Thrasybulus sive utrum medicinae sit an gymnasticae hygieine
§1–9
§1 Cap. I. Οὐκ ἄλλα μέν, Θρασύβουλε, παραχρῆμα περὶ τοῦ προβληθέντος ὑπὸ σοῦ ζητήματος εἶπον, ἄλλα δὲ συγγράψασθαι τοῖσδε τοῖς ὑπομνήμασιν ἔχω· πάντως γάρ που γιγνώσκεις, ὡς ἀεί τε τὰ αὐτὰ περὶ τῶν αὐτῶν διεξέρχομαι καὶ ὡς εἰς οὐδὲν ἐπιχειρῶ λέγειν, ὧν οὔτε μέθοδον ἔμαθον οὔτἐγυμνασάμην πω καταὐτήν. ἀρχὴ τοίνυν εὑρέσεως οὐ τούτῳ μόνῳ τῷ νῦν προκειμένῳ σκέμματι τὸ γνῶναι, τί || ποτἐστὶ τὸ ζητούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. αὐτὸ δὲ δὴ τοῦτο τὸ γνῶναι διττόν ἐστιν· γὰρ τὴν ἔννοιαν μόνην τοῦ πράγματος καὶ τὴν οὐσίαν γιγνώσκομεν. ὅτῳ δἀλλήλων ταῦτα διαφέρει, γέγραπται μὲν ἐπὶ πλέον ἐν τοῖς περὶ ἀποδείξεως, ἵναπερ καὶ τὰς ἄλλας ἁπάσας μεθόδους ἐκτιθέμεθα, γένοιτο δἂν καὶ νῦν δῆλον ἐξ αὐτῆς τῆς χρήσεως.
§2 Cap. II. Ὄντος γὰρ τοῦ προβλήματος τοῦδε, πότερον ἰατρικῆς γυμναστικῆς ἐστι τὸ καλούμενον ὑγιεινόν, καὶ σοῦ διὰ ταῦτἀξιώσαντος ἀκοῦσαι τὴν ἐμὴν ὑπὲρ αὐτοῦ δόξαν, ὅτι πολλάκις ἰατροῖς τε καὶ γυμνασταῖς ἔφησθα παραγεγονέναι διαμφισβητοῦσιν, ἀποκρίνεσθαί μοι πρότερον ἠξίωσά σε, τίνα ποτὲ τὴν ἔννοιαν ἑκάστου τῶν ὀνομάτων ἔχεις, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, μή που σὺ μὲν ὑπὲρ ἄλλων πραγμάτων ἀκούειν ποθῇς, ἐγὼ δὑπὲρ ἄλλων σοι διαλέγωμαι, κἄπειτα πρὸς τοὔνομα μόνον λόγος ἡμῖν οὐ πρὸς αὐτὸ γίγνηται τὸ πρᾶγμα. σὺ μὲν || οὖν πρὸς τοῦτἀπεσιώπησας οἰόμενος ἐμὲ χρῆναι λέγειν αὐτὸν ὑπὲρ ἁπάντων ἅπαντα, τὸ δἀληθὲς οὐχ ὧδἔχει· πολλὰ γὰρ ἂν εἴης οὐχ ἕν προβεβληκώς, πρῶτον μὲν τί ποτἐστὶν ἰατρική, δεύτερον δὲ τί ποτε γυμναστικὴ καὶ τρίτον ἐπὶ τούτοις τί ποτε τὸ ὑγιεινόν, τοῦτο δὴ τὸ μάλιστα προβεβλημένον, ὁποτέρας αὐτῶν εἴη. καίτοι τοῦταὐτὸ τὸ τέταρτον οὐχ ἁπλῶς ἔφασκον δεῖν οὕτω προβάλλειν, [ὁποτέρας εἴη αὐτῶν τῶν τεχνῶν τὸ ὑγιεινόν] ἀλλεὐθὺς προστιθέντας, εἴτἴδιον εἴτοἰκεῖον εἴτε μέρος εἴθὁπωσοῦν ἄλλως ἐθέλοι τις· ἔσεσθαι γάρ τινα κἀνταῦθἀρχὴν τῆς εὑρέσεως τῷ ζητουμένῳ. προβληθέντος γὰρ αὐτοῦ τελέως ὧδέ πως καὶ νὴ Δίἐρωτηθέντος, ἆρά γε τῆς ἰατρικῆς ἐστιν τῆς γυμναστικῆς οἰκεῖον τὸ ὑγιεινόν, ἐπειδὰν ἑκάστου τῶν τριῶν ἐκείνων ὀνομάτων εἴπωμεν τὸ σημαινόμενον, ἰατρικῆς τε καὶ γυμναστικῆς καὶ ὑγιεινοῦ, δεήσει τέταρτον ἐπαὐτοῖς ἐξηγήσασθαι τὸ οἰκεῖον τι σημαίνει καὶ τίς κανὼν αὐτοῦ τῆς διαγνώσεως. ἀλλὰ τοῦτο μὲν ἴδιον αὐτοῦ τοῦ προβλήματος ὑπάρχει, τὸ δἰατρικὴν ἐξηγήσασθαι || τί ποτἐστὶ καὶ γυμναστικὴν καὶ ὑγιεινὸν οὐκ ἴδιον μὲν τοῦ προβλήματος [ὑπάρχει], ὁμολογεῖσθαι δἀναγκαῖον. ὅθεν, ἐπειδὴ τοῦθἓν μόνον, προὔβαλες, σὺ διελθεῖν ἐβουλήθης τότε καί σε κινδυνεύειν ἐν ταῖς ἀποκρίσεσιν ἑώρων ὀκνοῦντα, τῶν τινα γεγυμνασμένων ἐν λογικῇ θεωρία φιλοσόφων ἐπιφανέντα πως τοῖς λόγοις κατὰ τύχην ἠξίουν ἀποκρίνασθαί μοι. προθύμως δἐκείνου τοῦτο ποιήσαντος καὶ πάντὀρθῶς ἀποκριναμένου ῥᾳδίως, ὡς οἶσθα, διεπεράνθη τὸ πρόβλημα.
§3 Cap. III. Καὶ μὴν κατάδηλος ἦσθα καὶ τότε μὲν εὐθὺς ἱκανῶς χαίρων ἐπὶ τῇ τῶν λόγων μεθόδῳ· καὶ γὰρ θᾶττον κατὰ τὴν προσδοκίαν εὑρέθη τὸ ζητούμενον· ἐξ ὑστέρου δὲ προσκείμενος ἀεὶ λιπαρῶς ἐβιάσω τε καὶ κατηνάγκασας οὐ πάνυ τί με πρόθυμον ὄντα γράψασθαι τοὺς λόγους· οὔτε γὰρ ἕν τουτὶ τὸ πρόβλημα μόνον ἀκριβῶς ἐρευνηθὲν ὤμην χρῆναι διασώζειν ἐν γράμμασιν οὔθὁμοίως τῷδε τὰ λοιπὰ πάντα διεξέρχεσθαι σχολὴν ἧγον. ὅθεν, ὅπερ || αὐτὸς ἐπἐμαυτοῦ πράξας ἔτυχον, ἱκανὸν ᾤμην ἔσεσθαι καὶ πρὸς ὑμᾶς τοὺς φίλους, δεῖξαι τὴν ὁδόν, χρώμενος ἄν τις οὐ τοῦτο μόνον ἀλλὰ καὶ τἆλλα πάντα διαιροῖτο προβλήματα.
§4 Cap. IV. Τὴν γὰρ λογικὴν ὀνομαζομένην παρὰ τοῖς φιλοσόφοις θεωρίαν ὅστις ἂν ἱκανῶς ἀσκήσῃ, πᾶν οὗτος ὁμοίως δυνήσεται μεταχειρίζεσθαι ζήτημα· τὸ δἄνευ ἐκείνης ἀναγιγνώσκειν ὑπομνήματα προβλημάτων οὐδὲν ἄλλ χρόνον ἀπολλύειν ἐστὶν οὔτε κρίνειν εἰδότα, τίνα μὲν ἐν αὐτοῖς ἀληθῶς εἴρηται, τίνα δὲ ψευδῶς, οὔτε πάντων τῶν γεγραμμένων μνημονεύειν δυνάμενον. ἀλλἐπειδὴ κατέστην ἅπαξ εἰς τὸ λέγειν περὶ τοῦ προβλήματος, ὅθενπερ ὀλίγον. ἔμπροσθεν λόγος ἔδειξεν, ἄρχεσθαι δεῖ.
§5 Cap. V. Καὶ νὴ Διεἴ τις ἐρωτηθείς, τί ποτἐστὶν ἰατρική, φαίη τέχνην εἶναι θεραπευτικὴν μὲν νοσούντων, φυλακτικὴν δὑγιαινόντων, ἄντικρυς ἂν οὗτος δοκοίη τὸ ζητούμενον εἰληφέναι μέρος αὐτῆς ἀποφαίνων || τὸ ὑγιεινόν· ὥσπερ αὗ καὶ ὅστις ἰατικὴν ἀρρωστούντων μόνον εἶναι λέγει τὴν ἰατρικήν, ἑτέρῳ τρόπῳ καὶ οὗτος ἐξ ἑτοίμου λαμβάνει τὸ ζητούμενον ἀφαιρῶν αὐτῆς τὸ ὑγιεινόν. οὕτω δὲ καὶ τὴν γυμναστικὴν εἴ τις ὑγιείας φυλακτικὴν εἶναι φήσειεν, ἐκ προχείρου τὸ ζητούμενον λήψεται, ὥσπερ γε καὶ ὃς ἂν εὐεξίας αὐτὴν ἀποφαίνηται δημιουργόν, ἑτέρῳ τρόπῳ καὶ ὅδε τὸ ζητούμενον ὡς ὁμολογούμενον θήσεται. χρὴ γάρ, εἴθὁρισμόν τις τῆς τέχνης εἴθὑπογραφὴν ἐγχειρήσειεν ἀποδιδόναι, μὴ τὸ ζητούμενον ἀναποδείκτως τοῦτον ἀναιρεῖν τίθεσθαι ἀλλἑτέρωθέν ποθεν ἐξ ὁμολογουμένων ἀρξάμενον ἀποδεικνύναι πειρᾶσθαι. ἆροὖν ἄμεινον ἰατρικὴν μὲν εἶναι λέγειν, ἧς τέλος ὑγίεια, γυμναστικὴν δ’, ἧς τέλοςεὐεξία, καὶ ταύτας τὰς ὑπογραφὰς ἀρχὰς τίθεσθαι τῆς ζητήσεως; ἀλλά τοι καὶ οὕτως ἐκ προχείρου μὲν τῆς γυμναστικῆς ἀφαιρησόμεθα τὸ ὑγιεινόν, ἐπὶ δαὗ τῆς ἰατρικῆς ἔτἄδηλόν τε καὶ ζητούμενον ἀπολείψομεν· εἰ γὰρ δὴ τέλος ὑγίεια τῆς τέχνης ἐστὶ ταύτης, τάχἂν ἔχοι λαβὴν λόγος || εἰς διορισμόν, οὐ φυλακὴν τῆς οὔσης ἀλλὰ ποίησίν τε καὶ γένεσιν τῆς οὐκ οὔσης τέλος εἶναι τιθέμενος αὐτῆς. εὐπορία γὰρ εἰς ἑκάτερον ἐντεῦθεν ἐπιχειρεῖν ἐπαγωγαῖς χρωμένους, εἰ μὲν τῆς αὐτῆς τέχνης τό τε ποιῆσαί τι πρότερον οὐκ ὂν καὶ τὸ φυλάξαι σῶον, ἐπειδὰν γένηται, δεικνύναι βουληθείημεν, οἰκοδομικῆς τε καὶ ναυπηγικῆς καὶ τεκτονικῆς τε καὶ χαλκευτικῆς μνημονεύοντας, εἰ δἄλλης μὲν τὸ δημιουργεῖν, ἄλλης δὲ τὸ διαφυλάττειν σῶον, ὑφαντικῆς τε καὶ ῥαπτικῆς καὶ πρὸς ταύταις σκυτοτομίας τε καὶ νευρορραφίας· οὕτω γὰρ ὀνομάζοσι τὴν τὰ πεπονηκότα τῶν ὑποδημάτων ἐπανορθουμένην. ἄλλου μὲν γὰρ εἶναι δοκεῖ τεχνίτου ποιεῖν ἱμάτιον, ἄλλου δἠπήσασθαι ῥαγέν, ὥσπερ αὗ καὶ ὑπόδημα δημιουργῆσαι μὲν τοῦ σκυτοτόμου, πονῆσαν δἐπανορθώσασθαι τοῦ νευρορράφου. δέδεικται δἡμῖν ἐν τοῖς περὶ ἀποδείξεως, ὡς οὐ χρηστέον ἐπαγωγαῖς εἰς ἀποδείξεις ἐπιστημονικάς· ὥσθὅστις ἐν ἐκείνοις ἐγυμνάσατο, || καταφρονήσει μὲν τῆς τοιαύτης ὁδοῦ, ζητήσει δἑτέραν βελτίω, μὴ γυμνασάμενος δὲ θάτερον τῶν μερῶν ἑλόμενος, ὁπότερον ἂν βουληθῇ, διὅλης ἡμέρας ἐρίζειν ἕξει.
§6 Cap. VI. Καὶ γὰρ αὗ καὶ ζήτημἄλλο πρὸς τοῖς εἰρημένοις οὐ σμικρὸν ἀναφυήσεται τῆς μὲν ἰατρικῆς ὑγιείας ποίησιν, οὐ σωτηρίαν τε καὶ φυλακὴν ὑποθεμένοις τὸ τέλος, τῆς γυμναστικῆς δὲ [τὴν] εὐεξίαν· ἀναγκασθήσεται γάρ τις, οἶμαι, καθάπερ ἐπὶ τῆς ὑγιείας οὕτω κἀπὶ τῆς εὐεξίας ἑτέραν μὲν τὴν φυλακτικὴν αὐτῆς τέχνην ἀποφαίνειν, ἑτέραν δὲ τὴν δημιουργικήν. ἀλλεἰ τοῦτο, δύο ἄλλας τέχνας ἐξ ἀνάγκης ζητήσομεν, ἑτέραν μὲν τῆς ἰατρικῆς, τὴν τῆς ὑγιείας φυλακτικήν, ἑτέραν δὲ τῆς γυμναστικῆς, τὴν τῆς εὐεξίας διασωστικήν. καὶ μὲν δὴ καὶ διττῆς οὔσης τῆς εὐεξίας. ὡς ἐν ἄλλοις ἀποδέδεικται, ποτέρας αὐτῶν γυμναστικὴ δημιουργός ἐστιν, χαλεπὸν ἔσται διελεῖν, ἆρά γε τῆς κατὰ φύσιν τῆς ἀθλητικῆς· δῆλον, ὡς δύο ἄλλας ἡμῖν τέχνας ἀναγκαῖόν ἐστι ζητεῖν; καὶ δὴ καὶαἱσύμπασαι τὸν ἀριθμὸν ἕξ γενήσονται, τρεῖς μὲν αἱ δημιουργοῦσαι τὰ τέλη, || τρεῖς δαἱ φυλάττουσαι. τριῶν γὰρ ὑποκειμένων τελῶν, ὑγιείας, εὐεξίας τῆς κατὰ φύσιν, εὐεξίας τῆς τῶν ἀθλητῶν, εἰς τοσοῦτον ἀνάγκη τὸν ἀριθμὸν ἐξήκειν τὰς τέχνας. καὶ μὴν εἴπερ τῷ διαφέρειν τὰς εὐεξίας ἀλλήλων τε καὶ τῆς ὑγιείας διαφόρων δεήσεται τῶν τεχνῶν, ἀνάγκη πᾶσα καὶ τῆς ὑγιείας οὔσης διττῆς, ἑτέρας μὲν τῆς καθἕξιν, ἑτέρας δὲ τῆς κατὰ σχέσιν ὀνομαζομένης, διττὰς εἶναι καὶ τὰς τέχνας. οὐ γὰρ δὴ πλέονι μὲν εὐεξία τῆς καθἕξιν ὑγιείας, ἐλάττονι δὲ τῆς κατὰ σχέσιν ὑπερέχει.
