Moschus Europa
EN Lat Orig
Europa
Εὐρώπῃ ποτὲ Κύπρις ἐπὶ γλυκὺν ἧκεν ὄνειρον,
νυκτὸς ὅτε τρίτατον λάχος ἵσταται, ἐγγύθι δἠώς,
ὕπνος ὅτε γλυκίων μέλιτος βλεφάροισιν ἐφίζων
λυσιμελὴς πεδάᾳ μαλακῷ κατὰ φάεα δεσμῷ,
5 εὖτε καὶ ἀτρεκέων ποιμαίνεται ἔθνος ὀνείρων·
τῆμος ὑπωροφίοισιν ἐνὶ κνώσσουσα δόμοισι
Φοίνικος θυγάτηρ ἔτι παρθένος Εὐρώπεια
ὠίσατἠπείρους δοιὰς περὶ εἷο μάχεσθαι,
ἄσσιον ἀντιπέρην τε· φυὴν δἔχον οἷα γυναῖκες.
10 τῶν δ μὲν ξείνης μορφὴν ἔχεν, δἄρἐῴκει
ἐνδαπίῃ, καὶ μᾶλλον ἑῆς περιίσχετο κούρης,
φάσκεν δὥς μιν ἔτικτε καὶ ὡς ἀτίτηλέ μιν αὐτή.
δἑτέρη κρατερῇσι βιωομένη παλάμῃσιν
εἴρυεν οὐκ ἀέκουσαν, ἐπεὶ φάτο μόρσιμον εἷο
15 ἐκ Διὸς αἰγιόχου γέρας ἔμμεναι Εὐρώπειαν.
δἀπὸ μὲν στρωτῶν λεχέων θόρε δειμαίνουσα,
παλλομένη κραδίην· τὸ γὰρ ὡς ὕπαρ εἶδεν ὄνειρον.
ἑζομένη δἐπὶ δηρὸν ἀκὴν ἔχεν, ἀμφοτέρας δὲ
εἰσέτι πεπταμένοισιν ἐν ὄμμασιν εἶχε γυναῖκας.
20 ὀψὲ δὲ δειμαλέην ἀνενείκατο παρθένον αὐδήν·
τίς μοι τοιάδε φάσματἐπουρανίων προΐηλεν;
ποῖοί με στρωτῶν λεχέων ὕπερ ἐν θαλάμοισιν
ἡδὺ μάλα κνώσσουσαν ἀνεπτοίησαν ὄνειροι,
τίς δἦν ξείνη, τὴν εἴσιδον ὑπνώουσα;
25 ὥς μἔλαβε κραδίην κείνης πόθος, ὥς με καὶ αὐτὴ
ἀσπασίως ὑπέδεκτο καὶ ὡς σφετέρην ἴδε παῖδα.
ἀλλά μοι εἰς ἀγαθὸν μάκαρες κρήνειαν ὄνειρον.
ὣς εἰποῦσἀνόρουσε, φίλας δἐπεδίζεθἑταίρας
ἥλικας οἰέτεας θυμήρεας εὐπατερείας,
30 τῇσιν ἀεὶ συνάθυρεν, ὅτἐς χορὸν ἐντύνοιτο,
ὅτε φαιδρύνοιτο χρόα προχοῇσιν ἀναύρων,
ὁπότἐκ λειμῶνος ἐΰπνοα λείρἰ ἀμέργοι.
αἳ δέ οἱ αἶψα φάανθεν· ἔχον δἐν χερσὶν ἑκάστη
ἀνθοδόκον τάλαρον· ποτὶ δὲ λειμῶνας ἔβαινον
35 ἀγχιάλους, ὅθι ταἰὲν ὁμιλαδὸν ἠγερέθοντο
τερπόμεναι ῥοδέῃ τε φυῇ καὶ κύματος ἠχῇ.
αὐτὴ δὲ χρύσεον τάλαρον φέρεν Εὐρώπεια,
θηητόν, μέγα θαῦμα, μέγαν πόνον Ἡφαίστοιο,
ὃν Λιβύῃ πόρε δῶρον, ὅτἐς λέχος Ἐννοσιγαίου
40 ἤϊεν· δὲ πόρεν περικαλλέϊ Τηλεφαάσσῃ,
ἥτε οἱ αἵματος ἔσκεν· ἀνύμφῳ δΕὐρωπείῃ
μήτηρ Τηλεφάσσα περικλυτὸν ὤπασε δῶρον.
ἐν τῷ δαίδαλα πολλὰ τετεύχατο μαρμαίροντα.
ἐν μὲν ἔην χρυσοῖο τετυγμένη Ἰναχὶς Ἰώ,
45 εἰσέτι πόρτις ἐοῦσα, φυὴν δοὐκ εἶχε γυναίην.
φοιταλέη δὲ πόδεσσιν ἐφἁλμυρὰ βαῖνε κέλευθα,
νηχομένῃ ἰκέλη· κυανῆ δἐτέτυκτο θάλασσα.
δοιοὶ δἕστασαν ὑψοῦ ἐπὀφρύος αἰγιαλοῖο
φῶτες ἀολλήδην, θηεῦντο δὲ ποντοπόρον βοῦν.
