Philo Judaeus De Josepho
EN Lat Orig
De Josepho
§1–41
§1 Τρεῖς μέν εἰσιν ἰδέαι, διὧν τὸ ἄριστον τέλος, μάθησις, φύσις, ἄσκησις, τρεῖς δὲ καὶ σοφῶν οἱ πρεσβύτατοι κατὰ Μωυσῆν ἐπώνυμοι τούτων· ὧν τοὺς βίους ἀναγεγραφώς, τόν τε ἐκ διδασκαλίας καὶ τὸν αὐτομαθῆ καὶ τὸν ἀσκητικόν, τέταρτον κατὰ τὸ ἑξῆς ἀναγράψω τὸν πολιτικόν, οὗ πάλιν ἐπώνυμον ἕνα τῶν φυλάρχων διασυνίστησιν ἐκ πρώτης ἡλικίας συγκροτηθέντα.
§2 ἤρξατο μέντοι συγκροτεῖσθαι περὶ ἔτη γεγονὼς ἑπτακαίδεκα τοῖς κατὰ ποιμενικὴν θεωρήμασιν, συνᾴδει τοῖς περὶ πόλιν· ὅθεν οἶμαι καὶ τὸ ποιητικὸν γένος "ποιμένας λαῶντοὺς βασιλεῖς εἴωθεν ὀνομάζειν· γὰρ τὴν ποιμενικὴν κατωρθωκὼς ἄριστος ἂν εἴη καὶ βασιλεύς, τῆς καλλίστης ζῴων ἀγέλης, ἀνθρώπων, τὴν ἐπιμέλειαν ἐν ταῖς ἐλάττονος σπουδῆς ἀξίαις ἀναδιδαχθείς·
§3 καὶ καθάπερ τῷ μέλλοντι πολεμαρχεῖν καὶ στρατηγεῖν ἀναγκαιότατον αἱ περὶ τὰ κυνηγέσια μελέται, τὸν αὐτὸν τρόπον καὶ οἷς ἐλπὶς ἐπιτροπεῦσαι πόλεως οἰκειότατον ποιμενικὴ προάγων τις οὖσα ἐπιστασίας καὶ στρατηγίας.
§4 ἐνορῶν οὖν πατὴρ αὐτῷ φρόνημα εὐγενὲς καὶ μεῖζον κατἰδιώτην ἐθαύμαζε καὶ περιεῖπε καὶ τῶν ἄλλων υἱῶν μᾶλλον ἔστεργεν, ἐπειδὴ ὀψίγονος ἦν, ὅπερ οὐδενὸς ἧττον ἀγωγόν ἐστιν εἰς εὔνοιαν· καὶ ἅτε φιλόκαλος ὢν ἐζωπύρει τὴν τοῦ παιδὸς φύσιν ἐξαιρέτοις καὶ περιτταῖς ἐπιμελείαις,
§5 ἵνα μὴ ἐντύφηται μόνον, ἀλλὰ καὶ θᾶττον ἐκλάμψῃ. φθόνος δὲ ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος καὶ τότε πᾶσι τοῖς μέρεσιν οἰκίαν κατορθοῦσαν ἐπιθέμενος διέστησε καθἑνὸς πολλοὺς ἀδελφοὺς ἀλείψας, οἳ τῇ πρὸς ἐκεῖνον εὐνοίᾳ τοῦ πατρὸς ἰσόρροπον δύσνοιαν ἐπεδείκνυντο μισοῦντες ὅσον ἐστέργετο· τὸ δὲ μῖσος οὐκ ἐξελάλουν, ἀλλἐν ἑαυτοῖς ἐταμίευον, ὅθεν εἰκότως ἀργαλεώτερον ἐφύετο· τὰ γὰρ στεγόμενα πάθη μὴ διαπνέοντα τοῖς ἐπισχοῦσι λόγοις βαρύτερα.
§6 χρώμενος οὖν ἀκάκοις τοῖς ἤθεσι καὶ τὴν ὑποικουροῦσαν ἔχθραν ἐκ τῶν ἀδελφῶν οὐ συνιείς, ὄναρ ἰδὼν αἴσιον, ὡς δὴ εὔνοις διηγεῖται· "ἔδοξα" γάρ φησιν "ἀμήτου καιρὸν ἐφεστάναι καὶ πάντας ἡμᾶς ἀφικομένους εἰς τὸ πεδίον ἐπὶ τὴν τοῦ καρποῦ συλλογὴν δρέπανα λαβόντας θερίζειν, αἰφνίδιον δὲ τὸ μὲν ἐμὸν δράγμα ὑπανίστασθαι καὶ μετεωρισθὲν ὀρθοῦσθαι, τὰ δὲ ὑμέτερα ὥσπερ ἀπὸ συνθήματος ἐπιδραμόντα τεθηπέναι καὶ μετὰ τιμῆς τῆς πάσης προσκυνεῖν“.
§7 οἱ δὲ εἰς σύνεσιν ἀκριβεῖς καὶ δεινοὶ διὰ συμβόλων ἰχνηλατῆσαι πρᾶγμἀδηλούμενον εἰκόσι στοχασμοῖςμὴ νομίζειςἔφασαν "ἔσεσθαι βασιλεὺς ἡμῶν καὶ κύριος; ταῦτα γὰρ διὰ τῆς κατεψευσμένης φαντασίας ὑπαινίττῃ.“ τὸ δὲ μῖσος ἔτι μᾶλλον ἐζωπυρεῖτο προσλαμβάνον ἀεί τινα καινὴν πρόφασιν εἰς συναύξησιν.
§8 δὲ οὐδὲν ὑπιδόμενος ὀλίγαις ὕστερον ἡμέραις ὄναρ ἰδὼν ἕτερον καταπληκτικώτερον τοῦ προτέρου τοῖς ἀδελφοῖς ἀνέφερεν· ᾤετο γὰρ ἥλιον καὶ σελήνην καὶ ἕνδεκα ἀστέρας ἥκοντας προσκυνεῖν αὑτόν, ὡς τὸν πατέρα θαυμάσαντα τὸ γεγονὸς ἐναποθέσθαι τῇ διανοίᾳ ταμιεύοντα καὶ σκοπούμενον τὸ ἐσόμενον.
§9 ἐμβριθῶς δἐνουθέτει τὸν παῖδα κατὰ δέος τοῦ μή τι διαμαρτεῖν καί φησιν· „ἆρα δυνησόμεθα ἐγὼ καὶ μήτηρ καὶ οἱ ἀδελφοὶ προσκυνῆσαί σε;—διὰ μὲν γὰρ ἡλίου τὸν πατέρα, διὰ δὲ σελήνης τὴν μητέρα, διὰ δὲ τῶν ἕνδεκα ἀστέρων τοὺς ἕνδεκα ἀδελφοὺς ὑποσημαίνειν ἔοικας—· μηδὲ εἰς νοῦν ποτε ἔλθοι τὸν σόν, παῖ, λαθοῦσα δὲ καὶ μνήμη τῶν φανέντων ὑπεξέλθοι· τὸ γὰρ τὴν ἐπὶ τοῖς οἰκείοις ἐλπίζειν καὶ καραδοκεῖν ἡγεμονίαν ἀπευκτὸν ἄγαν παρἐμοὶ κριτῇ, νομίζω δὲ καὶ παρὰ πᾶσιν, ὅσοις ἰσότητος μέλει καὶ συγγενικῶν δικαίων.“
§10 εὐλαβηθεὶς δ πατήρ, μή τις ἐκ τῆς συνδιαιτήσεως ἐπιγένηται ταραχὴ καὶ στάσις τοῖς ἀδελφοῖς μνησικακοῦσιν ὑπὲρ τῶν ὀνειράτων τῷ θεασαμένῳ, τοὺς μὲν ἐκπέμπει ποιμανοῦντας, τὸν δὲ οἴκοι παρεφύλαττεν ἄχρι καιροῦ τοῦ προσήκοντος, εἰδὼς ὅτι τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων λέγεται εἶναι χρόνος ἰατρός, ἱκανὸς καὶ πένθος ἀνελεῖν καὶ θυμὸν σβέσαι καὶ φόβον θεραπεῦσαι· πάντα γὰρ ἐξευμαρίζει καὶ ὅσα κατὰ τὴν φύσιν δυσίατα.
§11 ὡς δἐτόπασε μηδὲν ἔτι ταῖς διανοίαις αὐτῶν ἔχθος ὑποικουροῦν, ἐκπέμπει τὸν υἱὸν ἅμα μὲν τοὺς ἀδελφοὺς ἀσπασόμενον, ἅμα δὲ καὶ δηλώσοντα, πῶς ἔχουσιν αὐτοί τε καὶ αἱ τῶν θρεμμάτων ἀγέλαι.
§12 ταύτην τὴν ὁδὸν ἀρχὴν συνέβη γενέσθαι μεγάλων κακῶν τε αὖ καὶ ἀγαθῶν παρἐλπίδας ἑκατέρων. μὲν γὰρ ταῖς ἐπισκήψεσι πειθαρχῶν τοῦ πατρὸς ᾔει πρὸς τοὺς ἀδελφούς, οἱ δὲ μακρόθεν ἀφικνούμενον ἰδόντες ἄλλος ἄλλῳ διελάλουν οὐδὲν εὔφημον, ὁπότε οὐδὀνομαστὶ προσαγορεύειν ἠξίουν αὐτόν, ἀλλὀνειροπλῆγα καὶ "ἐνυπνιαστὴν" καὶ τοιαῦτα ἐπεφήμιζον καὶ ἐπὶ τοσοῦτον προῆγον ὀργῆς, ὥστε καὶ τὸν ἐπαὐτῷ φόνον οὐ πάντες ἀλλοἱ πλείους ἐβούλευον καὶ ὑπὲρ τοῦ μὴ καταφωραθῆναι ῥιπτεῖν ἀνελόντες ἐγνώκεσαν εἰς ὄρυγμα γῆς βαθύτατον· πολλαὶ δέ εἰσι περὶ τὸν τόπον ὕδατος ὀμβρίου δεξαμεναί.
§13 καὶ μικροῦ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, εἰργάσαντο, εἰ μὴ παρηγορίαις τοῦ πρεσβυτάτου μόλις ἐπείσθησαν, ὃς παρῄνει μὴ ἐφάψασθαι τοῦ μιάσματος, ἀλλαὐτὸ μόνον εἰς ἓν τῶν ὀρυγμάτων ῥῖψαι, διανοούμενός τι σωτήριον, ἵνα λαβὼν μετὰ τὴν ἀναχώρησιν ἀπαθῆ παντὸς κακοῦ παραπέμψῃ τῷ πατρί.
§14 συναινεσάντων δέ, μὲν προσιὼν ἠσπάζετο, οἱ δὲ ὡς πολέμιον συλλαβόντες ἀπαμπίσχουσι τὴν ἐσθῆτα καὶ τὸν μὲν καθιμῶσιν εἰς βαθεῖς βόθρους, τὴν δἐρίφου αἵματι φοινίξαντες διαπέμπονται τῷ πατρὶ πρόφασιν ὡς ὑπὸ θηρίων
§15 δαπανηθέντος. ἐκείνῃ δὲ τῇ ἡμέρᾳ κατά τινα συντυχίαν ἔμποροί τινες ὡδοιπόρουν τῶν ἔθος ἐχόντων ἀπἈραβίας εἰς Αἴγυπτον κομίζειν φόρτον· οἷς ἀνελκύσαντες τὸν ἀδελφὸν πιπράσκουσιν, ἡγησαμένου τὴν γνώμην τοῦ καθἡλικίαν τετάρτου· καὶ γὰρ οὗτός μοι δοκῶ δείσας, μή ποθὑπὸ τῶν ὀργὴν ἀμείλικτον ἐπαὐτῷ ζωπυρούντων δολοφονηθῇ, συνεβούλευσεν ἀποδόσθαι δουλείαν ὑπαλλαττόμενος θανάτου, κουφότερον κακὸν μείζονος.
§16 δὲ πρεσβύτατοςοὐ γὰρ παρῆν πιπρασκομένουδιακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε;“ λέγων·
§17 "εἴπατε, ζῇ τέθνηκεν; εἰ μὲν οὐκ ἔστι, δείξατέ μοι τὸν νεκρόν, ἵνἐπιδακρύσας τῷ πτώματι λωφήσω τῆς συμφορᾶς· ἰδὼν κείμενον παρηγορηθήσομαι. τί καὶ νεκρῷ μνησικακοῦμεν; πρὸς τοὺς ἐκποδὼν φθόνος οὐδεὶς φύεται. εἰ δὲ ζῇ, ποῖ γῆς ἀπελήλυθε; φυλάττεται παρὰ τίσιν; οὐ γὰρ δὴ κἀγὼ καθάπερ ἐκεῖνος ἐν ὑποψίαις εἰμί, ὡς ἀπιστεῖσθαι.“
§18 εἰπόντων δὅτι πέπραται καὶ τὴν τιμὴν ἐπιδεικνυμένων, „καλὴν ἐμπορίανεἶπεν "ἐστείλασθε· τὰ κέρδη διανειμώμεθα· τοῖς ἀνδραποδισταῖς περὶ κακίας ἄθλων ἁμιλλησάμενοι στεφανηφορῶμεν, προσυπερβάλλοντες αὐτοὺς ὠμότητι σεμνυνώμεθα· κατὰ ἀλλοτρίων ἐκεῖνοι συντίθενται, κατὰ δοἰκειοτάτων καὶ φιλτάτων ἡμεῖς.
§19 κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δὑπαιτίων ψόγου καὶ κατηγορίας τυγχάνουσαι.
§20 τίνα ἄρα τρόπον πατὴρ ἡμῶν τὴν περὶ τῶν συμβεβηκότων ἀκοὴν δέξεται; τρισμακαρίῳ καὶ τρισευδαίμονι τὸν καθἡμᾶς βίον ἀβίωτον παρέσχησθε. τὸν πραθέντα τῆς δουλείας τοὺς πεπρακότας τῆς ὠμότητος οἰκτιεῖται; πολὺ μᾶλλον εὖ οἶδα ἡμᾶς, ἐπεὶ καὶ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν χαλεπώτερον· τὸ μὲν γὰρ δυσὶ βοηθεῖται τοῖς μεγίστοις, ἐλέῳ καὶ ἐλπίδι, τὸ δοὐδετέρου μετέχον ἅπασιν ἡττᾶται τοῖς κριταῖς. ἀλλὰ τί ταῦτα θρηνῶν ἀπηχῶ;
§21 βέλτιον ἡσυχάζειν, μὴ καὶ αὐτὸς παραπολαύσω τινὸς ἀπευκτοῦ· τραχύτατοι γάρ ἐστε εἰς ὀργὴν καὶ ἀπαραίτητοι καὶ πνεῖ λαμπρὸς ἔτι ἐν ἑκάστῳ θυμός.“
§22 ὡς δἤκουσεν πατὴρ οὐ τἀληθές, ὅτι πέπραται υἱὸς αὐτοῦ, τὸ δὲ ψεῦδος, ὅτι τέθνηκε καὶ ὡς ὑπὸ θηρίων ἐξανάλωται, πληχθεὶς τὰ μὲν ὦτα διὰ τῶν λεγομένων, τοὺς δὀφθαλμοὺς διὰ τοῦ φανέντος γὰρ χιτὼν αὐτοῦ κατεσχισμένος καὶ κατῃκισμένος καὶ πολλῷ αἵματι πεφοινιγμένος ἐκεκόμιστο —, συγχυθεὶς ὑπὸ τῆς περιπαθήσεως ἀχανὴς ἐπὶ πλεῖστον χρόνον ἔκειτο, μηδὅσον τὴν κεφαλὴν ἐπᾶραι δυνάμενος, θλιβούσης καὶ ἐκτραχηλιζούσης τῆς συμφορᾶς.
§23 εἶθὥσπερ τινὰ πηγὴν δακρύων ἐξαίφνης ἀνιεὶς μετοἰμωγῆς πικρᾶς παρειὰς καὶ γένεια καὶ στέρνα κατένιπτε καὶ τὰς περὶ αὑτὸν ἐσθῆτας ἅμα τοιαῦτἐπιλέγων· „οὐχ θάνατός με λυπεῖ, τέκνον, ἀλλ τούτου τρόπος· εἰ ἐπὶ γῆς ἐτάφης τῆς σῆς, παρηγορούμην, ἐθεράπευσα, ἐνοσήλευσα πρότερον, ἀποθνῄσκοντι τελευταίων ἀσπασμῶν ἐκοινώνησα, τοὺς ὀφθαλμοὺς συνέκλεισα, ἐπεδάκρυσα κειμένῳ τῷ νεκρῷ, πολυτελῶς ἐκήδευσα, τῶν νομιζομένων οὐδὲν παρέλιπον.
§24 ἀλλεἰ καὶ ἐπὶ τῆς ξένης, εἶπον ἄν· τὸ οἰκεῖον ὄφλημα τῆς φύσεως ἀπολαβούσης, οὗτος, μὴ κατήφει· πρὸς ζῶντας αἱ πατρίδες, ἀποθανόντων δὲ πᾶσα γῆ τάφος· ὠκύμορος οὐδεὶς πάντες ἄνθρωποι, καὶ γὰρ μακροβιώτατος ὀλιγοχρόνιος ἀντεξεταζόμενος αἰῶνι.
§25 εἰ δὲ δὴ καὶ βιαίως καὶ ἐξ ἐπιβουλῆς ἔδει θνῄσκειν, ἦν ἄν μοι κουφότερον κακόν, ὑπἀνθρώπων ἀναιρεθέντος, οἳ κτείναντες νεκρὸν ἂν ἠλέησαν, ὡς ἐπαμήσασθαι κόνιν καὶ τὸ σῶμα συγκρύψαι· εἰ δὲ καὶ πάντων ἐγεγένηντο ὠμότατοι, τί πλέον εἶχον ῥίψαντες ἄταφον ἀπαλλάττεσθαι; τῶν δἐν ὁδῷ παριόντων ἴσως τις ἐπιστὰς καὶ θεασάμενος, οἶκτον τῆς κοινῆς λαβὼν φύσεως, ἐπιμελείας καὶ ταφῆς ἠξίωσε. νυνὶ δ’, ὡς λόγος, ἀτιθάσοις καὶ σαρκοβόροις θηρσὶν εὐωχία καὶ θοίνη γέγονας γευσαμένοις καὶ ἑστιαθεῖσι τῶν ἐμῶν σπλάγχνων.
§26 ἀθλητής εἰμι τῶν ἀβουλήτων, εἰκῇ γεγύμνασμαι πολλαῖς κακοπαθείαις, ἀλώμενος, ξενιτεύων, θητεύων, ἀναγκαζόμενος, ἄχρι καὶ ψυχῆς ἐπιβουλευόμενος ὑφὧν ἥκιστἐχρῆν· καὶ πολλὰ μὲν εἶδον, πολλὰ δἤκουσα, μυρία δαὐτὸς ἔπαθον τῶν ἀνηκέστων, ἐφοἷς παιδευθεὶς μετριοπαθεῖν οὐκ ἐγνάμφθην· ἀλλοὐδὲν τοῦ συμβεβηκότος ἀφορητότερον, μου τὴν ῥώμην τῆς ψυχῆς ἀνατέτροφε καὶ καθῄρηκε. τί γὰρ μεῖζον οἰκτρότερον πένθος;
§27 μὲν ἐσθὴς τοῦ παιδὸς διακεκόμισταί μοι τῷ πατρί, τοῦ δὲ οὐ μέρος, οὐ μέλος, οὐ βραχὺ λείψανον· ἀλλ μὲν ὅλος διὅλων δεδαπάνηται μηδὲ ταφῆς δυνηθεὶς μεταλαχεῖν, δοὐδἂν εἰσπεμφθῆναί μοι δοκεῖ τὸ παράπαν, εἰ μὴ πρὸς ἀνίας ὑπόμνησιν καὶ ὧν ὑπέμεινε καίνωσιν, εἰς ἀλήστους καὶ συνεχεῖς ἐμοὶ συμφοράς.“ καὶ μὲν τοιαῦτἀπωδύρετο. οἱ δἔμποροι πιπράσκουσι τὸν παῖδα ἐν Αἰγύπτῳ τῶν εὐνούχων τινὶ τοῦ βασιλέως, ὅς ἐστιν ἀρχιμάγειρος.
§28 Ἄξιον μέντοι μετὰ τὴν ῥητὴν διήγησιν καὶ τὰ ἐν ὑπονοίαις προσαποδοῦναι· σχεδὸν γὰρ τὰ πάντα τὰ πλεῖστα τῆς νομοθεσίας ἀλληγορεῖται. τοίνυν ἐπικρινόμενος τρόπος παρὰ μὲν Ἑβραίοις Ἰωσὴφ καλεῖται, παρὰ δἝλλησι "κυρίου πρόσθεσις“, εὐθυβολώτατον ὄνομα καὶ τῷ δηλουμένῳ πράγματι οἰκειότατον· προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος ἁπάντων ἀνημμένης φύσεως κατὰ δήμους πολιτεία.
§29 μὲν γὰρ μεγαλόπολις ὅδε κόσμος ἐστὶ καὶ μιᾷ χρῆται πολιτείᾳ καὶ νόμῳ ἑνί· λόγος δέ ἐστι φύσεως προστακτικὸς μὲν ὧν πρακτέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον· αἱ δὲ κατὰ τόπους αὗται πόλεις ἀπερίγραφοί τέ εἰσιν ἀριθμῷ καὶ πολιτείαις χρῶνται διαφερούσαις καὶ νόμοις οὐχὶ τοῖς αὐτοῖς, ἄλλα γὰρ παρἄλλοις ἔθη καὶ νόμιμα παρεξευρημένα καὶ προστεθειμένα.
§30 αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους βαρβάρων πρὸς Ἕλληνας, ἀλλὰ καὶ τὸ ἑκατέρου γένους ἰδίᾳ πρὸς τὸ ὁμόφυλον· εἶθὡς ἔοικε τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους, ἀγονίαν καρπῶν, τὸ λυπρόγεων, τὴν θέσιν ὅτι παράλιος μεσόγειος κατὰ νῆσον κατὰ ἤπειρον ὅσα τούτοις ὁμοιότροπα, τἀληθὲς ἡσυχάζουσιν· ἔστι δ πλεονεξία καὶ πρὸς ἀλλήλους ἀπιστία, διἃς οὐκ ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς τὰ δόξαντα συμφέρειν κοινῇ τοῖς ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν.
§31 ὥστε εἰκότως προσθῆκαι μᾶλλον αἱ κατὰ μέρος πολιτεῖαι μιᾶς τῆς κατὰ τὴν φύσιν· προσθῆκαι μὲν γὰρ οἱ κατὰ πόλεις νόμοι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου, προσθήκη
§32 δέ ἐστι πολιτικὸς ἀνὴρ τοῦ βιοῦντος κατὰ φύσιν. οὐκ ἀπὸ σκοποῦ μέντοι καὶ χιτῶνα ποικίλον ἀναλαμβάνειν λέγεται (Gen. 37, 3)· ποικίλον γὰρ πολιτεία καὶ πολύτροπον, μυρίας ὅσας ἐνδεχομένη μεταβολάς, προσώποις, πράγμασιν, αἰτίαις, πράξεων ἰδιότησι, καιρῶν καὶ τόπων διαφοραῖς.
