§1
αὐτήν. εἰπόντος δέ μου πρὸς αὐτὴν τά τε πραχθέντα, καὶ ὅτι μοι Ἀθηνογένης χαλεπὸς εἴη καὶ οὐδὲν ἐθέλοι τῶν μετρίων συγχωρεῖν, τοῦτον μὲν ἔφη ἀεὶ τοιοῦτον εἶναι, ἐμὲ δʼ ἐκέλευε θαρρεῖν· αὐτὴ γάρ μοι πάντα συναγωνιεῖσθαι.
§2
καὶ ταῦτʼ ἔλεγεν σπουδάζουσά τε τῷ ἤθει ὡς ἔνι μάλιστα καὶ ὀμνύουσα τοὺς μεγίστους ὅρκους, ἦ μὴν μετʼ εὐνοίας τῆς ἐμῆς λέγειν καὶ ἐπὶ πάσης ἀληθείας· ὥστʼ ἐμέ, ὦ ἄνδρες δικασταί, ῥηθήσεται γὰρ πρὸς ὑμᾶς τἀληθές, ταῦτα πεπεῖσθαι. οὕτως, ὡς ἔοικεν, ἐξίστησιν ἀνθρώπου φύσιν ἔρως, προσλαβὼν γυναικὸς συνεργίαν. ἐκείνη γοῦν φενακίζουσα ἅπαντα ταῦτα προσπεριέκοψεν αὑτῇ ὡς δὴ εἰς παιδίσκην τριακοσίας δραχμὰς εὐνοίας ἕνεκα.
§3
ἴσως μὲν οὖν, ὦ ἄνδρες δικαςταί, οὐδὲν ὑπερθαύμαστόν με ὑπὸ Ἀντιγόνας τὸν τρόπον τουτονὶ παιδαγωγηθῆναι, γυναικὸς ἣ δεινοτάτη μὲν τῶν ἑταιρῶν, ὥς φασιν, ἐφʼ ἡλικίας ἐγένετο, διατετέλεκε δὲ πορνοβοσκοῦσα ενοἶκον τοῦ Χολλίδου οὐδενὸς ἐλάττω ὄντα ἀνῄρηκεν. καίτοι ὅπου καθʼ ἑαυτὴν οὖσα τοιαῦτα διεπράττετο, τί οἴεςθʼ αὐτὴν νῦν ἐννοεῖν, προςλαβοῦσαν συναγωνιστὴν Ἀθηνογένην, ἄνθρωπον λογογράφον τε καὶ ἀγοραῖον, τὸ δὲ μέγιστον, Αἰγύπτιον;
§4
τέλος δʼ οὖν, ἵνα μὴ μακρολογῶ, μεταπεμψαμένη γάρ με πάλιν ὕστερον εἶπεν ὅτι πολλοὺς λόγους ἀναλώσασα πρὸς τὸν Ἀθηνογένην μόλις εἴη συμπεπεικυῖα αὐτὸν ἀπολῦσαί μοι τόν τε Μίδαν καὶ τοὺς υἱεῖς ἀμφοτέρους τετταράκοντα μνῶν, καὶ ἐκέλευέ με τὴν ταχίστην πορίζειν τὸ ἀργύριον, πρὶν μεταδόξαι τι Ἀθηνογένει.
§5
συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη ςυνήγαγεν ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ· καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ, ἔφη, τὸ ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς τοῦ Μίδου καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ αὐτοὶ μὴ ἐγχειρῶσι πονηρεύεσθαι μηδὲν διὰ τὸν φόβον.
