Homeric Hymns Hymn 28 to Athena
EN Lat Orig
Hymn 28 to Athena
ΠαλλάδἈθηναίην, κυδρὴν θεόν, ἄρχομἀείδειν
γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,
παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,
Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς
5 σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχεἔχουσαν,
χρύσεα, παμφανόωντα· σέβας δἔχε πάντας ὁρῶντας
ἀθανάτους· δὲ πρόσθεν Διὸς αἰγιόχοιο
ἐσσυμένως ὤρουσεν ἀπἀθανάτοιο καρήνου,
σείσασὀξὺν ἄκοντα· μέγας δἐλελίζετὌλυμπος
10 δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα
σμερδαλέον ἰάχησεν· ἐκινήθη δἄρα πόντος,
κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δἅλμη
ἐξαπίνης· στῆσεν δὙπερίονος ἀγλαὸς υἱὸς
ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
15 εἵλετἀπἀθανάτων ὤμων θεοείκελα τεύχη
Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομἀοιδῆς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up