§7 Cap. VII. Γνοίης δἂν ἐναργῶς ἑκάστης αὐτῶν ἐπιμελῶς ἀνασκεψάμενος τὴν φύσιν, ἀνασκέψῃ δὲ τόνδε τὸν τρόπον. ἡκέτω τις εἰς ἔννοιάν σοι νῦν ὧν ἐθεάσω πολλάκις ἀρρώστων ἰσχυρῶς μὲν διανοσησάντων, ἀπηλλαγμένων δἄρτι τοῦ νοσεῖν, οὕτως ἰσχνός τε καὶ ἀδύνατος εἰς τὰς κινήσεις, ὡς ἑτέρων δεῖσθαι τῶν μετακομιούντων. οὗτος ἰάσεως μὲν οὐκέτι χρήζει μηκέτι γε νοσῶν, ἀναθρέψεως δέ τινος καὶ ῥώμης, ἵνἰσχυρός θἅμα [καὶ] πρὸς τὰς || κατὰ φύσιν ἐνεργείας γένηται καὶ φέρειν ἱκανὸς τὰ προσπίπτοντα. δῆλον γὰρ ὡς οὕτω διακείμενος, ὡς διάκειται νῦν, ὁπότε πρότερον. ἀπήλλακται τοῦ νοσεῖν, οὔτε θάλπος οὔτε κρύος οὔτἀγρυπνίαν οὔτἀπεψίαν οὔτἄλλο τῶν πάντων οὐδὲν ἐνεγκεῖν ἱκανός ἐστιν, ἀλλἐκ τοῦ ῥᾴστου νοσήσει πάλιν, ὡς ἂν οὐκ ἀσφαλῆ τε καὶ μήπω πεπηγυῖαν κεκτημένος τὴν ὑγιεινὴν κατάστασιν. ἀλλεἴπερ δύσλυτος γένοιτο καὶ καθἕξιν, οὔπω μέν ἐστιν εὐεξίατὸ γὰρ εὗ προσλαβοῦσα τότἂν εὐεξία γένοιτοτοῦ μέντοι μεμπτή τις εἶναι καὶ ἄχρηστος διάθεσις ἀπήλλακται. τὸ γὰρ μήτἐνεργεῖν δύνασθαι κατὰ τὸν βίον ἱκανῶς ἑτοίμως τε βλάπτεσθαι μεμπτὴ καὶ ἄχρηστος διάθεσις. εἰ δὲ μήτεἰς τὰς πράξεις ἐμποδίζοιτο μήθἑτοίμως βλάπτοιτο, τοιαύτη δἐστὶν καθἕξιν ὑγίεια, τοῦ μὲν μηκέτεἶναι μεμπτὴ καὶ ἄχρηστος εἰς τὰς κατὰ τὸν βίον ἐνεργείας ἀπήλλακται, τὸ δἐπαινετὸν οὔπω κέκτηται, κτήσαιτο δἄν, εἰ καὶ πρὸς τῷ μηκέτἀσθενῶς ἐνεργεῖν || ἔτι καὶ ῥώμην τινἀξιόλογον προσλάβοιτο. μέση γὰρ καθἕξιν ὑγίεια ταῖς ἐνεργείαις ἐστὶ τῆς τε κατὰ σχέσιν ὑγιείας καὶ τῆς εὐεξίας. μὲν γὰρ κατὰ σχέσιν ἀρρώστους ἔχει τὰς ἐνεργείας, δεὐεξία ῥωμαλέας, δαὖ καθἕξιν οὔπω μὲν εὐρώστους, ἀρρώστους δοὐκέτι. κἀν τῶδε δῆλον, ὡς, εἰ καὶ μέση τέτακται, πλέον τῆς κατὰ σχέσιν ὑγιείας χρήσιμος εἰς πάσας τοῦ βίου τὰς πράξεις ἐστὶν καθἕξιν, οὐ μὴν. ἤδη τὸ κατἀρετὴν ἔχουσα· μόνῃ γὰρ τοῦθὑπάρχει τῇ εὐεξίᾳ. καί μοι νόει κατὰ στίχον τινὰ τὸ μὲν βλάβην ἐνεργείας, ὅπερ ἐν τῷ νοσεῖν γίγνεται, ἕτερον δἔξω μὲν τῆς βλάβης, ἄχρηστον δὑπἀσθενείας, ὅπερ ἐν τῷ κατὰ σχέσιν ὑγιαίνειν, ἄλλο δὲ τρίτον ἀσθενείας μὲν ἀπηλλαγμένον, εὐρωστίαν δοὔπω κεκτημένον, ὅπερ ἐν τῷ καθἕξιν, ἐφ τέταρτον οἷον ἀρετή τίς ἐστι τῶν ἐνεργειῶν εὐεξία. [καὶ ἀκρότης τε καὶ τελειότης αὐτῶν ἐπἄκρον ἐστὶν αὐτῶν εὐεξία.] τοίνυν εἰς ἕξιν ὑγιεινὴν ἄγουσα τέχνη τὸν ἄνθρωπον || ἑτέρα δηλονότι τῆς ἰασαμένης αὐτὸν ὑπάρξει, συγκεχωρημένου γἅπαξ τοῦ τε δεῖν ἐπὶ διαφόροις τέλεσι διαφόρους εἶναι τὰς τέχνας τοῦ τε δύο καθἕκαστον ἑτέραν μὲν τὴν δημιουργοῦσαν, ἑτέραν δὲ τὴν διαφυλάττουσαν. καὶ δῆλον, ὡς περὶ τέλους ἔννοια περιείληφεν ἅπασαν τὴν νῦν ἡμῖν προκειμένην ζήτησιν, καὶ διὰ τοῦθὅσοι τῶν ὁρισμῶν ἀπὸ τοῦ τέλους τὴν σύστασιν ἔχουσιν, οὐ σμικρὰς γεννῶσιν ἀπορίας.
§8 Cap. VIII. Ἴσως οὖν ἄμεινον ἐπαὐτὴν ἀφικόμενον τὴν οὐσίαν τῆς τέχνης ἀρχὴν τῆς ζητήσεως ἐκείνην ποιήσασθαι. τί οὖν ἐστιν ἰατρική; εἴποι ἄν τις εἶναι ἐπιστήμην ὑγιεινῶν τε καὶ νοσερῶν. ἀλλὰ κἀν τούτῳ δόξει προχείρως εἰλῆφθαι τὸ ὑγιεινὸν ὡς μέρος δηλονότι τῆς ἰατρικῆς ὑπάρχον. ὅθεν οἶμαι τῶν τἀναντία τιθεμένων ἔνιοι μόνων τῶν νοσερῶν ἐπιστήμην εἶναι συγχωρήσουσι τὴν ἰατρικήν. ἀλλοὗτοί γε πρῶτον μὲν ἀγνοοῦσιν, ὡς ἔστι μία τῶν ἐναντίων ἁπάντων ἐπιστήμη καὶ ὅστις γιγνώσκει τὰ νοσερά, τοῦτον ἀνάγκη πᾶσα μὴ ἀγνοεῖν τὰ ὑγιεινά. τουτὶ μὲν ὡς μεῖζον κατἐκείνους παρείσθω, λεγέσθω δἤδη τὸ δεύτερον ὧν || ἀγνοοῦσιν, τάχἂν ἴσως ἀκολουθήσειεν, ὅτι μὴ περιλαμβάνεται κατὰ τὸν ὅρον τῆς ἰατρικῆς ἐξ ἀνάγκης τὸ ζητούμενον· ἔνεστι γάρ τινι διαστειλαμένῳ τὴν ὁμωνυμίαν, εἶτα δείξαντι σωμάτων μὲν τῶν ἐχόντων ὑγίειαν καὶ σημείων τῶν δηλούντων καὶ αἰτίων τῶν ποιούντων ἐπιστήμην εἶναι τὴν ἰατρικήν, οὐ μὴν τῶν γε φυλαττόντων αὐτήν, ἀντιλαμβάνεσθαι κατὰ τἀναντία τοῦ προβλήματος. ἐοίκασιν οὖν οἱ τὰ τοιαῦτα σοφιζόμενοι μήτε τὸ ζητούμενον ἀκριβῶς ἐπίστασθαι μήθὅτι καὶ σημεῖον ὑγιεινόν τι λέγομεν, τοῖς νοσοῦσιν ἐπιφαινόμενον ὑγιείας μελλούσης ἐστὶ γνώρισμα, μήταἴτιον, τοῖς νοσοῦσι προσαγόμενον ὑγιείας ἐστὶ ποιητικόν, ὥσπερ ἀμέλει τὰ βοηθήματα σύμπαντα, μήθὡς καὶ τὸ δεδεγμένον ὑγίειαν σῶμα καλοῦμεν ὑγιεινόν, ὧν πάντων ἐπιστήμην ἰατρὸς ἔχει μηδὲν κοινωνούντων τῷ προβλήματι πλὴν ὀνόματι. καὶ γὰρ εἰ τῆς τῶν ὑγιαινόντων φυλακῆς ἰατρὸς ἐπιστάτης ἐστὶν γυμναστοῦ τὸ τοιοῦτον ἴδιον, ἐξ ἀρχῆς ἡμῖν προὔκειτο ζητεῖν, ὅπερ, ὡς ὀλίγον ἔμπροσθεν ἐδείχθη, || τὴν κρίσιν ἐν τῇ τοῦ τέλους ἔχει ζητήσει. πότερον γὰρ ἀπλῶς ὑγίεια τὸ τέλος ἐστὶ τῆς ἰατρικῆς οὐδὲν διαφέρον εἴτε ποιοῦντός τινος αὐτὴν οὐκ οὖσαν εἴτε φυλάττοντος οὖσαν τὸ ποιῆσαι μὲν μόνον ἰατρικῆς ἐστι, τὸ φυλάξαι δὲ τῆς γυμναστικῆς [αὐτῆς]; οὕτω δὲ καὶ περὶ τῆς γυμναστικῆς, ἆρά γεὐεξία τὸ τέλος ἐστὶν ὑγίεια ποίησις ὁποτέρας τούτων φυλακή.
§9 Cap. IX. Κινδυνεύσομεν γάρ, ὡς λόγος ἔδειξεν, ἐὰν ὑπερβῶμεν τὴν μίαν, ἑπτὰ ποιῆσαι περὶ τὸ σῶμα τὰς τέχνας, τὴν μὲν πρώτην καὶ σαφεστάτην καὶ σχεδὸν μόνην ἀναμφισβήτητον ἰωμένην τὰ νοσήματα, δύο δἄλλας, τὴν μὲν ἐκ τῆς κατὰ σχέσιν ὑγιείας εἰς τὴν καθἕξιν ἄγουσαν, τὴν δἐν ταύτῃ φυλάττουσαν καὶ δύο ἄλλας ὁμοίως περὶ τὴν εὐεξίαν, δημιουργικὴν μὲν τὴν ἑτέραν, φυλακτικὴν δὲ τὴν ἑτέραν, ἔτι τε πρὸς ταύταις ἄλλας δύο περὶ τὴν ἀθλητικὴν εὐεξίαν. ἀπλῶς μὲν γὰρ τὴν ἑτέραν τὴν κατὰ φύσιν ὀνομάζομεν εὐεξίαν, οὐχ ἁπλῶς δὲ τὴν οὐ φύσει, || τὴν ἀθλητικήν, ἀλλἀεὶ μετὰ προσθήκης, ὥσπερ καὶ Ἱπποκράτης ὁτὲ μὲν ὡδί πως λέγων· διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων, ὁτὲ δαὖ πάλιν· ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπἄκρον εὐεξίαι σφαλεραί . . . ἀλλἐν τοῖς ἀθλητικοῖς τε καὶ γυμναστικοῖς σώμασιν· ἀκούειν γάρ σε χρὴ γυμναστικὰ σώματα λέγεσθαι νῦν οὐ τὰ τῶν ὁπωσοῦν γυμναζομένων, οἷον ἤτοι σκαπτόντων ἐρεσσόντων ἀμώντων τι τῶν ἄλλων, ὅσα κατὰ φύσιν ἀνθρώποις ἔργα, πραττόντων, ἀλλοἷς αὐτὸ τοῦτἔστιν ἀγώνισμα τὸ γυμνάζεσθαι καταβλητικὴν τῶν ἀντιπάλων ἰσχὺν ἐπασκοῦσιν. διὰ τί μὲν οὖν τοιαύτη διάθεσις οὐ φύσει, διἑτέρων ἐξηγήμεθα· τὸ δοὖν ἐκ τοῦ λόγου χρηστὸν εἰς τὰ παρόντα τοῦτἔστιν αὐτὸ τὸ νῦν εἰρημένον, ὡς ἑπτὰ γενήσονται περὶ τὸ σῶμα τέχναι τὴν μίαν ὑπερβᾶσιν καὶ νὴ Διἐννέα. τί γὰρ οὐ χρὴ δύο ἄλλας τέχνας τίθεσθαι, ἑτέραν μὲν τῆς ἄκρας εὐεξίας δημιουργόν, ἑτέραν δὲ τῆς αὐτῆς ταύτης φυλακτικήν; || ἐπὶ μὲν γὰρ τῆς τῶν γυμναστικῶν εὐεξίας ὅτι χρὴ φεύγειν τε καὶ δεδιέναι τὴν ἀκρότητα, πρὸς Ἱπποκράτους εἴρηται σαφέστατα· τῆς δἀπλῶς λεγομένης εὐεξίας τῆς κατὰ φύσιν οὐχ ὅπως φυλάττεσθαι προσήκει τὸ ἄκρον ἀλλὰ καὶ παντὶ τρόπῳ σπουδάζειν. οὕτως οὖν αἱ σύμπασαι γένοιντἂν ἐννέα περὶ τὸ σῶμα τέχναι καὶ τούτων ἑπτὰ μέν, ἃς ἂν καὶ ἐπαινέσειέ τις, αἱ δύο δαἱ λοιπαὶ κακοτεχνίαι δηλονότι καθάπερ καὶ κομμωτική. ταύτας μὲν οὖν, εἰ βούλει, παραλίπωμεν, ἐπέλθωμεν δαὖθις τὰς ἑπτά, τὴν μὲν πρώτην ἁπασῶν, ἣν ἰᾶσθαι τὰς νόσους ἐλέγομεν, ἄλλας δἐφεξῆς αὐτῇ, δύο μὲν περὶ τὴν καθἕξιν ὑγίειαν, δύο δὲ περὶ τὴν εὐεξίαν καὶ δύο ἄλλας περὶ τὴν ἄκραν εὐεξίαν. ἤδη μὲν οὖν κἀκ τούτων εὔδηλον, ὡς, εἰ μή τις θείη περὶ τὸ σῶμα τέχνην ἓν ἔχουσαν δηλονότι καὶ τὸ τέλος, ἀναγκαῖόν ἐστι τοῦτον μέχρι τῶν ἑπτὰ προϊέναι καὶ ὡς οὐδὲν ἄλλο τὸ τέλος τοῦτἔστι παρὰ τὴν ὑγίειαν.