§6
τὸ δὲ μέγιστον, νῦν μὲν ἂν δόξειαν διʼ ἐμὲ γεγονέναι ἐλεύθεροι· ἐὰν δὲ πριάμενος σὺ ὠνῇ καὶ πράσει εἶθʼ ὕστερον, ὅτε ἄν σοι δοκῇ, ἀφῇς αὐτοὺς ἐλευθέρους, διπλασίαν ἕξουσίν σοι τὴν χάριν. ὅσον μέντοι ὀφείλουσιν ἀργύριον, μύρου τέ τινος τιμὴν Παγκάλῳ καὶ Προκλεῖ καὶ εἴ τι ἄλλο κατέθετό τις ἐπὶ τὸ μυροπώλιον τῶν προσφοιτώντων, οἷα γίγνεται, ταῦτα, ἔφη, σὺ ἀναδέξῃ· ἔστιν δὲ μικρὰ κομιδῇ καὶ πολλῷ πλείω φορτία ἐστὶν τούτων ἐν τῷ ἐργαστηρίῳ, μύρον καὶ ἀλάβαστροι καὶ σμύρνα, καὶ ἄλλʼ ἄττα ὀνόματα λέγων, ὅθεν πάντα ταῦτα διαλυθήσεται ῥᾳδίως.
§7
ἦν δέ, ὦ ἄνδρες δικασταί, ὡς ἔοικεν, ἐνταῦθα ἡ ἐπιβουλὴ καὶ τὸ πλάσμα τὸ μέγα. εἰ μὲν γὰρ ἐπʼ ἐλευθερίᾳ καταβάλλοιμι αὐτῶν τὸ ἀργύριον, τοῦτο μόνον ἀπώλλυον ὃ δοίην αὐτῷ, ἀλλʼ οὐδὲν δεινὸν ἔπασχον· εἰ δὲ πριαίμην ὠνῇ καὶ πράσει, ὁμολογήσας αὐτῷ τὰ χρέα ἀναδέξεσθαι, ὡς οὐθενὸς ἄξια ὄντα, διὰ τὸ μὴ προειδέναι, καὶ τοὺς πληρωτὰς τῶν ἐράνων ἐν ὁμολογίᾳ λαβών· ὅπερ ἐποίησεν.
§8
ὡς γὰρ εἰπόντος αὐτοῦ ταῦτα ἐγὼ προσωμολόγησα, εὐθὺς ἐκ τῶν γονάτων λαβὼν τῶν αὑτοῦ γραμματεῖόν τι τὸ ἐγγεγραμμένον ἀνεγίγνωσκεν. ἦσαν δὲ αὗται συνθῆκαι πρὸς ἐμέ· ὧν ἐγὼ ἀναγιγνωσκομένων μὲν ἤκουον, ἔσπευδον μέντοι ἐφʼ ὃ ἧκον τοῦτο διοικήσασθαι, καὶ σημαίνεται τὰς συνθήκας εὐθὺς ἐν τῇ αὐτῇ οἰκίᾳ ἵνα μηδεὶς τῶν εὖ φρονούντων ἀκούσαι τὰ ἐγγεγραμμένα, προσεγγράψας μετʼ ἐμοῦ Νίκωνα τὸν Κηφισιέα.
§9
ἐλθόντες δʼ ἐπὶ τὸ μυροπώλιον τὸ μὲν γραμματεῖον τιθέμεθα παρὰ Λυσικλεῖ Λευκονοιεῖ, τὰς δὲ τετταράκοντα μνᾶς ἐγὼ καταβαλὼν τὴν ὠνὴν ἐποιησάμην. τούτου δὲ γενομένου προσῄεσάν μοι οἱ χρῆσται οἷς ὠφείλετο παρὰ τῷ Μίδᾳ καὶ οἱ πληρωταὶ τῶν ἐράνων καὶ διελέγοντό μοι· καὶ ἐν τρισὶν μησὶν ἅπαντα τὰ χρέα φανερὰ ἐγεγόνει, ὥστʼ εἶναί μοι σὺν τοῖς ἐράνοις, ὅπερ καὶ ἀρτίως εἶπον, περὶ πέντε τάλαντα.
