμενον τὴν Ἡράκλειον εὐτολμίαν ἀπομιμούμενοι·
§121–160
§121 καὶ γὰρ ἐκεῖνος τῶν Εὐρυσθέως ἐπιταγμάτων διεφάνη κρείττων. γοῦν κυνικὸς φιλόσοφος Διογένης ὕψει καὶ μεγέθει τοσούτῳ φρονήματος ἐχρήσατο, ὥσθἁλοὺς ὑπὸ λῃστῶν, ἐπεὶ γλίσχρως καὶ μόλις τὰς ἀναγκαίας αὐτῷ παρεῖχον τροφάς, οὔθὑπὸ τῆς παρούσης τύχης γναμφθεὶς οὔτε τὴν ὠμότητα τῶν ὑπηγμένων δείσας "ἀτοπώτατον οὖνἔφη "γίνεται, δελφάκια μὲν προβάτια, ὁπότε μέλλοι πιπράσκεσθαι, τροφαῖς ἐπιμελεστέραις πιαίνειν εἰς εὐσαρκίαν, ζῴων δὲ τὸ ἄριστον, ἄνθρωπον, ἀσιτίαις κατασκελετευθέντα καὶ συνεχέσιν ἐνδείαις ἐπευωνίζεσθαι.“
§122 λαβὼν δὲ τροφὰς διαρκεῖς, ἐπειδὴ μεθἑτέρων αἰχμαλώτων ἔμελλεν ἀπεμπολεῖσθαι, καθίσας πρότερον ἠρίστα μάλεὐθαρσῶς, ἐπιδιδοὺς καὶ τοῖς πλησίον. ἑνὸς δὲ οὐχ ὑπομένοντος, ἀλλὰ καὶ σφόδρα κατηφοῦντος, „οὐ παύσῃ τῆς συννοίας;
§123 χρῶ τοῖς παροῦσινἔφη· „καὶ γάρ τἠύκομος Νιόβη ἐμνήσατο σίτου, τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο, ἓξ μὲν θυγατέρες, ἓξ δυἱέες ἡβώοντες.“ εἶτἐπινεανιευόμενος πρὸς τὸν πυθόμενον τῶν ὠνητικῶς ἐχόντωντί οἶδας;“ „ἄρχεινεἶπενἀνθρώπων,“ ἔνδοθεν, ὡς ἔοικε, τῆς ψυχῆς τὸ ἐλεύθερον καὶ εὐγενὲς καὶ φύσει βασιλικὸν ὑπηχούσης. ἤδη δὲ καὶ πρὸς χαριεντισμὸν ὑπὸ τῆς συνήθους ἐκεχειρίας, ἐφ οἱ ἄλλοι συννοίας γέμοντες κατήφουν, ἐτράπετο. λέγεται γοῦν,
§124 ὅτι θεασάμενός τινα τῶν ὠνουμένων, ὃν θήλεια νόσος εἶχεν, ἐκ τῆς ὄψεως οὐκ ἄρρενα προσελθὼν ἔφη· „σύ με πρίω· σὺ γὰρ ἀνδρὸς χρείαν ἔχειν μοι δοκεῖς,“ ὡς τὸν μὲν δυσωπηθέντα ἐφοἷς ἑαυτῷ συνῄδει καταδῦναι, τοὺς δὲ ἄλλους τὸ σὺν εὐτολμίᾳ εὐθυβόλον ἐκπλήττεσθαι. ἆρά γε τῷ τοιούτῳ δουλείαν, ἀλλοὐ μόνον ἐλευθερίαν δίχα ἀνυπευθύνου ἡγεμονίας ἐπιφημιστέον;
§125 ζηλωτὴς δὲ τῆς τούτου παρρησίας ἐγένετό τις Χαιρέας τῶν ἀπὸ παιδείας. Ἀλεξάνδρειαν γὰρ οἰκῶν τὴν πρὸς Αἰγύπτῳ, δυσχεράναντός ποτε Πτολεμαίου καὶ ἀπειλήσαντος οὐ μετρίως, τῆς ἐκείνου βασιλείας οὐδὲν ἐλάττονα τὴν ἐν τῇ ἑαυτοῦ φύσει νομίσας ἐλευθερίαν, ἀντέλεξεν· „Αἰγυπτίοισιν ἄνασσε, σέθεν δἐγὼ οὐκ ἀλεγίζω οὐδὄθομαι κοτέοντος.“ ἔχουσι γάρ τι βασιλικὸν αἱ εὐγενεῖς ψυχαί,
§126 τὸ λαμπρὸν πλεονεξίᾳ τύχης οὐκ ἀμαυρούμεναι, προτρέπει καὶ τοῖς τἀξίωμα ὑπερόγκοις ἐξ ἴσου διαφέρεσθαι, ἀλαζονείᾳ παρρησίαν ἀντιτάττον.
