Homeric Hymns Hymn 19 to Pan
EN Lat Orig
Hymn 19 to Pan
ἀμφί μοι Ἑρμείαο φίλον γόνον ἔννεπε, Μοῦσα,
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ὅστἀνὰ πίση
δενδρήεντἄμυδις φοιτᾷ χορογηθέσι νύμφαις,
αἵ τε καταἰγίλιπος πέτρης στείβουσι κάρηνα
5 Πᾶνἀνακεκλόμεναι, νόμιον θεόν, ἀγλαέθειρον,
αὐχμήενθ’, ὃς πάντα λόφον νιφόεντα λέλογχε
καὶ κορυφὰς ὀρέων καὶ πετρήεντα κάρηνα.
φοιτᾷ δἔνθα καὶ ἔνθα διὰ ῥωπήια πυκνά,
ἄλλοτε μὲν ῥείθροισιν ἐφελκόμενος μαλακοῖσιν,
10 ἄλλοτε δαὖ πέτρῃσιν ἐν ἠλιβάτοισι διοιχνεῖ,
ἀκροτάτην κορυφὴν μηλοσκόπον εἰσαναβαίνων.
πολλάκι δἀργινόεντα διέδραμεν οὔρεα μακρά,
πολλάκι δἐν κνημοῖσι διήλασε θῆρας ἐναίρων,
ὀξέα δερκόμενος· τότε δἕσπερος ἔκλαγεν οἶον
15 ἄγρης ἐξανιών, δονάκων ὕπο μοῦσαν ἀθύρων
νήδυμον· οὐκ ἂν τόν γε παραδράμοι ἐν μελέεσσιν
ὄρνις, ἥτἔαρος πολυανθέος ἐν πετάλοισι
θρῆνον ἐπιπροχέουσἀχέει μελίγηρυν ἀοιδήν.
σὺν δέ σφιν τότε Νύμφαι ὀρεστιάδες λιγύμολποι
20 φοιτῶσαι πύκα ποσσὶν ἐπὶ κρήνῃ μελανύδρῳ
μέλπονται· κορυφὴν δὲ περιστένει οὔρεος Ἠχώ·
δαίμων δἔνθα καὶ ἔνθα χορῶν, τοτὲ δἐς μέσον ἕρπων,
πυκνὰ ποσὶν διέπει, λαῖφος δἐπὶ νῶτα δαφοινὸν
λυγκὸς ἔχει, λιγυρῇσιν ἀγαλλόμενος φρένα μολπαῖς
25 ἐν μαλακῷ λειμῶνι, τόθι κρόκος ἠδὑάκινθος
εὐώδης θαλέθων καταμίσγεται ἄκριτα ποίῃ.
ὑμνεῦσιν δὲ θεοὺς μάκαρας καὶ μακρὸν Ὄλυμπον·
οἷόν θἙρμείην ἐριούνιον ἔξοχον ἄλλων
ἔννεπον, ὡς γἅπασι θεοῖς θοὸς ἄγγελός ἐστι,
30 καί γἐς Ἀρκαδίην πολυπίδακα, μητέρα μήλων,
ἐξίκετ’, ἔνθα τέ οἱ τέμενος Κυλληνίου ἐστίν.
ἔνθ γε καὶ θεὸς ὢν ψαφαρότριχα μῆλἐνόμευεν
ἀνδρὶ πάρα θνητῷ θάλε γὰρ πόθος ὑγρὸς ἐπελθὼν
νύμφῃ ἐυπλοκάμῳ Δρύοπος φιλότητι μιγῆναι·
35 ἐκ δἐτέλεσσε γάμον θαλερόν. τέκε δἐν μεγάροισιν
Ἑρμείῃ φίλον υἱόν, ἄφαρ τερατωπὸν ἰδέσθαι,
αἰγιπόδην, δικέρωτα, φιλόκροτον, ἡδυγέλωτα·
φεῦγε δἀναΐξασα, λίπεν δἄρα παῖδα τιθήνη
δεῖσε γάρ, ὡς ἴδεν ὄψιν ἀμείλιχον, ἠυγένειον.
40 τὸν δαἶψἙρμείας ἐριούνιος εἰς χέρα θῆκε
δεξάμενος, χαῖρεν δὲ νόῳ περιώσια δαίμων.
ῥίμφα δἐς ἀθανάτων ἕδρας κίε παῖδα καλύψας
δέρμασιν ἐν πυκινοῖσιν ὀρεσκῴοιο λαγωοῦ
πὰρ δὲ Ζηνὶ κάθιζε καὶ ἄλλοις ἀθανάτοισι,
45 δεῖξε δὲ κοῦρον ἑόν· πάντες δἄρα θυμὸν ἔτερφθεν
ἀθάνατοι, περίαλλα δ Βάκχειος Διόνυσος·
Πᾶνα δέ μιν καλέεσκον, ὅτι φρένα πᾶσιν ἔτερψε.
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σἀοιδῇ
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομἀοιδῆς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up