§10
ὡς δʼ ᾐσθόμην οὗ ἦν κακοῦ, τότʼ ἤδη τοὺς φίλους καὶ τοὺς οἰκείους συνήγαγον καὶ τὰ ἀντίγραφα τῶν συνθηκῶν ἀνεγιγνώσκομεν· ἐν αἷς ἐγέγραπτο μὲν τὸ τοῦ Παγκάλου καὶ τοῦ Πολυκλέους ὄνομα διαρρήδην, καὶ ὅτι μύρων τιμαὶ ὠφείλοντο, ἃ ἦν βραχέα τε καὶ ἐξῆν αὐτοῖς εἰπεῖν ὅτι τὸ μύρον ἄξιον εἴη τοῦ ἀργυρίου τὸ ἐν τῷ ἐργαστηρίῳ, τὰ δὲ πολλὰ τῶν χρεῶν καὶ τὰ μέγιστα οὐκ ἐνεγέγραπτο ἐπʼ ὀνομάτων, ἀλλʼ ἐν προσθήκης μέρει ὡς οὐδὲν ὄντα, καὶ εἴ τῳ ἄλλῳ ὀφείλει τι Μίδας.
§11
καὶ τῶν ἐράνων εἷς μὲν οὖν, [Δικαιοκράτης];, ἐνεγέγραπτο, οὗ ἦσαν λοιπαὶ τρεῖς φοραί· οὗτος μὲν ἐπὶ τοῦ Δικαιοκράτους ὀνόματος ἦν γεγραμμένος, οἱ δʼ ἄλλοι, ἐφʼ οἷς εἰλήφει πάντα ὁ Μίδας, νεοσύλλογοι δʼ ἦσαν, τούτους δʼ οὐκ ἐνέγραψεν ἐν ταῖς συνθήκαις, ἀλλʼ ἀπεκρύψατο.
§12
βουλευομένοις δʼ ἡμῖν ἔδοξεν πορεύεσθαι πρὸς τοῦτον καὶ διαλέγεσθαι. καὶ καταλαβόντες αὐτὸν πρὸς τοῖς μυροπωλίοις ἠρωτῶμεν εἰ οὐκ αἰσχύνοιτο ψευδόμενος καὶ ἐνεδρεύσας ἡμᾶς ταῖς συνθήκαις, οὐ προειπὼν τὰ χρέα. ὁ δʼ ἀπεκρίνατο ἡμῖν ὡς οὔτε τὰ χρέα γιγνώσκοι ἃ λέγομεν, οὔτε προσέχοι ἡμῖν τὸν νοῦν, γραμματεῖόν τʼ εἴη αὐτῷ κείμενον πρὸς ἐμὲ περὶ τούτων. πολλῶν δʼ ἀνθρώπων ςυλλεγομένων καὶ ἐπακουόντων τοῦ πράγματος, διὰ τὸ ἐν τῇ ἀγορᾷ τοὺς λόγους γίγνεσθαι, καὶ κατατεμνόντων αὐτόν, κελευόντων τε ἀπάγειν ὡς ἀνδραποδιστήν, τοῦτο μὲν οὐκ ᾠόμεθα δεῖν ποιεῖν, προσεκαλεσάμεθα δὲ αὐτὸν εἰς ὑμᾶς κατὰ τὸν νόμον. πρῶτον μὲν οὖν ὑμῖν τὰς ςυνθήκας ἀναγνώσεται· ἐξ αὐτῶν γὰρ τῶν γεγραμμένων μαθήσεσθε τὴν ἐπιβουλὴν αὐτοῦ τούτου. λέγε τὰς συνθήκας.