§33 ὥσπερ γὰρ κυβερνήτης ταῖς τῶν πνευμάτων μεταβολαῖς συμμεταβάλλει τὰς πρὸς εὔπλοιαν βοηθείας, εὐθύνων τὸ σκάφος οὐχ ἑνὶ τρόπῳ, καὶ ἰατρὸς οὐ μιᾷ χρῆται θεραπείᾳ πρὸς ἅπαντας τοὺς κάμνοντας, ἀλλοὐδὲ πρὸς ἕνα, τοῦ πάθους μὴ ἐπιμένοντος, ἀλλἐπιτηρῶν ἀνέσεις, ἐπιτάσεις, πληρώσεις, κενώσεις, αἰτίων μεταβολὰς ποικίλλει ταῦτα πρὸς σωτηρίαν ποτὲ μὲν ταυτὶ ποτὲ δὲ ταυτὶ προσφέρων, οὕτως, οἶμαι,
§34 καὶ τὸν πολιτικὸν ἀναγκαῖον εἶναί τινα πολυειδῆ καὶ πολύμορφον, ἕτερον μὲν κατεἰρήνην, ἕτερον δἐν πολέμῳ, ἄλλον δὲ ἐπισυνισταμένων ὀλίγων πολλῶν, τῶν μὲν ὀλίγων εὐτόνως κατεξανιστάμενον, μετὰ δὲ πειθοῦς τοῖς πολλοῖς ὁμιλοῦντα, καὶ ὅπου μὲν μετὰ κινδύνου τὸ εἶναι, διὰ τὸ κοινωφελὲς φθάνοντα τοὺς ἄλλους αὐτουργίᾳ, ὅπου δὲ πόνων σκέψις, ἑτέροις ὑπηρετεῖν ἐξιστάμενον.
§35 εὖ μέντοι τὸ φάναι πιπράσκεσθαι τὸν ἄνθρωπον· μὲν γὰρ δημοκόπος καὶ δημηγόρος ἀναβὰς ἐπὶ τὸ βῆμα, καθάπερ τὰ πιπρασκόμενα τῶν ἀνδραπόδων, δοῦλος ἀντἐλευθέρου γίνεται διὰ τῶν τιμῶν, ἃς δοκεῖ λαμβάνειν, ἀπαχθεὶς ὑπὸ μυρίων δεσποτῶν.
§36 δαὐτὸς καὶ θηριάλωτος εἰσάγεται· θηρίον δὲ ἀτίθασον λοχῶσα κενοδοξία συναρπάζουσα καὶ διαφθείρουσα τοὺς χρωμένους. οἱ δὠνησάμενοι καὶ πιπράσκουσιν· οὐ γὰρ εἷς δεσπότης τῶν πολιτευομένων, ἀλλὄχλος, ἐξ ἑτέρων ἕτεροι κατά τινας ἐφεδρείας καὶ διαδοχάς· οἱ δὲ τρίπρατοι κακῶν θεραπόντων τρόπον ἀλλάττουσι τοὺς κυρίους οὐχ ὑπομένοντες τοὺς προτέρους διὰ τὴν ἁψίκορον καὶ φιλόκαινον τῶν ἠθῶν ἀνωμαλίαν.
§37 Τοσαῦτα καὶ περὶ τούτων. μέντοι νεανίας εἰς Αἴγυπτον ἀχθεὶς καὶ γενόμενος, ὡς ἐλέχθη, παρεὐνούχῳ δεσπότῃ, τῆς καλοκἀγαθίας καὶ εὐγενείας πεῖραν ὀλίγαις ἡμέραις δοὺς τὴν ἐπὶ τοῖς ὁμοδούλοις ἀρχὴν παραλαμβάνει καὶ συμπάσης τῆς οἰκίας τὴν ἐπιμέλειαν· ἤδη γὰρ κτησάμενος ἐτεκμηριοῦτο διὰ πολλῶν, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης ἐκεῖνος ἕκαστα λέγει τε καὶ πράττει.
§38 τῷ μὲν οὖν δοκεῖν ὑπὸ τοῦ πριαμένου καθίστατο τῆς οἰκίας ἐπίτροπος, ἔργῳ δὲ καὶ ταῖς ἀληθείαις ὑπὸ φύσεως μνωμένης αὐτῷ πόλεων καὶ ἔθνους καὶ χώρας μεγάλης ἡγεμονίαν· ἔδει γὰρ τὸν μέλλοντα ἔσεσθαι πολιτικὸν ἐγγυμνάσασθαι καὶ ἐνασκηθῆναι πρότερον τοῖς κατοἰκονομίαν· οἰκία τε γὰρ πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα καὶ οἰκονομία συνηγμένη τις πολιτεία, ὡς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις οἰκονομία.
§39 διὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἶναι καὶ πολιτικόν, κἂν τὰ πλήθη καὶ μεγέθη τῶν ὑποκειμένων διαλλάττῃ· καθάπερ ἐπὶ ζωγραφίας ἔχει καὶ πλαστικῆς· γὰρ ἀγαθὸς ἀνδριαντοποιὸς ζωγράφος, ἐάν τε πολλὰ καὶ κολοσσιαῖα μεγέθη κατασκευάζῃ, ἐάν τε ὀλίγα καὶ
§40 βραχύτερα, τὴν αὐτὴν ἐπιδεικνύμενος τέχνην αὐτός ἐστι. σφόδρα δὲ εὐδοκιμῶν ἐν τοῖς κατὰ τὴν οἰκουρίαν ἐπιβουλεύεται πρὸς τῆς τοῦ δεσπότου γυναικὸς ἐπιβουλὴν τὴν ἐξ ἔρωτος ἀκολάστου. τῇ γὰρ εὐμορφίᾳ ἐπιμανεῖσα τοῦ νεανίσκου καὶ ἀκαθέκτως περὶ τὸ πάθος λυττῶσα τοὺς περὶ μίξεως λόγους προσέφερεν ἐρρωμένως ἐναντιουμένῳ καὶ μηδὅλως προσίεσθαι ὑπομένοντι διὰ τὴν ἐκ φύσεως καὶ μελέτης ἐνυπάρξασαν κοσμιότητα καὶ σωφροσύνην.
§41 ἐπεὶ δὲ ζωπυροῦσα καὶ ἀναφλέγουσα τὴν ἔκνομον ἐπιθυμίαν ἀεὶ μὲν ἀπεπειρᾶτο, ἀεὶ δἀπετύγχανε, βίᾳ λοιπὸν προσπαθοῦσα ἐχρῆτο καὶ λαβομένη τῆς ἀμπεχόνης εὐτόνως ἄχρι τῆς εὐνῆς ἐπεσπάσατο ῥώμῃ κραταιοτέρᾳ, τοῦ πάθους ἰσχὺν ἐπιδιδόντος, καὶ τοὺς ἀσθενεστάτους εἴωθε νευροῦν.
§42–88
§42 δὲ τῆς παρούσης ἀκαιρίας γενόμενος δυνατώτερος τὰς ἐλευθερίους καὶ ἀξίας τοῦ γένους ἔρρηξε φωνὰς "τί βιάζῃ;“ λέγων· "ἐξαιρέτοις ἔθεσι καὶ νομίμοις χρώμεθα ἡμεῖς οἱ Ἑβραίων ἀπόγονοι.
§43 τοῖς ἄλλοις ἐφεῖται μετὰ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν πόρναις καὶ χαμαιτύπαις καὶ ταῖς ὅσαι μισθαρνοῦσιν ἐπὶ τοῖς σώμασι μετὰ πολλῆς ἀδείας χρῆσθαι, παρἡμῖν δὲ οὐδἑταίρᾳ ζῆν ἔξεστιν (Deut. 23, 17), ἀλλὰ κατὰ τῆς ἑταιρούσης ὥρισται δίκη θάνατος. πρὸ δὴ συνόδων νομίμων ὁμιλίαν ἑτέρας γυναικὸς οὐκ ἴσμεν, ἀλλἁγνοὶ γάμων ἁγναῖς παρθένοις προσερχόμεθα προτεθειμένοι τέλος οὐχ ἡδονὴν ἀλλὰ γνησίων παίδων σποράν.
§44 εἰς δὴ ταύτην καθαρεύσας τὴν ἡμέραν οὐκ ἄρξομαι παρανομεῖν ἀπὸ μοιχείας, τοῦ μεγίστου τῶν ἀδικημάτων, ὀφείλων, εἰ καὶ τὸν ἄλλον χρόνον ὑπῆρχον ἐκδεδιῃτημένος καὶ νεότητος ὁρμαῖς ἠγμένος καὶ τὴν ἐγχώριον ἐζηλωκὼς τρυφήν, ὅμως ἀλλότριον μὴ θηρᾶν γάμον· ἐφ τίς ἀνθρώπων οὐ φονᾷ; περὶ γὰρ τῶν ἄλλων εἰωθότες διαφέρεσθαι μόνον τοῦθὁμογνωμονοῦντες πανταχοῦ πάντες ἄξιον θανάτων μυρίων ἐνόμισαν ἀκρίτους ἐκδιδόντες τοὺς ἁλόντας τοῖς πεφωρακόσι.
§45 σὺ δἐπιδαψιλευομένη καὶ τριττὸν προστίθης μοι μίασμα κελεύουσα μὴ μοιχεύειν μόνον, ἀλλὰ καὶ δέσποιναν καὶ δεσπότου γυναῖκα διαφθείρειν· εἰ μὴ ἄρα τούτου χάριν παρῆλθον εἰς τὴν ὑμετέραν οἰκίαν, ἵνἀποστὰς τῶν ὑπηρεσιῶν, ἃς δεῖ θεράποντα παρέχειν, μεθύω καὶ ἐμπαροινῶ ταῖς ἐλπίσι τοῦ πριαμένου νοθεύων αὐτοῦ γάμον, οἰκίαν, συγγένειαν.
§46 ἀλλὰ γὰρ οὐχ ὡς δεσπότην μόνον ἀλλὰ καὶ ὡς εὐεργέτην ἤδη τιμᾶν προάγομαι· πάντἐπιτέτροφέ μοι τὰ οἰκεῖα, οὐδὲν οὐ μικρὸν οὐ μέγα ὑπεξῄρηται τὸ παράπαν δίχα σοῦ τῆς γυναικός· ἀνθὧν ἄξιον αὐτὸν ἐν οἷς παραινεῖς ἀμείψασθαι; καλὰς ὡς ἔοικεν ἀντιπαρέξω δωρεὰς ταῖς προϋπηργμέναις χάρισιν οἰκείας.
§47 μὲν δεσπότης αἰχμάλωτον ὄντα με καὶ ξένον ταῖς εὐεργεσίαις ἐλεύθερον καὶ ἀστὸν τὸ γοῦν ἐπαὐτὸν ἧκον μέρος ἀπειργάσατο, ἐγὼ δ δοῦλος ὡς ξένῳ καὶ αἰχμαλώτῳ προσενεχθήσομαι τῷ δεσπότῃ; τίνι ψυχῇ παραδεξάμενος τὸ ἀνοσιούργημα τοῦτο; προσβλέψω δὲ τίσιν ὀφθαλμοῖς σιδηροῦς ἐγώ; τὸ συνειδὸς ἐλλαμβανόμενον ὀρθοῖς ὄμμασιν οὐκ ἐάσει προσβλέπειν, κἂν δυνηθῶ λανθάνειν· λήσομαι δοὐδαμῶς· εἰσὶ γὰρ ἐξετασταὶ μυρίοι τῶν λάθρα δρωμένων, οἷς οὐ θέμις ἡσυχάζειν.
§48 ἐῶ λέγειν ὅτι, κἂν μηδεὶς ἕτερος αἴσθηται συναισθόμενος μὴ κατείπῃ, μηνυτὴς οὐδὲν ἧττον αὐτὸς γενήσομαι κατἐμαυτοῦ τῷ χρώματι, τῷ βλέμματι, τῇ φωνῇ, καθάπερ μικρῷ πρότερον εἶπον, ὑπὸ τοῦ συνειδότος ἐλεγχόμενος· εἰ δὲ καὶ μηδεὶς κατερεῖ, τὴν πάρεδρον τοῦ θεοῦ δίκην καὶ τῶν πραγμάτων ἔφορον οὔτε
§49 δέδιμεν οὔταἰδούμεθα;“ πολλὰ τοιαῦτα συνείροντος καὶ φιλοσοφοῦντος, ἐκεκώφητο πρὸς ἅπαντα· δειναὶ γὰρ αἱ ἐπιθυμίαι καὶ τὰς ἀκριβεστάτας τῶν αἰσθήσεων ἐπισκιάσαι· ὅπερ συνιδὼν ἀποδιδράσκει τὰ ἱμάτια καταλιπὼν ἐν ταῖς χερσὶν αὐτῆς, ὧν ἐπείληπτο.
§50 τοῦτο παρέσχεν αὐτῇ τὸ ἔργον εὑρεσιλογεῖν προφάσεις σκεπτομένῃ κατὰ τοῦ νεανίσκου, αἷς αὐτὸν ἀμυνεῖται· παραγενομένῳ γὰρ ἐξ ἀγορᾶς τῷ αὐτῆς ἀνδρὶ καθυποκρινομένη τὴν σώφρονα καὶ κοσμίαν καὶ τοῖς ἀκολάστοις ἐπιτηδεύμασι πάνυ δυσχεραίνουσαν "ἤγαγες" ἔφηθεράποντα ἡμῖν παῖδα Ἑβραῖον, ὃς οὐ μόνον ἤδη τὴν σὴν ψυχὴν διέφθαρκεν εὐχερῶς καὶ ἀνεξετάστως ἐπιτρέψαντος αὐτῷ τὴν οἰκίαν,
§51 ἀλλὰ καὶ ἐμοῦ ἀπετόλμησεν αἰσχῦναι τὸ σῶμα. ταῖς γὰρ ὁμοδούλοις οὐκ ἐξήρκεσεν αὐτῷ χρῆσθαι μόναις ἀσελγεστάτῳ καὶ λαγνιστάτῳ γενομένῳ, πειρᾶν δὲ καὶ τὴν δέσποιναν ἐπεχείρησεν ἐμὲ καὶ βιάζεσθαι. καὶ τὰ δείγματα τῆς φρενοβλαβείας ἐναργῆ καὶ δῆλά ἐστι· περιπαθήσασα γὰρ ὡς ἐξεφώνησα τοὺς ἔνδον βοηθοὺς ἐπικαλοῦσα, πτοηθεὶς διὰ τὸ ἀπερίσκεπτον τὴν ἐσθῆτα καταλιπὼν ἀποδιδράσκει φόβῳ συλλήψεως.“ ἣν καὶ ἐπιδεικνυμένη πίστιν ἐδόκει προσφέρειν τῶν λεγομένων.
§52 ἅπερ ἀληθῆ νομίσας δεσπότης εἶναι κελεύει τὸν ἄνθρωπον εἰς εἱρκτὴν ἀπαγαγεῖν δυσὶ τοῖς μεγίστοις ἁμαρτών, ἑνὶ μὲν ὅτι μὴ μεταδοὺς ἀπολογίας ἀκρίτως κατέγνω τοῦ μηδὲν ἠδικηκότος ὡς τὰ μέγιστα παρανομήσαντος, ἑτέρῳ δὲ ὅτι ἐσθής, ἣν προὔφερεν γυνὴ ὡς ἀπολειφθεῖσαν ὑπὸ τοῦ νεανίσκου, πίστις ἦν βίας, οὐχ ἣν ἐκεῖνος εἰργάζετο, ἀλλὰ τὴν ὑπομονὴν ἣν ὑπέμεινεν ἐκ τῆς γυναικός· βιαζομένου μὲν γὰρ ἔργον ἦν τὴν ἀμπεχόνην τῆς δεσποίνης κατέχειν, βιασθέντος δὲ τὴν ἰδίαν ἀφαιρεθῆναι.
§53 συγγνωστὸς δἴσως τῆς ἄγαν ἀπαιδευσίας, ἅτε τὴν δίαιταν ἐν μαγειρείῳ ποιούμενος αἵματος καὶ καπνοῦ καὶ τέφρας ἀνάπλεῳ, τοῦ λογισμοῦ καιρὸν οὐκ ἔχοντος ἐνηρεμεῖν καὶ σχολάζειν ἑαυτῷ διὰ τὸ πεφύρθαι μᾶλλον οὐχ ἧττον τοῦ σώματος.
§54 Τρεῖς ἤδη χαρακτῆρας τοῦ πολιτικοῦ διετύπωσε, τόν τε ποιμενικὸν καὶ τὸν οἰκονομικὸν καὶ τὸν καρτερικόν. περὶ μὲν οὖν τῶν προτέρων εἴρηται δυεῖν, δἐγκρατὴς οὐχ ἧττον ἐκείνων πρὸς πολιτείαν συντείνει.
§55 πρὸς μὲν οὖν ἅπαντα τὰ τοῦ βίου πράγματα λυσιτελὲς ἐγκράτεια καὶ σωτήριον, πρὸς δὲ τὰ πόλεως καὶ διαφερόντως, ὡς ἀφθόνως τοῖς βουλομένοις μανθάνειν πάρεστι καὶ προχειρότατα.
§56 τίς γὰρ ἀγνοεῖ τὰς ἐξ ἀκρασίας ἔθνεσι καὶ χώραις καὶ ὅλοις κλίμασι τῆς οἰκουμένης ἐν γῇ καὶ θαλάττῃ γινομένας συμφοράς; τῶν γὰρ πολέμων οἱ πλείους καὶ μέγιστοι διἔρωτας καὶ μοιχείας καὶ γυναικῶν ἀπάτας συνέστησαν, ὑφὧν τὸ πλεῖστον καὶ ἄριστον ἐξαναλώθη τοῦ τε Ἑλληνικοῦ καὶ βαρβαρικοῦ γένους καὶ τῶν πόλεων νεότης ἐφθάρη.
§57 εἰ δὲ τὰ ἐξ ἀκρασίας στάσεις ἐμφύλιοι καὶ πόλεμοι καὶ κακὰ ἐπὶ κακοῖς ἀμύθητα, δῆλον ὅτι τὰ ἐκ σωφροσύνης εὐστάθεια καὶ εἰρήνη καὶ τελείων κτῆσις ἀγαθῶν καὶ ἀπόλαυσις.
§58 Ἄξιον μέντοι καὶ τὰ διὰ τούτων ἐμφαινόμενα κατὰ τὸ ἀκόλουθον παραστῆσαι. πριάμενος τὸν ἐπικρινόμενον εὐνοῦχος εἶναι λέγεται· δεόντως· γὰρ ὠνούμενος τὸν πολιτικὸν ὄχλος ἐστὶ πρὸς ἀλήθειαν εὐνοῦχος, ὅσα μὲν τῷ δοκεῖν ἔχων τὰ γεννητικά, τὰς δεἰς τὸ γεννᾶν δυνάμεις ἀφῃρημένος, καθάπερ καὶ οἱ τὰς ὄψεις ὑποχυθέντες ὀφθαλμοὺς ἔχοντες τῆς διὀφθαλμῶν ἐνεργείας στέρονται βλέπειν οὐ δυνάμενοι.
§59 τίς οὖν πρὸς ὄχλον εὐνούχων ὁμοιότης; ὅτι ἄγονός ἐστι σοφίας δοκῶν ἐπιτηδεύειν ἀρετήν· ὅταν γὰρ μιγάδων καὶ συγκλύδων πλῆθος ἀνθρώπων εἰς ταὐτὸν συνέλθῃ, λέγει μὲν τὰ δέοντα, φρονεῖ δὲ καὶ πράττει τἀναντία, τὰ νόθα πρὸ τῶν γνησίων ἀποδεχόμενος, ἕνεκα τοῦ δόξης μὲν ἡττᾶσθαι, τὸ δἀληθείᾳ καλὸν μὴ ἐπιτηδεύειν.
§60 ὅθεν καὶτὸ παραλογώτατονγυνὴ τῷ εὐνούχῳ τούτῳ συνοικεῖ· μνᾶται γὰρ ὄχλος ἐπιθυμίαν, ὥσπερ ἀνὴρ γυναῖκα, διἧς ἕκαστα καὶ λέγει καὶ πράττει σύμβουλον αὐτὴν ποιούμενος ἁπάντων ῥητῶν καὶ ἀπορρήτων μικρῶν τε αὖ καὶ μεγάλων, ἥκιστα προσέχειν εἰωθὼς τοῖς ἐκ λογισμοῦ.
§61 προσφυέστατα μέντοι καὶ ἀρχιμάγειρον αὐτὸν καλεῖ· καθάπερ γὰρ οὐδὲν ἕτερον ἐπιτηδεύει μάγειρος τὰς ἀνηνύτους καὶ περιττὰς γαστρὸς ἡδονάς, τὸν αὐτὸν τρόπον καὶ πολιτικὸς ὄχλος τὰς διἀκοῆς τέρψεις τε καὶ θρύψεις, ὑφὧν οἱ τόνοι τῆς διανοίας χαλῶνται καὶ τρόπον τινὰ τὰ νεῦρα τῆς ψυχῆς ἐκλύεται. τὴν δὲ πρὸς ἰατροὺς μαγείρων διαφορὰν τίς οὐκ οἶδεν;
§62 οἱ μὲν τὰ ὑγιεινά, κἂν μὴ προσηνῆ τυγχάνῃ, μόνα διὰ σπουδῆς τῆς πάσης εὐτρεπίζονται, οἱ δἔμπαλιν μόνα τὰ ἡδέα τοῦ συμφέροντος ἀλογοῦντες.
§63 ἰατροῖς μὲν οὖν ἐοίκασιν ἐν δήμῳ νόμοι καὶ οἱ κατὰ νόμους ἄρχοντες βουλευταί τε καὶ δικασταὶ φροντίζοντες τῆς τῶν κοινῶν σωτηρίας καὶ ἀσφαλείας ἀκολάκευτοι, ὀψαρτυταῖς δὲ οἱ πολυάνθρωποι τῶν νεωτέρων ὅμιλοι· μέλει γὰρ αὐτοῖς οὐ τὰ συνοίσοντα, ἀλλὰ πῶς τὴν ἐν τῷ παρόντι
§64 καρπώσονται μόνον ἡδονήν. ἐρᾷ δὡς ἀκόλαστος γυνὴ καὶ τῶν ὄχλων ἐπιθυμία τοῦ πολιτικοῦ καί φησιν αὐτῷ· „παρελθών, οὗτος, εἰς ὄχλον, συνοικῶ, πάντων ἐκλαθοῦ τῶν ἰδίων ἠθῶν, ἐπιτηδευμάτων, λόγων, ἔργων, ἐν οἷς ἐτράφης· ἐμοὶ δὲ πειθάρχει καὶ ἐμὲ θεράπευε καὶ ὅσα διἡδονῆς ἐστί μοι πρᾶττε.
§65 αὐστηρὸν γὰρ καὶ αὐθέκαστον καὶ ἀληθείας ἑταῖρον καὶ ἀκριβοδίκαιον, ὄγκῳ καὶ σεμνότητι πρὸς ἅπαντα χρώμενον καὶ πρὸς μηδὲν εἴκοντα, μόνου περιεχόμενον ἀεὶ τοῦ συμφέροντος ἄνευ θεραπείας τῶν ἀκροωμένων, οὐκ ἀνέχομαι.
§66 διαβολὰς δἐρανιῶ κατὰ σοῦ μυρίας καὶ πρὸς τὸν ἐμὸν ἄνδρα τὸν ὄχλον, τὸν σὸν δεσπότην· ἄχρι γὰρ νῦν ἀπελευθεριάζειν δοκεῖς μοι καὶ ὅτι δοῦλος τυραννικοῦ γέγονας δεσπότου λίαν ἀγνοεῖς. εἰ δὲ ᾔδεις, ὅτι αὐτοπραγία μὲν οἰκειότατον ἐλευθέρῳ, οἰκέτῃ δἀλλότριον, ἐπεπαίδευσο ἂν αὐθάδειαν μεθέμενος εἰς ἐμὲ βλέπειν τὴν ἐκείνου γυναῖκα, ἐπιθυμίαν, καὶ δρᾶν τὰ πρὸς ἀρέσκειαν τὴν ἐμήν, διὧν μάλιστα εὐαρεστήσεις.
