Homeric Hymns Hymn 12 to Hera
EN Lat Orig
Hymn 12 to Hera
Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη,
ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν,
Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε,
κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπον
5 ἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up