Philo Judaeus De Virtutibus
EN Lat Orig
De Virtutibus
§1–40
§1 Περὶ δικαιοσύνης καὶ τῶν καταὐτὴν ὅσα καίρια πρότερον εἰπὼν μέτειμι τῶν ἑξῆς ἐπἀνδρείαν, οὐχ ἣν οἱ πολλοὶ νομίζουσι τὴν ἀρειμάνιον λύτταν ὀργῇ συμβούλῳ χρωμένην, ἀλλὰ τὴν ἐπιστήμην.
§2 θράσει μὲν γὰρ ἐπαιρόμενοί τινες, συμπραττούσης σωματικῆς ἰσχύος, ταχθέντες κατὰ πόλεμον ἐν ταῖς παντευχίαις ἡβηδὸν μυρίους ὅσους τῶν ἀντιπάλων κατέβαλον, ἀνοίκειον μὲν εὔφημον δἀριστείας ὄνομα καρπωσάμενοι, διαφερόντως ὑπὸ τῶν τὰ τοιαῦτα κρινόντων εὐκλεεῖς νίκῃ νομισθέντες, ἄγριοι καὶ θηριώδεις ἐκ φύσεως καὶ μελέτης γεγονότες, αἵματος ἀνθρωπείου δεδιψηκότες.
§3 εἰσὶ δοἳ καὶ ἐν οἰκίᾳ διατρίβοντες, τῶν σωμάτων αὐτοῖς μακραῖς νόσοις ἐπιπόνῳ γήρᾳ κατεσκελετευμένων, ὑγιαίνοντες καὶ νεάζοντες τῷ κρείττονι μέρει τῆς ψυχῆς μεστοί τε φρονήματος καὶ θαρραλεωτάτης γέμοντες εὐτολμίας, ἀμυντηρίων ὅπλων μηδὄναρ ψαύοντες, βουλευμάτων ἀγαθῶν κοινωφελεστάταις εἰσηγήσεσι τά τε ἴδια ἑκάστων καὶ τὰ κοινὰ τῶν πατρίδων πεσόντα πολλάκις ἀνώρθωσαν, ἀνενδότοις καὶ ἀκαμπέσι χρησάμενοι τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς.
§4 οὗτοι μὲν οὖν τὴν ἀληθῆ διαπονοῦσιν ἀνδρείαν ἀσκηταὶ σοφίας ὄντες, ἐκεῖνοι δὲ τὴν ψευδώνυμον ἀμαθίᾳ, νόσῳ δυσθεραπεύτῳ, βιοῦντες, ἣν θρασύτητα κυρίως ἄν τις προσαγορεύσειεν, ὥσπερ φασὶν ἐν τοῖς νομίσμασι τὸ παράσημον ἐμφέρειαν τῆς ἀληθοῦς εἰκόνος.
§5 Οὐκ ὀλίγα μέντοι καὶ ἄλλα δυσυπομόνητα τῶν κατὰ τὸν ἀνθρώπινον βίον ὡμολόγηται, πενία καὶ ἀδοξία καὶ πήρωσις καὶ νόσων ἰδέαι πολύτροποι, πρὸς ἃς οἱ μὲν ὀλιγόφρονες μαλακίζονται, μηδὅσον ὑπἀτολμίας ἐγερθῆναι δυνάμενοι, ὅσοι δὲ φρονήσεως ὑπόπλεῳ καὶ γενναιότητος ἐπαποδύονται καρτερῶς καὶ σφόδρα ἐρρωμένως ἀντιφιλονεικοῦντες, τὰς ἀπειλὰς καὶ ἐπανατάσεις αὐτῶν πολὺν γέλωτα καὶ χλεύην τιθέμενοι, πενίᾳ μὲν πλοῦτον ἀντιτάττοντες, οὐ τὸν τυφλὸν ἀλλὰ τὸν ὀξὺ καθορῶντα, οὗ τὰ ἀγάλματα καὶ κειμήλια ψυχὴ πέφυκε ταμιεύειν.
§6 μυρίους γὰρ πενία κατεπάλαισεν, οἳ τρόπον ἀθλητῶν ἀπειρηκότων ὑπἀνανδρίας κατέπεσον μαλακισθέντες· ἐνδεὴς δὲ παρἀληθείᾳ δικαζούσῃ τὸ παράπαν οὐδὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον πλοῦτον· ἀέρα μέν, τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθἡμέραν τε καὶ νύκτωρ ἀναπνεόμενον, ἔπειτα δὲ πηγὰς ἀφθόνους καὶ ποταμῶν οὐ χειμάρρων μόνον ἀλλὰ καὶ αὐθιγενῶν ῥεῖθρα ἀέναα πρὸς ποτοῦ χρῆσιν, ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἐτησίους ὀπώρας ἀεὶ φέρουσι· τούτων γὰρ ἄπορος οὐδείς, ἀλλὰ πάντες οἱ πανταχοῦ πολλὴν ἄγουσι περιουσίαν.
§7 εἰ δέ τινες τὸν τῆς φύσεως πλοῦτον παροὐδὲν θέμενοι τὸν τῶν κενῶν δοξῶν διώκουσι, τυφλῷ πρὸ βλέποντος σκηριπτόμενοι καὶ ἡγεμόνι τῆς
§8 ὁδοῦ χρώμενοι πεπηρωμένῳ, πίπτειν ἐξ ἀνάγκης ὀφείλουσιν. μὲν δὴ σώματος δορυφόρος πλοῦτος φύσεως εὕρημα καὶ δῶρον ὢν ἤδη λέλεκται. τὸν δὲ σεμνότερον, ὃς οὐ πᾶσιν ἀλλὰ τοῖς ἀληθῶς σεμνοῖς καὶ θεσπεσίοις ἀνδράσι πρόσεστι, μηνυτέον. τοῦτον τὸν πλοῦτον σοφία χορηγεῖ διὰ λογικῶν καὶ ἠθικῶν καὶ φυσικῶν δογμάτων καὶ θεωρημάτων, ἐξ ὧν φύεσθαι τὰς ἀρετὰς συμβέβηκεν, αἳ τῆς ψυχῆς ὑποτέμνονται τὴν πολυτέλειαν εὐκολίας καὶ ὀλιγοδεΐας ἔρωτας ἐντίκτουσαι κατὰ τὴν πρὸς θεὸν ἐξομοίωσιν.
§9 ἔστι γὰρ μὲν θεὸς ἀνεπιδεής, οὐδενὸς χρεῖος ὤν, ἀλλαὐτὸς αὐταρκέστατος ἑαυτῷ· δὲ φαῦλος πολυδεής, ἀεὶ διψῶν τῶν ἀπόντων ἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἣν πυρὸς τρόπον ἀναρριπίζων καὶ ἀναφλέγων ἐπὶ πάντα μικρά τε αὖ καὶ μεγάλα τείνει· δὲ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητόν, τὸ δὲ μὴ πολυδεὲς διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.
§10 οὕτως μὲν πενίᾳ πλοῦτον ἀντιτάττουσιν· ἀδοξίᾳ δὲ εὔκλειαν· γὰρ ἔπαινος ὁρμητήριον ἔχων καλοκἀγαθίαν καὶ ὥσπερ ἀπὸ ἀενάου πηγῆς ἐκεῖθεν ῥέων ἀνεξετάστων ἀνθρώπων οὐκ ἐνομιλεῖ πλήθεσι τὰς τῆς ψυχῆς ἀνωμαλίας ἀβεβαίοις φωναῖς ἀπογυμνοῦν εἰωθότων, ἃς ἔστιν ὅτε λημμάτων αἰσχρῶν ἐπευωνίζοντες οὐκ ἐρυθριῶσιν κατὰ τῶν ἀριστίνδην ἐπιλεγομένων. ὀλίγος δὲ τούτων ἀριθμός ἐστιν· ἀρετὴ γὰρ οὐ πολύχουν ἐν θνητῷ γένει.
§11 πηρώσει γε μὴν αἰσθήσεων, συζῶντες ἔτι μυρίοι προαπέθανον τῷ μηδὲν ἀλεξίκακον εὑρεῖν δύνασθαι φάρμακον, ἀντικάθηται φρόνησις, τὸ κρατιστεῦον τῶν ἐν ἡμῖν, ἐνομματοῦσα διάνοιαν, πρὸς ὀξυωπίαν τῶν σώματος ὀφθαλμῶν ὅλῳ, φασί, καὶ τῷ παντὶ διενήνοχεν.
§12 οἱ μὲν γὰρ τὰς ἐπιφανείας τῶν ὁρατῶν καταθεῶνται, ἅμα δεόμενοι φωτὸς ἔξωθεν, δὲ καὶ διὰ βάθους χωρεῖ τῶν σωμάτων, ὅλα διὅλων καθἕκαστα τῶν μερῶν ἀκριβοῦσα καὶ περιαθροῦσα καὶ τὰς τῶν ἀσωμάτων φύσεις, ἃς ἐπισκοπεῖν αἴσθησις ἀδυνατεῖ· σχεδὸν γὰρ πᾶσαν ὀξυωπίαν ὀφθαλμοῦ καταλαμβάνει, μὴ προσδεομένη νόθου φωτός, ἀστὴρ οὖσα αὐτὴ καὶ σχεδόν τι τῶν ἐπουρανίων ἀπεικόνισμα καὶ μίμημα.
§13 νόσοι γε μὴν σωμάτων ὑγιαινούσης ψυχῆς ἥκιστα βλάπτουσιν· ὑγεία δὲ ψυχῆς εὐκρασία δυνάμεών ἐστι τῆς τε κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ τὸν λόγον, ἐπικρατούσης τῆς λογικῆς καὶ ὥσπερ ἀφηνιαστὰς ἵππους ἡνιοχούσης ἑκατέρας.
§14 ὄνομα ταύτης ἴδιον τῆς ὑγείας ἐστὶ σωφροσύνη, σωτηρίαν τῷ φρονοῦντι τῶν ἐν ἡμῖν ἀπεργαζομένη· \κινδυνεῦον γὰρ αὐτὸ πολλάκις ὑπὸ τῆς τῶν παθῶν φορᾶς κατακλύζεσθαι ὑποβρύχιον οὐκ ἐᾷ χωρεῖν, ἀλλὰ ἀνέλκει καὶ μετέωρον ἐξαίρει ψυχοῦσα καὶ ζῳογονοῦσα καὶ τρόπον τινὰ ἀπαθανατίζουσα.
§15 πάντα δὲ τὰ εἰρημένα ὑφηγήσεις εἰσὶ καὶ διδασκαλίαι πολλαχοῦ τῆς νομοθεσίας ἐστηλιτευμέναι, τοὺς μὲν εὐπειθεῖς μαλακώτερον ἀναπείθουσαι τοὺς δὲ ἀπειθεστέρους ἐμβριθέστερον καταφρονεῖν τῶν περὶ σῶμα καὶ ἐκτός, ἓν μὲν τέλος ἡγουμένους τὸ κατἀρετὴν βιοῦν, ζηλοῦντας δὲ καὶ τἄλλα ὅσα ἀγωγὰ πρὸς τοῦτο.
§16 καὶ εἴ γε μὴ διὰ τῶν προτέρων ἐτύγχανον ἕκαστα διεξεληλυθὼς τῶν εἰς ἀτυφίαν, ἐπειρώμην ἂν ἀπομηκύνειν ἐν τῷ παρόντι συνυφαίνων καὶ συνείρων τὰ δοκοῦντα σποράδην κεῖσθαι ἐν τόποις διαφέρουσιν·
§17 εἰρηκὼς δὅσα καιρὸς παλιλλογεῖν οὐ δικαιῶ. τοὺς μέντοι μὴ ἀποκνοῦντας ἀλλὰ διὰ σπουδῆς τιθεμένους ἐντυγχάνειν ταῖς πρὸ τούτων βίβλοις δεῖ νοῆσαι, ὅτι πάντα τὰ περὶ ἀτυφίας λεχθέντα σχεδόν ἐστι περὶ ἀνδρείας, ἐπειδήπερ εὐτόνου καὶ γενναίας καὶ σφόδρα νενευρωμένης ψυχῆς ἐστι καταφρονῆσαι πάντων ὅσα τῦφος εἴωθε σεμνοποιεῖν ἐπὶ διαφθορᾷ τοῦ πρὸς ἀλήθειαν βίου.
§18 Τοσαύτη δέ τίς ἐστι τῷ νόμῳ σπουδὴ καὶ φιλοτιμία περὶ τοῦ γυμνάσαι καὶ συγκροτῆσαι ψυχὴν πρὸς ἀνδρείαν, ὥστε καὶ περὶ ἐσθημάτων ὁποῖα ἐχρῆν ἀμπέχεσθαι διετάξατο ἀπειπὼν ἀνὰ κράτος ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν, ἕνεκα τοῦ μηδὲν ἴχνος σκιὰν αὐτὸ μόνον τοῦ θήλεος ἐπὶ λύμῃ τῆς ἄρσενος γενεᾶς προσάψασθαι· βούλεται γὰρ ἑπόμενος ἀεὶ τῇ φύσει τὰ οἰκεῖα καὶ συνῳδὰ ἀλλήλοις ἄχρι τῶν ἐσχάτων καὶ διεὐτέλειαν ἀφανεστέρων εἶναι δοκούντων νομοθετεῖν.
§19 ἐπειδὴ γὰρ τύπους σωμάτων ἑώρα καθάπερ ἐπὶ πλάτους χαραχθέντας ἀνομοίους ἀνδρός τε αὖ καὶ γυναικὸς καὶ βίον ἑκατέρῳ τῶν εἰδῶν οὐ τὸν αὐτὸν ἀπονεμηθέντατῷ μὲν γὰρ κατοικίδιος, τῷ δ πολιτικὸς προσκεκλήρωται —, κἀν τοῖς ἄλλοις ὅσα μὴ φύσεως μὲν ἔργα ἦν, φύσει δὲ ἀκόλουθα γνώμης ἀγαθῆς εὑρήματα, συμφέρον ἔκρινε διατάξασθαι· ταῦτα δἦν τὰ περὶ δίαιταν καὶ ἀμπεχόνην καὶ εἴ τι ὁμοιότροπον.
§20 ἠρρενῶσθαι γὰρ τόν γε πρὸς ἀλήθειαν ἄνδρα κἀν τούτοις ἠξίωσε καὶ μάλιστα ἐν ἐσθήμασιν, ἐπιφερόμενος ἀεὶ μεθἡμέραν τε καὶ νύκτωρ ὀφείλει μηδὲν ἔχειν ἀνανδρίας ὑπόμνημα.
§21 κατὰ τὰ αὐτὰ μέντοι καὶ τὴν γυναῖκα ἀσκήσας τοῖς ἁρμόττουσι κόσμοις ἐκώλυσεν ἀναλαμβάνειν ἀνδρὸς ἐσθῆτα, πόρρωθεν ὡς ἀνδρογύνους οὕτως καὶ γυνάνδρους φυλαξάμενος· ἑνὸς γάρ, καθάπερ ἐν ταῖς οἰκοδομίαις, ὑφαιρεθέντος ᾔδει καὶ τἄλλα μενοῦντα οὐκ ἐν ὁμοίῳ.
§22 Ἔτι τοίνυν τῶν ἀνθρωπείων πραγμάτων δυσὶ καιροῖς ἐμφερομένων, εἰρήνῃ τε καὶ πολέμῳ, τὰς ἀρετὰς ἔστιν ἰδεῖν ἐν ἀμφοτέροις ἐξεταζομένας. περὶ μὲν οὖν τῶν ἄλλων λέλεκται πρότερον καὶ αὖθις, εἰ γένοιτό τις χρεία, λεχθήσεται· τὰ δὲ νῦν ἀνδρείαν οὐ παρέργως ἐξεταστέον, ἧς τὰ μὲν κατεἰρήνην ἔργα πολλαχοῦ τῆς νομοθεσίας ὕμνησεν ἀεὶ τῶν καιρῶν στοχαζόμενος, περὶ ὧν ἐν τοῖς οἰκείοις τόποις ὑπεμνήσαμεν, τῶν δὲ κατὰ πόλεμον ἐνθένδε ποιησόμεθα τὴν ἀρχήν, ἐκεῖνο προειπόντες.
§23 ὅταν ποιῆται τὸν στρατιωτικὸν κατάλογον, οὐχ ἅπασαν τὴν νεότητα καλεῖν οἴεται δεῖν, ἀλλἔστιν οὓς παραιτεῖται προστιθεὶς αἰτίας εὐλόγους τῆς ἀστρατείας· αὐτίκα τοὺς κατεπτηχότας καὶ δειλούς, μελλήσοντας ὑπὸ τῆς ἐμφύτου μαλακίας ἁλίσκεσθαι καὶ δέος τοῖς ἄλλοις συμμάχοις ἐμποιεῖν.
§24 τὸ γὰρ ἑτέρου κακὸν εὖ πως πλησίον ἀναμάττεσθαι φιλεῖ, καὶ μάλιστἐν πολέμῳ, τοῦ λογισμοῦ διὰ τὴν ἀγωνίαν συγκεχυμένου καὶ τὰς τῶν πραγμάτων ἀντιλήψεις ἀκριβοῦν ἀδυνατοῦντος· τότε γὰρ εὐλάβειαν μὲν τὴν δειλίαν, τὸ δὲ φοβεῖσθαι προμηθές, ἀσφάλειαν δὲ τὴν ἀνανδρίαν εἰώθασι καλεῖν, αἴσχιστα ἔργα εὐπρεπέσι καὶ σεμναῖς κλήσεσιν ἐπαμπίσχοντες.
§25 ὅπως οὖν μὴ τὰ μὲν οἰκεῖα βλάπτηται διὰ τῆς τῶν εἰς τὸν πόλεμον ἰόντων ἀνανδρίας, ἐπικυδέστερα δὲ γίνηται τὰ τῶν ἐχθρῶν αἱρούντων καταφρονητικῶς τοὺς ἀγεννεῖς, ὄχλον ἀργὸν εἰδὼς οὐκ ὠφέλιμον ἀλλἐμπόδιον εἰς κατόρθωμα, ἀνεῖρξε τοὺς ἀτόλμους καὶ ἀναπίπτοντας δειλίᾳ, καθάπερ, οἶμαι, καὶ τοῖς τὰ σώματα νοσοῦσι στρατηγὸς οὐδεὶς ἀνάγκην ἐπιτίθησι πολεμεῖν, ὑποπαραιτουμένης ἀσθενείας.
§26 νόσος δέ τις καὶ δειλία, βαρυτέρα τῶν κατὰ τὸ σῶμα, τὰς ψυχῆς δυνάμεις καθαιροῦσα· τῶν μὲν γὰρ βραχὺν εἶναι συμβαίνει τὸν χρόνον τῆς ἀκμῆς, δἐστὶ κακὸν σύντροφον, μᾶλλον οὐχ ἧττον τῶν ἡνωμένων μερῶν προσπεφυκὸς ἐκ πρώτης ἡλικίας ἄχρι πανυστάτου γήρως, εἰ μὴ τύχοι θεὸς ἰώμενος· πάντα γὰρ θεῷ δυνατά.
§27 καὶ μὴν οὐδἅπαντας τοὺς εὐτολμοτάτους καλεῖ, κἂν σφόδρα ἐρρωμένοι καθἑκάτερον σῶμα καὶ ψυχὴν προαγωνίζεσθαι καὶ προκινδυνεύειν ἐθέλωσιν· ἀλλὰ τῆς γνώμης αὐτοὺς ἐπαινέσας, ὅτι κοινωνικὸν καὶ πρόθυμον καὶ ἀκατάπληκτον ἦθος ἐπιδείκνυνται, διερευνᾷ μή τισιν ἀναγκαίαις αἰτίαις ἐνδέδενται, ὧν ὁλκὸς δύναμις.
§28 εἰ γάρ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι ἀμπελῶνα φυτεύσας νεόφυτον, αὐτὸς εἰς γῆν τὰ κλήματα καθείς, μήπω τῆς ἐπικαρπίας καιρὸν ἔσχεν παρθένον ἐγγυησάμενος οὐκ ἔγημεν, ἀφείσθω πάσης στρατείας, φιλανθρώπως ὁμοῦ καὶ στρατηγικῶς
§29 τὴν ἄδειαν εὑρισκόμενος, ἕνεκα δυοῖν· ἑνὸς μὲν ἵνα, ἐπειδὴ τὰ κατὰ πολέμους ἄδηλα, μὴ τὰ τῶν πονησάντων ἀταλαιπώρως ἄλλοι λαμβάνωσι· χαλεπὸν γὰρ ἔδοξεν εἶναι, τῶν ἰδίων τινὰ μὴ ἀπόνασθαι δυνηθῆναι, ἀλλοἰκοδομεῖν μὲν ἕτερον, ἐνοικεῖν δὲ ἄλλον, καὶ φυτεύειν μέν τινα, τὸν δὲ μὴ φυτεύσαντα καρποῦσθαι, καὶ μνᾶσθαι μὲν ἄλλον, γαμεῖν δὲ τὸν μὴ μνώμενον, ὡς οὐ δεῖν ἀτελεῖς τὰς ἐλπίδας κατασκευάζειν τοῖς χρηστὰ τὰ κατὰ τὸν βίον προσδοκήσασιν·
§30 ἑτέρου δὲ ἵνα μὴ σώματι στρατευόμενοι ταῖς ψυχαῖς ὑστερίζωσιν· ἀνάγκη γὰρ αὐτῶν τὴν διάνοιαν ἐκεῖ τετάσθαι πόθῳ τῆς ἀπολαύσεως ὧν ἀφειλκύσθησαν· ὡς γὰρ οἱ πεινῶντες διψῶντες, ὅταν σιτίον ποτόν που παραφανῇ, διώκουσι καὶ ἐπιτρέχουσιν ἀμεταστρεπτὶ γλιχόμενοι μεταλαβεῖν, οὕτως οἱ περὶ νομίμου γυναικὸς οἰκίας χωρίου κτήσεως πονηθέντες καὶ ὅσον οὔπω τῇ ἐλπίδι νομίζοντες εἰς τὸν ἑκάστου τῆς χρήσεως ἀφῖχθαι καιρόν, ὅταν ἀφαιρεθῶσι τὴν ἀπόλαυσιν, σφαδᾴζουσιν, ὡς παρόντας μὴ παρεῖναι τῷ κρείττονι μέρει, ψυχῇ,
§31 διοὗ συμβαίνει κατορθοῦν τοὐναντίον. τούτους οὖν καὶ τοὺς ὁμοίους οὐκ οἴεται δεῖν εἰς τὸν στρατιωτικὸν ἄγειν κατάλογον, ἀλλοἷς οὐδὲν προενεληλυθὸς ὑποικουρεῖ πάθος, ὅπως ἐλευθέροις καὶ ἀφέτοις ὁρμαῖς ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδύωνται. καθάπερ γὰρ παντευχίας οὐδὲν ὄφελος ἀσθενεῖ σώματι λελωβημένῳ, ἣν ἀδυνατοῦν ἀπορρίψει, τὸν αὐτὸν τρόπον ἐρρωμένον σῶμα φθερεῖ τι κηραινούσης πάθος ψυχῆς μὴ συνᾷδον τοῖς παροῦσιν.
