§frag_1
ἀλλʼ ἐγώ, ὦ ἄνδρες δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω τουτὶ τὸ πρᾶγμα, εἰ δὴ νὴ Δία κατὰ Δημοσθένους μόνου τῶν ἐν τῇ πόλει μήτε οἱ νόμοι ἰσχύουσιν, οἱ κελεύοντες κύρια εἶναι ὅσα ἄν τις αὐτὸς καθʼ αὑτοῦ διάθηται, μήτε τὰ ψηφίσματα τοῦ δήμου, καθʼ ἃ ὑμεῖς μὲν ὀμωμόκατε τὴν ψῆφον οἴσειν, ἔγραψεν δὲ αὐτὰ οὐδεὶς τῶν ἐχθρῶν τῶν Δημοσθένους, ἀλλʼ αὐτὸς οὗτος, ἐψηφίσατο δὲ ὁ δῆμος τούτου κελεύοντος καὶ μόνον οὐχ ἑκουσίως αὑτὸν ἀπολλύοντος καίτοι τὸ δίκαιον, ὦ ἄνδρες δικασταί, ἁπλοῦν ὑπολαμβάνω ἡμῖν εἶναι πρὸς Δημοσθένη. ὥσπερ γὰρ ἐπὶ τῶν ἰδίων ἐγκλημάτων πολλὰ διὰ προκλήσεων κρίνεται, οὕτως καὶ τουτὶ τὸ πρᾶγμα κέκριται. σκέψασθε γάρ, ὦ ἄνδρες δικασταί, οὑτωσί. ᾐτιάσατό σε, ὦ Δημόσθενες, ὁ δῆμος εἰληφέναι εἴκοσι τάλαντα ἐπὶ τῇ πολιτείᾳ καὶ τοῖς νόμοις. ταῦτα ςὺ ἔξαρνος ἐγένου μὴ λαβεῖν, καὶ πρόκλησιν γράψας ἐν ψηφίσματι προσήνεγκας τῷ δήμῳ, ἐπιτρέπων ὑπὲρ ὧν τὴν αἰτίαν ἔσχες τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου
§frag_2
καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλαβες τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ ποῦ. τελευτῶν δʼ ἴσως ἐρωτήσεις καὶ ὅτι ἐχρήσω λαβὼν τῷ χρυσίῳ, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν. ἐγὼ δὲ τοὐναντίον ἡδέως ἂν παρὰ σοῦ πυθοίμην, τίνος ἂν ἕνεκα ἡ ἐξ Ἀρείου πάγου βουλὴ ἔφηις ἀδίκωςτατοχρυφησι τουωτατις.ε δικαστἂν ἐνοιεσθαι ἐμδικαίως τωι
§frag_3
τὰς ἀποφάσεις. οὐκ ἔστι ταῦτα, ἀλλὰ πάντων φανήσονται μάλιστα δημοτικώτατα τῷ πράγματι κεχρημένοι· τοὺς μὲν γὰρ ἀδικοῦντας ἀπέφηναν, καὶ ταῦτʼ οὐχ ἑκόντες, ἀλλʼ ὑπὸ τοῦ δήμου πολλάκις ἀναγκαζόμενοι· τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας οὐκ ἐφʼ αὑτοῖς ἐποίησαν, ἀλλʼ ὑμῖν ἀπέδοσαν τοῖς κυρίοις. δημοσθένης δʼ οὐ μόνον ἐπὶ τοῦ αὑτοῦ ἀγῶνος οἴεται δεῖν ὑμᾶς παρακρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως· ὑπὲρ οὗ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῷ λόγῳ ὑπὸ τούτου ἐξαπατηθῆναι. τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσας ὁμοίως ἡ βουλὴ πεποίηται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ οὐδεμιᾷ προσγέγραφεν διὰ τί ἕκαστον ἀποφαίνει, ἀλλὰ ἐπὶ κεφαλαίου γράψασα ὁπόσον ἕκαστος εἴληφεν χρυσίον, τοῦτʼ οὖν ὀφειλέτω. ἢ ἰσχύσει Δημοσθένης παρʼ ὑμῖν τῆς κατʼ αὐτοῦ ἀποφάσεως μεῖζον; οὐκ ἐσἀπογιἀπόφαἔλαβενσι καὶ οἱ ἄλλοι πάντες· οὐ γὰρ δήπου Δημοσθένει μόνῳ τοῦτο ἰσχυρὸν ἔσται, τοῖς δʼ ἄλλοις οὔ. καὶ γὰρ οὐχ ὑπὲρ εἴκοσι ταλάντων δικάζετε, ἀλλὰ ὑπὲρ τετρακοσίων, οὐδʼ ὑπὲρ ἑνὸς ἀδικήματος, ἀλλʼ ὑπὲρ ἁπάντων. ἡ γὰρ σὴ ἀπόνοια, ὦ Δημόσθενες, ὑπὲρ ἁπάντων τῶν ἀδικούντων νῦν προκινδυνεύει καὶ προαναισχυντεῖ. ἐγὼ δʼ ὅτι μὲν ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶναι σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι, ᾗ σαυτὸν ἐπέτρεψας· τίνων δὲ ἕνεκα ἔλαβες, καὶ ἐπὶ τίσιν αἰτίαις πᾶσαν τὴν πόλιν καενοςχρυσίτος τοὺςὥςπερ εἰφανερὸν ποιήσω. ἐπειδὴ γὰρ ἦλθεν, ὦ ἄνδρες δικασταί, Ἅρπαλος εἰς τὴν Ἀττικήν, καὶ οἱ παρὰ Φιλοξένου ἐξαιτοῦντες αὐτὸν ἅμα προσήχθηςαν πρὸς τὸν δῆμον, τότε παρελθὼν Δημοσθένης διεξῆλθεν μακρὸν λόγον, φάσκων οὔτε τοῖς παρὰ Φιλοξένου ἐλθοῦσι καλῶς ἔχειν τὸν Ἅρπαλον ἐκδοῦναι τὴν πόλιν, οὔτε δεῖν αἰτίαν οὐδεμίαν τῷ δήμῳ διʼ ἐκεῖνον παρʼ Ἀλεξάνδρου καταλείπεσθαι, ἀσφαλέστατον δʼ εἶναι τῇ πόλει τά τε χρήματα καὶ τὸν ἄνδρα φυλάττειν, καὶ ἀναφέρειν τὰ χρήματα ἅπαντα εἰς τὴν ἀκρόπολιν, ἃ ἦλθεν ἔχων Ἅρπαλος εἰς τὴν Ἀττικήν, ἐν τῇ αὔριον ἡμέρᾳ· Ἅρπαλον δʼ ἤδη ἀποδεῖξαι τὰ χρήματα, ὁπόσα ἐστίν· οὐχ ὅπως πύθοιτο τὸν ἀριθμὸν αὐτῶν, ὡς ἔοικεν, ὁπόσα ἦν, ἀλλʼ ἵνα εἰδῇ ἀφʼ ὅσων αὐτὸν δεῖ τὸν μισθὸν πράττεσθαι. καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ εἴωθε καθῆςθαι, ἐκέλευε Μνηςίθεον τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἴη τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. ὁ δʼ ἀπεκρίνατο ὅτι ἑπτακόσια τάλαντα τὰ χρήματα εἶναι τηλικαῦτα αὐτὸς ἐν τῷ δήμῳ πρὸς ὑμᾶς εἰπών, ἀναφερομένων τριακοσίων ταλάντων καὶ πεντήκοντα ἀνθʼ ἑπτακοσίων, λαβὼν τὰ εἴκοσι τάλαντα οὐδένα λόγον ἐποιήσατο ἐν τῷ δήμῳ ἑπτακόσια φήσας εἶναι τάλαντα, νῦν τὰ ἡμίση ἀναφέρεις, καὶω ὅτι τοῦ ἀνενεχθῆναιεἰς ἀκρόπολιν ταῦτα τὰ πράγματα ονλιἔκρινον τὸνοὔτʼ ἂν ἐπρίατο Ἅρπαλος τὰς φεοὔτʼ ἂν ἡ πόλις ἐν αἰτίαις καὶ διαβολαῖς ἦν. ἀλλὰ πάντων τούτων, ὦ Δημόσθενεςἐστίνμως ἐγστους αἰσχυννειχρυσίονγὰρ ὅτινοιωτουπενςτατῆρας ἔλαβε· σὺ δʼ ὁ τῷ ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτʼ ἐκλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότι τὸν καιρὸν τοῦτον τεταμίευσαι; καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν ὁ Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν; καὶ τῷ τοῦτο πιστόν; τοσοῦτον δʼ, ὦ ἄνδρες δικασταί, τοῦ πράγματος καταπεφρόνηκεν Δημοσθένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς ἔοικεν, ὁμολογεῖν μὲν εἰληφέναι τὰ χρήματα, ἀλλὰ κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος δεδανεισμένος εἰς τὸ θεωρικόν· καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνεγκεῖν ἃ οὐ βούλεται, καὶ εἰπεῖν ὅτι τῷ δήμῳ προδεδάνεισται τὰ χρήματα εἰς τὴν διοίκησιν. ἐπειδὴ δʼ ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἴη αὐτῷ ἰδίᾳ δεδωροδοκηκέναι, ἀλλὰ καὶ τὸν δῆμον οἴοιτο δεῖν ἀναπιμπλάναι λέγων καὶ αἰτιώμενος, ὅτι Ἀλεξάνδρῳ χαριζομένη ἡ βουλὴ ἀνελεῖν αὐτὸν βούλεται· ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιοῦτον ἀναιρεῖ, ὃν ἔστιν πρίασθαι, ἀλλʼ ὅντινα μήτε πεῖσαι ἔστιν μήτε χρήμασιν διαφθεῖραι, τοῦτον δὴ ςκοποῦσιν ὅπως ἐκ παντὸς τρόπου ἐκποδὼν ποιήσουσιν. κίνδυνος δʼ ὡς ἔοικεν ἐστίν, μὴ σύ, ὦ Δημόσθενες, ἀπαραίτητος καὶ ἄπειστος εἶ πρὸς δωροδοκίαν; μὴ νομίζετε δὲ διὰ τῆς τούτων δωροδοκίας τὰ τυχόντα τῶν πραγμάτων ἁλίςκεσθαι. οὐ γὰρ ἄδηλόν ἐστιν ὅτι πάντες οἱ ἐπιβουλεύοντες τοῖς Ἑλληνικοῖς πράγμασιν τὰς μὲν μικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζονται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμενοι, οὐδʼ ὅτι Φίλιππος τηλικοῦτος ἐγένετο ἐξ ἀρχῆς χρήματα διαπέμψας εἰς Πελοπόννησον καὶ Θετταλίαν καὶ τὴν ἄλλην Ἐλλάδα, καὶ τοὺς ἐν δυνάμει ὄντας ἐν ταῖς πόλεσιν καὶ προεστῶτας
§frag_4
τερατεύῃ, καὶ οὐχ ἅπασιν οἴει φανερὸν εἶναι ὅτι φάσκων ὑπὲρ τοῦ δήμου λέγειν ὑπὲρ Ἀλεξάνδρου φανερῶς ἐδημηγόρεις; ἐγὼ γὰρ οἶμαι καὶ ἔμπροσθεν γνῶναι ἅπαντας ὅτι τοῦτʼ ἐποίησας καὶ περὶ Θηβαίων καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ ὅτι χρήματα εἰς ταῦτα δοθέντα ἐκ τῆς Ἀσίας αὐτὸς σαυτῷ ἰδίᾳ περιποιησάμενος κατανήλωσας τὰ πολλά, καὶ νῦν δὲ ναυτικοῖς ἐργάζῃ χρήμασιν καὶ ἐκδόσεις δίδως, καὶ πριάμενος οἰκίανμουπαν τωρωι, οὐκ οἰκεῖς ἐν Πειραιεῖ, ἀλλʼ ἐξορμεῖς ἐκ τῆς πόλεως. δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν σωτῆρα τῆς ἑαυτοῦ πατρίδος εἶναι, μὴ δραπέτην. ἐπειδὴ δὲ νῦν Ἅρπαλος οὕτως ἐξαίφνης πρὸς τὴν Ἑλλάδα προσέπεσεν ὥστε μηδένα προαισθέσθαι, τὰ δʼ ἐν Πελοποννήσῳ καὶ τῇ ἄλλῃ Ἑλλάδι οὕτως ἔχοντα κατέλαβεν ὑπὸ τῆς ἀφίξεως τῆς Νικάνορος καὶ τῶν ἐπιταγμάτων ὧν ἧκεν φέρων παρʼ Ἀλεξάνδρου περί τε τῶν φυγάδων καὶ περὶ τοῦ τοὺς κοινοὺς συλλόγους Ἀχαιῶν τε καὶ Ἀρκάδων καὶ Βοιωτῶν ταῦτα σὺ παρεσκεύακας τῷ ψηφίσματι, συλλαβὼν τὸν Ἅρπαλον, καὶ τοὺς μὲν Ἕλληνας ἅπαντας πρεςβεύεσθαι πεποίηκας ὡς Ἀλέξανδρον, οὐκ ἔχοντας ἄλλην οὐδεμίαν ἀποςτροφήν, τοὺς δὲ ςατράπας, οἳ αὐτοὶ ἂν ἧκον ἑκόντες πρὸς ταύτην τὴν δύναμιν, ἔχοντες τὰ χρήματα καὶ τοὺς στρατιώτας ὅσους ἕκαστος αὐτῶν εἶχεν, τούτους σύμπαντας οὐ μόνον κεκώλυκας ἀποστῆναι ἐκείνου τῇ συλλήψει τῇ Ἁρπάλου, ἀλλὰ καὶἕκαστον αὐτῶν.