§13.1
Συνθήκη
§13.2
τὰ μὲν τοίνυν πεπραγμένα, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον ἀκηκόατε. ἐρεῖ δὲ πρὸς ὑμᾶς αὐτίκα μάλα Ἀθηνογένης ὡς ὁ νόμος λέγει, ὅσα ἂν ἕτερος ἑτέρῳ ὁμολογήσῃ κύρια εἶναι. τά γε δίκαια, ὦ βέλτιστε· τὰ δὲ μὴ τοὐναντίον ἀπαγορεύει μὴ κύρια εἶναι. ἐξ αὐτῶν δέ σοι τῶν νόμων ἐγὼ φανερώτερον ποιήσω. καὶ γὰρ οὕτω με διατέθεικας καὶ περίφοβον πεποίηκας μὴ ἀπόλωμαι ὑπὸ σοῦ καὶ τῆς δεινότητος τῆς σῆς, ὥστε τούς τε νόμους ἐξετάζειν καὶ μελετᾶν νύκτα καὶ ἡμέραν, πάρεργα τἄλλα πάντα ποιησάμενον.
§14
ὁ μὲν τοίνυν εἷς νόμος κελεύει ἀψευδεῖν ἐν τῇ ἀγορᾷ, πάντων, οἶμαι, παράγγελμα κάλλιστον παραγγέλλων· σὺ δὲ ψευσάμενος ἐν μέσῃ τῇ ἀγορᾷ συνθήκας κατʼ ἐμοῦ ἔθου. ἐπεὶ ἐὰν δείξῃς προειπὼν ἐμοὶ τοὺς ἐράνους καὶ τὰ χρέα, ἢ γράψας ἐν ταῖς συνθήκαις ὅσους ἐπυθόμην, οὐδὲν ἀντιλέγω σοι ἀλλʼ ὁμολογῶ ὀφείλειν.
§15
μετὰ δὲ ταῦτα ἕτερος νόμος ἐστὶ περὶ ὧν ὁμολογοῦντες ἀλλήλοις συμβάλλουσιν, ὅταν τις πωλῇ ἀνδράποδον προλέγειν ἐάν τι ἔχῃ ἀρρώστημα, εἰ δὲ μή, ἀναγωγὴ τούτου ἐστίν. καίτοι ὅπου τὰ παρὰ τῆς τύχης νοσήματα ἂν μὴ δηλώσῃ τις πωλῶν οἰκέτην ἀνάγειν ἔξεστι, πῶς τά γε παρὰ σοῦ ἀδικήματα συσκευασθέντα οὐκ ἀναδεκτέον σοί ἐστιν; ἀλλὰ μὴν τὸ μὲν ἐπίληπτον ἀνδράποδον οὐ προσαπολλύει τοῦ πριαμένου τὴν οὐσίαν, ὁ δὲ Μίδας, ὃν σύ μοι ἀπέδου, καὶ τὴν τῶν φίλων τῶν ἐμῶν ἀπολώλεκε.
§16
σκέψαι δέ, ὦ Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱ ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴν οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ, ἀλλʼ ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους, καὶ οὐκ ἐάν τις ψευςάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν.
§17
ἔτι δὲ καὶ ὁ περὶ τῶν διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν· κελεύει γὰρ ἐξεῖναι τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν τις βούληται πλὴν ἢ γήρως ἕνεκεν ἢ νόσου ἢ μανιῶν ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ δεσμοῦ ἢ ὑπὸ ἀνάγκης καταληφθέντα. ὅπου δὲ οὐδὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ μὴ δίκαιαι διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κατὰ τῶν ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ κύρια εἶναι;
§18
καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ ἄκυροι ἔσονται, εἰ δʼ ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με δεῖ, ὃς ἔχω μεγίςτην βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰςχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑταίρα σου ἐςημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις προςλαμβάνειν τι ἀξιοῦτε. καὶ οὐχ ἱκανόν σοι ἦν τὰς τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου με ὥσπερ ὑποκατειλημμένον
§19
ς οὐκ ᾔδειΜίδαν αδσθέντα αλ ςεἰς τὰ ἐν ἀγορᾷ, ἀτρέμα δʼ ἔχων ἐν τρισὶ μησὶν ἅπαντα τὰ χρέα καὶ τοὺς ἐράνους ἐπυθόμην, οὗτος δέ, ὁ ἐκ τριγονίας ὢν μυροπώλης, καθήμενος δʼ ἐν τῇ ἀγορᾷ ὅσαι ἡμέραι, τρία δὲ μυροπώλια κεκτημένος, λόγους δὲ κατὰ μῆνα λαμβάνων, οὐκ ᾔδει τὰ χρέα. ἀλλʼ ἐν μὲν τοῖς ἄλλοις οὐκ ἰδιώτης ἐστίν, πρὸς δὲ τὸν οἰκέτην οὕτως εὐήθης ἐγένετο, καί τινα μὲν τῶν χρεῶν, ὡς ἔοικεν, ᾔδει, τὰ δέ φησιν οὐκ εἰδέναι, ὅσα μὴ βούλεται.