§67 δὲ πολιτικὸς ὄντως οὐκ ἀγνοεῖ μέν, ὅτι δεσποτικὴν ἐξουσίαν ἔχει δῆμος, αὑτὸν δοὐχ ὁμολογήσει δοῦλον ἀλλἐλεύθερον καὶ * * * τὴν τῆς ψυχῆς ἀρέσκειαν. ἀλλἄντικρυς ἐρεῖ· "δημοκοπεῖν οὔτἔμαθον οὔτἐπιτηδεύσω ποτέ, πόλεως δὲ προστασίαν καὶ ἐπιμέλειαν ἔχειν ἐγχειρισθείς, ὡς ἀγαθὸς ἐπίτροπος πατὴρ εὔνους * * * ἀδόλως καὶ καθαρῶς ἄνευ τῆς ἐχθρᾶς ὑποκρίσεως.
§68 ταῦτα φρονῶν ἐξετασθήσομαι μηδὲν ὑποστέλλων μηδὲ συγκρύπτων φωρὸς τρόπον, ἀλλὰ τὸ συνειδὸς αὐγάζων ὡς ἐν ἡλίῳ καὶ φωτί· φῶς γὰρ ἀλήθεια· φοβηθήσομαι δοὐδὲν ὧν ἂν ἐπανατείνηται, κἂν θάνατον ἀπειλῇ· θανάτου γὰρ ἐμοὶ κακὸν ἀργαλεώτερον ὑπόκρισις. ἣν ὑπομενῶ τοῦ χάριν;
§69 καὶ γὰρ εἰ δεσπότης δῆμος, ἀλλοὐκ ἐγὼ δοῦλος, εὐπατρίδης δεἰ καί τις ἄλλος, ἐφιέμενος ἐγγραφῆς τῆς ἐν τῷ μεγίστῳ καὶ ἀρίστῳ πολιτεύματι τοῦδε τοῦ κόσμου.
§70 ὅταν γὰρ μὴ δῶρα, μὴ παρακλήσεις, μὴ τιμῶν ἔρως, μὴ ἀρχῆς ἐπιθυμία, μὴ ἀλαζονεία, μὴ τοῦ δοκεῖν ἵμερος, μὴ ἀκολασία, μὴ ἀνανδρία, μὴ ἀδικία, μηδὲν ἄλλο τῶν ὅσα ἐκ πάθους κακίας ὑπάγηται, τίνος ἔτι φοβηθήσομαι δεσποτείαν; δῆλον ὅτι τὴν ἀπἀνθρώπων;
§71 ἀλλοὗτοί γε τὴν σώματος ἐπιγράφονται κυρείαν, οὐ τὴν κατἐμέ· ἐγὼ γὰρ ἀπὸ τοῦ κρείττονος, τῆς ἐν ἐμαυτῷ διανοίας, χρηματίζω, καθἣν παρεσκεύασμαι βιοῦν ὀλίγα φροντίζων τοῦ θνητοῦ σώματος, κἂν ὀστρέου δίκην περιπεφυκὸς ἐπηρεάζηται πρός τινων, ἀφειμένον τῶν ἔνδον δεσποτῶν τε χαλεπῶν καὶ δεσποινῶν, οὐκ ἀνιάσομαι τὴν βαρυτάτην ἀνάγκην ἐκπεφευγώς.
§72 ἐὰν οὖν δικάζειν δέῃ, δικάσω μήτε πλουσίῳ προσθέμενος διὰ τὴν περιουσίαν μήτε πένητι διὰ τὸν ἐπὶ ταῖς ἀτυχίαις ἔλεον, ἀλλὰ τὰ τῶν κρινομένων ἀξιώματα καὶ σχήματα παρακαλυψάμενος ἀδόλως βραβεύσω τὸ φανησόμενον δίκαιον.
§73 ἐάν τε βουλεύω, γνώμας εἰσηγήσομαι τὰς κοινωφελεῖς, κἂν μὴ πρὸς ἡδονὴν ὦσιν· ἐάν τε ἐκκλησιάζω, τοὺς θῶπας λόγους ἑτέροις καταλιπὼν τοῖς σωτηρίοις χρήσομαι καὶ συμφέρουσιν, ἐπιτιμῶν, νουθετῶν, σωφρονίζων, οὐκ αὐθάδειαν μανιώδη καὶ παράφορον ἀλλὰ νήφουσαν παρρησίαν ἐπιτετηδευκώς.
§74 εἰ δὲ μὴ χαίρει τις ταῖς βελτιώσεσιν, ἐπιτιμάτω καὶ γονεῦσι καὶ ἐπιτρόποις καὶ διδασκάλοις καὶ πᾶσι τοῖς κηδεμόσιν, ὅτι τέκνα γνήσια καὶ ὀρφανοὺς παῖδας καὶ φοιτητὰς κακηγοροῦσιν, ἔστι δὅτε καὶ τύπτουσιν, οἷς οὔτε βλασφημίαν οὔθὕβριν ὅσιον ἐπιφημίζειν, ἀλλὰ τοὐναντίον τὰ φιλίας καὶ εὐνοίας ὀνόματα.
§75 πάνυ γὰρ ἀνάξιον τὸν πολιτικὸν ἐμὲ καὶ τὰ τοῦ δήμου πάντα ἐπιτετραμμένον ἐν τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς χείρονα γενέσθαι τινὸς τὴν ἰατρικὴν τέχνην ἐπιτηδεύοντος.
§76 ἐκεῖνος γὰρ οὐδὲν τῆς περὶ τὸν θεραπευόμενον λαμπρότητος ἐν ταῖς νομιζομέναις εὐτυχίαις φροντίσας, οὔθὅτι εὐγενὴς ἦν πολυχρήματος οὔθὅτι τῶν καταὐτὸν ἐνδοξότατος βασιλεὺς τύραννος, ἑνὸς περιέχεται μόνου τοῦ σῶσαι κατὰ δύναμιν, κἂν δέῃ τομαῖς καύσεσι χρῆσθαι, καίει τε καὶ τέμνει τὸν ἄρχοντα καὶ δεσπότην ὑπήκοος καὶ λεγόμενος δοῦλος.
§77 ἐγὼ δοὐχ ἕνα ἄνδρα πόλιν δὅλην κάμνουσαν παραλαβὼν ὑπἀργαλεωτέρων νόσων, ἃς κατεσκεύασαν αἱ συγγενεῖς ἐπιθυμίαι, τί πράσσειν ὀφείλω; προέμενος τὰ συνοίσοντα πᾶσι κοινῇ τὰ τοῦ δεῖνος τοῦ δεῖνος ὦτα θεραπεύειν ἀνελευθέρῳ καὶ σφόδρα δουλοπρεπεῖ κολακείᾳ; τεθνάναι μᾶλλον ἂν ἑλοίμην πρὸς ἡδονήν τι φθεγξάμενος ἐπικρύψαι τὴν ἀλήθειαν καὶ τοῦ συμφέροντος ἀμελῆσαι.
§78.1 "πρὸς ταῦθ’“
§78.2 ὡς τραγικός φησιν
§78.3 ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανον“. —
§78.4 πίμπρα, κάταιθε σάρκας, ἐμπλήσθητί μου
§78.5 πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
§78.6 γῆς εἶσιν ἄστρα, γῆ δἄνειςεἰς αἰθέρα,
§78.7 πρὶν ἐξ ἐμοῦ σοι θῶπἀπαντῆσαι λόγον.“
§79 οὕτως οὖν ἠρρενωμένον τὸ φρόνημα καὶ ἐκτὸς πάντων παθῶν ἱστάμενον, ἡδονῆς, φόβου, λύπης, ἐπιθυμίας, ἄνδρα πολιτικὸν δεσπότης δῆμος οὐκ ἀνέχεται, συλλαβὼν δὡς ἐχθρὸν κολάζει τὸν εὔνουν καὶ φίλον, πρὸ ἐκείνου τιμωρούμενος ἑαυτὸν τῇ μεγίστῃ τῶν τιμωριῶν, ἀπαιδευσίᾳ, διἣν οὐκ ἔμαθεν ἄρχεσθαι, τὸ κάλλιστον καὶ βιωφελέστατον, ἐξ οὗ περιγίνεται καὶ τὸ ἄρχειν.
§80 Ἀποχρώντως δὴ καὶ περὶ τούτων διειλεγμένοι τὰ ἑξῆς ἴδωμεν. διαβληθεὶς νεανίας ὑπὸ τῆς ἐρωμένης γυναικὸς τῷ δεσπότῃ πλασαμένης ἀντιστρόφους αἰτίας, αἷς ἦν ἔνοχος αὐτή, μηδἀπολογίας τυχὼν εἰς εἱρκτὴν ἀπάγεται· καὶ γενόμενος ἐν τῷ δεσμωτηρίῳ τοσοῦτον ἀρετῆς μέγεθος ἐπεδείξατο, ὡς καὶ τοὺς πονηροτάτους τῶν ἐκεῖ τεθηπέναι καὶ καταπλήττεσθαι καὶ παρηγόρημα τῶν συμφορῶν ὑπολαμβάνειν ἀλεξίκακον εὑρηκέναι τὸν ἄνθρωπον.
§81 ὅσης δἀπανθρωπίας οἱ εἱρκτοφύλακες γέμουσι καὶ ὠμότητος, οὐδεὶς ἀγνοεῖ· φύσει τε γὰρ ἀνηλεεῖς εἰσι καὶ μελέτῃ συγκροτοῦνται θηριούμενοι καθἑκάστην ἡμέραν πρὸς ἀγριότητα, χρηστὸν μὲν οὐδὲν ἀλλοὐδἐκ τύχης ὁρῶντες λέγοντες δρῶντες, ὅσα δὲ βιαιότατα καὶ χαλεπώτατα.
§82 καθάπερ γὰρ οἱ τὰ σώματα εὐπαγεῖς, ὅταν τὴν ἐξ ἀθλητικῆς ἄσκησιν προσλάβωσι, νευροῦνται δύναμιν ἀνανταγώνιστον καὶ εὐεξίαν ὑπερβάλλουσαν κτώμενοι, τὸν αὐτὸν τρόπον, ὅταν ἀτίθασος καὶ ἀμείλικτος φύσις ἄσκησιν εἰς τὸ ἀνήμερον προσλάβῃ, διχόθεν ἄβατος καὶ ἀπρόσιτος οἴκτῳ γίνεται, χρηστῷ πάθει καὶ φιλανθρώπῳ.
§83 ὥσπερ γὰρ οἱ τῶν ἀγαθῶν ὁμιληταὶ βελτιοῦνται τοὺς τρόπους χαίροντες τοῖς συνοῦσιν, οὕτω καὶ οἱ τοῖς πονηροῖς συζῶντες ἀπομάττονταί τι τῆς ἐκείνων κακίας· δεινὸν γὰρ τὸ ἔθος ἐξομοιῶσαι καὶ βιάσασθαι πρὸς φύσιν. συνδιατρίβουσιν οὖν οἱ εἱρκτοφύλακες λωποδύταις, κλέπταις,
§84 τοιχωρύχοις, ὑβρισταῖς, βιαίοις, φθορεῦσιν, ἀνδροφόνοις, μοιχοῖς, ἱεροσύλοις, ὧν ἀφἑκάστου σπῶνταί τι μοχθηρίας καὶ συνερανίζουσι καὶ ἐκ τῆς πολυμιγοῦς κράσεως ἓν ἀποτελοῦσι πάμφυρτον καὶ παμμίαρον κακόν.
§85 ἀλλὅμως τοιοῦτος ἡμερωθεὶς ὑπὸ τῆς τοῦ νεανίσκου καλοκἀγαθίας οὐ μόνον ἀδείας καὶ ἐκεχειρίας μετέδωκεν, ἀλλὰ καὶ ἀρχῆς τῆς ἐφἅπασι τοῖς δεσμώταις, ὡς λόγῳ μὲν ἕνεκα προσχήματος ἐμμένειν εἱρκτοφύλαξ, τὴν δἐν ἔργοις τάξιν παρακεχωρηκέναι τῷ νεανίᾳ, διἧς οὐκ ὀλίγα συνέβαινε τοὺς ἀπαχθέντας ὠφελεῖσθαι.
§86 τὸ γοῦν χωρίον οὐδὀνομάζειν ἔτἠξίουν εἱρκτήν, ἀλλὰ σωφρονιστήριον· ἀντὶ γὰρ βασάνων καὶ τιμωριῶν, ἃς νύκτωρ καὶ μεθἡμέραν ὑπέμενον τυπτόμενοι καὶ καταδούμενοι καὶ τί κακὸν οὐ πάσχοντες, λόγοις καὶ δόγμασι τοῖς φιλοσοφίας ἐνουθετοῦντο καὶ ταῖς ἀνυσιμωτέραις παντὸς λόγου πράξεσι τοῦ διδάσκοντος.
§87 τὸν γὰρ αὑτοῦ βίον σωφροσύνης καὶ πάσης ἀρετῆς οἷα γραφὴν ἀρχέτυπον εὖ δεδημιουργημένην ἐν μέσῳ θεὶς ἐπέστρεψε καὶ τοὺς πάνυ δοκοῦντας ἀνιάτως ἔχειν, οἷς μακραὶ νόσοι τῆς ψυχῆς ἐλώφησαν ἤδη κακίζουσιν ἐπὶ τοῖς πεπραγμένοις αὑτοὺς καὶ μετανοοῦσι καὶ τοιαῦτἐπιφθεγγομένοις· „ποῦ ποτἄρἦν πάλαι τοσοῦτον ἀγαθόν, οὗ τὴν ἀρχὴν ἐσφάλημεν; ἰδοὺ γὰρ ἐπιλάμψαντος αὐτοῦ, ὡς πρὸς κάτοπτρον τὴν ἀκοσμίαν ὁρῶντες αὑτῶν αἰσχυνόμεθα“.
§88 τοῦτον τὸν τρόπον βελτιουμένων εἰσάγονται δύο εὐνοῦχοι τοῦ βασιλέως, μὲν ἀρχιοινοχόος, δὲ ἀρχισιτοποιός, ἐν οἷς ἐπετράπησαν κατηγορηθέντες καὶ καταγνωσθέντες. δὲ καὶ τούτων τὴν ἐπιμέλειαν ἣν καὶ τῶν ἄλλων ἐποιεῖτο, εὐχόμενος ὅπως οἷός τε μηδὲν χείρους τῶν ἀνεπιλήπτων ἀπεργάσασθαι τοὺς ὑφἑαυτῷ.
§89–137
§89 χρόνου δοὐ μακροῦ διελθόντος, ἐπιὼν τοὺς δεσμώτας ὁρᾷ συννοίας καὶ κατηφείας γέμοντας μᾶλλον πρότερον τοὺς εὐνούχους καὶ στοχασάμενος ἐκ τῆς σφοδρᾶς λύπης προσπεπτωκέναι τι νεώτερον ἐπυνθάνετο τὴν αἰτίαν.
§90 ἀποκριναμένων δέ, ὡς ὀνείρους ἰδόντες ἄσης καὶ ἀδημονίας πεπλήρωνται, μηδενὸς ὄντος τοῦ διακρινοῦντος, „θαρσεῖτεἔφηκαὶ διηγεῖσθε, γνώριμοι γὰρ ἔσονται βουλομένου θεοῦ· βούλεται δὲ τὰ συνεσκιασμένα τῶν πραγμάτων ἀνακαλύπτειν τοῖς ἀλήθειαν ποθοῦσιν.“ εἶτα πρότερος ἀρχιοινοχόος φησίν·
§91 ἔδοξα μεγάλην ἄμπελον ἐκπεφυκέναι τριῶν πυθμένων ἓν εὐερνέστατον στέλεχος, τεθηλυῖαν καὶ βοτρυηφοροῦσαν ὡς ἐν ἀκμῇ τῆς ὀπώρας, ὑποπερκαζούσης δὲ τῆς σταφυλῆς δρέψασθαι τῶν βοτρύων καὶ εἰς ἔκπωμα βασιλικὸν ἀποθλίβειν, ὅπερ ἱκανῶς ἔχον ἀκράτου προσενεγκεῖν τῷ βασιλεῖ.“
§92 δὲ μικρὸν ἐπισχὼνεὐτυχίανεἶπεν φαντασία σοι καταγγέλλει καὶ τῆς προτέρας ἀνάληψιν ἀρχῆς· αἱ γὰρ τρεῖς ῥίζαι τῆς ἀμπέλου τρεῖς ἡμέρας ὑπογράφουσι, μεθἃς ὑπομνησθήσεταί σου βασιλεὺς καὶ μεταπεμψάμενος ἐνθένδε παρέξει μὲν ἀμνηστίαν, ἐπιτρέψει δὲ τῆς αὐτῆς μεταποιεῖσθαι τάξεως, καὶ ὑπὲρ βεβαιώσεως τῆς ἀρχῆς οἰνοχοήσεις ἀναδοὺς ἔκπωμα τῷ δεσπότῃ.“ καὶ μὲν ἐγεγήθει ταῦτ
§93 ἀκούσας. δἀρχισιτοποιὸς ἀποδεξάμενος τὴν διάκρισιν, ὡς καὶ αὐτὸς εὐτυχὲς ὄναρ ἰδώνἦν δοὐ μετρίως παλίμφημον —, ἀπατηθεὶς ταῖς ἑτέρου χρησταῖς ἐλπίσι φησίν· „ἀλλὰ κἀγὼ κανηφορεῖν ἔδοξα καὶ τρία πλήρη κανᾶ πεμμάτων κομίζειν ἐπὶ τῆς κεφαλῆς, τὸ δἀνωτάτω πλῆρες εἶναι παντοίων γενῶν, οἷς ἔθος ἐστὶ χρῆσθαι τὸν βασιλέαποικίλας δεἶναι τὰς πρὸς δίαιταν βασιλικὴν σιτοπόνων περιεργίας —, ὄρνεις δὲ καθιπταμένους ἁρπάζειν ἀπὸ τῆς κεφαλῆς καὶ ἀπλήστως ἐμφορεῖσθαι, μέχρις οὗ πάντἀναλῶσαι καὶ μηδὲν τῶν εὐτρεπισθέντων ὑπολιπέσθαι.“
§94 δὲἐβουλόμην μὲνεἶπεμὴ παραστῆναί σοι τὴν φαντασίαν φανεῖσαν ἡσυχασθῆναι , εἰ καὶ διηγεῖτό τις, μακρὰν γοῦν, ἵνα μὴ κατακούσαιμι, τῶν ἐμῶν ὤτων γενέσθαι τὴν διήγησιν· ὀκνῶ τε γάρ, εἰ καί τις ἄλλος, εἶναι κακῶν ἄγγελος συναλγῶ τε τοῖς ἐν συμφοραῖς, ἕνεκα φιλανθρωπίας οὐχ ἥκιστα τῶν ὑπομενόντων ὀδυνώμενος.
§95 ἀλλἐπειδὴ τοῖς ὀνείρων κριταῖς ἀληθεύειν ἀναγκαῖον θεῖα λόγια διερμηνεύουσι καὶ προφητεύουσι, λέξω μηδὲν ὑποστειλάμενος· ἀψευδεῖν γὰρ ἐπὶ μὲν πάντων ἄριστον, ἐπὶ δὲ τῶν θείων ἀποφθεγμάτων καὶ ὁσιώτατον.
§96 τὰ τρία κανᾶ σύμβολον τριῶν ἡμερῶν ἐστιν· ἐπισχὼν ταύτας βασιλεὺς ἀνασκολοπισθῆναί σε καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι κελεύσει καὶ καταπτάμενα ὄρνεα τῶν σῶν εὐωχηθήσεται σαρκῶν, ἄχρις ἂν ὅλος ἐξαναλωθῇς.“
§97 καὶ μὲν ὥσπερ εἰκὸς συγχυθεὶς ἀνατέτραπτο, καραδοκῶν τὴν ὁρισθεῖσαν προθεσμίαν καὶ τῇ διανοίᾳ τὰς ἀνίας προσδεχόμενος. ὡς δαἱ τρεῖς ἡμέραι διῆλθον, γενέθλιος ἐπέστη τοῦ βασιλέως, ἐν πάντες οἱ κατὰ τὴν χώραν ἐπανηγύριζον, διαφερόντως δοἱ περὶ τὰ βασίλεια.
§98 ἑστιωμένων οὖν τῶν ἐν τέλει καὶ τῆς θεραπείας εὐωχουμένης ὥσπερ ἐν δημοθοινίᾳ, τῶν κατὰ τὸ δεσμωτήριον εὐνούχων ὑπομνησθεὶς ἀχθῆναι κελεύει καὶ θεασάμενος τἀκ τῆς τῶν ὀνείρων διακρίσεως ἐπισφραγίζεται, προστάξας τὸν μὲν ἀνασκολοπισθῆναι τὴν κεφαλὴν ἀποτμηθέντα, τῷ δὲ τὴν ἀρχὴν ἣν διεῖπε πρότερον ἀπονεῖμαι.
§99 Καταλλαγεὶς δὲ ἀρχιοινοχόος ἐκλανθάνεται τοῦ τὰς καταλλαγὰς προειπόντος καὶ ἕκαστα τῶν συμπεσόντων ἀτυχημάτων ἐπικουφίσαντος, ἴσως μὲν ἐπειδὴ πᾶς ἀχάριστος ἀμνήμων ἐστὶν εὐεργετῶν, ἴσως δὲ καὶ κατὰ πρόνοιαν θεοῦ βουληθέντος τὰς εὐπραγίας τῷ νεανίᾳ μὴ διἀνθρώπου γενέσθαι μᾶλλον διἑαυτοῦ.
§100 μετὰ γὰρ διετῆ χρόνον τῷ βασιλεῖ τὰ μέλλοντα τῇ χώρᾳ συμβαίνειν ἀγαθὰ καὶ κακὰ διτταῖς φαντασίαις διὀνείρου θεσπίζεται ταὐτὸν ὑποσημαινούσαις ἕνεκα βεβαιοτέρας πίστεως.
§101 ἔδοξε γὰρ ἑπτὰ βόας ἀνέρπειν ἐκ τοῦ ποταμοῦ, πίονας καὶ σφόδρα εὐσάρκους καὶ καλὰς ὀφθῆναι, καὶ παρὰ ταῖς ὄχθαις νέμεσθαι· μεθἃς ἑτέρας ἀριθμὸν ἴσας, ἀσάρκους τρόπον τινὰ καὶ κατεσκελετευμένας καὶ εἰδεχθεστάτας, ἀνελθεῖν καὶ συννέμεσθαι ταῖς προτέραις· εἶτἐξαπιναίως ὑπὸ τῶν χειρόνων καταβρωθῆναι τὰς ἀμείνους καὶ μηδὲν ἀλλὰ μηδὲ τὸ βραχύτατον ταῖς ἐμφορηθείσαις πρὸς ὄγκον ἐπιδοῦναι τὰς γαστέρας, ἀλλ μᾶλλον οὐχ ἧττον ἐστάλθαι.
§102 περιαναστὰς δὲ καὶ κοιμηθεὶς πάλιν ἑτέρᾳ πληχθῆναι φαντασίᾳ· νομίσαι γὰρ ἑπτὰ πυροῦ στάχυς ἐκπεφυκότας ἑνὸς πυθμένος, ἰσαιτάτους τοῖς μεγέθεσιν, αὐξομένους καὶ τεθηλότας αἴρεσθαι πρὸς ὕψος μάλεὐρώστους· εἶθἑτέρους ἑπτὰ λεπτοὺς καὶ ἀσθενεῖς ἀναπεφυκέναι πλησίον, ὑφὧν ἐπιδραμόντων καταποθῆναι τὸν εὔσταχυν πυθμένα.