50 ἐν δἦν Ζεὺς Κρονίδης ἐπαφώμενος ἠρέμα χερσὶ
πόρτιος Ἰναχίης, τὴν δἑπταπόρῳ παρὰ Νείλῳ
ἐκ βοὸς εὐκεράοιο πάλιν μετάμειβε γυναῖκα.
ἀργύρεος μὲν ἔην Νείλου ῥόος, δἄρα πόρτις
χαλκείη, χρυσοῦ δὲ τετυγμένος αὐτὸς ἔην Ζεύς.
55 ἀμφὶ δὲ δινήεντος ὑπὸ στεφάνην ταλάροιο
Ἑρμείης ἤσκητο· πέλας δέ οἱ ἐκτετάνυστο
Ἄργος ἀκοιμήτοισι κεκασμένος ὀφθαλμοῖσι.
τοῖο δὲ φοινήεντος ἀφαἵματος ἐξανέτελλεν
ὄρνις ἀγαλλόμενος πτερύγων πολυανθέϊ χροιῇ,
60 ταρσὸν ἀναπλώσας ὡσείτε τις ὠκύαλος νηῦς·
χρυσείου ταλάροιο περίσκεπε χείλεα ταρσός.
τοῖος ἔην τάλαρος περικαλλέος Εὐρωπείης.
αἳ δἐπεὶ οὖν λειμῶνας ἐς ἀνθεμόεντας ἵκανον,
ἄλλη ἐπἀλλοίοισι τότἄνθεσι θυμὸν ἔτερπον.
65 τῶν μὲν νάρκισσον ἐΰπνοον, δὑάκινθον,
δἴον, δἕρπυλλον ἀπαίνυτο· πολλὰ δἔραζε
λειμώνων ἐαροτρεφέων θαλέθεσκε πέτηλα.
αἳ δαὖτε ξανθοῖο κρόκου θυόεσσαν ἔθειραν
δρέπτον ἐριδμαίνουσαι, ἀτὰρ μεσσίστη ἄνασσα
70 ἀγλαΐην πυρσοῖο ῥόδου χείρεσσι λέγουσα,
οἷά περ ἐν Χαρίτεσσι διέπρεπεν Ἀφρογένεια.
οὐ μὴν δηρὸν ἔμελλεν ἐπἄνθεσι θυμὸν ἰαίνειν,
οὐδἄρα παρθενίην μίτρην ἄχραντον ἔρυσθαι.
γὰρ δὴ Κρονίδης ὥς μιν φράσαθ̓, ὡς ἐόλητο
75 θυμὸν ἀνωίστοισιν ὑποδμηθεὶς βελέεσσι
Κύπριδος, μούνη δύναται καὶ Ζῆνα δαμάσσαι.
δὴ γὰρ ἀλευόμενός τε χόλον ζηλήμονος Ἥρης
παρθενικῆς τἐθέλων ἀταλὸν νόον ἐξαπατῆσαι
κρύψε θεὸν καὶ τρέψε δέμας καὶ γείνετο ταῦρος,
80 οὐχ οἷος σταθμοῖς ἐνιφέρβεται, οὐδὲ μὲν οἷος
ὦλκα διατμήγει σύρων εὐκαμπὲς ἄροτρον,
οὐδοἷος ποίμνης ἐπιβόσκεται, οὐδὲ μὲν οἷος
ὅστις ὑποδμηθεὶς ἐρύει πολύφορτον ἀπήνην.
τοῦ δή τοι τὸ μὲν ἄλλο δέμας ξανθόχροον ἔσκε,
85 κύκλος δἀργύφεος μέσσῳ μάρμαιρε μετώπῳ,
ὄσσε δὑπογλαύσσεσκε καὶ ἵμερον ἀστράπτεσκεν.
ἶσά τἐπἀλλήλοισι κέρα ἀνέτελλε καρήνου
ἄντυγος ἡμιτόμου κεραῆς ἅτε κύκλα σελήνης.
ἤλυθε δἐς λειμῶνα καὶ οὐκ ἐφόβησε φαανθεὶς
90 παρθενικάς, πάσῃσι δἔρως γένετἐγγὺς ἱκέσθαι
ψαῦσαι θἱμερτοῖο βοός, τοῦ δἄμβροτος ὀδμὴ
τηλόθι καὶ λειμῶνος ἐκαίνυτο λαρὸν ἀϋτμήν.
στῆ δὲ ποδῶν προπάροιθεν ἀμύμονος Εὐρωπείης,
καί οἱ λιχμάζεσκε δέρην, κατέθελγε δὲ κούρην.
95 δέ μιν ἀμφαφάασκε καὶ ἠρέμα χείρεσιν ἀφρὸν
πολλὸν ἀπὸ στομάτων ἀπομόργνυτο, καὶ κύσε ταῦρον.
αὐτὰρ μειλίχιον μυκήσατο· φαῖό κεν αὐλοῦ
Μυγδονίου γλυκὺν ἦχον ἀνηπύοντος ἀκούειν.
ὤκλασε δὲ πρὸ ποδοῖιν, ἐδέρκετο δΕὐρώπειαν
