Homeric Hymns Hymn 26 To Dionysus
EN Lat Orig
Hymn 26 To Dionysus
κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν,
Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,
ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτος
δεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλον
5 Νύσης ἐν γυάλοις· δʼ ἀέξετο πατρὸς ἕκητι
ἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.
αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,
δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους,
κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντο
10 Νύμφαι, δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην.
καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ Διόνυσε·
δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,
ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up