§103 ταύτην ἰδὼν τὴν ὄψιν, τὸ λειπόμενον τῆς νυκτὸς ἄυπνος διατελέσαςἤγειρον γὰρ αἱ φροντίδες κεντοῦσαι καὶ τιτρώσκουσαι —, μεταπέμπεται τοὺς σοφιστὰς ἅμα τῇ ἕῳ καὶ τὴν φαντασίαν διηγεῖται.
§104 μηδενὸς δὲ στοχασμοῖς εἰκόσι τἀληθὲς ἰχνηλατῆσαι δυναμένου, παρελθὼν ἀρχιοινοχόος φησίν· " δέσποτα, τὸν ἄνδρα ὃν ζητεῖς ἐλπίς ἐστιν εὑρήσειν· ἁμαρτόντας ἐμὲ καὶ τὸν ἀρχισιτοποιὸν ἐκέλευσας εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι, ἐν τοῦ ἀρχιμαγείρου θεράπων ἦν Ἑβραῖος, ᾧτινι διηγησάμεθα ἐγώ τε κἀκεῖνος ὀνείρατα τὰ φανέντα ἡμῖν· δοὕτως εὐθυβόλως καὶ εὐσκόπως διέκρινεν, ὡς ὅσα προεῖπεν ἑκατέρῳ συμβῆναι, τῷ μὲν ἣν ὑπέμεινε τιμωρίαν, ἐμοὶ δὲ τὸ σοῦ τυχεῖν ἵλεω καὶ εὐμενοῦς.“
§105 μὲν οὖν βασιλεὺς ἀκούσας προστάττει συντείναντας ἀνακαλεῖν τὸν νεανίαν. οἱ δἀποκείραντεςβαθεῖαι γὰρ ἦσαν αὐτῷ χαῖται καθειργμένῳ κεφαλῆς καὶ γενείουκαὶ ἀντὶ ῥυπώσης λαμπρὰν ἐσθῆτα ἀντιδόντες καὶ τἄλλα φαιδρύναντες εἰσάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα·
§106 ὃς ἐκ τῆς ὄψεως τεκμηράμενος ἄνδρα ἐλεύθερον καὶ εὐγενῆχαρακτῆρες γὰρ ἐπιφαίνονταί τινες τῷ σώματι τῶν ὁρωμένων οὐχ ὁρατοὶ πᾶσιν, ἀλλοἷς τὸ τῆς διανοίας ὄμμα ὀξυδορκεῖ — "μαντεύεται" εἶπεν " ψυχή μου περὶ τοῦ μὴ εἰς ἅπαν ἀσαφείᾳ τοὺς ὀνείρους ἐπισκιασθήσεσθαι· δεῖγμα γὰρ σοφίας νεανίας οὗτος ὑποφαίνει, διακαλύψει τὴν ἀλήθειαν, οἷα φωτὶ σκότος ἐπιστήμῃ τὴν ἀμαθίαν τῶν παρἡμῖν σοφιστῶν ἀποσκεδάσει.“
§107 καὶ τοὺς ὀνείρους διηγεῖτο. δὲ τἀξίωμα τοῦ λέγοντος οὐδὲν καταπλαγεὶς ὥσπερ ὑπηκόῳ βασιλεύς, ἀλλοὐχ ὑπήκοος βασιλεῖ, παρρησίᾳ σὺν αἰδοῖ χρώμενος διελέγετο καί φησιν· „ὅσα μέλλει ποιεῖν θεὸς ἐν τῇ χώρᾳ, προμεμήνυκέ σοι. τὰς μέντοι διττὰς φαντασίας μὴ ὑπολάβῃς εἶναι διττοὺς ὀνείρους· εἷς ἐστι, τὴν ἀναδίπλωσιν ἔχων οὐ περιττήν, ἀλλὰ πρὸς ἔλεγχον βεβαιοτέρας πίστεως.
§108 αἵ τε γὰρ πίονες ἑπτὰ βόες καὶ οἱ εὔβλαστοι καὶ εὐθαλεῖς ἑπτὰ στάχυες ἐνιαυτοὺς ἑπτὰ δηλοῦσιν εὐθηνίας καὶ εὐετηρίας καὶ ἑπτὰ ἑτέρους λιμοῦ αἱ ἐπανιοῦσαι ἑπτὰ βόες λεπταὶ καὶ εἰδεχθεῖς καὶ οἱ παρεφθαρμένοι καὶ μεμυκότες ἑπτὰ στάχυες.
§109 ἥξει μὲν οὖν ἑπταετία προτέρα πολλὴν καὶ ἄφθονον ἔχουσα εὐκαρπίαν, πλημμύραις μὲν ἀνὰ πᾶν ἔτος τοῦ ποταμοῦ λιμνάζοντος τὰς ἀρούρας, τῶν δὲ πεδίων ὡς οὔπω πρότερον εὐτοκίᾳ χρωμένων· ἥξει δὲ μετὰ ταῦτα ἑπταετία πάλιν ἐναντία χαλεπὴν ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων ἐπιφέρουσα, μήτἀναχεομένου τοῦ ποταμοῦ μήτε τῆς γῆς λιπαινομένης, ὡς τῆς προτέρας εὐθηνίας ἐκλαθέσθαι καὶ εἴ τι λείψανον παλαιᾶς εὐετηρίας ἦν ἀναλωθῆναι. τὰ μὲν οὖν ἐκ τῆς διακρίσεως τοιαῦτἐστίν.
§110 ὑπηχεῖ δέ μοι καὶ ἐκλαλεῖ τὸ θεῖον ὑποβάλλον τὰ ὡς ἐν νόσῳ σωτήρια· νόσος δὲ πόλεων καὶ χωρίων βαρυτάτη λιμός, κατασκευαστέον ἀσθένειαν, ἵνα μὴ τελείως ῥωσθεῖσα τοὺς οἰκήτορας ἐκφάγῃ.
§111 πῶς οὖν ἀσθενήσει; τοῦ καρποῦ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς εὐφορία, τὸ πλεονάζον μετὰ τὰς αὐτάρκεις τοῖς πλήθεσι τροφὰςἔσται δἴσως μέρος πέμπτονθησαυριστέον ἐν πόλει καὶ κώμαις, μὴ μετακομίζοντας τὰ θέρη μακρόθεν, ἀλλἐξ ὧν ἂν χωρίων, ἐν ἐκείνοις φυλάττοντας πρὸς τὴν τῶν οἰκούντων παρηγορίαν·
§112 συγκομίζειν δὲ τὸν καρπὸν αὐτοῖς δράγμασι μήτε ἀλοῶντας μήτε συνόλως καθαίροντας, τεττάρων ἕνεκα· ἑνὸς μὲν τοῦ σκέπῃ χρώμενον πρὸς πλείω χρόνον διαμένειν ἀδιάφθορον· ἑτέρου δὲ τοῦ καθἕκαστον ἐνιαυτὸν γίνεσθαι τῆς εὐθηνίας ὑπόμνησιν, ἀλοώντων καὶ λικμώντων· γὰρ μίμησις τῶν πρὸς ἀλήθειαν ἀγαθῶν δευτέραν ἔμελλεν ἡδονὴν ἀπεργάζεσθαι·
§113 τρίτου δὲ τοῦ μηδεἰς ἀριθμὸν ἐλθεῖν, ἐν στάχυσι καὶ δράγμασιν ἀδήλου καὶ ἀπεριγράφου τοῦ καρποῦ ὑπάρχοντος, ἵνα μὴ προαναπέσωσιν αἱ διάνοιαι τῶν ἐγχωρίων ἐν ταῖς ἀναλώσεσι τοῦ συλλογισθέντος, ἀλλεὐθυμίᾳ χρώμενοι τῇ σιτίων ἀμείνονι τροφῇτρέφει γὰρ ἐν τοῖς μάλιστα ἐλπίςἐπικουφίζωσι τὴν ἐκ τῆς ἐνδείας βαρεῖαν νόσον· τετάρτου δὲ τοῦ καὶ τοῖς θρέμμασι χιλὸν τεταμιεῦσθαι, τῶν ἀχύρων καὶ ἀθέρων ἐκ τῆς τοῦ καρποῦ καθάρσεως διακρινομένων.
§114 ἐπιμελητὴν δὲ τούτων χειροτονητέον ἄνδρα φρονιμώτατον καὶ συνετώτατον καὶ ἐν πᾶσι δόκιμον, ὃς γένοιτἂν ἱκανὸς ἀμισῶς καὶ ἀνεπάφως εὐτρεπῆ τὰ λεχθέντα ποιεῖν μηδεμίαν αἴσθησιν τοῖς πλήθεσιν ἐνδιδοὺς περὶ τοῦ γενησομένου λιμοῦ· χαλεπὸν γὰρ τὸ προκάμνοντας ταῖς ψυχαῖς ἀναπεσεῖν δυσελπιστίᾳ.
§115 ἐὰν δέ τις ἐπιζητῇ τὴν αἰτίαν, φήσει δεῖν, καθάπερ ἐν εἰρήνῃ προνοεῖν τῶν ἐν τῷ πολέμῳ παρασκευῶν, καὶ ἐν εὐπορίαις τῶν κατἔνδειαν· ἀδήλους δὲ εἶναι πολέμους καὶ λιμοὺς καὶ συνόλως τοὺς καιροὺς τῶν ἀβουλήτων, εἰς οὓς ἀναγκαῖον εἶναι παρεσκευάσθαι, ἀλλὰ μὴ γενομένων τότε τὴν θεραπείαν ζητεῖν, ὅτοὐδὲν ὄφελος.“
§116 ἀκούσας δὲ βασιλεὺς καὶ τὴν τῶν ὀνείρων διάκρισιν εὐθυβόλως καὶ εὐσκόπως στοχαζομένην τῆς ἀληθείας καὶ τὴν συμβουλίαν ὅσα τῷ δοκεῖν ὠφελιμωτάτην κατὰ τὴν τοῦ μέλλοντος ἀδήλου πρόνοιαν, τοὺς συνόντας ἐγγυτέρω προσελθεῖν κελεύσας, ἵνα μὴ κατακούοι, "ἆρ’" εἶπεν, "ἄνδρες, εὑρήσομεν τοιοῦτον ἄνθρωπον, ὃς ἔχει πνεῦμα θεῖον ἐν ἑαυτῷ“ (Gen. 41, 38) ;
§117 συνεπαινούντων δὲ καὶ συνευφημούντων, ἀπιδὼν εἰς τὸν παρεστῶτα "ἐγγὺς" εἶπενἐστὶν ὃν παραινεῖς ἀναζητεῖν, οὐ μακρὰν ἀφέστηκεν φρόνιμος καὶ συνετός, ὃν ἔδει κατὰ τὰς σὰς ὑφηγήσεις σκοπεῖν, αὐτὸς ὢν τυγχάνεις· οὐ γὰρ ἄνευ θεοῦ ταῦτἀποφθέγγεσθαί μοι δοκεῖς. ἴθι δὴ καὶ παραλάμβανε τήν τἐπιμέλειαν τῆς ἐμῆς οἰκίας καὶ τὴν Αἰγύπτου πάσης ἐπιτροπήν.
§118 εὐχέρειαν δοὐδείς μου καταγνώσεται μὴ φιλαυτίᾳ χρωμένου, πάθει δυσιάτῳ· αἵ τε γὰρ μεγάλαι τῶν φύσεων χρόνοις οὐ δοκιμάζονται μακροῖς, ὄγκῳ δυνάμεως βιαζόμεναι φθάνειν εἰς ἀποδοχὴν αὑτῶν ἀνυπέρθετον, τά τε πράγματα μέλλησιν καὶ διατριβὴν οὐκ ἀνέχεται, τῶν καιρῶν ἐπειγόντων εἰς τὰς ἀναγκαίας παρασκευάς.“
§119 εἶταὐτὸν καθίστησι τῆς βασιλείας διάδοχον, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, βασιλέα, τὸ μὲν ὄνομα τῆς ἀρχῆς ὑπολειπόμενος αὑτῷ, τῆς δἐν ἔργοις ἡγεμονίας ἐκστὰς ἐκείνῳ καὶ τἄλλα πράττων ὅσα ἐπὶ τιμῇ
§120 τοῦ νεανίου. δίδωσιν οὖν αὐτῷ σφραγῖδα βασιλικὴν καὶ ἱερὰν ἐσθῆτα καὶ κύκλον χρυσοῦν περιδέραιον καὶ ἐπὶ δευτερεῖον τῶν ἁρμάτων ἀναβιβάσας κελεύει περιελθεῖν τὴν πόλιν, προερχομένου κήρυκος καὶ δηλοῦντος τοῖς ἀγνοοῦσι τὴν χειροτονίαν.
§121 μετονομάζει δαὐτὸν ἀπὸ τῆς ὀνειροκριτικῆς ἐγχωρίῳ γλώττῃ προσαγορεύσας καὶ ἐγγυᾷ πρὸς γάμον αὐτῷ τὴν ἐπιφανεστάτην τῶν κατΑἴγυπτον ἱερέως Ἡλίου θυγατέρα. ταῦτἐγένετο, περὶ ἔτη γεγονότος ἤδη τριάκοντα.
§122 τοιαῦτα τῶν εὐσεβῶν τὰ τέλη· κἂν γὰρ κλιθῶσιν, οὐκ εἰς ἅπαν πίπτουσιν, ἀλλὰ διαναστάντες ὀρθοῦνται παγίως καὶ βεβαίως, ὡς μηκέθὑποσκελισθῆναι.
§123 τίς γὰρ ἂν προσεδόκησε μιᾷ ἡμέρᾳ τὸν αὐτὸν ἀντὶ μὲν δούλου δεσπότην, ἀντὶ δὲ δεσμώτου πάντων ἀξιονικότατον, καὶ τὸν ὑποδιάκονον εἱρκτοφύλακος ὕπαρχον βασιλέως ἔσεσθαι καὶ ἀντὶ τῆς εἱρκτῆς τὰ βασίλεια οἰκήσειν, τὰ πρῶτα τῶν ἐπὶ τιμαῖς φερόμενον ἀντὶ τῶν εἰς ἀτιμίαν ἐσχάτων. ἀλλὅμως καὶ γέγονε ταῦτα καὶ γενήσεται πολλάκις, ὅταν δοκῇ τῷ θεῷ·
§124 μόνον ἐντυφέσθω τι καλοκἀγαθίας ἐμπύρευμα ταῖς ψυχαῖς, ὅπερ ἀναγκαῖόν ποτε ῥιπιζόμενον ἐκλάμψαι.
§125 Ἐπεὶ δὲ πρόκειται μετὰ τὴν ῥητὴν ἀπόδοσιν καὶ τὴν τροπικωτέραν ἐξετάζειν, λεκτέον χρὴ καὶ περὶ αὐτῆς. ἴσως μὲν οὖν γελάσονταί τινες τῶν εἰκαιοτέρων ἀκούσαντες· ἐγὼ δἐρῶ μηδὲν ὑποστειλάμενος, ὅτι πολιτικὸς πάντως ὀνειροκριτικός ἐστιν, οὐχὶ τῶν βωμολόχων οὐδὲ τῶν ἐναδολεσχούντων καὶ ἐνσοφιστευόντων ἐπὶ μισθῷ καὶ τὴν τῶν καθὕπνον φαντασιῶν διάκρισιν ἀργυρισμοῦ πρόβλημα πεποιημένων, ἀλλὰ τὸν κοινὸν καὶ πάνδημον καὶ μέγαν ὄνειρον οὐ κοιμωμένων μόνον ἀλλὰ καὶ ἐγρηγορότων εἰωθὼς ἀκριβοῦν.
§126 δὲ ὄνειρος οὗτος, ὡς ἀψευδέστατα φάναι, τῶν ἀνθρώπων ἐστὶ βίος· ὡς γὰρ ἐν ταῖς καθὕπνον φαντασίαις βλέποντες οὐ βλέπομεν καὶ ἀκούοντες οὐκ ἀκούομεν καὶ γευόμενοι ἁπτόμενοι οὔτε γευόμεθα οὔτε ἁπτόμεθα λέγοντές τε οὐ λέγομεν καὶ περιπατοῦντες οὐ περιπατοῦμεν καὶ ταῖς ἄλλαις κινήσεσι καὶ σχέσεσι χρῆσθαι δοκοῦντες οὐδεμιᾷ τὸ παράπαν χρώμεθακεναὶ δεἰσὶ τῆς διανοίας πρὸς οὐδὲν ὑποκείμενον ἀληθείᾳ μόνον ἀναζωγραφούσης καὶ ἀνειδωλοποιούσης τὰ μὴ ὄντα ὡς ὄντα —, οὕτω καὶ τῶν παρἡμῖν ἐγρηγορότων αἱ φαντασίαι τοῖς ἐνυπνίοις ἐοίκασιν· ἦλθον, ἀπῆλθον, ἐφάνησαν, ἀπεπήδησαν, πρὶν καταληφθῆναι βεβαίως ἀπέπτησαν.
§127 ἐρευνησάτω δἕκαστος αὑτὸν καὶ τὸν ἔλεγχον οἴκοθεν ἄνευ τῶν παρἐμοῦ πίστεων εἴσεται, καὶ μάλιστεἴ τις πρεσβύτερος ἤδη γεγονὼς τυγχάνοι· οὗτος ἦν ποτὲ βρέφος καὶ μετὰ ταῦτα παῖς, εἶτἔφηβος, εἶτα μειράκιον, καὶ νεανίας αὖθις, εἶτἀνήρ, καὶ γέρων ὕστατον.
§128 ἀλλὰ ποῦ πάντἐκεῖνα; οὐκ ἐν μὲν παιδὶ τὸ βρέφος ὑπεξῆλθεν, δὲ παῖς ἐν παρήβῳ, δἔφηβος ἐν μειρακίῳ, τὸ δὲ μειράκιον ἐν νεανίᾳ, ἐν ἀνδρὶ δ νεανίας, ἀνὴρ δἐν γέροντι, γήρᾳ δἕπεται τελευτή;
§129 τάχα μέντοι τάχα καὶ τῶν ἡλικιῶν ἑκάστη παραχωροῦσα τοῦ κράτους τῇ μεθἑαυτὴν προαποθνῄσκει, τῆς φύσεως ἡμᾶς ἀναδιδασκούσης ἡσυχῇ μὴ δεδιέναι τὸν ἐπὶ πᾶσι θάνατον, ἐπειδὴ τοὺς προτέρους εὐμαρῶς ἠνέγκαμεν, τὸν βρέφους, τὸν παιδός, τὸν ἐφήβου, τὸν μειρακίου, τὸν νεανίου, τὸν
§130 ἀνδρός, ὧν οὐδεὶς ἔτἐστὶ γήρως ἐπιστάντος. τὰ δἄλλα ὅσα περὶ τὸ σῶμα οὐκ ἐνύπνια; οὐ κάλλος μὲν ἐφήμερον, πρὶν ἀνθῆσαι μαραινόμενον; ὑγεία δὲ ἀβέβαιον διὰ τὰς ἐφέδρους ἀσθενείας; ἰσχὺς δεὐάλωτον νόσοις ἐκ μυρίων προφάσεων; τἀκρίβεια τῶν αἰσθήσεων οὐ παγία ῥεύματος ἐνστάσει βραχέος ἀνατρέπεται.
§131 τὴν δὲ τῶν ἐκτὸς ἀσάφειαν τίς οὐκ οἶδε; μιᾷ ἡμέρᾳ πλοῦτοι μεγάλοι πολλάκις ἀπερρύησαν· τὰ πρωτεῖα τῶν ἐν ταῖς ἀνωτάτω τιμαῖς ἐνεγκάμενοι μυρίοι πρὸς ἠμελημένων καὶ ἀφανῶν ἀδοξίαν μετέβαλον· ἀρχαὶ βασιλέων αἱ μέγισται καθῃρέθησαν βραχείᾳ καιροῦ ῥοπῇ.
§132 ἐγγυᾶταί μου τὸν λόγον Διονύσιος ἐν Κορίνθῳ, ὃς Σικελίας μὲν τύραννος ἦν, ἐκπεσὼν δὲ τῆς ἡγεμονίας εἰς Κόρινθον καταφεύγει καὶ γραμματιστὴς τοσοῦτος ἡγεμὼν γίνεται.
§133 συνεγγυᾶται καὶ Κροῖσος Λυδίας βασιλεύς, πλουσιώτατος βασιλέων, ὃς ἐλπίσας τὴν Περσῶν καθελεῖν ἀρχὴν οὐ μόνον τὴν οἰκείαν προσαπέβαλεν, ἀλλὰ καὶ ζωγρηθεὶς ἐμέλλησε καταπίμπρασθαι.
§134 μάρτυρες τῶν ἐνυπνίων οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ πόλεις, ἔθνη, χῶραι, Ἑλλάς, βάρβαρος, ἠπειρῶται, νησιῶται, Εὐρώπη, Ἀσία, δύσις, ἀνατολή· μεμένηκε γὰρ οὐδὲν οὐδαμοῦ τὸ παράπαν ἐν ὁμοίῳ, τροπαῖς δὲ καὶ μεταβολαῖς ἐχρήσατο πάντα διὰ πάντων.
§135 Αἴγυπτός ποτε πολλῶν ἐθνῶν ἡγεμονίαν εἶχεν, ἀλλὰ νῦν ἐστι δούλη. Μακεδόνες οὕτως ἐπὶ καιρῶν ἤκμασαν, ὡς ἁπάσης ἀνάψασθαι τῆς οἰκουμένης τὸ κράτος, ἀλλὰ νῦν τοῖς ἐκλογεῦσι τῶν χρημάτων τοὺς ἐπιταχθέντας ὑπὸ τῶν κυρίων δασμοὺς ἐτησίους εἰσφέρουσι.
§136 ποῦ δὲ τῶν Πτολεμαίων οἰκία καὶ καθἕκαστον τῶν διαδόχων ἐπιφάνεια μέχρι γῆς καὶ θαλάττης περάτων ἐκλάμψασα; ποῦ δαἱ τῶν αὐτονόμων ἐθνῶν καὶ πόλεων ἐλευθερίαι; ποῦ δἔμπαλιν αἱ δουλεῖαι τῶν ὑπηκόων; οὐ Πέρσαι μὲν Παρθυαίων ἐπεκράτουν, νυνὶ δὲ Περσῶν Παρθυαῖοι διὰ τὰς τῶν ἀνθρωπείων πραγμάτων στροφὰς καὶ τὰς ἄνω καὶ κάτω πεττείας καὶ μεταθέσεις αὐτῶν;
§137 ἀναπλάττουσιν ἔνιοι μακράς τινας καὶ ἀπεράτους εὐτυχίας ἑαυτοῖς, αἱ δἀρχαὶ μεγάλων κακῶν εἰσι· καὶ σπεύδοντες ὡς ἐπἀγαθῶν κληρονομίαν εὑρίσκουσι δεινὰς κακοπραγίας, καὶ τοὐναντίον κακὸν προσδοκήσαντες ἀγαθοῖς ἐνέτυχον.
§138–179
§138 ἀθληταὶ δυνάμεσι καὶ ῥώμαις καὶ εὐεξίαις σωμάτων μέγα φρονοῦντες, ἀνενδοίαστον νίκην ἐλπίσαντες, ἐξαγώνιοι πολλάκις ἐγένοντο μὴ δοκιμασθέντες καταστάντες εἰς τὸν ἀγῶνα ἡττήθησαν, οἱ δἀπογνόντες καὶ δευτερείων ἐφίξεσθαι τὰ πρῶτα τῶν ἄθλων στεφανηφοροῦντες ἤραντο.
§139 θέρους ἀναχθέντες τινὲς γὰρ καιρὸς εὐπλοίαςἐναυάγησαν, ἕτεροι δὲ χειμῶνος ἀνατραπήσεσθαι προσδοκῶντες ἀκινδύνως ἄχρι λιμένων παρεπέμφθησαν. ὡς ἐφὁμολογούμενα κέρδη συντείνουσιν ἔνιοι τῶν ἐμπόρων ἀγνοοῦντες τὰς ἐφέδρους ζημίας, ἔμπαλιν λογιζόμενοι βλαβήσεσθαι μεγάλων ἀπέλαυσαν ὠφελειῶν.
