Homeric Hymns Hymn 33 To the Dioscuri
EN Lat Orig
Hymn 33 To the Dioscuri
ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,
Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,
Κάστορά θἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,
τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο
5 μιχθεῖσἐν φιλότητι κελαινεφέι Κρονίωνι
σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων
ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι
χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δἀπὸ νηῶν
εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο
10 ἄρνεσσιν λευκοῖσιν, ἐπἀκρωτήρια βάντες
πρύμνης· τὴν δἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης
θῆκαν ὑποβρυχίην· οἳ δἐξαπίνης ἐφάνησαν
ξουθῇσι πτερύγεσσι διαἰθέρος ἀίξαντες,
αὐτίκα δἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,
15 κύματα δἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,
σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντες
γήθησαν, παύσαντο δὀιζυροῖο πόνοιο.
χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομἀοιδῆς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up