§127 Θεόδωρον λόγος ἔχει τὸν ἐπικληθέντα ἄθεον ἐκπεσόντα τῶν Ἀθηνῶν καὶ πρὸς Λυσίμαχον ἐλθόντα, ἐπειδή τις τῶν ἐν τέλει τὸν δρασμὸν ὠνείδισεν, ἅμα καὶ τὰς αἰτίας ἐπιλέγων, ὅτι ἐπὶ ἀθεότητι καὶ διαφθορᾷ τῶν νέων καταγνωσθεὶς ἐξέπεσεν, "[οὐκ] ἐξέπεσονφάναι, „τὸ δαὐτὸ ἔπαθον τῷ Διὸς Ἡρακλεῖ.
§128 καὶ γὰρ ἐκεῖνος ἐξετέθη πρὸς τῶν Ἀργοναυτῶν, οὐκ ἀδικῶν, ἀλλὅτι μόνος πλήρωμα καὶ ἕρμα καθαὑτὸν ὢν ἐναυβάρει, δέος παρασχὼν τοῖς συμπλέουσι, μὴ τὸ σκάφος ὑπέραντλον γένηται. κἀγὼ διὰ τοῦτο μετανέστην, ὕψει καὶ μεγέθει τῆς ἐμῆς διανοίας τῶν πολιτευομένων Ἀθήνησιν οὐ δυνηθέντων συνδραμεῖν, ἅμα καὶ φθονηθείς.“
§129 προσανερομένου δὲ Λυσιμάχου· „μὴ καὶ ἐκ τῆς πατρίδος ἐξέπεσες φθόνῳ;“ πάλιν ἀποκρίνασθαι· „φθόνῳ μὲν οὔ, φύσεως δὲ ὑπερβολαῖς, ἃς πατρὶς οὐκ ἐχώρει.
§130 καθάπερ γὰρ Σεμέλης, ἡνίκα Διόνυσον ἐκύει, τὸν ὡρισμένον ἄχρι τῆς ἀποτέξεως χρόνον ἐνεγκεῖν οὐ δυνηθείσης, καταπλαγεὶς Ζεὺς τὴν τοῦ κατὰ γαστρὸς φύσιν ἠλιτόμηνον ἐξελκύσας ἰσότιμον τοῖς οὐρανίοις ἀπέφηνε θεοῖς, οὕτω κἀμέ, τῆς πατρίδος βραχυτέρας οὔσης ὥστε δέξασθαι φιλοσόφου φρονήματος ὄγκον τοσοῦτον, δαίμων τις θεὸς ἀναστήσας εἰς εὐτυχέστερον τόπον Ἀθήνας ἀποικίσαι διενοήθη.“
§131 Τῆς δὲ ἐν σοφοῖς ἐλευθερίας, ὥσπερ καὶ τῶν ἄλλων ἀνθρωπίνων ἀγαθῶν, κἀν τοῖς ἀλόγοις ζῴοις παραδείγματα σκοπῶν ἄν τις εὕροι. οἱ γοῦν ἀλεκτρυόνες οὕτως εἰώθασι φιλοκινδύνως ἀγωνίζεσθαι, ὥστε ὑπὲρ τοῦ μὴ εἶξαι καὶ παραχωρῆσαι, κἂν ἡττῶνται ταῖς δυνάμεσιν, οὐχ
§132 ἡττώμενοι ταῖς εὐτολμίαις ἄχρι θανάτου παραμένουσιν. συνιδὼν Μιλτιάδης τῶν Ἀθηναίων στρατηγός, ἡνίκα βασιλεὺς Περσῶν ἅπασαν τὴν ἀκμὴν τῆς Ἀσίας ἀναστήσας μυριάσι πολλαῖς διέβαινεν ἐπὶ τὴν Εὐρώπην, ὡς ἀναρπάσων αὐτοβοεὶ τὴν Ἑλλάδα, συναγαγὼν ἐν τῷ παναθηναϊκῷ τοὺς συμμάχους ὀρνίθων ἀγῶνας ἐπέδειξε, λόγου παντὸς δυνατωτέραν ὑπολαμβάνων ἔσεσθαι τὴν διὰ τῆς τοιαύτης ὄψεως παρακέλευσιν· καὶ γνώμης οὐχ ἥμαρτε.
