§frag_1
καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ, ἔπειτα τῷ νόμῳ καὶ τῷ ὅρκῳ, ὃς κελεύει ὑμᾶς ὁμοίως ἀκούειν τῶν τε κατηγόρων καὶ τῶν ἀπολογουμένων καὶ
§frag_2
τῇ κατηγορίᾳ χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι. καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι, τί τοῦθʼ ἡμῖν λέγεις; μηδὲ προστίθετε τῇ κατηγορίᾳ παρʼ ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ μᾶλλον τῇ ἀπολογίᾳ
§frag_3
οὐδὲ ὁ νόμος συγκατηγορεῖν μὲν τῷ βουλομένῳ κατὰ τῶν κρινομένων ἐξουσίαν δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει. ἵνα δὲ μὴ πρὸ τοῦ πράγματος πολλοὺς λόγους ἀναλώσω, ἐπʼ αὐτὴν τὴν ἀπολογίαν πορεύσομαι, τοῖς μὲν θεοῖς εὐξάμενος βοηθῆσαί μοι καὶ σῶσαι ἐκ τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δέ, ὦ ἄνδρες δικασταί, ἐκεῖνο παραιτησάμενος, πρῶτον
§frag_3a
ἢ νεωρίων προδοσίαν ἢ ἀρχείων ἐμπυρισμὸν ἢ κατάληψιν ἄκρας
§frag_4
ὁ Εὔφημοςπρῶτονἐπειδὴ ἐτελεύτησεν ἐκεῖνοςρος ὁ Φλυεύς,ἐξ αὐτοῦ ὅτι ἡ γυνὴτον καὶ τοατο ἐκεῖνος κυοῦσαν τὴν γυναῖκα ἐξ αὑτοῦ καταλέλοιπεν, οὐ παρὰ τοὺς νόμους γενόμενον. εἰ δʼ ὥςπερ Ἀρίστων ἐν τῇ εἰσαγγελίᾳ γράφει, οὕτως ὑπέλαβον τὰ περὶ τούτων εἶναι, οὐκ ἔδει δήπου αὐτοὺς κωλύειν τοὺς ἐγγυτάτω γένους ἐξάγειν τὸν Εὔφημον, ἀλλʼ ἐᾶν. νῦν δὲ τοῦτο ποιήσαντες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν ἡ αἰτία κατʼ ἐμοῦ. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον ἢ γιγνόμενον ἢ καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς τὸν Εὔφημον ἐκώλυεπαρέχονταμαρτυρίας
§frag_4a
Pollux ii. 152οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι.
§frag_4b
Pollux ix.. 137νωθρεύεσθαι
§1
Ἀρίστωνος δὲ ἀνδράποδα εἶχεν ἐν τοῖς ἔργοις· καὶ ταῦτα αὐτὸς ὑμῖν ἐμαρτύρησεν ἐπὶ τοῦ δικαςτηρίου, ὅτʼ ἦν τούτῳ ὁ ἀγὼν πρὸς Ἀρχεστρατίδην.
§2
τοιοῦτο γὰρ ἐστι τὸ Ἀρίστωνος τουτουὶ πρᾶγμα· οὗτος προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δʼ ὅσοι μὲν ἂν μὴ διδῶσιν αὐτῷ ἀργύριον, κρίνει καὶ κατηγορεῖ, ὁπόσοι δʼ ἂν ἐθέλωσιν ἀποτίνειν, ἀφίησιν, τὸ δʼ ἀργύριον Θεομνήστῳ δίδωσιν· ἐκεῖνος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης.
§3
ἄξιον δʼ ἐστίν, ὦ ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφʼ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο. ἐμοὶ γὰρ οἱ οἰκεῖοι ἀπέστειλαν γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελίαν ἐδίδοσαν, ἐν αἷς ἦν γεγραμμένον ὅτι Λυκοῦργος λέγει, φάσκων τῶν οἰκείων ἀκηκοέναι, ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν.