§10–16
§10 Cap. X. Ἄμεινον δἴσως ἀκριβέστερον ἐπεξελθεῖν τῷ λόγῳ πρῶτον μὲν τοῦτἀναμνήσαντας, μηδεὶς ἀγνοεῖ, || τὰς μὲν κακοτεχνίας τὸ φαινόμενον ἀγαθὸν ἐκποριζομένας ἑκάστῳ τῶν ὄντων, τὰς τέχνας δὲ τὸ κατἀλήθειαν ἐν αὐτοῖς ὑπάρχον, ἐφεξῆς δὲ τούτῳ λέγοντας, ὡς, εἴπερ κομμωτικὴ καλουμένη νόθου κάλλους ἐστὶ δημιουργός, αὕτη μὲν ἂν εἴη κακοτεχνία τε καὶ κολακεία, τέχνη δέ τις ἑτέρα συστήσεται περὶ τὸ γνήσιόν τε καὶ ὄντως ἀληθινὸν κάλλος, ὅπερ ἐστὶν εὔχροιά τε καὶ εὐσαρκία καὶ συμμετρία τῶν μορίων, τῇ κατὰ φύσιν εὐεξίᾳ συμβέβηκεν, ἣν καὶ διἄλλου μὲν λόγου τῆς γυμναστικῆς διωρισάμεθα, καὶ νῦν δἂν ἴσως ἐπὶ κεφαλαίων οὐδὲν ἂν εἴη χεῖρον ὑπὲρ αὐτῶν εἰπεῖν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησαμένους.
§11 Cap. XI. Ἤτοι γὰρ τὸ κατὰ φύσιν ἐνεργεῖν ἑκάστῳ τῶν μορίων ὑγιαίνειν ἐστὶν τοῦτο μὲν ἐξ ἀνάγκης ἕπεται τῇ κατὰ φύσιν τοῦ σώματος κατασκευῇ, τὸ δὑγιαίνειν αὐτὸ τοῦτἔστι τὸ κατὰ φύσιν κατεσκευάσθαι. τούτων ὁπότερον ἂν ἐθελήσῃς ὑποθέμενος ὑγίειαν, οὐδὲν γὰρ εἰς τὰ παρόντα διαφέρει, τῶν ἑξῆς λόγων οὕτως ἄκουε προσέχων || τὸν νοῦν. πότερα τοῦ κατεσκευάσθαι κατὰ φύσιν ἕκαστον τῶν μορίων τῆς ἐνεργείας αὐτοῦ χρήζομεν; ἐμοὶ μὲν πάντες δοκοῦσιν οὐδἂν ὅλως θελῆσαι μόριον ἔχειν οὐδὲν ἀργὸν ἔργου τινός, οὔτοὖν ὀφθαλμοὺς μὴ βλέποντας οὔτε ῥῖνας ὀσμᾶσθαι μὴ δυναμένας οὔτε σκέλη μὴ βαδίζοντα οὔτἄλλο τῶν πάντων οὐδὲν μηδὅλως ἐνεργοῦν κακῶς ἐνεργοῦν. οὐδενὸς γὰρ ἁπάντων, ὧν χρήζομεν, ἀτελοῦς χρῄζομεν οὔτοἰκίας οὔθὑποδήματος οὔτε σκίμποδος οὔθἱματίου, ἀλλἅμα τε χρῄζομεν καὶ τελείου χρήζομεν. οὕτως οὖν οὐδὲ τοῦ περιπατεῖν ἀσθενῶς καὶ ἀρρώστως οὐδὲ τοῦ βλέπειν ἀκούειν ἀμβλέως οὔτἄλλου τῶν πάντων οὐδενὸς ἐλλιποῦς ὀρεγόμεθα. τίς γὰρ εὔχροιαν εὐσαρκίαν κάλλος ἀπλῶς τοῦ σώματος ῥώμην ἐλλιπῆ σχεῖν εὔχεται; καὶ μὴν εἴπερ οὐκ ἐλλιποῦς ἐνεργείας ἀλλὰ τελέας χρῄζομεν, οὐδὲ τῆς κατασκευῆς τοῦ σώματος, ἀφἧς ἐνεργοῦμεν, ἐλλιποῦς δεησόμεθα. τούτων δἦν θάτερον ὑγίεια· δῆλον οὖν, ὡς οὐδεὶς ἀτελοῦς || ὑγιείας ἀλλὡς ἔνι μάλιστα τελειοτάτης ἅπαντες χρῄζομεν.
§12 Cap. XII. Εἰ μὲν οὖν ἄλλο τι τὴν εὐεξίαν οἴεταί τις εἶναι παρὰ τὴν τελείαν ὑγίειαν, ἄλλην μὲν τέχνην ὑγιείας, ἄλλην δεὐεξίας ζητείτω· εἰ δἓν καὶ ταὐτόν ἐστιν ἄμφω, μίαν ἀνάγκη καὶ τέχνην εἶναι. πῶς οὖν ἓν καὶ ταὐτόν ἐστιν εὐεξία τε καὶ παντελὴς ὑγίεια; πρῶτον εἴπερ τὴν ταύτης αἰτίαν κατασκευὴν τὴν αὐτὴν δήπου καὶ τῆς εὐεξίας εἶναι πεπιστεύκαμεν, ἄμφω ταὐτὸν ἔσται· δεύτερον δἐξ αὐτῆς τῆς οὐσίας. εὐεξία μὲν γὰρ οὐδὲν ἄλλἐστὶν εὗ ἔχουσα ἕξις, δἕξις διάθεσίς ἐστι μόνιμος, ὥστε, οὗπερ ἕξις, τούτου καὶ εὐεξία, πρός τι δἄμφω. λέγεται δοὖν τις ἕξιν ἔχειν ἐν γραμματικῇ καὶ ἄλλος ἐν ἀριθμητικῇ καὶ ἄλλος ἐν γεωμετρίᾳ καὶ ἄλλος ἐν ἀστρονομίᾳ καὶ καθἕκαστον τῶν ὄντων, ὅταν διάθεσις δύσλυτος , ἕξις ὀνομάζεται. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι διάθεσιν ὀνομάζειν σχέσιν. εἴπερ οὖν, οὗπερ ἕξις, τούτου || καὶ εὐεξία, τινὸς δ ἕξις, δῆλον, ὅτι καὶ εὐεξία τινὸς καὶ τοῦ αὐτοῦ γε, οὗ καὶ ἕξις. ἀλλἡμῖν νῦν οὐ περὶ τῆς γεωμετρικῆς ἕξεως μουσικῆς γραμματικῆς, ἀλλὰ περὶ τῆς ὑγιεινῆς λόγος ἐστίν. οὐκοῦν, ὅταν εἴπωμεν εὐεξίαν, οὐ γραμματικὴν μουσικὴν γεωμετρικὴν ἀλλὑγιεινὴν λέγομεν. εὐθὺς δαὐτὸ τοῦτο παρορῶσιν οἱ πολλοὶ καὶ νομίζουσι τὸ τῆς εὐεξίας ὄνομα τῷ τῆς ὑγιείας ὁμοίως λέγεσθαι. καίτοι τὸ μὲν τῆς ὑγιείας ὄνομα διαθέσεώς τινός ἐστι, τὸ δὲ τῆς εὐεξίας οὐχ ἀπλῶς τὴν διάθεσιν, ἀλλὰ τὸ καταὐτὴν ἄριστόν τε καὶ μόνιμον ἐνδείκνυται· ἀρίστη γάρ ἐστιν ἕξις ἐκείνης τῆς διαθέσεως, ἣν ὑγίειαν ὀνομάζομεν, εὐεξία. οὔκουναὖθις γάρ που καὶ αὖθις ἀνάγκη ταὐτὸν εἰπεῖν, εἰ μέλλοι τις ἐξαιρήσεσθαι τῶν πολλῶν ἄγνοιαν παλαιάνοὔτε διαθέσεως οὔτε κατασκευῆς οὔτἐνεργείας ἐστὶ τὸ τῆς εὐεξίας ὄνομα δηλωτικόν, ὥσπερ οὖν οὐδὲ τὸ τῆς ἕξεως, ἀλλὰ τοῦτο μὲν αὐτοῦ μόνου τοῦ || δυσλύτου τε καὶ μονίμου τῆς διαθέσεως, δεὐεξία πλέον οὐδὲν αὐτῷ προστίθησι τοῦ εὖ. σύγκειται γοῦν ἐκ τοῦ τῆς ἕξεως ὀνόματος τὸ εὗ προσλαβόντος, ὅπερ εἰώθαμεν ἐπαινοῦντες ἅπασιν ἐπιφέρειν, ὅσα καλῶς καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν διάκειται. τίνος οὖν ὀρεγόμεθα καὶ τί τῷ σώματι διὰ παντὸς ὑπάρχειν βουλόμεθα; πότερον διάθεσιν ὑγιεινὴν αὐτὸ τοῦτο μόνον ἴσχειν τοῦτό γε παραπλήσιον τῷ ζητεῖν, ἆρά γοἰκίας μοχθηρᾶς καὶ μελλούσης ὅσον οὔπω καταπεσεῖν χρήζομεν καὶ πρὸς τὴν χρείαν, ἧς ἕνεκα γέγονεν, ἄριστα διακειμένης καὶ ὡς ἔνι μάλιστα πολυχρονιωτάτης; οὐδεὶς γάρ ἐστιν οὔτἐλλιπῶς οὔτὀλιγοχρονίως ὑγιαίνειν βουλόμενος. ἀλλοὐδἐστί τις ὅλως τέχνη σκοπὸν ἔχουσα τὸ χεῖρόν τε καὶ ὀλιγοχρονιώτερον, ἀλλὅπερ ἂν ἐκ τῆς αὐτῆς ὕλης ἄριστόν τε μέλλῃ καὶ πολυχρονιώτατον ἔσεσθαι, τοῦτο ταῖς ποιητικαῖς ἀπάσαις τέχναις σκοπός. οὐ μὴν οὐδὲ τέλος ἄλλο τι παρὰ τὴν ἐπιτυχίαν ἐστὶ τοῦ σκοποῦ καὶ δῆλον ἐκ τῶν εἰρημένων, || ὡς καὶ τέλος ἕν ἐστι τῆς περὶ τὸ σῶμα τέχνης καὶ σκοπὸς εἷς. εἴτοὖν ἀρτιότητά τις ἐθέλοι τὸν σκοπὸν τοῦτον ὀνομάζειν εἴτεὐεξίαν εἴθὑγίειαν εἴτε τὴν κατὰ φύσιν κατασκευὴν τοῦ σώματος εἴτε τὴν κατὰ φύσιν ἐνέργειαν εἴτε διάθεσιν κατασκευήν, ἀφἧς ἐνεργοῦμεν τελέως ταύτας τὰς κατὰ φύσιν ἐνεργείας, οὐδὲν εἴς γε τὰ παρόντα δέομαι διαιρεῖν.
§13 Cap. XIII. Ἕν γάρ μοι πρόκειται δεῖξαι τὸ πᾶσαν τέχνην καὶ σκοποῦ καὶ τέλους ἐφίεσθαι. τέλος δἐν ἑκάστῳ τῶν ὄντων ἕν, ὅπερ οὐδὲν ἄλλἐστὶν τὸ κατἐκείνην τὴν οὐσίαν ἀγαθόν. ἀμπέλου γοῦν οὐκ ἄλλο μὲν τελειότης, ἄλλο δὲ τὸ ἀγαθόν, οὐ μὴν οὐδἄλλο τι παρὰ τοῦτο πρόκειται σκοπεῖσθαι τῇ περὶ τὰς ἀμπέλους τέχνῃ, καθάπερ οὐδὲ τῇ περὶ τὰς ἐλαίας, ἀλλὰ καὶ ἥδε τὴν τελειότητα τῆς ἐλαίας φύσεως ἔχει τὸν σκοπόν. ἕν δή τι τῶν ὄντων ἐστὶ τὸ τἀνθρώπου σῶμα καὶ τίς ἐστι καὶ τοῦδε πάντη τελειότης, ἢν καὶ παροῦσαν φυλάττειν καὶ || ἀποῦσαν ἀνασώζεσθαι πρόκειταί τινι τέχνῃ. ταύτης δεἴπερ τι κατωτέρω ποιήσομεν ἕτερον τέλος, προειρημένος ἡμᾶς ἐκδέξεται λόγος. ἔσται γὰρ μὲν τῆς εὐεξίας, δἄκρας εὐεξίας, ἑτέρα δὲ τῆς ὑγιεινῆς ἕξεως καὶ τετάρτη τις ἄλλη τέχνη σχέσεως ὑγιεινῆς δημιουργὸς ἔξωθέν τε τούτων ἄλλη πέμπτη τῆς ἀθλητικῆς εὐεξίας. εἰ δὲ καὶ δημιουργεῖν μὲν ἄλλαις τὰ τέλη, φυλάττειν δἄλλαις ἐπιτρέψομεν, οὐ ταύτας μόνον ἀλλὰ καὶ σὺν αὐταῖς ἄλλας τοσαύτας ἐπιζητήσομέν τε καὶ συστησόμεθα περὶ τὸ σῶμα τέχνας.