§133 θεασάμενοι γὰρ τὸ τλητικὸν καὶ φιλότιμον ἄχρι τελευτῆς ἐν ἀλόγοις ἀήττητον, ἁρπάσαντες τὰ ὅπλα πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς ἐχθρῶν ἀγωνιούμενοι σώμασι, τραυμάτων καὶ σφαγῶν ἀλογοῦντες, ὑπὲρ τοῦ καὶ ἀποθανόντες ἐν ἐλευθέρῳ γοῦν τῷ τῆς πατρίδος ἐδάφει ταφῆναι. προτροπῆς γὰρ εἰς βελτίωσιν οὐδὲν οὕτως αἴτιον, ὡς τῶν ἀφανεστέρων ἐλπίδος μείζων κατόρθωσις.
§134 τοῦ δὲ περὶ τοὺς ὄρνιθας ἐναγωνίου μέμνηται καὶ τραγικὸς Ἴων διὰ τούτων· „οὐδ γε σῶμα τυπεὶς διφυεῖς τε κόρας ἐπιλάθεται ἀλκᾶς, ἀλλὀλιγοδρανέων φθογγάζεται· θάνατον δ γε δουλοσύνας προβέβουλε.“
§135 τοὺς οὖν σοφοὺς τί οἰόμεθα οὐκ ἀσμενέστατα δουλείας ἀντικαταλλάξεσθαι τελευτήν; τὰς δὲ τῶν νέων καὶ εὐφυῶν ψυχὰς ἆροὐκ ἄτοπον λέγειν ἐν ἄθλοις ἀρετῆς ὀρνίθων ἐλαττοῦσθαι καὶ μόλις φέρεσθαι τὰ δευτερεῖα;
§136 Καὶ μὴν οὐδἐκεῖνό τις τῶν ἐπὶ βραχὺ παιδείας ἁψαμένων ἀγνοεῖ, ὅτι καλὸν μὲν πρᾶγμα ἐλευθερία, αἰσχρὸν δὲ δουλεία, καὶ ὅτι τὰ μὲν καλὰ πρόσεστι τοῖς ἀγαθοῖς, τὰ δαἰσχρὰ τοῖς φαύλοις· ἐξ ὧν ἐναργέστατα παρίσταται τὸ μήτε τινὰ τῶν σπουδαίων δοῦλον εἶναι, κἂν μυρίοι τὰ δεσποτῶν σύμβολα προφέροντες ἐπανατείνωνται, μήτε τῶν ἀφρόνων ἐλεύθερον, κἂν Κροῖσος Μίδας μέγας βασιλεὺς ὢν τυγχάνῃ.
§137 τὸ δὲ ἐλευθερίας μὲν ἀοίδιμον κάλλος δουλείας δὲ ἐπάρατον αἶσχος ὑπὸ τῶν παλαιοτέρων καὶ πολυχρονιωτέρων καὶ ὡς ἐν θνητοῖς ἀθανάτων, οἷς θέμις ἀψευδεῖν, πόλεών τε καὶ ἐθνῶν μαρτυρεῖται.