§20
ὁ δὲ τοιοῦτος αὐτοῦ λόγος, ὦ ἄνδρες δικαςταί, οὐκ ἀπολόγημά ἐστιν, ἀλλʼ ὁμολόγημα ὡς οὐ δεῖ με τὰ χρέα διαλύειν. ὅταν γὰρ φῇ μὴ εἰδέναι ἅπαντα τὰ ὀφειλόμενα, οὐκ ἔστιν αὐτῷ δήπου τόδʼ εἰπεῖν ὡς προεῖπέ μοι περὶ τῶν χρεῶν· ὅσα δʼ οὐκ ἤκουσα παρὰ τοῦ πωλοῦντος ταῦτα οὐ δίκαιός εἰμι διαλύειν. ὅτι μὲν οὖν ᾔδεις, ὦ Ἀθηνόγενες, ὀφείλοντα Μίδαν τὰ χρήματα ταῦτα οἶμαι πᾶσιν εἶναι δῆλον ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ αἰτεῖν σε τὸν Νίκωνα ὑπὲρ ἐμοῦ ἐγγυητήν, εἰτὰ χρέα ὄντα ἱκανὸννο. οὐ μὲν δὴ ἐγὼτῷ λόγωι σοῦ τούτῳ
§21
ος καὶ οὐκ εἰλνος καὶ τωτουτονὶ τὸν τρόπον. εἰ σὺ μὲν διὰ τὸ μὴ εἰδέναι μὴ προεῖπάς μοι πάντα τὰ χρέα, ἐγὼ δὲ ὅσα σου ἤκουσα ταῦτα μόνον οἰόμενος εἶναι τὰς συνθήκας ἐθέμην, πότερος δίκαιός ἐστιν ἐκτεῖσαι, ὁ ὕστερος πριάμενος ἢ ὁ πάλαι κεκτημένος ὅτʼ ἐδανείζετο; ἐγὼ μὲν γὰρ οἴομαι σέ. εἰ δʼ ἄρʼ ἀντιλέγομεν περὶ τούτου, διαιτητὴς ἡμῖν γενέσθω ὁ νόμος, ὃν οὐχ οἱ ἐρῶντες οὐδʼ οἱ ἐπιβουλεύοντες τοῖς ἀλλοτρίοις ἔθεσαν, ἀλλʼ ὁ δημοτικώτατος Σόλων·
§22
ὃς εἰδὼς ὅτι πολλαὶ ὠναὶ γίγνονται ἐν τῇ πόλει ἔθηκε νόμον δίκαιον, ὡς παρὰ πάντων ὁμολογεῖται, τὰς ζημίας ἃς ἂν ἐργάσωνται οἱ οἰκέται καὶ τὰ ἀδικήματα διαλύειν τὸν δεσπότην παρʼ ᾧ ἂν ἐργάςωνται οἱ οἰκέται. εἰκότως· καὶ γὰρ ἐάν τι ἀγαθὸν πράξῃ ἢ ἐργασίαν εὕρῃ ὁ οἰκέτης τοῦ κεκτημένου αὐτὸν γίγνεται. σὺ δὲ τὸν νόμον ἀφεὶς περὶ συνθηκῶν παραβαινομένων διαλέγῃ. καὶ ὁ μὲν Σόλων οὐδʼ ὃ δικαίως ἔγραφεν ψήφισμά τις τοῦ νόμου οἴεται δεῖν κυριώτερον εἶναι, σὺ δὲ καὶ τὰς ἀδίκους συνθήκας ἀξιοῖς κρατεῖν πάντων τῶν νόμων.