§14 Cap. XIV. Ὧι καὶ δῆλον, ὡς οὔτε πολλὰ τὰ τοῦ σώματος ἀγαθὰ χρὴ ποιεῖν οὔτἄλλην μέν τιναὐτοῦ δημιουργόν, ἄλλην δὲ φύλακα. τῷ μὲν δὴ σκοπεῖσθαι δυναμένῳ διὰ κεφαλαίων τὸ σύμπαν οὐδὲν ἔτι προσδεῖ· τῷ δὲ τοῦτο μὴ δυναμένῳ δρᾶν καὶ πάντἐξαλεῖψαι τῆς διανοίας, ὅσα τοῖς κακῶς ὑπειλημμένοις ἕπεται, δεομένῳ παμπόλλων ἔθἡγοῦμαι δεῖν. ὅτι τε γὰρ οὐχ ἕν ἐστι τὸ τοῦ σώματος ἀγαθόν, ἀλλὑγίειά τε καὶ ῥώμη καὶ κάλλος ὅτι τε δυνατὸν ἑτέραν μὲν εἶναι δημιουργὸν τούτου || τέχνην, ἑτέραν δὲ φυλακτικὴν ὅσα τἄλλα τούτοις ἑπόμενα κακῶς ἐγνώκασιν ἔνιοι, διελέγξαι χρή. καὶ πρῶτόν γε, ὅτι τοῦ σώματος ἓν ἀγαθόν ἐστι, διελθεῖν ἄμεινον πρώτως τε καὶ κυρίως λεγόμενον, ἐφ πάντα τὴν ἀναφορὰν ἔχει. τὰ δἄλλα τὰ λεγόμενα σώματος ἀγαθὰ τὰ μὲν ὡς μόρια ἐκείνου λέγεται, τὰ δὡς αἴτια, τὰ δοἷον καρπός τις. ὥσπερ γὰρ τὸ κάλλος τεὔχροια καὶ εὐσαρκία καὶ συμμετρία καθάπερ καὶ ἄλλα τινὰ συμπληροῖ, τί κωλύει καὶ τὸ τοῦ σώματος ἀγαθὸν ἐξ ὑγιείας καὶ ῥώμης καὶ κάλλους συμπληροῦσθαι; τί δὲ κωλύει πάλιν αὐτοῦ μὲν τοῦ σώματος ἀγαθὸν εἶναι τὴν ὑγίειαν, οἷον δὲ καρπόν τινα τὸ κάλλος αὐτοῦ καὶ τὴν ἐνέργειαν ὑπάρχειν; τί δὲ κωλύει τὴν μὲν ἐνέργειαν εἶναι τὸ πρῶτον ἀγαθὸν τοῦ σώματος, αἰτίαν δαὐτοῦ τὴν ὑγίειαν; οὐ γὰρ ἐξ ἄλλων μέν τινων ὑγιαῖνον ἀκριβῶς ἔσταιτὸσῶμα, διἄλλων δἰσχυρὸν καλόν· *** αὐτὸ μέλλει ποιήσειν, εὐθὺς [δὲ] τοῦτο καὶ ἀκριβῶς ὑγιεινόν. ||
§15 Cap. XV. Ὥστε καὶ διὰ τοῦτο μία τέχνη περὶ τὸ σῶμα. τὰ γὰρ αὐτὰ πράττοντες ἰσχυροί θἅμα κατὰ τὰς ἐνεργείας ἐσόμεθα καὶ καλλίους ὀφθῆναι καὶ ὑγιεινότεροι καὶ εὐεκτικώτεροι, καθάπερ εἰ καὶ σφαλείημέν τι περὶ τὸ σῶμα, καὶ τῶν ἐνεργειῶν τὴν ῥώμην καταλύσομεν καὶ τῷ κάλλει λυμανούμεθα καὶ τὴν εὐεξίαν καθαιρήσομεν καὶ τὴν ὑγίειαν μειώσομεν· ἅπαντα γὰρ ταῦτα συναυξάνεταί τε καὶ συμμειοῦται προσηκόντως. γάρ τοι κατὰ φύσιν ἐνέργεια δεῖται τῆς κατὰ φύσιν τοῦ σώματος κατασκευῆς, ὑφἧς γίγνεται, λόγον αἰτίας ἐχούσης πρὸς αὐτήν. ὥστοὐκ ἐνδέχεται πρότερον τὸ μὲν ἕτερον αὐτῶν εἶναι, τὸ δἕτερον μὴ παρεῖναι. καὶ μὲν δὴ καὶ συναυξάνεται καὶ συμμειοῦται ταῦτἀμφότερα. βελτίω μὲν δὴ γενόμενα τὸ μὲν εὐεξία, τὸ δὲ ῥώμη κέκληται. τὸν αὐτὸν γὰρ καὶ ῥώμη πρὸς τὴν ἐνέργειαν ἔχει λόγον, ὅνπερ εὐεξία πρὸς τὴν ὑγίειαν· ἑκάτερον γὰρ ἑκατέρῳ γίγνεται καὶ ὥσπερ εὐεξία τινός ἐστιν, οὕτω καὶ ῥώμη. τῆς μὲν γὰρ κατὰ φύσιν εἴτε κατασκευῆς || εἴτε διαθέσεως ὀνομάζειν ἐθέλοις ἀρετή τις εὐεξία, τῆς δἐνεργείας ῥώμη. ταὐτὸν δἀρετή τε καὶ τελειότης ἐστὶ καὶ τὸ καθἕκαστον τῶν ὄντων ἀγαθόν, ὅπερ αὐτοῦ πρώτως τε καὶ ἀπλῶς ἀγαθὸν ὀνομάζεται. καὶ μὲν δὴ καὶ χείρω γίγνεται διὰ τῶν αὐτῶν ἀμφότερα. καὶ μὲν ὑγιεινὴ διάθεσις, ὥσπερ ἔμπροσθεν εἴπομεν, εὐεξία προσαγορεύεται, εἰ δαὗ τις ἐνεργεῖ ἀσθενῶς, ῥώμης ἀρρωστία τε καὶ ἀσθένεια. καὶ δὴ καὶ κάλλος μὲν τοῖς προτέροις, αἶσχος δὲ τοῖς δευτέροις ἐξ ἀνάγκης ἕπεται. πάντοὖν ταῦτα καὶ συναύξεται καὶ συμμειοῦται καὶ τελειοῦται καὶ καθαιρεῖται πάνθἅμα καὶ τὸ βλάπτον ὁτιοῦν ἓν ἐξ αὐτῶν εὐθὺς καὶ τἆλλα σύμπαντα βλάπτει τό τὠφελοῦν ὡσαύτως ἅπαντὠφελεῖ. καὶ δῆλον, ὡς καὶ διὰ τοῦτο μίαν ἀνάγκη τέχνην εἶναι περὶ σύμπαντα ταῦτα. τί δὴ τούτων ἐστὶ τὸ πρῶτόν τε καὶ ἀπλῶς ἀγαθὸν τοῦ σώματος, οὐδὲν μὲν ἐπείγει τό γε νῦν εἶναι λέγειν, ἵνα δὲ μηδὲ τοῦτἐνδέῃ, προσθήσω. σώματος || ἀγαθὸν ἀπλῶς καὶ πρῶτον, οὗ μάλιστα δεόμεθα, τελειότης τῆς ἐνεργείας ἐστίν, ὅπερ δὴ ῥώμην τε καὶ ἰσχὺν ὀνομάζουσιν ἐλλειπτικῶς ἑρμηνεύοντες· ἐχρῆν γὰρ αὐτοὺς οὐ ῥώμην ἁπλῶς ἀλλἐνεργείας ῥώμην οὐδἰσχὺν ἁπλῶς ἀλλἐνεργείας ἰσχὺν εἰπεῖν. ἑξῆς δὲ τούτῳ δεύτερον οὐχ ἀπλῶς οὐδὲ καθἑαυτὸ τοῦ σώματος ἀγαθόν, ἀλλὅτι γε τὸ πρῶτόν τε καὶ καθἑαυτὸ τοιούτου δεῖται πάντως εἰς γένεσιν, τῆς ὑγιείας ἐστὶν εὐεξία, ἣν καὶ αὐτὴν πάλιν ἐλλειπτικῶς ὀνομάζοντες ἀφορμὴν σοφισμάτων παρέχουσιν· δέον γὰρ εὐεξίαν ὑγιείας εἰπεῖν, οὐχ οὕτως ἀλλἀπλῶς εὐεξίαν ὀνομάζουσιν. ἕπεται δἐξ ἀνάγκης τῇδε τὸ κάλλος [ἄλλο τι γένος· ἕπεται ἐκείνοις], τρίτον ἀγαθὸν σώματος, ὥστοὔθὁμογενῆ τὰ τοῦ σώματος ἀγαθὰ καθάπερ οὐδὲ τὰ τῆς ψυχῆς οὔθὁμοίως λέγεται ἅπαντα, ἀλλὰ τὸ μὲν ὡς πρῶτόν τε καὶ καθἑαυτό, τὸ δὡς αἴτιον ἐκείνου, τό δὡς ἐξ ἀνάγκης ἑπόμενον. τίνος οὖν τούτων τῶν τριῶν περὶ τὸ σῶμα τέχνη πρώτως ἐστὶ δημιουργός; || ἆρά γε τῆς ὑγιείας τῆς ἐνεργείας τοῦ κάλλους; ὅτι μὲν γὰρ ἐξ ἀνάγκης ὠφελήσει τε καὶ ποιήσει τὰ τρία, κἂν ἓν ἐξ αὐτῶν ὁτιοῦν ὠφελῇ, πρόδηλον ἤδη γέγονεν· εἴτε γὰρ τὴν ἐνέργειαν, ἐξ ἀνάγκης καὶ τὴν ὑγίειάν τε καὶ τὸ κάλλος· μὲν γὰρ οὐχ οἵα τἐστὶ χωρὶς τῆς ποιούσης αὐτὴν αἰτίας γενέσθαι, τὸ κάλλος δἐξ ἀνάγκης ἕπεται· εἴτε τὴν ὑγίειαν, εὐθὺς καὶ τὴν ἐνέργειαν καὶ τὸ κάλλος· ἄμφω γὰρ ἦν ταύτης ἔγγονα. καὶ μὴν εἰ τὸ κάλλος ποιεῖ, πάντως που καὶ τὴν ὑγίειαν προπεποίηκεν, εἰ δὲ τοῦτο, καὶ τὴν ἐνέργειαν.
§16 Cap. XVI. Ἀλλὰ τί τὸ πρώτως ἐστὶν ὑπὸ τοῦ τεχνίτου γιγνόμενον, λόγος ἐπόθει θηρᾶσαι. καὶ δὴ φαίνεται σαφῶς ἤδη διὰ τῶν εἰρημένων μὲν τέχνη τὴν ὑγίειαν ἐργαζομένη, ταύτῃ δἐξ ἀνάγκης ἐνέργειά τε καὶ τὸ φυσικὸν κάλλος ἀκολουθεῖ. ὅπου γὰρ πρῶτον ἐνεργῶν τεχνίτης ἵσταται, τοῦτἔστιν αὐτοῦ τὸ τέλος, ἵσταται δἐν τῷ τὴν κατὰ φύσιν ἐργάσασθαι διάθεσιν, ἀφἧς ἐνεργοῦμεν, ὅπερ || ἦν ὑγίεια· ταύτην δἐργασάμενος οὐδὲν ἔτι πονεῖ περὶ τὴν ἐνέργειαν τὸ κάλλος, ἕπεται γὰρ ἐξ ἀνάγκης ἐκεῖνα, κἂν τεχνίτης μὴ θέλῃ, καὶ κωλῦσαί γαὐτὰ τῷ τεχνίτῃ παντάπασιν ἀδύνατον ἅπαξ γε τὴν ὑγίειαν ἐργασαμένῳ, αὐτὴν μέντοι τὴν ὑγίειαν ἐπαὐτῷ κωλύειν ἐστίν. εἰ δέ γέ πῃ διαφθείρειεν αὐτήν, οὐκ ἔστιν ἐπαὐτῷ τὴν κατὰ φύσιν ἐνέργειαν τὸ κάλλος ἐκπορίσαι τῷ σώματι. τὴν οὖν περὶ τὸ σῶμα τέχνην, ἥτις ἂν , περὶ μὲν τὴν ὑγίειαν ἀπάντων πρώτην τε καὶ καθἑαυτὴν πραγματεύεσθαι φατέον, ἐφεξῆς δὲ κατά τι συμβεβηκὸς τήν τἐνέργειαν καὶ τὸ κάλλος, οὐ μὴν ἀτελές γέ τι τούτων οὐδὲν οὐδἐλλιπές, ἀλλὰ τέλεά τε καὶ πλήρη καὶ ἄκρα. ὅπως μὲν οὖν ἐστι πολλὰ τοῦ σώματος ἀγαθὰ καὶ πῶς ἓν ὅτι τε μὴ πάντων ὡσαύτως περὶ τὸ σῶμα τέχνη πεφρόντικεν, ἀλλὰ τοῦ μὲν καθαὑτό, τοῦ δὲ κατὰ συμβεβηκός, αὐταρκῶς δέδεικται.
§17–24
§17 Cap. XVII. Διὰ τί δοὐκ ἐνδέχεται κατοὐδεμίαν ὕλην ἄλλην μὲν τέχνην τοῦ τέλους δημιουργόν, ἑτέραν δεἶναι || τὴν φυλάττουσαν, ἤδη καὶ ταῦτα πειράσομαι δεικνύναι. καὶ πρῶτον μὲν ὡς οὐδὲ τὸ παράδειγμα αὐτοῖς ὁμολογεῖ τὸ σφέτερον, ἐπιδείξω, μετὰ ταῦτα δὡς οὐδ τῶν πραγμάτων αὐτῶν φύσις. εἴπερ γὰρ ἄλλης μέν ἐστι τέχνης ὑπόδημα ποιήσασθαι, τὸ δἠπήσασθαι τοῦτο παθὸν ἑτέρας, οὔπω τὴν τρίτην ἐνταῦθα τέχνην ἐπέδειξαν ἡμῖν τὴν φυλακτικήν. ὡσαύτως δὲ κἀπὶ τῶν ἱματίων, εἴπερ ἑτέρας μέν ἐστι τέχνης ἠπήσασθαι, δημιουργῆσαι δἑτέρας, τρίτη κἀνταῦθα τίς ἐστιν φυλακτική, λέγειν οὐχ ἕξουσιν. ἐπὶ μὲν γὰρ τῶν ἡμετέρων σωμάτων καὶ ὅλως τῶν ὑπὸ φύσεως διοικουμένων μὲν οἷον δημιουργὸς φύσις ἐστὶν ἀνάλογον ὑφαντικῇ τε καὶ σκυτοτομικῇ, τὸ πονῆσαν δἐπανορθοῦται γεωργός τε καὶ ἰατρός, ἀνάλογον αὗ καὶ οἵδε τῷ ῥάπτοντι τὰ ἱμάτια καὶ τῷ τὰ παλαιὰ τῶν ὑποδημάτων ἐπανορθουμένῳ. τὸ δὲ φυλάττειν ἱμάτιον ὑπόδημα καταθέμενον ἐπὶ τῆς οἰκίας, ὅπως μὴ κλαπείη πρός τινος ὑπὸ μυῶν καταβρωθείη, τάχα μὲν οὐδὲ τέχνης ἐστὶν οὐδεμιᾶς ἀλλἐπιμελείας μόνης. εἰ δἄρα || καὶ τέχνην τινὲς εἶναι βούλονται φυλακτικὴν αὐτῶν, αἱ τοιαῦται τέχναι τοῖς ἀνθρώποις στρατηγική τεἰσὶ καὶ πολιτικὴ καὶ πρὸς ταύταις τε τῶν θυρωρῶν, εἰ βούλει, καὶ τῶν ἄλλων φυλάκων. ἵνα γὰρ μήτἐπὶ τοῖς πολεμίοις ὧμεν ὅλως τοῖς πονηροῖς ἀνθρώποις μήτἐπὶ τοῖς θηρίοις, οἰκίας τε καὶ πόλεις οἰκοδομησάμεθα καὶ τείχη περιεβαλόμεθα καὶ στρατηγοὺς καὶ ἄρχοντας ἀπεδείξαμεν, ἀλλοὐ τοιαύτην τινἐζητοῦμεν τέχνην ὑγιείας φυλακτικήν, ἀλλἥτις οἶμαι περὶ τὸ σῶμα τοῦ ἀνθρώπου πραγματευομένη τι, μὴ κατὰ συμβεβηκὸς ἀλλὰ καθαὑτό, σῶον αὐτὸ καὶ ὑγιαῖνον ἀποδείκνυσιν. ἑκάστη δὲ τῶν νῦν εἰρημένων οὐκ αὐτὴ καθαὑτὴν ὑγιείας ἐστὶ φύλαξ, ἀλλἐπειδὴ συμβέβηκεν τῷ μὴ σφαγέντι μηδὑπὸ θηρίου καταβρωθέντι φυλάττεσθαι τὴν ὑγίειαν, ὥσπερ οὖν καὶ ὅλην τὴν ζωήν, διὰ τοῦτο κατά τι συμβεβηκός, οὐ πρώτως οὐδὲ κατὰ τὸν ἴδιον λόγον, ἑκάστη τῶν τοιούτων τεχνῶν ὑγιείας γίγνεται φύλαξ.