§138 βουλαί τε γὰρ καὶ ἐκκλησίαι καθἑκάστην σχεδὸν ἡμέραν ἀθροίζονται περὶ τίνος μᾶλλον ἐλευθερίας παρούσης μὲν βεβαιώσεως, εἰ δἀπείη, κτήσεως; δἙλλὰς καὶ βάρβαρος κατὰ ἔθνη στασιάζουσι καὶ πολεμοῦσιν ἀεὶ τί βουλόμεναι τι μὴ δουλείαν μὲν ἀποδιδράσκειν, ἐλευθερίαν δὲ περιποιεῖσθαι;
§139 διὸ κἀν ταῖς μάχαις λοχαγῶν καὶ ταξιαρχῶν καὶ στρατηγῶν μεγίστη παρακέλευσις ἥδἐστί· „κακῶν τὸ βαρύτατον, ἄνδρες σύμμαχοι, δουλείαν ἐπιφερομένην ἀπωσώμεθα· τοῦ καλλίστου τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίας, μὴ περιίδωμεν. ἥδἐστὶν ἀρχὴ καὶ πηγὴ τῆς εὐδαιμονίας, ἀφἧς αἱ κατὰ μέρος ῥέουσιν ὠφέλειαι.“
§140 διό μοι δοκοῦσιν οἱ τῶν Ἑλλήνων ὀξυδερκέστατοι διάνοιαν Ἀθηναῖοιὅπερ γὰρ ἐν ὀφθαλμῷ κόρη ἐν ψυχῇ λογισμός, τοῦτἐν Ἑλλάδι Ἀθῆναιτὴν ἐπὶ ταῖς Σεμναῖς Θεαῖς πομπὴν ὅταν στέλλωσι, δοῦλον μηδένα προσπαραλαμβάνειν τὸ παράπαν, ἀλλὰ διἐλευθέρων ἕκαστα τῶν νενομισμένων ἀνδρῶν τε καὶ γυναικῶν ἐπιτελεῖν, καὶ οὐχ οἵων ἂν τύχῃ, ἀλλὰ βίον ἐζηλωκότων ἀνεπίληπτον· ἐπεὶ καὶ τὰ πρὸς τὴν ἑορτὴν πέμματα τῶν ἐφήβων οἱ δοκιμώτατοι σιτοπονοῦσι, πρὸς εὐδοξίας καὶ τιμῆς, ὅπερ ἐστί, τὴν ὑπηρεσίαν τιθέμενοι.
§141 πρῴην ὑποκριτῶν τραγῳδίαν ἐπιδεικνυμένων καὶ τὰ παρΕὐριπίδῃ τρίμετρα διεξιόντων ἐκεῖνατοὐλεύθερον γὰρ ὄνομα παντὸς ἄξιον, κἂν σμίκρἔχῃ τις, μεγάλἔχειν νομιζέτω“, τοὺς θεατὰς ἅπαντας εἶδον ἐπἄκρων ποδῶν ὑπἐκπλήξεως ἀναστάντας καὶ φωναῖς μείζοσι καὶ ἐκβοήσεσιν ἐπαλλήλοις ἔπαινον μὲν τῆς γνώμης, ἔπαινον δὲ καὶ τοῦ ποιητοῦ συνείροντας, ὃς οὐ μόνον τὴν ἐλευθερίαν ἔργοις ἀλλὰ καὶ τοὔνομα αὐτῆς ἐσέμνυνεν.