§140 οὕτως ἄδηλοι μὲν αἱ τύχαι πρὸς ἑκάτερα, τὰ δἀνθρώπεια ὡς ἐπὶ ζυγοῦ ταλαντεύεται βάρεσιν ἀνίσοις ἐπικουφιζόμενα καὶ καθέλκοντα· δεινὴ δἀσάφεια καὶ πολὺ σκότος κατακέχυται τῶν πραγμάτων· ὡς δἐν βαθεῖ ὕπνῳ πλαζόμεθα μηδὲν ἐμπεριελθεῖν ἀκριβείᾳ λογισμοῦ δυνάμενοι μηδεὐτόνως καὶ παγίως ἐπιδράξασθαί τινος, σκιαῖς γὰρ ἔοικε καὶ φάσμασι.
§141 καὶ ὥσπερ ἐν ταῖς πομπαῖς τὰ πρῶτα παρέρχεται φεύγοντα τὰς ὄψεις κἀν τοῖς χειμάρροις τὸ φερόμενον ῥεῦμα φθάνει παραδραμὸν ὀξύτητι τάχους τὴν κατάληψιν, οὕτω καὶ τὰ ἐν τῷ βίῳ πράγματα φερόμενα καὶ παρεξιόντα φαντάζεται μὲν ὡς ὑπομένοντα, μένει δοὐδἐπἀκαρές, ἀλλἀεὶ ὑποσύρεται.
§142 καὶ οἱ ἐγρηγορότες, ὅσα γε πρὸς τὸ ἐν ταῖς καταλήψεσιν ἀβέβαιον οὐδὲν τῶν κοιμωμένων διαφέροντες, ἀπατῶντες ἑαυτοὺς ἱκανοὶ νομίζουσιν εἶναι τὰς φύσεις τῶν πραγμάτων ἀπλανέσι λογισμοῖς ὁρᾶν· οἷς ἑκάστη τῶν αἰσθήσεων εἰς ἐπιστήμην ἐμπόδιος, δεκαζομένη θεάμασιν, ἀκούσμασι, χυλῶν ποιότησιν, ἀτμῶν ἰδιότησι, πρὸς ἅπερ ἀποκλίνουσα συνεφέλκεται καὶ τὴν ὅλην ψυχὴν οὐκ ἐῶσα ὀρθοῦσθαι καὶ ἀπταίστως οἷα διὰ λεωφόρων ὁδῶν προέρχεσθαι· τὸ δὑψηλοτάπεινον καὶ μεγαλόμικρον καὶ πᾶν ὅσον ἀνισότητι καὶ ἀνωμαλίᾳ συγγενὲς ἀπεργάζεται καὶ σκοτοδινιᾶν
§143 ἀναγκάζει καὶ πολὺν ἐμποιεῖ ἴλιγγον. τοσαύτης οὖν ταραχῆς καὶ ἀταξίας ἔτι δὲ ἀσαφείας γέμοντος τοῦ βίου, παρελθόντα δεῖ τὸν πολιτικὸν ὥσπερ τινὰ σοφὸν τὴν ὀνειροκριτικὴν τὰ μεθημερινὰ ἐνύπνια καὶ φάσματα τῶν ἐγρηγορέναι δοκούντων διακρίνειν εἰκόσι στοχασμοῖς καὶ εὐλόγοις πιθανότησι περὶ ἑκάστου ἀναδιδάσκοντα, ὅτι τοῦτο καλόν, ἐκεῖνο αἰσχρόν, τοῦτο ἀγαθόν, κακὸν ἐκεῖνο, τουτὶ δίκαιον, ἄδικον τοὐναντίον, καὶ τἄλλα ταύτῃ, τὸ φρόνιμον, τὸ ἀνδρεῖον, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ συμφέρον, τὸ ὠφέλιμον, καὶ πάλιν τὸ ἀνωφελές, τὸ ἀλόγιστον, τὸ ἀγεννές, τὸ ἀσεβές, τὸ ἀνόσιον, τὸ ἀσύμφορον, τὸ βλαβερόν, τὸ φίλαυτον.
§144 καὶ ἔτι πρὸς τούτοις ἀλλότριον τοῦτο, μὴ ἐπιθύμει· ἴδιον τοῦτο, χρῶ μὴ παραχρώμενος· περιουσιάζεις, μεταδίδου· πλούτου γὰρ τὸ κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ· ὀλίγα κέκτησαι, μὴ φθόνει τοῖς ἔχουσι· πένητα γὰρ βάσκανον οὐδεὶς ἂν ἐλεήσαι· εὐδοξεῖς καὶ τετίμησαι, μὴ καταλαζονεύου· ταπεινὸς εἶ ταῖς τύχαις, ἀλλὰ τὸ φρόνημα μὴ καταπιπτέτω· πάντα σοι κατὰ νοῦν χωρεῖ, μεταβολὴν εὐλαβοῦ· πταίεις πολλάκις, χρηστὰ ἔλπιζε· πρὸς γὰρ τἀναντία τῶν ἀνθρώπων αἱ τροπαί.
§145 σελήνη μὲν γὰρ καὶ ἥλιος καὶ σύμπας οὐρανὸς σαφεῖς καὶ ἀριδήλους ἔχει τὰς τρανότητας, ἅτε πάντων τῶν καταὐτὸν ὁμοίων μενόντων καὶ τοῖς τῆς ἀληθείας αὐτῆς μετρουμένων κανόσιν ἐν τάξεσιν ἐναρμονίοις καὶ συμφωνιῶν ταῖς ἀρίσταις, τὰ δἐπίγεια πολλῆς ἀταξίας γέμοντα καὶ ταραχῆς ἀσύμφωνα καὶ ἀνάρμοστα, ὡς κυριώτατα φάναι, ὅτι ταῦτα μὲν βαθὺ σκότος κατείληφεν, ἐκεῖνα δἐμφέρεται τηλαυγεστάτῳ φωτί, μᾶλλον δαὐτὸ φῶς ἐστιν εἱλικρινέστατον καὶ καθαρώτατον.
§146 εἰ γοῦν βουληθείη διακύπτειν εἴσω τις τῶν πραγμάτων, εὑρήσει τὸν οὐρανὸν ἡμέραν αἰώνιον, νυκτὸς καὶ πάσης σκιᾶς ἀμέτοχον, ἅτε περιλαμπόμενον ἀσβέστοις καὶ ἀκηράτοις ἀδιαστάτως φέγγεσιν.
§147 ὅσῳ τε διαφέρουσιν οἱ παρἡμῖν ἐγρηγορότες τῶν κοιμωμένων, τοσούτῳ καὶ ἐν ἅπαντι τῷ κόσμῳ τὰ οὐράνια τῶν ἐπιγείων, τὰ μὲν ἐγρηγόρσει χρώμενα ἀκοιμήτῳ διὰ τὰς ἀπλανεῖς καὶ ἀπταίστους καὶ ἐν ἅπασι κατορθούσας ἐνεργείας, τὰ δὕπνῳ κατεχόμενα, κἂν εἰ πρὸς βραχὺ διανασταίη, πάλιν καθελκόμενα καὶ καταδαρθάνοντα διὰ τὸ μηδὲν εὐθυτενῶς δύνασθαι τῇ ψυχῇ βλέπειν, ἀλλὰ πλάζεσθαι καὶ περιπταίειν· ἐπισκοτεῖται γὰρ ψευδέσι δόξαις, ὑφὧν ὀνειρώττειν ἀναγκαζόμενα καὶ τῶν πραγμάτων ὑστερίζοντα
§148 οὐδὲν παγίως καὶ βεβαίως ἱκανὰ καταλαμβάνειν ἐστί. συμβολικῶς μέντοι καὶ ἐπὶ τὸ δευτερεῖον τῶν βασιλικῶν ἁρμάτων ἀναβαίνειν λέγεται διαἰτίαν τοιάνδε· πολιτικὸς τὰ δευτερεῖα φέρεται βασιλέως· οὔτε γὰρ ἰδιώτης ἐστὶν οὔτε βασιλεύς, ἀλλἀμφοῖν μεθόριος, ἰδιώτου μὲν ὢν κρείττων, ἐλάττων δεἰς ἀρχὴν αὐτεξούσιον βασιλέως, τῷ δήμῳ βασιλεῖ χρώμενος, ὑπὲρ οὗ πάντα πράττειν προῄρηται καθαρᾷ καὶ ἀδολωτάτῃ πίστει.
§149 φέρεται δὲ ὡς ἐφἁρματείου δίφρου μετέωρος ὑπό τε τῶν πραγμάτων καὶ τῶν ὄχλων εἰς ὕψος αἰρόμενος, καὶ μάλισθὅταν κατὰ νοῦν ἕκαστα μικρὰ καὶ μεγάλα χωρῇ, μηδενὸς ἀντιπνέοντος μηδἀντιστατοῦντος, ἀλλὡς ἐν εὐπλοίᾳ πάντων σωτηρίως ὑπὸ θεοῦ κυβερνωμένων. ὅν τε δίδωσιν βασιλεὺς δακτύλιον, ἐναργέστατον δεῖγμα πίστεώς ἐστιν, ἣν πεπίστευκεν τε βασιλεὺς δῆμος τῷ πολιτικῷ καὶ πολιτικὸς τῷ βασιλεύοντι δήμῳ.
§150 δὲ περὶ τὸν τράχηλον χρυσοῦς κύκλος εὐδοξίαν ὁμοῦ καὶ κόλασιν ἔοικεν ὑποσημαίνειν· ἕως μὲν γὰρ τὰ κατὰ τὴν πολιτείαν εὐοδεῖ πράγματα αὐτῷ, γαῦρός ἐστι καὶ σεμνὸς ὑπὸ τῶν ὄχλων τιμώμενος· ἐπειδὰν δὲ πταῖσμα συμβῇ, μὴ κατὰ προαίρεσιντοῦτο γὰρ ὑπαίτιον —, ἀλλὰ τυχηρόν, ὅπερ ἐστὶ συγγνωστόν, οὐδὲν ἧττον ἕλκεται κάτω διὰ τοῦ περιαυχενίου κόσμου καὶ ταπεινοῦται, μόνον οὐκ ἐπιλέγοντος τοῦ δεσπότου· „τὸν περιαυχένιον τοῦτον κύκλον ἐδωρησάμην σοι καὶ κόσμον κατορθουμένων τῶν ἐμῶν καὶ ἀγχόνην ἀποτυγχανομένων.“
§151 Ἤκουσα μέντοι καθἑτέραν ἰδέαν τροπικώτερον τὰ περὶ τὸν τόπον ἀκριβούντων. ἦν δὲ τοιάδε· τὸν βασιλέα τῆς Αἰγύπτου τὸν ἡμέτερον νοῦν ἔλεγον εἶναι, τὸν τῆς καθἕκαστον σωματικῆς χώρας ἡγεμόνα, ὃς οἷα βασιλεὺς ἀνῆπται τὸ κράτος.
§152 γενομένῳ φιλοσωμάτῳ τρία τὰ πλείστης ἀξιούμενα σπουδῆς διαπονεῖται, σιτία καὶ ὄψα καὶ ποτά, παρὸ καὶ τρισὶ χρῆται τοῖς τῶν λεγομένων ἐπιμεληταῖς, ἀρχισιτοποιῷ καὶ ἀρχιοινοχόῳ καὶ ἀρχιμαγείρῳ· πρυτανεύει γὰρ μὲν τὰ περὶ ἐδωδήν, δὲ τὰ περὶ πόσιν, δἐπιτέτακται τοῖς περὶ αὐτὰ τὰ ὄψα ἡδύσμασιν.
§153 πάντες δέ εἰσιν εὐνοῦχοι, ἐπειδὴ φιλήδονος ἄγονός ἐστι τῶν ἀναγκαιοτάτων, σωφροσύνης, αἰδοῦς, ἐγκρατείας, δικαιοσύνης, ἁπάσης ἀρετῆς· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ, ὡς ἀρετῇ ἡδονή, διἣν ἀλογοῦσιν οἱ πολλοὶ ὧν μόνον ἄξιον πεφροντικέναι, ταῖς ἀκαθέκτοις ἐπιθυμίαις χαριζόμενοι καὶ οἷς ἂν προστάττωσιν εἴκοντες.
§154 μὲν οὖν ἀρχιμάγειρος οὔτεἰς δεσμωτήριον ἀπάγεται οὔτε τινὶ περιπίπτει λύμῃ διὰ τὸ μὴ σφόδρα τῶν ἀναγκαίων εἶναι τὰς παραρτύσεις οὐχ ἡδονὰς οὔσας ἀλλεὔσβεστα ἡδονῶν ὑπεκκαύματα, δύο δὲ τῶν περὶ τὴν ἄθλιον γαστέρα πραγματευομένων, ἀρχισιτοποιὸς καὶ ἀρχιοινοχόος, ἐπειδὴ τὰ συνεκτικώτατα τῶν εἰς τὸ ζῆν χρησίμων ἐστὶ βρῶσις καὶ πόσις, ὧν ἐπιμελείας μὲν ἀξιουμένων οἱ προεστῶτες εἰκότως ἐπαίνων τυγχάνουσιν, ὀλιγωρουμένων δὲ ὀργῆς καὶ κολάσεως ἀξιοῦνται.
§155 διαφορὰ δὲ κἀν ταῖς κολάσεσιν, ὅτι διάφορος χρεία, σιτίων μὲν ἀναγκαιοτάτη, οἴνου δὲ οὐ πάνυ χρησίμη· καὶ γὰρ ἀκράτου δίχα ζῶσιν ἄνθρωποι ναματιαίῳ ὕδατι ποτῷ χρώμενοι.
§156 διἣν αἰτίαν πρὸς μὲν τὸν ἀρχιοινοχόον γίνονται καταλλαγαὶ καὶ συμβάσεις ὡς ἂν ἁμαρτόντα περὶ τὸ ἔλαττον μέρος, ἀσύμβατα δὲ καὶ ἀκατάλλακτα τὰ πρὸς τὸν ἀρχισιτοποιόν ἐστιν ἄχρι θανάτου λαμβάνοντα τὴν ὀργὴν ὡς ἂν περὶ τὸ μέγιστον ἀδικήσαντα· τελευτὴ γὰρ ἕπεται σιτίων σπάνει· οὗ χάριν καὶ περὶ ταῦτἐξαμαρτὼν εἰκότως θνῄσκει κρεμασθείς, ὅμοιον κακὸν διέθηκε παθών· καὶ γὰρ αὐτὸς ἀνεκρέμασε καὶ παρέτεινε τὸν πεινῶντα λιμῷ.
§157 Τοσαῦτα καὶ περὶ τούτου. μέντοι βασιλέως ὕπαρχος κατασταθεὶς καὶ τῆς Αἰγύπτου τὴν ἐπιμέλειαν καὶ προστασίαν λαβὼν ἐξῄει γνωρισθησόμενος ἅπασι τοῖς ἐγχωρίοις καὶ τοὺς λεγομένους νομοὺς ἐπιὼν κατὰ πόλεις πολὺν αὑτοῦ πόθον ἐνειργάζετο τοῖς ὁρῶσιν, οὐ μόνον ταῖς ὠφελείαις, ἃς ἑκάστοις παρεῖχεν, ἀλλὰ καὶ ταῖς περὶ τὴν ὄψιν τε καὶ τὴν ἄλλην ὁμιλίαν ἀλέκτοις καὶ ἐξαιρέτοις χάρισιν.
§158 ἐπεὶ δὲ κατὰ τὴν τῶν ὀνειράτων σύγκρισιν ἐνέστη προτέρα τῆς εὐθηνίας ἑπταετία, τὸ πέμπτον τῶν καρπῶν ἀνὰ πᾶν ἔτος συνάγων διά τε τῶν ὑπάρχων καὶ τῶν ἄλλων, οἳ πρὸς τὰς δημοσίας χρείας ὑπηρέτουν αὐτῷ, τοσαύτην ἤθροισε πληθὺν δραγμάτων, ὅσην οὐδείς πω πρότερον γενομένην ἐμέμνητο· πίστις δὲ σαφεστάτη τὸ μηδἀριθμηθῆναι δύνασθαι, καίτοι μυρία τινῶν πονηθέντων, οἷς ἐπιμελές, περιεργίᾳ διαριθμήσασθαι.
§159 διεξελθόντων δὲ τῶν ἑπτὰ ἐτῶν, ἐν οἷς εὐφόρησεν πεδιάς, ἀρχὴν ἐλάμβανεν λιμός, ὃν ἐπιβαίνοντα καὶ συναυξόμενον οὐκ ἐχώρησεν Αἴγυπτος· ἀναχεόμενος γὰρ καὶ τὰς ἑξῆς ἀεὶ πόλεις καὶ χώρας ἐπικαταλαμβάνων ἄχρι περάτων καὶ τῶν πρὸς ἕω καὶ τῶν πρὸς δυσμὰς ἔφθασε τὴν οἰκουμένην ἐν κύκλῳ πᾶσαν κατασχών.
§160 λέγεται γοῦν μηδέποτε κοινὴ νόσος κατασκῆψαι τοσαύτη, καθάπερ ἣν ἰατρῶν παῖδες ὀνομάζουσιν ἑρπῆνα· καὶ γὰρ αὕτη πᾶσι τοῖς μέρεσιν ἐπιφοιτῶσα τὴν κοινωνίαν τῶν ἡλκωμένων σωμάτων ὅλην διὅλων στοιχηδὸν πυρὸς τρόπον ἐπινέμεται.
§161 τοὺς οὖν ἀφἑκάστης δοκιμωτάτους αἱρούμενοι σιτώνας ἐξέπεμπον εἰς Αἴγυπτον· ἤδη γὰρ πρόνοια τοῦ νεανίσκου πανταχόσε διηγγέλλετο ταμιευσαμένου τροφὰς ἀφθόνους εἰς καιρὸν ἐνδείας.
§162 δὲ τὸ μὲν πρῶτον κελεύει ἀνοιχθῆναι τοὺς σωροὺς ἅπαντας, ὑπολαμβάνων εὐθυμοτέρους παρασκευάσειν τοὺς ἰδόντας καὶ τρόπον τινὰ τὰς ψυχὰς ἀναθρέψειν πρὸ τῶν σωμάτων ἐλπίσι χρησταῖς, ἔπειτα διὰ τῶν ἐπιτραπέντων τὰς σιταρχίας ἐπώλει τοῖς ἔχουσιν ὠνητικῶς, στοχαζόμενος τοῦ μέλλοντος ἀεὶ καὶ τὸ ἐπιὸν ὁρῶν τοῦ παρόντος ἀκριβέστερον.
§163 Ἐν δὲ τούτῳ καὶ πατήρ, ὑποσπανιζόντων ἤδη τῶν ἀναγκαίων, ἀγνοῶν τὴν τοῦ παιδὸς εὐτυχίαν ἐκπέμπει δέκα τῶν υἱῶν ἐπὶ σιτωνίαν τὸν νεώτατον οἴκοι κατασχών, ὃς ἦν ὁμομήτριος ἀδελφὸς τῷ βασιλέως ὑπάρχῳ.
§164 καὶ οἱ μὲν εἰς Αἴγυπτον ἐλθόντες ἐντυγχάνουσιν ὡς ἀλλοτρίῳ τἀδελφῷ καὶ τὴν περὶ αὐτὸν ἀξίωσιν καταπλαγέντες ἔθει παλαιῷ προσκυνοῦσιν, ἤδη καὶ τῶν ὀνειράτων αὐτοῦ λαμβανόντων βεβαίωσιν.
§165 δὲ τοὺς πεπρακότας θεασάμενος εὐθὺς ἐγνώρισεν ἅπαντας ὑπὸ μηδενὸς αὐτὸς γνωρισθεὶς τὸ παράπαν, μὴ βουληθέντος πω τοῦ θεοῦ τἀληθὲς ἀναφῆναι διά τινας ἀναγκαίας αἰτίας, ἃς τότε βέλτιον ἦν ἡσυχάζεσθαι, ἀλλ τὴν ὄψιν ἀλλάξαντος εἰς σεμνότερον εἶδος τοῦ τὴν χώραν ἐπιτραπέντος παρατρέψαντος τὰς ἀκριβεῖς καταλήψεις τῆς διανοίας τῶν ὁρώντων.
§166 εἶτοὐχ ὥσπερ νέος καὶ τοσαύτης ἡγεμονίας διάδοχος ἀρχὴν τὴν μετὰ βασιλέα πρώτην ἀναψάμενος, εἰς ὃν ἀνατολαὶ καὶ δύσεις ἀπέβλεπον, ἡλικίας ἀκμῇ καὶ μεγέθει τῆς ἐξουσίας ἐπαρθείς, καιρὸν ἔχων ἀμύνης ἐμνησικάκησεν, ἀλλἐγκρατῶς τὸ πάθος ἐνεγκὼν καὶ ταμιευσάμενος αὑτοῦ τῇ ψυχῇ μετὰ πολλοῦ τοῦ προμηθοῦς ἐπεμόρφαζεν ἀλλοτρίωσιν καὶ βλέμμασι καὶ φωνῇ καὶ τοῖς ἄλλοις καθυποκρινόμενος τὸν δυσχεραίνοντα "οὐδέν" εἶπεν, " οὗτοι, φρονεῖτε εἰρηνικόν, ἀλλά τις τῶν βασιλέως ἐχθρῶν κατασκόπους ὑμᾶς ἐξέπεμψεν, κακὰς ὑπηρεσίας ὁμολογήσαντες ὑπηρετήσειν λήσεσθαι μὲν ᾠήθητε, λανθάνει δοὐδὲν τῶν δρωμένων ἐπἐνέδρᾳ, κἂν βαθεῖ σκότῳ συσκιάζηται."
§167 πειρωμένων δἀπολογεῖσθαι καὶ διεξιόντων, ὡς ἐπἀγενήτοις κατηγοροῦνται, μήτε γὰρ παρὰ δυσμενῶν ἥκειν μήταὐτοὶ τοῖς ἐγχωρίοις ἀπέχθεσθαι μηδἂν ὑπομεῖναί ποτε τοιαύτην διακονίαν, εἶναι γὰρ τὰς φύσεις εἰρηνικοὶ καὶ μεμαθηκέναι σχεδὸν ἐξ ἔτι νηπίων παίδων τιμᾶν εὐστάθειαν παρὁσιωτάτῳ καὶ θεοφιλεστάτῳ πατρί, δώδεκα γενομένων υἱῶν ἕνα μὲν τὸν νεώτατον οὐκ ἔχοντά πω ἡλικίαν ἀποδημίας οἴκοι καταμεῖναι, δέκα δὲ τοὺς ὁρωμένους ἡμᾶς ἐνταῦθα ὑπάρχειν, τὸν δὲ λοιπὸν ἐκποδὼν γεγενῆσθαι —, ταῦτἀκούσας ὡς ἐπὶ τεθνεῶτι ἑαυτῷ παρὰ τῶν ἀποδομένων τί τὴν ψυχὴν ἄρα ἐπεπόνθει;
§168 καὶ γὰρ εἰ μὴ ἐξελάλησε τότε τὸ παραστὰν πάθος, ἀλλὰ τούτοις ὑποτυφομένῳ καὶ ζωπυρουμένῳ πάντως τὰ ἐντὸς ἐκαίετο, βαθεῖ δὅμως ἤθει φησὶν αὐτοῖς· „εἰ τῷ ὄντι μὴ κατασκεψόμενοι τὴν γῆν ἀφῖχθε, πρὸς πίστιν τὴν ἐμὴν ὑμεῖς μὲν ἐνταυθοῖ διατρίψατε βραχύν τινα χρόνον, δὲ νεώτατος ἀδελφὸς ὑμῶν ἀφικέσθω μετακληθεὶς ἐπιστολιμαίοις γράμμασιν.