§18 Cap. XVIII. πρώτη οὖν ὑγίειαν φυλάττουσα κατὰ || τὸν ἑαυτῆς λόγον ἐν τίσιν ἕξει τὴν πραγματείαν; ἐμοὶ μὲν δοκεῖ μήτἐν τοῖς οὐκ ἐξ ἀνάγκης ὁμιλοῦσι τῷ σώματι μήτ’ [ἐξ ἀνάγκης] ἐν τοῖς οὐδὲν διατιθεῖσιν, ἀλλἐν οἷς διατρίβει πάντως τὸ σῶμα, κἂν ἡμεῖς μὴ βουλώμεθα, καὶ τούτων τοῖς ὠφελεῖν βλάπτειν δυναμένοις, ἐν τούτοις τε καὶ περὶ ταῦτα πραγματεύεσθαι. ξίφεσι μὲν οὖν καὶ θηρίοις καὶ κρημνοῖς καὶ βρόχοις οὐκ ἐξ ἀνάγκης περιπίπτει τὸ σῶμα, ἀλλὰ τῷ περιέχοντι ἀέρι κατὰ διττὸν τρόπον ἐξ ἀνάγκης ὁμιλεῖ καὶ πάντη περικεχυμένῳ καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένῳ. καὶ μὲν δὴ καὶ ὕπνος καὶ ἐγρήγορσις ἡσυχία τε καὶ κίνησις ἐκ τῶν τοιούτων ἐστίν· ἀνάγκη γὰρ ὑπνοῦν ἐγρηγορέναι ἡσυχάζειν κινεῖσθαι, ὥσπερ οὖν καὶ λιμώττειν ἐσθίειν καὶ διψῆν πίνειν τινα μεταξὺ τούτων ἔχειν κατάστασιν. αἱ δὲ τῆς κοίτης διαφοραὶ καὶ τῶν ἱματίων οὐκ ἀναγκαῖαι πᾶσαι· κλίνη γὰρ ἐλεφαντόπους οὐδὲν οὔτὠφελεῖ τὴν ὑγίειαν οὔτε βλάπτει, κατὰ ταὐτὰ δὲ καὶ σκίμπους εὐτελὴς || ἱματίοις εὐτελέσιν πολυτελέσιν τοῖς σκεύεσιν ὑαλίνοις χρυσοῖς ἀργυροῖς ξυλίνοις χρῆσθαι καὶ παῖδας ἔχειν εὐμόρφους αἰσχροὺς τοὺς ὑπηρετουμένους μηδὅλως ἔχειν ἀλλἑαυτῷ διακονεῖσθαι. ταῦτα μὲν γὰρ οὐδὲν οὔτὠφελεῖν οὔτε βλάπτειν ἡμᾶς πέφυκεν οὔτε καθἑαυτὰ καὶ πρώτως οὔτε κατὰ συμβεβηκός. ἀὴρ δὲ θερμὸς ψυχρὸς ἐδέσματά τε καὶ πόματα καὶ ἠρεμία καὶ κίνησις ἐγρήγορσίς τε καὶ ὕπνος ἐξ ἀνάγκης ὠφελεῖ καὶ βλάπτει κατὰ τὴν ἑαυτῶν δύναμιν· ἱμάτιον δὲ τρύχινον ἐν χειμῶνι καὶ βαρὺ καὶ πνιγῶδες ἐν [τῷ] θέρει βλάπτει μὲνοὐκἐξ ἀνάγκης ἀλλὰ κατὰ συμβεβηκός, ὅτι κρύει καὶ θάλπει τιμωρεῖται.
§19 Cap. XIX. Ταῦτοὖν, ὅσα καθαὑτὰ δύναμιν ἔχει βλάβης τινὸς ὠφελείας, τῆς ὑγιείας προνοούμενος ἐπισκοπεῖται. πῶς καὶ τίνα τρόπον; ἐπειδὰν μὲν ἱκανῶς ἤδη τὸ σῶμα κενώσεως ἔχῃ καὶ κίνδυνος ἥκῃ βλάβης αἰσθητῆς, τρέφεσθαι κελεύων, ἐπειδὰν δὲ ξηραίνηται μᾶλλον || τοῦ μετρίου καὶ κίνδυνος κἀντεῦθεν ἤδη βλαβῆναι, πίνειν ἀξιῶν· οὕτω δὲ καὶ γυμνάζων μέν, ἐπειδὰν ῥῶσαι μὲν βούληται τὴν διοικοῦσαν ἡμᾶς δύναμιν, ἐκκαθῆραι δὲ τοὺς κατὰ λεπτὸν πόρους, ἡσυχάζειν δὲ προστάττων, ἐπειδὰν ἤτοι κάμνειν πρὸς τῶν γυμνασίων αἴσθηται διαφορεῖσθαι τὸ σῶμα πέρα τοῦ προσήκοντος, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττων μέν, ἢν ἴσχηται, κατέχων δέ, ἢν ἐκταράττηται, καὶ τἆλλα δὴ πάντα κατὰ τὸν αὐτὸν τρόπον ἕκαστα πραγματευόμενος, ἐν κεφαλαίῳ τῷδε προσέχων τὸν νοῦν, ἐπειδὰν μὲν ἀκριβῶς ὑγιεινῶς ἔχῃ τὸ σῶμα, μηδὲν νεωτερίζειν, ἐπειδὰν δὲ κατά τι τῆς ἀκριβοῦς ἐξιστῆται συμμετρίας, εὐθὺς ἀντεισάγειν τὸ λεῖπον, πρὶν μεγάλην γενέσθαι τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπήν, ὥσπερ ἂν εἰ τὰς κρόκας ἐκρεούσας ἱματίου τινὸς οὐχ ἅμα πάσας οὐδἀθρόας ἀλλὰ καθἑκάστην ἡμέραν μίαν τοῦτἔργον πεποιημένος ἰῷτο παρεδρεύων, ὡς λανθάνειν τοὺς πολλοὺς τὴν ἐπανόρθωσιν ὑπὸ σμικρότητος. τοιοῦτον γάρ τινα χρὴ καὶ τὸν τοῖς ὑγιαίνουσιν ἐφεστῶτα τεχνίτην εἶναι σμικρᾶς || διαφθορᾶς καὶ βλάβης αἰσθητικόν θἅμα καὶ ἐπανορθωτικόν. εἰ δέ γἀπαθὲς ἔμενε πάντη τὸ σῶμα καὶ τοιοῦτον, οἷόνπερ ποιήσας αὐτὸ τεχνίτης ἀπέλιπεν, οὐκ ἂν ἐδεῖτο τοῦ διὰ παντὸς ἐπανορθουμένου. νυνὶ δἐπειδὴ διαρρεῖ τε καὶ φθείρεται, δεῖταί τινος ἐπιστάτου παρεδρεύοντος, ὃς καὶ γνωριεῖ τὸ κενούμενον ὁποῖόν τἐστὶ καὶ ὁπόσον ἰάσεταί τε παραχρῆμα τοιοῦτόν τε καὶ τοσοῦτον ἕτερον ἀντεισάγων. ἀπορρεῖ τὸ κατὰ φύσιν ὑγρόν· ἐπάρδειν χρὴ τὴν ἴσην ὑγρότητα πόμα παρέχοντα. διαφορεῖται τὸ θερμόν· ἀντεισάγειν χρὴ τοσοῦτον ἕτερον. ἐκκενοῦται τὸ ξηρόν· ἤδη καιρὸς τρέφειν· ἑνὶ λόγῳ τὸ διαφορούμενον καὶ ἀπολλύμενον ἐπανορθοῦσθαι κατὰ βραχὺ πρὸ τοῦ τοῖς πολλοῖς γενέσθαι κατάφωρον.
§20 Cap. XX. Ὥσπερ οὖν εἰ δύο τινὲ πίθω νοήσαις τετρημένω πολλαχόθι, μεστὼ μὲν ἄμφω τὰ πρῶτα, κενουμένω δὁμοίως ὑπὸ τῶν ἐκροῶν, εἴη δὲ τῷ μὲν ἐπιστατῶν τις ἀεὶ προσεδρεύων· ἐπαντλῶν ἴσον ἑκάστοτε τῷ κενουμένῳ, || θατέρῳ δέ, πρὶνἂνἱκανῶς ἐκκενωθῇ, μηδεὶς παρείη, τηνικαῦτα δἐξαίφνης ἐπιστάς τις ἀθρόως πληρώσειεν, εὔδηλον, ὡς τὸν μὲν ἕτερον τῶν πίθων οὐδέποτε ἐκκενοῦσθαί τε καὶ πληροῦσθαι, τὸν δἕτερον ἄμφω ταῦτα πάσχειν οἱ πολλοὶ τῶν θεωμένων ἐροῦσιν, οὕτως ἔχει κἀπὶ τῶν ὑγιαινόντων τε καὶ νοσούντων σωμάτων. ἐπανορθοῦται μὲν ἄμφω ταῦτα μία τέχνη καθἕνα τρόπον ἀντεισάγουσα τὸ λεῖπον, διαφορὰ δἐν τῷ ποσῷ τῆς ἐπανορθώσεως, οὐκ ἐν τῷ ποιῷ.
§21 Cap. XXI. Καὶ μὴν κατὰ τὸ ποσὸν ἐν τοῖς γιγνομένοις διαφορὰ μιᾶς ἐστι τέχνης· εἰ δε γἄλλης ἔσεσθαι μέλλοι, πάντως χρὴ παραλλάξαι τῷ ποιῷ. εἰ δ’, ὅτι τοῦ μὲν ἔφθασεν ἐκρυῆναι πολλά, πρὶν ἀφικέσθαι τὸν τεχνίτην, δἕτερος ἀεὶ παρεδρεύοντος εὐτυχήσας αὑτῷ μεστὸς διαφυλάττεται, τούτου χάριν ἡγῇ διττὸν εἶναι τὸν τρόπον τῆς ἐπανορθώσεως, οὐκ ὀρθῶς ἔγνωκας· οὐ γὰρ ἄλλη μὲν τέχνη μίαν ἀντεισάγει κρόκην ἐκρυεῖσαν, ἄλλη || δὲ τρεῖς τέτταρας πεντακοσίας οὐδἄλλη μὲν τέχνη σμικρόν τι τοῦ τοίχου πονῆσαν ἐπανορθοῦται, μεῖζον δαὐτοῦ πάθος ἑτέραν ἐπιζητεῖ τέχνην· καθόλου γὰρ τρόπῳ γέγονεν ἕκαστον τῶν ὄντων, τούτῳ καὶ φθειρόμενον ἐπανορθοῦται. κρόκαι στήμοσι διαπλακεῖσαι ποιοῦσιν ἱμάτιον. ἆροὖν παθεῖν ἔξω τούτων ἱμάτιον ἰαθῆναι δυνατόν; δεῖ δὴ πάντως, εἴ γε πάσχει τι πάθος, ἤτοι στήμονα παθεῖν κρόκην συναμφότερα ἴασίν τε μίαν εἶναι τῆς κρόκης ἀεὶ διαπλεκομένης τῷ στήμονι μιμήσει τῆς γενέσεως.
§22 Cap. XXII. Ἀλλαἱ κατὰ μέρος ἐνέργειαι τοὺς πολλοὺς ἐξαπατῶσιν οὐ δυναμένους θεάσασθαι τὸ καθόλου· μεθόδου γὰρ ἤδη λογικῆς τὸ τοιοῦτον, ἣν οὔτἔμαθον οὔτἤσκησαν οἱ τολμῶντες ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγειν. ἄμεινον γὰρ ἦν, εἴπερ ᾔδεσαν ἐκείνην, διδάξαι τοὺς μαθητὰς ἅπαξ, οὐ μυρία προβλήματα διέρχεσθαι. μὲν γὰρ ἐκείνην μαθὼν οὐδὲν ἔτι δεῖται τῶν μυρίων ἑαυτῷ γε πάντα καλῶς διαιρεῖσθαι δυνάμενος, || δἀγνοῶν ἔτι τὴν μέθοδον πρὸς τῷ μὴ γιγνώσκειν, εἰ κακῶς εἴρηται τὰ μυρία, παμπόλλων ἔτι προβλημάτων, ὧν οὐκ ἀκήκοεν, ἐπιδεής ἐστιν. ἀλλὰ τοῦτο μὲν ὁδοῦ τι πάρεργον ἡμῖν εἰρήσθω πρός γε τοὺς ἑκάστης ἡμέρας εἰς τὰ προβλήματα λέγοντας τοῖς μαθηταῖς, οὔτε δαὐτοὺς εἰδότας, ὅτι λέγουσιν, ἔστἂν ἀμαθεῖς θἅμα καὶ ἀγύμναστοι θεωρίας ὑπάρχωσι λογικῆς, ἐξαπατῶντάς τε τοὺς μαθητὰς ἀγνοίᾳ τοῦ κριτηρίου. καὶ γὰρ οὖν κἀνταῦθα πότερον ταῖς κατὰ μέρος ἐνεργείαις ταῖς καθόλου διακριτέον ἐστὶ τὰς τέχνας ἀπἀλλήλων, τοῦτο μὲν οὐχί, τοῖς σκοποῖς δὲ καὶ τοῖς τέλεσιν μηδὲ τούτοις, ἀλλὰ ταῖς ὕλαις τε καὶ τοῖς ὀργάνοις καὶ ταῖς ἀρχαῖς καὶ τῇ θεωρίᾳ, μηδὅλως σκεψάμενοι ληροῦσιν ὑπὲρ ὧν οὐκ ἴσασιν. ἄμεινον οὖν ἴσως ἐστὶ καὶ ἡμᾶς, ἐπειδήπερ ἅπαξ ὑπέστημέν σοι τὸν ἆθλον τοῦτον ἐκτελέσαι, διελθεῖν τι καὶ περὶ τῶν ῥηθέντων ἁπάντων ὡς οἷόν τε διὰ βραχυτάτων ἀρξαμένους αὖθις ἀπὸ τῶν κατὰ μέρος ἐνεργειῶν.
