Homeric Hymns Hymn 2 to Demeter
EN Lat Orig
Hymn 2 to Demeter
§1.1–1.127
Δήμητρʼ ἠύκομον, σεμνὴν θεόν, ἄρχομʼ ἀείδειν,
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον, ἣν Ἀιδωνεὺς
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
νόσφιν Δήμητρος χρυσαόρου, ἀγλαοκάρπου,
5 παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις
ἄνθεά τʼ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδʼ ἴα καλὰ
λειμῶνʼ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
νάρκισσόν θʼ, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
Γαῖα Διὸς βουλῇσι χαριζομένη Πολυδέκτῃ,
10 θαυμαστὸν γανόωντα· σέβας τό γε πᾶσιν ἰδέσθαι
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει·
κὦζʼ ἥδιστʼ ὀδμή, πᾶς τʼ οὐρανὸς εὐρὺς ὕπερθεν
γαῖά τε πᾶσʼ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
15 δʼ ἄρα θαμβήσασʼ ὠρέξατο χερσὶν ἅμʼ ἄμφω
καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
Νύσιον ἂμ πεδίον, τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
ἁρπάξας δʼ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν
20 ἦγʼ ὀλοφυρομένην· ἰάχησε δʼ ἄρʼ ὄρθια φωνῇ,
κεκλομένη πατέρα Κρονίδην ὕπατον καὶ ἄριστον.
οὐδέ τις ἀθανάτων οὐδὲ θνητῶν ἀνθρώπων
ἤκουσεν φωνῆς, οὐδʼ ἀγλαόκαρποι ἐλαῖαι
εἰ μὴ Περσαίου θυγάτηρ ἀταλὰ φρονέουσα
25 ἄιεν ἐξ ἄντρου, Ἑκάτη λιπαροκρήδεμνος,
Ἠέλιός τε ἄναξ, Ὑπερίονος ἀγλαὸς υἱός,
κούρης κεκλομένης πατέρα Κρονίδην· δὲ νόσφιν
ἧστο θεῶν ἀπάνευθε πολυλλίστῳ ἐνὶ νηῷ,
δέγμενος ἱερὰ καλὰ παρὰ θνητῶν ἀνθρώπων.
30 τὴν δʼ ἀεκαζομένην ἦγεν Διὸς ἐννεσίῃσι
πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων,
ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός.
ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα
λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα
35 αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν
ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων,
τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ·
ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ.
40 ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις
ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι,
κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων,
σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι
45 ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν.
ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα,
οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
50 πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς.
ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς,
ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα
καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε·
πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε,
55 τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν;
φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν,
ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.
ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ
60 Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ
ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα.
Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν,
στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων·
ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ
65 ἔπει ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα·
κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν,
τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο
ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν.
ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον
70 αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι,
νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας,
ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ
οἴχεται ἠὲ θεῶν καὶ θνητῶν ἀνθρώπων.
ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ·
75 Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα,
εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω
ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος
αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς,
ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν
80 αὐτοκασιγνήτῳ· δʼ ὑπὸ ζόφον ἠερόεντα
ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν.
ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ
μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς
γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς,
85 αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν
ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη,
τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς
ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί.
90 Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν·
χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι
νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον
ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα
εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν
95 εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν,
πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα,
ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν.
ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ,
Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται,
100 ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης,
γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο
εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης,
οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων
παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα.
105 τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες
ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν
κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός,
τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι,
Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα
110 Καλλιθόη θʼ, τῶν προγενεστάτη ἦεν ἁπασῶν·
οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι.
ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων·
τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων;
τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι
115 πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα
τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν,
αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.
ὣς ἔφαν· δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων·
τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων,
120 χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς
ὑμῖν εἰρομένῃσιν ἀληθέα μυθήσασθαι.
Δωσὼ ἐμοί γʼ ὄνομʼ ἐστί· τὸ γὰρ θέτο πότνια μήτηρ.