§4
ἐγὼ δὲ ἃ καὶ πρὸς τοὺς ἐπιτηδείους καὶ πρὸς τοὺς οἰκείους τοὺς ἐμαυτοῦ εὐθὺς ἥκων ἔλεγον, καὶ νῦν πρὸς ὑμᾶς λέγω, ὅτι, εἰ ἔστιν ταῦτα ἀληθῆ, ὁμολογῶ καὶ τἆλλα πάντα πεποιηκέναι τὰ ἐν τῇ εἰσαγγελίᾳ γεγραμμένα. ὅτι δὲ ψευδῆ ἐστιν, ῥᾴδιον οἶμαι εἶναι ἅπασιν ἰδεῖν. τίς γὰρ οὕτως ἐστὶ τῶν ἐν τῇ πόλει ἀλόγιστος,
§5
ὅςτις ἂν πιστεύσαι τούτοις τοῖς λόγοις; ἀνάγκη γάρ, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθεῖν τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον· καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν.
§6
εἶτʼ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔτʼ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, οὔτʼ ἐδεδίειν μὴ παραχρῆμα ἀπόλωμαι πνιγόμενος; τίς γὰρ ἂν ἠνέσχετο τοιαῦτα περὶ τῆς αὑτοῦ ἀδελφῆς ἀκούων οἷά με οὗτοι αἰτιῶνται εἰρηκέναι καὶ οὐκ ἂν ἀπέκτεινε τὸν λέγοντα;
§7
τὸ δὲ κεφάλαιον ἁπάντων, ὡς καὶ μικρῷ πρότερον εἶπον, εἰς τοῦτο ἀναισθησίας ὁ Χάριππος, ὡς ἔοικεν, ἦλθεν, ὥστε πρότερον μέν, ὥς φασιν, τῆς γυναικὸς προλεγούσης ὅτι συνομωμοκυῖα εἴη πρὸς ἐμέ, πάλιν δὲ ἀκούων ἐμοῦ παρακελευμένου αὐτῇ ὅπως ἐμμείνειεν τοῖς ὅρκοις οἷς ὤμοσεν, ἐλάμβανε τὴν γυναῖκα; καὶ ταῦτα δοκεῖ ἂν ὑμῖν ἢ Ὀρέστης ἐκεῖνος ὁ μαινόμενος ποιῆσαι ἢ Μαργίτης ὁ πάντων ἀβελτερώτατος;
§8
ἀλλʼ οἶμαι, ὦ ἄνδρες δικασταί, πολλὰ πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων· οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥᾳδίως ὅ τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὐτοῖς εἰπεῖν ἐπιλανθάνονται.
§9
ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον λόγον λάβωσιν, οὐ μόνον ἃ ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας· ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον, ἢ περὶ τῶν ἔξωθεν διαβολῶν ἀπολογουμένοις τῆς περὶ τοῦ πράγματος ἀπολογίας ἀπολελεῖφθαι, ἢ μὴ μεμνημένοις τῶν προκατηγορηθέντων, οἴησιν καταλείπειν παρὰ τοῖς δικασταῖς ὅτι ἀληθῆ ἐστιν τὰ εἰρημένα.
§10
πρὸς δὲ τούτοις τούς τε μέλλοντας βοηθεῖν τοῖς φεύγουσι προδιαβάλλουσι καὶ αὐτοῦ τοῦ κρινομένου τὴν ἀπολογίαν διαστρέφουσιν· οἷον καὶ Ἀρίστων οὑτοσὶ ἐνεχείρησε ποιῆσαι ἐν τῇ κατηγορίᾳ, ὃς οὐδʼ ἀπολαύειν δίδωσι τῶν ἀναβαινόντων ὑπὲρ ἐμοῦ καὶ συναπολογησομένων. διὰ τί δʼ οὗτοι μὴ ἀπολογῶνται; πότερʼ οὐ δίκαιόν ἐστι τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἢ ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν;
§11
σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις· καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν καὶ κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, προειδότα δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν;
§12
καὶ ἐμὲ μὲν αἰτιᾷ ἐν τῇ εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίνοντα τοὺς νόμους, αὐτὸς δʼ ὑπερπηδήςας ἅπαντας τοὺς νόμους εἰσαγγελίαν δέδωκας ὑπὲρ ὧν γραφαὶ πρὸς τοὺς θεςμοθέτας ἐκ τῶν νόμων εἰσίν, ἵνα πρῶτον μὲν ἀκίνδυνος εἰςίῃς εἰς τὸν ἀγῶνα, ἔπειτα ἐξῇ σοι τραγῳδίας γράψαι εἰς τὴν εἰσαγγελίαν οἵαςπερ νῦν γέγραφας, ὅς μʼ αἰτιᾷ ὅτι πολλὰς μὲν γυναῖκας ποιῶ ἀγάμους ἔνδον καταγηράσκειν, πολλὰς δὲ ςυνοικεῖν οἷς οὐ προσήκει παρὰ τοὺς νόμους.