§142 ἄγαμαι καὶ τῶν Ἀργοναυτῶν, οἳ σύμπαν ἀπέφηναν ἐλεύθερον τὸ πλήρωμα μηδένα μηδὲ τῶν εἰς ἀναγκαίας ὑπηρεσίας προσέμενοι δοῦλον, ἀδελφὴν ἐλευθερίας αὐτουργίαν ἐν
§143 τῷ τότε ἀσπασαμένων. εἰ δὲ καὶ ποιηταῖς προσέχειν ἄξιονδιὰ τί δὲ οὐ μέλλομεν; παιδευταὶ γὰρ οὗτοί γε τοῦ σύμπαντος βίου, καθάπερ ἰδίᾳ γονεῖς παῖδας καὶ οὗτοι δημοσίᾳ τὰς πόλεις σωφρονίζοντες —, οὐδ Ἀργὼ ναυαρχοῦντος Ἰάσονος ἐπέτρεπεν ἐπιβαίνειν οἰκέταις, μεμοιραμένη ψυχῆς καὶ λογισμοῦ, φύσις οὖσα φιλελεύθερος. ὅθεν καὶ Αἰσχύλος ἐπαὐτῆς εἶπε· „ποῦ δἐστὶν Ἀργοῦς ἱερόν, αὔδασον, ξύλον;"
§144 Ἐπανατάσεων δὲ καὶ ἀπειλῶν, ἃς σοφοῖς ἀνδράσιν ἐπανατείνονται καὶ ἀπειλοῦσί τινες, ἥκιστα φροντιστέον καὶ τὰ ὅμοια λεκτέον Ἀντιγενίδᾳ τῷ αὐλητῇ. καὶ γὰρ ἐκεῖνόν φασιν, ἐπειδή τις τῶν ἀντιτέχνων ὀργισθεὶς εἶπεν "ὠνήσομαί σε,“ βαθεῖ ἤθει φάναι· „κἀγὼ τοιγαροῦν διδάξω σε αὐλεῖν.“
§145 ἄξιον οὖν καὶ τῷ σπουδαίῳ πρὸς μὲν τὸν ἔχοντα ὠνητικῶς λέγειν· „σωφροσύνην ἄρα ἀναδιδαχθήσῃ“, πρὸς δὲ τὸν ἀπειλοῦντα φυγήν· „πᾶσα γῆ μοι πατρίς“, πρὸς δὲ τὸν χρημάτων ζημίαν· „ἀρκεῖ μετρία βιοτά μοι“, πρὸς δὲ τὸν πληγὰς θάνατον ἐπανατεινόμενον· „οὐ μορμολύττεταί με ταῦτα, οὐδεἰμὶ πυκτῶν παγκρατιαστῶν ἐλάττων, οἵτινες ἀμαυρὰ εἴδωλα ἀρετῆς ὁρῶντες, ἅτε σωμάτων αὐτὸ μόνον εὐεξίαν διαπονήσαντες, ἑκάτερα τλητικῶς ὑπομένουσιν·
§146 γὰρ ἡγεμὼν σώματος ἐν ἐμοὶ νοῦς ἀνδρείᾳ τονωθεὶς οὕτω σφόδρα νενεύρωται, ὡς ἐπάνω πάσης ἀλγηδόνος ἵστασθαι δύνασθαι.“
§147 Φυλακτέον οὖν τὸν τοιοῦτον θῆρα συλλαμβάνειν, ὃς οὐκ ἀλκὴν μόνον ἀλλὰ καὶ ὄψιν φοβερὸς ὢν τὸ δυσάλωτον καὶ μὴ εὐκαταφρόνητον δείκνυται.
§148 Ἀσυλία τόπων πολλάκις οἰκετῶν τοῖς καταφεύγουσιν ἄδειαν καὶ ἐκεχειρίαν ὡς ἰσοτίμοις καὶ ἰσοτελέσι παρέσχετο· καὶ τοὺς ἐκ προπάππων καὶ τῶν ἄνω προγόνων κατά τινα συγγενικὴν διαδοχὴν παλαιοδούλους ἔστιν ἰδεῖν, ὅταν ἐν ἱεροῖς ἱκέται καθέζωνται, μετὰ πάσης ἀδείας ἐλευθεροστομοῦντας.