§169 ἐὰν δἕνεκα τοῦ πατρὸς ἐπείγησθε ἀπιέναι φοβησομένου τάχα τὴν μακρὰν ὑμῶν διάζευξιν, οἱ μὲν ἄλλοι πάντες ἀπάρατε, καταμεινάτω δεἷς ὁμηρεύσων, ἄχρις ἂν ἐπανέλθητε σὺν τῷ νεωτάτῳ· τιμωρία δὲ κατὰ τῶν μὴ πειθαρχούντων ἀνωτάτω προκείσεται θάνατος.“
§170 καὶ μὲν τοιαῦτἀπειλήσας ὑποβλεπόμενος καὶ βαρείας ὀργῆς δείγματα παρασχὼν ὅσα τῷ δοκεῖν ἀπηλλάττετο· οἱ δὲ συννοίας καὶ κατηφείας γεμισθέντες ἐκάκιζον ἑαυτοὺς ἕνεκα τῆς πρὸς τὸν ἀδελφὸν ἐπιβουλῆςἐκεῖνολέγοντεςτἀδίκημα τῶν παρόντων ἐστὶ κακῶν αἴτιον, τῆς ἐφόρου δίκης τῶν ἀνθρωπείων πραγμάτων ἤδη τι μηχανωμένης καθἡμῶν· βραχὺν γὰρ ἡσυχάσασα χρόνον διανίσταται τὴν ἀμείλικτον καὶ ἀπαραίτητον αὑτῆς ἐπιδεικνυμένη φύσιν τοῖς ἀξίοις κολάσεως. πῶς γὰρ οὐκ ἄξιοι;
§171 οἳ δεόμενον καὶ ποτνιώμενον τὸν ἀδελφὸν οἱ ἀνηλεεῖς ὑπερείδομεν οὐδὲν μὲν ἐξαμαρτόντα, φαντασίας δὲ τὰς καθὕπνον διὰ τὸ φιλοίκειον ὡς συνήθεσιν ἀνενεγκόντα, ὑπὲρ ὧν οἱ θηριωδέστατοι καὶ πάντων ἀγριώτατοι δυσχεραίνοντες ἡμεῖς οὐχ ὅσιαδεῖ γὰρ ἀψευδεῖνεἰργασάμεθα.
§172 τοιγαροῦν καὶ ταῦτα καὶ ἔτι χείρω τούτων πείσεσθαι προσδοκῶμεν, οἵτινες μόνοι σχεδὸν ἐξ ἁπάντων ἀνθρώπων εὐπατρίδαι λεγόμενοι διὰ τὰς πατέρων καὶ πάππων καὶ προγόνων ὑπερβαλλούσας ἀρετὰς ᾐσχύναμεν τὴν συγγένειαν ἐπιφανὲς ὄνειδος κτήσασθαι σπουδάσαντες.“
§173 δὲ πρεσβύτατος τῶν ἀδελφῶν, ὃς καὶ ἐν ἀρχῇ, συντιθεμένων τὴν ἐπιβουλήν, ἠναντιοῦτο, „ἐπὶ δὴ πεπραγμένοιςεἶπεν "ἀνωφελεῖς αἱ μεταμέλειαι· παρεκάλουν, ἱκέτευον, ἐξετάζων ὅσον ἐστὶ τὸ ἀνοσιούργημα, μὴ θυμῷ χαρίζεσθαι· συναινεῖν δέον, ταῖς ἀβουλίαις ἑαυτῶν εἴξατε.
§174 τοιγαροῦν καρπούμεθα τῆς αὐθαδείας καὶ ἀσεβείας τἀπίχειρα· ζητεῖται μὲν ἐπἐκείνῳ τυρευθεῖσα ἐπιβουλή, δὲ ζητῶν οὐκ ἔστιν ἄνθρωπος,
§175 ἀλλ θεὸς λόγος νόμος θεῖος.“ ταῦτα δἤκουεν πραθεὶς ἀδελφὸς ἡσυχῇ διαλαλούντων, ἑρμηνέως μεταξὺ ὄντος· καὶ νικηθεὶς ὑπὸ τοῦ πάθους, μέλλων δακρύειν, ὡς μὴ γένοιτο καταφανής, ἀποστρέφεται καὶ προχέας θερμὰ καὶ ἐπάλληλα δάκρυα καὶ πρὸς ὀλίγον ἐπικουφισθείς, τὴν ὄψιν ἀπομαξάμενος, ἐπιστρέφει καὶ κελεύει τὸν ἡλικίᾳ δεύτερον τῶν ἀδελφῶν ἐν ὄψεσι ταῖς ἁπάντων δεθῆναι, τὸν αὐτῷ κατάλληλον γὰρ ἐν πλείοσι δεύτερος τῷ παρεσχάτῳ κατάλληλος, ἐπεὶ καὶ τῷ τελευταίῳ πρῶτος —·
§176 ἴσως μέντοι καὶ διότι τὴν πλείστην μοῖραν ἔδοξε τῶν ἁμαρτηθέντων εἰσενεγκεῖν μόνον οὐ συνταγματαρχῶν καὶ τοὺς ἄλλους ἀλείφων ἐπὶ δυσμένειαν· εἰ γὰρ συνετάχθη τῷ πρεσβυτάτῳ χρηστὰ καὶ φιλάνθρωπα βουλευομένῳ, νεώτερος μὲν ἐκείνου, τῶν δἄλλων πρεσβύτερος ὤν, ἴσως ἂν ἴσως ἐπεσχέθη τἀδίκημα, τῶν τὴν ἀνωτάτω τάξιν καὶ τιμὴν ἐχόντων συμπνεόντων καὶ ὁμογνωμονούντων περὶ πράγματος, καὶ καθαὑτὸ πολλὴν ῥοπὴν συνεφείλκετο·
§177 νυνὶ δἀποστὰς τῆς ἡμέρου καὶ ἀμείνονος τάξεως πρὸς τὴν ἀνήμερον καὶ χαλεπὴν ηὐτομόλησε καὶ ταύτης ἀποδειχθεὶς ἡγεμὼν οὕτως ἐθάρσυνε τοὺς συνεφαπτομένους τοῦ παρανομήματος, ὡς ἀνενδότως τὸν ἐπίληπτον ἆθλον διαθλῆσαι. διὰ ταῦτἐξ ἁπάντων μόνος οὗτος δεθῆναί μοι δοκεῖ.
§178 οἱ δἄλλοι τὴν οἴκαδε ἐπάνοδον ἤδη παρευτρεπίζονται, κελεύσαντος τοῦ τῆς χώρας ἐπιτρόπου τοῖς πυροπωλοῦσι τὰ ἀγγεῖα τῶν ἀδελφῶν ὡς ξένων ἅπαντα πληρῶσαι καὶ ἣν ἔλαβον τιμὴν ἐπὶ τῶν στομίων λάθρα καταθεῖναι μὴ προειπόντας οἷς ἀπεδίδοσαν καὶ τρίτον τι προσεπιδαψιλεύεσθαι τροφάς, αἳ γένοιντἂν ἱκαναὶ κατὰ τὴν ὁδόν, ἐξαιρέτους ὑπὲρ τοῦ παραπεμφθῆναι τὴν σιτωνίαν ἀμείωτον.
§179 ὁδοιπορούντων δὲ καὶ τὸν ἐν δεσμοῖς ἀδελφὸν ὡς εἰκὸς οἰκτιζομένων, οὐχ ἧττον δἐπὶ τῷ πατρὶ κατηφούντων, εἰ πάλιν ἀκούσεται συμφορᾶς, καθἑκάστην ὁδὸν ἐλαττουμένης καὶ ἀποκειρομένης αὐτοῦ τῆς εὐπαιδίας, καὶ λεγόντων "ἀλλοὐδὲ πιστεύσει δεδέσθαι, πρόφασιν δεἶναι τὰ δεσμὰ τελευτῆς ὑπολήψεται διὰ τὸ τοὺς ἅπαξ πληγέντας εἰς τὰ αὐτὰ προσπταίειν“, ἑσπέρα καταλαμβάνει καὶ τῶν ὑποζυγίων καθελόντες τὰ ἄχθη τὰ μὲν ἐπεκούφιζον, αὐτοὶ δὲ βαρυτέρας ταῖς ψυχαῖς φροντίδας ἐδέχοντο· φιλεῖ γὰρ ἐν ταῖς ἀναπαύλαις τῶν σωμάτων ἐναργεστέρας τῶν ἀβουλήτων διάνοια λαμβάνουσα φαντασίας χαλεπῶς ἄγαν θλίβεσθαι καὶ πιέζεσθαι.
§180–227
§180 λύσας δέ τις ἓν ἀγγεῖον ὁρᾷ παρὰ τῷ στομίῳ βαλάντιον ὑπόμεστον ἀργυρίου καὶ διαριθμησάμενος εὕρισκεν ὅσην τοῦ σίτου καθῆκε τιμὴν ἀποδεδομένην αὑτῷ καὶ καταπλαγεὶς τοῖς ἀδελφοῖς ἀνέφερεν.
§181 οἱ δοὐ χάριν ἀλλἐνέδραν ὑποτοπήσαντες ἠθύμουν καὶ βουλόμενοι πάντα τὰ ἀγγεῖα διερευνήσασθαι φόβῳ διώξεως ἄραντες τάχιστα συνέτεινον καὶ μόνον οὐκ ἀπνευστὶ θέοντες πολυήμερον ὁδὸν ἐπιτεμόντες ἀνύουσιν.
§182 εἶτἀλλαχόθεν ἄλλοι τὸν πατέρα οὐκ ἀδακρυτὶ περιλαβόντες ἐφίλουν ἑκάστῳ περιπλεκόμενον καὶ περιχεόμενον ἐκθύμως, καίτοι τῆς ψυχῆς ἤδη τι μαντευομένης ἀβούλητον· καὶ γὰρ προσιόντας καὶ δεξιουμένους κατενόει καὶ τὸν ὑπολειφθέντα υἱὸν ὡς ὑστερηκότα τῆς βραδυτῆτος ᾐτιᾶτο καὶ πρὸς τὰς εἰσόδους ἀπέβλεπε σπεύδων τὸν ἀριθμὸν τῶν τέκνων πλήρη θεάσασθαι.
§183 μηδενὸς δἔξωθεν ἔτι προσεπιφοιτῶντος, διεπτοημένον ἰδόντες "τῶν ἀβουλήτωνἔφασαν, " πάτερ, ἀνιαρότερος τῆς μαθήσεως ἐνδοιασμός ἐστι· μαθὼν μὲν γάρ τις ὁδὸν εὗρεν εἰς σωτηρίαν, δἀμφίβολος ἄγνοια δυσοδίας καὶ ἀπορίας αἴτιον· ἄκουε δὴ σφόδρα μὲν ἀνιαροῦ διηγήματος, ἀναγκαίου δὲ λεχθῆναι.
§184 συμπεμφθεὶς ἡμῖν ἀδελφὸς ἐπὶ σιτωνίαν καὶ μὴ ἐπανεληλυθὼς ζῇ μένδεῖ γὰρ τὸν ὡς ἐπὶ τεθνεῶτι ἀπαλλάξαι σου μείζονα φόβον —, ζῶν δἐν Αἰγύπτῳ καταμένει παρὰ τῷ τῆς χώρας ἐπιτρόπῳ, ὃς εἴτἐκ διαβολῆς εἴτε καὶ ὑποτοπήσας αὐτὸς αἰτίαν ἡμῖν ὡς κατασκόποις ἐπέφερεν.
§185 ἀπολογουμένων δὲ ὅσα καιρὸς καὶ περί τε σοῦ τοῦ πατρὸς διεξιόντων καὶ τῶν ἀπολειπομένων ἀδελφῶν, ἑνὸς μὲν τοῦ τεθνεῶτος, ἑτέρου δὲ τοῦ παρὰ σοὶ διατρίβοντος, ὃν ἔφαμεν ἔτι νέον ὄντα διὰ τὴν ἡλικίαν οἴκοι καταμεῖναι, πάντα ἀπαμπίσχοντες καὶ ἀπογυμνοῦντες τὰ τῆς συγγενείας εἰς τὸ ἀνύποπτον οὐδὲν ἠνύσαμεν, ἀλλἔφη μόνην ἂν αὐτῷ πίστιν ἀψευδοῦς ὁμολογίας γενέσθαι τὴν ὡς αὐτὸν ἄφιξιν τοῦ νεωτάτου παιδός, οὗ χάριν καὶ τὸν δεύτερον κατεσχηκέναι ῥύσιόν τε καὶ ἐνέχυρον ἐκείνου.
§186 τὸ μὲν οὖν ἐπίταγμα πάντων ἀνιαρότατον, δὲ καιρὸς αὐτὸ προστάττει μᾶλλον τοῦ κελεύοντος, πειστέον ἐξ ἀνάγκης διὰ τἀπιτήδεια, μόνης Αἰγύπτου χορηγούσης αὐτὰ τοῖς λιμῷ πιεσθεῖσιν.“
§187 δὲ βαρύτατον ἀναστενάξαςτίνα πρῶτονεἶπεν "ὀλοφύρωμαι; τὸν παρέσχατον, ὃς οὐ τελευταῖος ἀλλὰ πρῶτος ἔλαχε τὴν τῶν συμφορῶν τάξιν; τὸν δεύτερον, ὃς τὰ δευτερεῖα τῶν κακῶν ἤρατο, πρὸ θανάτου δεσμά; τὸν νεώτατον, ὃς ἀπευκταιοτάτην ὁδὸν ἀφίξεται, ἐὰν ἄρα ἀπίῃ, ταῖς τῶν ἀδελφῶν κακοπραγίαις οὐ σωφρονισθείς; ἐγὼ δὲ κατὰ μέλη καὶ μέρη διαρτώμενοςμέρη γὰρ τέκνα γονέωνεἰς ἀπαιδίαν κινδυνεύω περιελθεῖν πολύπαις καὶ εὔπαις ἄχρι πρὸ μικροῦ νομισθείς.“
§188 δὲ πρεσβύτατοςεἰς ὁμηρείανἔφη "σοὶ δύο υἱοὺς δίδωμι, οὓς καὶ μόνους ἐγέννησα· τούτους ἀπόκτεινον, ἐὰν μὴ σῷον ἀποδῶ τὸν ἐγχειρισθησόμενον ἀδελφόν, ὃς ἀφικόμενος εἰς Αἴγυπτον δύο περιποιήσει τὰ μέγιστα ἡμῖν, ἓν μὲν πίστιν σαφῆ τοῦ μὴ κατασκόπους μηδὲ πολεμίους εἶναι, ἕτερον δὲ τὸ τὸν ἀδελφὸν τὸν ἐν δεσμοῖς ἀπολαβεῖν δυνηθῆναι.“
§189 σφόδρα δἀχθομένου τοῦ πατρὸς καὶ λέγοντος ἀγνοεῖν, ὅτι δυεῖν ὄντων ὁμομητρίων μὲν ἤδη τέθνηκεν, δἔρημος καὶ μόνος ἀπολειφθεὶς εὐλαβήσεται τὴν ὁδὸν καὶ ζῶν προαποθανεῖται τῷ δέει κατὰ τὴν φοβερῶν ἐκείνων ὑπόμνησιν, συνέβη τὸν πρότερον παθεῖν, ταῦτα λέγοντος, τὸν εὐτολμότατον καὶ ἀρχικὸν φύσει καὶ δυνατὸν εἰπεῖνἦν δὲ καθἡλικίαν ἀπὸ τοῦ πρώτου τέταρτοςπροστησάμενοι διερμηνεύειν ἔπεισαν τὰ δοκοῦντα πᾶσιν.
§190 ἐδόκει δὲ τῶν μὲν ἀναγκαίων ὑστεριζόντων γὰρ κομισθεὶς πρότερος σῖτος ἐπιλελοίπει —, κρατοῦντος δὲ τοῦ λιμοῦ καὶ πιέζοντος, ὠνησομένους ἀπιέναι, μὴ βαδιεῖσθαι δὲ τοῦ νεωτάτου καταμένοντος· τὸν γὰρ τῆς χώρας ἐπίτροπον ἀπηγορευκέναι δίχα τούτου παραγενέσθαι. λογισάμενος δὲ ἅτε σοφὸς ἀνήρ,
§191 ὡς ἔστιν ἄμεινον ἕνα προέσθαι τῷ τοῦ μέλλοντος ἀδήλῳ καὶ ἀμφιβόλῳ πρὸ τῆς ὁμολογουμένης τῶν τοσούτων ἀπωλείας, ἣν ὑπομενεῖ πᾶς οἶκος ἐνδείᾳ πιεσθείς, ἀνιάτῳ νόσῳ, φησὶν αὐτοῖς·
§192 "ἀλλεἰ τῆς ἐμῆς βουλήσεως ἐπικρατέστερα τὰ τῆς ἀνάγκης ἐστίν, εἰκτέον· ἴσως γὰρ ἴσως φύσις οἰκονομεῖ τι βέλτιον, μήπω ταῖς διανοίαις ἡμῶν παραφαίνειν ἀξιοῖ.
§193 λαβόντες οὖν καὶ τὸν νεώτατον, ὡς προῄρησθε, ἄπιτε, μὴ μέντοι τὸν αὐτὸν ὃν καὶ πρόσθεν τρόπον· πάλαι μὲν γὰρ ἀργυρίου μόνον ἔδει πρὸς σιτωνίαν ἀγνοουμένοις ἀνθρώποις καὶ μηδέν πω πεπονθόσιν ἀνήκεστον, νυνὶ δὲ καὶ δώρων, τριῶν ἕνεκα, τῆς τε πρὸς τὸν ἡγεμόνα καὶ σιτάρχην ἀρεσκείας, ὑφοὗ γνωρίζεσθαί φατε, καὶ τοῦ τὸν ἐν δεσμοῖς ἀπολαβεῖν θᾶττον πολλὰ καταθέντας αὐτοῦ λύτρα καὶ τοῦ τὴν ὑπόνοιαν τῆς κατασκοπῆς ὡς ἔνι μάλιστα ἰάσασθαι.
§194 πάντων οὖν ὅσων ἡμετέρα γῆ φέρει λαβόντες ὥσπερ τινὰς ἀπαρχὰς κομίζετε τῷ ἀνθρώπῳ καὶ δισσὸν ἀργύριον, τό τε ἀποδοθὲν πρότερον, ἴσως ἀγνοίᾳ τινὸς ἀπεδόθη, καὶ ἕτερον αὔταρκες εἰς σιτωνίαν.
§195 ἐπιφέρεσθε μέντοι καὶ τὰς ἡμετέρας εὐχάς, ἃς πρὸς τὸν σωτῆρα ποιούμεθα θεόν, ἵνα καὶ εὐάρεστοι τοῖς ἐγχωρίοις ξενιτεύοντες ἦτε καὶ ἐπανέρχησθε σῷοι τὰς ἀναγκαίας παρακαταθήκας, υἱούς, ἀποδιδόντες πατρί, τόν τε καταλειφθέντα πρότερον ἐν δεσμοῖς καὶ ὃν συνεπάγεσθε νυνὶ νεώτατον καὶ πραγμάτων ἄπειρον.“ ἄραντες δὲ συνέτεινον εἰς Αἴγυπτον.
§196 Εἶτὀλίγαις ὕστερον ἡμέραις ἀφικομένους ἰδὼν τῆς χώρας ἐπίτροπος ἥσθη πάνυ καὶ κελεύει τῷ τῆς οἰκίας ἐπιμελουμένῳ πολυτελὲς ἄριστον εὐτρεπίζειν καὶ τοὺς ἄνδρας εἰσάγειν ἁλῶν καὶ τραπέζης μεθέξοντας.
§197 εἰσαχθέντες δὲ καὶ ἐφὅτῳ μὴ συναισθόμενοι διεπτόηντο καὶ συγχυθέντες ἐτόπαζον ἐπὶ κλοπῇ μέλλειν συκοφαντεῖσθαι ὡς ὑφελόμενοι τὴν τοῦ σίτου τιμήν, ἣν πρότερον ἐν τοῖς ἀγγείοις ἀνεῦρον· εἶτα τῷ τῆς οἰκίας ἐπιμελητῇ προσελθόντες ἀπελογοῦντο περὶ οὗ μηδεὶς ἐτόλμα κατηγορεῖν τὸ συνειδὸς ἰώμενοι καὶ ἅμα προφέροντες ἐπεδείκνυον τὸ ἀργύριον εἰς ἀπόδοσιν.
§198 δὲ χρηστοῖς καὶ φιλανθρώποις λόγοις εὐθυμοτέρους αὐτοὺς ἐποίει φάσκων· „οὐδεὶς ἀσεβής ἐστιν οὕτως, ὡς τὰς τοῦ θεοῦ χάριτας συκοφαντεῖν, ὃς ἵλεως εἴη· θησαυροὺς γὰρ ἐν τοῖς ὑμετέροις ὤμβρησεν ἀγγείοις οὐ μόνον τροφὰς ἀλλὰ καὶ πλοῦτον ἐξ ἑτοίμου διδούς.“
§199 οἱ δὲ παρηγορηθέντες ἐν τάξει διετίθεσαν οἴκοθεν ἐπηνέγκαντο δῶρα καὶ παραγενομένῳ τῷ δεσπότῃ τῆς οἰκίας προσέφερον· πυνθανομένῳ δέ, πῶς ἔχοιεν καὶ εἰ πατὴρ ζῇ, περὶ οὗ πρόσθεν ἔλεγον, ἀποκρίνονται περὶ μὲν αὑτῶν οὐδέν, περὶ δὲ τοῦ πατρὸς ὅτι ζῇ
§200 καὶ ὑγιαίνει. κατευξάμενος δἐκείνῳ καὶ θεοφιλέστατον προσειπών, τὸν ὁμομήτριον περιβλεψάμενος ἀδελφὸν ὡς εἶδεν, οὐ κατασχὼν ἀλλἤδη νικώμενος ὑπὸ τοῦ πάθους, πρὶν γενέσθαι καταφανής, ἐπιστρέφεται καὶ δραμὼν πρόφασιν ἐπί τι τῶν κατεπειγόντωνἐκλαλῆσαι γὰρ τἀληθὲς καιρὸς οὐκ ἦνἐν μυχῷ τινι τῆς οἰκίας ἀνακλαυσάμενος
§201 ἀποχεῖ τὴν τῶν δακρύων φοράν. εἶτἀπονιψάμενος λογισμῷ τῆς ἀνίας ἐπεκράτησε καὶ προσελθὼν εἱστία τοὺς ξένους ἀποδοὺς πρότερον καὶ τὸν ἀντὶ τοῦ νεωτάτου κατασχεθέντα εἰς ὁμηρείαν· συνειστιῶντο δὲ καὶ ἄλλοι τῶν παρΑἰγυπτίοις δοκίμων.
§202 αἱ δὑποδοχαὶ κατὰ τὰ πάτρια ἑκάστοις ἐγίνοντο, χαλεπὸν ἡγουμένου παλαιοὺς νόμους παριδεῖν, καὶ ταῦτα ἐν εὐωχίᾳ τινί, ἔνθα τῶν ἀηδιῶν αἱ ἡδοναὶ πλείους.
§203 ἑξῆς δὲ προστάξαντος κατὰ τὰς ἡλικίας καθέζεσθαι, μήπω τῶν ἀνθρώπων ἐν ταῖς συμποτικαῖς συνουσίαις κατακλίσει χρωμένων, ἐθαύμαζον, εἰ Αἰγύπτιοι ζηλωταὶ τῶν αὐτῶν Ἑβραίοις εἰσὶ τάξεώς τε πεφροντικότες καὶ τὰς πρεσβυτέρων καὶ νεωτέρων τιμὰς διακρίνειν ἐπιστάμενοι.