νῦν αὖτε Κρήτηθεν ἐπʼ εὐρέα νῶτα θαλάσσης
ἤλυθον οὐκ ἐθέλουσα, βίῃ δʼ ἀέκουσαν ἀνάγκῃ
125 ἄνδρες ληιστῆρες ἀπήγαγον. οἳ μὲν ἔπειτα
νηὶ θοῇ Θόρικόνδε κατέσχεθον, ἔνθα γυναῖκες
ἠπείρου ἐπέβησαν ἀολλέες ἠδὲ καὶ αὐτοί,
§1.128–1.247
δεῖπνόν τʼ ἐπηρτύνοντο παρὰ πρυμνήσια νηός·
ἀλλʼ ἐμοὶ οὐ δόρποιο μελίφρονος ἤρατο θυμός·
130 λάθρη δʼ ὁρμηθεῖσα διʼ ἠπείροιο μελαίνης
φεῦγον ὑπερφιάλους σημάντορας, ὄφρα κε μή με
ἀπριάτην περάσαντες ἐμῆς ἀποναίατο τιμῆς.
οὕτω δεῦρʼ ἱκόμην ἀλαλημένη, οὐδέ τι οἶδα,
τις δὴ γαῖʼ ἐστι καὶ οἵ τινες ἐγγεγάασιν.
135 ἀλλʼ ὑμῖν μὲν πάντες Ὀλύμπια δώματʼ ἔχοντες
δοῖεν κουριδίους ἄνδρας, καὶ τέκνα τεκέσθαι,
ὡς ἐθέλουσι τοκῆες· ἐμὲ δʼ αὖτʼ οἰκτείρατε, κοῦραι.
τοῦτο δέ μοι σαφέως ὑποθήκατε, ὄφρα πύθωμαι,
προφρονέως, φίλα τέκνα, τέων πρὸς δώμαθʼ ἵκωμαι
ἀνέρος ἠδὲ γυναικός, ἵνα σφίσιν ἐργάζωμαι
140 πρόφρων, οἷα γυναικὸς ἀφήλικος ἔργα τέτυκται·
καὶ κεν παῖδα νεογνὸν ἐν ἀγκοίνῃσιν ἔχουσα
καλὰ τιθηνοίμην καὶ δώματα τηρήσαιμι
καί κε λέχος στορέσαιμι μυχῷ θαλάμων εὐπήκτων
δεσπόσυνον καί κʼ ἔργα διδασκήσαιμι γυναῖκας.
145 φῆ ῥα θεά· τὴν δʼ αὐτίκʼ ἀμείβετο παρθένος ἀδμής,
Καλλιδίκη, Κελεοῖο θυγατρῶν εἶδος ἀρίστη·
μαῖα, θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι· δὴ γὰρ πολὺ φέρτεροί εἰσι.
ταῦτα δέ τοι σαφέως ὑποθήσομαι ἠδʼ ὀνομήνω
150 ἀνέρας οἷσιν ἔπεστι μέγα κράτος ἐνθάδε τιμῆς
δήμου τε προὔχουσιν ἰδὲ κρήδεμνα πόληος
εἰρύαται βουλῇσι καὶ ἰθείῃσι δίκῃσιν·
ἠμὲν Τριπτολέμου πυκιμήδεος ἠδὲ Διόκλου
ἠδὲ Πολυξείνου καὶ ἀμύμονος Εὐμόλποιο
155 καὶ Δολίχου καὶ πατρὸς ἀγήνορος ἡμετέροιο,
τῶν πάντων ἄλοχοι κατὰ δώματα πορσαίνουσι·
τάων οὐκ ἄν τίς σε κατὰ πρώτιστον ὀπωπὴν
εἶδος ἀτιμήσασα δόμων ἀπονοσφίσσειεν,
ἀλλά σε δέξονται· δὴ γὰρ θεοείκελός ἐσσι.