§23
καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, τῷ τε πατρὶ τῷ ἐμῷ καὶ τοῖς ἄλλοις ἐπιτηδείοις ἔλεγεν ὡςεθελδωρεὰν κετὸν δὲ Μίδαν κελεύςας ἐᾶν αὐτῷ καὶ μὴ ὠνεῖσθαι· ἐμὲ δʼ οὐκ ἐθέλειν ἀλλὰ βούλεσθαι πάντας πρίασθαι. καὶ ταῦτα καὶ πρὸς ὑμᾶς αὐτόν, φασίν, μέλλειν λέγειν, ἵνα δὴ δοκοίη μέτριος εἶναι, ὥςπερ πρὸς ἠλιθίους τινὰς διαλεξόμενος καὶ οὐκ αἰσθησομένους τὴν τούτου ἀναίδειαν.
§24
τὸ δὲ γενόμενον δεῖ ὑμᾶς ἀκοῦσαι· φανήσεται γὰρ ἀκόλουθον ὂν τῇ ἄλλῃ αὐτῶν ἐπιβουλῇ. τὸν μὲν γὰρ παῖδα, ὅνπερ ἀρτίως εἶπον, ἔπεμπέ μοι λέγοντα ὅτι οὐκ ἂν συνείη μοι, εἰ μὴ λύσομαι αὐτοῦ τὸν πατέρα καὶ τὸν ἀδελφόν. ἤδη δʼ ἐμοῦ ὡμολογηκότος αὐτῶν καταθήσειν, τριῶν ὄντων, τὸ ἀργύριον, προςελθὼν ὁ Ἀθηνογένης πρός τινας τῶν φίλων τῶν ἐμῶν
§25
τί βούλεται, ἔφη, ἐπικρατὴς πράγματα ἔχειν ᾧ ἔξεστι λαβόντι τὸν παῖδα χρῆσθαιτὴν μὲν συκοφαντίανἐποιεῖτο τῷ δὲ λἀδικημάτων καἐπίστευσα ὡς ετὸν μὲν παῖδα διν οὐκ ἤθελον οὖν τετταράκοντα μνᾶςπέντε τάλαντα
§26
οὔτε μυροπώλης εἰμὶ οὔτʼ ἄλλην τέχνην ἐργάζομαι, ἀλλʼ ἅπερ ὁ πατήρ μοι ἔδωκεν χωρίαταῦτα γεωργῶ, πρὸς δὲ τούτων εἰς τὴν ὠνὴν ἐνεσείσθην. πότερα γὰρ εἰκός ἐςτιν, ὦ Ἀθηνόγενες, ἐμὲ τῆς σῆς τέχνης ἐπιθυμῆσαι, ἧς οὐκ ἤμην ἔμπειρος, ἤ σε καὶ τὴν ἑταίραν τοῖς ἐμοῖς ἐπιβουλεῦσαι; ἐγὼ μὲν γὰρ οἴομαι ὑμᾶς. διόπερ, ἄνδρες δικασταί, ἐμοὶ μὲν ἂν εἰκότως συγγνώμην ἔχοιτʼ ἀπατηθῆναι καὶ ἀτυχῆσαι τοιούτῳ ἀνθρώπῳ περιπεσόντα Ἀθηνογένει δὲ ..