§204 τάχα μέντοι καὶ τὸν ἄλλον χρόνον, ἔφασκον, τῆς χώρας ἀμαθέστερον τὰ περὶ δίαιταν ἀγούσης, ἀνὴρ οὗτος τοῖς κοινοῖς ἐπιστὰς οὐ μόνον τοῖς μεγάλοις πράγμασιν ἥρμοσεν εὐταξίαν, διὧν τὰ εἰρήνης καὶ πολέμου κατορθοῦσθαι πέφυκεν, ἀλλὰ καὶ τοῖς εὐτελεστέροις εἶναι δοκοῦσιν, ὧν τὰ πλεῖστα ἐν παιδιαῖς· ἱλαρότητα γὰρ ἐπιζητοῦσιν εὐωχίαι σεμνὸν ἄγαν καὶ αὐστηρὸν συμπότην ἥκιστα παραδεχόμεναι.
§205 τοιούτους ἐπαίνους ἠρέμα συνειρόντων, τράπεζαι μὲν οὐ σφόδρα πολυτελεῖς εἰσκομίζονται, διὰ τὸν λιμὸν οὐκ ἀξιώσαντος τοῦ ξενοδόχου ταῖς ἑτέρων ἀτυχίαις ἐντρυφᾶν· αὐτοὶ δἅτε σύνεσιν ἀκριβεῖς καὶ τοῦτεἰς τὰ ἐγκώμια παρελάμβανον, ὡς ἀπειροκαλίαν, πρᾶγμα ἐπίφθονον, ἀπέστραπται, λέγοντες· ὡς καὶ τὸ τοῦ συναλγοῦντος τοῖς δεομένοις καὶ τὸ τοῦ ἑστιάτορος σχῆμα διασῴζει μεθόριον ἀμφοῖν τιθεὶς αὑτὸν καὶ τὴν ἐν ἑκατέρῳ μέμψιν ἐκφεύγων.
§206 αἱ μὲν οὖν παρασκευαὶ τὸ ἀμισὲς εἶχον πρόσφοροι τῷ καιρῷ γεγονυῖαι· τὸ δἐλλιπὲς ἀνεπλήρουν αἱ συνεχεῖς φιλοφροσύναι προπόσεσιν, εὐχαῖς, παραινέσεσι ταῖς εἰς ἀνάληψιν, τοῖς ἐλευθέροις καὶ μὴ ἀμούσοις τὸ ἦθος ἡδίω τῶν ὅσα περὶ ἐδωδὴν καὶ πόσιν εὐτρεπίζουσιν οἱ φιλεστιάτορες καὶ φιλόδειπνοι τὰ μηδεμιᾶς ἄξια σπουδῆς εἰς ὀλιγοφρόνων ἐπίδειξιν πομποστολοῦντες.
§207 Τῇ δὑστεραίᾳ ἅμα τῇ ἕῳ μεταπεμψάμενος τὸν ἐπίτροπον τῆς οἰκίας κελεύει τὰ ἀγγεῖα τῶν ἀνδρῶν ὅσα ἐπηνέγκαντο γεμίσαι σίτου καὶ πάλιν ἐπὶ τῶν στομίων τὴν τιμὴν ἐν βαλαντίοις καταθεῖναι, εἰς δὲ τὸ τοῦ νεωτάτου καὶ τὸ κάλλιστον τῶν ἀργυρῶν ἔκπωμα, πίνειν ἔθος εἶχεν αὐτός.
§208 καὶ μὲν τὰ προσταχθέντα προθύμως ἐπετέλει μηδένα μάρτυρα παραλαμβάνων, οἱ δοὐδὲν τῶν κρύφα γεγονότων εἰδότες ἀνεζεύγνυσαν ἐπὶ τοῖς παρἐλπίδας ἀγαθοῖς ἅπασι χαίροντες.
§209 μὲν γὰρ προσεδόκησαν, ταῦτα ἦν· ἐπὶ κλοπῇ τοῦ ἀποδοθέντος ἀργυρίου συκοφαντίαν ἕξειν, ἀδελφὸν τὸν ὁμηρεύοντα μὴ ἀπολήψεσθαι, προσαποβαλεῖν καὶ τὸν νεώτατον ἴσως ὑπὸ τοῦ σπουδάσαντος αὐτὸν ἀχθῆναι βίᾳ κατασχεθέντα.
§210 τὰ δἀποβάντα αἰσίων τελειότερα εὐχῶν· τὸ πρὸς τῷ μὴ συκοφαντηθῆναι τραπέζης καὶ ἁλῶν, σύμβολα γνησίου φιλίας ἀνθρώποις ἀνεύρηται, μεταλαχεῖν, τὸ κομίσασθαι τὸν ἀδελφὸν ἀνύβριστον, μηδενὸς ἐντυχόντος καὶ δεηθέντος, τὸ καὶ τὸν νεώτατον ἀγαγεῖν πρὸς τὸν πατέρα σῷον, ἐκπεφευγότας μὲν τὰς ἐπὶ κατασκόπων ὑπονοίας, ἄφθονον δὲ τροφῶν πλῆθος ἐπιφερομένους, χρηστὰ δὲ καὶ περὶ τοῦ μέλλοντος λογιζομένους· εἰ γὰρ ἐπιλίποι τἀπιτήδεια πολλάκις, ἔφασκον, οὐκέθὡς πρότερον περιδεεῖς ἀλλὰ γεγηθότες ὡς πρὸς ἴδιον ἀλλοὐ ξένον τὸν τῆς χώρας ἐπίτροπον
§211 ἀποδημήσομεν. ἀλλὰ γὰρ οὕτω διακειμένων καὶ τοιαῦτα ταῖς ψυχαῖς ἀναπολούντων, αἰφνίδιος καὶ ἀπροσδόκητος ταραχὴ καταλαμβάνει. προσταχθεὶς γὰρ τῆς οἰκίας ἐπιμελητής, ἐπαγόμενος θεραπόντων πλῆθος οὐκ ὀλίγον, κατασείων τὰς χεῖρας καὶ μένειν ὑποσημαίνων ἐβοηδρόμει.
§212 καὶ συντείνας ἄσθματος πλήρης "ἐπεσφράγισθε" εἶπεκαὶ τὰς προτέρας καθαὑτῶν αἰτίας· ἀγαθὰ κακοῖς ἀμειψάμενοι πάλιν τὴν αὐτὴν ὁδὸν τῶν ἀδικημάτων ἐτράπεσθε· τὴν τοῦ σίτου τιμὴν ὑπεξελόμενοι καὶ μεῖζον ἔτι προσεξειργάσασθε· πονηρία γὰρ τυχοῦσα ἀμνηστίας ἐπιδίδωσι.
§213 τὸ κάλλιστον καὶ τιμιώτατον ἔκπωμα τοῦ δεσπότου, ἐν προπόσεις προὔπινεν ὑμῖν, κεκλόφατε οἱ λίαν εὐχάριστοι, οἱ λίαν εἰρηνικοί, οἱ μηδὄνομα κατασκοπῆς εἰδότες, οἱ διττὸν ἀργύριον εἰς ἀπόδοσιν τοῦ προτέρου κεκομικότες, ἐνέδραν ὡς ἔοικε καὶ δέλεαρ ἐπὶ θήραν καὶ ἁρπαγὴν πλειόνων. ἀλλοὐκ εἰς ἅπαν εὐοδεῖ κακία, λανθάνειν δἀεὶ τεχνάζουσα καταφωρᾶται.“
§214 ταῦτα συνείροντος, ἀχανεῖς ἐπάγησαν, λύπης καὶ φόβου, τῶν ἀργαλεωτάτων κακῶν, ἐξαίφνης ἐπιπεσόντων, ὡς μηδὲ διᾶραι τὸ στόμα δύνασθαι· τῶν γὰρ ἀπροσδοκήτων κακῶν αἱ προσβολαὶ καὶ τοῖς δεινοῖς περὶ λόγους ἀφωνίαν ἐμποιοῦσι.
§215 παρειμένοι δὅμως ὑπὲρ τοῦ μὴ δοκεῖν ἁλισκόμενοι τῷ συνειδότι καθησυχάζειν "πῶς" ἔφασαν "ἀπολογησόμεθα καὶ πρὸς τίνα; σὺ γὰρ μέλλεις ἔσεσθαι καὶ δικαστὴς κατήγορος, ὃς ὤφειλες καὶ ἑτέρων αἰτιωμένων ἡμῖν συναγορεύειν ἐξ ὧν ἐπειράθης· τὸ μὲν ἀργύριον τὸ εὑρεθὲν ἐν τοῖς ἀγγείοις πρότερον οὐδενὸς ἐλέγχοντος ἐκομίσαμεν ἀποδώσοντες, τοσαύτῃ δἐχρησάμεθα τῶν τρόπων μεταβολῇ, ὡς τὸν ξενοδόχον ἀμείψασθαι ζημίαις καὶ κλοπαῖς; ἀλλοὔτε γέγονε τοῦτο μήτεἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον.
§216 ὃς δἂν ἔχων ἁλῷ τὸ ἔκπωμα τῶν ἀδελφῶν, θνῃσκέτω· θανάτου γὰρ τἀδίκημα, εἰ γέγονεν ὄντως, τιμώμεθα διὰ πολλά· πρῶτον μὲν ὅτι πλεονεξία καὶ τὸ τῶν ἀλλοτρίων ἐπιθυμεῖν παρανομώτατον, δεύτερον ὅτι τοὺς ὠφεληκότας βλάπτειν ἐπιχειρεῖν ἀνοσιώτατον, τρίτον δὲ ὅτι τοὺς μέγα φρονοῦντας ἐπεὐγενείᾳ τὸ τῶν προγόνων ἀξίωμα καθαιρεῖν ἔργοις ὑπαιτίοις τολμᾶν ὄνειδος αἴσχιστον· οἷς ἅπασιν ἔνοχος ὤν, εἴ τις ἡμῶν ὑφῄρηται, θανάτων μυρίων ἄξια πεπραχὼς τελευτάτω.“
§217 καὶ ἅμα λέγοντες τὰ ἄχθη τῶν ὑποζυγίων καθαιροῦσι καὶ προτρέπονται μετὰ πάσης ἐπιμελείας ἐρευνᾶν. δὲ οὐκ ἀγνοῶν ἐν τῷ τοῦ νεωτάτου κατακείμενον ἅτε αὐτὸς λάθρα θεὶς ἐσοφίζετο καὶ τὴν ἀρχὴν ἀπὸ τοῦ πρεσβυτάτου ποιησάμενος ἑξῆς κατὰ στοῖχον ἐπακολουθῶν ταῖς ἡλικίαις ἐσκόπει, προφέροντος ἑκάστου καὶ ἐπιδεικνυμένου τὰ ἀγγεῖα, μέχρι τοῦ τελευταίου, παρ καὶ τὸ ζητούμενον ἀνευρέθη, ὡς ἰδόντας ἀθρόους ἀνοιμῶξαι καὶ τὰς ἐσθῆτας διαρρήξαντας ἐκδακρύειν ἐπιστένοντας καὶ ζῶντα τὸν ἀδελφὸν ἔτι προθρηνοῦντας καὶ οὐχ ἧττον αὑτοὺς καὶ τὸν πατέρα, ὃς προὔλεγε τὰς συμβησομένας τῷ υἱῷ κακοπραγίας, διἃς βουλομένοις συναποδημεῖν τὸν ἀδελφὸν οὐκ ἐπέτρεπε.
§218 κατηφοῦντες δὲ καὶ συγκεχυμένοι τὴν αὐτὴν ὑπέστρεφον ὁδὸν εἰς τὴν πόλιν ἐκπεπληγμένοι τῷ συμβεβηκότι καὶ τὸ πρᾶγμα ἐπιβουλὴν ἀλλοὐ φιλαργυρίαν ἀδελφοῦ νομίζοντες· εἶτα τῷ τῆς χώρας ἐπιτρόπῳ προσαχθέντες φιλάδελφον εὔνοιαν ἀπὸ γνησίου πάθους ἐπιδείκνυνται.
§219 προσπεσόντες γὰρ ἀθρόοι τοῖς ἐκείνου γόνασιν ὡς κλοπῇ πάντες ἔνοχοι, μηδεἰπεῖν θέμις ἐπαὐτῶν, ἐδακρυρρόουν, ἱκέτευον, ἑαυτοὺς ἐξεδίδοσαν, ἑκούσιον δουλείαν ὑπισχνοῦντο, δεσπότην προσηγόρευον ἐκεῖνον, προβλήτους, οἰκότριβας, ἀργυρωνήτους, οὐδὲν παραλείποντες τῶν οἰκετικῶν ὀνομάτων, ἀνεκάλουν ἑαυτούς.
§220 δἔτι μᾶλλον ἀποπειρώμενος ἤθει βαρυτάτῳ φησὶν αὐτοῖς· „μηδέποτε τοῦτο ἐργασαίμην, ὡς τοσούτους ἀπάγειν ἑνὸς ἁμαρτόντος· τί γὰρ εἰς μετουσίαν ἄξιον καλεῖν τιμωριῶν τοὺς μὴ τῶν ἀδικημάτων κοινοπραγήσαντας; ἐκεῖνος μόνος, ἐπεὶ καὶ μόνος ἔπραξε, κολαζέσθω.
§221 πυνθάνομαι μὲν οὖν, ὅτι πρὸ τῆς πόλεως καὶ θάνατον ὡρίζετε κατὰ τοῦ ἁλόντος· ἐγὼ δἕκαστα πρὸς τὸ ἐπιεικὲς ἄγων καὶ ἡμερώτερον ἐπικουφίζω τὴν τιμωρίαν δουλείαν ὁρίσας ἀντὶ
§222 θανάτου.“ χαλεπῶς δὲ τὴν ἀπειλὴν φερόντων καὶ ἐφοἷς ἐσυκοφαντοῦντο καταδυομένων τέταρτος καθἡλικίανἦν δὲ τολμητὴς μεταἰδοῦς καὶ θαρραλέος, παρρησίαν τὴν ἄνευ ἀναισχυντίας ἐπιτετηδευκώςπροσελθών φησι· „δέομαι, δέσποτα, μὴ θυμῷ χαρίσασθαι μηδὅτι τέταξαι τὴν μετὰ βασιλέα τάξιν προκαταγνῶναι πρὸ τῆς ἀπολογίας ἡμῶν.
§223 πυνθανομένῳ σοι κατὰ τὴν προτέραν ἐπιδημίαν περί τε ἀδελφοῦ καὶ πατρὸς ἀπεκρινάμεθα· πατὴρ μέν ἐστι πρεσβύτης, οὐ χρόνῳ μᾶλλον γεγηρακὼς ταῖς ἐπαλλήλοις δυστυχίαις, ὑφὧν γυμναζόμενος ἀθλητοῦ τρόπον ἐν πόνοις καὶ δυσκαρτερήτοις κακοπαθείαις διετέλεσεν· ἀδελφὸς δὲ κομιδῇ νέος ἐστίν, ἐκτόπως στεργόμενος ὑπὸ τοῦ πατρός, ἐπειδὴ καὶ ὀψίγονός ἐστι καὶ δυεῖν γενομένων ὁμομητρίων ἀπελείφθη μόνος, τοῦ πρεσβυτέρου βιαίως ἀποθανόντος.
§224 κελεύοντος δὲ σοῦ ἐνθάδε τὸν ἀδελφὸν ἀγαγεῖν καὶ ἀπειλοῦντος, εἰ μὴ παραγένοιτο, μηδἡμῖν εἰς ὄψιν ἐλθεῖν ἔτι τὴν σὴν ἐπιτραπήσεσθαι, κατηφοῦντες ἀπηλλαττόμεθα καὶ μόλις οἴκαδε ἐπανελθόντες ἐδηλοῦμεν τὰ ἀπὸ σοῦ τῷ πατρί.
§225 δὲ κατἀρχὰς μὲν ἀντέλεγε δεδιὼς σφόδρα περὶ τῷ παιδί, τῶν δἀναγκαίων ὑποσπανιζόντων καὶ μηδενὸς ἡμῶν τολμῶντος ἐπὶ σιτωνίαν ἥκειν δίχα τοῦ νεωτάτου διὰ τὰς σὰς ἐπανατάσεις, μόλις πείθεται τοῦτον συνεκπέμψαι μυρία μὲν αἰτιώμενος, ὅτι ἀδελφὸν ἄλλον ἔχειν ὡμολογήσαμεν, μυρία δοἰκτιζόμενος, εἰ μελλήσει διαζεύγνυσθαι· νήπιος γάρ ἐστι καὶ πραγμάτων ἄπειρος, οὐ μόνον τῶν κατὰ τὴν ἀλλοδαπήν, ἀλλὰ καὶ τῶν κατὰ τὴν πόλιν.
§226 πρὸς οὖν οὕτω διακείμενον τὸν πατέρα πῶς ἂν ἀφικοίμεθα; τίσι δὀφθαλμοῖς αὐτὸν θεάσασθαι δίχα τούτου δυνησόμεθα; τελευτὴν οἰκτίστην ὑπομενεῖ μόνον ἀκούσας, ὡς οὐκ ἐπανελήλυθεν· εἶθἡμᾶς ἀνδροφόνους καὶ πατροκτόνους ἕκαστος ἐρεῖ τῶν φιλαπεχθημόνων καὶ ἐπὶ ταῖς τοιαύταις συμφοραῖς ἐθελοκακούντων.
§227 τὸ δὲ πλεῖστον τῆς κατηγορίας ῥυήσεται κατἐμοῦ· πολλὰ γὰρ ὑπεσχόμην τῷ πατρὶ προέσθαι παρακαταθήκην λαμβάνειν ὁμολογῶν, ἣν ἀποδώσειν, ὅταν ἀπαιτηθῶ· πῶς δἄν, εἰ μὴ ἐξευμενισθείης αὐτός, ἀποδοῦναι δυναίμην; οἶκτον δέομαι τοῦ πρεσβύτου λαβεῖν καὶ εἰς ἔννοιαν ἐλθεῖν τῶν κακῶν οἷσπερ ἀνιαθήσεται μὴ κομισάμενος ὃν ἀβουλῶν ἐνεχείρισεν.
§228–270
§228 ἀλλὰ σὺ μὲν ὑπὲρ ὧν ἔδοξας ἠδικῆσθαι δίκας λάμβανε. δώσω δἐθελοντὴς ἐγώ· δοῦλον ἀπὸ ταύτης ἀνάγραφε τῆς ἡμέρας, ἄσμενος ὑπομενῶ τὰ τῶν νεωνήτων, ἐὰν τὸ παιδίον ἐθελήσῃς ἐᾶσαι.
§229 λήψεται δοὐκ αὐτὸς τὴν χάριν, ἐὰν ἄρα διδῷς, ἀλλ μὴ παρὼν ἐπικουφισθεὶς τῶν φροντίδων, τῶν τοσούτων πατὴρ ἱκετῶν ἁπάντων· ἱκέται γάρ ἐσμεν καταπεφευγότες ἐπὶ τὴν σὴν ἱερωτάτην δεξιάν, ἧς μηδέποτε διαμάρτοιμεν.
§230 ἔλεος οὖν εἰσελθέτω σε γήρως ἀνδρὸς τοὺς ἀρετῆς ἄθλους κατὰ πᾶσαν ἡλικίαν διαπονήσαντος· τὰς κατὰ Συρίαν πόλεις εἰς ἀποδοχὴν αὑτοῦ καὶ τιμὴν ἐπέστρεψε, καίτοι ξενικωτέροις ἔθεσι καὶ νομίμοις καὶ πολὺ διεστῶσι χρώμενος, οὐ βραχεῖ τινι τῶν ἐγχωρίων ἠλλοτριωμένος· ἀλλ τοῦ βίου καλοκἀγαθία καὶ τὸ σύμφωνον καὶ ὁμολογούμενον πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων ἐξενίκησεν, ὡς καὶ τοὺς ἕνεκα τῶν πατρίων μὴ εὐγνώμονας μεθαρμόσασθαι.
§231 τοιαύτην μέλλεις κατατίθεσθαι χάριν, ἧς οὐκ ἂν δύναιτό τις μείζονα λαβεῖν· τίς γὰρ ἂν γένοιτο πατρὶ δωρεὰ μείζων υἱὸν ἀπογνωσθέντα κομίσασθαι;“
§232 Πάντα δἦσαν ἀπόπειρα καὶ ταῦτα καὶ τὰ πρότερα, πῶς ἔχουσι τοῦ τῆς χώρας ἐπιτρόπου σκοποῦντος εὐνοίας πρὸς τὸν ὁμομήτριον ἀδελφόν· ἐδεδίει γάρ, μὴ φυσικῇ τινι ἀλλοτριώσει κέχρηνται, καθάπερ οἱ ἐκ μητρυιῶν γεγονότες πρὸς τὸν ἐξ ἑτέρας ἰσοτίμου γυναικὸς οἶκον.
§233 διὰ τοῦτο καὶ ὡς κατασκόπους ᾐτιᾶτο καὶ περὶ τοῦ γένους ἐπυνθάνετο πρόφασιν τοῦ γνῶναι, εἰ περίεστιν ἀδελφός, ἀλλὰ μὴ ἐξ ἐπιβουλῆς ἀνῄρηται, καὶ ἕνα κατέσχε τοὺς ἄλλους ἐάσας ἀπαίρειν ὁμολογήσαντας ἀγαγεῖν τὸν νεώτατον, ὃν ἰδεῖν μάλιστἐπόθει καὶ τῆς ἐπαὐτῷ χαλεπῆς καὶ βαρυτάτης ἀνίας ἀπαλλαγῆναι.
§234 καὶ ἐπειδὴ παρεγένετο καὶ τὸν ἀδελφὸν ἐθεάσατο, μικρὸν ὅσον ἀνεθεὶς τῆς φροντίδος, καλέσας ἐπὶ ξενίαν καὶ ἑστιῶν πολυτελεστέραις εὐώχει τὸν ὁμομήτριον παρασκευαῖς, ἀποβλέπων εἰς ἕκαστον καὶ τεκμαιρόμενος ἐκ τῆς ὄψεως, εἴ τις αὐτοῖς ὑποικουρεῖ φθόνος.
§235 καὶ ὡς ἀσμενίζοντας ἑώρα καὶ ἀναχεομένους ἐπὶ τῇ τοῦ νεωτάτου τιμῇ, δυσὶν ἤδη μαρτυρίαις σημειωσάμενος τὸ μηδὲν ἔχθος ὑποτύφεσθαι καὶ τρίτην ἐπενόησε, τὴν τοῦ κεκλέφθαι δοκοῦντος ἐκπώματος αἰτίαν ἀναθεὶς τῷ νεωτάτῳ· σαφέστατος γὰρ ἔμελλεν ἔλεγχος οὑτοσὶ γενέσθαι τῆς ἑκάστου διανοίας καὶ οἰκειότητος τῆς πρὸς τὸν συκοφαντούμενον ἀδελφόν.
§236 ἐξ ὧν ἁπάντων ἤδη συνεπείθετο περὶ τοῦ μὴ καταστασιάζεσθαι μηδἐπιβουλεύεσθαι τὸν μητρῷον οἶκον λογισμόν τε εἰκότα καὶ περὶ τῶν αὑτῷ συμβεβηκότων ἐλάμβανεν, ὡς οὐκ ἐπιβουλαῖς ἀδελφῶν αὐτὰ μᾶλλον εἴη πεπονθὼς κατὰ πρόνοιαν θεοῦ τὰ μακρὰν ἐμβλέποντος καὶ τὰ μέλλοντα οὐχ ἧττον τῶν παρόντων ὁρῶντος.