§32 εἰς ἅπερ ἀπιδὼν οὐ μόνον λοχαγοὺς καὶ στρατηγοὺς καὶ τοὺς ἄλλους τῆς στρατιᾶς ἡγεμόνας ἀλλὰ καὶ τῶν στρατιωτῶν ἕκαστον ἐπικρίνει, δοκιμάζων πῶς ἔχει πρός τε σώματος εὐεξίαν καὶ πρὸς εὐστάθειαν λογισμοῦ, σῶμα μὲν ἐξετάζων, εἰ ὁλόκληρον, εἰ ὑγιαῖνον ὅλον διὅλων, εἰ τοῖς μέρεσι καὶ μέλεσι πᾶσιν εὖ ἡρμοσμένον πρὸς τὰς ἐπιβαλλούσας ἑκάστῳ σχέσεις τε καὶ κινήσεις, ψυχὴν δέ, εἰ θαρραλεότητος καὶ εὐτολμίας ἀνάπλεως, εἰ ἀκατάπληκτος καὶ μεστὴ φρονήσεως | εὐγενοῦς, εἰ φιλότιμος καὶ ζωῆς ἀδόξου τὸν σὺν εὐκλείᾳ θάνατον προκρίνουσα.
§33 τούτων γὰρ ἕκαστον ἰδίᾳ καθαὑτό, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δύναμίς ἐστιν· ἀθρόα δεἰ συνέλθοιεν, ῥώμην ἄμαχόν τινα καὶ ἀνανταγώνιστον ἐκ πολλοῦ τοῦ περιόντος ἐπιδείξονται, κρατοῦντες ἀναιμωτὶ τῶν πολεμίων.
§34 Τῶν δὲ λεχθέντων σαφεστάτην πίστιν αἱ ἱεραὶ βίβλοι περιέχουσιν. ἔθνος πολυανθρωπότατόν ἐστιν Ἄραβες, οἷς ὄνομα παλαιὸν ἦν Μαδιηναῖοι. οὗτοι πρὸς Ἑβραίους φιλαπεχθημόνως ἔχοντες, οὐδενὸς ἕνεκα ἑτέρου μᾶλλον ὅτι τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβουσι καὶ τιμῶσι τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων προσκεκληρωμένοι, καὶ πάσας μὲν μηχανὰς τεχνάζοντες, πάσας δὲ πείρας καθιέντες, ἵνα ἀπὸ τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος τιμῆς αὐτοὺς ἀποστήσωσι καὶ μεθαρμόσωνται πρὸς ἀσέβειαν ἐξ ὁσιότητοςοὕτως γὰρ περιέσεσθαι ῥᾳδίως ὑπελάμβανον —, ἐπειδὴ μυρία καὶ λέγοντες καὶ δρῶντες ἀπειρήκεσαν, ὥσπερ οἱ θανατῶντες ἐφὧν ἀπογνῶσι σωτηρίας, καί τι τοιοῦτον ἐπινοοῦσι στρατήγημα.
§35 γυναικῶν τὰς περικαλλεστάτας μεταπεμψάμενοί φασιν αὐταῖς· „ὁρᾶτε, ὡς ἀπερίληπτός ἐστιν τῶν Ἑβραίων πληθύς. τῆς δὲ πληθύος ἐστὶν ἀργαλεώτερον ἐπιτείχισμα ὁμόνοια καὶ συμφωνία τούτων· αἴτιον δὲ τῆς ὁμονοίας τὸ ἀνωτάτω καὶ μέγιστον περὶ τοῦ ἑνὸς θεοῦ δόξα, ἀφἧς οἷα πηγῆς ἑνωτικῇ καὶ ἀδιαλύτῳ φιλίᾳ κέχρηνται πρὸς ἀλλήλους.
§36 ἡδονῇ δἁλωτὸν ἄνθρωπος, καὶ μάλιστα συνουσίᾳ τῇ πρὸς γυναῖκα. διαπρεπέσταται δἐστέ· καὶ φύσει μὲν ἀγωγὸν τὸ κάλλος, δὲ νεότης εἰς ἀκρασίαν εὐόλισθον.
§37 ἑταιρήσεως μοιχείας ὀνόματα μὴ δείσητε ὡς αἰσχύνην ἐποίσοντα, τὰς ἐκ τοῦ πράγματος ὠφελείας ἀντιτιθεῖσαι, διἃς τὰς ἐφἡμέραν ἀδοξίας μεθαρμόσεσθε εἰς ἀγήρω καὶ ἀτελεύτητον εὔκλειαν, τὰ μὲν σώματα ὅσα τῷ δοκεῖν προέμεναι, σόφισμα κατἐχθρῶν καὶ στρατήγημα, παρθένους δὲ τὰς ψυχὰς διαφυλάττουσαι, αἷς καὶ τὴν πρὸς τὸ μέλλον ἁγνείαν ἐπισφραγιεῖσθε.
§38 καὶ καινότατον πόλεμος οὗτος ἕξει κλέος διὰ γυναικῶν ἀλλοὐ διἀνδρῶν κατορθωθείς· τὸ μὲν γὰρ ἡμέτερον, ὁμολογοῦμεν, γένος οὗ γενήσεται ἧττα, διὰ τὸ πᾶσι τοῖς εἰς μάχην τοὺς ἀντιπάλους ἐπικυδεστέρους εἶναι, τὸ δὑμέτερον παντελῶς τὴν νίκην οἴσει καί, τὸ μέγιστον ἀγαθόν, τὰς δίχα κινδύνων ἀριστείας· ἀναιμωτὶ γάρ, μᾶλλον δὲ καὶ ἀκονιτί, κατὰ τὴν πρώτην φαντασίαν αὐτὸ μόνον ὀφθεῖσαι περιέσεσθε.“
§39 ταῦτἀκούσασαι, καθαροῦ βίου μηδὄναρ ᾐσθημέναι, παιδείας ὀρθῆς ἄγευστοι, συναινοῦσιν, ἅτε πεπλασμένον ἦθος σωφροσύνης τὸν ἄλλον χρόνον καθυποκρινάμεναι, καὶ πολυτελέσιν ἐσθῆσι καὶ ὅρμοις καὶ οἷς ἄλλοις εἴωθε διακοσμεῖσθαι γυνὴ πᾶσιν ἀσκηθεῖσαι καὶ τὸ ἐκ φύσεως κάλλος εὐμορφότερον ταῖς ἐπιμελείαις ἀπεργασάμεναιτὸ γὰρ ἀγώνισμα οὐ μικρὸν ἦν, θήρα νέων ἀθηράτωνεἰς τοὐμφανὲς προέρχονται.
§40 καὶ πλησίον γενόμεναι βλέμμασιν ἑταιρικοῖς καὶ στωμυλίᾳ λόγων καὶ σχέσεσι καὶ κινήσεσιν ἀκολάστοις δελεάζουσι τῆς νεότητος τὴν ὀλιγόφρονα μοῖραν, ἀνερμάτιστα καὶ ἀνίδρυτα ἤθη· καὶ διὰ τῆς τῶν σωμάτων αἰσχύνης ἀγκιστρευσάμεναι τὰς ψυχὰς τῶν συνελθόντων, ἐπὶ θυσίας ἀθύτους καὶ σπονδὰς ἀσυμβάτους καλέσασαι τῶν χειροκμήτων, ἀλλοτριοῦσι τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος θεραπείας θεοῦ.
§41–82
§41 τοῦτο διαπραξάμεναι τοῖς ἀνδράσιν εὐαγγελίζονται· καὶ ἔμελλον ἂν καὶ ἄλλους ἐπισπᾶσθαι τῶν μὴ σφόδρα βεβαίων, εἰ μὴ τοῦ πάθους λαβὼν οἶκτον εὐεργέτης καὶ ἵλεως θεὸς ἀνυπερθέτῳ κολάσει τῶν ἀπονοηθέντωνἦσαν δὲ τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδεςὥσπερ ὑπὸ χειμάρρου κατακλυσθῆναι κινδυνεύσαντας ἀνεχαίτισε φόβῳ νουθετήσας.
§42 δὲ τοῦ ἔθνους ἡγεμὼν ἐπαντλῶν τοῖς ὠσὶ τὰ ὑπὲρ εὐσεβείας δόγματα καὶ τὰς ψυχὰς τῶν ὑπηκόων τούτοις ἐπάγων ἐκ φυλῆς ἑκάστης χιλίους ἄνδρας ἀριστίνδην ἐπιλέξας καταλέγει, δίκας ἀναπράξων τῆς ἐνέδρας, ἣν ἐμηχανήσαντο διὰ τῶν γυναικῶν, ἐλπίσαντες μὲν ἅπασαν τὴν πληθὺν ἄνωθεν ἐξ ἄκρας ὁσιότητος καταβαλόντες διαφθεῖραι, μόνους
§43 δὲ τοὺς λεχθέντας δυνηθέντες. οἱ δὲ πρὸς πολλὰς μυριάδας ὀλίγος ἀριθμὸς ἀντιταχθέντες, ἐμπειρίαις ἅμα καὶ εὐτολμίαις χρώμενοι, καθάπερ αὐτός τις ἕκαστος ὅμιλος ὤν, καταφρονητικῶς πυκναῖς ἐπιτρέχοντες ταῖς φάλαγξι καὶ τοὺς ἐν ποσὶν ἀναιροῦντες ἠρήμουν τὰ βύζην συνεστηκότα στίφη καὶ ὅσα ἐφήδρευε πρὸς ἀναπλήρωσιν τῶν κενουμένων τάξεων, ὡς αὐτοβοεὶ πολλὰς μυριάδας καταστορέσαι καὶ μηδένα τῆς ἀντιταχθείσης νεότητος ἀπολιπέσθαι· κτείνουσι δὲ καὶ γυναῖκας τὰς συνεπιγραψαμένας ἀνδρῶν γνώμαις ἀνοσίοις, ζωγρήσαντες παρθένους, ἄκακον ἡλικίαν οἰκτισάμενοι.
§44 καὶ τοσοῦτον πόλεμον κατορθώσαντες οὐδένα τῶν ἰδίων ἀπέβαλον, ἀλλὁπόσοι καὶ ὁποῖοι προῆλθον εἰς τὴν μάχην ἐπανῄεσαν ἄτρωτοι καὶ ὁλόκληροι, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μετὰ διπλασίονος ῥώμης· γὰρ ἐκ τοῦ νικῆσαι χαρὰ τῆς προτέρας οὐκ ἐλάττονα τὴν ἰσχὺν ἀπειργάσατο.
§45 αἴτιον δὲ οὐδὲν ἦν τούτων ἕτερον τὸ σπουδάσαι φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἄρασθαι, ἐν καὶ προαγωνίζεται θεός, ἀήττητος ἐπικουρία, βουλὰς μὲν ἀγαθὰς ταῖς διανοίαις ὑφηγούμενος, ἀλκὴν δὲ τοῖς σώμασι κραταιοτάτην ἐντιθείς.
§46 πίστις δὲ τῆς ἐκ θεοῦ συμμαχίας τό τε ὑπὀλίγων πολλὰς μυριάδας ἁλῶναι καὶ τὸ μηδένα μὲν τῶν ἐχθρῶν διαφυγεῖν, μηδένα δὲ τῶν φίλων ἀναιρεθῆναι μήτε ἀριθμὸν μήτε σώματος δύναμιν ἐλαττωθέντων.
§47 ὅθεν ἐν τοῖς προτρεπτικοῖς φησιν· ἐὰν δικαιοσύνην καὶ ὁσιότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύῃς, βίον ἀπόλεμον βιώσῃ καὶ εἰς ἅπαν εἰρηνικόν, ἐνστάντος πολέμου ῥᾳδίως τῶν ἐχθρῶν περικρατήσεις, θεοῦ στραταρχοῦντος ἀοράτως, διἐπιμελείας ἐστὶ τοὺς ἀγαθοὺς σῴζειν ἀνὰ κράτος.
§48 μήτοὖν ἐὰν πολλαῖς μυριάσιν ἐπιτρέχωσιν πεζὸς ὁμοῦ καὶ ἱππότης στρατὸς εὐοπλοῦντες μήτε ἐὰν ἐρυμνὰ καὶ ἐπίμαχα προκαταλαβόμενοι χωρία τοποκρατῶσι μήτε ἐὰν ἀφθόνοις παρασκευαῖς χορηγῶνται, καταπλαγεὶς δείσῃς, κἂν ἁπάντων ἀπορῇς ὧν ἄγουσι περιουσίαν ἐκεῖνοι, συμμάχων, ὅπλων, τόπων εὐκαιρίας, παρασκευῶν·
§49 ἐκεῖνα γὰρ ὥσπερ ὁλκάδα πεπληρωμένην παντοίων ἀγαθῶν πολλάκις ἐπιπεσὼν ἄνεμος ἐξαίφνης ἀνέτρεψε καὶ κατέλυσε, τοῖς δεὐτελέσι καὶ λυπροῖς ὥσπερ ἀστάχυσιν ἤδη μεμυκόσιν ἐξ αὐχμοῦ καὶ ἀνομβρίας ἐπιψεκάζων καὶ ἐπινίφων θεὸς τὰς σωτηρίους δυνάμεις ἐμπαρέσχεν ἀνεγερθῆναί τε καὶ τελειογονῆσαι.
§50 ἐξ οὗ δῆλον, ὅτι δεῖ τοῦ δικαίου καὶ ὁσίου περιέχεσθαι· οἷς μὲν γὰρ τὸ θεῖον ἔνσπονδον, ἄκρως εὐδαίμονες, οἷς δὲ ἐχθρόν, ἐσχάτως κακοδαίμονες. τοσαῦτα καὶ περὶ ἀνδρείας εἰς τὸ παρὸν ἀποχρώντως λελέχθω.
§51 Τὴν δεὐσεβείας συγγενεστάτην καὶ ἀδελφὴν καὶ δίδυμον ὄντως ἑξῆς ἐπισκεπτέον φιλανθρωπίαν, ἧς ἐρασθεὶς ὡς οὐκ οἶδεἴ τις ἕτερος προφήτης τῶν νόμωνὁδὸν γὰρ οἷα λεωφόρον ἄγουσαν ἐφὁσιότητα ταύτην ἠπίστατοτοὺς ὑπαὐτὸν ἅπαντας ἤλειφε καὶ συνεκρότει πρὸς κοινωνίαν, παράδειγμα καλὸν ὥσπερ γραφὴν ἀρχέτυπον στηλιτεύσας τὸν ἴδιον βίον.
§52 τὰ μὲν οὖν ἐκ πρώτης ἡλικίας ἄχρι γήρως εἰς ἐπιμέλειαν καὶ κηδεμονίαν ἑνὸς ἑκάστου καὶ πάντων ἀνθρώπων πεπραγμένα αὐτῷ δεδήλωται πρότερον ἐν δυσὶ συντάξεσιν, ἃς ἀνέγραψα περὶ τοῦ βίου Μωυσέως. ἑνὸς δὲ δυοῖν ὧν ἐπὶ τελευτῇ κατώρθωσεν ἄξιόν ἐστιν ἐπιμνησθῆναι· δείγματα γάρ ἐστι τῆς συνεχοῦς καὶ ἀδιαστάτου καλοκἀγαθίας, ἣν ἀσύγχυτον ἐνεσφραγίσατο τῇ ψυχῇ χαρακτῆρι θείῳ τυπωθείσῃ.
§53 ἐπειδὴ γὰρ προθεσμία τῆς θνητῆς ζωῆς ἔμελλεν αὐτῷ περατοῦσθαι καὶ λογίοις ἀριδήλοις ἔγνω τὴν ἐνθένδε μετανάστασιν, οὐδένα τῶν ἄλλων βασιλέων ἰδιωτῶν ἐμιμήσατο, οἷς μία σπουδή τε καὶ εὐχὴ κληρονόμους παῖδας καταλιπεῖν, ἀλλὰ καίτοι πατὴρ γεγονὼς δυοῖν υἱοῖν οὐδετέρῳ τὴν ἀρχὴν ἀπέλιπεν ἡττηθεὶς εὐνοίας συγγενικῆς καὶ πάθους φιλοικείου· καίτοι, εἰ καὶ τὰ τῶν τέκνων διὑποψιῶν ἦν, ἀλλἀδελφιδῶν γοῦν οὐκ ἠπόρει καλῶν κἀγαθῶν, οἳ γέρας ἀρετῆς ἔσχον τὴν ἀνωτάτω ἱερωσύνην.
§54 ἀλλἴσως μεθέλκειν αὐτοὺς ἀπὸ τῆς θείας λειτουργίας οὐκ ἐδοκίμασεν καὶ ὅπερ εἰκὸς ἐνενόησεν, ὅτι ἀμήχανον τοὺς αὐτοὺς δύνασθαι καλῶς ἀμφοῖν ἐπιτροπεύειν, ἱερωσύνης τε καὶ βασιλείας, ὧν μὲν ἐπαγγέλλεται θεοῦ θεραπείαν, δἀνθρώπων ἐπιμέλειαν. ἴσως δὲ καὶ κριτὴν αὑτὸν οὐκ ἠξίωσε γενέσθαι πράγματος μεγάλου· μέγιστον δἐστὶ τὸν εὖ πεφυκότα πρὸς ἀρχὴν δοκιμάσαι καὶ σχεδὸν θείας δυνάμεως, μόνῃ καθορᾶν ἦθος ἀνθρώπου ῥᾴδιον.
§55 πίστις δὲ σαφεστάτη τοῦ δηλουμένου γένοιτἂν ἥδε. φίλος ἦν αὐτῷ καὶ γνώριμος σχεδὸν ἐκ πρώτης ἡλικίας γενόμενος, Ἰησοῦς ὄνομα, οὗ τὴν φιλίαν προὐξένησεν οὐδὲν τῶν παρὰ τοῖς ἄλλοις εἰωθότων, ἀλλἔρως οὐράνιος καὶ ἀκήρατος καὶ θεῖος ὄντως, ἐξ οὗ πᾶσαν ἀρετὴν φύεσθαι συμβέβηκεν· οὗτος ὁμωρόφιος καὶ ὁμοδίαιτος ἦν αὐτῷ, πλὴν ὁπότε ἐπιθειάσαντι καὶ χρησμῳδουμένῳ προσταχθείη μόνωσις· ὑπηρέτει μέντοι καὶ τὰς ἄλλας ὑπηρεσίας ἀεὶ διαφερόντως τῷ πλήθει, μόνον οὐχ
§56 ὕπαρχος ὢν καὶ τὰ τῆς ἡγεμονίας συνδιοικῶν. ἀλλὰ καίτοι βάσανον ἀκριβῆ λαβὼν ἐκ μακρῶν χρόνων τῆς ἔν τε λόγοις καὶ ἔργοις καλοκἀγαθίας αὐτοῦ καὶτὸ ἀναγκαιότατον. — εὐνοίας τῆς πρὸς τὸ ἔθνος, οὐδὲ τοῦτον ᾠήθη χρῆναι καταλιπεῖν διάδοχον, δεδιὼς μή ποτε ψευδοδοξῇ νομίζων ἀγαθὸν τὸν οὐκ ὄντα πρὸς ἀλήθειαν, ἐπειδὴ τὰ κριτήρια τῆς ἀνθρωπίνης γνώμης ἀμυδρὰ καὶ ἀβέβαιά πως εἶναι πέφυκεν.
§57 ὅθεν οὐ προπιστεύων ἑαυτῷ ποτνιᾶται καὶ καθικετεύει τὸν ἀοράτου ψυχῆς ἔφορον θεόν, μόνῳ διάνοιαν ἔξεστιν ἀκριβῶς θεωρεῖν, ἀριστίνδην ἑλέσθαι τὸν ἐπιτηδειότατον εἰς ἡγεμονίαν, ὃς οἷα πατὴρ ἐπιμελήσεται τῶν ὑπηκόων· καὶ τὰς καθαρὰς καὶ ὡς ἂν εἴποι τις τροπικώτερον παρθένους χεῖρας ἀνατείνας εἰς οὐρανόν φησιν·
§58 ἐπισκεψάσθω κύριος θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς πληθύος, εἰς ἐπιμέλειαν καὶ προστασίαν ποιμένα ὃς ἀνυπαιτίως ἀφηγήσεται, ἵνα μὴ γένηται σαθρὸν τὸ ἔθνος οἷα ποίμνη σπορὰς ἀγελάρχην οὐκ ἔχουσα.“
§59 καίτοι τίς οὐκ ἂν κατεπλάγη τῶν τότε τῆς εὐχῆς ἀκούσας, „τί φῄςεἰπών δέσποτα; οὐκ εἰσὶ μέν σοι γνήσιοι παῖδες, οὐκ εἰσὶ δἀδελφιδοῖ; μάλιστα μὲν τοῖς υἱοῖςκληρονόμοι γὰρ οὗτοι φύσει πρῶτοικατάλιπε τὴν ἀρχήν, εἰ δἀποδοκιμάζεις, τοῖς γοῦν ἀδελφιδοῖς.
§60 εἰ δὲ καὶ τούτους ἀνεπιτηδείους ὑπείληφας τὸ ἔθνος προκρίνων τῶν συγγενεστάτων καὶ οἰκειοτάτων, ἀλλἔστι γέ σοι φίλος ἄμεμπτος βάσανον ἀρετῆς τελείας δεδωκώς σοι τῷ πανσόφῳ· τί δὴ τοῦτον, εἰ μὴ γένους ἀλλὰ καλοκἀγαθίας αἵρεσίς ἐστιν, οὐκ ἀξιοῖς δοκιμάζειν;“
§61 ἀλλἀποφανεῖται ὅτιπάντων μὲν κριτὴν ποιεῖσθαι θέμις θεόν, διαφερόντως δὲ τῶν μεγάλων, ἐν οἷς τὸ εὖ γε χεῖρον μυρίους ὅσους εἰς εὐδαιμονίαν ἤγαγεν τοὐναντίον εἰς κακοδαιμονίαν. μεῖζον δοὐδὲν ἀρχῆς, τὰ πόλεων καὶ χωρῶν ὅσα κατὰ πόλεμον κατεἰρήνην ἐπιτέτραπται· ὡς γὰρ πρὸς εὔπλοιαν ἀγαθοῦ καὶ τὴν γνώμην καὶ τὴν ἐπιστήμην δεῖ κυβερνήτου, τὸν αὐτὸν τρόπον καὶ πρὸς εὐνομίαν ὑπηκόων τῶν ἑκασταχοῦ χρεία πανσόφου τινὸς ἡγεμόνος.
