Homeric Hymns Hymn 7 to Dionysus
EN Lat Orig
Hymn 7 to Dionysus
ἀμφὶ Διώνυσον, Σεμέλης ἐρικυδέος υἱόν,
μνήσομαι, ὡς ἐφάνη παρὰ θῖνἁλὸς ἀτρυγέτοιο
ἀκτῇ ἔπι προβλῆτι νεηνίῃ ἀνδρὶ ἐοικώς,
πρωθήβῃ· καλαὶ δὲ περισσείοντο ἔθειραι,
5 κυάνεαι, φᾶρος δὲ περὶ στιβαροῖς ἔχεν ὤμοις
πορφύρεον· τάχα δἄνδρες ἐυσσέλμου ἀπὸ νηὸς
ληισταὶ προγένοντο θοῶς ἐπὶ οἴνοπα πόντον,
Τυρσηνοί· τοὺς δἦγε κακὸς μόρος· οἳ δὲ ἰδόντες
νεῦσαν ἐς ἀλλήλους, τάχα δἔκθορον. αἶψα δἑλόντες
10 εἷσαν ἐπὶ σφετέρης νηὸς κεχαρημένοι ἦτορ.
υἱὸν γάρ μιν ἔφαντο διοτρεφέων βασιλήων
εἶναι καὶ δεσμοῖς ἔθελον δεῖν ἀργαλέοισι.
τὸν δοὐκ ἴσχανε δεσμά, λύγοι δἀπὸ τηλόσε πῖπτον
χειρῶν ἠδὲ ποδῶν· δὲ μειδιάων ἐκάθητο
15 ὄμμασι κυανέοισι· κυβερνήτης δὲ νοήσας
αὐτίκα οἷς ἑτάροισιν ἐκέκλετο φώνησέν τε·
δαιμόνιοι, τίνα τόνδε θεὸν δεσμεύεθἑλόντες,
καρτερόν; οὐδὲ φέρειν δύναταί μιν νηῦς εὐεργής.
γὰρ Ζεὺς ὅδε γἐστὶν ἀργυρότοξος Ἀπόλλων
20 ἠὲ Ποσειδάων· ἐπεὶ οὐ θνητοῖσι βροτοῖσιν
εἴκελος, ἀλλὰ θεοῖς, οἳ Ὀλύμπια δώματἔχουσιν.
ἀλλἄγετ’, αὐτὸν ἀφῶμεν ἐπἠπείροιο μελαίνης
αὐτίκα· μηδἐπὶ χεῖρας ἰάλλετε, μή τι χολωθεὶς
ὄρσῃ ἔπἀργαλέους τἀνέμους καὶ λαίλαπα πολλήν.
25 Ὣς φάτο· τὸν δἀρχὸς στυγερῷ ἠνίπαπε μύθῳ·
δαιμόνι’, οὖρον ὅρα, ἅμα δἱστίον ἕλκεο νηὸς
σύμπανθὅπλα λαβών· ὅδε δαὖτἄνδρεσσι μελήσει.
ἔλπομαι, Αἴγυπτον ἀφίξεται γε Κύπρον
ἐς Ὑπερβορέους ἑκαστέρω· ἐς δὲ τελευτὴν
30 ἔκ ποτἐρεῖ αὐτοῦ τε φίλους καὶ κτήματα πάντα
οὕς τε κασιγνήτους, ἐπεὶ ἡμῖν ἔμβαλε δαίμων.
ὣς εἰπὼν ἱστόν τε καὶ ἱστίον ἕλκετο νηός.
ἔμπνευσεν δἄνεμος μέσον ἱστίον· ἀμφὶ δἄρὅπλα
καττάνυσαν· τάχα δέ σφιν ἐφαίνετο θαυματὰ ἔργα.
35 οἶνος μὲν πρώτιστα θοὴν ἀνὰ νῆα μέλαιναν
ἡδύποτος κελάρυζεὐώδης, ὤρνυτο δὀδμὴ
ἀμβροσίη· ναύτας δὲ τάφος λάβε πάντας ἰδόντας.
αὐτίκα δἀκρότατον παρὰ ἱστίον ἐξετανύσθη
ἄμπελος ἔνθα καὶ ἔνθα, κατεκρημνῶντο δὲ πολλοὶ
40 βότρυες· ἀμφἱστὸν δὲ μέλας εἱλίσσετο κισσός,
ἄνθεσι τηλεθάων, χαρίεις δἐπὶ καρπὸς ὀρώρει·
πάντες δὲ σκαλμοὶ στεφάνους ἔχον· οἳ δὲ ἰδόντες,
νῆἤδη τότἔπειτα κυβερνήτην ἐκέλευον
γῇ πελάαν· δἄρα σφι λέων γένετἔνδοθι νηὸς
45 δεινὸς ἐπἀκροτάτης, μέγα δἔβραχεν, ἐν δἄρα μέσσῃ
ἄρκτον ἐποίησεν λασιαύχενα, σήματα φαίνων·
ἂν δἔστη μεμαυῖα· λέων δἐπὶ σέλματος ἄκρου
δεινὸν ὑπόδρα ἰδών· οἳ δἐς πρύμνην ἐφόβηθεν,
ἀμφὶ κυβερνήτην δὲ σαόφρονα θυμὸν ἔχοντα
50 ἔσταν ἄρἐκπληγέντες· δἐξαπίνης ἐπορούσας
ἀρχὸν ἕλ’, οἳ δὲ θύραζε κακὸν μόρον ἐξαλύοντες
πάντες ὁμῶς πήδησαν, ἐπεὶ ἴδον, εἰς ἅλα δῖαν,
δελφῖνες δἐγένοντο· κυβερνήτην δἐλεήσας
ἔσχεθε καί μιν ἔθηκε πανόλβιον εἶπέ τε μῦθον·
55 θάρσει, †δῖε κάτωρ†, τῷ ἐμῷ κεχαρισμένε θυμῷ·
εἰμὶ δἐγὼ Διόνυσος ἐρίβρομος, ὃν τέκε μήτηρ
Καδμηὶς Σεμέλη Διὸς ἐν φιλότητι μιγεῖσα.
χαῖρε, τέκος Σεμέλης εὐώπιδος· οὐδέ πη ἔστι
σεῖό γε ληθόμενον γλυκερὴν κοσμῆσαι ἀοιδήν.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up