160 εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἵνα πρὸς δώματα πατρὸς
ἔλθωμεν καὶ μητρὶ βαθυζώνῳ Μετανείρῃ
εἴπωμεν τάδε πάντα διαμπερές, αἴ κέ σʼ ἀνώγῃ
ἡμέτερόνδʼ ἰέναι μηδʼ ἄλλων δώματʼ ἐρευνᾶν.
τηλύγετος δέ οἱ υἱὸς ἐνὶ μεγάρῳ εὐπήκτῳ
165 ὀψίγονος τρέφεται, πολυεύχετος ἀσπάσιός τε.
εἰ τόν γʼ ἐκθρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίη.
ὣς ἔφαθʼ· δʼ ἐπένευσε καρήατι· ταὶ δὲ φαεινὰ
170 πλησάμεναι ὕδατος φέρον ἄγγεα κυδιάουσαι.
ῥίμφα δὲ πατρὸς ἵκοντο μέγαν δόμον, ὦκα δὲ μητρὶ
ἔννεπον, ὡς εἶδόν τε καὶ ἔκλυον. δὲ μάλʼ ὦκα
ἐλθούσας ἐκέλευε καλεῖν ἐπʼ ἀπείρονι μισθῷ.
αἳ δʼ ὥστʼ ἔλαφοι πόρτιες εἴαρος ὥρῃ
175 ἅλλοντʼ ἂν λειμῶνα κορεσσάμεναι φρένα φορβῇ,
ὣς αἳ ἐπισχόμεναι ἑανῶν πτύχας ἱμεροέντων
ἤιξαν κοίλην κατʼ ἀμαξιτόν· ἀμφὶ δὲ χαῖται
ὤμοις ἀίσσοντο κροκηίῳ ἄνθει ὁμοῖαι.
τέτμον δʼ ἐγγὺς ὁδοῦ κυδρὴν θεόν, ἔνθα πάρος περ
180 κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς
ἡγεῦνθʼ· δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ
στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος
κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν.
αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο,
185 βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ
ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο
παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν
ἔδραμον· δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου
κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο.
190 τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν·
εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν.
ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος,
ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ,
ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα,
195 πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα
πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας.
ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην·
δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου,
οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ,
200 ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος
ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός,
πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα
πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν,
μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν·
205 δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς.
τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου
πλήσασʼ· δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε
πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ
δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.
210 δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε·
δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ
τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα·
χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων
ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς
215 καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων.
ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ
τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται.
νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ.
παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον
220 ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν.
εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο,
ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην.
τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ·
225 καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν·
παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις,
θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης
οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον·
οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο,
230 οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν.
ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ.
ὣς μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα,
235 ἔτρεφεν ἐν μεγάροις· δʼ ἀέξετο δαίμονι ἶσος,
οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸς
ἠματίη μὲν γὰρ καλλιστέφανος Δημήτηρ
χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·
νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
240 λάθρα φίλων γονέων· τοῖς δὲ μέγα θαῦμʼ ἐτέτυκτο,
ὡς προθαλὴς τελέθεσκε· θεοῖσι γὰρ ἄντα ἐῴκει.
καί κέν μιν ποίησεν ἀγήρων τʼ ἀθάνατόν τε,
εἰ μὴ ἄρʼ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
νύκτʼ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
245 σκέψατο· κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
δείσασʼ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ
καί ʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
§1.248–1.375
τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
250 ὣς φάτʼ ὀδυρομένη· τῆς δʼ ἄιε δῖα θεάων.
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
χείρεσσʼ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλʼ αἰνῶς,
255 καί ʼ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν·
νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτʼ ἀγαθοῖο
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο·
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
260 ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν·
νῦν δʼ οὐκ ἔσθʼ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι·
τιμὴ δʼ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
265 ὥρῃσιν δʼ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
αἰὲν ἐν ἀλλήλοισιν συνάξουσʼ ἤματα πάντα.
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
ἀθανάτοις θνητοῖς τʼ ὄνεαρ καὶ χάρμα τέτυκται.
270 ἀλλʼ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπʼ αὐτῷ
τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
ὄργια δʼ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
275 ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
γῆρας ἀπωσαμένη· περί τʼ ἀμφί τε κάλλος ἄητο·
ὀδμὴ δʼ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
280 αὐγῆς δʼ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς·
βῆ δὲ διὲκ μεγάρων· τῆς δʼ αὐτίκα γούνατʼ ἔλυντο,
δηρὸν δʼ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
285 κὰδ δʼ ἄρʼ ἀπʼ εὐστρώτων λεχέων θόρον· μὲν ἔπειτα
παῖδʼ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ·
δʼ ἄρα πῦρ ἀνέκαιʼ· δʼ ἔσσυτο πόσσʼ ἁπαλοῖσι
μητέρʼ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
290 ἀμφαγαπαζόμεναι· τοῦ δʼ οὐ μειλίσσετο θυμός·
χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.
αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
δείματι παλλόμεναι, ἅμα δʼ ἠοῖ φαινομένηφιν
εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο,
295 ὡς ἐπέτελλε θεά, καλλιστέφανος Δημήτηρ.
αὐτὰρ γʼ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
ἤνωγʼ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ.
οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος,
300 τεῦχον δʼ, ὡς ἐπέτελλʼ. δʼ ἀέξετο δαίμονι ἶσος.
αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο,
βάν ʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ
ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός.
305 αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα
σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ·
πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις·
πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ·
310 καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων
λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν
καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας,
εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ.
Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
315 Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν.
ὣς ἔφαθʼ· δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν.
ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης,
εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον
320 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων.
ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω.
ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός.
325 αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες
κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτομετʼ ἀθανάτοισιν ἑλέσθαι.
ἀλλʼ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
330 θυμῷ χωομένης· στερεῶς δʼ ἠναίνετο μύθους.
οὐ μὲν γάρ ποτʼ ἔφασκε θυώδεος Οὐλύμποιο
πρίν γʼ ἐπιβήσεσθαι, οὐ πρὶν γῆς καρπὸν ἀνήσειν,
πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην.
αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς,
335 εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην,
ὄφρʼ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας, ὄφρα μήτηρ
ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο.
340 Ἑρμῆς δʼ οὐκ ἀπίθησεν, ἄφαρ δʼ ὑπὸ κεύθεα γαίης
ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο.
τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα,
ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι,
πόλλʼ ἀεκαζομένῃ μητρὸς πόθῳ· δʼ ἀποτηλοῦ
345 ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν.
ἀγχοῦ δʼ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης·
Ἅιδη κυανοχαῖτα, καταφθιμένοισιν ἀνάσσων,
Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας, ὄφρα μήτηρ
350 ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
ἀθανάτοις λήξειεν· ἐπεὶ μέγα μήδεται ἔργον,
φθῖσαι φῦλʼ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων,
σπέρμʼ ὑπὸ γῆς κρύπτουσα, καταφθινύθουσα δὲ τιμὰς
ἀθανάτων· δʼ αἰνὸν ἔχει χόλον, οὐδὲ θεοῖσι
355 μίσγεται, ἀλλʼ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα.
ὣς φάτο· μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
ὀφρύσιν, οὐδʼ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς·
ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ·
360 ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον
ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα,
μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων·
οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης,
αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα
365 δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει,
τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας.
τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα,
οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.
370 ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια,
καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ γʼ αὐτὸς
ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ,
ἀμφὶ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα
αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ.
375 ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
§1.376–1.495
ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς.
δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης
ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
380 ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα
οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα
ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν,
ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες.
στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ,
385 νηοῖο προπάροιθε θυώδεος· δὲ ἰδοῦσα
ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ.
