Moschus Megara
EN Lat Orig
Megara
Μῆτερ ἐμή, τίφθὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτἔρευθος
σῴζετἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
ἦρὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
5 ἀνδρὸς ὕποὐτιδανοῖο, λέων ὡσείθὑπὸ νεβροῦ;
ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
ἀθάνατοι; τί νύ μὧδε κακῇ γονέες τέκον αἴσῃ;
δύσμορος, ἥτἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
10 ἠδἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·
τοῦ δοὔτις γένετἄλλος ἀποτμότερος ζωόντων,
οὐδὲ τόσων σφετέρῃσιν ἐγεύσατο φροντίσι κηδέων.
σχέτλιος, ὃς τόξοισιν, οἱ πόρεν αὐτὸς Ἀπόλλων
ἠέ τινος Κηρῶν Ἐρινύος αἰνὰ βέλεμνα,
15 παῖδας ἑοὺς κατέπεφνε καὶ ἐκ φίλον εἵλετο θυμὸν
μαινόμενος κατὰ οἶκον, δἔμπλεος ἔσκε φόνοιο.
τοὺς μὲν ἐγὼ δύστηνος ἐμοῖς ἴδον ὀφθαλμοῖσι
βαλλομένους ὑπὸ πατρί, τὸ δοὐδὄναρ ἤλυθεν ἄλλῳ.
οὐδέ σφιν δυνάμην ἀδινὸν καλέουσιν ἀρῆξαι
20 μητέρἑήν, ἐπεὶ ἐγγὺς ἀνίκητον κακὸν ἦεν.
ὡς δὄρνις δύρηται ἐπὶ σφετέροισι νεοσσοῖς
ὀλλυμένοις, οὕσταἰνὸς ὄφις ἔτι νηπιάχοντας
θάμνοις ἐν πυκινοῖσι κατεσθίει· δὲ καταὐτοὺς
πωτᾶται κλάζουσα μάλα λιγὺ πότνια μήτηρ,
25 οὐδἄρἔχει τέκνοισιν ἐπαρκέσαι· γάρ οἱ αὐτῇ
ἆσσον ἴμεν μέγα τάρβος ἀμειλίκτοιο πελώρου·
ὣς ἐγὼ αἰνοτόκεια φίλον γόνον αἰάζουσα
μαινομένοισι πόδεσσι δόμον κάτα πολλὸν ἐφοίτων.
ὥς γὄφελον μετὰ παισὶν ἅμα θνῄσκουσα καὶ αὐτὴ
30 κεῖσθαι φαρμακόεντα διἥπατος ἰὸν ἔχουσα,
Ἄρτεμι θηλυτέρῃσι μέγα κρείουσα γυναιξί.
τῷ χἡμέας κλαύσαντε φίλῃσἐνὶ χερσὶ τοκῆες
πολλοῖς σὺν κτερέεσσι πυρῆς ἐπέβησαν ὁμοίης,
καί κεν ἕνα χρύσειον ἐς ὀστέα κρωσσὸν ἁπάντων
35 λέξαντες κατέθαψαν, ὅθι πρῶτον γενόμεσθα.
νῦν δοἳ μὲν Θήβην ἱπποτρόφον ἐνναίουσιν
Ἀονίου πεδίοιο βαθεῖαν βῶλον ἀροῦντες·
αὐτὰρ ἐγὼ Τίρυνθα κάτα κραναὴν πόλιν Ἥρης
πολλοῖσιν δύστηνος ἰάπτομαι ἄλγεσιν ἦτορ
40 αἰὲν ὁμῶς· δακρύων δὲ παρεστί μοι οὐδ ἐρωή.
ἀλλὰ πόσιν μὲν ὁρῶ παῦρον χρόνον ὀφθαλμοῖσιν
οἴκῳ ἐν ἡμετέρῳ· πολέων γάρ οἱ ἔργον ἑτοῖμον
μόχθων, τοὺς ἐπὶ γαῖαν ἀλώμενος ἠδὲ θάλασσαν
μοχθίζει πέτρης ὅγἔχων νόον ἠὲ σιδήρου
45 καρτερὸν ἐν στήθεσσι· σὺ δἠύτε λείβεαι ὕδωρ,
νύκτας τε κλαίουσα καὶ ἐκ Διὸς ἤμαθὁπόσσα.
ἄλλος μὰν οὐκ ἄν τις ἐϋφρήναι με παραστὰς
κηδεμόνων· οὐ γάρ σφε δόμων κατὰ τεῖχος ἐέργει·
καὶ λίην πάντες γε πέρην πιτυώδεος Ἰσθμοῦ
50 ναίουσ’ , οὐδέ μοί ἐστι πρὸς ὅντινά κε βλέψασα
οἷα γυνὴ πανάποτμος ἀναψύξαιμι φίλον κῆρ,
νόσφι γε δὴ Πύρρης συνομαίμονος· δὲ καὶ αὐτὴ
ἀμφὶ πόσει σφετέρῳ πλέον ἄχνυται Ἰφικλῆι,
σῷ υἱεῖ· πάντων γὰρ ὀϊζυρώτατα τέκνα
55 γείνασθαί σε θεῷ τε καὶ ἀνέρι θνητῷ ἔολπα.
ὣς ἄρἔφη· τὰ δέ οἱ θαλερώτερα δάκρυα μήλων
κόλπον ἐς ἱμερόεντα κατὰ βλεφάρων ἐχέοντο,
μνησαμένῃ τέκνων τε καὶ ὧν μετέπειτα τοκήων.
ὣς δαὔτως δακρύοισι παρήϊα λεύκἐδίαινεν
60 Ἀλκμήνη· βαρὺ δἥγε καὶ ἐκ θυμοῦ στενάχουσα
μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
πευκαλίμαις; πῶς ἄμμἐθέλεις ὀροθυνέμεν ἄμφω
κήδἐ ἄλαστα λέγουσα; τὰ δοὐ νῦν πρῶτα κέκλαυται.
65 οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπἦμαρ
γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
ὅστις ἀριθμήσειεν ἐφἡμετέροις ἀχέεσσι.
θάρσει· οὐ τοιῆσδἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
καὶ δαὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισιν
70 ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί·
καί σε μάλἐκπάγλως ὀλοφύρομαι ἠδἐλεαίρω,
οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
ὅσθἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
75 ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι
δυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσι
στέργειν εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες
καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
80 οὐδαὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν.
τῷ μή μἐξείπῃς ποτ̓, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
μηδεἴ κἠϋκόμου Νιόβης πυκινώτερα κλαίω.
οὐδὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον
85 πρὶν καί πέρ τἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατἔχουσα,
καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·
ὧδέ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
νῦν δέ μοι οἴχεται οἶος ἐπἀλλοτρίης νέον ἆθλον
ἐκτελέων· οὐδοἶδα δυσάμμορος, εἴτε μιν αὖτις
90 ἐνθάδε νοστήσανθὑποδέξομαι, εἴτε καὶ οὐκί.
πρὸς δἔτι μἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
ὕπνον· δειμαίνω δὲ παλιγκοτον ὄψιν ἰδοῦσα
ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
95 παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·
τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
τάφρον τηλεθάοντος ἐπἐσχατιῇ τινος ἀγροῦ,
γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
100 καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,
ἤτοι λίστρον ἔμελλεν ἐπὶ προύχοντος ἐρείσας
ἀνδήρου καταδῦναι, καὶ πάρος εἵματα ἕστο·
ἐξαπίνης δἀνελάμψεν ὑπὲρ καπέτοιο βαθείης
πῦρ ἄμοτον, περὶ δαὐτὸν ἀθέσφατος εἰλεῖτο φλόξ.
105 αὐτὰρ ὅγαἰὲν ὄπισθε θοοῖς ἀνεχάζετο ποσσίν,
ἐκφυγέειν μεμαὼς ὀλοὸν μένος Ἡφαίστοιο·
αἰεὶ δὲ προπάροιθεν ἑοῦ χροὸς ἠΰτε γέρρον
νώμασκεν μακέλην· περὶ δὄμμασιν ἔνθα καὶ ἔνθα
πάπταινεν, μὴ δή μιν ἐπιφλέξει δήιον πῦρ.
110 τῷ μὲν ἀοσσῆσαι λελιημένος, ὥς μοι ἔϊκτο,
Ἰφικλέης μεγάθυμος ἐποὔδεϊ κάππεσὀλισθὼν
πρὶν ἐλθεῖν, οὐδὀρθὸς ἀναστῆναι δύναταὖτις,
ἀλλἀστεμφὲς ἔκειτο, γέρων ὡσείτἀμενηνός,
ὅντε καὶ οὐκ ἐθέλοντα βιήσατο γῆρας ἀτερπὲς
115 καππεσέειν· κεῖται δὅγἐπὶ χθονὸς ἔμπεδον αὔτως,
εἰσόκε τις χειρός μιν ἀνειρύσσῃ παριόντων
αἰδεσθεὶς ὄπιδα προτέρην πολιοῖο γενείου.
ὣς ἐν γῇ λελίαστο σακεσπάλος Ἰφικλείης·
αὐτὰρ ἐγὼ κλαίεσκον ἀμηχανέοντας ὁρῶσα
120 παῖδας ἐμούς, μέχρι δή μοι ἀπέσσυτο νήδυμος ὕπνος
ὀφθαλμῶν, ἠὼς δὲ παραυτίκα φαινόλις ἦλθε.
τοῖα, φίλη, μοι ὄνειρα διὰ φρένας ἐπτοίησαν
παννυχίῃ· τὰ δὲ πάντα πρὸς Εὐρυσθῆα τρέποιτο
οἴκου ἄφἡμετέροιο, γένοιτο δὲ μάντις ἐκείνῳ
125 θυμὸς ἐμός, μηδἄλλο παρὲκ τελέσειέ τι δαίμων.
Tap any Greek word to look it up
An open-access project
Edmonds 1916
Loeb
Edmonds (eclectic), 1916 · 1916
The Editor

John Maxwell Edmonds (1875–1958) was a Fellow of Jesus College, Cambridge, who produced the Loeb Classical Library editions of the Greek lyric poets, iambic and elegiac poets, and other fragmentary Greek poetry. A prolific but sometimes controversial editor, Edmonds was known for his willingness to supplement and restore fragmentary texts — an approach that drew criticism from more cautious scholars but made otherwise inaccessible fragments available to a wider audience.

About This Edition

Edmonds's Loeb editions present fragmentary Greek poetry with facing English translations. Following Loeb convention, the text is based on existing critical editions supplemented by Edmonds's own supplements and restorations. For fragmentary poetry, more reliable editions are now provided by later collections (e.g. D. L. Page, M. L. West, and the multi-volume Supplementum Epigraphicum Graecum), but Edmonds's Loebs remain useful for their translations and accessibility.

Translator

J. M. Edmonds (Loeb Classical Library)

Text Basis

Edmonds's own eclectic text for the Loeb Classical Library.

Tap any Greek word to look it up