§13
οὐκοῦν ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέκδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ διʼ ἐπιείκειαν;
§14
τούτῳ μὲν οὖν ἔξεστιν, ὦ ἄνδρες δικασταί, καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δʼ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλʼ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας. λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλʼ ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη ἐστίν.
§15
ὅσα μὲν γὰρ τῶν ἀδικημάτων ἐν ἁπάσῃ τῇ ἡλικίᾳ τῇ τοῦ ἀνθρώπου ἐνδέχεται ἀδικῆσαι, ταῦτα μὲν δεῖ σκοπεῖν ἀπʼ αὐτοῦ τοῦ ἐγκλήματος οὗ ἂν ἔχῃ τις· μοιχεύειν δʼ οὐκ ἐνδέχεται ἀπὸ πεντήκοντα ἐτῶν ἄνθρωπον ἀλλʼ ἢ πάλαι τοιοῦτός ἐστιν, ὃ δειξάτωσαν οὗτοι, ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι.
§16
ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, μεθʼ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτʼ ἔλαβον, οὔτʼ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδʼ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ. ἐστεφάνωμαι δʼ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν συναρχόντων.
§17
ὑμεῖς γάρ με, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον· καὶ ἦρξα μὲν αὐτόθι δύʼ ἔτη τῶν πώποθʼ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους.
§18
καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δήμου τοῦ ἐν Ἡφαιςτίᾳ καὶ ἑτέροις ὑπὸ τοῦ ἐν Μυρίνῃ· ἃ χρὴ τεκμήρια ὑμῖν εἶναι εἰς τοῦτον τὸν ἀγῶνα, ὡς ψευδεῖς κατʼ ἐμοῦ αἱ αἰτίαι εἰσίν. οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδʼ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν.
§19
ὅσα μὲν οὖν ἐγὼ εἶχον, ὦ ἄνδρες δικασταί, ὑπὲρ ἐμαυτοῦ εἰπεῖν, σχεδὸν ἀκηκόατε. ἐπειδὴ δὲ ὁ κατήγορος οὐκ ἀπείρως ἔχων τοῦ λέγειν, εἰωθὼς δὲ πολλάκις ἀγωνίζεσθαι, ἐκάλει συνηγόρους τοὺς συναπολοῦντάς τινα τῶν πολιτῶν ἀδίκως, δέομαι ὑμῶν καὶ ἐγὼ καὶ ἀντιβολῶ κελεῦσαι κἀμὲ καλέσαι τοὺς συνεροῦντας ἐμοὶ ὑπὲρ τηλικούτου ἀγῶνος, καὶ ἀκοῦσαι εὐνοικῶς, εἴ τίς μοι ἔχει τῶν οἰκείων ἢ τῶν φίλων βοηθῆσαι,
§20
πολίτῃ μὲν ὄντι ὑμετέρῳ, ἰδιώτῃ δὲ καὶ οὐκ εἰωθότι λέγειν, ἀγωνιζομένῳ δὲ καὶ κινδυνεύοντι οὐ μόνον περὶ θανάτου, ἐλάχιστον γὰρ τοῦτό ἐστιν τοῖς ὀρθῶς λογιζομένοις, ἀλλʼ ὑπὲρ τοῦ ἐξορισθῆναι καὶ ἀποθανόντα μηδὲ ἐν τῇ πατρίδι ταφῆναι. ἐὰν οὖν κελεύητε, ὦ ἄνδρες δικασταί, καλῶ τινα βοηθήσοντα. ἀνάβηθί μοι, Θεόφιλε, καὶ σύνειπε ὅ τι ἔχεις· κελεύουσιν οἱ δικασταί.
Tap any Greek word to look it up