§23 Cap. XXIII. Ἔστιν οὖν τις ἐνέργεια κατὰ μέρος, χρώμενοι τὰ βλέφαρα τῶν ὀφθαλμῶν ἀναρράπτομεν, ἑτέρα || δὲ τῇδε μηδὲν ἐοικυῖα, διἧς ὑποχύματα παράγομεν, ἄλλαι δὲ τρίτη καὶ τετάρτη μήτἀλλήλαις τι μήτε ταῖσδε προσεοικυῖαι, καθἃς ὀστοῦν κατεαγὸς ἐκ μὲν τῆς κεφαλῆς ἐκκόπτομεν, ἐν ἄλλῳ δὲ μέρει τοῦ σώματος, οἷον βραχίονι καὶ πήχει, κατατείναντές τε καὶ διαπλάσαντες ἐπιδοῦμεν. ὧν ἁπασῶν ἐνεργειῶν ἀποκεχώρηκε πάμπολυ κήλης χειρουργία καὶ ταύτης τῶν κιρσῶν καὶ πασῶν ὁμοῦ τῶν εἰρημένων τοῦ κατὰ τὴν κύστιν λίθου. καὶ τούτων μὲν ἔτι τὰ πλεῖστα μετὰ σμίλης ἐνεργοῦμεν· ὑπαλεῖψαι δὀφθαλμὸν ἄρθρον ἐμβαλεῖν καταπλάσαι τι μέρος καθετῆρι χρῆσθαι καλῶς σικύαν κολλῆσαι γίγνεται μὲν ἄνευ σμίλης, ἀποκεχώρηκε δὲ καὶ ἀλλήλων πάμπολυ καὶ τῶν προειρημένων, ὥσπερ γε καὶ τὸ φλέβα τεμεῖν καὶ ἀρτηρίαν διελεῖν καὶ ἀποσχάσαι τὸ δέρμα καὶ παρακεντῆσαι τοὺς ὑδεριῶντας ἀλλήλων διενήνοχε καὶ συμπάντων τῶν προειρημένων. καὶ αὗται μὲν ἔτι καὶ πρὸς ταύταις ἕτεραι μυρίαι χειρουργίαι τινὲς ἐνεργοῦνται || διαὐτῶντῶν χειρῶν⟩. τῶν δὲ φαρμακευόντων ὅλως ἕτερον τὸ γένος ἀλλήλων τε καὶ προσέτι τῶν κατὰ χειρουργίαν· οὐδὲν γὰρ ἔοικεν ἑλλεβόρου πόσις καὶ ἐδωδὴ σιτίων οὐδἀσιτία κλυστῆρι καὶ τρῖψις λουτρῷ. τούτων δἐπὶ πλέον ἀποκεχώρηκεν ἕλκος πλῦναί τε καὶ καθῆραι καὶ φάρμακον ὑγρὸν ἐπιθεῖναι καὶ αὖθις ξηρὸν αἰωρηθῆναί τε καὶ περιπατῆσαι καὶ παλαῖσαι καὶ σκαμμωνίαν μελίκρατον πιεῖν. οἷς ἅπασιν οὐδὲν ἔοικεν τῶν σφυγμῶν τε καὶ τῆς θερμασίας διάγνωσις, καίτοι διἄκρων τῶν χειρῶν ἐνεργοῦμεν, καθάπερ οἶμαι καὶ τῶν ἐν τοῖς ἀφισταμένοις μέρεσι περιεχομένων ὑγρῶν τῶν ὄγκων τῶν ὑδερικῶν γαγγλίων ἀθερωμάτων μελικηρίδων στεατωμάτων· οὐ γὰρ ταῖς αὐταῖς ἐπιβολαῖς τε καὶ κινήσεσι τῶν δακτύλων καὶ μεταγωγαῖς καὶ θλίψεσιν ἀλλἐνίοτε πάμπολυ διαφερούσαις ἐπὶ τῶν εἰρημένων χρώμεθα. κινδυνεύομεν γοῦν ὅλης ἡμέρας οὐδὲν ἄλλο λέγειν τῶν ἐνεργειῶν τὰς διαφοράς· οὕτω πάμπολυ τὸ πλῆθος αὐτῶν ἐστιν. ||
§24 Cap. XXIV. Ἀλλἤδη κἀκ τούτων ἱκανῶς ἄν τις γνωρίζοι, πηλίκον ἁμαρτάνουσιν, ὅσοι ταῖς κατὰ μέρος ἐνεργείαις ἡγοῦνται χρῆναι διακρίνειν τὰς τέχνας. οὐδεὶς γοῦν οὕτως ἠλίθιος οὐδἔμπληκτός ἐστιν, ὃς ἀφαιρήσεται μὲν τῆς ἰατρικῆς τὰς εἰρημένας ἐνεργείας, ἄλλην δέ τινα καθἑκάστην αὐτῶν ἐπιστήσει τέχνην ἤτοι κηλοτομικήν, ὡς νῦν ὀνομάζουσί τινες, λιθοτομικὴν παρακεντητικήν. εἰ γὰρ καὶ ὅτι μάλιστα τόνδε μέν τινα κηλοτόμον εἶναί φασι, παρακεντητὴν δὲ τόνδε, λιθοτόμον δὲ τόνδε, πάντας γοῦν ἰατροὺς αὐτοὺς ὀνομάζουσιν, ὥσπερ οἶμαι καὶ τοὺς ἀπὸ μορίων τινῶν ὠνομασμένους, ὧν ἐξαιρέτως προνοοῦνται. καὶ γὰρ οὖν καὶ τούτους ὀφθαλμικούς τε καὶ ὠτικοὺς καὶ ὀδοντικοὺς ἰατροὺς ὀνομάζουσιν, ἑτέρους δἀπὸ τῆς ὕλης προσηγόρευσαν ἤτοι διαιτητικοὺς καὶ φαρμακευτικοὺς καὶ νὴ Δία βοτανικούς· εἰσὶ δοἳ καὶ οἰνοδότας καὶ ἑλλεβοροδότας ἰατρούς τινας ἐκάλεσαν ἐκ τοῦ πολλάκις αὐτοὺς θεάσασθαι ταῖς τοιαύταις ὕλαις χρωμένους. ἔχουσι γὰρ οἶμαι || λογικὰς ἀρχὰς ἅπαντες ἄνθρωποι φύσει καὶ γιγνώσκουσιν οἱ μὲν μᾶλλον, οἱ δἧττον, ὡς ἔστι μέν τι καὶ ταὐτὸν ἐν ταῖς ἐνεργείαις, ἔστι δέ τι καὶ διαφέρον. οὗ μὲν οὖν ἕνεκα γίγνονται, ταὐτόν [ὑγεία παρὰ πᾶσιν σκοπός], τρόπος δοὐχ εἷς ἀπασῶν, ἀλλεἰς ἀριθμὸν ἐξήκει πάμπολυν. εἰ μὲν δή τις, ὥσπερ καὶ Πλάτων ἑκάστου τὸν τρόπον τε καὶ καθόλου σκοπὸν μίαν ἐπιστήσας τέχνην, εἶτεἰς εἴδη τε καὶ διαφορὰς τέμνων αὐτὴν αὖθις ἐκείνων τῶν τμημάτων ἕκαστον ὀνομάζει τέχνην, οὕτω καὶ αὐτὸς ἐθελήσειε διαιτητικήν τινα καὶ φαρμακευτικὴν καὶ χειρουργικὴν ὀνομάζειν τέχνην, οὐκ ἂν ἔχοιμι τούτῳ γοὐδὲν ἐγκαλεῖν. οὕτω δὲ κἂν εἰ τῶν εἰρημένων ἕκαστον τέμνων, οἷον τὴν δίαιταν εἴς τε τὰ προσφερόμενα καὶ κενούμενα καὶ ποιούμενα καὶ ἔξωθεν προσπίπτοντα, καθἕκαστον αὐτῶν ἰδίαν τινὰ τέχνην ἐπιστήσειεν, οὐδἂν τούτῳ τι μεμψαίμην. οὐδὲ γὰρ οὐδεἰ πάλιν αὐτὰ ταῦτα κατατέμνοι πολυειδῶς ἄχρι τῶν κατὰ μέρος, οὐκ ἂν κωλύσαιμι λέγειν αὐτόν, ὡς ἐν τοῖς || προσφερομένοις ἄλλη μέν ἐστι τέχνη φαρμάκων, ἄλλη δἐδεσμάτων, ἄλλη δὲ πομάτων, καὶ καθἕκαστον αὐτῶν ἐδέσματος τοῦδε καὶ τοῦδε καὶ πόματος τοῦδε καὶ τοῦδε καὶ φαρμάκου τοῦδε καὶ τοῦδε συγχωρήσαιμἂν ἰδίαν εἶναι λέγειν τὴν τέχνην· εἰ δοἴεται ταύτας ἀλλήλων διαφέρειν τὰς τέχνας, ὡς ἀριθμητικήν, εἰ τύχοι, ῥητορικῆς ταύτην οἰκοδομικῆς τε καὶ τεκτονικῆς, οὐκ ἂν ἔτι συγχωρήσαιμι. ταύταις μὲν γὰρ οὐδείς ἐστι σκοπὸς κοινός, ἐκείναις δὲ ταῖς ὀλίγον ἔμπροσθεν εἰρημέναις εἷς κοινὸς ἁπάσαις πρόκειται σκοπός, ὑγίεια. ὥσπερ οὖν ἐπὶ τῆς ῥητορικῆς, μιᾶς οὔσης τέχνης, ἄλλην μέν τινα προοιμίου, διηγήσεως δἄλλην καὶ πίστεών γε καὶ τῶν καλουμένων ἐπιλόγων ἄλλην εἶναι συγχωρήσω τέχνην, εἴ μοι μόνον ἕν γε τοῦτο φυλάττοιτο, μιᾶς εἶναι τέχνης αὐτά, εἴτεἴδη βούλει καλεῖν εἴτε μέρη, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον ἔχει κἀπὶ τῆς ἰατρικῆς· ἄλλην μέν τινα τέχνην ἐρῶ χειρουργικήν, ἄλλην δὲ διαιτητικήν, ἄλλην δὲ φαρμακευτικήν, εἰ τοῦθἕν μοι φυλάττοιτο μόνον, ὡς εἷς ταύταις ἁπάσαις σκοπός, διὃν ἀναγκάζονται μιᾶς || εἶναι τέχνης μόρια. τὰ γοῦν ἀνομοιότατα συνάγειν οὗτος φαίνεται καὶ συνδεῖν καὶ ἀναγκάζειν εἰς μίαν ἅπαντα τέχνην συντελεῖν. ἐκκόπτει τις ἀποκόπτει τὸ σεσηπός, ἄλλος δἀνατρέφει τε καὶ σαρκοῖ τὸ κοῖλον. ἐναντία μὲν οὕτως καὶ πάντη διαφέροντα δόξει τὰ πράγμαθὑπάρχειν. αἵ τε γὰρ ἐνέργειαι διαφέρουσι πολὺ καὶ τὸ γιγνόμενον ὑπαὐτῶν ἐναντίον. μὲν γὰρ [καὶ] τῶν ὄντων ἀφαιρεῖ τι, τῷ δἔργον γεννῆσαί τινοὐσίαν οὐκ οὖσαν. ἀλλοὐδετέρῳ γε τοῦταὐτὸ πρόκειται καθαὐτό, τῷ μὲν ἐκκόψαι τι, τῷ δὲ γεννῆσαι, ὥσπερ οὐδὲ καῦσαί τι καὶ τεμεῖν οὐδἄλλο τῶν πάντων οὐδὲν αὐτὸ διἑαυτὸ μεταχειρίζεταί τις, ἀλλὡς ἄνευ τούτου τυχεῖν ὑγιείας οὐ δυνάμενος, ἐφἣν ἐπείγονται μὲν ἅπαντες, οὐ μὴν ταῖς αὐταῖς ὁδοῖς χρώμενοι. διὰ μὲν δὴ τὸ κοινὸν τοῦ σκοποῦ πάντες ἰατροὶ καλοῦνται, διὰ δὲ τὸ τῆς ἐνεργείας τῆς ὕλης τοῦ μορίου διάφορον ἤτοι χειρουργὸς φαρμακευτὴς ὀφθαλμικός, χειρουργὸς μὲν ἀπὸ τῆς ἐνεργείας, φαρμακευτὴς δἀπὸ τῆς ὕλης, ὀφθαλμικὸς δἀπὸ τοῦ μορίου. τῷ γὰρ καὶ τὰ || μόρια θεραπευόμενα διαφέρειν ἀλλήλων οὐκ ὀλίγον αὐτούς τε τοὺς θεραπεύοντας ἐνεργείαις τε καὶ ὕλαις χρῆσθαι διαφόροις οἱ μὲν ἀπὸ τῶν ἐνεργειῶν, οἱ δἀπὸ τῶν μορίων, οἱ δἀπὸ τῶν ὑλῶν ὠνομάσθησαν ὀφθαλμικοί τε καὶ χειρουργικοὶ καὶ φαρμακευταί, κοινῇ δἅπαντες ἀπὸ τοῦ τέλους ἰατροί. δέδεικται γὰρ ἔμπροσθεν, ὡς ἅπασα τέχνη περὶ τὸ τῆς ὑποβεβλημένης οὐσίας ἀγαθὸν ἔσπευκεν, ἔνθἕν τι καθἑκάστην αὐτῶν ἐστι τὸ πρῶτον ἀγαθόν. εἰ δ’, ὅτι καλῶς ἀναρράπτων ὅδε τις τὰ βλέφαρα κακῶς, εἰ τύχοι, φαρμακεύει καί τις ἄριστος ὢν ἐν φαρμακείᾳ διαιτᾶν ὀρθῶς οὐκ ἐπίσταται καὶ τοῦτἄλλος ἠσκηκὼς οὐκ ἐγυμνάσατο τὰς χεῖρας, ἑτέρας ἀλλήλων πάντη τὰς τέχνας ὑποληψόμεθα, πρῶτον μὲν οὐ τρεῖς μόνον ἀλλὰ καὶ τριακοσίας οὕτω γε ποιήσομεν· μὲν γάρ τις καθετῆρι χρῆται καλῶς, δὲ κλυστῆρι, φλεβοτομεῖ δἄλλος, ἀρτηριοτομεῖ δἕτερος· εἶθὅταν εὑρεθῇ τις ἅπαντα καλῶς ποιῶν, οὕτως αὗ πάλιν ἅπασαι μία γενήσονται. καὶ μὴν ἑκατέρως || μοχθηρόν, διὰ τὴν ἀφυΐαν τῶν τεχνιτῶν εἰς πολλὰς κατακερματίζειν τὴν μίαν διὰ τὴν εὐφυΐαν εἰς μίαν ἀνάγειν τὰς πολλάς. μὲν γὰρ πρότερος λόγος οὔτε τὴν ῥητορικὴν ἐάσει μίαν εἶναι τέχνην οὔτε τὴν ἀριθμητικὴν γεωμετρίαν μουσικὴν οὐδἄλλην τινὰ τῶν ἀξιολόγων, ἃς διὰ τὸ μέγεθος οἱ πολλοὶ τῶν μεταχειριζομένων ἀδυνατοῦσιν ὅλας ἐκμανθάνειν· δὲ δεύτερος εἰς μίαν ἀνάξει τέχνην ἐνίοτε τὰς μηδαμῶς κοινωνούσας· εἰ γὰρ αὐτὸς ἄνθρωπος ἀριθμητικός θἅμα καὶ γραμματικὸς εἴη καὶ φιλόσοφος, ἐξέσται τινὶ μιᾶς εἶναι νομίζειν ἁπάσας μόρια.
