Philo Judaeus Quod Deus Sit Immutabilis
EN Lat Orig
Quod Deus Sit Immutabilis
§1–46
§1 Καὶ μετἐκεῖνοφησίνὡς ἂν εἰσεπορεύοντο οἱ ἄγγελοι τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννων αὑτοῖς„ (Gen. 6, 4). οὐκοῦν ἄξιον σκέψασθαι, τίνα ἔχει λόγον τὸμετἐκεῖνο„. ἔστι τοίνυν ἀναφορὰ δεικνύουσά τι τῶν προειρημένων ἐναργέστερον.
§2 προείρηται δὲ περὶ θείου πνεύματος, καταμεῖναι μέχρι τοῦ παντὸς αἰῶνος ἐν πολυσχιδεῖ καὶ πολυμόρφῳ ψυχῇ σαρκῶν ὄχλον βαρύτατον ἄχθος ἀνημμένῃ δυσεργότατον εἶπεν εἶναι. μετἐκεῖνο δὴ τὸ πνεῦμα οἱ ἄγγελοι πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων εἰσίασιν.
§3 ἕως μὲν γὰρ ἐλλάμπουσι τῇ ψυχῇ καθαραὶ φρονήσεως αὐγαί, διὧν τὸν θεὸν καὶ τὰς αὐτοῦ δυνάμεις ὁρᾷ σοφός, οὐδεὶς τῶν ψευδαγγελούντων ἐπεισέρχεται τῷ λογισμῷ, ἀλλἔξω περιρραντηρίων ἅπαντες εἴργονται· ὅταν δὲ ἀμυδρωθὲν ἐπισκιασθῇ τὸ διανοίας φῶς, οἱ τοῦ σκότους ἑταῖροι παρευημερήσαντες πάθεσι τοῖς κατεαγόσι καὶ τεθηλυμμένοις, ἃς θυγατέρας εἴρηκεν ἀνθρώπων, συνέρχονται καὶ γεννῶσιν ἑαυτοῖς, οὐ τῷ θεῷ.
§4 τὰ μὲν γὰρ οἰκεῖα τοῦ θεοῦ γεννήματα αἱ ὁλόκληροι ἀρεταί, τὰ δὲ συγγενῆ φαύλων αἱ ἀνάρμοστοι κακίαι. μάθε δ’, εἰ θέλεις, διάνοια, τὸ μὴ ἑαυτῇ γεννᾶν οἷόν ἐστι παρὰ Ἀβραὰμ τοῦ τελείου, ὃς τὸ ἀγαπητὸν καὶ μόνον τῆς ψυχῆς ἔγγονον γνήσιον, τῆς αὐτομαθοῦς σοφίας εἰκόνα ἐναργεστάτην, ἐπίκλησιν Ἰσαάκ, ἀνάγει θεῷ καὶ ἀποδίδωσι μετὰ πάσης εὐθυμίας ἀναγκαῖον καὶ ἁρμόττον χαριστήριον συμποδίσας, ὥς φησιν νόμος (Gen. 22,2.9), τὸ καινουργηθὲν ἱερεῖον, ἤτοι παρὅσον ἐποὐδενὸς θνητοῦ βαίνειν ἅπαξ ἐπιθειάσας ἠξίου, παρὅσον ἀνίδρυτον καὶ ἄστατον κατεῖδε τὴν γένεσιν, ὅτε τὴν περὶ τὸ ὂν ἀνενδοίαστον ἔγνω βεβαιότητα, λέγεται πεπιστευκέναι (Gen. 15,6).
§5 τούτου γίνεται μαθητρὶς καὶ διάδοχος Ἄννα, τῆς τοῦ θεοῦ δώρημα σοφίας· ἑρμηνεύεται γὰρ χάρις αὐτῆς. ἐπειδὴ γὰρ ἐγκύμων ἐγένετο παραδεξαμένη θείας γονὰς καὶ τελεσφόροις ἐχρήσατο ὠδῖσι, τὸν τεταγμένον ἐν τῇ τοῦ θεοῦ τάξει τρόπον ἀποκυήσασα, ὃν ἐπεφήμισε Σαμουήλκαλεῖται δἑρμηνευθεὶς τεταγμένος θεῷ —, λαβοῦσα ἀνταποδίδωσι τῷ δόντι μηδὲν ἴδιον ἑαυτῆς κρίνουσα ἀγαθόν, μὴ χάρις ἐστὶ θεία.
§6 λέγει γὰρ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν αὕτη τὸν τρόπον τοῦτον· „δίδωμί σοι αὐτὸν δοτόν“ (I Reg. 1,28), ἐν ἴσῳ τῷ δοτὸν ὄντα, ὥστεἶναιτὸν δεδομένον δίδωμι“, κατὰ τὸ ἱερώτατον Μωυσέως γράμμα τοῦτο· „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου διατηρήσετε προσφέρειν ἐμοί
§7 (Num. 28,2.) τίνι γὰρ εὐχαριστητέον ἄλλῳ πλὴν θεῷ; διὰ τίνων δὲ ὅτι μὴ διὰ τῶν ὑπαὐτοῦ δοθέντων; οὐδὲ γὰρ ἄλλων εὐπορῆσαι δυνατόν. χρεῖος δοὐδενὸς ὢν κελεύει προσφέρειν αὑτῷ τὰ ἑαυτοῦ διὑπερβολὴν τῆς πρὸς τὸ γένος ἡμῶν εὐεργεσίας· μελετήσαντες γὰρ εὐχαριστητικῶς ἔχειν καὶ τιμητικῶς αὐτοῦ καθαρεύσομεν ἀδικημάτων ἐκνιψάμενοι τὰ καταρρυπαίνοντα τὸν βίον ἔν τε λόγοις καὶ ἐννοίαις καὶ ἔργοις.
§8 καὶ γὰρ εὔηθες εἰς μὲν τὰ ἱερὰ μὴ ἐξεῖναι βαδίζειν, ὃς ἂν μὴ πρότερον λουσάμενος φαιδρύνηται τὸ σῶμα, εὔχεσθαι δὲ καὶ θύειν ἐπιχειρεῖν ἔτι κεκηλιδωμένῃ καὶ πεφυρμένῃ διανοίᾳ. καίτοι τὰ μὲν ἱερὰ λίθων καὶ ξύλων ἀψύχου τῆς ὕλης πεποίηται, καθαὑτὸ δὲ καὶ τὸ σῶμα ἄψυχον· ἀλλὅμως ὂν ἄψυχον ἀψύχων οὐ προσάψεται μὴ περιρραντηρίοις καὶ καθαρσίοις ἁγνευτικοῖς χρησάμενον, ὑπομενεῖ δέ τις τῷ θεῷ προσελθεῖν ἀκάθαρτος ὢν ψυχὴν τὴν ἑαυτοῦ τῷ καθαρωτάτῳ, καὶ ταῦτα μὴ μέλλων μετανοήσειν;
§9 μὲν γὰρ πρὸς τῷ μηδὲν ἐπεξεργάσασθαι κακὸν καὶ τὰ παλαιὰ ἐκνίψασθαι δικαιώσας γεγηθὼς προσίτω, δἄνευ τούτων δυσκάθαρτος ὢν ἀφιστάσθω· λήσεται γὰρ οὐδέποτε τὸν τὰ ἐν μυχοῖς τῆς διανοίας
§10 ὁρῶντα καὶ τοῖς ἀδύτοις αὐτῆς ἐμπεριπατοῦντα. τῆς μέντοι θεοφιλοῦς ψυχῆς δεῖγμα ἐναργέστατόν ἐστι καὶ τὸ ᾆσμα, ἐν περιέχεται τὸστεῖρα ἔτεκεν ἑπτά, δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5)· καίτοι γε ἑνός ἐστι μήτηρ τοῦ Σαμουὴλ λέγουσα.
§11 πῶς οὖν ἑπτὰ τετοκέναι φησίν, εἰ μή τι μονάδα ἑβδομάδι τὴν αὐτὴν φυσικώτατα νομίζει, οὐ μόνον ἐν ἀριθμοῖς, ἀλλὰ καὶ ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ ἐν τοῖς τῆς ἐναρέτου λόγοις ψυχῆς; γὰρ τεταγμένος μόνῳ θεῷ Σαμουήλ, ἄλλῳ δὲ τὸ παράπαν συνιὼν μηδενί, κατὰ τὸ ἓν καὶ τὴν μονάδα, τὸ ὄντως ὄν, κεκόσμηται.
§12 αὕτη δ κατάστασίς ἐστιν ἑβδομάδος, ἀναπαυομένης ἐν θεῷ ψυχῆς καὶ περὶ μηδὲν τῶν θνητῶν ἔργων ἔτι πονουμένης, κατὰ ἀπόλειψιν ἑξάδος, ἣν ἀπένειμε τοῖς τὰ πρωτεῖα λαβεῖν μὴ δυνηθεῖσι, δευτερείων δἐξ ἀνάγκης μεταποιουμένοις.
§13 τὴν μὲν οὖν στεῖραν, οὐ τὴν ἄγονον, ἀλλὰ τὴν στερρὰν καὶ ἔτι σφριγῶσαν, τοὺς διὰ καρτερίας καὶ ἀνδρείας καὶ ὑπομονῆς ἐπὶ κτήσει τοῦ ἀρίστου διαθλοῦσαν ἄθλους, ἑβδομάδι τὴν ἰσότιμον μονάδα τίκτειν εἰκὸς ἦν· εὔτοκος γὰρ καὶ εὔπαις φύσις.
§14 τὴν δὲ πολλὴν ἀσθενεῖν ἐν τέκνοις εἶπεν ἀψευδῶς καὶ σφόδρα ἐναργῶς· ὅταν γὰρ μία οὖσα ψυχὴ πολλὰ ὠδίνῃ τοῦ ἑνὸς ἀποστᾶσα, μυρία κατὰ τὸ εἰκὸς γίνεται, κἄπειτα πλήθει τέκνων ἐξηρτημένων βαρυνομένη καὶ πιεζομένηἔστι δὲ ἠλιτόμηνα καὶ ἀμβλωθρίδια τὰ πλεῖστα αὐτῶνἐξασθενεῖ.
§15 τίκτει μὲν γὰρ τὰς πρὸς σχήματα καὶ χρώματα διὀφθαλμῶν ἐπιθυμίας, τίκτει δὲ τὰς πρὸς φωνὰς διὤτων, ἐγκύμων δἐστὶ καὶ τῶν γαστρὸς καὶ τῶν ὑπαὐτήν, ὥστε πολλῶν ἐκκρεμαμένων ἐγγόνων βαρύτατον ἄχθος φέρουσα παρίεται καὶ χεῖρας ὑπἀσθενείας καθεῖσα ἀπολέγεται. τοῦτον μὲν δὴ τὸν τρόπον ἡττῆσθαι συμβαίνει πᾶσιν, ὅσοι φθαρτοῖς ἑαυτοῖς φθαρτὰ γεννῶσιν.
§16 ἔνιοι δοὐχ ἧτταν μόνον ἀλλὰ καὶ θάνατον ὑπὸ φιλαυτίας ἀνεδέξαντο. γοῦν Αὐνάν, „αἰσθόμενος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα“ (Gen. 38, 9), οὐ πρότερον ἐπαύσατο τὸ λογικόν, ὅπερ ἄριστον τῶν ὄντων γένος ἐστί, διαφθείρων καὶ αὐτὸς ἀνεδέξατο φθορὰν παντελῆ, σφόδρα ὀρθῶς καὶ προσηκόντως·
§17 εἰ γὰρ ἅπαντα πράξουσί τινες αὑτῶν ἕνεκα, μὴ γονέων τιμῆς, μὴ παίδων εὐκοσμίας, μὴ σωτηρίας πατρίδος, μὴ νόμων φυλακῆς, μὴ ἐθῶν βεβαιότητος, μὴ ἰδίων μὴ κοινῶν ἐπανορθώσεως, μὴ ἱερῶν ἁγιστείας, μὴ τῆς πρὸς θεὸν εὐσεβείας ἐπιστρεφόμενοι, κακοδαιμονήσουσιν.
§18 ἑνὸς γὰρ ὧν εἶπον χάριν ἀντικαταλλάξασθαι καὶ αὐτὸ τὸ ζῆν εὐκλεές, οἱ δἄρα καὶ ἀθρόων τῶν οὕτω περιμαχήτων φασίν, εἰ μή τινα ἡδονὴν μέλλοι περιποιεῖν, κατολιγωρήσειν. τοιγάρτοι πονηρὰν εἰσήγησιν ἀδέκαστος θεὸς ἐκφύλου δόγματος, ἐπίκλησιν Αὐνάν, ἐκποδὼν ἀνελεῖ.
§19 παραιτητέοι δὴ πάντες οἱ γεννῶντες αὑτοῖς, τὸ δἐστὶν ὅσοι τὸ ἴδιον λυσιτελὲς μόνον θηρώμενοι τῶν ἄλλων ὑπερορῶσιν, ὥσπερ αὑτοῖς μόνοις φύντες, οὐχὶ δὲ μυρίοις ἄλλοις, πατρί, μητρί, γυναικί, τέκνοις, πατρίδι, ἀνθρώπων γένει, εἰ δὲ δεῖ προελθόντας τι περαιτέρω φάναι, οὐρανῷ, γῇ, τῷ παντὶ κόσμῳ, ἐπιστήμαις, ἀρεταῖς, τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· ὧν ἑκάστῳ κατὰ δύναμιν ἀπονεμητέον τὸ ἁρμόττον μὴ τὰ πάντα προσθήκην ἑαυτοῦ, ἑαυτὸν δὲ τῶν πάντων νομίζοντα.
§20 Τούτων μὲν δὴ ἅλις, τὰ δἀκόλουθα τῷ λόγῳ συνυφήνωμεν. „ἰδὼνοὖν φησι "κύριος θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας τὰς ἡμέρας, ἐνεθυμήθη θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη. καὶ εἶπεν θεός· ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς“ (Gen. 6,5—7).
§21 ἴσως τινὲς τῶν ἀνεξετάστων ὑποτοπήσουσι τὸν νομοθέτην αἰνίττεσθαι, ὅτι ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων δημιουργὸς μετέγνω κατιδὼν τὴν ἀσέβειαν αὐτῶν, ἧς χάριν αἰτίας ἐβουλήθη σύμπαν διαφθεῖραι τὸ γένος. ἀλλἴστωσαν ὅτι ταῦτα δοξάζοντες ἐπελαφρίζουσι καὶ ἐπικουφίζουσι τὰ τῶν παλαιῶν ἐκείνων ἁμαρτήματα διὑπερβολὴν τῆς περὶ αὐτοὺς ἀθεότητος.
§22 τί γὰρ ἂν ἀσέβημα μεῖζον γένοιτο τοῦ ὑπολαμβάνειν τὸν ἄτρεπτον τρέπεσθαι; καίτοι τινῶν ἀξιούντων μηδὲ πάντας ἀνθρώπους ταῖς γνώμαις ἐπαμφοτερίζειν· τοὺς γὰρ ἀδόλως καὶ καθαρῶς φιλοσοφήσαντας μέγιστον ἐκ τῆς ἐπιστήμης ἀγαθὸν εὕρασθαι τὸ μὴ τοῖς πράγμασι συμμεταβάλλειν, ἀλλὰ μετὰ στερρότητος ἀκλινοῦς καὶ παγίου βεβαιότητος ἅπασι τοῖς ἁρμόττουσιν ἐγχειρεῖν.
§23 ἀρέσκει δὲ καὶ τῷ νομοθέτῃ τὸν τέλειον ἠρεμίας ἐφίεσθαι· τὸ γὰρ εἰρημένον τῷ σοφῷ ἐκ προσώπου τοῦ θεοῦσὺ δὲ αὐτοῦ στῆθι μετἐμοῦ“ (Deut. 5, 31) τὸ ἀκλινὲς καὶ ἀρρεπὲς τῆς γνώμης καὶ ἱδρυμένον πάντῃ σαφέστατα παρίστησι.