§62 σοφίαν δὲ πρεσβυτέραν οὐ μόνον τῆς ἐμῆς γενέσεως ἀλλὰ καὶ τῆς τοῦ κόσμου παντὸς οὖσαν οὔτε θέμις οὔτε δυνατὸν ἄλλῳ τῳ κρίνειν ἀλλ τῷ θεῷ καὶ τοῖς ἀδόλως καὶ καθαρῶς καὶ γνησίως αὐτῆς ἐρῶσιν.
§63 ἐδιδάχθην δἀπἐμαυτοῦ μηδἄλλον τινὰ τῶν ἐπιτηδείων εἶναι δοκούντων εἰς ἀρχὴν δοκιμάσαι. τὴν γοῦν ἐπιμέλειαν καὶ προστασίαν τῶν κοινῶν οὔταὐτὸς ἐθελοντὴς εἱλόμην οὔθὑπἄλλου τινὸς ἀνθρώπων χειροτονηθεὶς ἔλαβον, ἀλλὰ καὶ τοῦ θεοῦ χρησμοῖς ἐναργέσι καὶ λογίοις ἀριδήλοις ἐμφανῶς θεσπίζοντος καὶ προστάττοντος ἄρχειν ἀνεδυόμην ἱκετεύων καὶ ποτνιώμενος, εἰς τὸ μέγεθος ἀφορῶν τοῦ πράγματος, ἕως, ἐπειδὴ πολλάκις ἐκέλευε, δείσας ἐπειθάρχησα.
§64 πῶς οὖν οὐκ ἄτοπόν ἐστι μὴ τοῖς αὐτοῖς ἴχνεσιν ἐπακολουθῆσαι καὶ χρησάμενον ὅτἔμελλον ἄρχειν δοκιμαστῇ θεῷ πάλιν ἐπαὐτῷ μόνῳ θέσθαι τὴν χειροτονίαν τοῦ διαδόχου, μὴ συνεφαψαμένης ἀνθρωπίνης γνώμης, τὸ εἰκὸς συγγενέστερόν ἐστι τοῦ ἀληθοῦς, ἄλλως τε καὶ τῆς προστασίας οὐκ ἐπὶ τῷ τυχόντι ἔθνει γενησομένης, ἀλλὰ πολυανθρωποτάτῳ μὲν τῶν ἁπανταχοῦ πάντων, ἐπάγγελμα δὲ ἐπαγγελλομένῳ μέγιστον, ἱκεσίαν τοῦ ὄντως ὄντος, ὅς ἐστι ποιητὴς τῶν ὅλων καὶ πατήρ;
§65 ὅπερ γὰρ ἐκ φιλοσοφίας τῆς δοκιμωτάτης περιγίνεται τοῖς ὁμιληταῖς αὐτῆς, τοῦτο διὰ νόμων καὶ ἐθῶν Ἰουδαίοις, ἐπιστήμη τοῦ ἀνωτάτω καὶ πρεσβυτάτου πάντων αἰτίου, τὸν ἐπὶ τοῖς γενητοῖς θεοῖς πλάνον ἀπωσαμένοις· γενητὸς γὰρ οὐδεὶς ἀληθείᾳ θεός, ἀλλὰ δόξῃ μόνον, τὸ ἀναγκαιότατον ἀφῃρημένος, ἀιδιότητα.“
§66 Τοῦτο μὲν δὴ πρῶτον ἐναργέστατον δεῖγμα τῆς πρὸς ἅπαν τὸ ὁμόφυλον αὐτοῦ φιλανθρωπίας καὶ πίστεως· ἕτερον δὲ τοῦ λεχθέντος οὐκ ἀποδέον. ἐπειδὴ γὰρ ἀριστίνδην φοιτητὴς αὐτοῦ καὶ μιμητὴς τῶν ἀξιεράστων ἠθῶν Ἰησοῦς ἄρχων ἐδοκιμάσθη κριτηρίοις θείοις, οὐχ ὥσπερ ἂν ἕτερος ἐπὶ τῷ μὴ τοὺς υἱοὺς τοὺς ἀδελφιδοῦς αἱρεθῆναι κατήφησεν, ἀλλὰ ὑποπλησθεὶς ἀλέκτου χαρᾶς,
§67 ὅτι μελλήσοι τὸ ἔθνος ἐπιτρόπῳ χρῆσθαι τὰ πάντα ἀρίστῳκαλὸν γὰρ κἀγαθὸν ἐξ ἀνάγκης ᾔδει τὸν εὐάρεστον θεῷ —, λαβόμενος τῆς τούτου δεξιᾶς καὶ παραγαγὼν αὐτὸν εἰς ἠθροισμένον τὸ πλῆθος, μηδὲν περὶ τῆς αὑτοῦ τελευτῆς εὐλαβηθείς, ἀλλὰ ταῖς ἀρχαίαις εὐφροσύναις νέας ἑτέρας προσειληφὼς οὐ μόνον διὰ μνήμην τῶν πρότερον εὐπαθειῶν, αἷς κατακόρως διὰ παντὸς εἴδους ἀρετῆς ἐνετρύφησεν, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τοῦ μέλλειν ἀθανατίζεσθαι μεταβαλὼν ἐκ φθαρτοῦ βίου εἰς ἄφθαρτον, ἱλαραῖς ὄψεσιν ἐκ τῆς κατὰ ψυχὴν εὐθυμίας φαιδρὸς καὶ γεγηθώς φησιν·
§68 ἐμοὶ μὲν ἀπαλλάττεσθαι καιρὸς ἤδη τῆς ἐν σώματι ζωῆς· δὲ τῆς ὑμετέρας ἐπιτροπῆς διάδοχος οὗτός ἐστιν αἱρεθεὶς ὑπὸ θεοῦ“· καὶ τὰ χρησθέντα λόγια τῆς δοκιμασίας εὐθὺς ἐπεῖπεν, οἷς ἐπίστευσαν.
§69 καὶ πρὸς τὸν Ἰησοῦν ἀποβλέψας ἀνδραγαθίζεσθαι παραινεῖ καὶ σφόδρα ἰσχύειν ἐν ταῖς εὐβουλίαις, ἀγαθὰς μὲν γνώμας εἰσηγούμενον, ἀνενδότοις δὲ καὶ ἐρρωμένοις λογισμοῖς τὰ γνωσθέντα καλῶς τελειοῦντα. καὶ ταῦτἔλεγεν ἴσως οὐ δεομένῳ παραινέσεως, ἀλλὰ τὸ φιλάλληλον καὶ φιλοεθνὲς πάθος οὐ στέγων, ὑφοὗ τρόπον τινὰ κεντριζόμενος συνοίσειν ἐνόμιζεν ἀπεγύμνου.
§70 ἦν δὲ καὶ χρησμὸς αὐτῷ παρακαλέσαι τὸν διάδοχον καὶ εὐθαρσέστατον ἀπεργάσασθαι πρὸς τὴν τοῦ ἔθνους ἐπιμέλειαν, τὸ βάρος μὴ καταδείσαντα τῆς ἀρχῆς, ἵνα τοῖς ἔπειτα γένηται κανὼν καὶ νόμος ἅπασιν ἡγεμόσι πρὸς ἀρχέτυπον παράδειγμα Μωυσῆν ἀποβλέπουσι καὶ μηδεὶς φθονῇ βουλευμάτων ἀγαθῶν τοῖς διαδόχοις, ἀλλὑποθήκαις καὶ παραινέσεσι τὰς ψυχὰς αὐτῶν ἀλείφωσι καὶ συγκροτῶσι.
§71 δύναται γὰρ ἀνδρὸς ἀγαθοῦ παραίνεσις ἀναπεπτωκότας ταῖς γνώμαις ἐγεῖραι καὶ διάρασα εἰς ὕψος ἐπάνω τῶν καιρῶν καὶ τῶν πραγμάτων ἱδρύσασθαι φρόνημα γενναῖον καὶ ἀκατάπληκτον ἐνθεῖσα.
§72 τὰ δὲ ἁρμόττοντα τοῖς τε ὑπηκόοις καὶ τῷ κληρονόμῳ τῆς ἡγεμονίας διαλεχθεὶς ἄρχεται τὸν θεὸν ὑμνεῖν μετᾠδῆς, τελευταίαν αὐτῷ βίου τοῦ μετὰ σώματος εὐχαριστίαν ἀποδιδούς, ἀνθὧν ἀπὸ γενέσεως ἄχρι γήρως καιναῖς καὶ οὐ ταῖς ἐν ἔθει χάρισιν εὐηργετεῖτο·
§73 καὶ συναγαγὼν ἄθροισμα θεῖον, τὰ στοιχεῖα τοῦ παντὸς καὶ τὰ συνεκτικώτατα μέρη τοῦ κόσμου, γῆν τε καὶ οὐρανόν, τὴν μὲν θνητῶν ἑστίαν, τὸν δὲ ἀθανάτων οἶκον, ἐν μέσοις τὰς ὑμνῳδίας ἐποιεῖτο διὰ παντὸς ἁρμονίας καὶ συμφωνίας εἴδους,
§74 ἵνα κατακούσωσιν ἄνθρωποί τε καὶ ἄγγελοι λειτουργοί, οἱ μὲν ὡς γνώριμοι, πρὸς τὴν τῆς ὁμοίας εὐχαρίστου διαθέσεως διδασκαλίαν, οἱ δὡς ἔφοροι θεασάμενοι κατὰ τὴν σφῶν ἐμπειρίαν, μή τι τῆς ᾠδῆς ἐκμελές, καὶ ἅμα διαπιστοῦντες, εἴ τις ἄνθρωπος ὢν ἐνδεδεμένος σώματι φθαρτῷ δύναται τὸν αὐτὸν τρόπον ἡλίῳ καὶ σελήνῃ καὶ τῷ τῶν ἄλλων ἀστέρων πανιέρῳ χορῷ μεμουσῶσθαι τὴν ψυχὴν πρὸς τὸ θεῖον ὄργανον, τὸν οὐρανὸν καὶ τὸν σύμπαντα κόσμον, ἁρμοσάμενος.
§75 ταχθεὶς δἐν τοῖς κατὰ τὸν αἰθέρα χορευταῖς ἱεροφάντης ἀνεκεράσατο ταῖς πρὸς θεὸν εὐχαρίστοις ὑμνῳδίαις τὰ γνήσια πάθη τῆς πρὸς τὸ ἔθνος εὐνοίας, ἐν οἷς ἦσαν ἔλεγχοι παλαιῶν ἁμαρτημάτων, αἱ πρὸς τὸν παρόντα καιρὸν νουθεσίαι καὶ σωφρονισμοί, παραινέσεις αἱ πρὸς τὰ μέλλοντα διὰ χρηστῶν ἐλπίδων, αἷς ἐπακολουθεῖν ἀναγκαῖον αἴσια τέλη.
§76 Ὡς δἐτέλεσε τὰς χορείας ὁσιότητι καὶ φιλανθρωπίᾳ τρόπον τινὰ συνυφασμένας, ἤρξατο μεταβάλλειν ἐκ θνητῆς ζωῆς εἰς ἀθάνατον βίον κἀκ τοῦ κατὀλίγον συνῃσθάνετο τῆς τῶν ἐξ ὧν συνεκέκρατο διαζεύξεως, τοῦ μὲν σώματος ὀστρέου δίκην περιπεφυκότος περιαιρουμένου, τῆς δὲ ψυχῆς ἀπογυμνουμένης καὶ τὴν κατὰ φύσιν ἐνθένδε ποθούσης μετανάστασιν.
§77 εἶθἑτοιμασάμενος τὰ πρὸς ἔξοδον οὐ πρότερον ἐστείλατο τὴν ἀποικίαν τὰς τοῦ ἔθνους φυλὰς ἁπάσας εὐχαῖς ἐναρμονίοις [ἀριθμῷ δώδεκα] γερᾶραι διὰ τῆς τῶν φυλαρχῶν κατακλήσεως· ἃς ὅτι τελεσφορηθήσονται πιστευτέον· τε γὰρ εὐξάμενος θεοφιλὴς τε θεὸς φιλάνθρωπος ὑπὲρ ὧν τε αἱ αἰτήσεις εὐπατρίδαι καὶ εὐγενεῖς τὴν ἀνωτάτω τεταγμένοι τάξιν, ὑπὸ στρατάρχῃ τῷ ποιητῇ πάντων καὶ πατρί.
§78 [αἰτήσεις δἦσαν αἱ τῶν ἀληθινῶν ἀγαθῶν, οὐ μόνον ἐν τῷ θνητῷ ὅπως ὑπάρχωσιν αὐτοῖς βίῳ, ἀλλὰ πολὺ μᾶλλον ἐπὰν ἄνετος τοῦ τῆς σαρκὸς δεσμοῦ γένηται ψυχή.] μόνος γὰρ Μωυσῆς τὴν πρὸς τὰ θεῖα,
§79 ὡς ἔοικεν, ἐξ ἀρχῆς τὸ σύμπαν ἔθνος ὑπολαβὼν ἔχειν ἀναγκαιοτάτην συγγένειαν, πολὺ γνησιωτέραν τῆς ἀφαἵματος, πάντων ἀγαθῶν ὧν δὴ ἀνθρωπίνη φύσις χωρεῖ κληρονόμον ἀπέφηνεν, μὲν αὐτὸς εἶχεν, ἐξ ἑτοίμου διδούς, δὲ μὴ κέκτητο, τὸν θεὸν ἱκετεύων παρασχεῖν, εἰδὼς τὰς τῶν χαρίτων αὐτοῦ πηγὰς ἀενάους μὲν οὔσας, οὐ πᾶσι δἀνειμένας, ἀλλὰ μόνοις ἱκέταις· ἱκέται δεἰσὶν οἱ καλοκἀγαθίας ἐρῶντες, οἷς ἀρύτεσθαι θέμις ἀπὸ τῶν ἱερωτάτων πηγῶν διψῶσι σοφίας.
§80 Τὰ μὲν οὖν δείγματα τῆς τοῦ νομοθέτου φιλανθρωπίας καὶ κοινωνίας, ἐχρήσατο καὶ διεὐμοιρίαν φύσεως ἀγαθῆς κἀκ τῆς τῶν ἱερῶν λογίων ὑφηγήσεως, μεμήνυται. λεκτέον δὲ καὶ τοῖς ἔπειτα διετάξατο, εἰ καὶ μὴ πάνταοὐ γὰρ ῥᾴδιον —, τὰ γοῦν ἀγχίσπορα καὶ ἐγγυτάτω τῶν ἐκείνου βουλευμάτων.
§81 τὸ γὰρ ἐπιεικὲς καὶ ἥμερον οὐκ ἐν ταῖς πρὸς ἀνθρώπους αὐτὸ μόνον ἱδρύεται κοινωνίαις, ἀλλἐπιδαψιλευόμενος ἀναχεῖ πλουσίως αὐτὸ καὶ τείνει πρός τε τὰς τῶν ἀλόγων ζῴων φύσεις καὶ πρὸς τὰς τῶν ἡμέρων δένδρων ἰδέας. δὲ περὶ ἑκάστων ἐνομοθέτησε, λεκτέον ἐν μέρει τὴν ἀρχὴν ποιησάμενον ἀπἀνθρώπων.
§82 Ἀπαγορεύει τοίνυν ἀδελφῷ δανείζειν, ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ἀστὸς καὶ ὁμόφυλος , τόκους ἐπὶ χρήμασιν οὐ δικαιῶν ἐκλέγειν ὡς ἀπὸ θρεμμάτων ἔγγονα.
§83–116
§83 καὶ προτρέπει μὴ διὰ τοῦτἀναδύεσθαι καὶ συμβάλλειν ὀκνηρότερον, ἀλλἀνειμέναις χερσὶ καὶ γνώμαις μάλιστα μὲν χαρίζεσθαι τοῖς δεομένοις, λογιζομένους ὅτι καὶ χάρις τρόπον τινὰ δάνειόν ἐστιν, ἀποδοθησόμενον ἐν καιρῷ βελτίονι ἄνευ ἀνάγκης ἑκουσίῳ διαθέσει τοῦ λαβόντος, εἰ δὲ μὴ βούλοιντο δωρεῖσθαι, κιχράναι γοῦν ἑτοιμότατα καὶ προθυμότατα, μηδὲν ἔξω τῶν ἀρχαίων ἀποληψομένους.
§84 οὕτως γὰρ οὔθοἱ πένητες ἔμελλον ἀπορώτεροι γίνεσθαι, πλείονα ὧν ἔλαβον εἰσφέρειν ἀναγκαζόμενοι, οὔθοἱ συμβάλλοντες ἀδικεῖσθαι, προήκαντο μόνα κομιζόμενοι· καίτοι γε οὐ μόνα· σὺν γὰρ τοῖς ἀρχαίοις ἀντὶ τόκων οὓς λαβεῖν οὐκ ἠξίωσαν ἐπεισφέρονται τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, κοινωνίαν, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν· οἷς τίς κτῆσις ἐφάμιλλος;
§85 ἀπορώτατος μὲν οὖν καὶ μέγας βασιλεὺς ἀναφανεῖται κατὰ σύγκρισιν μιᾶς ἀρετῆς· τοῦ μὲν γὰρ πλοῦτος ἄψυχος ἐν ταμείοις καὶ μυχοῖς γῆς κατορωρυγμένος, ἀρετῆς δἐν ψυχῆς τῷ ἡγεμονικῷ· μεταποιεῖται δὲ αὐτοῦ καὶ τὸ καθαρώτατον τῆς οὐσίας, οὐρανός, καὶ γεννητὴς τῶν συμπάντων θεός. ἔτι τοίνυν τὴν ὀβολοστατῶν καὶ τοκογλύφων εὔπορον ἀπορίαν ἐν λόγῳ θετέον τῶν πολυχρύσων δοκούντων εἶναι βασιλέων οὐδὄναρ ἑωρακότων τὸν βλέποντα πλοῦτον;
§86 εἰσὶ δοἳ τοσαύτῃ κέχρηνται μοχθηρίας ὑπερβολῇ, ὥστε οὐκ ἔχοντες ἀργύριον τροφὰς δανείζουσιν ὡς πλείους ὧν ἔδοσαν αὖθις κομιζόμενοι. ταχύ γἂν οὗτοι μεταιτοῦσιν ἔρανον παράσχοιεν λιμὸν ἐν εὐθηνίᾳ καὶ εὐετηρίᾳ κατασκευάζοντες καὶ τὴν ἀθλίων ἀνθρώπων γαστρὸς ἔνδειαν προσοδευόμενοι καὶ μόνον οὐκ ἐπὶ τρυτάνης ἱστάντες σιτία καὶ ποτά, μὴ καθέλκῃ ῥοπή.
§87.1 τοῖς οὖν μεθέξουσι τῆς καθαὑτὸν ἱερᾶς πολιτείας ἀναγκαίως παραγγέλλει τὰς ἰδέας τῶν τοιούτων πόρων ἐκτρέπεσθαι· δουλοπρεποῦς γὰρ καὶ σφόδρα ἀνελευθέρου ψυχῆς τὰ ἐπιτηδεύματα μεταβεβληκυίας εἰς ἀγριότητα καὶ θηρίων φύσιν.
§87.2 1 ἐπεισφέρονται om. v (ἔλαβον supplere voluit Mang.) 2 ἡμερότητα, κοινωνίαν om. V 3 οἷς τιlς S: ἧς C, εἰς G2 ὧν ceteri (Turu.) κτήσεις (G2 ἐφάμλος om. in lac. G1 post ἐφάμιλλος add. οὐδεμία Α ἀπορώτατος] προορώτατος F1G2, πραώτατος H1P, πενιχρότατος Α 4 ἀναφανεῖται S: ἀναφαίνεται ceteri (v) 5 μυχοῖς γῆς SHP: γῆς μυχοῖς GAFG1, γῆν μυχοῖς G1 ἀρετῆς δS: τῆς δέ ceteri (Turn.; τῆς δέ ἀρετῆς Mang.) 6 δέ SG1: δAH, διCFG2P 7 γενητῆς HP, γεννἐτης S2 τῆς τῶν συμπάντων οὐσίας θεός Α τοίνυν] νῦν CG2 8 ἄπορον εὐπορίαν Α ἐν λόγω θετέον S: λόγω θετέον CG2 (v), λογοθετέον FG1HP, λογιστεύει Α τῶν S: om. ceteri (v) 9 τὸν S: om. ceteri (Turn.) βλέποντα] μέλλοπα S 10 ὥστΑ 11 ἔδοσαν] ἔλαβον S κομιζόμενοι CFG2H1P: κομtσόμενοι SAG1H(v) ; κομιούμενοι conicio 12 ταχὺ] τάχα coni. Mang. γἂν SCFG1: γάρ AG2, γοῦν HP (v) ὡς ἔρανον Α ἐν om. F 12. 13 ἐν εὐετηρία καὶ ἐν εὐθηνία S 13 τὴν S: τῶν A, τῆς ceteri (v) ἄθλων F, ἀθλίας HP (Turn.) 14 pr. καὶ S: om. ceteri (v) μόνον οὐ γὰρ F, σιτία om. G2 alt. καὶ] ὡς, τοῦ G1 ποτά S: om. ceteri (v) 14.15 μὴ καθέλκῃ ῤοπή S: μὴ καθέλκειν ῤοπὴν (πλάστιγγος add. A) ceteri (v) 15. καθαὑτὸν S: καταὐτὸν cetcri (v) ἱερᾶς πολιτείας SF2: πολιτείας ἱερᾶς ceteri (v) 16 ἀναγκαῖον F εἰδἐας S πόρων] σπόρων F, παρὧν S 18 μεταβεβληκυίας S: μεταβεβληκότας FG2Η1Ρ, μεταβεβληκότα Α, μεταβεβληκότος C, μεταβεβληκέναι G1, μεταβεβηκυίας Η2 (Turn.) eηρίων] θήρειον coni. Mang.