§27
ενεπάντα ἐμοὶ εἶναι, τὰ δὲ τῆς ἀπάτης κέρδη αὐτῷ · καὶ τὸν μὲν Μίδαν τὸν τολξαι, ὃν ἄκων φησὶν ἀπολῦσαι, τοῦτονλαβεῖν, τοῦ δὲ παιδὸς ὃν τότε προῖκά μοί φησιν διδόναι, νῦν αὐτὸν λαβεῖν ἀργύριον πολὺ πλεῖον τῆς ἀξίας, οὐχ ὥστε ἐμὸν εἶναι, ἀλλʼ ὥστε ὑφʼ ὑμῶν τῇ ψήφῳ ἐλεύθερον ἀφίεσθαι.
§28
αὐτὸς μέντοι οὐκ ἀξιῶ πρὸς τοῖς ἄλλοις καὶ ἀτιμωθῆναι ὑπʼ Ἀθηνογένους. καὶ γὰρ ἂν δεινὸν συμβαίνοι μοι, ὦ ἄνδρες δικαςταί, εἰ μοςειςον ἥμαρτονδικμία δὲ κουιοἠδίκηκενθεἀδικήσανττιμήματι δπται πολιτνος ἐνίοτε ώτατοι τῶν μετοίκων ἀφυλάκτως ἔρχεσθαι.
§29
ἐν δὲ τῷ πολέμῳ τῷ πρὸς Φίλιππον μικρὸν πρὸ τῆς μάχης ἀπέλιπε τὴν πόλιν, καὶ μεθʼ ὑμῶν μὲν οὐ συνεστρατεύςατο εἰς Χαιρώνειαν, ἐξῴκησε δὲ εἰς Τροιζῆνα, παρὰ τὸν νόμον ὃς κελεύει ἔνδειξιν εἶναι καὶ ἀπαγωγὴν τοῦ ἐξοικήσαντος ἐν τῷ πολέμῳ, ἐὰν πάλιν ἔλθῃ. καὶ ταῦτʼ ἐποίει τὴν μὲν ἐκείνων πόλιν, ὡς ἔοικε, περιέσεσθαι ὑπολαμβάνων, τῆς δὲ ἡμετέρας θάνατον καταγνούς. καὶ τὰς θυγατέρας ἐν τῇ παρʼ ὑμῖν εὐδαιμονίᾳ ἐκθρέψαςἐξέδωκενως πάλιν ηἐργασόμενος ἐπεὶ εἰρήνη γέγονεν.
§30
ταῦτα γὰρ ὑμῖνασιν οἱ χρηςοὗτοι ποιτῇ εἰρήνῃ χρπωἐν τοῖς κινδύνοιςπμὲν ἐν Πλαταιαῖςδήσαντες οἈθηνογένης πχειννωτουθ
§31
τὰς κοινὰς τῆς πόλεως συνθήκας παραβὰς ταῖς ἰδίαις πρὸς ἐμὲ ἰσχυρίζεται, ὥσπερ ἄν τινα πεισθέντα ὡς ὁ τῶν πρὸς ὑμᾶς δικαίων καταφρονήσας οὗτος ἂν τῶν πρὸς ἐμὲ ἐφρόντιζεν· ὃς οὕτω πονηρός ἐστι καὶ πανταχοῦ ὅμοιος ὥστε καὶ εἰς Τροιζῆνα ἐλθὼν καὶ ποιησαμένων αὐτὸν Τροιζηνίων πολίτην, ὑποπεσὼν Μνησίαν τὸν Ἀργεῖον καὶ ὑπʼ ἐκείνου καταςταθεὶς ἄρχων, ἐξέβαλεν τοὺς πολίτας ἐκ τῆς πόλεως, ὡς ὑμῖν αὐτοὶ μαρτυρήσουσιν· ἐνθάδε γὰρ φεύγουσιν.