§24 τῷ γὰρ ὄντι θαυμάσιον, ὥσπερ τινὰ λύραν τὴν ψυχὴν μουσικῶς ἁρμοσάμενον οὐκ ὀξέσι καὶ βαρέσι τοῖς φθόγγοις, ἀλλἐπιστήμῃ μὲν τῶν ἐναντίων, χρήσει δὲ τῶν ἀμεινόνων, μήτε ἐπιτεῖναι προσυπερβάλλοντα μήτε ἀνεῖναι μαλθάξαντα τὴν ἀρετῶν καὶ τῶν φύσει καλῶν ἁρμονίαν, διἴσου δαὐτὴν φυλάξαντα κροτεῖν καὶ ἐπιψάλλειν ἐμμελῶς.
§25 ὄργανον γὰρ τελεώτατον ὑπὸ φύσεως δημιουργηθὲν ἀρχέτυπον τῶν χειροκμήτων τοῦτό γε· ὅπερ εἰ καλῶς ἁρμοσθείη, τὴν πασῶν ἀρίστην συμφωνίαν ἀπεργάσεται, ἥτις οὐκ ἐν κλάσει καὶ τόνοις ἐμμελοῦς φωνῆς, ἀλλἐν ὁμολογίᾳ τῶν κατὰ τὸν βίον πράξεων ἔχει τὸ τέλος.
§26 ὅπου γοῦν ἀνθρώπων ψυχὴ τὸν πολὺν κλύδωνα καὶ σάλον, ὃν καταρραγὲν σφοδρὸν πνεῦμα τὸ κακίας αἰφνίδιον ἤγειρεν, ἐπιστήμης καὶ σοφίας αὔραις ἀποτίθεται καὶ τὸ κυμαῖνον καὶ παρῳδηκὸς ὑφεῖσα νηνέμῳ εὐδίᾳ χρωμένη γαληνιάζει, εἶτἐνδοιάζεις, ὅτι ἄφθαρτος καὶ μακάριος καὶ τῶν ἀρετῶν καὶ αὐτῆς τελειότητος καὶ εὐδαιμονίας ἀνημμένος τὸ κράτος οὐ χρῆται γνώμης μεταβολῇ, μένει δὲ ἐφὧν ἐξ ἀρχῆς ἐβουλεύσατο οὐδὲν αὐτῶν μετατιθείς;
§27 ἀνθρώποις μὲν οὖν τὸ εὐμετάβολον διὰ τὴν ἐν αὐτοῖς διὰ τὴν ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οἷον οὕτως φίλους ἑλόμενοι πολλάκις καὶ βραχύν τινα αὐτοῖς συνδιατρίψαντες χρόνον, οὐδὲν ἐγκαλεῖν ἔχοντες ἀπεστράφημεν, ὡς εἰς ἐχθρῶν ἀγνουμένων γοῦν τάξιν ἐμβιβάσαι.
§28 τοῦτο τὸ ἔργον κούφην εὐχέρειαν ἡμῶν αὐτῶν ἐλέγχει τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἀδυνατούντων κραταιῶς διαφυλάττειν· δὲ θεὸς οὐχ ἁψίκορος. καὶ μὴν ἔστιν ὅτε διανοούμεθα μὲν ἐπιμένειν κριτηρίοις τοῖς αὐτοῖς, οἱ δὲ προσελθόντες οὐκ ἔμειναν ἐν ὁμοίῳ, ὥστἐξ ἀνάγκης καὶ αἱ ἡμέτεραι γνῶμαι συμμετέβαλον.
§29 προϊδέσθαι γὰρ μελλόντων πραγμάτων συντυχίας γνώμας ἑτέρων ἄνθρωπον ὄντα ἀμήχανον, τῷ δὲ θεῷ ὡς ἐν αὐγῇ καθαρᾷ πάντα ἀρίδηλα. καὶ γὰρ ἄχρι τῶν ψυχῆς μυχῶν φθάσας, τοῖς ἄλλοις ἐστὶν ἀόρατα τηλαυγῶς πέφυκε καθορᾶν, καὶ προμηθείᾳ καὶ προνοίᾳ χρώμενος, οἰκείαις ἀρεταῖς, οὐδὲν ἀπελευθεριάζειν καὶ ἔξω τῆς ἑαυτοῦ καταλήψεως βαίνειν ἐᾷ· ἐπειδήπερ οὐδ τῶν μελλόντων ἀδηλότης αὐτῷ συμβατή· οὔτε γὰρ ἄδηλον οὔτε μέλλον οὐδὲν θεῷ.
§30 δῆλον μὲν οὖν, ὅτι καὶ τῶν γεννηθέντων τὸν φυτεύσαντα καὶ τῶν δημιουργηθέντων τὸν τεχνίτην καὶ τὸν ἐπίτροπον τῶν ἐπιτροπευομένων ἐπιστήμονα [ἀναγκαῖον] εἶναι δεῖ. δὲ θεὸς πατὴρ καὶ τεχνίτης καὶ ἐπίτροπος τῶν ἐν οὐρανῷ τε καὶ κόσμῳ πρὸς ἀλήθειάν ἐστι. καὶ μὴν τά γε μέλλοντα συσκιάζεται ὑπὸ τοῦ αὖθις χρόνου, τοτὲ μὲν βραχεῖ, τοτὲ δὲ μακρῷ διαστήματι.
§31 δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατὴρπατὴρ δὲ χρόνου κόσμοςτὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου· ὥστε υἱωνοῦ τάξιν ἔχειν πρὸς θεὸν τὸν χρόνον. μὲν γὰρ κόσμος οὗτος νεώτερος υἱὸς θεοῦ, ἅτε αἰσθητὸς ὤν· τὸν γὰρ πρεσβύτερον [οὐδένα εἶπε] — νοητὸς δἐκεῖνοςπρεσβείων ἀξιώσας παρἑαυτῷ καταμένειν διενοήθη.
§32 οὗτος οὖν νεώτερος υἱὸς αἰσθητὸς κινηθεὶς τὴν χρόνου φύσιν ἀναλάμψαι καὶ ἀνασχεῖν ἐποίησεν· ὥστε οὐδὲν παρὰ θεῷ μέλλον τῷ καὶ τὰ τῶν χρόνων ὑπηγμένῳ πέρατα. καὶ γὰρ οὐ χρόνος, ἀλλὰ τὸ ἀρχέτυπον τοῦ χρόνου καὶ παράδειγμα αἰὼν βίος ἐστὶν αὐτοῦ· ἐν αἰῶνι δὲ οὔτε παρελήλυθεν οὐδὲν οὔτε μέλλει, ἀλλὰ μόνον ὑφέστηκεν.
§33 Ἱκανῶς οὖν διειλεγμένοι περὶ τοῦ μὴ χρῆσθαι μετανοίᾳ τὸ ὂν ἀκολούθως ἀποδώσομεν, τί ἐστι τὸἐνεθυμήθη θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς καὶ διενοήθη“ (Gen. 6,6).
§34 ἔννοιαν καὶ διανόησιν, τὴν μὲν ἐναποκειμένην οὖσαν νόησιν, τὴν δὲ νοήσεως διέξοδον, βεβαιοτάτας δυνάμεις ποιητὴς τῶν ὅλων κληρωσάμενος καὶ χρώμενος ἀεὶ ταύταις τὰ ἔργα ἑαυτοῦ καταθεᾶται. τὰ μὲν δὴ μὴ λείποντα τὴν τάξιν τῆς πειθαρχίας ἕνεκα ἐπαινεῖ, τὰ δὲ μεθιστάμενα τῇ κατὰ λιποτακτῶν ὡρισμένῃ μετέρχεται δίκῃ.
§35 τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ λογικῇ ψυχῇ. λίθων μὲν οὖν καὶ ξύλων, δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν εἰργάζετο· δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφἑαυτό· ἄρχεται μὲν γὰρ ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφοὗ τὸ πρῶτον ὡρμήθη·
§36 ἕξεως συνεχὴς οὗτος δίαυλος ἄφθαρτος, ὃν οἱ δρομεῖς ἀπομιμούμενοι ταῖς τριετηρίσιν ἐν τοῖς ἀνθρώπων ἁπάντων κοινοῖς θεάτροις ὡς μέγα δὴ καὶ λαμπρὸν καὶ περιμάχητον ἔργον ἐπιδείκνυνται.
§37 τὴν δὲ φύσιν ἀπένειμε τοῖς φυτοῖς κερασάμενος αὐτὴν ἐκ πλείστων δυνάμεων, θρεπτικῆς τε καὶ μεταβλητικῆς καὶ αὐξητικῆς. καὶ γὰρ τρέφεται τροφῆς ὄντα χρεῖα, τεκμήριον δέ· τὰ μὴ ἀρδόμενα φθίνει καὶ ἀφαυαίνεται, ὥσπερ αὖ τὰ ποτιζόμενα ἐμφανῶς αὔξεται· τὰ γὰρ τέως διὰ βραχύτητα χαμαίζηλα ἐξαίφνης ἀναδραμόντα ἔρνη γίνεται περιμηκέστατα. τί χρὴ λέγειν περὶ μεταβολῆς αὐτῶν;
§38 ταῖς μὲν γὰρ χειμεριναῖς τροπαῖς τὰ πέταλα μαρανθέντα εἰς τοὔδαφος χεῖται, οἵ τε ἐν ταῖς κληματίσι λεγόμενοι πρὸς τῶν γεωπόνων ὀφθαλμοὶ καθάπερ ἐν τοῖς ζῴοις καταμύουσι, τά τε πρὸς τὰς ἐκφύσεις στόμια πάντα ἔσφιγκται τῆς φύσεως εἴσω τότε συνειλημμένης καὶ ἡσυχαζούσης, ἵνα διαπνεύσασα οἷά τις ἀθλητὴς προηγωνισμένος καὶ συλλεξαμένη τὴν ἰδίαν ἰσχὺν πρὸς τοὺς ἐθάδας ἄθλους ἐξ ὑπαρχῆς ἀπαντᾷ.
§39 γίνεται δὲ τοῦτο ταῖς ἐαριναῖς καὶ κατὰ θέρος ὥραις· ὥσπερ γὰρ ἐκ βαθέος ὕπνου περιαναστᾶσα τούς τε ὀφθαλμοὺς διοίγνυσι τά τε μεμυκότα τῶν στομίων ἀναστείλασα εὐρύνει, ὧν δἐστὶν ἐγκύμων πάντα ἀποτίκτει, πέταλα καὶ κληματίδας, ἕλικας, οἴναρα, καρπὸν ἐπὶ πᾶσιν· εἶθὅταν τελεσθῇ, παρέχεται τὰς τροφὰς οἷα μήτηρ τῷ γενομένῳ διά τινων ἀφανῶν πόρων, οἳ τοῖς ἐν γυναιξὶ μαστοῖς ἀναλογοῦσι, καὶ οὐ πρότερον παύεται τρέφουσα τὸν καρπὸν τελεσφορηθῆναι·
§40 τελεσφορεῖται δὲ πεπανθεὶς ἄκρως, ἡνίκα, κἂν μηδεὶς δρέπηται, τῆς συμφυΐας αὐτὸς ἐπείγεται διαζεύγνυσθαι ἅτε μηκέτι τροφῶν τῶν ἀπὸ τῆς τεκούσης δεόμενος, ἱκανὸς δὤν, εἰ χώρας ἀγαθῆς ἐπιλάχοι, σπείρειν καὶ γεννᾶν ὅμοια τοῖς φυτεύσασι.
§41 ψυχὴν δὲ φύσεως τρισὶ διαλλάττουσαν ποιῶν ἐποίει, αἰσθήσει, φαντασίᾳ, ὁρμῇ· τὰ μὲν γὰρ φυτὰ ἀόρμητα, ἀφάνταστα, αἰσθήσεως ἀμέτοχα, τῶν δὲ ζῴων ἕκαστον ἀθρόων μετέχει τῶν εἰρημένων.
§42 αἴσθησις μὲν οὖν, ὡς αὐτό που δηλοῖ τοὔνομα, εἴσθεσίς τις οὖσα τὰ φανέντα ἐπεισφέρει τῷ νῷ· τούτῳ γάρ, ἐπειδὴ μέγιστόν ἐστι ταμεῖον καὶ πανδεχές, πάνθὅσα διὁράσεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητικῶν ὀργάνων ἐντίθεται καὶ ἐναποθησαυρίζεται.
§43 φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ· ὧν γὰρ εἰσήγαγεν ἑκάστη τῶν αἰσθήσεων, ὥσπερ δακτύλιός τις σφραγὶς ἐναπεμάξατο τὸν οἰκεῖον χαρακτῆρα· κηρῷ δὲ ἐοικὼς νοῦς τὸ ἐκμαγεῖον δεξάμενος ἄκρως παρἑαυτῷ φυλάττει, μέχρις ἂν ἀντίπαλος μνήμης τὸν τύπον λεάνασα λήθη ἀμυδρὸν ἐργάσηται παντελῶς ἀφανίσῃ.
§44 τὸ δὲ φανὲν καὶ τυπῶσαν τοτὲ μὲν οἰκείως τοτὲ δὲ ὡς ἑτέρως διέθηκε τὴν ψυχήν. τοῦτο δὲ αὐτῆς τὸ πάθος ὁρμὴ καλεῖται, ἣν ὁριζόμενοι πρώτην ἔφασαν εἶναι ψυχῆς κίνησιν. τοσούτοις μὲν δὴ ζῷα προὔχει φυτῶν· ἴδωμεν δὲ
§45 τίνι τῶν ἄλλων ζῴων ὑπερβέβληκεν ἄνθρωπος. ἐξαίρετον οὗτος τοίνυν γέρας ἔλαχε διάνοιαν, τὰς ἁπάντων φύσεις σωμάτων τε ὁμοῦ καὶ πραγμάτων εἴωθε καταλαμβάνειν. καθάπερ γὰρ ἐν μὲν τῷ σώματι τὸ ἡγεμονικὸν ὄψις ἐστίν, ἐν δὲ τῷ παντὶ τοῦ φωτὸς φύσις, τὸν αὐτὸν τρόπον καὶ τῶν ἐν ἡμῖν τὸ κρατιστεῦον νοῦς·
§46 ψυχῆς γὰρ ὄψις οὗτος οἰκείαις περιλαμπόμενος αὐγαῖς, διὧν πολὺς καὶ βαθὺς ζόφος, ὃν κατέχεεν ἄγνοια τῶν πραγμάτων, ἀνασκίδναται. τοῦτο τῆς ψυχῆς τὸ εἶδος οὐκ ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν τὰ ἄλλα ἀπετελεῖτο, διεπλάσθη, καθαρωτέρας δὲ καὶ ἀμείνονος ἔλαχε τῆς οὐσίας, ἐξ ἧς αἱ θεῖαι φύσεις ἐδημιουργοῦντο· παρὸ καὶ μόνον τῶν ἐν ἡμῖν εἰκότως ἄφθαρτον ἔδοξεν εἶναι διάνοια.