Περσεφόνη δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ
μητρὸς ἑῆς κατʼ ἄρʼ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους
ἆλτο θέειν, δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα·
390 τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ
αἶψα δόλον θυμός τινʼ ὀίσατο, τρέσσε δʼ ἄρʼ αἰνῶς
παυομένη φιλότητος, ἄφαρ δʼ ἐρεείνετο μύθῳ·
τέκνον, μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσα
βρώμης; ἐξαύδα, μὴ κεῦθʼ, ἵνα εἴδομεν ἄμφω·
395 ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαο
καὶ παρʼ ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνι
ναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν.
εἰ δʼ ἐπάσω, πάλιν αὖτις ἰοῦσʼ ὑπὸ κεύθεσι γαίης
οἰκήσεις ὡρέων τρίτατον μέρος εἰς ἐνιαυτόν,
400 τὰς δὲ δύω παρʼ ἐμοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
ὁππότε δʼ ἄνθεσι γαῖʼ εὐώδεσιν εἰαρινοῖσι
παντοδαποῖς θάλλῃ, τόθʼ ὑπὸ ζόφου ἠερόεντος
αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τʼ ἀνθρώποις.
εἶπε δὲ πῶς σʼ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα
καὶ τίνι σʼ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων;
405 τὴν δʼ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα·
τοιγὰρ ἐγώ τοι, μῆτερ, ἐρέω νημερτέα πάντα·
εὖτέ μοι Ἑρμῆς ἦλθʼ ἐριούνιος ἄγγελος ὠκὺς
πὰρ πατέρος Κρονιδαο καὶ ἄλλων Οὐρανιώνων,
ἐλθεῖν ἐξ Ἐρέβευς, ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
410 λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς,
αὐτίκʼ ἐγὼν ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ λάθρῃ
ἔμβαλέ μοι ῥοιῆς κόκκον, μελιηδέʼ ἐδωδήν,
ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι.
ὡς δέ μʼ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
415 ᾤχετο πατρὸς ἐμοῖο, φέρων ὑπὸ κεύθεα γαίης,
ἐξερέω, καὶ πάντα διίξομαι, ὡς ἐρεείνεις.
ἡμεῖς μὲν μάλα πᾶσαι ἀνʼ ἱμερτὸν λειμῶνα,
Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
420 Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
Χρυσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τʼ Ἀδμήτη τε
καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τʼ ἐρατεινὴ
Παλλάς τʼ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα,
425 παίζομεν ἠδʼ ἄνθεα δρέπομεν χείρεσσʼ ἐρόεντα,
μίγδα κρόκον τʼ ἀγανὸν καὶ ἀγαλλίδας ἠδʼ ὑάκινθον
καὶ ῥοδέας κάλυκας καὶ λείρια, θαῦμα ἰδέσθαι,
νάρκισσόν θʼ, ὃν ἔφυσʼ ὥς περ κρόκον εὐρεῖα χθών.
αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι· γαῖα δʼ ἔνερθε
430 χώρησεν· τῇ δʼ ἔκθορʼ ἄναξ κρατερὸς Πολυδέγμων·
βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
πόλλʼ ἀεκαζομένην· ἐβόησα δʼ ἄρʼ ὄρθια φωνῇ.
ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντʼ ἀγορεύω.
ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
435 πολλὰ μάλʼ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
ἀμφαγαπαζόμεναι· ἀχέων δʼ ἀπεπαύετο θυμός.
γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
440 ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα.
ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
445 νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
450 ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης
τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
455 ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι
βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
460 δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
δωσέμεν, ἅς κʼ ἐθέλῃσθα μετʼ ἀθανάτοισι θεοῖσι.
νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιο
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
465 τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν.
ὣς ἄρʼ ἔφη τελέεσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.
ἀλλʼ ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
ἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι.
αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
470 ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ·
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
ἔβρισʼ· δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
475 Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν
δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
480 ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων·
ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,
βάν ʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
485 ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
490 ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα,
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·
πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε.
495 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up