§88 Ἕν τι τῶν εἰς φιλανθρωπίαν τεινόντων παράγγελμα κἀκεῖνο διατάττεται, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι, οὐ μόνον ὅτι τὴν χρείαν ἐφἣν παρελήφθη παρασχόντα δίκαιον ἦν τὸν ἐπὶ τῇ ὑπηρεσίᾳ μισθὸν ἀνυπερθέτως ἀπολαβεῖν, ἀλλὅτι καί, ὡς εἶπόν τινες, ἐφημερόβιος ὢν χειροτέχνης ἀχθοφόρος, ὅλῳ τῷ σώματι κακοπαθῶν ὑποζυγίου τρόπον, ἐπὶ τῷ μισθῷ τέθειται τὴν ἐλπίδα· ὃν εἰ μὲν εὐθὺς κομίσαιτο, γήθει καὶ ῥώννυται πρὸς τὴν ἐπιοῦσαν προθυμίᾳ διπλασίονι ἐργασόμενος, εἰ δὲ μὴ κομίσαιτο, πρὸς τῷ σφόδρα ἄχθεσθαι καὶ τοὺς τόνους ὑπὸ λύπης ἐκλυθεὶς ἀναπέπτωκεν, ὡς ἀδυνατεῖν πρὸς τὰ ἐν ἔθει τῶν ἔργων ἀπαντᾶν.
§89 Ἔτι φησί· δανειστὴς μὴ ἐπεισίτω χρεωστῶν οἰκίαις ἐνέχυρόν τι καὶ ῥύσιον ἐπὶ τῷ δανείῳ μετὰ βίας ληψόμενος, ἀλλἐν προθύροις ἔξω παρεστὼς ἀναμενέτω κελεύων ἡσυχῇ προφέρειν. οἱ δέ, ἂν ἔχωσι, μὴ ἀναδυέσθωσαν, εἴ γε ἁρμόττει τὸν μὲν μὴ τῷ δύνασθαι καταχρῆσθαι πρὸς τὸ αὐθαδέστερον ἐφὕβρει τῶν δανεισαμένων, τοὺς δὲ πρὸς ὑπόμνησιν τῆς τῶν ἀλλοτρίων ἀποδόσεως ἄξια παρέχειν ἐνέχυρα.
§90 Τίς γε μὴν οὐκ ἂν ἀγάσαιτο τοῦ περὶ τοὺς θεριστὰς τρυγητὰς διατάγματος; κελεύει γὰρ ἐν μὲν τῷ ἀμήτῳ μήτε τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι μήτε πάντα τὸν σπόρον κείρειν, ἀλλὑπολείπεσθαί τι τοῦ κλήρου μέρος ἄτμητον, ἅμα μὲν τοὺς εὐπόρους μεγαλόφρονας καὶ κοινωνικοὺς κατασκευάζων ἐκ τοῦ τι προϊέναι τῶν ἰδίων καὶ μὴ πᾶσι προσκεχηνέναι καὶ πάντα συμφορεῖν καὶ συγκομίζειν οἴκαδε θησαυροφυλακήσοντας, ἅμα δὲ τοὺς πένητας εὐθυμοτέρους ἀπεργαζόμενος· ἐπειδὴ γὰρ κτημάτων ἰδίων ἀποροῦσιν, ἐφίησιν αὐτοῖς εἰς τὰ τῶν ὁμοφύλων εἰσιέναι κἀκ τῶν ὑπολειφθέντων ὡς οἰκείων ἀμᾶν.
§91 ἐν δὲ καιρῷ τῆς ὀπώρας πάλιν δρεπομένοις κληρούχοις προστάττει μήτε ῥῶγας ἀποπιπτούσας συλλέγειν μήτε ἐπανατρυγᾶν ἀμπελῶνας. τὰ δαὐτὰ καὶ τοῖς ἐλαιαλογοῦσι διατάττεται, καθάπερ φιλοστοργότατος καὶ δικαιότατος πατὴρ οὐχὶ ταῖς αὐταῖς εὐπραγίαις κεχρημένων παίδων, ἀλλὰ τῶν μὲν ἐν περιουσίᾳ ζώντων, τῶν δεἰς ἀπορίαν ἐσχάτην περιηκόντων, οὓς ἐλεῶν καὶ οἰκτείρων ἐπὶ τὰ κτήματα τῶν ἀδελφῶν καλεῖ μεθέξοντας ὡς ἰδίων τῶν ἀλλοτρίων, οὐκ ἀναισχύντως ἀλλεἰς ἐπανόρθωσιν ἐνδείας, καὶ οὐ μόνον καρποῦ μετουσίας ἀλλὰ καὶ κτημάτων ὅσα τῷ δοκεῖν.
§92 εἰσὶ δοἳ οὕτως ῥυπῶσι τὰς διανοίας προστετηκότες ἀργυρισμῷ καὶ δυσθανατῶντες περὶ πᾶσαν ἰδέαν κέρδους, τὸ πόθεν ἂν γένοιτο μὴ σκεπτόμενοι, ὥστε ἐπανατρυγῶσι μὲν τοὺς ἀμπελῶνας καὶ ἐλαιῶνας, τὴν δὲ κριθοφόρον καὶ σιτοφόρον γῆν ἀναθερίζουσι, τὴν δουλοπρεπῆ καὶ ἀνελεύθερον μικροψυχίαν αὑτῶν ἐλέγχοντες καὶ ἅμα ἀσεβοῦντες.
§93 ὀλίγα μὲν γὰρ αὐτοὶ τῶν εἰς γεωργίαν παρέσχον, τὰ δὲ πλεῖστα καὶ ἀναγκαιότατα τῶν εἰς καρποφορίαν καὶ εὐγονίαν φύσις, καιρίους ὑετούς, ἀέρος εὐκρασίας, τὰς τιθηνοὺς τῶν φυομένων συνεχεῖς καὶ μαλακὰς δρόσους, ζωτικωτάτας αὔρας, ὡρῶν τῶν ἐτησίων ἀζημίους γενέσεις, ὡς μήτε θέρος περιφλέγοι μήτε κρυμὸς περιψύχοι μήτἔαρος καὶ μετοπώρου τροπαὶ βλάπτοιεν τὰ γεννώμενα.
§94 καὶ ταῦτεἰδότες καὶ ὁρῶντες ἀεὶ τὴν φύσιν τελεσιουργοῦσαν καὶ πλουσίαις χάρισι δωρουμένην ὅμως τὰς ἐκείνης εὐεργεσίας σφετερίζεσθαι τολμῶσι καὶ ὡς αὐτοὶ πάντων αἴτιοι μεταδιδόασιν οὐδενὸς οὐδενί, μισανθρωπίαν ὁμοῦ καὶ ἀσέβειαν ἀσκοῦντες. οὕς, ἐπειδὴ γνώμαις ἑκουσίοις ἀρετὴν οὐ διεπόνησαν, ἄκοντας νουθετεῖ καὶ σωφρονίζει νόμοις ἱεροῖς, οἷς μὲν σπουδαῖος ἐθελοντής, δὲ μοχθηρὸς ἄκων πειθαρχεῖ.
§95 Κελεύουσιν οἱ νόμοι δεκάτας μὲν ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ θρεμμάτων ἡμέρων καὶ ἐρίων ἀπάρχεσθαι τοῖς ἱερωμένοις, ἀπὸ δὲ τῆς κατἀγροὺς ὀπώρας καὶ τῶν ἄλλων ἀκροδρύων κατὰ τὸ ἀνάλογον τῆς κτήσεως ἐν ταλάροις πλήρεσι κομίζειν σὺν ᾠδαῖς εἰς τὸν θεὸν πεποιημέναις, ἃς ἀναγράπτους στηλιτεύουσιν αἱ ἱερώταται βίβλοι, καὶ προσέτι βοῶν καὶ προβάτων καὶ αἰγῶν τὰ πρωτότοκα μὴ ὥσπερ ἴδια κατατάττειν ἐν ταῖς ἀγέλαις, ἀλλὰ καὶ ταῦτα νομίζειν ἀπαρχάς, ὅπως ἐξεθιζόμενοι τῇ μὲν τιμᾶν τὸ θεῖον τῇ δὲ μὴ πάντα κερδαίνειν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ ταῖς ἀρετῶν ἡγεμονίσιν ἐπικοσμῶνται.
§96 Πάλιν ἐὰν ἴδῃς, φησί, τινὸς τῶν οἰκείων φίλων συνόλως ὧν οἶδας ἀνθρώπων ὑποζύγιον ἐν ἐρημίᾳ πλανώμενον, ἀπαγαγὼν ἀπόδος· κἂν ἄρα τύχῃ μακρὰν ἀφεστὼς δεσπότης, μετὰ τῶν σαυτοῦ διαφύλαξον, ἄχρις ἂν ἐπανελθὼν κομίσηται παρακαταθήκην ἣν οὐκ ἔδωκεν, ἀλλἣν αὐτὸς ἐξευρὼν ἕνεκα φυσικῆς κοινωνίας ἀποδίδως.
§97 Τὰ δὲ περὶ τοῦ ἑβδόμου ἔτους νομοθετηθέντα, καθ δεῖ τὴν μὲν χώραν ἀνίεσθαι πᾶσαν ἀργὴν ἀφιεμένην, τοὺς δὲ πένητας ἀδεῶς τοῖς τῶν πλουσίων χωρίοις ἐπιβατεύειν δρεψομένους τὸν ἀπαυτοματισθέντα καρπόν, δώρημα φύσεως, ἆροὐ χρηστὰ καὶ φιλάνθρωπα;
§98 ἑξαετίαν, φησίν, ἀπολαυέτωσαν οἱ κτήτορες ἀνθὧν ἐκτήσαντο καὶ ἐγεωπόνησαν, ἕνα δὲ ἐνιαυτὸν ἕβδομον οἱ ἀκτήμονες καὶ ἀχρήματοι, μηδενὸς τῶν κατὰ γεωργίαν ἐπιτελεσθέντος· ἄδικον γὰρ ἦν, ἑτέρους μὲν πονεῖν, ἑτέρους δὲ καρποῦσθαι· ἀλλἵνα τρόπον τινὰ τῶν χωρίων ἀδεσπότων ἐαθέντων, μὴ συνεφαψαμένης γεωργίας, ἄρτιαι καὶ πλήρεις αἱ χάριτες ἐκ θεοῦ μόνου γίνωνται προαπαντῶσαι τοῖς δεομένοις.
§99 τί δὅσα περὶ τοῦ πεντηκοστοῦ ἐνιαυτοῦ διατέτακται, οὐχὶ πᾶσαν ὑπερβάλλει φιλανθρωπίαν; καὶ τίς οὐκ ἂν εἴποι τῶν μὴ χείλεσιν ἄκροις ἀπογευσαμένων τῆς νομοθεσίας, ἀλλἐπὶ πλέον ἑστιαθέντων καὶ ἐντρυφησάντων ἡδίστοις ἅμα καὶ καλλίστοις δόγμασιν;
§100 ἐπιτελεῖται μὲν γὰρ καὶ τῷ ἑβδόμῳ, προσείληφε δὲ ἔτι μείζονα, ἀνάληψιν τῶν ἰδίων κτημάτων, διὰ καιροὺς ἀβουλήτους παρεχώρησαν ἑτέροις· οὔτε γὰρ παγκτησίαν ἔχειν τῶν ἀλλοτρίων ἐφίησι, τὰς εἰς πλεονεξίαν ἐπιφράττων ὁδοὺς ἕνεκα τοῦ στεῖλαι τὴν ἐπίβουλον καὶ πάντων κακῶν αἰτίαν ἐπιθυμίαν, οὔτε τοὺς κληρούχους εἰς ἅπαν ᾠήθη χρῆναι τῶν οἰκείων ἀποστερεῖσθαι, πενίᾳ διδόντας δίκας, ἣν κολάζεσθαι μὲν οὐ θέμις, ἐλεεῖσθαι δὲ ἀναγκαῖον.
§101 ἔστι δὲ καὶ ἄλλα μυρία τῶν ἐν μέρει διατεταγμένων πρὸς τοὺς ὁμοεθνεῖς χρηστὰ καὶ φιλάνθρωπα, ὧν ἀποχρώντως ἐν ταῖς προτέραις συντάξεσιν ἐπιμνησθεὶς ἀρκεσθήσομαι τοῖς ἀρτίως εἰρημένοις, δείγματος ἕνεκα καιρίως προσπαρέλαβον.
§102 Νομοθετήσας δὲ περὶ τῶν ὁμοεθνῶν καὶ τοὺς ἐπηλύτας οἴεται δεῖν προνομίας τῆς πάσης ἀξιοῦσθαι, γενεὰν μὲν τὴν ἀφαἵματος καὶ πατρίδα καὶ ἔθη καὶ ἱερὰ καὶ ἀφιδρύματα θεῶν γέρα τε καὶ τιμὰς ἀπολελοιπότας, καλὴν δἀποικίαν στειλαμένους τὴν ἀπὸ τῶν μυθικῶν πλασμάτων πρὸς τὴν ἀληθείας ἐνάργειαν καὶ τὸν σεβασμὸν τοῦ ἑνὸς καὶ ὄντως ὄντος θεοῦ.
§103 κελεύει δὴ τοῖς ἀπὸ τοῦ ἔθνους ἀγαπᾶν τοὺς ἐπηλύτας, μὴ μόνον ὡς φίλους καὶ συγγενεῖς ἀλλὰ καὶ ὡς ἑαυτούς, κατά τε σῶμα καὶ ψυχήν, κατὰ μὲν σῶμα ὡς οἷόν τε κοινοπραγοῦντας, κατὰ δὲ τὴν διάνοιαν τὰ αὐτὰ λυπουμένους τε καὶ χαίροντας, ὡς ἐν διαιρετοῖς μέρεσιν ἓν εἶναι ζῷον δοκεῖν, ἁρμοζομένης καὶ συμφυὲς ἀπεργαζομένης τῆς καταὐτὸ κοινωνίας.
§104 οὐκέτἂν εἴποιμι περὶ σιτίων καὶ ποτῶν καὶ ἐσθῆτος καὶ τῶν ἄλλων ὅσα περὶ δίαιταν καὶ τὰς ἀναγκαίας χρείας, τοῖς ἐπηλύτοις δίδωσιν νόμος παρὰ τῶν αὐτοχθόνων· ἕπεται γὰρ ταῦτα πάντα θεσμοῖς τοῖς τῆς εὐνοίας τοῦ στέργοντος ὁμοίως [ἀγαπῶντος] τὸν ἐπήλυτον ὡς ἑαυτόν.
§105 Ἔτι τοίνυν ἐπιτείνων καὶ ἐπελαύνων ὁλκὸν φύσει πρᾶγμα, φιλανθρωπίαν, διατάττεται καὶ περὶ μετοίκων, ἀξιῶν τοὺς μετανάστας ἐν καιροῖς γενομένους ἀπονέμειν τινὰ τοῖς ὑποδεξαμένοις τιμήν, εὖ μὲν πεποιηκόσι καὶ φιλοξένως προσενεχθεῖσι πᾶσαν, εἰ δὲ μηδὲν ἔξω τῆς ὑποδοχῆς παράσχοιεν, μετριωτέραν· τὸ γὰρ ἐνορμίσασθαι πόλει μηδὲν προσηκούσῃ, μᾶλλον δὲ καὶ τὸ ἐπιβῆναι ἐδάφους αὐτὸ μόνον ἀλλοτρίου καθαὑτὸ δωρεά τίς ἐστιν ἀποχρῶσα τοῖς μὴ δυναμένοις τὴν ἰδίαν οἰκεῖν.
§106 δέ γε προσυπερβάλλων τοὺς ἐπιεικείας ὅρους αὐτῆς οἴεται δεῖν καὶ τοῖς κακῶς πεποιηκόσι τῶν ξενοδόχων μὴ μνησικακεῖν, εἰ καὶ μὴ τὰς πράξεις, ὄνομα γοῦν ἔχουσι φιλάνθρωπον. ἄντικρυς γοῦν φησιν· „οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου κατΑἴγυπτον„ (Deut. 23,7).
§107 καίτοι τί κακὸν παρέλιπον οἱ Αἰγύπτιοι, μὴ τῷ ἔθνει προσετρίψαντο, νέα παλαιοῖς συνυφαίνοντες ἀεὶ κεκαινουργημέναις ἐπινοίαις εἰς ὠμότητα; ἀλλὅμως ἐπειδὴ τὴν ἀρχὴν ἐδέξαντο τὰς πόλεις οὐκ ἀποκλείσαντες οὐδὲ τὴν χώραν ἄβατον τοῖς ἥκουσι παρασκευάσαντες, ἐχέτωσαν προνομίαν, φησί, τῆς ὑποδοχῆς τὸ ἔνσπονδον·
§108 κἂν εἴ τινες ἐθελήσειαν αὐτῶν μεταλλάξασθαι πρὸς τὴν Ἰουδαίων πολιτείαν, οὐχ ὡς ἐχθρῶν παῖδας ἀσυμβάτως σκορακιστέον, ἀλλοὕτως προσεκτέον, ὡς τρίτην γενεὰν καλεῖν τε εἰς ἐκκλησίαν (ibid. v. 8) καὶ μεταδιδόναι λόγων θείων, οἷς θέμις καὶ τοὺς αὐτόχθονας καὶ εὐπατρίδας ἱεροφαντεῖσθαι.
§109 Ταῦτα μὲν ὑπὲρ τῶν ὑποδεξαμένων [πρὸς] τοὺς μετοίκους νομοθετεῖ· χρηστὰ δἕτερα καὶ μεστὰ ἡμερότητος ὑπὲρ πολεμίων. ἀξιοῖ γὰρ αὐτούς, κἂν ἐπὶ θύραις ὦσιν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ἐν ταῖς πανοπλίαις καὶ τὰς ἑλεπόλεις ἐφιστάντες, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προκαλέσωνται πρὸς εἰρήνην, ἵνεἰ μὲν ἐνδοῖεν, τὸ μέγιστον ἀγαθὸν εὕροιεν, φιλίαν, εἰ δὲ ἀπειθέστερον ἐναντιοῖντο, συμμαχίαν τὴν τοῦ δικαίου προσειληφότες ἐλπίδι νίκης ἐπίωσι πρὸς ἄμυναν.
§110 ἢν μέντοι καὶ ἐκ προνομῆς εὐμόρφου γυναικὸς εἰς ἐπιθυμίαν ἔλθῃς, μὴ ὡς αἰχμαλώτῳ, φησίν, ἐναπερύγῃς τὸ πάθος, ἀλλἡμερώτερον οἰκτισάμενος τῆς μεταβολῆς ἐπικούφισον τὴν συμφοράν, μεθαρμοσάμενος πάντα πρὸς τὸ βέλτιον.
§111 ἐπικουφιεῖς δὲ τὰς μὲν τῆς κεφαλῆς τρίχας ἀποκείρας, περιελὼν δὲ ὄνυχας, ἀπαμφιάσας δὲ τὴν ἐσθῆτα ἣν ἔχουσα ἐζωγρήθη, τριάκοντα δὲ ἡμέρας ἀνεὶς καὶ ἐπιτρέψας αὐτῇ πενθῆσαι καὶ ἀποδακρῦσαι μετὰ ἀδείας πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους, ὧν ἀπεζεύχθη τεθνεώτων θανάτου χείρους ὑπομενόντων τὰς ἐν δουλείᾳ συμφοράς· μετὰ δὲ ταῦτα ὡς γαμετῇ νόμῳ συνέρχου.
§112 τὴν γὰρ μέλλουσαν εὐνῆς ἀνδρὸς ἐπιβήσεσθαι, μὴ κατὰ μισθαρνίαν ὡς ἑταίραν τὸ τῆς ὥρας ἄνθος καπηλεύουσαν ἀλλ διἔρωτα τοῦ συνιόντος διὰ τέκνων γένεσιν, ὅσιον θεσμῶν τῶν ἐπὶ τελείοις γάμοις ἀξιοῦσθαι.
§113 πάνυ καλῶς διαταξάμενος ἕκαστα· πρῶτον μὲν γὰρ οὐκ εἴασεν ἀχάλινον φέρεσθαι τὴν ἐπιθυμίαν ἀπαυχενίζουσαν, ἀλλἐστείλατο τὸ σφοδρὸν αὐτῆς ἡμέρας τριάκοντα χαλάσας. δεύτερον δὲ τὸν ἔρωτα βασανίζει, πότερον ἐπιμανὴς καὶ ἁψίκορος καὶ ὅλος τοῦ πάθους ἐστὶν μετέχει τῆς καθαρωτέρας ἰδέας, ἀνακεκραμένου λογισμοῦ· λογισμὸς γὰρ πεδήσει τὴν ἐπιθυμίαν οὐδὲν ὑβριστικὸν ἐάσας αὐτὴν ἐξεργάσασθαι, ἀλλὰ τὴν μηνιαίαν προθεσμίαν ἐπισχεῖν.
§114 τρίτον δὲ ἐλεεῖ τὴν αἰχμάλωτον, εἰ μὲν παρθένος ἐστίν, ὅτι γονεῖς οὐκ ἐγγυῶσι τὴν εὐκταιοτάτην ἁρμοζόμενοι σύνοδον, εἰ δὲ χήρα, διότι τοῦ κουριδίου στερομένη πεῖραν ἑτέρου μελλήσει λαβεῖν, καὶ ταῦτἐπανατειναμένου τὸν δεσποτικὸν φόβον, κἂν ἰσότητα ἐπιτηδεύῃ· τὸ γὰρ ὑπακοῦον ἀεὶ τὴν τοῦ κρατοῦντος, κἂν ἡμερώτερον , δέδιεν ἰσχύν.
§115 ἐὰν δέ τις τῆς ἐπιθυμίας ἀποπληρωθεὶς καὶ διακορὴς γενόμενος μηκέτι κοινωνεῖν ὁμιλίας ἀξιοῖ τῆς πρὸς τὴν αἰχμάλωτον, οὐ ζημιοῖ μᾶλλον αὐτὸν νουθετεῖ καὶ σωφρονίζει πρὸς βελτίωσιν ἠθῶν· κελεύει γὰρ μήτε πιπράσκειν μήτἔτι δούλην ἔχειν, ἀλλὰ χαρίζεσθαι μὲν ἐλευθερίαν αὐτῇ, χαρίζεσθαι δὲ καὶ τὴν ἐκ τῆς οἰκίας ἀπαλλαγὴν ἀδεᾶ, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης ἐξ ἔριδος, οἷα φιλεῖ, κατὰ ζηλοτυπίαν πάθῃ τι τῶν ἀνηκέστων, ἅμα καὶ τοῦ δεσπότου καινοτέροις φίλτροις ὑπηγμένου καὶ τῶν παλαιοτέρων ἀλογοῦντος.