§47–90
§47 μόνην γὰρ αὐτὴν γεννήσας πατὴρ ἐλευθερίας ἠξίωσε, καὶ τὰ τῆς ἀνάγκης ἀνεὶς δεσμὰ ἄφετον εἴασε, δωρησάμενος αὐτῇ τοῦ πρεπωδεστάτου καὶ οἰκείου κτήματος αὐτῷ, τοῦ ἑκουσίου, μοῖραν, ἣν ἠδύνατο δέξασθαι· τὰ μὲν γὰρ ἄλλα ζῷα, ὧν ἐν ταῖς ψυχαῖς τὸ ἐξαιρούμενον εἰς ἐλευθερίαν νοῦς οὐκ ἔστι, καταζευχθέντα καὶ ἐγχαλινωθέντα πρὸς ὑπηρεσίαν ἀνθρώποις παραδέδοται ὥσπερ οἰκέται δεσπόταις, δὲ ἄνθρωπος ἐθελουργοῦ καὶ αὐτοκελεύστου γνώμης λαχὼν καὶ προαιρετικαῖς χρώμενος τὰ πολλὰ ταῖς ἐνεργείαις εἰκότως ψόγον μὲν ἔσχεν ἐφοἷς ἐκ προνοίας ἀδικεῖ, ἔπαινον δὲ ἐφοἷς ἑκὼν κατορθοῖ.
§48 τῶν μὲν γὰρ ἄλλων φυτῶν τε καὶ ζῴων οὔτε αἱ εὐφορίαι ἐπαινεταὶ οὔθαἱ κακοπραγίαι ψεκταίτὰς γὰρ ἐφἑκάτερα κινήσεις καὶ μεταβολὰς ἀπροαιρέτους καὶ ἀκουσίους ἔλαβον —, μόνη δὲ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ τὴν ἑκούσιον κίνησιν καὶ κατὰ τοῦτο μάλιστα ὁμοιωθεῖσα αὐτῷ, χαλεπῆς καὶ ἀργαλεωτάτης δεσποίνης, τῆς ἀνάγκης, ὡς οἷόν τε ἦν ἐλευθερωθεῖσα κατηγορίας ἂν δεόντως τυγχάνοι, ὅτι τὸν ἐλευθερώσαντα οὐ περιέπει· τοιγάρτοι τὴν κατἀπελευθέρων ἀχαρίστων ἀπαραίτητον δίκην ὀρθότατα τίσει.
§49 ὥστεἐνεθυμήθη καὶ διενοήθη θεὸςοὐχὶ νῦν πρῶτον, ἀλλἐξέτι πάλαι παγίως καὶ βεβαίως, „ὅτι ἐποίησε τὸν ἄνθρωπον“, τουτέστιν ὁποῖον αὐτὸν εἰργάσατο· εἰργάσατο γὰρ αὐτὸν ἄφετον καὶ ἐλεύθερον, ἑκουσίοις καὶ προαιρετικαῖς χρησόμενον ταῖς ἐνεργείαις πρὸς τήνδε τὴν χρείαν, ἵνα ἐπιστάμενος ἀγαθά τε αὖ καὶ κακὰ καὶ καλῶν καὶ αἰσχρῶν λαμβάνων ἔννοιαν καὶ δικαίοις καὶ ἀδίκοις καὶ ὅλως τοῖς ἀπἀρετῆς καὶ κακίας καθαρῶς ἐπιβάλλων αἱρέσει μὲν τῶν ἀμεινόνων, φυγῇ δὲ τῶν ἐναντίων χρῆται.
§50 παρὸ καὶ λόγιόν ἐστι τοιοῦτον ἀναγεγραμμένον ἐν Δευτερονομίῳ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἔκλεξαι τὴν ζωήν“ (Deut. 30, 15. 19). οὐκοῦν ἀμφότερα διὰ τούτου παρίσταται, ὅτι καὶ ἐπιστήμονες τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων γεγόνασιν ἄνθρωποι καὶ ὀφείλουσι πρὸ τῶν χειρόνων αἱρεῖσθαι τὰ κρείττω λογισμὸν ἔχοντες ἐν ἑαυτοῖς ὥσπερ τινὰ δικαστὴν ἀδωροδόκητον, οἷς ἂν ὀρθὸς ὑποβάλλῃ λόγος πεισθησόμενον, οἷς δἂν ἐναντίος ἀπειθήσοντα.
§51 Δεδηλωκότες οὖν ἀποχρώντως περὶ τούτων τὰ ἑξῆς ἴδωμεν. ἔστι δὲ ταῦτα· „ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτόν“ (Gen. 6,7).
§52 πάλιν τινὲς τῶν εἰρημένων ἀκούσαντες ὑπολαμβάνουσι θυμοῖς καὶ ὀργαῖς χρῆσθαι τὸ ὄν. ἔστι δοὐδενὶ ληπτὸν πάθει τὸ παράπαν· ἀσθενείας γὰρ ἀνθρωπίνης τὸ κηραίνειν ἴδιον, θεῷ δὲ οὔτε τὰ ψυχῆς ἄλογα πάθη οὔτε τὰ σώματος μέρη καὶ μέλη συνόλως ἐστὶν οἰκεῖα. λέγεται δὲ οὐδὲν ἧττον παρὰ τῷ νομοθέτῃ μέχρι τινὸς εἰσαγωγῆς τὰ τοιαῦτα, τοῦ νουθετῆσαι χάριν τοὺς ἑτέρως μὴ δυναμένους σωφρονίζεσθαι.
§53 τῶν γὰρ ἐν ταῖς προστάξεσι καὶ ἀπαγορεύσεσι νόμων, οἳ δὴ κυρίως εἰσὶ νόμοι, δύο τὰ ἀνωτάτω πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἓν μὲν ὅτιοὐχ ὡς ἄνθρωπος θεός“ (Num. 23,19), ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος.
§54 ἀλλὰ τὸ μὲν πρότερον ἀληθείᾳ βεβαιοτάτῃ πεπίστωται, τὸ δὕστερον πρὸς τὴν τῶν πολλῶν διδασκαλίαν εἰσάγεται· παρὸ καὶ λέγεται ἐπαὐτοῦ· „ὡς ἄνθρωπος παιδεύσει τὸν υἱὸν αὐτοῦ“ (Deut. 1,31)· ὥστε παιδείας ἕνεκα καὶ νουθεσίας, ἀλλοὐχὶ τῷ πεφυκέναι τοιοῦτον εἶναι λέλεκται.
§55 τῶν γὰρ ἀνθρώπων οἱ μὲν ψυχῆς, οἱ δὲ σώματος γεγόνασι φίλοι· οἱ μὲν οὖν ψυχῆς ἑταῖροι νοηταῖς καὶ ἀσωμάτοις φύσεσιν ἐνομιλεῖν δυνάμενοι οὐδεμιᾷ τῶν γεγονότων ἰδέᾳ παραβάλλουσι τὸ ὄν, ἀλλἐκβιβάσαντες αὐτὸ πάσης ποιότητοςἓν γάρ τι τῶν εἰς τὴν μακαριότητα αὐτοῦ καὶ τὴν ἄκραν εὐδαιμονίαν ἦν τὸ ψιλὴν ἄνευ χαρακτῆρος τὴν ὕπαρξιν καταλαμβάνεσθαιτὴν κατὰ τὸ εἶναι φαντασίαν μόνην ἐνεδέξαντο μὴ μορφώσαντες αὐτό.
§56 οἱ δὲ συμβάσεις καὶ σπονδὰς πρὸς σῶμα θέμενοι, ἀδυνατοῦντες ἀπαμφιάσασθαι τὸ σαρκῶν περίβλημα καὶ μόνην καὶ καθἑαυτὴν ἀπροσδεᾶ καὶ ἁπλῆν φύσιν ἰδεῖν ἀμιγῆ καὶ ἀσύγκριτον, οἷα περὶ ἑαυτῶν τοιαῦτα καὶ περὶ τοῦ πάντων αἰτίου διενοήθησαν, οὐ λογισάμενοι ὅτι τῷ μὲν ἐκ πλειόνων συνόδου δυνάμεων γενομένῳ πλειόνων ἔδει μερῶν πρὸς τὴν τῶν καθἕκαστον χρειῶν ὑπηρεσίαν, δὲ θεὸς ἅτε ἀγένητος ὢν καὶ τὰ ἄλλα ἀγαγὼν εἰς γένεσιν οὐδενὸς ἐδεήθη τῶν τοῖς γεννήμασι προσόντων· ἐπεὶ καὶ τί φῶμεν;
§57 εἰ κέχρηται τοῖς ὀργανικοῖς μέρεσι, βάσεις μὲν ἔχει τοῦ προέρχεσθαι χάρινβαδιεῖται δὲ ποῖ πεπληρωκὼς τὰ πάντα; καὶ πρὸς τίνα μηδενὸς ὄντος ἰσοτίμου; καὶ ἕνεκα τοῦ; οὐ γὰρ ὑγείας φροντίζων ὥσπερ καὶ ἡμεῖςκαὶ χεῖρας μέντοι πρὸς τὸ λαβεῖν τε καὶ δοῦναι· λαμβάνει μὲν δὴ παροὐδενὸς οὐδένπρὸς γὰρ τῷ ἀνεπιδεεῖ καὶ τὰ σύμπαντα ἔχει κτήματα —, δίδωσι δὲ λόγῳ χρώμενος ὑπηρέτῃ δωρεῶν, καὶ τὸν κόσμον εἰργάζετο.
§58 ὀφθαλμῶν γε μὴν οὐκ ἐδεῖτο, οἷς ἄνευ φωτὸς αἰσθητοῦ κατάληψις οὐ γίνεται· τὸ δὲ αἰσθητὸν φῶς γενητόν, ἑώρα δὲ θεὸς καὶ πρὸ γενέσεως φωτὶ χρώμενος ἑαυτῷ. τί δὲ δεῖ λέγειν περὶ τῶν τῆς τροφῆς ὀργάνων;
§59 εἰ γὰρ ταῦτἔχει, καὶ τρέφεται καὶ πληρωθεὶς μὲν ἀποπατεῖ, παυσάμενος δὲ δεῖται πάλιν, καὶ τἄλλα ὅσα τούτοις ἀκόλουθα οὐκ ἂν εἴποιμι· ἀσεβῶν αὗται μυθοποιίαι λόγῳ μὲν ἀνθρωπόμορφον ἔργῳ δὲ ἀνθρωποπαθὲς
§60 εἰσαγόντων τὸ θεῖον. τίνος οὖν ἕνεκα Μωυσῆς βάσεις, χεῖρας, εἰσόδους, ἐξόδους φησὶν εἶναι μερὶ τὸ ἀγένητον, τίνος δὲ χάριν ὅπλισιν τὴν πρὸς ἐχθρῶν ἄμυναν; ξιφηφοροῦντα γὰρ εἰσάγει καὶ βέλεσι χρώμενον καὶ πνεύμασι καὶ φθοροποιῷ πυρίκαταιγίδα καὶ κεραυνὸν ἑτέροις ὀνόμασι ταῦτα ποιηταὶ προσαγορεύοντες ὅπλα τοῦ αἰτίου φασὶν εἶναι —, πρὸς δὲ ἔτι ζῆλον, θυμόν, ὀργάς, ὅσα τούτοις ὅμοια ἀνθρωπολογῶν διεξέρχεται;
§61 ἀλλὰ τοῖς πυνθανομένοις ἀποκρίνεται· οὗτοι, τῷ ἄριστα νομοθετήσοντι τέλος ἓν δεῖ προκεῖσθαι, πάντας ὠφελῆσαι τοὺς ἐντυγχάνοντας. οἱ μὲν οὖν εὐμοίρου φύσεως λαχόντες καὶ ἀγωγῆς ἐν πᾶσιν ἀνυπαιτίου, τὴν μετὰ ταῦθὁδὸν τοῦ βίου λεωφόρον καὶ εὐθεῖαν εὑρίσκοντες, ἀληθείᾳ συνοδοιπόρῳ χρῶνται, παρἧς μυηθέντες τὰ περὶ τοῦ ὄντος ἀψευδῆ μυστήρια τῶν γενέσεως οὐδὲν προσαναπλάττουσιν αὐτῷ.
§62 τούτοις οἰκειότατον πρόκειται κεφάλαιον ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς, ὅτιοὐχ ὡς ἄνθρωπος θεός“, ἀλλοὐδὡς οὐρανὸς οὐδὡς κόσμος· ποιὰ γὰρ εἴδη ταῦτά γε καὶ εἰς αἴσθησιν ἐρχόμενα, δἄρα οὐδὲ τῷ νῷ καταληπτὸς ὅτι μὴ κατὰ τὸ εἶναι μόνον· ὕπαρξις γὰρ ἔσθἣν καταλαμβάνομεν αὐτοῦ, τῶν δέ γε χωρὶς ὑπάρξεως οὐδέν.
§63 οἱ δέ γε νωθεστέρᾳ μὲν καὶ ἀμβλείᾳ κεχρημένοι τῇ φύσει, περὶ δὲ τὰς ἐν παισὶ τροφὰς πλημμεληθέντες, ὀξὺ καθορᾶν ἀδυνατοῦντες ἰατρῶν δέονται νουθετητῶν, οἳ πρὸς τὸ παρὸν πάθος τὴν οἰκείαν ἐπινοήσουσι θεραπείαν·
§64 ἐπεὶ καὶ ἀναγώγοις καὶ ἄφροσιν οἰκέταις φοβερὸς δεσπότης ὠφέλιμος, τὰς γὰρ ἐπανατάσεις καὶ ἀπειλὰς αὐτοῦ δεδιότες ἄκοντες φόβῳ νουθετοῦνται. μανθανέτωσαν οὖν πάντες οἱ τοιοῦτοι τὰ ψευδῆ, διὧν ὠφεληθήσονται, εἰ μὴ δύνανται διἀληθείας σωφρονίζεσθαι.
§65 καὶ γὰρ τοῖς τὰ σώματα κάμνουσιν ἐπισφαλῶς οἱ δοκιμώτατοι τῶν ἰατρῶν τἀληθῆ λαλεῖν οὐχ ὑπομένουσιν εἰδότες ἀθυμοτέρους μὲν ἐκ τούτου γενησομένους καὶ οὐ ῥωσθησομένην τὴν νόσον, ἐκ δὲ τῆς τῶν ἐναντίων παρηγορίας πραότερον τὰ ἐν χερσὶν οἴσοντας καὶ τὸ ἀρρώστημα λωφῆσον.
§66 τίς γὰρ ἂν τῶν εὖ φρονούντων εἴποι τῷ θεραπευομένῳ· οὗτος, τετμήσῃ, κεκαύσῃ, ἀκρωτηριασθήσῃ, κἂν εἰ μέλλοι ταῦτἐξ ἀνάγκης ὑπομένειν; οὐδεὶς ἐρεῖ. προαναπεσὼν γὰρ τὴν γνώμην ἐκεῖνος καὶ νόσον ἑτέραν τῆς ψυχῆς ἀργαλεωτέραν τῆς προϋπούσης τοῦ σώματος προσλαβὼν ἀπερεῖ πρὸς τὴν θεραπείαν ἄσμενος, ἐκ δὲ τοῦ τὰ ἐναντία ἀπάτῃ τοῦ θεραπεύοντος προσδοκῆσαι τλητικῶς πάνθὑποστήσεται, κἂν ἀλγεινότατα τὰ σῴζοντα.
§67 γενόμενος οὖν τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων ἄριστος ἰατρὸς νομοθέτης ἓν ἔργον καὶ τέλος προὔθετο, αὐταῖς ῥίζαις τὰς τῆς διανοίας νόσους ἐκτεμεῖν, ἵνα μή τις ὑπολειφθεῖσα βλάστην ἀρρωστήματος ἐνέγκῃ δυσιάτου.
§68 τοῦτον δὴ τὸν τρόπον ἤλπισεν ἐκκόψαι δυνήσεσθαι, εἰ χρώμενον ἀπειλαῖς καὶ ἀγανακτήσεσι καὶ ἀπαραιτήτοις ὀργαῖς, ἔτι δὲ ἀμυντηρίοις ὅπλοις πρὸς τὰς κατὰ τῶν ἀδικούντων ἐπεξόδους εἰσαγάγοι τὸ αἴτιον· μόνως γὰρ οὕτως ἄφρων νουθετεῖται.