§frag_5
ὑπὸ δημοσθένους ἀποσταλείς, παρὰ δʼ Ὀλυμπιάδι Καλλίας ὁ Χαλκιδεύς, ὁ Ταυροσθένους ἀδελφός· τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα. καὶ οὐδὲν θαυμαστόν· οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φίλους τοὺς ἀπʼ Εὐρίπου κέκτηται. εἶτα σὺ περὶ φιλίας πρὸς ἐμὲ τολμήσεις αὐτίκα μάλα λέγειν ταύτην τὴν φιλίαν διέλυσας αὐτός, ὅτε χρυσίον κατὰ τῆς πατρίδος ἔλαβες καὶ μετεβάλου. καὶ καταγέλαστον μὲν σαυτὸν ἐποίησας, κατῄσχυνας δὲ τοὺς ἐκ τῶν ἔμπροσθεν χρόνων τῶν αὐτῶν τί σοι προελομένους· καὶ ἐξὸν ἡμῖν λαμπροτάτοις εἶναι παρὰ τῷ δήμῳ καὶ τὸν ὑπόλοιπον βίον ὑπὸ δόξης χρηστῆς παραπεμφθῆναι, ἅπαντα ταῦτα ἀνέτρεψας, καὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτος ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας. καίτοι ἔδει τοὐναντίον ὑφʼ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ εἴ τι προπετέστερον ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι. νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν. διόπερ, ὦ ἄνδρες δικασταί, δικαίως ἂν ὀργίζοισθε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς καὶ πλούτου πολλοῦ διʼ ὑμᾶς μετεσχηκὼς μηδʼ ἐπὶ γήρως ὀδῷ κήδεται τῆς πατρίδος. ἀλλʼ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶηςυ τοὺς περιεστηκότας τῶν Ἑλλήνων, ὅτε τινῶν κατεχειροτονεῖτε, εἰ τοιούτους καὶ δημαγωγοὺς καὶ στρατηγοὺς καὶ φύλακας τῶν πραγμάτων
§frag_6
οὐ γάρ ἐστιν ὁμοίως δεινόν, εἴ τις ἔλαβεν, ἀλλʼ εἰ ὅθεν μὴ δεῖ, οὐδέ γʼ ὁμοίως ἀδικοῦσιν οἱ ἰδιῶται οἱ λαβόντες τὸ χρυσίον καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοί. διὰ τί; ὅτι τοῖς μὲν ἰδιώταις Ἅρπαλος ἔδωκεν φυλάττειν τὸ χρυσίον, οἱ δὲ στρατηγοὶ καὶ οἱ ῥήτορες πράξεων ἕνεκα εἰλήφασιν. οἱ δὲ νόμοι τοῖς μὲν ἀδικοῦσιν ἁπλᾶ, τοῖς δὲ δωροδοκοῦσιν δεκαπλᾶ τὰ ὀφλήματα προστάττουσιν ἀποδιδόναι· ὥσπερ οὖν τὸ τίμημα τιμῆσαι ἔστιν ἐκ τῶν νόμων τούτοιςς, οὕτω καὶαι παρʼ ὑμῶνσι κατʼ αὐτῶναι. ὅπερ γὰρ καὶ ἐν τῷ δήμῳ εἶπον, πολλὰ ὑμεῖς, ὦ ἄνδρες δικασταί, δίδοτε ἑκόντες τοῖς στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας· ἓν μόνον παραφυλάττοντες, ὅπως διʼ ὑμᾶς καὶ μὴ καθʼ ὑμῶν ἔσται τὸ λαμβανόμενον. καὶ Δημοσθένη καὶ Δημάδην ἀπʼ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἢ ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρʼ Ἀλεξάνδρον. οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτʼ ἐκεῖνα, ἀλλʼ ἤδη ἐπʼ αὐτῷ τῷ σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολάζειν ἐστίν; ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν τις ἀρχήν τινα ἄρχων διʼ ἄγνοιαν ἢ διʼ ἀπειρίαν ἁμάρτῃ τι, οὗτος ὑπὸ τούτων καταρρητορευθεὶς ἐν τῷ δικαστηρίῳ ἢ ἀποθανεῖται ἢ ἐκ τῆς πατρίδος ἐκπεσεῖται· αὐτοὶ δὲ τηλικαῦτα ἀδικήσαντες τὴν πόλιν οὐδεμιᾶς τιμωρίας τεύξονται; καὶ Κόνων μὲν ὁ Παιανιεύς, ὅτι ὑπὲρ τοῦ ὑοῦ ἔλαβεν τὸ θεωρικὸν ἀποδημοῦντος, πέντε δραχμῶν ἕνεκεν ἱκετεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῷ δικαστηρίῳ, τούτων κατηγορούντων· καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη
§frag_7
οὐ μέντοι ἡμᾶς ὁ δῆμος ἐν τῷ μετὰ ταῦτα χρόνῳ οὐκ εἴα προςιέναι αὑτῷ οὐδὲ διαλέγεσθαι, ἀλλὰ καὶ συμβούλοις ἐχρῆτο καὶ ςυνηγόροις τοῦ δὲ ἐπιόντοςἐπὶ τὴν διοίκησιν τῶν αὑτοῦ ἅπασαν ταμίαν ἐχειροτόνηςεν, ὑπολαμβάνων χάριν αὐτῷ παρʼ ἡμῶν ὀφείλεσθαι, ὅπερ δίκαιον ἦν. καὶ πρὸς τούτοις ἀγώνων ἡμῖν ὕστερον πολλῶν γεγενημένων ἐξ ἐκείνων τῶν πραγμάτων καὶ αὐτοῦ τοῦ πολέμου, οὐδεπώποτε ἡμῶν οὗτοι κατεψηφίσαντο, ἀλλʼ ἐκ πάντων ἔσωσαν, ὅπερ μέγιστον καὶ ἀξιοπιστότατον τῆς τοῦ δήμου εὐνοίας σημεῖον. καὶ γράψαι, ὦ Δημόσθενες ὑπὸ τοῦ ψηφίσματος ἡλωκέναι σε αὐτόματον, οὐκ ἐποίησανγενομεν ὁ δῆμος ἐποίησεν, ὥστʼ αὐτὸς ὑπὸ τῆς τύχης ἀφαιρεθεὶς τὸν στέφανον, ἡμῶν ὃν ἔδωκεν οὐκ ἀφείλετο. οὕτως οὖν ἡμῖν τοῦ δήμου προσενηνεγμένου, οὐ πάντα τὰ δίκαιʼ ἂν αὐτῷ ἡμεῖς ὑπηρετοῖμεν καὶ εἰ δέοι ἀποθνῄσκοιμεν ὑπὲρ αὐτοῦ; ἐγὼ μὲν οἶμαι· ἀλλὰ ςὺ κατὰ τοῦ δήμου ςθαι εὐεργετήματα· οὐ γὰρ τὴν ἑτέρων πατρίδα εὖ ποιεῖν αὐτοὺς ἀλλὰ τὴν ἑαυτῶν, οὐδὲ αν καὶ λόγου δύναμιν ἀποδεικνύμενος διατετέλεκας· καὶ ὅτε μὲν ἡγοῦ τὴν βουλὴν ἀποφανεῖν τοὺς ἔχοντας τὸ χρυσίον, πολεμικὸς ὢν καὶ ταράττων τὴν πόλιν, ἵνα τὴν ζήτησιν ἐκκρούοις· ἐπειδὴ δὲ ἀναβάλοιτο τὸ ἀποφῆναι ἡ βουλή, οὔπω φάσκουσα εὑρηκέναι, τότʼ ἐν τῷ δήμῳ συγχωρῶν Ἀλεξάνδρῳ καὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος εἶναι εἰ βούλοιτο, καὶ ἀφικομένου οστουςἐβούλετο στῆσαι εἰκόνα Ἀλεξάνδρου βασιλέως τοῦ ἀνικήτου θεοῦκαιἀγγελίανὈλυμπίας.ἀπήγγειλε τῷ δήμῳ
§frag_8