§116 Ἕτερα δἐφἑτέροις ἐπαντλῶν ὠσὶ φιληκόοις εἰς ἡμερότητα προστάττει, κἂν ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα τῷ βάρει πιεσθέντα προπέσῃ, μὴ παρελθεῖν, ἀλλὰ συνεπικουφίσαι καὶ συνεγεῖραι, πόρρωθεν ἀναδιδάσκων τὸ μὴ τοῖς ἀβουλήτοις τῶν ἐχθρανάντων ἐφήδεσθαι, βαρύμηνι πάθος ἐπιχαιρεκακίαν εἰδώς, ἀδελφὸν ὁμοῦ καὶ ἀντίπαλον φθόνου, συγγενὲς μὲν ὅτι ἐκ πάθους ἑκάτερον καὶ γένοιτἂν ἄμφω περὶ τῶν αὐτῶν προσερχόμενα καὶ μόνον οὐ κατακολουθοῦντα ἀλλήλοις, ἀντίπαλον δὲ ὅτι μὲν ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λύπην, δὲ ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν ἀπεργάζεται.
§117–153
§117 κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος ἴδῃς ὑποζύγιον, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα βαρυτέροις ἤθεσιν ἀπαγαγὼν ἀπόδος. οὐ γὰρ ἐκεῖνον μᾶλλον ὀνήσεις σεαυτόν, ἐπειδὴ τῷ μὲν ἄλογον ζῷον καὶ οὐδενὸς ἴσως ἄξιον περιγίνεται, σοὶ δὲ τὸ μέγιστον καὶ τιμιώτατον τῶν ἐν τῇ φύσει, καλοκἀγαθία.
§118 ἕπεται δὲ κατὰ τὸ ἀναγκαῖον ὥσπερ σκιὰ σώματι καὶ ταύτῃ τῆς ἔχθρας διάλυσις· τε γὰρ εὖ πεπονθὼς ἄκων ἄγεται πρὸς τὸ ἔνσπονδον χάριτι δουλωθείς, τε ὠφεληκὼς συμβούλῳ χρώμενος καλῇ πράξει σχεδὸν ἤδη πρὸς καταλλαγὰς τὴν διάνοιαν τέτραπται.
§119 τοῦτο δὲ μάλιστα βούλεται διὰ πάσης τῆς νομοθεσίας ἱερώτατος προφήτης κατασκευάζειν, ὁμόνοιαν, κοινωνίαν, ὁμοφροσύνην, κρᾶσιν ἠθῶν, ἐξ ὧν οἰκίαι καὶ πόλεις ἔθνη τε καὶ χῶραι καὶ τὸ σύμπαν ἀνθρώπων γένος εἰς τὴν ἀνωτάτω προέλθοιεν εὐδαιμονίαν.
§120 ἀλλἄχρι μὲν τοῦ παρόντος ταῦτεἰσὶν εὐχαί· γενήσεται δέ, ὥς γε ἐμαυτὸν πείθω, καὶ ἔργα ἀψευδέστατα, τοῦ θεοῦ παρασχόντος ὥσπερ ἐτησίους καρποὺς εὐφορίαν ἀρεταῖς, ὧν μὴ ἀμοιρήσαιμεν οἱ τὸν πόθον αὐτῶν σχεδὸν ἀπὸ πρώτης ἡλικίας περιφέροντες.
§121 μὲν οὖν ἐπἐλευθέροις ἔγνω, ταῦτα καὶ τὰ τούτοις ἐστὶ παραπλήσια. συνῳδὰ δὡς ἔοικε καὶ περὶ δούλων νομοθετεῖ, πάλιν τῶν συντεινόντων εἰς ἡμερότητα καὶ φιλανθρωπίαν καὶ τούτοις μεταδιδούς.
§122 θῆτας μὲν οὖν ἕνεκα χρείας τῶν ἀναγκαίων ὑποβεβληκότας ἑαυτοὺς ἄλλων ὑπηρεσίαις οἴεται δεῖν ἀνάξιον μηδὲν ὑπομένειν τῆς ἐκ γένους ἐλευθερίας, παραινῶν τοῖς τυγχάνουσι τῆς διακονίας εἰς τὸ τῆς τύχης ἀτέκμαρτον ἀφορᾶν καὶ λαμβάνειν αἰδῶ τῆς μεταβολῆς· τοὺς δἐξ ἐφημερινῶν δανείων χρεώστας τὸ τῆς προσβολῆς ὄνομα καὶ πάθος ὑποδύντας καὶ τοὺς ἀνάγκῃ βιαστικωτέρᾳ γενομένους ἐξ ἐλευθέρων δούλους οὐκ εἰς ἅπαν κακοπραγεῖν ἐᾷ διδοὺς ἐκεχειρίαν τούτοις τὴν εἰς ἅπαν ἐνιαυτῷ ἑβδόμῳ.
§123 τοῖς μὲν γὰρ δανεισταῖς οὐ κομισαμένοις τὸ χρέος τρόπον ἕτερον κτησαμένοις τοὺς πρότερον ἐλευθέρους ἐξαρκεῖ, φησί, χρόνος εἰς ὑπηρεσίαν ἑξαετία· οἱ δὲ μὴ γένει δοῦλοι χρηστῆς ἐλπίδος μὴ εἰς ἅπαν ἀμοιρείτωσαν, ἀλλἴτωσαν ἐπὶ τὴν παλαιὰν ἄδειαν, ἧς διὰ καιροὺς ἀβουλήτους ἐστέρηντο.
§124 κἂν ἐκ τριγονίας μέν, φησί, δοῦλος ἑτέρου φόβῳ δεσποτικῶν ἀπειλῶν συνειδήσει τινῶν ἁμαρτημάτων μηδὲν ἠδικηκώς, ἀμειλίκτῳ καὶ ὠμοθύμῳ χρώμενος ἄλλως δεσπότῃ, πρὸς σὲ καταφύγῃ τευξόμενος ἐπικουρίας, μὴ περιίδῃς· ἐκδιδόναι γὰρ ἱκέτας οὐχ ὅσιον, ἱκέτης δὲ καὶ δοῦλος ὥσπερ εἰς ἱερὸν τὴν σὴν ἑστίαν καταπεφευγώς, ἐν δίκαιόν ἐστιν ἀσυλίας τυγχάνειν, μάλιστα μὲν εἰς ἀδόλους ἐλθὼν καταλλαγὰς τὰς χωρὶς ἐνέδρας, εἰ δὲ μή, τὸ γοῦν πανύστατον πραθείς· ἀλλαγαὶ γὰρ αἱ τῶν δεσποτῶν ἄδηλον ὅπου τὴν ῥοπὴν ἕξουσι, τοῦ δὁμολογουμένου κουφότερον τὸ ἄδηλον κακόν.
§125 Ταῦτα μὲν οὖν περὶ οἰκείων καὶ ἀλλοτρίων καὶ φίλων καὶ ἐχθρῶν καὶ δούλων καὶ ἐλευθέρων καὶ συνόλως ἀνθρώπων νομοθετεῖ. τὸ δὲ ἐπιεικὲς καὶ ἥμερον καὶ ἐπὶ τὴν τῶν ἀλόγων ζῴων φύσιν ἄγει μεταδιδοὺς καὶ τούτοις, ὥσπερ ἀπὸ πηγῆς εὐμενοῦς ἀρύσασθαί τινος χρηστοῦ.
§126 κελεύει γὰρ ἐν ταῖς ἡμέροις ἀγέλαις, κατά τε ποίμνας καὶ αἰπόλια καὶ βουκόλια, τῆς παραχρῆμα τῶν γεννωμένων ἀπολαύσεως ἀπέχεσθαι, μήτε πρὸς ἐδωδὴν μήτε ἐπὶ προφάσει θυσιῶν λαμβάνοντας. ὠμῆς γὰρ ὑπέλαβεν εἶναι ψυχῆς, ἐφεδρεύειν ἀποκυϊσκομένοις εἰς ἀνυπέρθετον διάζευξιν ἐγγόνων τε αὖ καὶ μητέρων ἕνεκα γαστρὸς ἡδονῆς, μᾶλλον δὲ ἀηδίας ἐκτόπου τινὸς [ψυχῆς] καὶ παρηλλαγμένης.
§127 φησὶν οὖν τῷ βιωσομένῳ κατὰ τὴν ἱερωτάτην αὐτοῦ πολιτείαν· „ γενναῖε, πολλή τίς ἐστιν ἀφθονία σοι τῶν πρὸς ἀπόλαυσιν, οἷς μέμψις οὐ παρέπεται· συγγνωστὸν γὰρ ἂν ἦν ἴσως, ἐπειδὴ πολλὰ τῶν ἀβουλήτων ἀπορία καὶ σπάνις δρᾶν ἀναγκάζει. σὺ δὲ καὶ διαφέρειν εἰς ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς ὀφείλεις τὴν καλλίστην τεταγμένος τάξιν, ὑπὸ ταξιάρχῃ τῷ τῆς φύσεως ὀρθῷ λόγῳ, διὃν ἡμερῶσθαί σε δεῖ μηδὲν σκαιὸν τῇ διανοίᾳ παραδεχόμενον.
§128 τί δἂν εἴη σκαιότερον ταῖς περὶ τὴν ἀποκύησιν ὠδῖσιν ἐπιφέρειν ἔξωθεν ἑτέρας ἐκ τῆς παραχρῆμα τῶν γεννωμένων διαζεύξεως; ἀνάγκη γὰρ σφαδᾴζειν ἀποσπωμένων, διά τινα φυσικὴν μητέρων πρὸς ἔγγονα φιλοστοργίαν, καὶ μάλιστα ὑπὸ τὸν τῆς κυήσεως καιρόν, ἐπειδὴ πηγάζοντες οἱ μαστοὶ σπάνει τοῦ θηλάζοντος, ἀνακοπὴν τῆς ἐπιρροίας λαμβανούσης, σκιρροῦνταί τε καὶ κατατεινόμενοι τῷ βάρει παγέντος εἴσω τοῦ γάλακτος ἀλγηδόσι πιέζονται.
§129 χάρισαι δή, φησί, τῇ μητρὶ τὸ ἔγγονον, εἰ καὶ μὴ τὸν σύμπαντα χρόνον, ἑπτὰ γοῦν τὰς πρώτας ἡμέρας γαλακτοτροφῆσαι, καὶ μὴ ἀνωφελεῖς ἃς φύσις ὤμβρησε πηγὰς ἐν μαστοῖς ἐργάσῃ, τὰς δευτέρας αὐτῆς χάριτας ἀνελών, ἃς ἐκ πολλοῦ τοῦ προμηθοῦς ἡτοιμάσατο τἀκόλουθον μακρόθεν αἰωνίῳ καὶ τελείᾳ φρονήσει κατιδοῦσα
§130 προτέρα μὲν γὰρ δωρεὰ γένεσις, διἧς τὸ μὴ ὂν ἄγεται πρὸς τὸ εἶναι, δευτέρα δὲ γάλακτος ἐπίρροια, τροφὴ καιρίως μαλακωτάτη, πᾶν ἁπαλόνυχον ἄρδουσα, ποτόν ἐστιν ὁμοῦ καὶ σιτίον· ὅσον μὲν γὰρ ὑδατῶδες τοῦ γάλακτος, ποτόν, ὅσον δὑποπαχύνεται, σιτίονπρονοίᾳ τοῦ μὴ κακοπαθεῖν τὸ ἀρτίγονον, ἐφεδρευούσης ἀεὶ χρόνοις διαφέρουσιν ἐνδείας, ἀλλὑπὸ μίαν καὶ τὴν αὐτὴν προσφορὰν ἑκατέρας τροφῆς ἤδη τὰς πικρὰς δεσποίνας, δίψαν τε καὶ πεῖναν, ἐκφεύγειν.“
§131 τοῦτον ἀναγνόντες τὸν νόμον, οἱ χρηστοὶ καὶ περιμάχητοι γονεῖς, ἐγκαλύψασθε, οἱ ἐπὶ τοῖς βρέφεσιν ἀεὶ φονῶντες, οἱ κακὴν ἐφεδρεύοντες ἐφεδρείαν τοῖς ἀποκυομένοις εἰς ἔκθεσιν, οἱ τοῦ σύμπαντος ἀνθρώπων γένους ἄσπονδοι πολέμιοι.
§132 τίνι γὰρ διεὐνοίας ἀφίξεσθε, γενόμενοι τῶν ἰδίων τέκνων αὐτόχειρες; οἱ τὰς πόλεις τό γἐφὑμῖν ἧκον μέρος ἐρημοῦντες, ἀπὸ τῶν ἐγγυτάτω γένους ἀρξάμενοι τῆς ἀπωλείας, οἱ τοὺς τῆς φύσεως θεσμοὺς ἀνατρέποντες καὶ ὅσα ἂν οἰκοδομῇ καθαιροῦντες, διἀνημέρου καὶ ἀτιθάσου ψυχῆς ὠμότητα γενέσει φθορὰν καὶ ζωῇ θάνατον ἐπιτειχίζοντες.
§133 οὐχ ὁρᾶτε, ὅτι τῷ πάντα ἀρίστῳ νομοθέτῃ διἐπιμελείας ἐγένετο μηδὲ τῶν ἀλόγων τὰ ἔγγονα διαζευχθῆναι τῆς τεκούσης, ἄχρις ἂν γαλακτοτροφηθῇ; τὸ πλέον, γενναῖοι, διὑμᾶς, ἵν’, εἰ καὶ μὴ τῇ φύσει, μαθήσει γοῦν ἀναδιδάσκησθε τὸ φιλοίκειον, εἰς ἄρνας καὶ ἐρίφους ἀποβλέποντες, οἳ ἐν ἀφθόνοις χορηγίαις τῶν ἀναγκαίων τρυφᾶν οὐ κεκώλυνται, τῆς φύσεως μὲν τοιαῦτα παρασκευασαμένης ἐν ἐπιτηδειοτάτοις χωρίοις, ἐξ ὧν εὐμαρεῖς τοῖς δεησομένοις αἱ ἀπολαύσεις γενήσονται, νομοθέτου δὲ μετὰ πολλῆς προμηθείας ἐφορῶντος, ἵνα μηδεὶς ἐμποδίζῃ τὰς εὐεργέτιδας καὶ σωτηρίους τοῦ θεοῦ δωρεάς.
§134 Βουλόμενος δὲ πολυτρόποις ἰδέαις τὰ ἡμερότητος καὶ ἐπιεικείας σπέρματα ταῖς διανοίαις ἐγκατασπείρειν ἄλλο τίθησι διάταγμα συγγενὲς τοῖς προτέροις, ἀπαγορεύων ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν μητέρα καὶ ἔγγονον· καὶ γὰρ εἰ θυτέον, ἀλλοὖν ἐν χρόνοις γε διαφέρουσιν· ὑπερβολὴ γὰρ ἀγριότητος τὴν αἰτίαν τῆς γενέσεως μετὰ τοῦ ζῳογονηθέντος ἡμέρᾳ μιᾷ κτείνειν. καὶ τοῦτο τοῦ χάριν;
§135 γὰρ ἐπὶ προφάσει θυσιῶν διὰ γαστρὸς ἀπόλαυσιν· εἰ μὲν οὖν ἕνεκα θυσιῶν, ἐπέψευσται καὶ τοὔνομα· τὰ γὰρ τοιαῦτα σφάγια, οὐ θυσία. τίς δὲ δὴ καὶ θεοῦ βωμὸς οὕτως ἀνίερα ἱερεῖα προσδέξεται; ποῖον δὲ πῦρ οὐκ ἂν δίχα τμηθὲν ἐξ ἑαυτοῦ διασταίη φεῦγον τὴν ἐξ ἀμίκτου πράγματος ἕνωσιν; οἶμαι ἂν αὐτὸ μηδὲ πρὸς βραχύτατον ὑπομεῖναι χρόνον, ἀλλαὐτίκα σβεσθῆναι προνοίᾳ τινὶ τοῦ μὴ τὸν ἀέρα καὶ τὴν ἱερωτάτην πνεύματος φύσιν ὑπὸ τῆς αἰρομένης φλογὸς μιαίνεσθαι.
§136 εἰ δὲ μὴ θυσιῶν χάριν ἀλλὰ θοίνης, τίς οὐκ ἂν τῆς ὑπερφυοῦς γαστριμαργίας ὀρέξεις προβάλλοιτο καινὰς καὶ παρηλλαγμένας; ἐκτόπους μὲν γὰρ ἡδονὰς οἱ τοιοῦτοι μεταδιώκουσι. τίς δὲ ἡδονὴ κρεωφαγοῦσι, γεύσασθαι σαρκῶν ἐν ταὐτῷ μητέρων καὶ ἐγγόνων; ὧν εἰ τὰ μέλη τις ἀναμῖξαι θελήσειεν ἀναπείρων ὀβελοῖς, ἵνὀπτῶν ἐμφορήσαιτο, οὐκ ἄν μοι δοκεῖ διατελεῖν ἥσυχα, ῥήξειν δὲ φωνὴν σχετλιάσαντα διὑπερβολὴν τοῦ καινουργηθέντος πάθους καὶ μυρία λοιδορήσεσθαι τῆς λαιμαργίας τοῖς εὐτρεπίζουσιν ἄσιτον εὐωχίαν.
§137 ἀλλ γε νόμος ἔξω τῶν περιρραντηρίων ἐλαύνει καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, μὴ ἐπιτρέπων ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, τὰ κατὰ γαστρὸς ἐν ἴσῳ τοῖς ἀποκυηθεῖσιν ἤδη λογισάμενος, οὐκ ἐπειδὴ τὴν ἴσην ἔλαχε τάξιν μηδεἰς φῶς πω προῆλθεν, ἀλλὑπὲρ τοῦ μακρόθεν ἐπισχεῖν τὴν εὐχέρειαν τῶν εἰωθότων πάντα φύρειν.
§138 εἰ γὰρ τὰ φυτῶν τρόπον ἔτι παραυξανόμενα καὶ μέρη νομιζόμενα τῶν κυόντων, νυνὶ μὲν ἡνωμένα, μηνῶν δὲ περιόδοις αὖθις ἀποσπασθησόμενα τῆς συμφυΐας, διὰ τὴν ἐλπίδα τοῦ γενήσεσθαι ζῷα φυλάττεται τῷ περὶ τὰς μητέρας ἀνεπιβουλεύτῳ, χάριν τοῦ μὴ τὸ λεχθὲν μίασμα συμβῆναι, πῶς οὐχὶ μᾶλλον τὰ ἀποτεχθέντα καὶ καθαὑτὰ ψυχῆς καὶ σώματος μεμοιραμένα; πάντων γὰρ ἀνοσιώτατον ἑνὶ καιρῷ καὶ ἡμέρᾳ μιᾷ ἔγγονον ὁμοῦ καὶ μητέρα κτείνειν.
§139 ἐνθένδε μοι δοκοῦσιν ὁρμηθέντες ἔνιοι τῶν νομοθετῶν τὸν ἐπὶ ταῖς κατακρίτοις γυναιξὶν εἰσηγήσασθαι νόμον, ὃς κελεύει τὰς ἐγκύους, ἐὰν ἄξια θανάτου δράσωσιν, φυλάττεσθαι μέχρις ἂν ἀποτέκωσιν, ἵνα μὴ ἀναιρουμένων συναπόληται τὰ κατὰ γαστρός.
§140 ἀλλοὗτοι μὲν ἐπἀνθρώπων ταῦτα ἔγνωσαν· δὲ καὶ προσυπερβάλλων ἔτι ἄχρι καὶ τῶν ἀλόγων ζῴων τὸ ἐπιεικὲς ἀπέτεινεν, ἵνἐν τοῖς ἀνομοιογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ χρώμεθα φιλανθρωπίας ἐν τοῖς ὁμογενέσι, τοῦ μὲν λυπεῖν καὶ ἀντιλυπεῖν ἀλλήλους ἀπεχόμενοι, τὰ δοἰκεῖα ἀγαθὰ μὴ θησαυροφυλακοῦντες, ἀλλεἰς μέσον προφέροντες καθάπερ συγγενέσι καὶ ἐκ φύσεως ἀδελφοῖς τοῖς πανταχοῦ πᾶσιν.
§141 ἔτι τοίνυν τὸ μὲν ἔθνος ἐπὶ μισανθρωπίᾳ διαβαλλέτωσαν, τοὺς δὲ νόμους ὡς ἄμικτα καὶ ἀκοινώνητα παραγγέλλοντας αἰτιάσθωσαν οἱ δεινοὶ συκοφάνται, φανερῶς οὕτως τῶν μὲν νόμων ἐλέου μεταδιδόντων καὶ ταῖς τῶν θρεμμάτων ἀγέλαις, τοῦ δὲ ἔθνους ταῖς ἐκ πρώτης ἡλικίας νομίμοις ὑφηγήσεσιν ὅσον ἐν ταῖς ψυχαῖς ἀπειθὲς μεθαρμοζομένου πρὸς τὸ τιθασόν.
§142 ἐπαποδύεται δὲ αὐτὸς ἑαυτῷ καὶ ἐπαγωνίζεται πολύγονος ὢν ἀρετῆς καί τινι εὐτροπίᾳ χρώμενος πρὸς τὰς καλὰς ὑφηγήσεις· κελεύσας γάρ, πρὶν ἀπότιτθον γενέσθαι, μὴ ἀποσπᾶν τῆς τεκούσης μήτε ἄρνα μήτε ἔριφον μήτε ἄλλο τι τῶν ἐν ταῖς ἀγέλαις, καὶ προσδιαταξάμενος μηδὲ τῇ αὐτῇ ἡμέρᾳ κτείνειν μητέρα καὶ ἔγγονον, ἐπιδαψιλεύεται φάσκων· „οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρός“ (Exod. 23,19. 34,26. δευτ. 14,20).