§69 παρό μοι δοκεῖ τοῖς προειρημένοις δυσὶ κεφαλαίοις, τῷ τεὡς ἄνθρωποςκαὶ τῷοὐχ ὡς ἄνθρωπος θεὸςἕτερα δύο συνυφῆναι ἀκόλουθα καὶ συγγενῆ, φόβον τε καὶ ἀγάπην· τὰς γὰρ διὰ τῶν νόμων εἰς εὐσέβειαν ὁρῶ παρακελεύσεις ἁπάσας ἀναφερομένας πρὸς τὸ ἀγαπᾶν πρὸς τὸ φοβεῖσθαι τὸν ὄντα. τοῖς μὲν οὖν μήτε μέρος μήτε πάθος ἀνθρώπου περὶ τὸ ὂν νομίζουσιν, ἀλλὰ θεοπρεπῶς αὐτὸ διαὐτὸ μόνον τιμῶσι τὸ ἀγαπᾶν οἰκειότατον, φοβεῖσθαι δὲ τοῖς ἑτέροις.
§70 μὲν οὖν προκαταστήσασθαι τῆς ζητήσεως ἁρμόττον ἦν, τοιαῦτά ἐστιν. ἐπανιτέον δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς σκέψιν, καθἣν ἠποροῦμεν, τίνα ὑπογράφει νοῦν τὸἐθυμώθην ὅτι ἐποίησα αὐτούς“. ἴσως οὖν τοιοῦτόν τι βούλεται παραστῆσαι, ὅτι οἱ μὲν φαῦλοι θυμῷ γεγόνασι θεοῦ, οἱ δἀγαθοὶ χάριτι. καὶ γὰρ ἑξῆς φησι· „Νῶε δὲ εὗρε χάριν“ (Gen. 6, 8).
§71 τὸ δὲ κυριολογούμενον ἐπἀνθρώπων πάθος θυμὸς εὐθυβόλως εἴρηται τροπικώτερον ἐπὶ τοῦ ὄντος εἰς τὴν ἀναγκαιοτάτου πράγματος δήλωσιν, ὅτι πάνθὅσα διὀργὴν φόβον λύπην ἡδονὴν τι τῶν ἄλλων παθῶν πράττομεν, ὑπαίτια καὶ ἐπίληπτα ὁμολογουμένως ἐστίν, ὅσα δὲ μετὀρθότητος λόγου καὶ ἐπιστήμης, ἐπαινετά.
§72 ὁρᾷς ὅσῃ καὶ περὶ τὴν προφορὰν κέχρηται προφυλακῇ, „ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτοὺςεἰπών, ἀλλοὐ κατἀναστροφήν· διότι ἐποίησα αὐτούς, ἐθυμώθην. τοῦτο μὲν γὰρ μετανοοῦντος ἦν, ὅπερ τὰ πάντα προμηθουμένη θεοῦ φύσις οὐκ ἀνέχεται, ἐκεῖνο δὲ δόγμα συνεκτικώτατον εἰσηγουμένου, ὅτι πηγὴ μὲν ἁμαρτημάτων θυμός, λογισμὸς δὲ κατορθωμάτων.
§73 μεμνημένος δὲ τῆς περὶ πάντα τελείας ἀγαθότητος ἑαυτοῦ θεός, κἂν τὸ σύμπαν ἀνθρώπων πλῆθος ἐξ ἑαυτοῦ διὑπερβολὰς ἁμαρτημάτων περιπίπτῃ, τὴν δεξιὰν καὶ σωτήριον χεῖρα ὀρέγων ὑπολαμβάνει καὶ ἐξανίστησιν οὐκ ἐῶν εἰσάπαν φθαρῆναι καὶ ἀφανισθῆναι τὸ γένος.
§74 διὸ νῦν φησι τὸν Νῶε χάριν εὑρεῖν παραὐτῷ, ὅτε οἱ ἄλλοι φανέντες ἀχάριστοι τίνειν μέλλουσι δίκας, ἵνα τὸν σωτήριον ἔλεον ἀνακεράσηται τῇ κατὰ ἁμαρτανόντων κρίσει· καθάπερ καὶ ὑμνῳδὸς εἶπέ που· „ἔλεον καὶ κρίσιν ᾄσομαί σοι“ (Psalm. 100, 1)·
§75 εἰ γὰρ βουληθείη θεὸς δικάσαι τῷ θνητῷ γένει χωρὶς ἐλέου, τὴν καταδικάζουσαν ψῆφον οἴσει μηδενὸς ἀνθρώπων τὸν ἀπὸ γενέσεως ἄχρι τελευτῆς βίον ἄπταιστον ἐξ ἑαυτοῦ δραμόντος, ἀλλὰ τὸ μὲν ἑκουσίοις, τὸ δὲ ἀκουσίοις χρησαμένου τοῖς ἐν ποσὶν ὀλισθήμασιν.
§76 ἵνοὖν ὑπάρχῃ τὸ γένος, κἂν πολλὰ τῶν εἰδικῶν βύθια χωρῇ, τὸν ἔλεον ἀνακίρνησιν, πρὸς εὐεργεσίας καὶ τῶν ἀναξίων χρῆται, καὶ οὐ μόνον δικάσας ἐλεεῖ, ἀλλὰ καὶ ἐλεήσας δικάζει· πρεσβύτερος γὰρ δίκης ἔλεος παραὐτῷ ἐστιν ἅτε τὸν κολάσεως ἄξιον οὐ μετὰ τὴν δίκην, ἀλλὰ πρὸ δίκης εἰδότι.
§77 διὰ τοῦτο ἐν ἑτέροις εἴρηται· „ποτήριον ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος“ (Psalm. 74, 9)· καίτοι τό γε κεκραμένον οὐκ ἄκρατον. ἀλλἔχει λόγον ταῦτα φυσικώτατον καὶ τοῖς προειρημένοις ἀκόλουθον· γὰρ θεὸς ταῖς δυνάμεσι πρὸς μὲν ἑαυτὸν ἀκράτοις χρῆται, κεκραμέναις δὲ πρὸς γένεσιν· τὰς γὰρ ἀμιγεῖς θνητὴν ἀμήχανον φύσιν χωρῆσαι.
§78 νομίζεις ἄκρατον μὲν τὴν ἡλίου φλόγα μὴ δύνασθαι θεαθῆναισβεσθήσεται γὰρ πρότερον ὄψις μαρμαρυγαῖς τῶν ἀκτίνων ἀμυδρωθεῖσα προσβάλλουσα καταλήψεται· καίτοι καὶ ἥλιος ἓν ἦν ἔργον θεοῦ, μοῖρα οὐρανοῦ, πίλημα αἰθέριον —, τὰς δὲ ἀγενήτους ἄρα δυνάμεις ἐκείνας, αἳ περὶ αὐτὸν οὖσαι λαμπρότατον φῶς ἀπαστράπτουσιν, ἀκράτους περινοῆσαι δύνασθαι;
§79 ὥσπερ οὖν τὰς ἡλιακὰς ἀκτῖνας ἔτεινε μὲν ἀποὐρανοῦ μέχρι τερμάτων γῆς τὸ σφοδρὸν τῆς ἐν αὐταῖς θερμότητος ἀνεὶς καὶ χαλάσας ἀέρι ψυχρῷτοῦτο γὰρ αὐταῖς ἀνεκεράσατο, ὅπως τὸ αὐγοειδὲς ἀπὸ τοῦ φλογώδους πυρὸς ἀνασταλέν, τὴν μὲν τοῦ καίειν μεθειμένον δύναμιν, τὴν δὲ τοῦ φωτίζειν περιέχον τῷ ταμιευομένῳ ἐν ταῖς ὄψεσι συγγενεῖ αὐτοῦ καὶ φίλῳ ὑπαντιάσαν ἀσπάσηται· γὰρ τούτων ἐξ ἐναντίας εἰς ταὐτὸ σύνοδός τε καὶ δεξίωσις τὴν διὁράσεως ἀντίληψιν ἐργάζεται —, οὕτως ἐπιστήμην θεοῦ καὶ σοφίαν καὶ φρόνησιν καὶ δικαιοσύνην καὶ τῶν ἄλλων ἑκάστην ἀρετῶν τίς ἂν ἀκραιφνῆ δέξασθαι δύναιτο θνητὸς ὤν; ἀλλοὐδ σύμπας οὐρανός τε καὶ κόσμος.
§80 εἰδὼς τοίνυν δημιουργὸς τὰς περὶ αὑτὸν ἐν ἅπασι τοῖς ἀρίστοις ὑπερβολὰς καὶ τὴν τῶν γεγονότων, εἰ καὶ σφόδρα μεγαλαυχοῖεν, φυσικὴν ἀσθένειαν οὔτε εὐεργετεῖν οὔτε κολάζειν ὡς δύναται βούλεται, ἀλλὡς ἔχοντας ὁρᾷ δυνάμεως τοὺς ἑκατέρου μεθέξοντας.
§81 εἰ δὴ τοῦ ἀνειμένου καὶ μεσότητας ἔχοντος τῶν δυνάμεων αὐτοῦ κράματος ἐμπιεῖν καὶ ἀπολαῦσαι δυνηθείημεν, ἀποχρῶσαν ἂν εὐφροσύνην καρπωσαίμεθα, ἧς τελειοτέραν μὴ ζητείτω λαβεῖν τὸ ἀνθρώπων γένος· ἐδείχθησαν γὰρ αἱ ἀμιγεῖς καὶ ἄκρατοι καὶ τῷ ὄντι ἀκρότητες περὶ τὸ ὂν μόνον ὑπάρχουσαι.
§82 τοῖς δεἰρημένοις ὅμοιόν ἐστι καὶ τὸ ἑτέρωθι λεχθὲνἅπαξ κύριος ἐλάλησε, δύο ταῦτα ἤκουσα“ (Psalm. 61, 12). τὸ μὲν γὰρ ἅπαξ ἔοικε τῷ ἀκράτῳκαὶ γὰρ τὸ ἄκρατον μονὰς καὶ μονὰς ἄκρατον —, τὸ δὲ δὶς τῷ κεκραμένῳ· τὸ γὰρ κεκραμένον οὐχ ἁπλοῦν ἅτε καὶ σύγκρισιν καὶ διάκρισιν ἐπιδεχόμενον.
§83 μονάδας μὲν οὖν ἀκράτους θεὸς λαλεῖ· οὐ γάρ ἐστιν λόγος αὐτῷ γεγωνὸς ἀέρος πλῆξις ἀναμιγνύμενος ἄλλῳ τὸ παράπαν οὐδενί, ἀλλὰ ἀσώματός τε καὶ γυμνός, ἀδιαφορῶν μονάδος.
§84 ἀκούομεν δἡμεῖς δυάδι· τὸ γὰρ ἀφἡγεμονικοῦ πνεῦμα διὰ τραχείας ἀναπεμπόμενον ἀρτηρίας τυποῦται μὲν ἐν στόματι ὥσπερ ὑπὸ δημιουργοῦ τινος γλώττης, φερόμενον δἔξω καὶ ἀναμιχθὲν ἀέρι συγγενεῖ καὶ πλῆξαν αὐτὸν τὴν δυάδος κρᾶσιν ἁρμονίως ἀποτελεῖ· τὸ γὰρ συνηχοῦν ἐκ φθόγγων διαφερόντων δυάδι μεριστῇ τὸ πρῶτον ἁρμόζεται ὀξὺν καὶ βαρὺν τόνον ἐχούσῃ.
§85 παγκάλως οὖν τῷ πλήθει τῶν ἀδίκων λογισμῶν ἀντέθηκεν ἕνα τὸν δίκαιον, ἀριθμῷ μὲν ἐλάττονα δυνάμει δὲ πλείονα, ἵνα μὴ ταλαντεῦσαν ὥσπερ ἐπὶ πλάστιγγος βρίσῃ τὸ χεῖρον, ἀλλὰ κράτει τῆς ἐναντίας πρὸς τὸ βέλτιον ῥοπῆς ἀνακουφισθὲν ἀσθενήσῃ.
§86 Τί δέ ἐστι τὸΝῶε εὗρε χάριν ἐναντίον κυρίου τοῦ θεοῦ“ (Gen. 6, 8), συνεπισκεψώμεθα· τῶν εὑρισκόντων οἱ μὲν πρότερον ἔχοντες ἀπέβαλον αὖθις εὑρίσκουσιν, οἱ δὲ μὴ πάλαι νῦν δὲ πρῶτον περιεποιήσαντο. τουτὶ μὲν οὖν τὸ ἔργον εὕρεσιν, ἐκεῖνο δὲ ἀνεύρεσιν οἱ ζητητικοὶ τῶν κυρίων ὀνομάτων καλεῖν εἰώθασι.
§87 τοῦ μὲν οὖν προτέρου παράδειγμα ἐναργέστατον τὰ περὶ τῆς μεγάλης εὐχῆς (Num. 6, 2.) διατεταγμένα. ἔστι δὲ εὐχὴ μὲν αἴτησις ἀγαθῶν παρὰ θεοῦ, μεγάλη δὲ εὐχὴ τὸν θεὸν αἴτιον ἀγαθῶν αὐτὸν ἀφἑαυτοῦ νομίζειν μηδενὸς ἑτέρου τῶν εἰς τὸ δοκεῖν ὠφελεῖν συνεργοῦντος, μὴ γῆς ὡς καρποτόκου, μὴ ὑετῶν ὡς σπέρματα καὶ φυτὰ συναυξόντων, μὴ ἀέρος ὡς τρέφειν ἱκανοῦ, μὴ γεωργίας ὡς φορᾶς αἰτίας, μὴ ἰατρικῆς ὡς ὑγείας, μὴ γάμου ὡς γενέσεως παίδων.
§88 πάντα γὰρ ταῦτα δυνάμει θεοῦ μεταβολὰς δέχεται καὶ τροπάς, ὡς τἀναντία πολλάκις τοῖς ἐξ ἔθους ἀποτελεῖν. τοῦτον οὖν φησι Μωυσῆςἅγιονεἶναι, „τρέφοντα κόμην τρίχα κεφαλῆς“ (ibid. 5), ὅπερ ἦν τὰς ἐν τῷ ἡγεμονικῷ τῶν ἀρετῆς δογμάτων κεφαλαιώδεις ἀνατολὰς συναύξοντα καὶ τρόπον τινὰ κομῶντα καὶ σεμνυνόμενον ἐπαὐταῖς.
§89 ἀλλἔστιν ὅτε ἀπέβαλεν αὐτὰς αἰφνίδιον κατασκήψαντος οἷά τινος τυφῶνος εἰς τὴν ψυχὴν καὶ τὰ καλὰ πάντα αὐτῆς ἐξαρπάσαντος· δὲ τυφὼν οὗτος τροπή τίς ἐστιν ἀκούσιος παραχρῆμα τὸν νοῦν μιαίνουσα, ἣν καλεῖ θάνατον (ibid. 9).
§90 ἀλλὅμως ἀποβαλὼν αὖθις καὶ καθαρθεὶς ἀναλαμβάνει καὶ ἀναμιμνῄσκεται ὧν τέως ἐπελέληστο, καὶ ἅπερ ἀπέβαλεν εὑρίσκει, ὡς τὰς προτέρας τῆς τροπῆς ἡμέρας ἀλόγους ἐξετάζεσθαι (ibid. 12), διότι παράλογον τροπὴ πρᾶγμα, ἀπᾷδον ὀρθοῦ λόγου καὶ φρονήσεως ἀμέτοχον, παρόσον οὐκ ἔστιν ἀξία καταριθμεῖσθαι· „τῶν γὰρ τοιούτωνἔφη τιςοὐ λόγος οὐδἀριθμός“.