§149 εἰσὶ δοἳ καὶ τοῖς κτησαμένοις οὐκ ἐξ ἴσου μόνον ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος εὐτόνως ἅμα καὶ καταφρονητικῶς διαφέρονται περὶ τῶν δικαίων· οὓς μὲν γὰρ τοῦ συνειδότος ἔλεγχος, κἂν ὦσιν εὐπατρίδαι, πέφυκε δουλοῦσθαι, οἳ δὲ τὴν τοῦ σώματος ἄδειαν ἐκ τῆς περὶ τὸν τόπον ἀσυλίας πεπορισμένοι ψυχῆς, ἣν θεὸς ἐκ πάντων ἀχείρωτον ἐδημιούργησεν, ἐλεύθερα καὶ εὐγενῆ σφόδρα ἀναφαίνουσιν ἤθη·
§150 εἰ μὴ λίαν οὕτω τίς ἐστιν ἀλόγιστος, ὡς χωρία μὲν θάρσους αἴτια καὶ παρρησίας ὑπολαμβάνειν εἶναι, τὸ δὲ τῶν ὄντων θεοειδέστατον, ἀρετήν, μηκέτι, διἣν καὶ τοῖς χωρίοις καὶ τοῖς ἄλλοις ὅσα φρονήσεως μετέχει τὸ ἱεροπρεπὲς ἐγγίνεται.
§151 καὶ μὴν τοῖς μὲν εἰς ἀσύλους τόπους καταφεύγουσιν, ἐκ μόνων τῶν τόπων περιπεποιημένοις ἀσφάλειαν, ἐκ μυρίων ἄλλων ἀγωγίμοις συμβέβηκε γίνεσθαι, δώρων γυναικός, ἀδοξίας τέκνων, ἔρωτος ἀπάτης, τοῖς δὲ εἰς ἀρετὴν ὥσπερ εἰς ἀκαθαίρετον καὶ ἐρυμνότατον τεῖχος ἀλογεῖν βλημάτων, ὧν αἱ ἐφεδρεῖαι τῶν παθῶν βάλλουσι καὶ τοξεύουσι. ταύτῃ τις πεφραγμένος τῇ
§152.1 δυνάμει μετὰ παρρησίας ἂν εἴποι, ὅτι οἱ μὲν ἄλλοι πρὸς τῶν τυχόντων ἁλίσκονται,
§152.2 ἐγὼ δἐμαυτοῦκατὰ τὸν τραγικόνκαὶ κλύειν ἐπίσταμαι, ἄρχειν θὁμοίως, τἀρετῇ σταθμώμενος τὰ πάντα.“
§153 λέγεται γοῦν Πριηνεὺς Βίας ἀπειλοῦντι Κροίσῳ μάλα καταφρονητικῶς ἀνταπειλῆσαι ἐπεσθίειν τῶν κρομμύων, αἰνιττόμενος τὸ κλαίειν, ἐπεὶ δάκρυα κινεῖ κρομμύων βρῶσις.
§154 οὕτως οἱ σοφοὶ βασιλικώτερον οὐδὲν ἀρετῆς νομίζοντες, τοῦ βίου παντὸς αὐτοῖς ταξιαρχεῖ, τὰς ἄλλων ἡγεμονίας ὡς ὑπηκόων οὐ δεδίασι. παρ τοὺς διχόνους καὶ δολεροὺς ἅπασιν ὀνομάζειν ἔθος ἀνελευθέρους τε καὶ δουλοπρεπεῖς.
§155 ὅθεν κἀκεῖνα εὖ πεφώνηται· „οὔποτε δουλείη κεφαλὴ εὐθεῖα πέφυκεν, ἀλλαἰεὶ σκολιή, καὐχένα λοξὸν ἔχει.“ τὸ γὰρ πλάγιον καὶ ποικίλον καὶ ἀπατηλὸν ἦθος ἀγενέστατον, ὥσπερ εὐγενὲς τὸ εὐθὺ καὶ ἄπλαστον καὶ ἀνύπουλον, λόγων βουλεύμασι καὶ βουλευμάτων λόγοις συνᾳδόντων.