§32
καὶ ὑμεῖς μέν, ὦ ἄνδρες δικασταί, ἐκπεσόντας αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε καὶ τῶν ὑμετέρων ἀγαθῶν πάντων μετέδοτε, ἀπομνημονεύσαντες τὴν εὐεργεσίαν τὴν πρὸς τὸν βάρβαρον διʼ ἐτῶν πλειόνων ἢ πεντήκοντα καὶ ἑκατόν, καὶ οἰόμενοι δεῖν τοὺς ἐν τοῖς κινδύνοις ὑμῖν χρησίμους γενομένους τούτους ἀτυχοῦντας περιςωθῆναι ὑφʼ ὑμῶν. οὗτος δὲ ὁ μιαρός, ὁ ἀφεὶς ὑμᾶς κἀκεῖ ἐγγραφείς, οὔτε τῆς πολιτείας οὔτε τοῦ ἤθους τῆς πόλεως οὐδὲν ἐπετήδευεν ἄξιον ἀλλʼ οὕτως ὠμῶς τοῖς ὑποδεξαμένοις αὐτὸν ἐχρήσατο ὥστε μετατο ἐν τῇ ἐκκλησίᾳκατὰ τοῦτο ραν δεδιὼςιν κατέφυγεν.
§33
καὶ ταῦτα ὅτι ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν πρῶτον μὲν τὸν νόμον ὃς οὐκ ἐᾷ τοὺς μετοίκους ἐξοικεῖν ἐν τῷ πολέμῳ, ἔπειτα τὴν Τροιζηνίων μαρτυρίαν, πρὸς δὲ τούτοις τὸ τῶν Τροιζηνίων ψήφισμα ὃ ἐψηφίσαντο τῇ πόλει τῇ ὑμετέρᾳ, διʼ ὃ ὑμεῖς αὐτοὺς ὑπεδέξασθε καὶ πολίτας ἐποιήσασθε. ἀνάγνωθι.νόμοςΜαρτυρίαψήφισμα
§34
λαβὲ δή μοι καὶ τὴν τοῦ κηδεστοῦ αὐτοῦ μαρτυρίανμεν ουσιαι λατπακαταλειφθέντααδἑξῆς πάλιν ωαπτὴν Ἀντιγόνανεμαρτυρ
§35
πραχθέντα καὶ ὃν τρόπον ἐπιβεβούλευκέν μοι Ἀθηνογένης, καὶ ὡς ὑμῖν προσενήνεκται. τὸν δὴ καὶ ἰδίᾳ πονηρὸν καὶ τῆς πόλεως τὴν σωτηρίαν ἀπελπίσαντα καὶ ὑμᾶς ἐγκαταλιπόντα, καὶ παρʼ οὓς ἐξῴκησεν ἀναστάτους ποιήσαντα, τοῦτον ὑμεῖς συνειληφότες οὐ κολάσετε;
§36
καὶ ἐγώ, ὦ ἄνδρες δικασταί, δέομαι ὑμῶν καὶ ἀντιβολῶ ἐλεῆσαί με, ἐκεῖνο σκεψαμένους, ὅτι προσήκει ἐν ταύτῃ τῇ δίκῃιν ἐλεεῖν οὐ τὸν φἐὰν ἁλῷ οὐδὲν πάσχεινδε τοττι παλδʼ ἂν ἀποφύγῃ μεἀπολοῦμαι. οὐ γὰρ ἂν δυναίμηνψ ν οὐδὲ πολλοστὸν μέροςαναιαχὦ ἄνδρες δικασταί,ς ἐξαὐτῶν τ
§frag_36
in extrema duodecima columna αντησολεκεν ἄλλοιςταῦτα πέπονθεν των ἀναλωμάτων λωμάτωναλυσιτὀφείλουςιὅ ποτε ἀπέλυσενὦ ἄνδρες δικαςταί, οὐδεὶς ὑμῶντουκατα
Tap any Greek word to look it up