§143 πάνυ γὰρ ἄτοπον ὑπέλαβεν εἶναι τὴν τροφὴν ζῶντος ἥδυσμα γενέσθαι καὶ παράρτυσιν ἀναιρεθέντος καὶ τὴν μὲν φύσιν ἐπιμεληθεῖσαν αὐτοῦ τῆς διαμονῆς ὀμβρῆσαι γάλα, διὰ μαστῶν τῆς τεκούσης οἷα δεξαμενῶν φέρεσθαι διετάξατο, τὴν δὲ τῶν ἀνθρώπων ἀκρασίαν τοσοῦτον ἐπιβῆναι, ὡς τῷ τῆς ζωῆς αἰτίῳ καταχρήσασθαι καὶ πρὸς τὴν τοῦ ὑπολοίπου σώματος ἀνάλωσιν.
§144 εἰ δή τις ἐν γάλακτι κρέα συνέψειν ἀξιοῖ, μὴ σὺν ὠμότητι, χωρὶς δὲ ἀσεβείας ἑψέτω· μυρίαι θρεμμάτων εἰσὶν ἀγέλαι πανταχοῦ καὶ καθἑκάστην ἡμέραν ἀμελγόμεναι διὰ βουκόλων αἰπόλων ποιμένων, οἷς κτηνοτροφοῦσιν μεγίστη πρόσοδός ἐστι γάλα, τῇ μὲν κεχυμένον, τῇ δὲ συνεσταλμένον τε καὶ πηγνύμενον εἰς τυρόν· ὥστε ἀφθονίας ὑπαρχούσης τὸν ἀρνῶν ἐρίφων τινος ἑτέρου γάλακτι μητρῴῳ κρέα συνέψοντα χαλεπὴν ἐπιδείκνυσθαι τρόπων σκαιότητα, τὸ ἀναγκαιότατον καὶ συγγενέστατον λογικῇ ψυχῇ πάθος ἐκτετμημένον, τὸν ἔλεον.
§145 Ἄγαμαι δὲ κἀκεῖνον τὸν νόμον, ὃς καθάπερ ἐν χορῷ παναρμονίῳ συνᾴδων τοῖς προτέροις διαγορεύει, βοῦν ἀλοῶντα μὴ φιμοῦν. οὗτος γάρ ἐστιν πρὸ μὲν τῆς σπορᾶς [οὔσης] τῆς βαθυγείου πεδιάδος ἀνατέμνων τὰς αὔλακας καὶ προετοιμασάμενος οὐρανῷ καὶ γεωπόνῳ τὰς ἀρούρας, τῷ μὲν ἵνα καιρίως κατασπείρῃ, τῷ δἵνα κόλποι βαθεῖς ὑποδεξάμενοι τὰς διὰ τῶν ὑετῶν χάριτας ταμιεύωσι καὶ χορηγῶσιν ἐκ τοῦ κατὀλίγον τῷ σπόρῳ τροφὰς πίονας, ἄχρις ἂν σταχυηφορήσας τελειογονήσῃ τὸν ἐτήσιον καρπόν· μετὰ δὲ τὴν τελείωσιν πάλιν βοῦς ἐστι πρὸς ἑτέραν ὑπηρεσίαν ἀναγκαῖος, κάθαρσιν δραγμάτων καὶ διάκρισιν σκυβάλων ἀπὸ τοῦ γνησίου καὶ χρησίμου.
§146 ἀλλἐπειδὴ τὴν ἐπὶ τοῖς [γῆν] ἀλοῶσι βουσὶν ἥμερον καὶ χρηστὴν πρόσταξιν εἶπον, καὶ τὸν ἐπὶ τοῖς γῆν ἀροῦσι θρέμμασι τεθέντα νόμον ἑξῆς δίειμι τῆς αὐτῆς ὄντα συγγενείας. ἀπαγορεύει γὰρ ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, οὐ μόνον τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, διότι τὸ μέν ἐστι καθαρόν, ὄνος δὲ τῶν οὐ καθαρῶν, τὰ δὲ οὕτως ἠλλοτριωμένα συνάγειν οὐ πρέπει, ἀλλἐπειδὴ καὶ τὴν ἰσχύν ἐστιν ἄνισα, προμηθεῖται δὲ τῶν ἀσθενεστέρων, ὡς μὴ πρὸς δυνατωτέρας βίας θλίβηται καὶ προσπιέζηται· καίτοι τὸ μὲν ἀσθενέστερον, ὄνος, ἔξω περιρραντηρίων ἐλαύνεται, τὸ δὲ ἐρρωμενέστερον, βοῦν, ἐν ταῖς τελειοτάταις θυσίαις νόμος ἱερουργεῖν.
§147 ἀλλὅμως οὔτε τῆς τῶν ἀκαθάρτων ἀσθενείας ὠλιγώρησεν οὔτε τοῖς καθαροῖς ἐφῆκεν ἰσχύϊ πρὸ δίκης χρῆσθαι, μόνον οὐκ ἄντικρυς βοῶν καὶ κεκραγὼς τοῖς ὦτα ἔχουσιν ἐν ψυχῇ, μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ὅτι μὴ τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον· ὅσα γὰρ μήτε κακία μήτε ἀπὸ κακιῶν ἔξω παντὸς ἐγκλήματος ἵσταται.
§148 Ἐπιδαψιλευόμενος δὲ τὸ ἐπιεικὲς πάλιν πλουσίως αὐτῷ καὶ κατακόρως χρῆται, μετιὼν ἀπὸ μὲν τῶν λογικῶν ἐπὶ τὰ ἄλογα, ἀπὸ δὲ τῶν ἀλόγων ἐπὶ τὰ φυτά, περὶ ὧν αὐτίκα λεκτέον, ἐπειδὴ περὶ τῶν προτέρων, ἀνθρώπων τε καὶ τῶν ὅσα ψυχῆς μεμοίραται,
§149 λέλεκται. διείρηκε τοίνυν ἄντικρυς μήτε δενδροτομεῖν ὅσα τῆς ἡμέρου ὕλης μήτε κείρειν ἐπὶ λύμῃ πρὸ καιροῦ σταχυηφοροῦσαν πεδιάδα μήτε συνόλως καρπὸν διαφθείρειν, ἵνα περιουσίᾳ μὲν τροφῶν ἀφθόνων χορηγῆται τὸ ἀνθρώπων γένος, περιουσίᾳ ζῇ δὲ μὴ μόνον τῶν ἀναγκαίων ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον. ἀναγκαῖον μὲν γὰρ τοῦ σίτου καρπὸς εἰς τροφὴν ἀνθρώπων ἀποκριθείς, πρὸς δὲ τὸν ἁβροδίαιτον βίον αἱ τῶν ἀκροδρύων ἀμύθητοι ποικιλίαι· γίνονται δὲ ἐν ἐνδείαις αὗται πολλάκις καὶ τροφαὶ δεύτεραι.
§150 καὶ προσυπερβάλλων οὐδὲ τὴν τῶν πολεμίων χώραν τέμνειν ἐᾷ, παραγγέλλει δἀνέχειν δενδροτομιῶν καὶ δῃώσεων, ἄτοπον ὑπολαβὼν εἶναι τὴν πρὸς ἀνθρώπους ὀργὴν ἀποσκήπτειν εἰς τὰ μηδενὸς αἴτια κακοῦ.
§151 ἔπειτα δὲ ἀξιοῖ μὴ μόνον τὸ παρὸν βλέπειν, ἀλλὰ καὶ τὸ μέλλον ὥσπερ ἀπὸ σκοπῆς μακρόθεν ὀξυωπίᾳ λογισμοῦ καθορᾶσθαι, μηδενὸς ἐν ὁμοίῳ μένοντος ἀλλὰ πάντων τροπαῖς καὶ μεταβολαῖς χρωμένων, ὡς εἰκὸς εἶναι τοὺς τέως δυσμενεῖς ἐπικηρυκευσαμένους καὶ συμβατηρίων ἄρξαντας ἐνσπόνδους αὐτίκα γενέσθαι.
§152 φίλους δὲ τροφῶν ἀναγκαίων ἀποστερεῖν χαλεπόν, μηδὲν ταμιευσαμένους τῶν ἐπὠφελείᾳ διὰ τὴν τοῦ μέλλοντος ἀδηλότητα. πάνυ γὰρ ἐκεῖνο καλῶς εἴρηται τοῖς παλαιοῖς, ὅτι καὶ φιλίας κοινωνητέον μὴ ἀπογινώσκοντας ἔχθραν καὶ προσκρουστέον ὡς φιλίας ἐσομένης, ἵνα ἕκαστος ἐν τῇ ἑαυτοῦ φύσει ταμιεύηταί τι τῶν εἰς ἀσφάλειαν καὶ μὴ ἀπογυμνωθεὶς ἐν ἔργοις καὶ λόγοις μετανοῇ, τῆς ἄγαν εὐχερείας, ὅτοὐδὲν ὄφελος, αἰτιώμενος ἑαυτόν.
§153 τὸ λόγιον τοῦτο χρὴ φυλάττειν καὶ τὰς πόλεις, ἐν μὲν εἰρήνῃ προνοουμένας τῶν κατὰ πόλεμον, ἐν δὲ πολέμῳ τῶν κατεἰρήνην, καὶ μήτε τοῖς συμμάχοις ἀνέδην προπιστεύειν ὡς οὐ χρησομένοις μεταβολῇ πρὸς τὸ ἀντίπαλον μήτε τοῖς πολεμίοις εἰς ἅπαν ἀπιστεῖν ὡς οὐ δυνησομένοις ποτὲ μεθορμίσασθαι πρὸς τὸ ἔνσπονδον.
§154–192
§154 εἰ μέντοι καὶ μηδὲν ὑπὲρ ἐχθροῦ πρακτέον διἐλπίδα καταλλαγῶν, οὐδὲν ἐχθρὸν φυτόν, ἀλλἔνσπονδα πάντα καὶ ὠφέλιμα, τὰ δἥμερα καὶ διαφερόντως ἀναγκαῖα, ὧν καρπὸς τροφή ἐστιν ἰσότιμον τροφῇ κτῆμα. τί δὴ δεῖ πεπολεμῶσθαι πρὸς τὰ μὴ πολέμια τέμνοντας καίοντας ῥίζαις αὐταῖς ἀνασπῶντας, ἅπερ αὐτὴ φύσις ὑδάτων ἐπιρροίαις καὶ εὐκρασίαις ἀέρων ἐτελειογόνησε, δασμοὺς ἐτησίους οἴσοντα ἀνθρώποις οἷα βασιλεῦσιν;
§155 Ἐμέλησε δαὐτῷ καθάπερ ἀγαθῷ προστάτῃ τὴν ἀλειπτικὴν μὴ μόνον ζῴοις ἀλλὰ καὶ φυτοῖς ἰσχύν τε καὶ ῥώμην ἀπεργάσασθαι, καὶ μάλιστα τοῖς ἡμέροις, ἐπειδὴ καὶ πλείονος ἄξια φροντίδος ἐστὶ καὶ οὐχ ὁμοίως τοῖς ἀγρίοις εὔτονα, γεωργικῆς ἐπιστήμης δεόμενα πρὸς κραταιοτέραν δύναμιν.
§156 κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τάς τε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς διἔνδειαν ἐξασθενεῖν, γυροῦν τε καὶ περισκάπτειν, ἵνα μηδὲν τῶν ἐπὶ ζημίᾳ παραναβλαστάνῃ τὴν αὔξησιν κωλῦον· τόν τε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι κατὰ μετουσίαν ἀπολαύσεως, οὐ μόνον ἐπειδὴ ἀτελὴς ἐξ ἀτελῶν ἔμελλεν ἔσεσθαικαὶ γὰρ τῶν ζῴων ὅσα μὴ τέλεια οὐ τελειογονεῖ—, ἀλλὰ καὶ διότι βλάπτεσθαι τὰ νεόφυτα καὶ τρόπον τινὰ χαμαίζηλα ἔμελλε κωλυόμενα ἐρνοῦσθαι.
§157 πολλοὶ γοῦν τῶν γεωπόνων ἔαρος ὥρας ἐπιτηροῦσι τὰ νέα τῶν δένδρων, ἵνα ὃν ἂν τέκῃ καρπὸν εὐθὺς ἀποθλίβωσι, πρὶν ἐπίδοσιν καὶ συναύξησιν λαβεῖν, φόβῳ τῆς τῶν τεκόντων ἀσθενείας. συμβαίνει γάρ, εἰ μὴ προφυλάξαιτό τις, ὅτε χρὴ τελειωθέντα καρπὸν φέρειν, ἀγονεῖν ἀμβλίσκειν ἐξασθενήσαντα τῷ πρὸ καιροῦ πονηθῆναι φοραῖς, ἃς αἱ πάλαι κληματίδες ἐπηχθισμέναι ῥίζαις αὐταῖς ἐκτρύχουσι τὰ στελέχη.
§158 μετὰ δὲ τριετίαν, ὅταν αἱ μὲν ῥίζαι βαθύνωσι προσεχόμεναι τῷ ἐδάφει κραταιότερον, τὸ δὲ στέλεχος ὥσπερ ἀκλινέσι θεμελίοις ἐπερηρεισμένον αὐξήσῃ σὺν εὐτονίᾳ, δυνήσεται τελειογονεῖν ἔτει τετάρτῳ κατὰ τέλειον ἀριθμὸν τετράδα.
§159 τετράδι δὲ κελεύει μὴ δρέπεσθαι τὸν καρπὸν πρὸς ἀπόλαυσιν, ἀλλὅλον αὐτὸν καθιεροῦν ἀπαρχὴν τῷ θεῷ, τῇ μὲν τῶν προγεγονότων χαριστήριον, τῇ δὲ ἐλπίδα τῆς εἰς τὸ μέλλον εὐκαρπίας καὶ τοῦ μετὰ τοῦτο προσοδεύεσθαι.
§160 ὁρᾷς ὅσον τὸ ἵλεων καὶ χρηστὸν ἐπιδείκνυται καὶ ὡς ἀνακέχυκεν αὐτὸ πρὸς πᾶσαν ἰδέαν ἀνθρώπων τὸ πρῶτον, κἂν ἀλλόφυλός τις ἐχθρὸς , εἶτα ζῴων ἀλόγων, κἂν μὴ τυγχάνῃ καθαρά, ἐπὶ δὲ πᾶσι σπαρτῶν ὁμοῦ καὶ δένδρων. τε γὰρ ἐν ταῖς ἀφαντάστοις φύσεσι προμαθὼν ἐπιείκειαν εἰς οὐδὲν ἂν τῶν ψυχῆς μεμοιραμένων ἐξαμάρτοι, τε μὴ ἐπιχειρῶν νεωτερίζειν περὶ τὰ ἔμψυχα πόρρωθεν ἀναδιδάσκεται τῶν λογικῶν ἐπιμελεῖσθαι.
§161 Τοιαύταις ὑφηγήσεσι τὰς διανοίας τῶν καταὐτὸν πολιτευομένων ἐξημερώσας ὑπεροψίας καὶ ἀλαζονείας, ἀργαλεωτάτων καὶ ἐπαχθεστάτων κακῶν, διέζευξεν, ὧν ὡς μεγίστων ἀγαθῶν οἱ πολλοὶ περιέχονται, καὶ μάλιστα ὅταν πλοῦτοι καὶ δόξαι καὶ ἡγεμονίαι περιουσίας ἀφθόνους χορηγῶσιν.
§162 ἀλαζονεία γὰρ φύεται καὶ ἐν ἠμελημένοις καὶ ἀφανέσιν ἀνθρώποις, ὡς καὶ τῶν ἄλλων ἕκαστον ψυχῆς παθῶν τε καὶ νοσημάτων καὶ ἀρρωστημάτων, τὴν δἐπὶ πλέον παραύξησιν οὐ λαμβάνει, ἀλλοἷα πυρὸς οὐσία διὰ σπάνιν ὕλης ἀμαυροῦται· περιφαίνεται δἐν τοῖς μεγάλοις χορηγοὺς ὡς ἔφην ἔχουσι τούτου τοῦ κακοῦ πλούτους καὶ δόξας καὶ ἡγεμονίας, ὧν ὑποπλησθέντες καθάπερ οἱ πολὺν ἄκρατον ἐμφορησάμενοι μεθύουσι καὶ ἐμπαροινοῦσι δούλοις ὁμοῦ καὶ ἐλευθέροις, ἔστι δὅτε καὶ ὅλαις πόλεσι· „τίκτει γὰρ κόρος ὕβριν”, ὡς τῶν παλαιῶν λόγος.
§163 διὸ παγκάλως Μωυσῆς ἱεροφαντῶν παραινεῖ πάντων μὲν ἁμαρτημάτων ἀπέχεσθαι, διαφερόντως δὲ ὑπεροψίας. εἶθὑπόμνησιν ποιεῖται τῶν μὲν ἀναφλέγειν τὸ πάθος εἰωθότων, πλησμονῆς γαστρὸς ἀμέτρου καὶ οἰκιῶν καὶ κτημάτων καὶ θρεμμάτων ἀφθόνου περιουσίας· γίνονται γὰρ εὐθὺς αὑτῶν ἀκράτορες, διαιρόμενοι καὶ φυσώμενοι, οἷς μία θεραπείας ἐλπὶς τὸ μηδέποτε ἐκλανθάνεσθαι τοῦ θεοῦ.
§164 καθάπερ γὰρ ἀνατείλαντος ἡλίου τὸ μὲν σκότος ἀφανίζεται, φωτὸς δὲ πληροῦται τὰ πάντα, τὸν αὐτὸν τρόπον ὅταν θεός, νοητὸς ἥλιος, ἀνάσχῃ καὶ ἐπιλάμψῃ ψυχῇ, μὲν τῶν παθῶν καὶ κακιῶν ζόφος ἀνασκίδναται, τῆς δαὐγοειδεστάτης ἀρετῆς τὸ καθαρώτατον καὶ ἀξιέραστον
§165 εἶδος ἐπιφαίνεται. στέλλειν δἔτι μᾶλλον καὶ καθαιρεῖν ὑπεροψίαν ἀξιῶν τὰς αἰτίας ἐπιλέγει, διἃς ἄληστον ἐχρῆν τὴν τοῦ θεοῦ μνήμην ἀγαλματοφορεῖν. „οὗτος γάρ σοιφησίδίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν„ (Deut. 8,18)· ἄγαν παιδευτικῶς· γὰρ ἀκριβῶς ἀναδιδαχθείς, ὅτι δῶρον εἴληφε παρὰ θεοῦ τὸ εὔτονον καὶ ῥωμαλέον, τὴν ἰδίαν ἀσθένειαν ἐκλογιζόμενος, ἣν πρὶν ἀπολαῦσαι τῆς δωρεᾶς εἶχε, τὸ ὑψηλὸν καὶ ὑπέραυχον φρόνημα διώσεται καὶ εὐχαριστήσει τῷ τῆς κρείττονος αἰτίῳ μεταβολῆς. ψυχὴ δὲ εὐχάριστος ἀλαζονείᾳ πολέμιος, ἐπεὶ καὶ τοὐναντίον ἀχαριστία συγγενὲς ὑπεροψίᾳ.
§166 ἐὰν δέ, φησίν, εὐρωστῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχύν, ἣν ἴσως οὐ προσεδόκησας, ποίει δύναμιν. τί δὲ τοῦτἐστίν, ἀκριβωτέον τοῖς μὴ πάνυ συνορῶσι τὸ δηλούμενον. πολλοὶ τὰ ἐναντία ὧν εὖ πεπόνθασι δρᾶν ἐπιχειροῦσιν· γὰρ πλουτήσαντες πενίαν ἄλλοις κατασκευάζουσιν δόξης καὶ τιμῆς ἐπὶ μέγα μετασχόντες ἀδοξίας καὶ ἀτιμίας ἑτέροις αἴτιοι γίνονται.
§167 χρὴ δὲ καὶ τὸν φρόνιμον ἀγχίνους, ὡς ἔνι μάλιστα, τοὺς πλησιάζοντας κατασκευάζειν καὶ τὸν σώφρονα ἐγκρατεῖς καὶ γενναίους τὸν ἀνδρεῖον καὶ τὸν δίκαιον δικαίους καὶ συνόλως ἀγαθοὺς τὸν ἀγαθόν. ταῦτα γὰρ ὡς ἔοικε δυνάμεις, ὧν γε ἀστεῖος ὡς οἰκειοτάτων περιέξεται· ἀδυναμία δὲ καὶ ἀσθένεια, τὰ ἐναντία, σπουδαίων ἀλλότρια ἠθῶν.
§168 ἄλλως τε καὶ μάθημα ἀναδιδάσκει τῇ λογικῇ φύσει πρεπωδέστατον, μιμεῖσθαι θεὸν καθὅσον οἷόν τε, μηδὲν παραλιπόντα τῶν εἰς τὴν ἐνδεχομένην ἐξομοίωσιν. ἐπειδὴ τοίνυν, φησίν, ἔλαβες ἰσχὺν παρὰ τοῦ δυνατωτάτου, μετάδος ἄλλοις ἰσχύος διαθεὶς ἔπαθες, ἵνα μιμήσῃ θεὸν τῷ παραπλήσια χαρίζεσθαι.
§169 κοινωφελεῖς γὰρ αἱ τοῦ πρώτου ἡγεμόνος δωρεαί, ἃς δίδωσιν ἐνίοις, οὐχ ἵνἐκεῖνοι λαβόντες ἀποκρύψωσιν καταχρήσωνται πρὸς ζημίαν ἑτέρων, ἀλλἵνεἰς μέσον προενεγκόντες ὥσπερ ἐν δημοθοινίᾳ πάντας ὅσους οἷόν τε καλέσωσιν ἐπὶ τὴν χρῆσιν καὶ ἀπόλαυσιν αὐτῶν.
§170 λέγομεν οὖν καὶ τῷ πολυχρημάτῳ καὶ ἐνδόξῳ καὶ εὐέκτῃ καὶ ἐπιστήμονι, πλουσίους καὶ ἐνδόξους εὐέκτας τε καὶ ἐπιστήμονας καὶ συνόλως ἀγαθοὺς ἀπεργάζεσθαι τοὺς ἐντυγχάνοντας, ἀλλὰ μὴ φθόνον καὶ βασκανίαν ἀρετῆς προτιμήσαντα τοῖς εὖ πράττειν δυναμένοις ἀντιβαίνειν.