§237 εἶτἐπὶ συμβάσεις καὶ καταλλαγὰς ἵετο νικώμενος ὑπὸ φιλοικείου πάθους καὶ ὑπὲρ τοῦ μηδὲν ὄνειδος προσβαλεῖν τοῖς ἀδελφοῖς ἕνεκα τῆς πράξεως οὐδένα τῶν Αἰγυπτίων ἐδικαίωσε παρεῖναι κατὰ τὴν πρώτην ἀναγνώρισιν·
§238 ἀλλὰ κελεύσας ἅπασαν τὴν θεραπείαν μεταστῆναι, πηγήν τινα δακρύων ἐξαίφνης ἀνεὶς καὶ τῇ δεξιᾷ προσελθεῖν ἐγγυτέρω σημήνας, ἵνα μηδἐκ τύχης ἐπακοῦσαί τις ἄλλος δυνηθῇ, φησὶν αὐτοῖς· „ἐπεσκιασμένον πρᾶγμα καὶ χρόνῳ μακρῷ συγκεκρύφθαι δοκοῦν μέλλων ἀνακαλύπτειν μόνος μόνοις ὑμῖν ἀπαμπίσχω· ἀδελφὸν ὃν ἀπέδοσθε εἰς Αἴγυπτον, ἐκεῖνος ὃν ὁρᾶτε νῦν παρεστῶτα αὐτός εἰμι ἐγώ.“
§239 καταπλαγέντων δαὐτῶν παρἐλπίδα καὶ διεπτοημένων καὶ ὥσπερ ὁλκῇ τινι βιαίῳ τὰς ὄψεις ἐπὶ γῆν καταβεβληκότων καὶ πεπηγότων ἀφώνων καὶ ἀχανῶν, „μὴ κατηφεῖτε“ | εἶπεν, „ἀμνηστίαν ἁπάντων παρέχω τῶν εἰς ἐμὲ πεπραγμένων, μηδενὸς ἑτέρου δεῖσθε παρακλήτου·
§240 αὐτοκελεύστῳ καὶ ἑκουσίῳ γνώμῃ πρὸς συμβάσεις ἐθελοντὴς ἀφῖγμαι συμβούλοις χρησάμενος δυσί, τῇ τε πρὸς τὸν πατέρα εὐσεβείᾳ, τὸ πλεῖστον τῆς χάριτος ἀνατίθημι, καὶ τῇ φυσικῇ φιλανθρωπίᾳ, πρὸς ἅπαντας διαφερόντως δὲ πρὸς τοὺς ἀφαἵματος χρῶμαι.
§241 καὶ νομίζω τῶν συμβεβηκότων οὐχ ὑμᾶς ἀλλὰ θεὸν αἴτιον γεγενῆσθαι βουληθέντα με τῶν αὐτοῦ χαρίτων καὶ δωρεῶν, ἃς ἐν τοῖς ἀναγκαιοτάτοις καιροῖς ἠξίωσε τῷ γένει τῶν ἀνθρώπων παρασχεῖν, ὑπηρέτην γενέσθαι καὶ διάκονον.
§242 ἐναργῆ δὲ πίστιν δύνασθε λαβεῖν ἐξ ὧν ὁρᾶτε· πᾶσαν μὲν Αἴγυπτον ἐπιτέτραμμαι, τιμὴν δὲ ἔχω τὴν πρώτην παρὰ τῷ βασιλεῖ καὶ μὲ νέον ὄντα πρεσβύτερος ὢν ὡς πατέρα τιμᾷ· θεραπεύομαί τε οὐχ ὑπὸ τῶν ἐγχωρίων μόνον ἀλλὰ καὶ ὑπὸ πλείστων ἄλλων ἐθνῶν, ὅσα καὶ ὑπήκοα καὶ αὐτόνομα· χρεῖα γὰρ πάντα διὰ τὴν ἔνδειαν προεστῶτος.
§243 ἄργυρός τε καὶ χρυσὸς καί, τὸ τούτων ἀναγκαιότερον, αἱ τροφαὶ παρἐμοὶ μόνῳ ταμιεύονται διανέμοντι καὶ κατακερματίζοντι πρὸς τὰς ἀναγκαίας χρείας ἑκάστοις τῶν δεομένων, ὡς μήτε τι τῶν εἰς τρυφὴν περιττεῦσαι μήτε τι τῶν εἰς ἐκπλήρωσιν ἐνδείας ἐπιλιπεῖν.
§244 ἀλλοὐκ ἐναβρυνόμενος καὶ σεμνυνόμενος ταυτὶ διεξῆλθον, ἀλλἵναἴσθησθε, ὅτι τῶν τηλικούτων οὐδεὶς ἔμελλεν ἀνθρώπων αἴτιος ἔσεσθαι δούλῳ καὶ μετὰ ταῦτα δεσμώτῃ γενομένῳκαὶ γὰρ ἐδέθην ποτὲ συκοφαντηθείς —, ἀλλ τὰς ἐσχάτας συμφοράς τε καὶ δυσπραγίας μεθαρμοσάμενος εἰς τὰς ἀνωτάτω καὶ πρώτας εὐτυχίας θεὸς ἦν, πάντα δυνατά.
§245 ταῦτα ἐμοῦ διανοουμένου, μηκέτι εὐλαβῶς ἔχετε τὰς δυσφροσύνας ἐκποδὼν ποιησάμενοι καὶ πρὸς ἱλαρὰν μεταβαλόντες εὐθυμίαν. εὖ δἂν ἔχοι καὶ πρὸς τὸν πατέρα συντεῖναι καὶ πρῶτον αὐτῷ τὰ περὶ τῆς ἐμῆς εὑρέσεως εὐαγγελίσασθαι· φθάνουσι γὰρ αἱ φῆμαι πανταχόσε.“
§246 οἱ δὲ κατὰ διαδοχὴν τοὺς ἐπαίνους αὐτοῦ συνείροντες ἀπαύστως ἀχαλίνοις στόμασιν ἐξύμνουν ἄλλος ἄλλο τι διεξιών, μὲν τὸ ἀμνησίκακον, δὲ τὸ φιλοίκειον, δὲ τὴν σύνεσιν, ἅπαντες δἀθρόοι τὴν εὐσέβειαν ἐπὶ τὸν θεὸν ἀναφέροντος τὰ τέλη τῶν κατορθουμένων καὶ μηκέτι ταῖς ἀβουλήτοις ἀρχαῖς καὶ πρώταις ἐνστάσεσι τῶν μὴ κατὰ γνώμην δυσχεράναντος καὶ τὴν ὑπερβάλλουσαν μεταἰδοῦς καρτερίαν·
§247 ὃς ἐν τοσαύταις γεγονὼς ἀνωμαλίαις οὔτε δουλεύων βλάσφημον οὐδὲν εἶπε κατὰ τῶν ἀδελφῶν ὡς πεπρακότων οὔτεἰς εἱρκτὴν ἀπαγόμενος ὑπἀθυμίας ἐξελάλησέ τι τῶν ἀπορρήτων οὔτε πολὺν χρόνον ἐκεῖ καταμένων, οἷα φιλεῖ, τοῖς δεσμώταις ἔθους ὄντος τὰς ἰδίας ἀτυχίας ἀναμετρεῖσθαι, ἀπεγύμνωσεν·
§248 ἀλλὡς μηδὲν εἰδὼς τῶν αὐτῷ συμβεβηκότων, ἀλλοὐδὅτε τὰ ὀνείρατα διέκρινεν τοῖς εὐνούχοις τῷ βασιλεῖ, καιρὸν ἔχων εἰς μήνυσιν ἐπιτήδειον, ἐφθέγξατό τι περὶ τῆς ἰδίας εὐγενείας, οὐδὅτε βασιλέως ὕπαρχος ἐχειροτονεῖτο καὶ τῆς Αἰγύπτου πάσης τὴν ἐπιμέλειαν καὶ προστασίαν παρελάμβανεν, ἵνα μὴ δόξῃ τις εἶναι τῶν ἠμελημένων καὶ ἀφανῶν, ἀλλὰ τῷ ὄντι εὐπατρίδης, οὐ φύσει δοῦλος, ἀλλἐπιβουλὰς ὑφὧν ἥκιστἐχρῆν ἀνηκέστους ὑπομεμενηκὼς καὶ συμφοράς.
§249 ἔτι δὲ πρὸς τούτοις ἐρρύη πολὺς ἔπαινος ἰσότητος αὐτοῦ καὶ δεξιότητος· τὰς γὰρ τῶν ἄλλων ἀλαζονείας καὶ ἀπαιδευσίας ἡγεμόνων εἰδότες ἐθαύμαζον τὸ ἀνεπίφαντον καὶ ἀτραγῴδητον καὶ ὡς εὐθὺς ἰδὼν κατὰ τὴν προτέραν ὁδὸν ἀποκτεῖναι δυνάμενος τὸ γοῦν τελευταῖον λιμώττουσι τροφὰς μὴ παρασχεῖν πρὸς τῷ μὴ τιμωρήσασθαι καὶ ὡς χάριτος ἀξίοις δωρεὰν ἔδωκε τἀπιτήδεια τὴν τιμὴν αὐτῶν ἀποδοθῆναι κελεύσας.
§250 οὕτω μέντοι τὰ τῆς ἐπιβουλῆς καὶ πράσεως εἰς ἅπαν ἠγνοήθη καὶ διέλαθεν, ὥσθοἱ ἐν τέλει τῶν Αἰγυπτίων συνήδοντο, ὡς πρῶτον ἄρτι τῶν ἀδελφῶν τοῦ προεστῶτος ἡκόντων, καὶ ἐπὶ ξενίαν ἐκάλουν καὶ φθάνοντες εὐηγγελίζοντο τῷ βασιλεῖ, καὶ πάντα διὰ πάντων ἔγεμε χαρᾶς οὐκ ἔλαττον εἴπερ
§251 εὐφόρησεν πεδιὰς καὶ λιμὸς εἰς εὐθηνίαν μετέβαλε. γνοὺς δ βασιλεύς, ὅτι καὶ πατήρ ἐστιν αὐτῷ καὶ γενεὰ πολυάνθρωπος, προτρέπει μεταναστῆναι πανοικὶ τὴν βαθυγειοτάτην Αἰγύπτου μοῖραν ὁμολογήσας δεδωρῆσθαι τοῖς ἀφιξομένοις. ἀπήνας οὖν καὶ ἁρμαμάξας καὶ πλῆθος ὑποζυγίων ἐπηχθισμένων τἀπιτήδεια δίδωσι τοῖς ἀδελφοῖς καὶ θεραπείαν ἱκανήν, ἵνα μετἀσφαλείας ἀγάγωσι τὸν πατέρα.
§252 παραγενομένων δὲ καὶ τὰ περὶ τὸν ἀδελφὸν ἄπιστα καὶ μείζονα ἐλπίδων διηγουμένων, οὐ πάνυ προσεῖχε· κἂν γὰρ οἱ λέγοντες ἀξιοπιστότατοι, ἀλλ γε τοῦ πράγματος ὑπερβολὴ ῥᾳδίως συναινεῖν οὐκ ἐπέτρεπεν.
§253 ἰδὼν δὲ πρεσβύτης τὰς ἐν τοιούτῳ καιρῷ παρασκευὰς καὶ χορηγίας τῶν ἀναγκαίων ἀφθόνους τοῖς περὶ τούτου λεγομένοις εὐτυχήμασι συνᾳδούσας ὕμνει τὸν θεόν, ὅτι τὸ δοκοῦν ἐκλελοιπέναι μέρος τῆς οἰκίας ἀπεπλήρωσεν.
§254 δὲ χαρὰ καὶ φόβον εὐθὺς ἐγέννησε τῇ ψυχῇ περὶ τῆς τῶν πατρίων ἐκδιαιτήσεως· ᾔδει γὰρ καὶ νεότητα εὐόλισθον φύσει καὶ ξενιτείας τὴν εἰς τὸ ἁμαρτάνειν ἐκεχειρίαν καὶ μάλιστα τῆς ἐν Αἰγύπτῳ χώρας τυφλωττούσης περὶ τὸν ἀληθῆ θεὸν ἕνεκα τοῦ γενητὰ καὶ θνητὰ θεοπλαστεῖν καὶ προσέτι πλούτου καὶ δόξης ἐπιθέσεις ὀλιγόφροσι διανοίαις ἐπιτίθενται καὶ διότι ἀπολειφθείς, μηδενὸς τῶν ἐκ τῆς πατρῴας οἰκίας συνεξεληλυθότος σωφρονιστοῦ, μόνος ὢν καὶ ἔρημος διδασκάλων ἀγαθῶν ἕτοιμος ἔσται πρὸς τὴν τῶν ὀθνείων μεταβολήν.
§255 οὕτως οὖν διακείμενον ἰδὼν μόνῳ δυνατὸν ἀόρατον ψυχὴν ὁρᾶν ἔλεον λαμβάνει καὶ κοιμωμένῳ νύκτωρ ἐπιφανείς φησι· „μηδὲν εὐλαβοῦ περὶ τῆς εἰς Αἴγυπτον ἀφίξεως· αὐτὸς ἡγεμονεύσω τῆς ὁδοῦ παρέχων τὴν ἀποδημίαν ἀσφαλῆ καὶ εὐάρεστον· ἀποδώσω μέντοι καὶ τὸν τριπόθητον υἱόν, ὅς ποτε τεθνάναι νομισθεὶς ἐκ πολυετίας οὐ ζῶν μόνον ἀλλὰ καὶ χώρας τοσαύτης ἡγεμὼν ἀναφαίνεται.“ πληρωθεὶς δεὐελπιστίας ἅμα τῇ ἕῳ γεγηθὼς ἐπέσπευδεν.
§256 δυἱὸς ἀκούσαςσκοποὶ γὰρ καὶ φραστῆρες τῆς ὁδοῦ πάντἐδήλουνοὐ μακρὰν τῶν ὁρίων ἀπέχοντα διὰ ταχέων ἀπήντα τῷ πατρί· καὶ κατὰ τὴν καλουμένην Ἡρώων πόλιν ἐντυχόντες ἐπιπίπτουσιν ἀλλήλοις τὰς κεφαλὰς ἐπὶ τῶν αὐχένων ἐρείσαντες καὶ τὰς ἐσθῆτας δάκρυσι φύροντες πολυχρονίων ἀσπασμάτων ἀπλήστως ἐνεφοροῦντο καὶ μόλις παυσάμενοι συνέτεινον ἄχρι τῶν βασιλείων.
§257 θεασάμενος δὲ βασιλεὺς καὶ τὴν ὄψιν καταπλαγεὶς τῆς σεμνότητος ὡς οὐχ ὑπάρχου πατέρα ἀλλἑαυτοῦ μετὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐδεξιοῦτο· καὶ μετὰ τὰς ἐν ἔθει καὶ ἐξαιρέτους φιλοφροσύνας δίδωσιν αὐτῷ γῆς ἀποτομὴν ἀρετῶσαν καὶ σφόδρα εὔκαρπον, τούς τε υἱοὺς αὐτοῦ πυνθανόμενος εἶναι κτηνοτρόφους τὴν πολλὴν οὐσίαν ἔχοντας ἐν θρέμμασι καθίστησιν ἐπιμελητὰς τῶν ἰδίων αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ὅσας ἀγέλας ἐγχειρίσας αὐτοῖς.
§258 δὲ νεανίας τοσαύτῃ πίστεως ἐχρήσατο ὑπερβολῇ, ὥστε τῶν καιρῶν καὶ τῶν πραγμάτων εἰς ἀργυρισμὸν παρεχόντων πλείστας ὅσας ἀφορμάς, δυνηθεὶς διὀλίγου πλουσιώτατας τῶν καταὐτὸν γενέσθαι, τὸν γνήσιον ὡς ἀληθῶς πρὸ τοῦ νόθου πλοῦτον καὶ τὸν βλέποντα πρὸ τοῦ τυφλοῦ θαυμάσας ἅπαντα τὸν ἄργυρον καὶ χρυσόν, ὅσον ἐκ τῆς τιμῆς ἤθροισε τοῦ σίτου, ἐν τοῖς βασιλέως ἐθησαυρίζετο ταμιείοις οὐδεμίαν δραχμὴν νοσφισάμενος, ἀλλὰ μόναις ἀρκεσθεὶς ταῖς δωρεαῖς, αἷς ἀμειβόμενος ἐκεῖνος ἀντεχαρίζετο.
§259 καθάπερ τε οἰκίαν μίαν Αἴγυπτον καὶ σὺν αὐτῇ χώρας ἑτέρας καὶ ἔθνη πιεσθέντα τῷ λιμῷ παντὸς λόγου κρεῖττον ἐπετρόπευσεν ἀνὴρ οὗτος κατὰ τὸ πρέπον διανέμων τὰς τροφὰς καὶ ἀφορῶν οὐκ εἰς τὸ παρὸν μόνον λυσιτελὲς ἀλλὰ καὶ τὴν πρὸς τὸ μέλλον ὠφέλειαν.
§260 ἡνίκα γοῦν ἕβδομος ἐνιαυτὸς τῆς ἐνδείας ἐνέστη, μεταπεμψάμενος τοὺς γεωργοὺςἤδη γὰρ τῆς εὐφορίας καὶ εὐθηνίας ἐλπὶς ἦνἐδίδου κριθάς τε καὶ πυροὺς εἰς σπέρματα φροντίσας τοῦ μηδένα νοσφίσασθαι καταθεῖναί τε εἰς τὰς ἀρούρας ἔλαβεν, ὀπτῆρας καὶ ἐφόρους ἐπιλέξας ἀριστίνδην, οἳ τὴν σπορὰν παραφυλάξουσι.
§261 Μετὰ δὲ τὸν λιμὸν χρόνοις μακροῖς ὕστερον τελευτήσαντος τοῦ πατρός, ὑπονοίᾳ πληχθέντες οἱ ἀδελφοὶ καὶ δείσαντες, μή τι χαλεπὸν πάθωσι μνησικακίᾳ, προσελθόντες ἐδέοντο λιπαρῶς ἐπαγόμενοι γυναῖκας καὶ γενεάν.
§262 δἐπιδακρύσας φησίν· „ μὲν καιρὸς ἱκανὸς ὑπόνοιαν κατασκευάσαι τοῖς ἀφόρητα ἐργασαμένοις καὶ μὴ διἑτέρου μᾶλλον τοῦ συνειδότος ἐλεγχομένοις· γὰρ τελευτὴ τοῦ πατρὸς τὸν ἀρχαῖον φόβον, ὃν πρὸ τῶν καταλλαγῶν εἴχετε, κεκαίνωκεν, ὡς τοῦ μὴ λυπῆσαι τὸν πατέρα χάριν τὴν ἀμνηστίαν ἐμοῦ παρασχόντος.
§263 ἐγὼ δὲ τὸν τρόπον οὐ χρόνοις μεταβάλλομαι οὐδὁμολογήσας ἔνσπονδος εἶναι δράσω ποτὲ τὰ ἄσπονδα· οὐ γὰρ ὑπερθέσεις ἀμύνης ἐκαιροφυλάκουν, ἀλλὰ τὴν εἰς ἅπαν ἀπαλλαγὴν τῆς κολάσεως ἐχαριζόμην ἐπινέμων τὸ μέν τι τιμῇ τοῦ πατρόςδεῖ γὰρ ἀψευδεῖν —, τὸ δέ τι εὐνοίᾳ τῇ πρὸς ὑμᾶς ἀναγκαίᾳ.
§264 εἰ δὲ καὶ πατρὸς ἕνεκα πάντἐποίουν τὰ χρηστὰ καὶ φιλάνθρωπα, φυλάξω ταῦτα καὶ πατρὸς τετελευτηκότος· τέθνηκε δοὐδεὶς παρἐμοὶ κριτῇ τῶν ἀγαθῶν ἀνδρῶν, ἀλλὰ καὶ ζήσεται τὸν ἀεὶ χρόνον ἀγήρως ἀθανάτῳ φύσει, ψυχῇ μηκέτι ταῖς σώματος ἀνάγκαις ἐνδεδεμένῃ.
§265 τί δὲ δεῖ μόνου μεμνῆσθαι τοῦ γενητοῦ πατρός; ἔχομεν τὸν ἀγένητον, τὸν ἄφθαρτον, τὸν ἀίδιον, „ὃς ἐφορᾷ πάντα καὶ πάντων ἐπακούεικαὶ τῶν ἡσυχαζόντων, τὸν ἀεὶ βλέποντα καὶ τὰ ἐν μυχοῖς τῆς διανοίας, ὃν μάρτυρα καλῶ τοῦ συνειδότος ἐπἀψευδέσι καταλλαγαῖς.
§266 ἐγὼ γάρ, καὶ μὴ θαυμάσητέ μου τὸν λόγον, τοῦ θεοῦ εἰμι (Gen. 50. 19) τοῦ τὰ πονηρὰ βουλεύματα ὑμῶν εἰς ἀγαθῶν περιουσίαν μεθαρμοσαμένου. γίνεσθε οὖν ἄφοβοι καὶ πρὸς τὸ μέλλον χρησιμωτέρων μεθέξοντες ζῶντος ἔτι τοῦ πατρὸς ἐκαρποῦσθε.“
§267 τοιούτοις θαρσύνας τοὺς ἀδελφοὺς λόγοις, ἔργοις τὰς ὑποσχέσεις ἐβεβαίου μᾶλλον οὐδὲν παραλιπὼν τῶν εἰς ἐπιμέλειαν. μετὰ δὲ τὸν λιμόν, ἐπεὐθηνίᾳ καὶ εὐετηρίᾳ τῆς χώρας ἤδη γεγηθότων τῶν οἰκητόρων, ἐτιμᾶτο πρὸς ἁπάντων ἀμοιβὰς ἀντεκτινόντων ὑπὲρ ὧν εὖ πεπόνθεσαν ἐν καιροῖς ἀβουλήτοις.
§268 δὲ φήμη ῥυεῖσα τὰς ἑξῆς πόλεις κατέπλησε τῆς ἐπὶ τῷδε τῷ ἀνδρὶ εὐκλείας. ἔτη δὲ βιώσας δέκα πρὸς τοῖς ἑκατὸν ἐτελεύτησεν εὔγηρως ἐπἄκρον ἐλθὼν εὐμορφίας καὶ φρονήσεως καὶ λόγων δυνάμεως.
§269 μαρτυρεῖ δὲ τὸ μὲν κάλλος τοῦ σώματος ἔρως ὃς ἐξέμηνεν ἐπαὐτῷ γυναῖκα, τὴν δὲ σύνεσιν ἐν ταῖς ἀμυθήτοις τῶν κατὰ τὸν βίον ἀνωμαλίαις ὁμαλότης εὐαρμοστίαν τοῖς ἀναρμόστοις καὶ συμφωνίαν τοῖς ἐξ αὑτῶν ἀσυμφώνοις ἐργασαμένη, τὴν δὲ τῶν λόγων δύναμιν τε τῶν ὀνειράτων διάκρισις καὶ ἐν ταῖς ὁμιλίαις εὐέπεια καὶ παρακολουθήσασα πειθώ, διἣν οὐδεὶς τῶν ἀρχομένων ἀνάγκῃ μᾶλλον ἑκὼν ὑπήκουε.
§270 τούτων δὲ τῶν ἐνιαυτῶν ἑπτακαίδεκα μὲν ἄχρι μειρακίου διέτριβεν ἐν τῇ πατρῴᾳ οἰκίᾳ, τρισκαίδεκα δἐν ταῖς ἀβουλήτοις συντυχίαις, ἐπιβουλευόμενος, πιπρασκόμενος, δουλεύων, συκοφαντούμενος, ἐν δεσμωτηρίῳ καταδούμενος, τοὺς δἄλλους ὀγδοήκοντα ἐν ἡγεμονίᾳ καὶ εὐπραγίᾳ τῇ πάσῃ, λιμοῦ καὶ εὐθηνίας ἔφορος καὶ βραβευτὴς ἄριστος, τὰ πρὸς ἑκάτερον καιρὸν πρυτανεύειν ἱκανώτατος.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up