§91–136
§91 πολλάκις δὲ ἐνετύχομεν τούτοις, μηδὄναρ πρότερον εἴδομεν· ὥσπερ γεωπόνον φασί τινες ὑπὲρ τοῦ τι τῶν ἡμέρων δένδρων φυτεῦσαι σκάπτοντα χωρίον θησαυρῷ περιτυχεῖν ἀνελπίστῳ χρησάμενον εὐτυχίᾳ.
§92 γοῦν ἀσκητὴς πυθομένου τοῦ πατρὸς αὐτοῦ τῆς ἐπιστήμης τὸν τρόπον τοῦτον· "τί τοῦτο ταχὺ εὗρες, τέκνον“; ἀποκρίνεται καί φησιν· „ παρέδωκε κύριος θεὸς ἐναντίον μου“ (Gen. 27,20)· ὅταν γὰρ θεὸς παραδιδῷ τὰ τῆς ἀιδίου σοφίας θεωρήματα καμάτου χωρὶς καὶ πόνου, ταῦτα ἐξαίφνης οὐ προσδοκήσαντες θησαυρὸν εὐδαιμονίας τελείας εὑρίσκομεν.
§93 συμβαίνει δὲ πολλάκις τοῖς μὲν ἐπιπόνως ζητοῦσιν ἀποτυγχάνειν τοῦ ζητουμένου, τοῖς δἄνευ φροντίδος ῥᾷστα καὶ μὴ διενοήθησαν εὑρίσκειν· οἱ μὲν γὰρ νωθέστεροι καὶ βραδεῖς τὰς ψυχὰς ὥσπερ οἱ τὰ ὄμματα πεπηρωμένοι τὸν εἰς τὸ θεωρῆσαί τι τῶν κατἐπιστήμην πόνον ἴσχουσιν ἀτελῆ, οἱ δὲ φύσεως εὐμοιρίᾳ δίχα ζητήσεως μυρίοις ἐνέτυχον εὐθυβόλῳ καὶ εὐθίκτῳ χρησάμενοι προσβολῇ, ὡς δοκεῖν αὐτοὺς μὲν μὴ σπουδάσαι τοῖς πράγμασιν ἐντυχεῖν, ἐκεῖνα δὲ μεθὁρμῆς προαπαντήσαντα εἰς ὄψιν ἐλθεῖν ἐπειχθῆναι καὶ τὴν ἀπαὐτῶν ἀκριβεστάτην ἐμποιῆσαι κατάληψιν.
§94 τούτοις νομοθέτης φησὶ δίδοσθαιπόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησαν, οἰκίας πλήρεις τῶν ἀγαθῶν, ἃς οὐκ ἐνέπλησαν, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησαν, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφύτευσαν„ (Deut. 6, 10. 11).
§95 πόλεις μὲν οὖν καὶ οἰκίας συμβολικῶς τάς τε γενικὰς καὶ τὰς εἰδικὰς ἀρετὰς ὑπογράφει· πόλει μὲν γὰρ ἔοικε τὸ γένος, ὅτι κἀν μείζοσιν ἐξετάζεται περιγραφαῖς καὶ πλειόνων κοινόν ἐστιν, εἶδος δὲ οἰκίᾳ τῷ συνῆχθαί τε μᾶλλον καὶ πεφευγέναι τὴν κοινότητα.
§96 προητοιμασμένοι δὲ λάκκοι τὰ χωρὶς τῶν πόνων τούτοις πρόχειρα ἆθλα, οὐρανίων καὶ ποτίμων δεξαμεναὶ ναμάτων, πρὸς φυλακὴν τῶν προειρημένων ἀρετῶν εὐτρεπεῖς θησαυροί, ἐξ ὧν εὐφροσύνη περιγίνεται ψυχῇ τελεία φῶς τὸ ἀληθείας ἀπαστράπτουσα. τοὺς μὲν οὖν ἀμπελῶνας εὐφροσύνης, τοὺς δἐλαιῶνας φωτὸς πεποίηται σύμβολον.
§97 εὐδαίμονες μὲν οὖν οὗτοι, παραπλήσιόν τι πάσχοντες τοῖς ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ τὸν κόσμον ἐξαίφνης ἀπόνως καὶ χωρὶς πραγματείας ὁρῶσιν, ἄθλιοι δὲ οἷς πρὸς μὴ πεφύκασιν ἀντιφιλονεικεῖν συμβαίνει ἔριδι, ἀργαλεωτάτῃ νόσῳ, ἐπαιρόμενοι.
§98 πρὸς γὰρ τῷ τοῦ τέλους ἀποτυγχάνειν ἔτι μετοὐ μικρᾶς βλάβης μεγάλην αἰσχύνην ὑπομένουσιν, ὥσπερ αἱ πρὸς ἐναντία πνεύματα νῆες ἐνθαλαττεύουσαι· πρὸς γὰρ τῷ μὴ τυγχάνειν ὑποδρόμων ἐφοὓς ἐπείγονται, πολλάκις αὐτοῖς πλωτῆρσι καὶ φορτίοις ἀνατραπεῖσαι λύπην μὲν φίλοις, ἡδονὴν δὲ ἐχθροῖς ἐμπαρέσχον.
§99 λέγει οὖν νόμος, ὅτιπαραβιασάμενοί τινες ἀνέβησαν ἐπὶ τὸ ὄρος, καὶ ἐξῆλθεν Ἀμορραῖος κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτίτρωσκεν αὐτούς, ὡς ἂν ποιήσειαν αἱ μέλισσαι, καὶ ἐδίωξεν αὐτοὺς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ“ (Deut. 1,43. 44)·
§100 ἀνάγκη γὰρ καὶ τοὺς ἀφυῶς ἔχοντας πρὸς τὰς τῶν τεχνῶν ἀναλήψεις, εἴ τι βιαζόμενοι πονοῖντο περὶ αὐτάς, μὴ μόνον σφάλλεσθαι τοῦ τέλους, ἀλλὰ καὶ αἰσχύνην ὀφλεῖν, καὶ τοὺς ἄλλο τι τῶν δεόντων ἀσυγκαταθέτῳ γνώμῃ πράττοντας μὴ ἐθελουσίως βιαζομένους δὲ τὸ παραὑτοῖς ἑκούσιον μὴ κατορθοῦν, ἀλλὰ πρὸς τοῦ συνειδότος τιτρώσκεσθαί τε καὶ διώκεσθαι.
§101 καὶ τοὺς τὰς ὀλιγοχρημάτους παρακαταθήκας ἀποδιδόντας ἐπὶ θήρᾳ στερήσεως μειζόνων εἴποις ἂν πίστει διαφέρειν, οἳ καὶ ὅτε ἀπέδοσαν πολλὰ τὴν ἔμφυτον ἀπιστίαν ἐβιάσαντο, ὑφἧς μήποτε παύσαιντο κατακεντούμενοι;
§102 θεραπείαν δὲ ὅσοι τοῦ μόνου σοφοῦ νόθον ἐπετήδευσαν, ὥσπερ ἐπὶ σκηνῆς ἱεροπρεπεστάτης ἄχρι τοῦ μόνον ἐπιδείξασθαι τοῖς συνεληλυθόσι θεαταῖς προαίρεσιν ἐνδύντες βίου, βωμολοχίαν πρὸ εὐσεβείας ἐν τῇ ψυχῇ φέροντες, οὐχ αὑτοὺς ὥσπερ ἐπὶ τροχοῦ κατατείνουσι καὶ βασανίζουσιν ἀναγκάζοντες ἐπιμορφάζειν ψευδῶς, πρὸς ἀλήθειαν μὴ πεπόνθασι;
§103 τοιγάρτοι βραχὺν χρόνον ἐπισκιασθέντες διὰ τῶν δεισιδαιμονίας συμβόλων, κώλυσις μέν ἐστιν ὁσιότητος, μεγάλη δὲ καὶ τοῖς ἔχουσι καὶ τοῖς συνιοῦσι ζημία, εἶταὖθις ἀπαμφιασάμενοι τὰ περίαπτα γυμνὴν ἐπιδείκνυνται τὴν ὑπόκρισιν καὶ τότε ὥσπερ οἱ ξενίας ἁλόντες νοθεύονται τῇ μεγίστῃ πόλεων ἀρετῇ μηδὲν προσήκοντας ἑαυτοὺς παρεγγράψαντες. τὸ γὰρ βίαιον ὀλιγοχρόνιον, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα παρὰ τὸ βαιὸν εἰρημένον· βαιὸν δὲ τὸ ὀλιγοχρόνιον ἐκάλουν οἱ
§104 παλαιοί. τί δέ ἐστι τὸΝῶε εὗρε χάριν παρὰ κυρίῳ τῷ θεῷ“, διαπορητέον. ἆροὖν τοιοῦτόν ἐστι τὸ δηλούμενον, ὅτι χάριτος ἔτυχεν, ὅτι χάριτος ἄξιος ἐνομίσθη; ἀλλὰ τὸ μὲν πρότερον οὐκ εἰκὸς ὑπονοεῖν· τί γὰρ αὐτῷ πλέον δεδώρηται πάντων, ὡς ἔπος εἰπεῖν, ὅσα οὐ συγκέκριται μόνον, ἀλλὰ καὶ στοιχειώδεις ἁπλαῖ φύσεις εἰσί, χάριτος ἠξιωμένων θείας;
§105 τὸ δὕστερον ἔχει μέν τινα οὐκ ἀνάρμοστον λόγον, κρίνοντος τοῦ αἰτίου δωρεῶν ἀξίους τοὺς τὸ θεῖον ἐν ἑαυτοῖς νόμισμα, τὸν ἱερώτατον νοῦν, αἰσχροῖς ἐπιτηδεύμασι μὴ διαφθείροντας, ἴσως δὲ οὐκ ἀληθῆ.
§106 πηλίκον γάρ τινα εἰκὸς γενέσθαι τὸν ἄξιον χάριτος κριθησόμενον παρὰ θεῷ; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μόλις ἂν καὶ σύμπαντα τὸν κόσμον τούτου λαχεῖν· καίτοι τό γε πρῶτον καὶ μέγιστον καὶ τελεώτατον τῶν θείων ἔργων ἐστὶν οὗτος.
§107 μήποτοὖν ἄμεινον ἂν εἴη ἐκδέχεσθαι τοῦτο, ὅτι ζητητικὸς καὶ πολυμαθὴς γενόμενος ἀστεῖος ἐν οἷς ἅπασιν ἐζήτησε τοῦθεὗρεν ἀληθέστατον, χάριν ὄντα θεοῦ τὰ πάντα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἥλιον, ἀστέρας, οὐρανόν, ζῷα καὶ φυτὰ σύμπαντα. κεχάρισται δὲ θεὸς αὑτῷ μὲν οὐδένοὐδὲ γὰρ δεῖται —, κόσμον δὲ κόσμῳ καὶ τὰ μέρη ἑαυτοῖς τε καὶ ἀλλήλοις, ἔτι δὲ τῷ παντί.
§108 οὐδὲν δὲ κρίνας ἄξιον χάριτος ἄφθονα καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι δεδώρηται τὰ ἀγαθά, ἀλλἀπιδὼν εἰς τὴν ἀίδιον ἀγαθότητα καὶ νομίσας ἐπιβάλλον τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει ἑαυτοῦ τὸ εὐεργετεῖν. ὥστε εἴ τίς μἔροιτο, τίς αἰτία γενέσεως κόσμου, μαθὼν παρὰ Μωυσέως ἀποκρινοῦμαι, ὅτι τοῦ ὄντος ἀγαθότης, ἥτις ἐστὶ πρεσβυτάτη τῶν * * * χαρίτων οὖσα ἑαυτῇ.
§109 παρατηρητέον δὅτι τὸν μὲν Νῶέ φησιν εὐαρεστῆσαι ταῖς τοῦ ὄντος δυνάμεσι, κυρίῳ τε καὶ θεῷ (Gen. 6, 8), Μωυσῆν δὲ τῷ δορυφορουμένῳ πρὸς τῶν δυνάμεων καὶ δίχα αὐτῶν κατὰ τὸ εἶναι μόνον νοουμένῳ· λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅτιεὕρηκας χάριν παρἐμοὶ“ (Exod. 33, 17) δεικνὺς ἑαυτὸν τὸν ἄνευ παντὸς ἑτέρου.
§110 οὕτως ἄρα τὴν μὲν κατὰ Μωυσῆν ἄκραν σοφίαν ἀξιοῖ χάριτος ὢν αὐτὸς διἑαυτοῦ μόνου, τὴν δὲ ἀπεικονισθεῖσαν ἐκ ταύτης δευτέραν καὶ εἰδικωτέραν οὖσαν διὰ τῶν ὑπηκόων δυνάμεων, καθἃς καὶ κύριος καὶ θεός, ἄρχων τε καὶ εὐεργέτης ἐστίν.
§111 ἕτερος δέ τις φιλοσώματος καὶ φιλοπαθὴς νοῦς πραθεὶς τῇ ἀρχιμαγείρῳ (Gen. 39, 1) τοῦ συγκρίματος ἡμῶν ἡδονῇ καὶ ἐξευνουχισθεὶς τὰ ἄρρενα καὶ γεννητικὰ τῆς ψυχῆς μέρη πάντα, σπάνει κεχρημένος καλῶν ἐπιτηδευμάτων, ἀκοὴν παραδέξασθαι θείαν ἀδυνατῶν, ἐκκλησίας τῆς ἱερᾶς ἀπεσχοινισμένος (Deut. 23, 1), ἐν [σύλλογοι καὶ] λόγοι περὶ ἀρετῆς ἀεὶ μελετῶνται, εἰς μὲν τὸ δεσμωτήριον τῶν παθῶν εἰσάγεται, χάριν δὲ εὑρίσκει τὴν ἀτιμίας ἀδοξοτέραν παρὰ τῷ ἀρχιδεσμοφύλακι (Gen. 39, 20. 21).
§112 δεσμῶται μὲν γὰρ κυρίως εἰσὶν οὐχ οὓς ἐν δικαστηρίῳ καταδικασθέντας ὑπὸ κλήρῳ ἀρχόντων καὶ χειροτονηθέντων δικαστῶν ἀπάγουσί τινες εἰς ἀποδεδειγμένον χῶρον κακούργων, ἀλλὧν φύσις κατεδίκασε ψυχῆς τρόπων, οἵτινες ἀφροσύνης καὶ ἀκολασίας καὶ δειλίας καὶ ἀδικίας καὶ ἀσεβείας καὶ ἄλλων ἀμυθήτων κηρῶν γέμουσιν.
§113 δὲ ἐπίτροπος καὶ φύλαξ καὶ ταμίας τούτων, ἡγεμὼν τοῦ δεσμωτηρίου, σύστημα καὶ συμφόρημα κακιῶν ἀθρόων καὶ ποικίλων εἰς ἓν εἶδος συνυφασμένων ἐστίν, τὸ εὐαρεστῆσαι μεγίστη ζημία· ἣν οὐχ ὁρῶντες ἔνιοι, ἀπατώμενοι δὲ περὶ τὸ βλάπτον ὡς ὠφελοῦν, προσίασί τε αὐτῷ μάλα γεγηθότες καὶ δορυφοροῦσιν, ἵνὕπαρχοι καὶ διάδοχοι φυλακῆς ἁμαρτημάτων ἀκουσίων τε καὶ ἑκουσίων πιστοὶ κριθέντες γένωνται.
