Moschus Epitaphius Bios
EN Lat Orig
Epitaphius Bios
Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,
καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα.
νῦν φυτά μοι μύρεσθε, καὶ ἄλσεα νῦν γοάοισθε,
ἄνθεα νῦν στυμνοῖσιν ἀποπνείοιτε κορύμβοις,
5 νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι,
νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ
βάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις,
10 νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας,
ὅττι Βίων τέθνακεν βουκόλος, ὅττι σὺν αὐτῷ
καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
Στρυμόνιοι μύρεσθε παρὕδασιν αἴλινα κύκνοι,
15 καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν,
οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρας ἀείδει,
εἴπατε δαὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις
Βιστονίαις Νύμφαισιν ἀπώλετο Δώριος Ὀρφεύς.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
20 κεῖνος ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει,
οὐκέτἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾅδει,
ἀλλὰ παρὰ Πλουτῆϊ μέλος Ληθαῖον ἀείδει.
ὤρεα δἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις
πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.
25 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
σεῖο Βίων ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων,
καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι·
καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθὕλαν
Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο.
30 Ἀχὼ δἐν πέτραισιν ὀδύρεται, ὅττι σιωπῇ
κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα. σῷ δἐπὀλέθρῳ
δένδρεα καρπὸν ἔριψε, τὰ δἄνθεα πάντἐμαράνθη.
μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων,
κάτθανε δἐν κηρῷ λυπεύμενον· οὐκέτι γὰρ δεῖ
35 τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
οὐ τόσον εἰναλίαισι παρᾀόσι μύρατο Σειρήν,
οὐδὲ τόσον ποκἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών,
οὐδὲ τόσον θρήνησεν ἀνὤρεα μακρὰ Χελιδών,
40 Ἀλκυόνος δοὐ τόσσον ἐπἄλγεσιν ἴαχε Κῆϋξ,
οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς
οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι κηρύλος ᾆδεν,
ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις,
ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος.
45 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκἔτερπεν,
ἃς λαλέειν ἐδίδασκε, καθεζόμεναι ποτὶ πρέμνοις
ἀντίον ἀλλάλαισιν ἐκώκυον· αἳ δὑπεφώνευν
ὄρνιθες λυπεῖσθαἱ πενθάδες· ἀλλὰ καὶ ἡμεῖς.
50 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
τίς ποτε σᾷ σύριγγι μελίξεται τριπόθητε;
τίς δἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως;
εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἆσθμα,
ἀχὰ δἐν δονάκεσσι τεᾶς ἔτι βόσκετἀοιδᾶς.
55 Πανὶ φέρω τὸ μέλισμα; τάχἂν καὶ κεῖνος ἐρεῖσαι
τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκἔτερπες
ἑζομέναν μετὰ σεῖο παρἀϊόνεσσι θαλάσσας.
60 οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν
καλὰ Γαλάτεια, σὲ δἅδιον ἔβλεπεν ἅλμας.
καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν
ἕζετἐρημαίαισι, βόας δἔτι σεῖο νομεύει.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
65 πάντα τοι βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν,
παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,
καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.
χἀ Κύπρις ποθέει σε πολὺ πλέον τὸ φίλημα,
τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.
70 τοῦτό τοι ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος,
τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,
τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι
μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,
πᾶσαν δἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον
75 υἱέα δακρύεις, καινῷ δἐπὶ πένθεϊ τάκῃ.
ἀμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινε
Παγασίδος κράνας, δἔχεν πόμα τᾶς Ἀρεθοίσας.
χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα
καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον·
80 τῆνος δοὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δἔμελπε,
καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,
καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,
καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα
ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
85 ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.
Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·
Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·
οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά·
90 οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ·
σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος· ἀντὶ δὲ Σαπφῶς
εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται Μιτυλάνα.
εἶ δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι
Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς
95 βουκολικᾶς, ἀλλἅντε διδάξαο σεῖο μαθητὰς
κλαρονόμος Μοίσας τᾶς Δωρίδος, με γεραίρων
ἄλλοις μὲν τεὸν ὄλβον, ἐμοὶ δἀπέλειπες ἀοιδάν.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,
100 ἠδὲ τὰ χλωρὰ σέλινα τό τεὐθαλὲς οὖλον ἄνηθον,
ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι·
ἄμμες δοἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,
ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ
εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
105 καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,
ταῖς Νύμφαισι δἔδοξεν ἀεὶ τὸν βάτραχον ᾅδειν.
ταῖς δἐγὼ οὐ φθονέοιμι· τὸ γὰρ μέλος οὐ καλὸν ᾅδει.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες
110 τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;
τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ὡς κεράσαι τοι
δοῦναι καλέοντι τὸ φάρμακον;—ἔκψυγεν ᾠδά.
ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
ἀλλὰ Δίκα κίχε πάντας. ἐγὼ δἐπὶ πένθεϊ τῷδε
115 δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,
ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκὈδυσσεύς,
ὡς πάρος Ἀλκείδας, κἠγὼ τάχἂν ἐς δόμον ἦνθον
Πλουτέος, ὥς κεν ἴδοιμι, καὶ εἰ Πλουτῆι μελίσδεις,
ὡς ἂν ἀκουσαίμαν, τί μελίσδεαι. ἀλλἄγε Κώρᾳ
120 Σικελικόν τι λίγαινε και ἁδύ τι βουκολιάζευ.
καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν
ᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον· οὐκ ἀγέραστος
ἐσσεῖθ μολπά. χὠς Ὀρφέϊ πρόσθεν ἔδωκεν
ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,
125 καὶ σὲ Βίων πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγὼν
συρίσδων δυνάμαν, παρὰ Πλουτέϊ καὐτὸς ἄειδον.
Tap any Greek word to look it up
An open-access project
Edmonds 1916
Loeb
Edmonds (eclectic), 1916 · 1916
The Editor

John Maxwell Edmonds (1875–1958) was a Fellow of Jesus College, Cambridge, who produced the Loeb Classical Library editions of the Greek lyric poets, iambic and elegiac poets, and other fragmentary Greek poetry. A prolific but sometimes controversial editor, Edmonds was known for his willingness to supplement and restore fragmentary texts — an approach that drew criticism from more cautious scholars but made otherwise inaccessible fragments available to a wider audience.

About This Edition

Edmonds's Loeb editions present fragmentary Greek poetry with facing English translations. Following Loeb convention, the text is based on existing critical editions supplemented by Edmonds's own supplements and restorations. For fragmentary poetry, more reliable editions are now provided by later collections (e.g. D. L. Page, M. L. West, and the multi-volume Supplementum Epigraphicum Graecum), but Edmonds's Loebs remain useful for their translations and accessibility.

Translator

J. M. Edmonds (Loeb Classical Library)

Text Basis

Edmonds's own eclectic text for the Loeb Classical Library.

Tap any Greek word to look it up