§156 ἄξιον δὲ καταγελᾶν τῶν ἐπειδὰν ἀπαλλαγῶσι δεσποτικῆς κτήσεως ἐλευθερωθῆναι νομιζόντων· οἰκέται μὲν γὰρ οὐκέθὁμοίως ἂν εἶεν οἵ γε ἀφειμένοι, δοῦλοι δὲ καὶ μαστιγίαι πάντες, ὑπακούοντες οὐκ ἀνθρώπωνἧττον γὰρ ἂν ἦν τὸ δεινόν —, ἀλλὰ καὶ τῶν ἐν ἀψύχοις ἀτιμοτάτων, ἀκράτου, λαχάνων, πεμμάτων, ὅσα ἄλλα σιτοπόνων τε καὶ ὀψαρτυτῶν περιεργίαι κατὰ γαστρὸς τῆς ταλαίνης δημιουργοῦσιν.
§157 γοῦν Διογένης ἰδών τινα τῶν λεγομένων ἀπελευθέρων ἁβρυνόμενον καὶ πολλοὺς αὐτῷ συνηδομένους, θαυμάσας τὸ ἄλογον καὶ ἄκριτον, „ὅμοιονεἶπενὡς εἴ τις ἀνακηρύξειέ τινα τῶν οἰκετῶν ἀπὸ ταύτης τῆς ἡμέρας εἶναι γραμματικὸν γεωμέτρην μουσικόν, οὐδὄναρ τῶν τεχνῶν ἐπῃσθημένον.“ ὡς γὰρ ἐπιστήμονας οὐ ποιεῖ τὸ κήρυγμα, οὕτως οὐδὲ ἐλευθέρουςἐπεὶ μακάριον ἦν τι —, ἀλλὰ μόνον οὐκ οἰκέτας.
§158 Ἀνελόντες οὖν τὴν κενὴν δόξαν, ἧς πολὺς ὅμιλος ἀνθρώπων ἀπῃώρηται, καὶ ἀληθείας ἱερωτάτου κτήματος ἐρασθέντες μήτε τοῖς λεγομένοις ἀστοῖς πολιτείαν ἐλευθερίαν μήτε τοῖς οἰκότριψιν ἀργυρωνήτοις δουλείαν ἐπιφημίσωμεν, ἀλλὰ γένη καὶ δεσποτικὰ γράμματα καὶ συνόλως σώματα παρελθόντες ψυχῆς φύσιν ἐρευνῶμεν.
§159 εἰ μὲν γὰρ πρὸς ἐπιθυμίας ἐλαύνεται ὑφἡδονῆς δελεάζεται φόβῳ ἐκκλίνει λύπῃ στέλλεται ὑπὀργῆς τραχηλίζεται, δουλοῖ μὲν αὑτήν, δοῦλον δὲ καὶ τὸν ἔχοντα μυρίων δεσποτῶν ἀπεργάζεται· εἰ δὲ φρονήσει μὲν ἀμαθίαν, σωφροσύνῃ δἀκολασίαν, δειλίαν δὲ ἀνδρείᾳ καὶ πλεονεξίαν δικαιοσύνῃ κατηγωνίσατο, τῷ ἀδουλώτῳ καὶ τὸ ἀρχικὸν προσείληφεν. ὅσαι δὲ μηδετέρας ἰδέας πω μετεσχήκασι,
§160 μήτε τῆς καταδουλουμένης μήτε διἧς ἐλευθερία βεβαιοῦται, γυμναὶ δέ εἰσιν ἔτι, καθάπερ αἱ τῶν κομιδῇ νηπίων, ταύτας τιθηνοκομητέον, ἐνστάζοντας τὸ μὲν πρῶτον ἀντὶ γάλακτος ἁπαλὰς τροφάς, τὰς διὰ τῶν ἐγκυκλίων ὑφηγήσεις, εἶταὖθις κραταιοτέρας ὧν φιλοσοφία δημιουργός, ἐξ ὧν ἀνδρωθεῖσαι καὶ εὐεκτήσασαι πρὸς τέλος αἴσιον, οὐ Ζηνώνειον μᾶλλον πυθόχρηστον, ἀφίξονται, τὸ ἀκολούθως τῇ φύσει ζῆν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up