§114 ἀλλὰ σύ γε, ψυχή, τὴν δεσποτείαν καὶ ἡγεμονίαν ταύτην ἀργαλεωτέραν τῆς ἐπαχθοῦς δουλείας νομίσασα, μάλιστα μὲν ἀδέσμῳ καὶ λελυμένῃ καὶ ἐλευθέρᾳ χρῆσαι προαιρέσει τοῦ βίου·
§115 ἂν δἄρα ἀγκιστρευθῇς ὑπὸ πάθους, δεσμῶτις μᾶλλον εἱρκτοφύλαξ ὑπόμεινον γενέσθαι· κακωθεῖσα μὲν γὰρ καὶ στενάξασα ἔλεον εὑρήσεις, σπουδαρχίαις δὲ καὶ λιμοδοξίαις ὑποβαλοῦσα σαυτὴν ἡδὺ κακὸν τὸ εἱρκτοφυλακεῖν καὶ μέγιστον ἀναδέξῃ, ὑφοὗ γενήσῃ πάντα ἀγώγιμος τὸν αἰῶνα.
§116 τὰς μὲν οὖν παρὰ τοῖς ἀρχιδεσμοφύλαξιν εὐαρεστήσεις ἀνὰ κράτος ἀπόθου, τῶν δὲ παρὰ τῷ αἰτίῳ διαφερόντως μετὰ σπουδῆς τῆς ἁπάσης ἐφίεσο. ἐὰν δἄρα ἀδυνατῇςὑπερβάλλον γὰρ τὸ τοῦ ἀξιώματος μέγεθος —, ἴθι ἀμεταστρεπτὶ πρὸς τὰς δυνάμεις αὐτοῦ καὶ τούτων ἱκέτις γενοῦ, μέχρις ἂν ἀποδεξάμεναι τὸ συνεχὲς καὶ γνήσιον τῆς θεραπείας ἐν τῇ τῶν εὐαρεστησάντων αὐταῖς κατατάξωσι χώρᾳ, καθάπερ καὶ τὸν Νῶε, οὗ τῶν ἐγγόνων θαυμαστότατον καὶ καινότατον πεποίηται τὸν κατάλογον·
§117 φησὶ γάρ· „αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ θεῷ εὐηρέστησε Νῶε“ (Gen. 6, 9). τὰ μὲν γὰρ τοῦ συγκρίματος γεννήματα πέφυκεν εἶναι καὶ αὐτὰ συγκρίματα· ἵπποι γὰρ ἵππους καὶ λέοντες λέοντας καὶ βόες ταύρους, ὁμοίως δὲ καὶ ἄνθρωποι ἀνθρώπους ἐξ ἀνάγκης γεννῶσι·
§118 διανοίας δὲ ἀγαθῆς οὐ τὰ τοιαῦτα οἰκεῖα ἔγγονα, ἀλλαἱ προειρημέναι ἀρεταί, τὸ ἄνθρωπον εἶναι, τὸ δίκαιον εἶναι, τὸ τέλειον εἶναι, τὸ θεῷ εὐαρεστῆσαι· ὅπερ ἐπειδὴ καὶ τελεώτατον ἦν καὶ ὅρος τῆς ἄκρας εὐδαιμονίας, ἐφἅπασιν εἴρηται.
§119 γένεσις δὲ μὲν ἀγωγὴ καὶ ὁδός τίς ἐστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναιταύτῃ φυτά τε καὶ ζῷα ἐξ ἀνάγκης ἀεὶ χρῆσθαι πέφυκεν —, ἑτέρα δἐστὶν ἐκ βελτίονος γένους εἰς ἔλαττον εἶδος μεταβολή, ἧς μέμνηται ὅταν φῇ· „αὗται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δέκα ἑπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν τὰ πρόβατα, ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλᾶς καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν πατρὸς αὐτοῦ“ (Gen. 37, 2)·
§120 ὅταν γὰρ ἀσκητικὸς καὶ φιλομαθὴς οὗτος λόγος ἀπὸ τῶν θειοτέρων ἐννοημάτων εἰς ἀνθρωπίνας καὶ θνητὰς δόξας καταβιβασθῇ, τοῦ σώματος καὶ τῶν περὶ αὐτὸ χορευτὴς Ἰωσὴφ εὐθὺς ἀπογεννᾶται, νέος ὢν ἔτι, κἂν μήκει χρόνου πολιὸς γένηται, πρεσβυτέρας οὔτε γνώμης οὔτε ἀκοῆς εἰσάπαν ἐπῃσθημένος, ἣν οἱ Μωυσέως θιασῶται κατασταθέντες κτῆμα καὶ ἀπόλαυσμα ὠφελιμώτατον ἑαυτοῖς τε καὶ τοῖς ἐντυγχάνουσιν εὕραντο.
§121 διὰ τοῦτό μοι δοκεῖ τὸν τύπον αὐτοῦ καὶ τὴν ἀκριβεστάτην τοῦ χαρακτῆρος ἰδέαν βουλόμενος ἐκδηλοτέραν ἐγγράψαι ποιμαίνοντα εἰσάγειν μετὰ γνησίου μὲν οὐδενός, μετὰ δὲ τῶν νόθων ἀδελφῶν, οἳ παλλακίδων ὄντες ἀπὸ τοῦ χείρονος γένους, τοῦ πρὸς γυναικῶν, ἀλλοὐκ ἀπὸ τοῦ κρείττονος, τοῦ πρὸς ἀνδρῶν, χρηματίζουσιν· υἱοὶ γὰρ τῶν γυναικῶν Βαλλᾶς καὶ Ζελφᾶς, ἀλλοὐκ Ἰσραὴλ τοῦ πατρὸς νυνὶ καλοῦνται.
§122 Ζητήσαι δἄν τις προσηκόντως, τίνος ἕνεκα μετὰ τὴν ἐν ταῖς ἀρεταῖς τοῦ Νῶε τελείωσιν εὐθὺς εἴρηται, ὅτιἐφθάρη γῆ ἐναντίον τοῦ θεοῦ καὶ ἐπλήσθη ἀδικίας“ (Gen. 6,11). ἀλλἴσως οὐ χαλεπὸν λύσεως εὐπορῆσαι τῷ μὴ σφόδρα παιδείας ἀπείρῳ.
§123 λεκτέον οὖν ὅτι, ἐπειδὰν ἐν ψυχῇ τὸ ἄφθαρτον εἶδος ἀνατείλῃ, τὸ θνητὸν εὐθέως φθείρεται· γένεσις γὰρ τῶν καλῶν θάνατος αἰσχρῶν ἐπιτηδευμάτων ἐστίν, ἐπεὶ καὶ φωτὸς ἐπιλάμψαντος ἀφανίζεται τὸ σκότος. διὰ τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας ἀκριβέστατα διείρηται, ὅτιἐὰν ἀνατείλῃ χρὼς ζῶν ἐν τῷ λεπρῷ, μιανθήσεται“ (Lev. 13,14.15).
§124 καὶ προσεπισφίγγων αὐτὸ τοῦτο καὶ ὥσπερ ἐναποσημαινόμενος ἐπιφέρεικαὶ μιανεῖ χρὼς ὑγιής“, ἀντιταττόμενος τῷ εἰκότι καὶ συνήθει· πάντες γὰρ οἱ ἄνθρωποι τὰ νοσοῦντα φθορὰς τῶν ὑγιαινόντων καὶ τὰ νεκρὰ τῶν ζώντων, οὐκ ἔμπαλιν τὰ ὑγιαίνοντα καὶ ζῶντα τῶν ἐναντίων, ἀλλὰ σωτήρια νομίζουσι.
§125 καινότατος δἐν ἅπασι τὴν σοφίαν νομοθέτης ὢν καὶ τοῦτο ἴδιον εἰσηγήσατο, διδάσκων ὅτι τὰ ὑγιαίνοντα καὶ ζῶντα τοῦ μὴ καθαρεύειν μιασμάτων αἴτια γίνεται· τὸ γὰρ ὑγιαῖνον καὶ ζῶν ἐν ψυχῇ χρῶμα ὡς ἀληθῶς φαινόμενον ἐπαὐτῆς ἔλεγχός ἐστιν.
§126 οὗτος ὅταν ἀνάσχῃ, κατάλογον ποιεῖται τῶν ἁμαρτημάτων αὐτῆς ἁπάντων, καὶ ὀνειδίζων καὶ δυσωπῶν καὶ ἐπιπλήττων μόλις παύεται· δἐλεγχομένη γνωρίζει τὰ καθἕκαστα, ὧν παρὰ τὸν ὀρθὸν λόγον ἐπετήδευε, καὶ τότε ἄφρονα καὶ ἀκόλαστον καὶ ἄδικον καὶ πλήρη μιασμάτων ἑαυτὴν καταλαμβάνει.
§127 διὸ καὶ παραδοξότατον νόμον ἀναγράφει, ἐν τὸν μὲν ἐκ μέρους ὄντα λεπρὸν ἀκάθαρτον, τὸν δὲ ὅλον διὅλων ἀπὸ ἄκρων ποδῶν ἄχρι κεφαλῆς ἐσχάτης κατεσχημένον τῇ λέπρᾳ καθαρόν φησιν εἶναι (Lev. 13,11-13), τάχα ἄν τινος τὸ ἐναντίον, ὅπερ εὔλογον ἦν ὑπολαβεῖν, εἰκάσαντος, τὴν μὲν ἐσταλμένην καὶ περί τι βραχὺ τοῦ σώματος λέπραν ἧττον ἀκάθαρτον, τὴν δὲ κεχυμένην, ὡς ἅπαν περιλαβεῖν αὐτό, μᾶλλον.
§128 δηλοῖ δ’, ὡς ἔμοιγε φαίνεται, διὰ συμβόλων τούτων ἀληθέστατον ἐκεῖνο, ὅτι τὰ μὲν ἀκούσια τῶν ἀδικημάτων κἂν ἐπιμήκιστα ὄντα ἀνυπαίτια καὶ καθαρά, τὸ συνειδὸς βαρὺν κατήγορον οὐκ ἔχοντα, τὰ δὲ ἑκούσια, κἂν μὴ ἐπὶ πλεῖστον ἀναχέηται πρὸς τοῦ κατὰ ψυχὴν ἐλεγχόμενα δικαστοῦ, ἀνίερα καὶ μιαρὰ καὶ ἀκάθαρτα δοκιμάζεται.
§129 μὲν οὖν διφυὴς καὶ δύο ἐξανθοῦσα χρώματα λέπρα τὴν ἑκούσιον ἐμφαίνει κακίαν· ἔχουσα γὰρ ψυχὴ τὸν ὑγιαίνοντα καὶ ζωτικὸν καὶ ὀρθὸν ἐν ἑαυτῇ λόγον τῷ μὲν οὐ χρῆται ὡς κυβερνήτῃ πρὸς τὴν τῶν καλῶν σωτηρίαν, ἐκδοῦσα δαὑτὴν τοῖς ναυτιλίας ἀπείροις ὅλον τὸ τοῦ βίου δὴ σκάφος ἐν εὐδίᾳ καὶ γαλήνῃ δυνάμενον σῴζεσθαι περιέτρεψεν.
§130 δεἰς ἓν εἶδος λευκὸν μεταβαλοῦσα τὴν ἀκούσιον διασυνίστησι τροπήν, ἐπειδὰν τὸ λογίζεσθαι νοῦς ἐκτμηθεὶς ὅλον διὅλων, μηδενὸς τῶν εἰς τὸ συνιέναι σπέρματος ὑπολειφθέντος, ὥσπερ οἱ ἐν ἀχλύι καὶ σκότῳ βαθεῖ μηδὲν ὁρᾷ τῶν πρακτέων, ἀλλοἷα τυφλὸς ἀπροοράτως πᾶσιν ἐμπίπτων συνεχεῖς ὀλίσθους καὶ πτώματα ἐπάλληλα καὶ ἀκούσια
§131 ὑπομένῃ. τούτῳ δὅμοιόν ἐστι καὶ τὸ περὶ τῆς οἰκίας διάταγμα, ἐν γίνεσθαι συμβαίνει λέπραν πολλάκις· φησὶ γὰρ ὅτιἐὰν γένηται ἁφὴ λέπρας ἐν οἰκίᾳ, ἀφίξεται κεκτημένος καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων· ὥσπερ ἁφὴ λέπρας ἑώραταί μοι ἐν τῇ οἰκίᾳ“· εἶτα ἐπιφέρει· „καὶ προστάξει ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελθόντα τὸν ἱερέα εἰς τὴν οἰκίαν ἰδεῖν, καὶ οὐ γενήσεται ἀκάθαρτα ὅσα ἐν τῇ οἰκίᾳ. καὶ μετὰ ταῦτα εἰσελεύσεται ἱερεὺς καταμαθεῖν“ (Lev. 14,34—36).
§132 οὐκοῦν πρὶν μὲν εἰσελθεῖν τὸν ἱερέα, καθαρὰ τὰ ἐν τῇ οἰκίᾳ, ἀφοὗ δἂν εἰσέλθῃ, πάντα ἀκάθαρτα· καίτοι τοὐναντίον εἰκὸς ἦν, ἀνδρὸς κεκαθαρμένου καὶ τελείου, ὃς τὰς ὑπὲρ ἁπάντων εὐχὰς ἁγιστείας ἱερουργίας εἴωθε ποιεῖσθαι, παρελθόντος εἴσω βελτιοῦσθαι τὰ ἔνδον καὶ ἐξ ἀκαθάρτων καθαρὰ γίνεσθαι· νυνὶ δὲ οὐδὲ ἐπὶ τῆς αὐτῆς μένει χώρας, τρέπεται δὲ πρὸς μερίδα τὴν χείρω κατὰ τὴν εἴσοδον τὴν τοῦ ἱερέως.
§133 ἀλλὰ ταῦτα μὲν εἰ συνᾴδει τῇ ῥητῇ καὶ προχείρῳ διατάξει, σκέψονται οἷς ἔθος καὶ φίλον· ἡμῖν δὲ ἄντικρυς λεκτέον, ὅτι συνῳδὸν οὕτως οὐδὲν ἄλλο ἄλλῳ, ὡς τὸ εἰσελθόντος τοῦ ἱερέως τὰ κατὰ τὴν οἰκίαν μιαίνεσθαι.
§134 ἕως μὲν γὰρ θεῖος λόγος εἰς τὴν ψυχὴν ἡμῶν καθάπερ τινὰ ἑστίαν οὐκ ἀφῖκται, πάντα αὐτῆς τὰ ἔργα ἀνυπαίτια· γὰρ ἐπίτροπος πατὴρ διδάσκαλος τι ποτὲ χρὴ καλεῖν τὸν ἱερέα, ὑφοὗ νουθετηθῆναι καὶ σωφρονισθῆναι μόνου δυνατόν, μακρὰν ἀφέστηκε. Συγγνώμη δὲ τοῖς διἀμαθίαν ἀπειρίᾳ τῶν πρακτέων ἁμαρτάνουσιν· οὐδὲ γὰρ ὡς ἁμαρτημάτων αὐτῶν ποιοῦνται κατάληψιν, ἔστι δὅτε κατορθοῦν ἐν οἷς πταίουσι μεγάλα νομίζουσιν.
§135 ὅταν δὲ εἰσέλθῃ ἱερεὺς ὄντως ἔλεγχος εἰς ἡμᾶς ὥσπερ φωτός τις αὐγὴ καθαρωτάτη, τηνικαῦτα γνωρίζομεν τὰ ἐναποκείμενα ἡμῶν οὐκ εὐαγῆ τῇ ψυχῇ βουλεύματα καὶ τὰς ἐπιλήπτους καὶ ὑπαιτίους πράξεις, αἷς ἀγνοίᾳ τῶν συμφερόντων ἐνεχειροῦμεν. ταῦτοὖν ἅπαντα ἱερώμενος ἔλεγχος μιάνας, ἀποσκευασθῆναι καὶ ἀποσυληθῆναι κελεύει, ὅπως αὐτὴν καθαρὰν ἴδῃ τὴν τῆς ψυχῆς οἰκίαν καί, εἴ τινες ἐν αὐτῇ νόσοι γεγόνασιν, ἰάσηται.