τῶν ἐγκλημάτων, καὶ κήρυγμα περὶ τούτων ἐποιήσατο· οἱ δʼ ἀντὶ τοῦ ἀποδόντες ἃ ἔλαβον ἀπηλλάχθαι τιμωρίας καθʼ αὑτῶν καὶ ζητήσεις ἔγραφον. τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δʼ αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν; ἐᾶν ἀτιμωρήτους; ἀλλʼ αἰσχρόν, ὦ ἄνδρες δικασταί, ἰδίων ἕνεκα ἐγκλημάτων πόλεως σωτηρίαν κινδυνεύειν· οὐ γὰρ ἔστιν ὑμᾶς τούτων ἀποψηφίσασθαι, μὴ ἐθέλοντας ἀναδέξασθαι καὶ τὰ ἀδικήματα μὴ τοίνυν, ὦ ἄνδρες δικαςταί, προτιμᾶτε τὴν τούτων πλεονεξίαν τῆς ὑμετέρας αὐτῶν σωτηρίας· μηδὲ λημμάτων αἰσχρῶν ἕνεκα τὸν πόλεμον, ἀλλὰ πραγμάτων ἀξιωτέρων καὶ μεταλλαγῆς ἀμείνονος ποιήσησθε
§frag_9
εσαλεὑπὲρ αὐτῶν εοις τὴν εἰρήνην ἐποιησάμεθαβουλευωων χρηεν χε αὐτῷ παρʼ ἑκάστου ἡμῶν γίγνεσθαι, καὶ τὸ μὲν κατηγορεῖν ἐν τῷ δικαστηρίῳ καὶ ἐξελέγχειν τοὺς εἰληφότας τὰ χρήματα καὶ δεδωροδοκηκότας κατὰ τῆς πατρίδος ἡμῖν προςέταξεν τοῖς ᾑρημένοις κατηγόροις· τὸ δʼ ἀποφῆναι τοὺς εἰληφότας ἀπέδωκεν τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, ἣ τούτους εἰς τὸν δῆμον ἀπέδειξεν· τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας ὑμῖν ἐξ Ἀρείου πάγου. ἐὰν δὲ ἡ ψῆφος μὴ ἀκόλουθος γένηται τοῖς νόμοις καὶ τοῖς δικαίοις, τοῦτο δή, ὦ ἄνδρες δικασταί, παρʼ ὑμῖν ἔσται καταλελειμμένον. διόπερ δεῖ πάντας ὑμᾶς τὴν σωτηρίαν τῆς πόλεως καὶ τὴν ἄλλην [τὴν] εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν ἐν τῇ χώρᾳ καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑνὶ ἑκάστῳ, καὶ εἰς τοὺς τάφους τοὺς τῶν προγόνων, τιμωρήσασθαι τοὺς ἀδικοῦντας ὑπὲρ ἁπάσης τῆς πόλεως, καὶ μήτε λόγου παράκλησιν τοὺς εἰληφότας δῶρα κατὰ τῆς πατρίδος καὶ τῶν νόμων· μηδὲ τοῖς δακρύοις τοῖς Ἁγνωνίδου προσέχετε τὸν νοῦν, ἐκεῖνο λογιζόμενοι, ὅτι ἀτυχήσαντι μὲν οὗτος δʼ ἂν κλαίων οὐ δίκαια ποιήςειεν, ὥσπερ καὶ οἱ λῃσταὶ οἱ ἐπὶ τοῦ τροχοῦ κλαίοντες, ἐξὸν αὐτοῖς μὴ ἐμβαίνειν εἰς τὸ πλοῖον. οὕτω καὶ Δημοσθένης τί προςῆκον κλαιήσει, ἐξὸν αὐτῷ μὴ λαμβάνειν
§citations.1
[a]Priscianus xviii. 235 ἀλλὰ τοὺς νεωτέρους ἐπὶ βοήθειαν καλεῖς, οὓς ὕβριζες καὶ ἐλοιδοροῦ ἀκρατοκώθωνας ἀποκαλῶν;
§citations.2
[b]Athenaeus x. 424d εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σε.
§citations.3
[c]Harpocration, s.v. παραγραφή οὐδὲ μέχρι παραγραφῆς.
§citations.4
[—]Photius, p. 116, 22 (Reitz) ἄνανδρος.
Tap any Greek word to look it up