§25–30
§25 Cap. XXV. Μὴ τοίνυν μήτε τῷ πλήθει τῶν ἐργαζομένων τὰς τέχνας ἀλλὰ τοῖς προκειμένοις σκοποῖς διαιρώμεθα μήτεἰς τὰς κατὰ μέρος ἐνεργείας ἀποβλέπωμεν ἀλλεἰς τὰς καθόλου. κοινὸν γὰρ ἕν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἑκάστῃ τῶν τεχνῶν εὑρήσεις τι· διὸ καίτοι πάμπολυ δοκοῦσαι διαφέρειν ὅμως οὐ κεκώλυνται μιᾶς εἶναι τεχνης μόρια. τὸ γοῦν ὑφαίνειν ἱμάτιον οὐδὲν ἄλλἐστὶν || κρόκας στήμοσι διαπλέκειν. ἆροὖν ἕτερόν τι τοῦδε τὸ ῥάπτειν ἐστίν; οὐδαμῶς, ἀλλὰ κἀν τούτῳ διαπλέκονται κρόκαι στήμοσιν. ὡς εἴ γε καὶ κατἀρχὰς εὐθὺς ἐβούλετό τις ἄνευ τῆς ὑφαντικῆς ἐνεργείας ἑτέρῳ τρόπῳ διαπλέξαι τὰς κρόκας τοῖς στήμοσιν, ἤτοι καθὃν νῦν ἠπῶνται τὰ ῥαγέντα τῶν ἱματίων καθὃν τοὺς ταλάρους τὰς σπυρίδας τὰ δίκτυα πλέκουσιν, ἐποίησε μὲν ἂν οὐδὲν ἧττον ἱμάτιον, ἀλλἐν χρόνῳ παμπόλλῳ. στοχαζόμενοι τοίνυν οὐχ ἁπλῶς τοῦ τέλους, ἀλλὰ τοῦ θᾶττον ἐξικέσθαι πρὸς αὐτὸ τὴν διὰ τῶν ἱστῶν ἐπενόησαν ὑφαντικὴν οὐκ ἐν τῷ καθόλου τῶν εἰρημένων διαλλάττουσαν ἀλλἐν τῷ κατὰ μέρος. οὕτω δὲ κἀπὶ τῆς ἰατρικῆς ἀνάριθμα μὲν οὖν ὡς οὕτω φάναι τὰ κατὰ μέρος, ἀλλὰ τό γε καθόλου πᾶσιν ἔργον κοινόν· τε γὰρ ἀφαιρῶν τι τοῦ σώματος ὡς περιττὸν τε προστιθεὶς ὡς λεῖπον ἓν ἄμφω ποιοῦσι καθόλου τὴν κατὰ φύσιν ἐκπορίζοντες τῷ σώματι συμμετρίαν, ἥτις ἦν ὑγίεια· οὕτω δὲ καὶ θερμαίνων καὶ ψύχων καὶ ξηραίνων καὶ ὑγραίνων. ||
§26 Cap. XXVI. Ὡς γάρ, εἰ καὶ κατἀρχὰς εὐθὺς οἷόν τἦν ἡμῖν γεννῆσαι ζῷον, οὐκ ἄλλῳ μὲν [οὖν] ἄν τινι λόγῳ τὴν γενεσιν αὐτοῦ τὴν πρώτην, ἄλλῳ δἂν ἐποιούμεθα τὴν ἐπανόρθωσιν, οὕτως, ἐπεὶ μηδέτερον τούτων αὐτοὶ πρώτως ποιοῦμεν, ἀλλ φύσις ἐστὶν καὶ δημιουργοῦσα πρώτη τὸ ζῷον καὶ νῦν ἰωμένη νοσοῦν, οὐκ ἄλλῳ μὲν τρόπῳ σάρκα πρότερον ἐδημιούργησεν, ἄλλῳ δὲ νῦν, οὐδἄλλῳ μὲν τρόπῳ τὴν τροφὴν ἐπὶ τῶν κυουμένων, ἄλλῳ δὲ νῦν ἐπισπᾶται, ἀλλὰ καὶ ταῦθὁμοίως ἐργάζεται καὶ τρέφει καὶ διακρίνει καὶ ἀποκρίνει καὶ πάνθἁπλῶς εἰπεῖν ὡσαύτως ἐργάζεται νῦν τε καὶ τότε. ὅτι δ ἰατρὸς τῆς φύσεώς ἐστιν ὑπηρέτης [οὐδὲ πρώτη τέχνη τις ἐκείνης] καὶ ὅτι καλῶς εἴρηται φύσις ἐξαρκεῖ πάντα πᾶσιν, ἀλλὰ καὶ ὡς τὰς νόσους αὐτὴ κρίνει καὶ ὡς εἰσὶν αἱ φύσεις τῶν νούσων ἰατροί, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἰρημένα, τί ἂν ἔτι δεοίμην ἐγὼ διέρχεσθαι; τὸ γὰρ εἰς τὰ παρόντα χρήσιμον ἀναμιμνήσκω μόνον, ὡς οὐκ ἄλλης μὲν τέχνης τὸ ποιεῖν, ἄλλης δἐπανορθοῦσθαι || τὸ πεπονθὸς ἀλλὰ τῆς αὐτῆς· εἰ δὲ καὶ μὴ τῆς αὐτῆς, ἀλλὰ τὴν ἰατρικὴν ἐδείξαμεν ἔμπροσθεν οὐχ ὥσπερ τὴν ἱματιουργικὴν εἰς οὐσίαν ἄγουσαν πρότερον οὐκ ἦν, ἀλλὰ τῇ τὰ πεπονηκότα τῶν ἱματίων ἐπανορθουμένῃ προσεοικυῖαν. ἐδείξαμεν δὲ καί, ὡς τὸ φυλάττειν ὁτιοῦν διττόν ἐστι καὶ ὡς θάτερον αὐτοῦ γένος, ἐξ οὗπέρ ἐστι καὶ τὸ προκείμενον ἡμῖν νῦν τὸ ὑγιεινόν, ἐπανορθοῦται κατὰ βραχὺ τὰ πονοῦντα καὶ ταύτῃ λανθάνει τοὺς πολλοὺς ὡς ἕτερον ὂν τῷ γένει τοῦ θεραπευτικοῦ.
§27 Cap. XXVII. Τὸ δοἴεσθαι τέλος εἶναί τινι τοῦταὐτὸ τὸ ποιεῖν οἰκίαν ἱμάτιον σκεῦος ὑγίειαν, ἀνθρώπων ἐστὶ μὴ δυναμένων ἀπὸ τοῦ τέλους αὐτοῦ διακρῖναι τὴν πρὸ τοῦ τέλους ἐνέργειαν· οὐ γὰρ οἰκοδομεῖν οἰκίαν αὐτὸ δὴ τοῦτο τέλος ἐστὶ τῆς οἰκοδομικῆς, ἀλλοἰκία, καθάπερ οὐδὑφαίνειν ἐσθῆτα καὶ ναῦν συμπήττειν καὶ σκίμποδα καὶ τῶν ἄλλων ἕκαστον, ἀλλαὐτὸ τὸ δημιουργηθέν, δὴ καὶ παυσαμένων τῆς ἐνεργείας τῶν τεχνιτῶν ἔτι διαμένει. καὶ ταύτῃ γε διήνεγκαν αἱ ποιητικαὶ τέχναι || τῶν μόνον πρακτικῶν, ὅτι τῶν μὲν πρακτικῶν, ὅταν ἐνεργοῦσαι παύσωνται, πέπαυται καὶ τὸ τέλος. οὐδὲν γοῦν ἔστι δεῖξαι τῆς ὀρχηστικῆς παραὐτὴν τὴν ἐνέργειαν, οἷον τῆς τεκτονικῆς τὸν σκίμποδα καὶ τῆς οἰκοδομικῆς τὴν οἰκίαν καὶ τῆς ἰατρικῆς τὴν ὑγίειαν. οὐκ οἰκοδόμησις οὖν, ὥσπερ ὄρχησις, ἐστὶ τὸ τέλος τῆς οἰκοδομικῆς, ἀλλοἰκία, τῆς ἐνεργείας ἕτερόν τι· κατὰ ταὐτὰ δὲ καὶ τῆς ὑφαντικῆς οὔθὕφανσις οὔθὑφαίνειν οὔτἐσθῆτος ποίησις γένεσις, ἀλλἐσθής. ὡσαύτως δοὐδὲ ποίησις γένεσις ἐπανόρθωσις ὑγιείας ἐστὶ τὸ τέλος τῆς ἰατρικῆς ἀλλὰ ταῦτα μὲν ἐνέργειά τις γε καθόλου τοῦ τεχνίτου, καθάπερ αἱ κατὰ μέρος ἦσαν ἐν τῷ τέμνειν καὶ καίειν καὶ κατατείνειν ἄρθρα καὶ κῶλα καὶ διαπλάττειν καὶ ἐπιδεῖν καὶ τούτων ἔτἀνωτέρω καὶ γενικώτεραι χειρουργεῖν καὶ φαρμακεύειν καὶ διαιτᾶν, ἀλλὑγίεια τὸ τέλος ἐστίν, καὶ παυσαμένου τῆς ἐνεργείας τοῦ τεχνίτου δεικνύειν ἔχομεν. οὐδοὖν οὐδὲ τὸ φυλάττειν ὑγίειαν ἐπανορθοῦσθαι τέλος οὐδὅλως τὸ ὑγιάζειν, ἀλλὰ ταῦτα μὲν ἐνέργεια, τέλος δ’ || 〈ὑγίεια. τὴν δὲ κοινὴν καὶ γενικὴν ἐπὶ πάσαις ταῖς κατὰ μέρος ἐνεργείαις ἄλλος μὲν ἄλλως ὀνομάζει, δηλοῦσι δἅπαντες ἓν καὶ ταὐτὸν θὑγιάζειν λέγων θὑγίειαν ποιεῖν τε ποίησιν ὑγιείας θὑγίανσιν. ἑτέρῳ δὲ τρόπῳ καὶ οἵδε ταὐτὸν τούτοις λέγουσιν τε τὴν ἵασιν τῶν νοσημάτων εἰπὼν τὴν θεραπείαν τὴν θεράπευσιν τῶν νοσούντων τὸ ἰᾶσθαι νὴ Δί τὸ τὰς νόσους ἐκκόπτειν τὸ τὴν ὑγίειαν ἀντεισάγειν τε πάντα τὰ δέοντα πράττειν τε τὰς νοσοποιοὺς αἰτίας ἐξάγειν. οὐδεὶς γὰρ τούτων τὸ τέλος ἀλλὰ τὴν πρὸ τοῦ τέλους ἐνέργειαν λέγει, καθάπερ εἰ καὶ πρακτική τις ἦν τέχνη περὶ τὸ σῶμα παραπλησίως ὀρχηστικῇ τε καὶ ὑποκριτικῇ.
§28 Cap. XXVIII. Ἐπεὶ τοίνυν πολυειδῶς ἀποδέδεικται τὸ μὴ δεῖν κρίνειν τὰς τέχνας ταῖς κατὰ μέρος ἐνεργείαις ἀλλεἰς τὰς καθόλου τε καὶ πλησίον τοῦ τέλους ἀνάγειν, εἶταὐτῶν ἐκείνων πειρᾶσθαι διορίζειν τὸ τέλος, ἑξῆς ἴδωμεν, || εἰ καὶ περὶ τὰς ὕλας αὐτῶν ὁμοίως ἔχει. φαίνεται γοῦν ὕλη τε μία πολλαῖς ὑποβεβλημένη τέχναις καὶ τέχνη μία παμπόλλαις ὕλαις χρωμένη. ξύλον μὲν γὰρ ὕλη κοινὴ καὶ ναυπηγῷ καὶ τέκτονι καὶ μηχανοποιῷ καὶ οἰκοδόμῳ καὶ ἄλλοις μυρίοις καὶ πηλὸς δὲ πολλῶν τεχνῶν ἐστιν ὕλη καὶ λίθοι καὶ τἆλλα σύμπαντα. ἰατρικῆς δαὖ τέχνης μιᾶς οὔσης ὗλαι μυρίαι, τό τε σῶμα αὐτὸ τὸ τὴν ὑγίειαν δεχόμενον ἐδέσματά τε καὶ πόματα καὶ φάρμακα σύμπαντα καὶ διαιτήματα. ταυτὶ μὲν οὖν ἰατρῶν ὗλαι, τὸ σῶμα δὡς ἐξ οὗ τὸ τέλος ἐν . δῆλον οὖν, ὡς οὐδἐκ τῶν ὑλῶν χρὴ κρίνειν τὰς τέχνας. οὐδὲ γὰρ εἴ τις ἑτέρας μὲν τὰς κοινὰς ὕλας καὶ ὡς ἂν εἴποι τις κατὰ συμβεβηκός, ἑτέρας δὲ τὰς οἰκείας τε καὶ προσεχεῖς ὑποθέμενος ἑκάστῃ τῶν τεχνῶν, μέν ἐστι φυσικὸν σῶμα τὸ ἡμέτερον, ὕλην αὐτὸ φαίη τῆς φυσικῆς ἐπιστήμης ὑπάρχειν, δὑγιαστόν ἐστι, τῆς ἰατρικῆς, δεὐεκτικὸν εὐεξίας δεκτικόν, τῆς γυμναστικῆς, οὐδοὕτως ἑτέρῳ τινὶ πλὴν τῷ τέλει || διακρίνει τὰς τέχνας· τὸ γὰρ ὑγιαστὸν τόδε τι λέγειν σῶμα γιγνώσκοντός ἐστιν ἤδη τὸ τέλος. οὐ μὴν οὐδεἰ τοῖς θεωρήμασι διακρίνει τις τὰς τέχνας, ἑτέρωθέν ποθεν ἄρχεται, τῇ δυνάμει τοῦ τέλους· τὰ γὰρ οἰκεῖα τῶν τεχνῶν ἑκάστης θεωρήματα τὸ τέλος ὁρίζει τε καὶ κρίνει. ταῦτα γοῦν οἰκεῖα τῆς τέχνης ἐστίν, γιγνώσκων τις εἰς τὸ τέλος ὠφελεῖται· καὶ γραμματικῆς δὲ καὶ μουσικῆς καὶ τεκτονικῆς καὶ τῶν ἄλλων ἑκάστης ὅσα μὲν ἂν αὐτὸ τὸ τέλος ἄντικρυς αὐτὸ τὸ βέλτιον τὸ θᾶττον ἐν αὐτῷ δύνηται παρέχειν, οἰκεῖα τῆς τέχνης ἐστίν, ὅσα δοὐδὲν ὠφελεῖ πρὸς τὴν τοῦ τέλους ποίησιν, οὐκ οἰκεῖα.
§29 Cap. XXIX. Πανταχόθεν οὖν λόγος ἐπὶ τὸ τέλος ἔρχεσθαι κελεύει καὶ τούτῳ κρίνειν τὰς τέχνας· διὰ τοῦτο γὰρ ἐν ταῖς ἐνεργείαις ταῖς καθόλου καὶ τοῖς οἰκείοις θεωρήμασι καὶ ταῖς ἀρχαῖςδιαλλάττουσιν〉. ἐξαλλάττονται γὰρ οὖν καὶ αἵδε κατὰ τὰ τέλη τῶν τεχνῶν. γὰρ ὑγίεια τὸ τέλος ἐστίν, ἐν θερμοῖς δαὕτη καὶ ψυχροῖς καὶ ξηροῖς καὶ ὑγροῖς. || ἐν τούτοις δηλονότι καὶ τῆς ὕλης ἀρχὴ καὶ τῆς θεωρίας ἀρχὴ περὶ τὴν τούτου γνῶσιν, ἀλλοὐχ ὡσαύτως ἰατρῷ τε καὶ φυσικῷ. καὶ τοῦτο δαὐτὸ τὸ οὐχ ὡσαύτως ἀπὸ τοῦ τέλους τῶν ἐπιστημῶν ἐγνώσθη τε καὶ διεκρίθη καὶ προσηκόντως ἀεὶ τὸ τέλος λόγος ἐξευρίσκει κανόνα τε καὶ κριτήριον ἁπάντων τῶν κατὰ τὰς τέχνας. γάρ τοι σύστασις ἁπάσης τέχνης τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. οὔτε γὰρ ἰατρικὴν ἄν τις ἔσπευσε συστήσασθαι, μὴ προποθέσας ὑγιείας, οὔτοἰκοδομικήν, εἰ μὴ κἀνταῦθα οἰκίας ὠρέχθη, οὔθὑφαντικήν, εἰ μὴ πρότερον ἐσθῆτος. ἀλλὰ μὴν καὶ τὰς τέχνας ἁπάσας συνιστᾶσα τὴν ἀρχὴν ἐντεῦθεν εἴληφεν. ἐπιδέδεικται δἑτέρωθι, πῶς ἄν τις ὑποκειμένου τοῦ τέλους τὴν τέχνην αὐτοῦ κατὰ μέθοδον ἐξευρίσκοι, καὶ χρὴ πρότερον ἐν ἐκείνῳ γυμνάσασθαι τῷ λόγῳ τὸν ἀκριβῶς θέλοντα τοῖς ἐνεστῶσιν ἀκολουθεῖν. εἴσεται γὰρ ἐναργῶς ὑπὸ μίαν τε καὶ τὴν αὐτὴν θεωρίαν ἄμφω πίπτοντα τὰ μόρια τὸ ὑγιεινὸν καὶ τὸ θεραπευτικόν. ἐγὼ δἂν εἰς τόδε τὸ γράμμα πάντα μεταφέρων τὰ || διἑτέρων ἐπὶ πλεῖστον ἠκριβωμένα λάθοιμἂν ἐμαυτὸν ὑπὲρ τὰς Μενεμάχου καὶ Μηνοδότου βίβλους ἀποτείνας αὐτό.