§136 μεμίμηται δὲ τοῦτο καὶ ἐν ταῖς βασιλείαις ἐντυγχάνουσα τῷ προφήτῃ γυνὴ χήρα (III Reg. 17,10)· χήρα δἐστίν, οὐχ ἥν φαμεν ἡμεῖς, ὅταν ἀνδρὸς ἐρήμη γένηται, ἀλλὰ τῷ χηρεύειν τῶν φθειρόντων καὶ λυμαινομένων παθῶν τὴν διάνοιαν, ὥσπερ καὶ παρὰ Μωυσῇ Θάμαρ·
§137–183
§137 καὶ γὰρ ταύτῃ προστέτακται χηρευούσῃ καθέζεσθαι ἐν τῷ τοῦ μόνου καὶ σωτῆρος οἴκῳ πατρός (Gen. 38,11), διὃν ἀεὶ καταλιποῦσα τὰς τῶν θνητῶν συνουσίας καὶ ὁμιλίας ἠρήμωται μὲν καὶ κεχήρευκεν ἀνθρωπίνων ἡδονῶν, παραδέχεται δὲ θείαν γονὴν καὶ πληρουμένη τῶν ἀρετῆς σπερμάτων κυοφορεῖ καὶ ὠδίνει καλὰς πράξεις· ἃς ὅταν ἀποτέκῃ, τὰ κατὰ τῶν ἀντιπάλων αἴρεται βραβεῖα καὶ νικηφόρος ἀναγράφεται σύμβολον ἐπιφερομένη φοίνικα τῆς νίκης· Θάμαρ γὰρ ἑρμηνεύεται φοῖνιξ.
§138 λέγει δὲ πρὸς τὸν προφήτην πᾶσα διάνοια χήρα καὶ ἐρήμη κακῶν μέλλουσα γίνεσθαι· „ἄνθρωπε τοῦ θεοῦ, εἰσῆλθες πρὸς μὲ ἀναμνῆσαι τὸ ἀδίκημά μου καὶ τὸ ἁμάρτημά μου“ (III Reg. 17,18)· εἰσελθὼν γὰρ εἰς τὴν ψυχὴν ἔνθους οὗτος καὶ κατεσχημένος ἐξ ἔρωτος ὀλυμπίου καὶ διηρεθισμένος τοῖς τῆς θεοφορήτου μανίας ἀκατασχέτοις οἴστροις μνήμην ἀδικημάτων καὶ ἁμαρτημάτων ἀρχαίων ἐργάζεται, οὐχ ἵνα πάλιν αὐτοῖς χρήσηται, ἀλλἵνα μέγα στενάξασα καὶ μέγα κλαύσασα τὴν παλαιὰν τροπὴν τὰ μὲν ἐκείνης ἔγγονα μισήσασα ἀποστραφῇ, οἷς δὑφηγεῖται ἑρμηνεὺς τοῦ θεοῦ λόγος καὶ προφήτης ἕπηται·
§139 τοὺς γὰρ προφήτας ἐκάλουν οἱ πρότερον τοτὲ μὲν ἀνθρώπους θεοῦ, τοτὲ δὲ ὁρῶντας (I Reg. 9,9), κύρια ὀνόματα καὶ ἐμπρεπῆ τῷ ἐπιθειασμῷ καὶ τῇ περιαθρήσει τῶν πραγμάτων ἐκέχρηντο τιθέμενοι.
§140 Προσηκόντως οὖν ἱερώτατος Μωυσῆς τότε φθείρεσθαι τὴν γῆν εἶπεν, ὅτε αἱ τοῦ δικαίου Νῶε ἀρεταὶ διεφάνησαν· „ἦν δὲφησίκατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς“ (Gen. 6,12).
§141 δόξει μέν τισιν λέξις ἡμαρτῆσθαι καὶ τὸ ἀκόλουθον τοῦ λόγου καὶ τὸ ἄπταιστον οὕτως ἔχειν· ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὑτῆς· ἀνοίκειον γάρ ἐστι θηλυκῷ ὀνόματι, τῇ σαρκί, ἀρρενικὴν ἐπιφέρεσθαι πτῶσιν, τὴν αὐτοῦ.
§142 μήποτε δὲ οὐ περὶ μόνης σαρκός ἐστιν λόγος τὴν αὑτῆς φθειρούσης ὁδόν, ἵνα εἰκότως ἡμαρτῆσθαι τὰ περὶ τὴν λέξιν δοκῇ, ἀλλὰ περὶ δυεῖν, σαρκός τε τῆς φθειρομένης καὶ ἑτέρου, οὗ τὴν ὁδὸν λυμαίνεσθαί τε καὶ φθείρειν ἐπιχειρεῖ. ὥσθοὕτως ἀποδοτέον· κατέφθειρε πᾶσα σὰρξ τὴν τοῦ αἰωνίου καὶ ἀφθάρτου τελείαν ὁδὸν τὴν πρὸς θεὸν ἄγουσαν.
§143 ταύτην ἴσθι σοφίαν· διὰ γὰρ ταύτης νοῦς ποδηγετούμενος εὐθείας καὶ λεωφόρου ὑπαρχούσης ἄχρι τῶν τερμάτων ἀφικνεῖται· τὸ δὲ τέρμα τῆς ὁδοῦ γνῶσίς ἐστι καὶ ἐπιστήμη θεοῦ. ταύτην τὴν ἀτραπὸν μισεῖ καὶ προβέβληται καὶ φθείρειν ἐπιχειρεῖ πᾶς σαρκῶν ἑταῖρος· οὐδενὶ γὰρ οὕτως οὐδὲν ἀντίπαλον ὡς ἐπιστήμη σαρκὸς ἡδονῇ.
§144 βουλομένοις γοῦν ταύτην πορεύεσθαι τὴν ὁδὸν βασιλικὴν οὖσαν τοῖς τοῦ ὁρατικοῦ γένους μετέχουσιν, ὅπερ Ἰσραὴλ κέκληται, διαμάχεται γήινος Ἐδὼμτοῦτο γὰρ διερμηνευθεὶς ὀνομάζεταιμετὰ σπουδῆς καὶ παρασκευῆς τῆς πάσης εἴρξειν ἀπειλῶν τῆς ὁδοῦ καὶ ἀτριβῆ καὶ ἀπόρευτον αὐτὴν κατασκευάσειν εἰσάπαν.
§145 οἱ μὲν οὖν πεμφθέντες πρέσβεις λέγουσι ταῦτα· „παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα διἀγρῶν, οὐ διἀμπελώνων, οὐ πιόμεθα ὕδωρ λάκκου σου. ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμέν σου τὰ ὅρια. δὲ Ἐδὼμ ἀποκρίνεται φάσκων· οὐ διελεύσῃ διἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς συνάντησιν. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· παρὰ τὸ ὄρος παρελευσόμεθα. ἐὰν δὲ τοῦ ὕδατός σου πίω ἐγώ τε καὶ τὰ κτήνη, δώσω σοι τιμήν· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. δὲ εἶπεν· οὐ διελεύσῃ διἐμοῦ“ (Num. 20,17—20).
§146 τῶν παλαιῶν τινα λόγος ἔχει θεασάμενον ἐσταλμένην πολυτελῆ πομπὴν πρός τινας τῶν γνωρίμων ἀπιδόντα εἰπεῖν· „ ἑταῖροι, ἴδετε ὅσων χρείαν οὐκ ἔχω“, διὰ βραχείας φωνῆς μέγιστον καὶ οὐράνιον ὡς ἀληθῶς ἐπάγγελμα αὐχήσαντα. τί λέγεις;
§147 τὸν Ὀλυμπιακὸν ἀγῶνα κατὰ τοῦ πλούτου παντὸς ἐστεφάνωσαι καὶ τῶν ἐν αὐτῷ κεκράτηκας οὕτως, ὡς μηδὲν εἰς ἀπόλαυσίν τε καὶ χρῆσιν τῶν ἀπαὐτοῦ παραδέχεσθαι; θαυμάσιος μὲν λόγος, πολὺ δ γνώμη θαυμασιωτέρα τοσοῦτον πρὸς ἰσχὺν ἐπιδεδωκυῖα, ὡς ἤδη καὶ ἀκονιτὶ δύνασθαι νικᾶν ἀνὰ κράτος.
§148 ἀλλοὐχ ἑνὶ ἀνδρὶ ἔξεστι μόνον αὐχῆσαι παρὰ Μωυσῇ τὰ προτέλεια τῆς σοφίας ἀναδιδαχθέντι, ἀλλὰ καὶ ὅλῳ ἔθνει πολυανθρωποτάτῳ. τεκμήριον δέ· τεθάρρηκε καὶ ἐπιτετόλμηκεν ἑκάστου ψυχὴ τῶν γνωρίμων αὐτοῦ πρὸς τὸν βασιλέα τῶν φαινομένων ἁπάντων ἀγαθῶν τὸν γήινον Ἐδὼμὄντως γὰρ τὰ τῷ δοκεῖν ἀγαθὰ πάντα γήιναλέγειν· „ἤδη παρελεύσομαι διὰ τῆς γῆς σου.“
§149 ὑπερφυεστάτης καὶ μεγαλοπρεποῦς ὑποσχέσεως. πάντα, εἴπατέ μοι, ὑπερβῆναι παρελθεῖν παραδραμεῖν τὰ φαινόμενα καὶ νομιζόμενα γῆς [ὄντα] ἀγαθὰ δυνήσεσθε; καὶ οὐδὲν ἄρα τὴν εἰς τὸ πρόσω ὑμῶν ὁρμὴν ἀντιβιασάμενον ἐφέξει καὶ στήσει;
§150 ἀλλὰ τοὺς μὲν τοῦ πλούτου θησαυροὺς ἅπαντας ἑξῆς πλήρεις ἰδόντες ἀποστραφήσεσθε καὶ ἀποκλινεῖτε τὰς ὄψεις, τὰ δὲ τῶν προγόνων ἀξιώματα τῶν πρὸς πατρὸς καὶ μητρὸς καὶ τὰς ᾀδομένας παρὰ τοῖς πολλοῖς εὐγενείας ὑπερκύψετε; δόξαν δὲ, ἧς ἀντικαταλλάττονται πάντα ἄνθρωποι, κατόπιν ὥσπερ τι τῶν ἀτιμοτάτων ἀπολείψετε; τί δέ; ὑγείαν σώματος καὶ αἰσθήσεων ἀκρίβειαν καὶ κάλλος περιμάχητον καὶ ῥώμην ἀνανταγώνιστον καὶ τἄλλα ὅσοις τῆς ψυχῆς οἶκος τύμβος ὁτιοῦν χρὴ καλεῖν κεκόσμηται παραδραμεῖσθε, ὡς μηδὲν αὐτῶν κατατάξαι ἐν τῇ τῶν ἀγαθῶν μερίδι;
§151 ὀλυμπίου καὶ οὐρανίου ταῦτα ψυχῆς τὰ μεγάλα τολμήματα τὸν μὲν περίγειον χῶρον ἀπολελοιπυίας, ἀνειλκυσμένης δὲ καὶ μετὰ τῶν θείων φύσεων διαιτωμένης· θέας γὰρ ἐμπιπλαμένη τῶν γνησίων καὶ ἀφθάρτων ἀγαθῶν
§152 εἰκότως τοῖς ἐφημέροις καὶ νόθοις ἀποτάττεται. τί οὖν ὄφελος παρελθεῖν πάντα τὰ θνητῶν θνητὰ ἀγαθά, παρελθεῖν δὲ μὴ σὺν ὀρθῷ λόγῳ, ἀλλὡς ἔνιοι διὄκνον ῥᾳθυμίαν ἀπειρίαν ἐκείνων; οὐ γὰρ πανταχοῦ πάντα, ἄλλα δὲ παρἄλλοις τετίμηται.
§153 τούτου χάριν βουλόμενος τὸ μετὀρθότητος λόγου καταφρονητικοὺς τῶν εἰρημένων γενέσθαι παραστῆσαι τῷπαρελεύσομαιπροστίθησι τὸδιὰ τῆς γῆς σου“· τοῦτο γὰρ τὸ ἀναγκαιότατον ἦν, γενομένους ἐν ἀφθόνοις τῶν φαινομένων ἀγαθῶν ὕλαις ἁπάσαις ὑπὸ μηδενὸς τῶν προβληθέντων ὑφἑκάστης δικτύων ἁλῶναι, πυρὸς μέντοι τὸν τρόπον ἰσχῦσαι ῥύμῃ μιᾷ τὰς ἐπαλλήλους καὶ συνεχεῖς φορὰς διακλάσαι.
§154 διὰ μὲν δὴ τούτων φασὶπαρελεύσεσθαι“, διὰ δὲἀγρῶν καὶ ἀμπελώνωνοὐκέτι· τὰ γὰρ ἥμερα ἐν ψυχῇ φυτὰ ἡμέρους ἀποτίκτοντα καρπούς, ἀστείους μὲν λόγους, ἐπαινετὰς δὲ πράξεις, ὠγύγιος εὐήθεια παρέρχεσθαι· μένειν γὰρ ἔδει καὶ δρέπεσθαι καὶ ἀπλήστως ἐμφορεῖσθαι· κάλλιστον γὰρ ἐν ἀρεταῖς τελείαις ἀκόρεστος εὐφροσύνη, ἧς οἱ λεχθέντες ἀμπελῶνες σύμβολα.
§155 οἷς δ θεὸς ἐπινίφει καὶ ἐπομβρεῖ τὰς ἀγαθῶν πηγὰς ἄνωθεν, ἐκ λάκκου πίνομεν καὶ βραχείας [καὶ] κατὰ γῆς λιβάδας ἀναζητοῦμεν, ὕοντος ἡμῖν ἀνεπισχέτως οὐρανοῦ τὴν νέκταρος καὶ ἀμβροσίας τῶν μεμυθευμένων ἀμείνω τροφήν;
§156 ἔτι δὲ ποτὸν τεθησαυρισμένον ἐξ ἐπιτεχνήσεως ἀνθρώπων ἐξανιμῶντες ὑπόδρομον καὶ καταφυγὴν δυσελπιστίας ἔργον προσιέμεθα, οἷς τὸν ὀλύμπιον θησαυρὸν εἰς χρῆσιν καὶ ἀπόλαυσιν σωτὴρ τοῦ παντὸς ἤνοιξεν; εὔχεται γὰρ Μωυσῆς ἱεροφάντης, ἵναἀνοίξῃ κύριος ἡμῖν τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι ὑετόν“ (Deut. 28,12)· ἐπήκοοι δὲ αἱ τοῦ θεοφιλοῦς εὐχαί.
§157 τί δ’; μηδοὐρανὸν ὑετὸν λάκκον συνόλως τι τῶν ἐν γενέσει νομίσας ἱκανὸν εἶναι τρέφειν ἑαυτόν, ὑπερβὰς δὲ ταῦτα πάντα καὶ ἔπαθεν εἰπὼν θεὸς τρέφων με ἐκ νεότητος“ (Gen. 48,15) ἆρα οὐ δοκεῖ σοι πάντα ὅσα κατὰ γῆς ὕδατος συστήματα μηδἂν ἀξιῶσαι προσιδεῖν;
§158 οὐκ ἂν οὖν ἐκ λάκκου πίοι, δίδωσιν θεὸς τὰς ἀκράτους μεθύσματος πόσεις, τοτὲ μὲν διά τινος ὑπηρετοῦντος τῶν ἀγγέλων, ὃν οἰνοχοεῖν ἠξίωσε, τοτὲ δὲ καὶ διἑαυτοῦ, μηδένα τοῦ διδόντος καὶ τοῦ λαμβάνοντος μεταξὺ τιθείς.