§171 τοὺς δὲ μέγα πνέοντας ἐπιτάσει τῆς ἀλαζονείας ὡς ἀθεραπεύτως εἰς ἅπαν ἔχοντας νόμος παγκάλως οὐκ ἤγαγεν εἰς κρίσιν ἀνθρωπίνην, ἀλλὰ μόνῳ τῷ θείῳ παρέδωκε δικαστηρίῳ. φησὶ γάρ· ὃς ἂν ἐγχειρῇ τι πράττειν μεθὑπερηφανίας, „τὸν θεὸν παροξύνει“ (Num. 15,30). διὰ τί;
§172 ὅτι πρῶτον μὲν ἀλαζονεία ψυχῆς ἐστι κακία, ψυχὴ δὲ ἀόρατος ὅτι μὴ θεῷ, κολαστὴς δὲ μὲν τυφλὸς ἐπίμεμπτος, ἄγνοιαν κατήγορον ἔχων, δὲ βλέπων ἐπαινετός, ἐπιστήμῃ πάντα δρῶν· ἔπειτα δὲ ὅτι φρονήματος ὑπόπλεως ἀλόγου γενόμενος πᾶς ἀλαζὼνοὔτε ἄνδρα οὔτε ἡμίθεον ἀλλὅλον δαίμονακατὰ τὸν Πίνδαρον ὑπολαμβάνει ἑαυτόν, ὑπὲρ τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως βαίνειν ἀξιῶν.
§173 ἔστι δαὐτῷ καθάπερ ψυχὴ καὶ τὸ σῶμα ἐπίληπτον κατά τε τὰς σχέσεις καὶ κινήσεις ἁπάσας· ἀκροβατεῖ γὰρ καὶ τὸν αὐχένα μετέωρον ἐξαίρει φρυαττόμενος καὶ πλέον τῆς φύσεως ἐπῆρται καὶ πεφύσηται καὶ ὁρῶν παραβλέπει πλαγίαις ὄψεσι καὶ ἀκούων παρακούει, κέχρηται δὲ τοῖς μὲν οἰκέταις ὡς θρέμμασι, τοῖς δὲ ἐλευθέροις ὡς οἰκέταις, καὶ τοῖς μὲν συγγενέσιν ὡς ἀλλοτρίοις, τοῖς δὲ φίλοις ὡς κόλαξι, τοῖς δἀστοῖς ὡς ξένοις·
§174 πάντων τε οἴεται εἶναι πλουσιώτατος, ἐντιμότατος, κάλλιστος, ἰσχυρότατος, φρονιμώτατος, σωφρονέστατος, δικαιότατος, λογιώτατος, ἐπιστημονικώτατος· εἶτα τοὺς ἄλλους ὑπολαμβάνει πένητας, ἀδόξους, ἀτίμους, ἄφρονας, ἀδίκους, ἀνεπιστήμονας, καθάρματα, τὸ μηδέν. εἰκότως οὖν τοιοῦτος ἀντιδίκῳ καὶ κολαστῇ χρήσαιτἄν, ὥς φησιν ἱεροφάντης, θεῷ.
§175 Φιλάρετος καὶ φιλόκαλος καὶ διαφερόντως φιλάνθρωπος ὢν ἱερώτατος Μωυσῆς προτρέπει τοὺς πανταχοῦ πάντας εὐσεβείας καὶ δικαιοσύνης εἶναι ζηλωτάς, ἆθλα προτιθεὶς ὡς νικηφόροις μεγάλα τοῖς μετανοοῦσι πολιτείας κοινωνίαν τῆς ἀρίστης καὶ τῶν καταὐτὴν ἀπόλαυσιν μικρῶν τε καὶ μεγάλων.
§176 ἀγαθὰ γὰρ προηγούμενα ἐν μὲν σώμασιν ἄνοσος ὑγεία, ἐν δὲ ναυσὶν ἀκίνδυνος εὔπλοια, ἐν δὲ ψυχαῖς ἄληστος μνήμη τῶν ἀξίων μνημονεύεσθαι· δεύτερα δὲ τὰ κατἐπανόρθωσιν συνιστάμενα, τε ἐκ νόσων ἀνάληψις καὶ ἐκ τῶν κατὰ πλοῦν κινδύνων εὐκταιοτάτη σωτηρία καὶ λήθης ἐκγινομένη ἀνάμνησις, ἧς ἀδελφὸν καὶ συγγενέστατον τὸ μετανοεῖν ἐστιν, οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα.
§177 τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δὲ ἁμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωὴν φρονίμου καὶ τὸ συμφέρον εἰς ἅπαν οὐκ ἀγνοήσαντος.
§178 ὅθεν τοὺς τοιούτους συνάγων καὶ μυσταγωγῶν προσκαλεῖται τὰς συμβατηρίους καὶ φιλικὰς προτείνων ὑφηγήσεις, αἳ παραινοῦσιν ἀψεύδειαν ἀσκεῖν καὶ τῦφον προβεβλῆσθαι καὶ ἀληθείας καὶ ἀτυφίας ὡς ἀναγκαιοτάτων καὶ εὐδαιμονίας αἰτίων περιέχεσθαι μυθικῶν πλασμάτων κατεξαναστάντας, ἅπερ ἐκ πρώτης ἡλικίας ἁπαλαῖς ἔτι ψυχαῖς γονεῖς καὶ τίτθαι καὶ παιδαγωγοὶ καὶ μυρίοι ἄλλοι τῶν συνήθων ἐνεχάραξαν πλάνον ἀνήνυτον περὶ τῆς τοῦ ἀρίστου γνώσεως ἀπεργασάμενοι.
§179 τί δἂν εἴη τῶν ὄντων ἄριστον θεός; οὗ τὰς τιμὰς προσένειμαν τοῖς οὐ θεοῖς, ἐκείνους μὲν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου, τοῦ δὲ εἰς ἅπαν οἱ κενοὶ φρενῶν ἐκλαθόμενοι. πάντας οὖν, ὅσοι τὸν κτίστην καὶ πατέρα τοῦ παντὸς εἰ καὶ μὴ ἐξ ἀρχῆς σέβειν ἠξίωσαν ἀλλὕστερον μοναρχίαν ἀντὶ πολυαρχίας ἀσπασάμενοι, φιλτάτους καὶ συγγενεστάτους ὑποληπτέον, τὸ μέγιστον εἰς φιλίαν καὶ οἰκειότητα παρασχομένους θεοφιλὲς ἦθος, οἷς χρὴ καὶ συνήδεσθαι, καθάπερ ἂν εἰ καὶ τυφλοὶ πρότερον ὄντες ἀνέβλεψαν ἐκ βαθυτάτου σκότους αὐγοειδέστατον φῶς ἰδόντες.
§180 Τὸ μὲν οὖν πρῶτον καὶ ἀναγκαιότατον τῶν εἰς μετάνοιαν εἴρηται. μετανοείτω δέ τις μὴ μόνον ἐφοἷς ἠπατήθη πολὺν χρόνον τὰ γενητὰ πρὸ τοῦ ἀγενήτου καὶ ποιητοῦ θαυμάσας, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα περὶ βίον ἀναγκαῖα, μετιὼν ὥσπερ ἐκ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν, ὀχλοκρατίας, εἰς τὴν εὐνομωτάτην πολιτείαν, δημοκρατίαν, τοῦτο δἐστὶν ἐξ ἀμαθίας εἰς ἐπιστήμην ὧν ἄγνοια αἰσχρόν, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρατείας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀτολμίας εἰς θαρραλεότητα.
§181 πάγκαλον γὰρ καὶ συμφέρον αὐτομολεῖν ἀμεταστρεπτὶ πρὸς ἀρετὴν κακίαν, ἐπίβουλον δέσποιναν, ἀπολιπόντας· ἅμα δἀναγκαῖον ἕπεσθαι, ὡς ἐν ἡλίῳ σκιὰν σώματι, καὶ τῇ
§182 τοῦ ὄντος θεοῦ τιμῇ πᾶσαν τὴν τῶν ἄλλων ἀρετῶν κοινωνίαν. γίνονται γὰρ εὐθὺς οἱ ἐπηλύται σώφρονες, ἐγκρατεῖς, αἰδήμονες, ἥμεροι, χρηστοί, φιλάνθρωποι, σεμνοί, δίκαιοι, μεγαλόφρονες, ἀληθείας ἐρασταί, κρείττους χρημάτων καὶ ἡδονῆς· ἐπεὶ καὶ τοὐναντίον τοὺς τῶν ἱερῶν νόμων ἀποστάντας ἰδεῖν ἔστιν ἀκολάστους, ἀναισχύντους, ἀδίκους, ἀσέμνους, ὀλιγόφρονας, φιλαπεχθήμονας, ψευδολογίας ἑταίρους καὶ ψευδορκίας, τὴν ἐλευθερίαν πεπρακότας ὄψου καὶ ἀκράτου καὶ πεμμάτων καὶ εὐμορφίας εἴς τε τὰς γαστρὸς ἀπολαύσεις καὶ τῶν μετὰ γαστέρα, ὧν τὰ τέλη βαρύταται ζημίαι σώματός τε καὶ ψυχῆς εἰσι.
§183 παγκάλους μέντοι καὶ τὰς εἰς μετάνοιαν ὑφηγήσεις ποιεῖται, αἷς διδασκόμεθα μεθαρμόζεσθαι τὸν βίον ἐξ ἀναρμοστίας εἰς τὴν ἀμείνω μεταβολήν· φησὶ γάρ, ὅτι τουτὶ τὸ πρᾶγμα οὐχ ὑπέρογκόν ἐστιν οὐδὲ μακρὰν ἀφεστός, οὔτε κατὰ τὸν αἰθέρα ἀνωτάτω κἀν ἐσχατιαῖς γῆς οὔτε πέραν τῆς μεγάλης θαλάττης, ὡς ἀδυνατῆσαι λαβεῖν, ἀλλἔστιν ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθἡμᾶς ἐνδιαιτώμενον, στόματι καὶ καρδίᾳ καὶ χερσί, διὰ συμβόλων λόγοις καὶ βουλαῖς καὶ πράξεσι· λόγου μὲν γὰρ στόμα σύμβολον, καρδία δὲ βουλευμάτων, πράξεων δὲ χεῖρες, ἐν οἷς τὸ εὐδαιμονεῖν ἐστιν.
§184 ὅταν μὲν γὰρ οἷος λόγος τοιάδε γνώμη καὶ οἷον τὸ βούλευμα τοιάδε πρᾶξις, ἐπαινετὸς καὶ τέλειος βίος, ὅταν δὲ στασιάζῃ ταῦτα ἐν ἀλλήλοις, ἀτελής τε καὶ ψεκτός. εἰ μή τις τῆς ἁρμονίας ταύτης ἐπιλάθοιτο, εὐαρεστήσει θεῷ γενόμενος ὁμοῦ θεοφιλὴς καὶ φιλόθεος. ὅθεν εὖ καὶ συμφώνως τοῖς εἰρημένοις ἐχρήσθη τὸ λόγιον ἐκεῖνο· „τὸν θεὸν εἵλου σήμερον εἶναί σοι θεόν, καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι λαὸν αὐτῷ“ (Deut. 26,17.18).
§185 παγκάλη γε τῆς αἱρέσεως ἀντίδοσις, σπεύδοντος ἀνθρώπου μὲν θεραπεύειν τὸ ὄν, θεοῦ δὲ ἀνυπερθέτως ἐξοικειοῦσθαι τὸν ἱκέτην καὶ προαπαντᾶν τῷ βουλήματι τοῦ γνησίως καὶ ἀνόθως ἰόντος ἐπὶ τὴν θεραπείαν αὐτοῦ. δἀληθὴς θεραπευτής τε καὶ ἱκέτης, κἂν εἷς ὢν ἀνὴρ ἀριθμῷ τυγχάνῃ, δυνάμει, καθάπερ αὐτὸς αἱρεῖται, σύμπας ἐστὶν λεώς, ἰσότιμος ὅλῳ ἔθνει γεγονώς.
§186 καὶ πέφυκεν οὕτως ἔχειν· ὡς γὰρ ἐν νηῒ μὲν κυβερνήτης πᾶσι τοῖς ναύταις ἀντίρροπος, ἐν δὲ στρατοπέδῳ στρατηγὸς ἅπασι τοῖς στρατιώταιςδιαφθαρέντος γοῦν ἡττᾶσθαι συμβαίνει, καθάπερ ἂν εἰ καὶ πᾶσα δύναμις ἡβηδὸν ἑάλω —, τὸν αὐτὸν τρόπον καὶ σοφὸς ὅλου ἔθνους ἀξιώματι ἁμιλλᾶται τείχει πεφραγμένος ἀκαθαιρέτῳ, θεοσεβείᾳ.
§187 Διὸ καὶ τοῖς ὑμνοῦσι τὴν εὐγένειαν ὡς μέγιστον ἀγαθὸν καὶ μεγάλων ἀγαθῶν αἴτιον οὐ μετρίως ἐπιτιμητέον, εἰ πρῶτον μὲν οἴονται τοὺς ἐκ παλαιοπλούτων καὶ παλαιενδόξων εὐγενεῖς, μηδὲ τῶν προγόνων, ἀφὧν αὐχοῦσι γενέσθαι, διὰ τὰς ἀφθόνους περιουσίας εὐδαιμονησάντων, ἐπειδὴ τὸ πρὸς ἀλήθειαν ἀγαθὸν οὐδενὶ τῶν ἐκτός, ἀλλοὐδὲ τῶν περὶ σῶμα, μᾶλλον δὲ οὐδὲ παντὶ μέρει ψυχῆς, ἀλλὰ μόνῳ τῷ ἡγεμονικῷ πέφυκεν ἐνδιαιτᾶσθαι.
§188 βουληθεὶς γὰρ θεὸς διἡμερότητα καὶ φιλανθρωπίαν καὶ παρἡμῖν τοῦθἱδρύσασθαι, νεὼν ἀξιοπρεπέστερον οὐχ εὗρεν ἐπὶ γῆς λογισμοῦ· κρείττων γὰρ ὢν μόνος ἀγαλματοφορεῖ τἀγαθόν, κἂν ἀπιστῶσί τινες τῶν μὴ γευσαμένων σοφίας χείλεσιν ἄκροιςἄργυρος γὰρ καὶ χρυσὸς τιμαί τε καὶ ἀρχαὶ καὶ σώματος εὐεξία μετεὐμορφίας ἐξαρκεῖν ἐοίκασι τοῖς ἐν ταῖς ἡγεμονίαις ἐπὶ χρειῶν τεταγμένοις πρὸς τὴν οἷα βασιλίδος ἀρετῆς ὑπηρεσίαν — * * * αὐγοειδέστατον φῶς μὴ ἰδόντες.
§189 ἐπειδὴ τοίνυν εὐγένεια κεκαθαρμένης διανοίας καθαρσίοις τελείοις κλῆρος οἰκεῖος, χρὴ μόνους λέγειν εὐγενεῖς τοὺς σώφρονας καὶ δικαίους, κἂν τύχωσιν ἐξ οἰκοτρίβων ἀργυρωνήτων γεγονότες· τοῖς δὲ ἐξ ἀγαθῶν πονηροῖς γεγονόσιν ἄβατον ἔστω τὸ εὐγενείας χωρίον.
§190 ἄοικος γὰρ καὶ ἄπολις φαῦλος, ἐκ πατρίδος ἀρετῆς ἐληλαμένος, καὶ τῷ ὄντι σοφῶν ἀνδρῶν ἐστι πατρίς· τούτῳ κατὰ τὸ ἀναγκαῖον ἕπεται δυσγένεια, κἂν εἰ πάππων προγόνων γένοιτο τοὺς βίους ἀνεπιλήπτων, ἀλλοτρίωσιν ἐπιτηδεύοντι καὶ πορρωτάτω τῆς εὐγενείας διαζευγνύντι ἑαυτὸν ἔν τε λόγοις καὶ ἔργοις.
§191 ἀλλὰ γὰρ πρὸς τῷ μὴ πεφυκέναι τοὺς πονηροὺς εὐγενεῖς ἔτι καὶ πάντας αὐτοὺς ὁρῶ πολεμίους ἀσυμβάτους εὐγενείᾳ καθαιροῦντας τὸ προγονικὸν ἀξίωμα καὶ
§192 ὅσον ἐν τῷ γένει λαμπρὸν ἐξαμαυροῦντάς τε καὶ σβεννύντας. διό μοι δοκοῦσι φιλοστοργότατοι πατέρες ἀπορρήσεις χρηματίζειν καθυἱῶν ἀποσχοινίζοντες αὐτοὺς τῆς οἰκίας καὶ συγγενείας, ὅταν τὴν ἐκ φύσεως ἐν τοῖς γεννήσασι περιττὴν καὶ ὑπερβάλλουσαν εὔνοιαν ἐν ἐκείνοις μοχθηρία κατακρατήσῃ.
§193–227
§193 τὸ δἀληθὲς τοῦ λόγου ῥᾴδιον καὶ ἀφἑτέρων διαγνῶναι. τί τῷ τὰς ὄψεις πεπηρωμένῳ γένοιτἂν εἰς τὸ βλέπειν ὄφελος ὀξυωπία προγονική; πρὸς ἑρμηνείαν τῷ παρειμένῳ γλῶτταν τὸ γονεῖς πάππους γενέσθαι μεγαλοφώνους; τί δὀνίνησι πρὸς εὐτονίαν τὸν ἐκ μακρᾶς καὶ φθινάδος νόσου κατεσκελετευμένον, ἐὰν οἱ τοῦ γένους ἀρχηγέται διἀθλητικὴν ῥώμην ἐν Ὀλυμπιονίκαις περιοδονίκαις γράφωνται; μένουσι γὰρ οὐδὲν ἧττον αἱ τοῦ σώματος κῆρες ἐν ὁμοίῳ βελτίωσιν οὐκ ἐνδεχόμεναι διὰ τὰς τῶν οἰκείων εὐπραγίας.
§194 τὸν αὐτὸν δὴ τρόπον οὔτε τοῖς ἀδίκοις δίκαιοι γονεῖς οὔτε ἀκολάστοις σώφρονες οὔτε συνόλως ἀγαθοὶ πονηροῖς ὄφελος· οὐδὲ γὰρ οἱ νόμοι τοῖς παρανομοῦσιν, ὧν εἰσιν αὐτοὶ κολασταί· νόμοι δέ τινες ἄγραφοι καὶ οἱ βίοι τῶν ζηλωσάντων τὴν ἀρετήν.
§195 ὅθεν οἶμαι τὴν εὐγένειαν, εἰ θεὸς αὐτὴν εἰς ἀνθρωπόμορφον ἰδέαν ἐτύπωσε, στᾶσαν πρὸς τοὺς ἀφηνιαστὰς ἀπογόνους ταῦτα ἂν εἰπεῖν· „τὸ συγγενὲς οὐχ αἵματι μετρεῖται μόνον, πρυτανευούσης ἀληθείας, ἀλλὰ πράξεων ὁμοιότητι καὶ θήρᾳ τῶν αὐτῶν. ὑμεῖς δὲ τἀναντία ἐπετηδεύσατε, τὰ μὲν ἐμοὶ φίλα νομίσαντες ἐχθρά, τὰ δὲ δυσμενῆ φίλα· παρἐμοὶ μὲν γὰρ αἰδὼς καὶ ἀλήθεια μετριοπάθειά τε καὶ ἀτυφία καὶ ἀκακία τίμια, παρὑμῖν δὲ ἄτιμα· κἀμοὶ μὲν ἐχθρὰ τὸ ἀναίσχυντον, τὸ ψεῦδος, ἀμετρία τῶν παθῶν, τῦφος, αἱ κακίαι, ὑμῖν δὲ οἰκειότατα.
§196 τί δὴ μελετήσαντες ἀλλοτρίωσιν τὴν διἔργων τὴν ἐν λόγῳ συγγένειαν εὐπρεπὲς ὄνομα ὑποδυόμενοι καθυποκρίνεσθε; παραγωγὰς γὰρ καὶ κεκομψευμένας ἀπάτας οὐκ ἀνέχομαι, διότι ῥᾴδιον μὲν καὶ τῷ τυχόντι εὐπροσώπους λόγους εὑρεῖν, ἤθη δὑπαλλάξασθαι πονηρὰ χρηστοῖς οὐ ῥᾴδιον.
§197 εἰς ἅπερ ἀφορῶσα καὶ νῦν ἐχθροὺς νομίζω καὶ αὖθις ἡγήσομαι τοὺς τὰ τῆς ἔχθρας ὑπεκκαύματα ζωπυρήσαντας καὶ μᾶλλον τῶν εἰς δυσγένειαν ὀνειδιζομένων ὑποβλέψομαι· τούτοις μὲν γὰρ ἀπολογία τὸ μηδὲν οἰκεῖον ἔχειν παράδειγμα καλοκἀγαθίας, ὑπόδικοι δὑμεῖς οἱ ἐκ μεγάλων φύντες οἴκων, οἷς αὔχημα καὶ κλέος τὰ λαμπρὰ γένη· παριδρυμένων γὰρ καὶ τρόπον τινὰ συμπεφυκότων ἀρχετύπων ἀγαθῶν οὐδὲν ἀπομάξασθαι καλὸν διενοήθητε.“
§198 Ὅτι δὲ ἐν ἀρετῆς κτήσει τίθεται τὸ εὐγενὲς καὶ τὸν ἔχοντα ταύτην εὐγενῆ μόνον ὑπείληφεν, ἀλλοὐχ ὅστις ἂν καλῶν καὶ ἀγαθῶν γένηται γονέων, δῆλον ἐκ πολλῶν.
§199 αὐτίκα τοὺς ἐκ τοῦ γηγενοῦς φύντας τίς οὐκ ἂν εὐπατρίδας εἴποι καὶ εὐπατριδῶν ἀρχηγέτας; οἳ γένος ἐξαίρετον ἔλαχον παρὰ τοὺς ἔπειτα, βλαστήσαντες ἐκ τῶν πρώτων νυμφίων ἀνδρός τε καὶ γυναικὸς τότε πρῶτον εἰς ὁμιλίαν κοινὴν ἐπὶ σπορᾷ τοῦ ὁμοίου συνελθόντων. ἀλλὅμως δυοῖν γενομένων πρεσβύτερος ὑπέμεινε τὸν νεώτερον δολοφονῆσαι καὶ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, ἐργασάμενος πρῶτος αἵματι ἀνθρωπίνῳ τὴν γῆν ἐμίανε.
§200 τί δὴ τοῦτον ὤνησεν εὐγένεια τὴν ἐν τῇ ψυχῇ δυσγένειαν ἐπιδειξάμενον; ἣν καὶ τῶν ἀνθρωπίνων πραγμάτων ἔφορος θεὸς ἰδὼν ἐστύγησε καὶ προβαλλόμενος ὥρισε τιμωρίας, οὐκ εὐθὺς ἀνελών, ὅπως ἀναισθήτως ἔχῃ συμφορῶν, ἀλλὰ μυρίους ἐπικρεμάσας τοὺς ἐν αἰσθήσει θανάτους λύπαις καὶ φόβοις ἐπαλλήλοις εἰς κακῶν ὀδυνηροτάτων ἀντίληψιν.
