Homeric Hymns Hymn 29 to Hestia
EN Lat Orig
Hymn 29 to Hestia
ἑστίη, πάντων ἐν δώμασιν ὑψηλοῖσιν
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τἀνθρώπων
ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,
καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦ
5 εἰλαπίναι θνητοῖσιν, ἵνοὐ πρώτῃ πυμάτῃ τε
Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·
καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,
ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων,
ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν
10 ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε.
εἰδότες· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων
εἰδότες ἔργματα καλὰ νόῳ θἕσπεσθε καὶ ἥβῃ.
χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομἀοιδῆς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up