Homeric Hymns Hymn 6 to Aphrodite
EN Lat Orig
Hymn 6 to Aphrodite
αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτην
ᾄσομαι, πάσης Κύπρου κρήδεμνα λέλογχεν
εἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντος
ἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
5 ἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραι
δέξαντἀσπασίως, περὶ δἄμβροτα εἵματα ἕσσαν·
κρατὶ δἐπἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκαν
καλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσιν
ἄνθεμὀρειχάλκου χρυσοῖό τε τιμήεντος·
10 δειρῇ δἀμφἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισιν
ὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶ
Ὧραι κοσμείσθην χρυσάμπυκες, ὁππότἴοιεν
ἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.
αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,
15 ἦγον ἐς ἀθανάτους· οἳ δἠσπάζοντο ἰδόντες
χερσί τἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστος
εἶναι κουριδίην ἄλοχον καὶ οἴκαδἄγεσθαι,
εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.
χαῖρἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δἐν ἀγῶνι
20 νίκην τῷδε φέρεσθαι, ἐμὴν δἔντυνον ἀοιδήν.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομἀοιδῆς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up