§201 Ἐγένετο δέ τις τῶν μετὰ ταῦτα σφόδρα δοκίμων ἀνὴρ ὁσιώτατος, οὗ τὴν εὐσέβειαν ἀνάγραπτον ἠξίωσεν εἶναι ἐν ἱεραῖς βίβλοις τοὺς νόμους διαταξάμενος· ὃς ἐν τῷ μεγάλῳ κατακλυσμῷ, τῶν πόλεων ἀφανιζομένων πανωλεθρίᾳκαὶ γὰρ τῶν ὀρῶν τὰ ὑψηλότατα τῇ συναυξήσει καὶ ἐπιτάσει τῆς περὶ τὴν φορὰν πλημμύρας κατεπίνετο —, μόνος μετὰ τῶν οἰκείων διασῴζεται τῆς καλοκἀγαθίας ἆθλον ἀράμενος, οὗ μεῖζον οὐκ ἔστιν εὑρεῖν.
§202 ἀλλὰ καὶ τούτῳ τριῶν γενομένων παίδων καὶ συναπολελαυκότων τῆς πατρῴας δωρεᾶς εἷς ἐτόλμησε τὸν αἴτιον τῆς σωτηρίας πατέρα κατακερτομεῖν γέλωτα καὶ χλεύην, εἴ τι παρεσφάλη μὴ καθἑκούσιον γνώμην, τιθέμενος καὶ τοῖς μὴ εἰδόσιν ἀπογυμνῶν κρύπτειν θέμις ἐπὶ τῇ τοῦ γεννήσαντος αἰσχύνῃ. τοιγαροῦν οὐκ ὤνατο τῆς λαμπρᾶς εὐγενείας ἐπάρατος γενόμενος καὶ τοῖς μεταὐτὸν ἀρχὴ κακοδαιμονίας· ὧν ἄξιον ἦν τυγχάνειν τὸν ἠμεληκότα γονέων τιμῆς.
§203 Ἀλλὰ τί τούτων μεμνῆσθαι προσῆκεν ἀφέμενον τοῦ πρώτου καὶ γηγενοῦς; ὃς ἕνεκα εὐγενείας οὐδενὶ θνητῷ σύγκριτος, χερσὶ μὲν θείαις εἰς ἀνδριάντα τὸν σωματοειδῆ τυπωθεὶς ἀκρότητι τέχνης πλαστικῆς, ψυχῆς δὲ ἀξιωθεὶς ἀποὐδενὸς ἔτι τῶν εἰς γένεσιν ἡκόντων, ἐμπνεύσαντος θεοῦ τῆς ἰδίας δυνάμεως ὅσον ἐδύνατο δέξασθαι θνητὴ φύσις, ἆροὐχ ὑπερβολή τις εὐγενείας μηδεμιᾷ τῶν ἄλλων ὅσαι διωνομάσθησαν εἰς σύγκρισιν ἐλθεῖν δυναμένη;
§204 τῶν μὲν γὰρ τὸ κλέος ἐκ προγόνων εὐτυχίαςἄνθρωποι δὲ οἱ πρόγονοι, ζῷα ἐπίκηρα καὶ φθαρτά, καὶ αἱ τούτων ἀβέβαιοι καὶ ἐφήμεροι τὰ πολλὰ εὐπραγίαι —, τοῦ δὲ πατὴρ [μὲν] θνητὸς οὐδείς, δὲ ἀίδιος θεός·
§205 οὗ τρόπον τινὰ γενόμενος εἰκὼν κατὰ τὸν ἡγεμόνα νοῦν ἐν ψυχῇ, δέον ἀκηλίδωτον τὴν εἰκόνα φυλάξαι καθὅσον οἷόν τε ἦν ἐπακολουθήσαντα ταῖς τοῦ γεννήσαντος ἀρεταῖς, προτεθέντων εἰς αἱρέσεις καὶ φυγὰς τῶν ἐναντίων, ἀγαθοῦ καὶ κακοῦ καὶ καλοῦ καὶ αἰσχροῦ καὶ ἀληθοῦς καὶ ψευδοῦς, τὰ μὲν ψευδῆ καὶ αἰσχρὰ καὶ κακὰ προθύμως εἵλετο, τῶν δὲ ἀγαθῶν καὶ καλῶν καὶ ἀληθῶν ἠλόγησεν· ἐφοἷς εἰκότως θνητὸν ἀθανάτου βίον ἀνθυπηλλάξατο μακαριότητος καὶ εὐδαιμονίας σφαλεὶς καὶ ῥᾷστα μετέβαλεν εἰς ἐπίπονον καὶ κακοδαίμονα ζωήν.
§206 Ἀλλοὗτοι μὲν ἔστωσαν κοινοὶ πᾶσιν ἀνθρώποις ὅροι τοῦ μὴ ἐπὶ μεγάλοις γένεσι σεμνύνεσθαι τοὺς καλοκἀγαθίας ἀμοιροῦντας· Ἰουδαίοις δὲ καὶ ἕτεροι δίχα τῶν κοινῶν ἐξαίρετοι. τῶν γὰρ τοῦ γένους ἀρχηγετῶν εἰσιν οὓς αἱ τῶν προγόνων ἀρεταὶ συνόλως οὐδὲν ὤνησαν ἐπἐπιλήπτοις καὶ ὑπαιτίοις πράξεσιν ἁλόντας, εἰ καὶ πρὸς ἑτέρου μηδενὸς ἐλεγχθέντας, ἀλλοὖν ὑπὸ τοῦ συνειδότος, μόνον ἐξ ἁπάντων δικαστήριον τέχναις λόγων οὐ παράγεται.
§207 πολύπαις ἦν πρῶτος ἐκ τριῶν παιδοποιησάμενος γυναικῶν, οὐ διἡδονῆς ἀπόλαυσιν, ἀλλὰ διἐλπίδα τοῦ πληθῦναι τὸ γένος· ἀλλἐκ πολλῶν εἷς μόνος ἀπεδείχθη κληρονόμος τῶν πατρῴων ἀγαθῶν, οἱ δἄλλοι πάντες γνώμης ὑγιοῦς σφαλέντες καὶ μηδὲν τῶν τοῦ γεννήσαντος ἀπομαξάμενοι διῳκίσθησαν ἀλλοτριωθέντες τῆς ἀοιδίμου εὐγενείας.
§208 πάλιν ἐκ τοῦ δοκιμασθέντος κληρονόμου δύο δίδυμοι γεννῶνται μηδὲν [ὅτι μὴ χεῖρας καὶ ταύτας ἕνεκά τινος οἰκονομίας] ὅμοιον ἐπιφερόμενοι, μήτε τοῖς σώμασι μήτε ταῖς γνώμαις· μὲν γὰρ νεώτερος καταπειθὴς ἀμφοτέροις τοῖς γονεῦσιν ἦν καὶ οὕτως εὐάρεστος, ὡς καὶ θεοῦ τυχεῖν ἐπαινέτου, δὲ μείζων ἀπειθής, [ἐκ] τῶν γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδονῶν ἀκρατῶς ἔχων, ὑφὧν ἀνεπείσθη καὶ πρεσβείων ἐξίστασθαι τῷ μεταὐτὸν καὶ μετανοεῖν εὐθὺς ἐφοἷς ἐξέστη καὶ φονᾶν κατὰ τοῦ ἀδελφοῦ καὶ μηδὲν ἕτερον διὧν λυπήσει τοὺς γονεῖς πραγματεύεσθαι.
§209 τοιγαροῦν τῷ μὲν εὐχὰς τίθενται τὰς ἀνωτάτω, βεβαιοῦντος ἁπάσας θεοῦ καὶ μηδεμίαν ἀξιώσαντος ἀτελῆ καταλιπεῖν, τῷ δὲ κατἔλεον χαρίζονται τὴν ὑπήκοον τάξιν, ἵνα δουλεύῃ τῷ ἀδελφῷ, νομίζοντες, ὅπερ ἐστίν, ἀγαθὸν εἶναι τῷ φαύλῳ τὸ μὴ αὐτεξούσιον.
§210 καὶ εἴ γε ὑπέμεινε τὴν δουλείαν ἄσμενος, δευτερείων ἂν ἠξιοῦτο ὡς ἐν ἄθλοις ἀρετῆς· νυνὶ δὲ ἀπαυθαδισάμενος καὶ δραπετεύσας τῆς καλῆς ἐπιστασίας αὑτῷ τε καὶ τοῖς ἀπογόνοις μεγάλων αἴτιος ὀνειδῶν ἐγένετο, ὡς τὸν ἀβίωτον αὐτοῦ βίον ἐστηλιτεῦσθαι πρὸς σαφέστατον ἔλεγχον τοῦ μηδὲν τὴν εὐγένειαν ὠφελεῖν τοὺς ἀναξίους εὐγενείας.
§211 Οὗτοι μὲν οὖν εἰσι τῆς ἐπιλήπτου τάξεως, οὓς ἐξ ἀγαθῶν πονηροὺς γενομένους ὤνησαν μὲν οὐδὲν αἱ πατέρων ἀρεταί, αἱ δἐν τῇ ψυχῇ κακίαι μυρία ἔβλαψαν. ἔχω δεἰπεῖν ἑτέρους τὴν ἐξ ἐναντίας ἀμείνω τεταγμένους τάξιν, οἷς πρόγονοι μὲν ὑπαίτιοι, ζηλωτὸς δὲ καὶ ἀνάπλεως εὐφημίας βίος.
§212 τοῦ τῶν Ἰουδαίων ἔθνους πρεσβύτατος γένος μὲν ἦν Χαλδαῖος, πατρὸς δὲ ἀστρονομικοῦ τῶν περὶ τὰ μαθήματα διατριβόντων, οἳ τοὺς ἀστέρας θεοὺς νομίζουσι καὶ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον, παροὓς τό τε εὖ καὶ τὸ χεῖρον ἑκάστοις φασὶν ἀποβαίνειν, οὐδὲν ἔξω τῶν αἰσθητῶν αἴτιον ὑπολαμβάνοντες εἶναι.
§213 τούτου δὲ τί ἂν εἴη χαλεπώτερον μᾶλλον ἀπελέγξαι τὴν ἐν τῇ ψυχῇ δυσγένειαν δυνάμενον διἐπιστήμης τῶν πολλῶν καὶ δευτέρων καὶ γενητῶν εἰς ἀνεπιστημοσύνην ἰούσῃ τοῦ ἑνὸς καὶ πρεσβυτάτου καὶ ἀγενήτου καὶ ποιητοῦ τῶν ὅλων καὶ διά τε ταῦτα ἀρίστου καὶ διὰ μυρία ἄλλα, διὰ μέγεθος ἀνθρώπινος λογισμὸς οὐ χωρεῖ;
§214 ὧν ἔννοιαν λαβὼν καὶ ἐπιθειάσας καταλείπει μὲν πατρίδα καὶ γενεὰν καὶ πατρῷον οἶκον, εἰδὼς ὅτι μένοντος μὲν αἱ τῆς πολυθέου δόξης ἐγκαταμενοῦσιν ἀπάται ἀνήνυτον κατασκευάζουσαι τὴν τοῦ ἑνὸς εὕρεσιν, ὅς ἐστιν ἀίδιος μόνος καὶ ὅλων πατὴρ νοητῶν τε αὖ καὶ αἰσθητῶν, εἰ δὲ μετανασταίη, μεταναστήσεται καὶ τῆς διανοίας ἀπάτη μεθαρμοσαμένης τὴν ψευδῆ δόξαν εἰς ἀλήθειαν.
§215 ἅμα δὲ καὶ τὸν πόθον ὃν ἐπόθει γνῶναι τὸ ὂν προσανερρίπισε λόγια χρησθέντα, οἷς ποδηγετούμενος ἐπὶ τὴν τοῦ ἑνὸς ἀοκνοτάτῃ σπουδῇ ζήτησιν ᾔει· καὶ οὐ πρότερον ἀνῆκεν τρανοτέρας λαβεῖν φαντασίας, οὐχὶ τῆς οὐσίαςτοῦτο γὰρ ἀμήχανον —, ἀλλὰ τῆς ὑπάρξεως αὐτοῦ καὶ προνοίας.
§216 διὸ καὶ πιστεῦσαι λέγεται τῷ θεῷ πρῶτος, ἐπειδὴ καὶ πρῶτος ἀκλινῆ καὶ βεβαίαν ἔσχεν ὑπόληψιν, ὡς ἔστιν ἓν αἴτιον τὸ ἀνωτάτω καὶ προνοεῖ τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ. κτησάμενος δὲ πίστιν, τὴν τῶν ἀρετῶν βεβαιοτάτην, συνεκτᾶτο καὶ τὰς ἄλλας ἁπάσας, ὡς παρὰ τοῖς ὑποδεξαμένοις νομίζεσθαι βασιλεύς, οὐχὶ ταῖς παρασκευαῖςἰδιώτης γὰρ ἦν —, ἀλλὰ τῷ περὶ τὴν ψυχὴν μεγέθει, φρονήματος ὢν βασιλικοῦ.
§217 καὶ δῆτα θεραπεύοντες αὐτὸν διετέλουν ὡς ἄρχοντα ὑπήκοοι τὸ περὶ πάντα μεγαλεῖον τῆς φύσεως αὐτοῦ καταπληττόμενοι τελειοτέρας οὔσης κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ὁμιλίαις ἐχρῆτο ταῖς αὐταῖς, ἀλλἐπιθειάζων τὰ πολλὰ σεμνοτέραις· ὁπότε γοῦν κατασχεθείη, μετέβαλλε πάντα πρὸς τὸ βέλτιον, τὰς ὄψεις, τὴν χρόαν, τὸ μέγεθος, τὰς σχέσεις, τὰς κινήσεις, τὴν φωνήν, τοῦ θείου πνεύματος, ὅπερ ἄνωθεν καταπνευσθὲν εἰσῳκίσατο τῇ ψυχῇ, περιτιθέντος τῷ μὲν σώματι κάλλος ἐξαίρετον, τοῖς δὲ λόγοις πειθώ, τοῖς δἀκούουσι σύνεσιν.
§218 ἆροὐκ ἂν εἴποις τὸν μετανάστην τουτονί, τὸν πάντων ἔρημον οἰκείων καὶ φίλων, εὐγενέστατον εἶναι, τῆς πρὸς θεὸν συγγενείας ὀρεχθέντα καὶ σπουδάσαντα μηχανῇ πάσῃ γνώριμον αὐτῷ γενέσθαι καὶ ταχθέντα μὲν τάξιν ἀρίστην τὴν ἐν προφήταις, πιστεύσαντα δὲ μηδενὶ τῶν ἐν γενέσει πρὸ τοῦ ἀγενήτου καὶ πάντων πατρός, καὶ βασιλέα δέ, ὡς ἔφην, παρὰ τοῖς ὑποδεξαμένοις νομισθέντα, μήθὅπλοις μήτε στρατιωτικαῖς δυνάμεσιν, ὡς ἐνίοις ἔθος, λαβόντα τὴν ἀρχήν, ἀλλὰ χειροτονίᾳ θεοῦ τοῦ φιλαρέτου τοὺς εὐσεβείας ἐραστὰς αὐτοκρατέσιν ἐξουσίαις γεραίροντος ἐπὠφελείᾳ τῶν συντυγχανόντων;
§219 οὗτος ἅπασιν ἐπηλύταις εὐγενείας ἐστὶ κανών, δυσγένειαν μὲν τὴν ἐξ ἀλλοκότων νόμων καὶ ἐκθέσμων ἐθῶν, λίθοις καὶ ξύλοις καὶ συνόλως ἀψύχοις ἰσοθέους ἀπένειμε τιμάς, καταλιποῦσι, καλὴν δἀποικίαν στειλαμένοις πρὸς ἔμψυχον τῷ ὄντι καὶ ζῶσαν πολιτείαν, ἧς ἔφορος καὶ ἐπίσκοπος ἀλήθεια.
§220 Ταύτην τὴν εὐγένειαν οὐ μόνον θεοφιλεῖς ἄνδρες ἀλλὰ καὶ γυναῖκες ἐζήλωσαν, ἀπομαθοῦσαι μὲν ἀμαθίαν τὴν σύντροφον περὶ τιμῆς τῶν χειροκμήτων, παιδευθεῖσαι δὲ τὴν περὶ μοναρχίας ἐπιστήμην, μοναρχεῖται κόσμος.
§221 Θάμαρ ἦν τῶν ἀπὸ τῆς Παλαιστίνης Συρίας γύναιον, ἐν οἰκίᾳ καὶ πόλει τραφὲν πολυθέῳ γεμούσῃ ξοάνων καὶ ἀγαλμάτων καὶ συνόλως ἀφιδρυμάτων. ἀλλἐπειδὴ καθάπερ ἐκ σκότους βαθέος ἐδυνήθη βραχεῖαν αὐγὴν ἀληθείας ἰδεῖν, θανάτου κινδύνῳ πρὸς εὐσέβειαν ηὐτομόλησεν ὀλίγα φροντίσασα τοῦ ζῆν, εἰ μὴ μέλλοι καλῶς ζῆν· τὸ δὲ καλῶς ἀνέφερεν ἐποὐδὲν ἕτερον τὴν θεραπείαν καὶ ἱκεσίαν τοῦ ἑνὸς αἰτίου.
§222 καίτοι δυσὶν ἀδελφοῖς ἀμφοτέροις πονηροῖς ἐν μέρει γημαμένη, κουριδίῳ μὲν τῷ προτέρῳ, τῷ δὑστέρῳ κατἐπιδικασίας νόμον, γενεὰν τοῦ προτέρου μὴ καταλιπόντος, ἀλλὅμως ἀκηλίδωτον διαφυλάξασα τὸν ἑαυτῆς βίον ἴσχυσε καὶ τῆς προσηκούσης τοῖς ἀγαθοῖς εὐφημίας ἐπιλαχεῖν καὶ τοῖς μεταὐτὴν ἅπασιν εὐγενείας ἀφορμὴ γενέσθαι. ἀλλαὕτη μέν, εἰ καὶ ἀλλόφυλος, ἀλλοὖν γε ἐλευθέρα καὶ ἐξ ἐλευθέρων καὶ οὐκ ἀσήμων ἴσως.
§223 θεράπαιναι δὲ τῶν ὑπὲρ Εὐφράτην ἐν ἐσχατιαῖς τῆς Βαβυλῶνος γεννηθεῖσαι προικίδιαι μὲν ἐδόθησαν γαμουμέναις ταῖς τροφίμαις, ἄξιαι δὲ κριθεῖσαι παρελθεῖν εἰς εὐνὴν ἀνδρὸς σοφοῦ τὸ μὲν πρῶτον ἐκ παλλακίδων εἰς γαμετῶν ὄνομα καὶ σχῆμα παρῆλθον καὶ ἀντὶ θεραπαινίδων ἰσότιμοι ταῖς δεσποίναις ὀλίγου δέω φάναι κατέστησαν ὑπἐκείνων, ὅπερ ἦν ἀπιστότατον, πρὸς τὸ αὐτὸ ἀξίωμα παραπεμφθεῖσαι· φθόνος γὰρ οὐκ εἰσοικίζεται σοφῶν ψυχαῖς, οὗ μὴ παρόντος κοινοπραγοῦσι τῶν ἀγαθῶν.
§224 οἱ δἐκ τούτων νόθοι παῖδες γνησίων οὐδὲν διήνεγκαν, οὐ μόνον παρὰ τῷ γεννήσαντιθαυμαστὸν γὰρ οὐδέν, εἰ τοῖς μὴ ὁμογαστρίοις πάντων κοινὸς πατὴρ τὴν αὐτὴν εὔνοιαν παρεῖχεν —, ἀλλὰ καὶ παρὰ ταῖς μητρυιαῖς· αἱ μὲν γὰρ τὸ πρὸς προγονοὺς μῖσος ἀναιρούμεναι εἰς ἄλεκτον μεθηρμόσαντο κηδεμονίαν· οἱ δὲ προγονοὶ τῇ
§225 κατἀντίδοσιν εὐνοίᾳ τὰς μητρυιὰς ὡς φύσει μητέρας ἐξετίμησαν· ἀδελφοί τε μέρει ἡμίσει τοῦ γένους νομισθέντες οὐκ ἐφἡμισείᾳ στέργειν ἀλλήλους ἠξίωσαν, ἀλλεἰς τὸ διπλάσιον τὸ τοῦ φιλεῖν καὶ ἀντιφιλεῖσθαι πάθος συναυξήσαντες καὶ τὸ δοκοῦν ὑστερίζειν προσανεπλήρωσαν τοῖς ἐξ ἀμφοῖν γεγονόσιν εἰς ἁρμονίαν καὶ κρᾶσιν ἠθῶν συνδραμεῖν σπουδάσαντες.
§226 Τί τοίνυν μεταδοτέον τοῖς ὡς ἴδιον ἀγαθὸν τὸ ἀλλότριον, εὐγένειαν, ὑποδυομένοις; οἳ δίχα τῶν εἰρημένων ἐχθροὶ δικαίως ἂν νομισθεῖεν καὶ τοῦ τῶν Ἰουδαίων ἔθνους καὶ τῶν πανταχοῦ πάντων, τοῦ μὲν ὅτι διδόασι τοῖς ὁμοφύλοις ἐκεχειρίαν ὀλιγωρεῖν ὑγιαίνοντος βίου καὶ βεβαίου πεποιθήσει προγονικῆς ἀρετῆς, τῶν δὅτι, κἂν ἐπαὐτὴν φθάσωσιν ἀκρότητα καλοκἀγαθίας, οὐδὲν ὠφεληθήσονται διὰ τὸ μὴ τυχεῖν γονέων καὶ πάππων ἀνεπιλήπτων.
§227 ἧς οὐκ οἶδεἴ τις βλαβερωτέρα γένοιτἂν εἰσήγησις, εἰ μήτε τοῖς ἐξ ἀγαθῶν πονηρευομένοις ἐπακολουθήσει τιμωρὸς δίκη μήτε τοῖς ἐκ πονηρῶν ἀγαθοῖς ἕψεται τιμή, τοῦ νόμου δοκιμάζοντος ἕκαστον αὐτὸν ἐφἑαυτοῦ καὶ μὴ συγγενῶν ἀρεταῖς κακίαις ἐπαινοῦντος κολάζοντος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up