§159 ἀνυπερθέτως οὖν τῇ βασιλικῇ πειρώμεθα βαδίζειν ὁδῷ, οἱ τὰ γήινα παρέρχεσθαι δικαιοῦντες· βασιλικὴ δἐστὶν ὁδός, ἧς δεσπότης ἰδιώτης μὲν οὐδὲ εἷς, μόνος δὲ καὶ μόνος βασιλεὺς ἀληθείᾳ.
§160 αὕτη δἐστί, καθὰ καὶ μικρῷ πρότερον εἶπον, σοφία, διἧς μόνης ἱκέτισι ψυχαῖς ἐπὶ τὸν ἀγένητον καταφυγὴ γίνεται· εἰκὸς γὰρ τὸν διὁδοῦ τῆς βασιλικῆς ἀκωλύτως ἰόντα μὴ πρότερον καμεῖν ἐντυχεῖν τῷ βασιλεῖ.
§161 τότε δὲ τήν τε ἐκείνου μακαριότητα καὶ τὴν ἰδίαν εὐτέλειαν γνωρίζουσιν οἱ προσελθόντες· καὶ γὰρ Ἀβραὰμ ἐγγίσας τῷ θεῷ ἑαυτὸν εὐθὺς ἔγνω γῆν καὶ τέφραν ὄντα (Gen. 18,27).
§162 μήτε δὲ ἐπὶ δεξιὰ μήτε ἐπὶ θάτερα τῆς βασιλικῆς ἀποκλινέτωσαν ὁδοῦ, ἀλλαὐτῇ τῇ μέσῃ προΐτωσαν. αἱ γὰρ ἐφἑκάτερα ἐκτροπαὶ τῇ μὲν ὑπερβολὰς εἰς ἐπίτασιν τῇ δὲ ἐλλείψεις πρὸς ἄνεσιν ἔχουσαι ὑπαίτιοι· οὐ γὰρ ἧττον τοῦ εὐωνύμου τὸ δεξιὸν ψεκτὸν ἐνταῦθα·
§163 παρὰ μέν γε τοῖς προπετῶς ζῶσι τὸ μὲν θράσος δεξιόν, ἀριστερὸν δὲ δειλία, παρὰ δὲ τοῖς ἀνελευθέροις περὶ χρημάτων διοίκησιν δεξιὸν μὲν φειδωλία, εὐώνυμον δὲ αἱ ἀνειμέναι δαπάναι· καὶ ὅσοι μέντοι ἐν τῷ λογίζεσθαι περιττοί, κρίνουσι τὸ μὲν πανοῦργον αἱρετόν, τὸ δὲ εὐηθικὸν φευκτόν· καὶ δεισιδαιμονίαν μὲν ὡς δεξιὸν ἄλλοι μεταδιώκουσιν, ἀποδιδράσκουσι
§164 δὡς φευκτὸν ἀσέβειαν. ἵνα οὖν μὴ ταῖς μαχομέναις κακίαις ἀναγκασθῶμεν ἐκτρεπόμενοι χρῆσθαι, τὴν μέσην ὁδὸν εὐθύνειν βουλώμεθά τε καὶ εὐχώμεθα· μέση δὲ θράσους μὲν καὶ δειλίας ἀνδρεία, ῥᾳθυμίας δὲ ἐκκεχυμένης καὶ φειδωλίας ἀνελευθέρου σωφροσύνη, πανουργίας τε αὖ καὶ μωρίας φρόνησις, καὶ μὴν δεισιδαιμονίας καὶ ἀσεβείας εὐσέβεια.
§165 αὗται μέσαι τῶν παρἑκάτερα ἐκτροπῶν εἰσι, βάσιμοι καὶ λεωφόροι ὁδοὶ πᾶσαι, αἷς οὐ θέμις ὀργάνοις σωματικοῖς ἀλλὰ ψυχῆς κινήσεσιν ἐφιεμένης τοῦ ἀρίστου συνεχῶς ἐμπεριπατεῖν.
§166 ἐπὶ τούτῳ μάλιστα δυσχεράνας γήινος Ἐδὼμδέδιε γὰρ περὶ τῆς τῶν ἑαυτοῦ δογμάτων ἀνατροπῆς τε καὶ συγχύσεωςἀπειλήσει πόλεμον ἀκήρυκτον, εἰ βιαζοίμεθα διέρχεσθαι τέμνοντες καὶ κείροντες ἀεὶ τὸν τῆς ψυχῆς αὐτοῦ καρπόν, ὃν ἐπὀλέθρῳ φρονήσεως σπείρας οὐκ ἐθέρισε· φησὶ γάρ· „οὐ διελεύσῃ διἐμοῦ· εἰ δὲ μή γε, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς ἀπάντησιν.“
§167 ἀλλὰ μηδὲν αὐτοῦ τῶν ἐπανατάσεων φροντίσαντες ἀποκρινώμεθα, ὅτιπαρὰ τὸ ὄρος πορευσόμεθα“, τουτέστιν ὑψηλαῖς καὶ μετεώροις ἔθος ἔχοντες ἐνομιλεῖν δυνάμεσι καὶ ὁρικῶς ἕκαστα σκοπεῖν, τὸν παντὸς οὑτινοσοῦν λόγον ἐρευνῶντες, διοὗ τὸ τί ἦν εἶναι γνωρίζεται, καταφρονητικῶς ἔχομεν πάντων ὅσα ἐκτός τε καὶ περὶ σῶμα· ταπεινὰ γὰρ ταῦτά γε καὶ λίαν χαμαίζηλα, σοὶ μὲν φίλα, ἐχθρὰ δὲ ἡμῖν αὐτοῖς, οὗ χάριν οὐδενὸς αὐτῶν προσαψόμεθα.
§168 εἰ γὰρ ἄκρῳ δακτύλῳ τὸ τοῦ λόγου δὴ τοῦτο μόνον ψαύσομεν, γέρας καὶ τιμήν σοι παρέξομεν· φρυαττόμενος γὰρ αὐχήσεις, ὡς καὶ ἡμῶν τῶν φιλαρέτων δελέασιν ἡδονῆς ὑπαχθέντων.
§169 ἐὰν γὰρ τοῦ ὕδατός σουφησίπίω ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι“, οὐ τὸν λεγόμενον ὦνον παρὰ ποιηταῖς, ἀργύριον χρυσίον ἄλλα ὅσα πρὸς τοὺς πιπράσκοντας ἔθος τοῖς ὠνουμένοις ἀντικαταλλάττεσθαι, ἀλλὰ τιμὴν τὸ γέρας νυνὶ παραλαμβάνει.
§170 τῷ γὰρ ὄντι πᾶς ἀκόλαστος ἄδικος δειλός, ὅταν ἴδῃ τινὰ τῶν αὐστηροτέρων πόνον φεύγοντα λήμματος ἡττώμενον πρός τι τῶν ἡδονῆς φίλτρων ἐκνενευκότα, χαίρει καὶ γέγηθε καὶ τετιμῆσθαι δοκεῖ, καὶ πρὸς τοὺς πολλοὺς ἐπινεανιευόμενος καὶ ἐπιχειρονομῶν ἄρχεται περὶ τῶν ἰδίων κακῶν ὡς σφόδρα ἀναγκαίων καὶ χρησίμων φιλοσοφεῖν, οὐκ ἄν, εἰ μὴ τοιαῦτα ἦν, φάσκων ὑπομεῖναι ἂν τὸν δεῖνα εὐδόκιμον ἄνδρα χρῆσθαι.
§171 λέγωμεν οὖν παντὶ μοχθηρῷ· ἐὰν τοῦ ὕδατός σου πίωμεν, ἐάν τινός σου τῶν κατὰ τὴν ἄκριτον φορὰν ψαύσωμεν, τιμὴν καὶ ἀποδοχὴν ἀντὶ δυσκλείας καὶ ἀτιμίαςτούτων γὰρ ἄξιος ὢν τυγχάνειςπαρεξόμεθα· καὶ γὰρ ἀμέλει τὸ πρᾶγμα περὶ ἐσπούδακας συνόλως οὐδέν ἐστιν.
§172 νομίζεις τι τῶν θνητῶν πραγμάτων ὄντως πρὸς ἀλήθειαν εἶναι καὶ ὑφεστάναι, ἀλλοὐχ ὥσπερ ἐπαἰώρας τινὸς ψευδοῦς καὶ ἀβεβαίου δόξης φορεῖσθαι κατὰ κενοῦ βαίνοντα, μηδὲν ψευδῶν ὀνειράτων διαφέροντα;
§173 εἰ δὲ μὴ θέλεις τὰς τῶν κατὰ μέρος ἀνθρώπων ἐξετάζειν τύχας, τὰς χωρῶν ὅλων καὶ ἐθνῶν πρός τε τὸ εὖ καὶ τὸ χεῖρον μεταβολάς· ἤκμασέ ποτε Ἑλλάς, ἀλλὰ Μακεδόνες αὐτῆς τὴν ἰσχὺν ἀφείλοντο. Μακεδονία πάλιν ἤνθησεν, ἀλλὰ διαιρεθεῖσα κατὰ μοίρας ἠσθένησεν, ἕως εἰς τὸ παντελὲς ἀπεσβέσθη.
§174 πρὸ Μακεδόνων τὰ Περσῶν ἐν εὐτυχίᾳ ἦν, ἀλλὰ μία ἡμέρα τὴν πολλὴν καὶ μεγάλην βασιλείαν αὐτῶν καθεῖλε, καὶ νῦν Παρθυηνοὶ Περσῶν τῶν πρὸ μικροῦ ἡγεμόνων ἐπικρατοῦσιν οἱ τότε ὑπήκοοι. ἔπνευσέ ποτε λαμπρὸν καὶ ἐπὶ μήκιστον Αἴγυπτος, ἀλλὡς νέφος αὐτῆς μεγάλη παρῆλθεν εὐπραγία. τί δὲ Αἰθίοπες, τί δὲ καὶ Καρχηδὼν καὶ τὰ πρὸς Λιβύην; τί δοἱ Πόντου βασιλεῖς;
§175 τί δΕὐρώπη καὶ Ἀσία καὶ συνελόντι φράσαι πᾶσα οἰκουμένη; οὐκ ἄνω καὶ κάτω κλονουμένη καὶ τινασσομένη ὥσπερ ναῦς θαλαττεύουσα τοτὲ μὲν δεξιοῖς τοτὲ δὲ καὶ ἐναντίοις πνεύμασι χρῆται;
§176 χορεύει γὰρ ἐν κύκλῳ λόγος θεῖος, ὃν οἱ πολλοὶ τῶν ἀνθρώπων ὀνομάζουσι τύχην· εἶτα ἀεὶ ῥέων κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας τὰ ἄλλων ἄλλοις καὶ πᾶσι τὰ πάντων ἐπινέμει, χρόνοις αὐτὸ μόνον ἀλλάττων τὰ παρἑκάστοις, ἵνα ὡς μία πόλις οἰκουμένη πᾶσα τὴν
§177 ἀρίστην πολιτειῶν ἄγῃ δημοκρατίαν. οὐδὲν οὖν ἔστι τῶν ἀνθρωπίνων σπουδασμάτων ἔργον καὶ πρᾶγμα οὐδέν, ἀλλὰ σκιά τις αὔρα πρὶν ὑποστῆναι παρατρέχουσα. ἔρχεται γὰρ καὶ πάλιν ἄπεισιν ὥσπερ ἐν ταῖς παλιρροίαις· τὰ γὰρ ἀμπωτίζοντα πελάγη ποτὲ μὲν μετὰ συρμοῦ καὶ πατάγου βίᾳ φέρεται καὶ ἀναχεόμενα λιμνάζει τὴν τέως χέρσον, ποτὲ δὲ ἐξαναχωροῦντα πολλὴν τῆς θαλάττης μοῖραν ἠπειροῖ·
§178 οὕτως οὖν ἔστιν ὅτε μέγα καὶ πολυάνθρωπον ἔθνος ἐπικλύσασα εὐπραγία ἑτέρωσε τὴν φορὰν τοῦ ῥεύματος παρατρέψασα οὐδὲ βραχεῖαν εἴασε λιβάδα, ἵνα μηδἴχνος ὑπολειφθῇ πιότητος ἀρχαίας.
§179 τούτων δοὐχ ἅπαντες ἀρτίους καὶ πλήρεις λαμβάνουσι λογισμούς, ἀλλοἷς ἔθος συνομαρτεῖν ὀρθῷ καὶ πεπηγότι ὅρῳ καὶ λόγῳ. οἱ γὰρ αὐτοὶ ἄμφω ταῦτα λέγουσι, καὶ τὸ γενέσεως πρᾶγμα ὅλον οὐδέν ἐστι, καὶ παρὰ τὸ ὄρος πορευσόμεθα·
§180 ἀδύνατον γὰρ τὸν μὴ ταῖς ὑψηλαῖς καὶ ὁρικαῖς χρώμενον ὁδοῖς ἀπογνῶναι μὲν τὰ θνητά, μετακλῖναι δὲ καὶ μεταναστῆναι πρὸς τὰ ἄφθαρτα. μὲν οὖν γήινος Ἐδὼμ τὴν οὐράνιον καὶ βασιλικὴν ἀρετῆς ὁδὸν ἐπιφράττειν ἀξιοῖ, δὲ θεῖος λόγος ἔμπαλιν τὴν ἐκείνου καὶ τῶν ὁμοζήλων· ὧν ἕνα καὶ τὸν Βαλαὰμ ἀναγραπτέον· γῆς γὰρ θρέμμα καὶ οὗτος, οὐκ οὐρανοῦ βλάστημα.
§181 τεκμήριον δέ· οἰωνοῖς καὶ ψευδέσι μαντείαις ἑπόμενος οὐδὅτε τὸ τῆς ψυχῆς μεμυκὸς ὄμμα ἀναβλέψαςεἶδε τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστῶτα“ (Num. 22,31), μετατραπόμενος ἐπέσχε τὸ ἀδικεῖν, ἀλλὰ πολλῷ τῷ τῆς ἀφροσύνης χρησάμενος ῥεύματι ἐπικλυσθεὶς κατεπόθη.
§182 τότε γὰρ ὡς ἀληθῶς οὐ δυσθεράπευτα μόνον ἀλλὰ καὶ παντελῶς ἀνίατα γίνεται τὰ τῆς ψυχῆς ἀρρωστήματα, ὅταν ἐπιστάντος ἐλέγχουλόγος δἐστὶ θεῖος, ἄγγελος ποδηγετῶν καὶ τὰ ἐν ποσὶν ἀναστέλλων, ἵνα ἄπταιστοι διὰ λεωφόρου βαίνωμεν τῆς ὁδοῦ (Psalm. 90,11.12) — τὰς ἀκρίτους ἑαυτῶν γνώμας πρὸ τῶν ὑφηγήσεων τάττωμεν τῶν ἐκείνου, ἃς ἐπὶ νουθεσίᾳ καὶ σωφρονισμῷ καὶ τῇ τοῦ παντὸς ἐπανορθώσει βίου συνεχῶς εἴωθε ποιεῖσθαι.
§183 διὰ τοῦθ μὴ πεισθείς, μὴ μετατρεπόμενος τῷ ἀντιβαίνοντι ἐλέγχῳφθορὰν τὴν μετὰ τῶν τραυματιῶν“ (Num. 31,8) αὖθις ἐνδέξεται, οὓς κατεκέντησε καὶ κατέτρωσε τὰ πάθη. γενήσεται δ τούτου συμφορὰ τοῖς μὴ τελέως δυσκαθάρτοις δίδαγμα αὐταρκέστατον τοῦ πειρᾶσθαι τὸν ἔνδον δικαστὴν ἔχειν εὐμενῆ· σχήσουσι δέ, εἰ μηδὲν τῶν ὀρθῶς ὑπαὐτοῦ γνωσθέντων ἀναδικάζοιεν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up