Homeric Hymns Hymn 27 to Artemis
EN Lat Orig
Hymn 27 to Artemis
Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,
παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,
αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,
κατὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας
5 ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει
πέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηνα
ὑψηλῶν ὀρέων, ἰάχει δἔπι δάσκιος ὕλη
δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα
πόντος τἰχθυόεις· δἄλκιμον ἦτορ ἔχουσα
10 πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.
αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα,
εὐφρήνῃ δὲ νόον, χαλάσασεὐκαμπέα τόξα
ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο,
Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον,
15 Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.
ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς
ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα,
ἐξάρχουσα χορούς· αἳ δἀμβροσίην ὄπἰεῖσαι
ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας
20 ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχἀρίστους.
χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο·
αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομἀοιδῆς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up