100 αὐχένἐπιστρέψας καί οἱ πλατὺ δείκνυε νῶτον.
δὲ βαθυπλοκάμοισι μετέννεπε παρθενικῇσι·
δεῦθἑτάραι φίλιαι καὶ ὁμήλικες, ὄφρἐπὶ τῷδε
ἑζόμεναι ταύρῳ τερπώμεθα· δὴ γὰρ ἁπάσας
νῶτον ὑποστορέσας ἀναδέξεται, οἷά τἐνηὴς
105 πρηΰς τεἰσιδέειν καὶ μείλιχος, οὐδέ τι ταύροις
ἄλλοισι προσέοικε· νόος δέ οἱ ἠΰτε φωτὸς
αἴσιμος ἀμφιθέει, μούνης δἐπιδεύεται αὐδῆς.
ὣς φαμένη νώτοισιν ἐφίζανε μειδιόωσα,
αἱ δἄλλαι μέλλεσκον. ἄφαρ δἀνεπήλατο ταῦρος,
110 ἣν θέλεν ἁρπάξας· ὠκὺς δἐπὶ πόντον ἵκανεν.
δὲ μεταστρεφθεῖσα φίλας καλέεσκεν ἑταίρας
χεῖρας ὀρεγνυμένη, ταὶ δοὐκ ἐδύναντο κιχάνειν.
ἀκτάων δἐπιβὰς πρόσσω θέεν ἠΰτε δελφὶς
χηλαῖς ἀβρεκτοῖσιν ἐπεὐρέα κύματα βαίνων.
115 δὲ τότἐρχομένοιο γαληνιάασκε θάλασσα,
κήτεα δἀμφὶς ἄταλλε Διὸς προπάροιθε ποδοῖιν,
γηθόσυνος δὑπὲρ οἶδμα κυβίστεε βυσσόθε δελφίς·
Νηρεΐδες δἀνέδυσαν ὑπὲξ ἁλός, αἳ δἄρα πᾶσαι
κητείοις νώτοισιν ἐφήμεναι ἐστιχόωντο.
120 καὶ δαὐτὸς βαρύδουπος ὑπείραλος Ἐννοσίγαιος
κῦμα κατιθύνων ἁλίης ἠγεῖτο κελεύθου
αὐτοκασιγνήτῳ· τοὶ δἀμφί μιν ἠγερέθοντο
Τρίτωνες, πόντοιο βαρύθροοι αὐλητῆρες,
κόχλοισιν ταναοῖς γάμιον μέλος ἠπύοντες.
125 δἄρἐφεζομένη Ζηνὸς βοέοις ἐπὶ νώτοις
τῇ μὲν ἔχεν ταύρου δολιχὸν κέρας, ἐν χερὶ δἄλλῃ
εἴρυε πορφυρέην κολποῦ πτύχα, ὄφρά κε μή μιν
δεύοι ἐφελκόμενον πολιῆς ἁλὸς ἄσπετον ὕδωρ.
κολπώθη δὤμοισι πέπλος βαθὺς Εὐρωπείης,
130 ἱστίον οἷά τε νηός, ἐλαφρίζεσκε δὲ κούρην.
δὅτε δὴ γαίης ἀπὸ πατρίδος ἦεν ἄνευθεν,
φαίνετο δοὔτἀκτή τις ἁλίρροθος οὔτὄρος αἰπύ,
ἀλλἀὴρ μὲν ἄνωθεν, ἔνερθε δὲ πόντος ἀπείρων,
ἀμφί παπτήνασα τόσην ἀνενείκατο φωνήν·
135 πῇ με φέρεις θεόταυρε; τίς ἔπλεο; πῶς δὲ κέλευθα
ἀργαλἔ εἰλιπόδεσσι διέρχεαι, οὐδὲ θάλασσαν
δειμαίνεις; νηυσὶν γὰρ ἐπίδρομός ἐστι θάλασσα
ὠκυάλοις, ταῦροι δἁλίην τρομέουσιν ἀταρπόν.
ποῖόν τοι ποτὸν ἡδύ; τίς ἐξ ἁλὸς ἔσσετἐδωδή;
140 ἄρα τις θεός ἐσσι· θεοῖς γἐπεοικότα ῥέζεις.
οὔθἅλιοι δελφῖνες ἐπὶ χθονὸς οὔτε τι ταῦροι
ἐν πόντῳ στιχόωσι, σὺ δὲ χθόνα καὶ κατὰ πόντον
ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσἀερθεὶς
145 εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.
ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ῥά τε δῶμα
πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοΐ τῷδε
ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.
ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε
150 ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι
τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο.
οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.
ὣς φάτο· τὴν δὧδε προσεφώνεεν ἠΰκερως βοῦς·
θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.
155 αὐτός τοι Ζεύς εἰμι, κεἰ ἐγγύθεν εἴδομαι εἶναι
ταῦρος· ἐπεὶ δύναμαί γε φανήμεναι ὅττι θέλοιμι.
σὸς δὲ πόθος μἀνέηκε τόσην ἅλα μετρήσασθαι
ταύρῳ ἐειδόμενον· Κρήτη δέ σε δέξεται ἤδη,
μἔθρεψε καὶ αὐτόν, ὅπῃ νυμφήϊα σεῖο
160 ἔσσεται· ἐξ ἐμέθεν δὲ κλυτοὺς φιτύσεαι υἷας,
οἳ σκηπτοῦχοι ἄνακτες ἐπὶ χθονίοισιν ἔσονται.
ὣς φάτο· καὶ τετέλεστο τά περ φάτο. Φαίνετο μὲν δὴ
Κρήτη, Ζεὺς δὲ πάλιν σφετέρην ἀνελάζετο μορφήν,
λῦσε δέ οἱ μίτρην, καί οἱ λέχος ἔντυον Ὧραι.
165 δὲ πάρος κούρη Ζηνὸς γένεταὐτίκα νύμφη,
καὶ Κρονίδῃ τέκνα τίκτε καὶ αὐτίκα γίνετο μήτηρ.
Tap any Greek word to look it up
An open-access project
Edmonds 1916
Loeb
Edmonds (eclectic), 1916 · 1916
The Editor

John Maxwell Edmonds (1875–1958) was a Fellow of Jesus College, Cambridge, who produced the Loeb Classical Library editions of the Greek lyric poets, iambic and elegiac poets, and other fragmentary Greek poetry. A prolific but sometimes controversial editor, Edmonds was known for his willingness to supplement and restore fragmentary texts — an approach that drew criticism from more cautious scholars but made otherwise inaccessible fragments available to a wider audience.

About This Edition

Edmonds's Loeb editions present fragmentary Greek poetry with facing English translations. Following Loeb convention, the text is based on existing critical editions supplemented by Edmonds's own supplements and restorations. For fragmentary poetry, more reliable editions are now provided by later collections (e.g. D. L. Page, M. L. West, and the multi-volume Supplementum Epigraphicum Graecum), but Edmonds's Loebs remain useful for their translations and accessibility.

Translator

J. M. Edmonds (Loeb Classical Library)

Text Basis

Edmonds's own eclectic text for the Loeb Classical Library.

Tap any Greek word to look it up