§30 Cap. XXX. Ἀλλὅτι μὲν περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνη μία πάντως ἐστίν, ἔκ τε τῶν εἰρημένων ἔμπροσθεν αὐταρκῶς οἶμαι δεδεῖχθαι κἀκ τῶν ἑξῆς ῥηθησομένων οὐδὲν ἧττον δειχθήσεται. οὐ μὴν τί γε προσῆκεν ὀνομάζειν αὐτήν, ἤδη πω πέφανται· τάχα γὰρ οὔτἰατρικὴν οὔτε γυμναστικὴν ἀλλἕτερόν τι. τάχα δοὐκ ἔστιν ὅλως ὄνομα τῆς τέχνης ἐκείνης ὥσπερ οὐδἄλλων πολλῶν. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἐπισκεψόμεθα. τὸ δοὖν ἓν μὲν εἶναι τὸ τοῦ σώματος ἡμῶν ἀγαθόν, τί περ ἂν , καθάπερ καὶ τῶν ἄλλων ἀπασῶν οὐσιῶν, εἶναι δὲ καὶ τέχνην αὐτοῦ μίαν, εἴπερ τι καὶ ἄλλο τῶν πάντων, ἀληθὲς εἶναί φημι καὶ τὴν αὐτήν γε μέθοδον ἀμφοῖν ὑπάρχειν. μιᾶς οὖν οὔσης περὶ τὸ τοῦ σώματος ἀγαθὸν τέχνης ἤδη σκοπώμεθα σύμπανταὐτῆς τὰ μόρια· πάντως γάρ που || κατοψόμεθα καὶ τὸ καλούμενον ὑγιεινὸν ἥντινἔχει τὴν δύναμιν. ἵνα δὲ κἀνταῦθα μεθόδῳ τινὶ ποιώμεθα τὴν τομήν, ἐπισκεψώμεθα τὸ γένος τῆς περὶ τὸ σῶμα τέχνης. ὅτι μὲν οὖν οὐκ ἐν αὐτῷ μόνῳ τῷ θεωρῆσαι τὸ τέλος αὐτῆς ἐστιν ὥσπερ τῆς ἀριθμητικῆς τε καὶ ἀστρονομικῆς καὶ φυσικῆς, ἀλλά τι καὶ πράττει περὶ τὸ σῶμα, παντὶ δῆλον· ὅτι δοὐδἐν αὐτῷ τῷ πράττειν τελευτᾷ καθάπερ ὀρχηστική, μηδέν, ὅταν ἐνεργοῦσα παύσηται, δεῖξαι δυναμένη, καὶ τοῦτεὔδηλον εἶναι νομίζω. δῆλον οὖν, ὡς ἤτοι τῶν ποιητικῶν τῶν κτητικῶν ἐστι τεχνῶν, ἐπειδὴ μήτε τῶν θεωρητικῶν εὑρέθη μήτε τῶν πρακτικῶν. ἀλλοὐκ ἔστι τῶν κτητικῶν ὥσπερ ἀσπαλιευτική τε καὶ ἀγκιστρευτικὴ καὶ τὸ σύμπαν εἰπεῖν θηρευτική· χειροῦνται γὰρ αὗται τῶν ὄντων τι καὶ κτῶνται, ποιοῦσι δοὐδὲν [αὗται] πρότερον οὐκ ὄν. ἐκ λοιπῶν οὖν τῶν ποιητικῶν ἐστιν περὶ τὸ σῶμα τἀνθρώπου τέχνη. διττὸν δὲ καὶ τούτων ἐστὶ τὸ ἔργον· γὰρ ὅλον τι ποιοῦσι πρότερον || οὐκ ὂν κατὰ μέρος ἐπανορθοῦνται πεπονηκός. ἀλλ ζητουμένη νῦν τέχνη ποιεῖν μὲν ἀδύνατος ὅλον ἀνθρώπου σῶμα, κατὰ μέρη δἐπανορθοῦσθαι δύναται παραπλησίως τῇ τῶν ἱματίων ἀκεστικῇ καὶ οὐδἐνταῦθα πάντα τὸν αὐτὸν ἐκείνῃ τρόπον. γὰρ φύσις οὕτω γε καὶ ποιεῖ τὸ σῶμα καὶ αὖθις ἐπανορθοῦται κάμνον ὡς περὶ τὴν ἐσθῆτα τέχνη. ταύτης δὑπηρετική τίς ἐστιν νῦν ζητουμένη. συγχωρείσθω οὖν, ἵν λόγος προΐῃ, καλεῖν ἡμᾶς αὐτὴν ἐπανορθωτικήν. ἀλλἤτοι κατὰ μεγάλα τὴν ἐπανόρθωσιν κατὰ σμικρὰ ποιεῖται. τὸ μὲν δὴ κατὰ μεγάλα μόρια αὐτῆς ἰατρικόν τε καὶ θεραπευτικὸν ὀνομαζέσθω, τὸ δὲ κατὰ σμικρὰ φυλακτικόν. ἔστι μὲν οὖν καὶ αὐτοῦ τοῦ κατὰ μεγάλα παμπόλλη τις διαφορά· πᾶν γὰρ ποσὸν εἰς ἀνάριθμόν τι πλῆθος ἐγχωρεῖ τέμνειν. ἀλλἐπειδὴ μὴ πρόκειται νῦν ὑπὲρ αὐτῶν λέγειν, ἀφείσθω μὲν τοῦτο, τεμνέσθω δὲ τὸ κατὰ σμικρά. δοκεῖ δὲ καὶ τοῦτο τέμνεσθαι διαφοραῖς ἐπισήμοις τριχῶς. γὰρ τὸν ἄκρως τε καὶ τελέως ὑγιαίνοντα παραλαβὸν ἐν τούτῳ φυλάττει καὶ || τουτὶ μὲν αὐτὸ τὸ τμῆμα προσαγορεύουσιν εὐεκτικόν· ἕτερον δἀναθρεπτικὸν τῶν νενοσηκότων, δὴ καὶ καλοῦσιν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἀναληπτικόν· ἐν τῷ μέσῳ δἀμφοῖν ἐστι τὸ καλούμενον ὑπαὐτῶν ἰδίως ὑγιεινόν· κοινῶς γὰρ καὶ τοῦτο φυλακτικὸν ἅμα καὶ ὑγιεινὸν ὀνομάζεται. ταῦτοὖν τὰ τρία μόρια τοῦ φυλακτικοῦ τὰ νῦν εἰρημένα τὸ ἀναληπτικόν, τὸ ὑγιεινόν, τὸ εὐεκτικόν ἐστι μὲν τοῦ κατὰ σμικρὰ ἐπανορθωτικοῦ μέρους τῆς τέχνης, ἀλλήλων δὲ διαφέρει τῷ μᾶλλόν τε καὶ ἧττον· μᾶλλον μὲν γὰρ κατὰ σμικρὰ τὸ εὐεκτικόν, ἧττον δαὐτοῦ τὸ ὑγιεινόν, ἐκείνου δἧττον κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιεῖται τὸ ἀναληπτικόν. ἔνιοι δὲ καὶ τέταρτον ἐν τούτῳ τῷ φυλακτικῷ τμῆμα προστιθέασι, τὸ καλούμενον ὑπαὐτῶν ἰδίως προφυλακτικόν, ἀντίστροφον ἔχον δύναμιν τῷ τοὺς ἐκ νοσημάτων ἄρτι πεπαυμένους ἀνακομίζοντι. δῆλον δ’, ὡς ἄμφω ταῦτἐπαμφοτερίζει πως τοῖς ἐναντίοις μορίοις ὅλης τῆς τέχνης, λέγω δὲ τὸ κατὰ μεγάλα καὶ τὸ κατὰ σμικρά. τὸ μὲν γὰρ θεραπευτικὸν ὅτι κατὰ μεγάλα, πρόδηλον παντί, || τὸ δεὐεκτικόν τε καὶ ὑγιεινὸν ὅτι κατὰ σμικρά, καὶ τοῦτεὔδηλον. ἐν τῷ μέσῳ δἀμφοῖν ἐστι τὸ ἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ προφυλακτικόν, ὡς μὲν πρὸς τὸ ὑγιεινὸν οὐ κατὰ σμικρὰ τὴν ἐπανόρθωσιν ποιούμενον, ὡς δὲ πρὸς τὸ θεραπευτικὸν οὐ κατὰ μεγάλα. καί μοι δοκοῦσιν οὐδὅσοι ταῦτἄμφω τὰ μόρια προσαγορεύουσιν οὐδέτερα, κακῶς δοξάζειν. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος.
§31–37
§31 Cap. XXXI. Ἐν δὲ τῷ νῦν προκειμένῳ σκέμματι τοῦ φυλακτικοῦ μέρους τῆς περὶ τὸ σῶμα τέχνης ὑποκείσθω τριττὰ τμήματα, τὸ μὲν ἐπὶ τῶν κατὰ σχέσιν ὑγιαινόντων σωμάτων τεταγμένον, τὸ δἐπὶ τῶν καθἕξιν, τὸ δἐπὶ τῶν εὐεκτούντων· καὶ τὸ μὲν ἀναληπτικὸν ὀνομαζέσθω, μηδὲν γὰρ ὑπὲρ ὀνόματος αὐτοῖς νῦν διαφερώμεθα, τὸ δὑγιεινόν, τὸ δεὐεκτικόν, ἐπὶ μὲν τὸ βέλτιον ἄγοντα τὰ πρότερα δύο, φυλάττον δἐν αὐτῷ τὸ εὐεκτικόν· καὶ τούτων οὕτως ἐχόντων ἀναμνησθῶμεν τοῦ προκειμένου σκέμματος. ἦν δ’, ὡς οἶμαι, τοιόνδε, || πότερον ἰατρικῆς ἐστιν γυμναστικῆς μόριον τὸ καλούμενον ὑγιεινόν. εὐλόγως οὖν εὐθὺς ἀπἀρχῆς ἔφαμεν, ὡς εἰς ὁρισμὸν ἐμπίπτει τὸ σύμπαν ζήτημα. τί ποτε γάρ ἐστιν ἰατρικὴ καὶ τί ποτε γυμναστικὴ γνόντες οὐκ ἂν ἔτι χαλεπῶς εὕροιμεν, ὁποτέρας αὐτῶν ἐστι τὸ ὑγιεινόν. αὐτὸ μὲν γὰρ τί ποτἐστὶ τὸ ὑγιεινόν, ἤδη μοι δοκῶ πεφάνθαι σαφῶς· γὰρ τὸ φυλακτικὸν ἅπαν τῶν τούτου μορίων τριῶν ὑπαρχόντων τὸ ἐν τῷ μέσῳ, περὶ τὴν καθἕξιν ὑγίειαν ἀναστρέφεται. ἐμοὶ μὲν οὖν δοκεῖ λοιπὸν ὑπὲρ ὀνόματος ζήτησις εἶναι, τὸ δὲ πρᾶγμαὐτὸ μηκέτἀμφισβήτησιν ἔχειν, ἔστἂν ὁμολογῆταί τε καὶ μένῃ τὰ προαποδεδειγμένα· καὶ δὴ διελθὼν αὐτὰ διὰ κεφαλαίων ἐπὶ τὴν τῶν ὀνομάτων ἐξήγησιν οὕτω τρέψομαι. φημὶ δή, καθάπερ ἀμφιεσμάτων ἀγαθῶν καὶ οἰκίας τε καὶ ὑποδημάτων, οὕτω καὶ τοῦ σώματος εἶναί τινα τέχνην, ἧς μιᾶς οὔσης δύο ταῦθὑπάρχειν μόρια, δημιουργοῦν μὲν τὸ ἕτερον, ἐπανορθούμενον || δὲ θάτερον, καὶ ταῦθὑπάρχειν ἄμφω τῇ φύσει πρώτως, συνεργάζεσθαι δεἰς τὸ ἕτερον αὐτῶν, τὸ ἐπανορθωτικόν, ἀνθρωπίνην τέχνην, ἧς εἶναι διττὰ μόρια, θεραπευτικὸν μὲν καὶ ἰατρικὸν τὸ ἕτερον, φυλακτικὸν δὲ θάτερον. ὀνομάζεσθαι δὲ τὸ φυλακτικὸν τοῦτο καὶ ὑγιεινόν· εἶναι δαὐτοῦ τρία τμήματα, τὸ μὲν ἀναληπτικόν, τὸ δεὐεκτικόν, τὸ δὁμωνύμως τῷ παντὶ προσαγορευόμενον ὑγιεινόν. εἴτοὖν τὸ σύμπαν φυλακτικὸν εἴτε τὸ μόριον αὐτοῦ ζητεῖ τις ὁποτέρας ἐστὶ τέχνης, ἆρἰατρικῆς γυμναστικῆς, ὅλον αὐτὸν χρὴ τὸ πρᾶγμα διελθόντα, καθάπερ ἐγὼ νῦν ἐποίησα, λέγειν οὕτως ἐφεξῆς, ὡς μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης ἔξεστιν, τάν, εἰ βούλει, καλεῖν αὐτὴν ἰατρικήν, εἰ δοὐκ ἐθέλεις οὕτω, γυμναστικήν· εἰ δοὐδὲ τοῦτο, τὴν ὅλην ἀνώνυμον εἰπὼν εἶναι τὸ μὲν ἕτερον αὐτῶν τμῆμα κάλει ἰατρικήν, τὸ δἕτερον γυμναστικήν· εἰ δὲ μηδοὕτως ἐθέλεις, ὑγιεινήν τινα τέχνην, τὴν ἀντιδιαιρουμένην τῇ θεραπευτικῇ, καὶ ταύτης, εἰ βούλει, μέρη διαιτητικὴν εἰπὲ καὶ γυμναστικήν. || εἰ γὰρ καθἕκαστον ἐξηγήσῃ τῶν ὀνομάτων, οὕτως ἀκολουθήσει σοι τὸ σύμπαν.
§32 Cap. XXXII. Ἰώ, φασί τινες ἐπὶ τούτοις, ἀλλοὐχ, ὡς ἂν ἐγὼ φάναι βουληθῶ, διαιρεῖσθαι χρὴ περὶ τῶν ὀνομάτων, ἀλλὡς ὀρθῶς ἔχει διελθεῖν. αὖθις οὖν ἡμῖν ἐστι καὶ τούτοις ἀποκριτέον ὡδί πως· εἰ μέλλεις μνημονεύειν, οὗτος, ὡς οὐκέτι περὶ πραγμάτων σκέψις, ἀλλἐξήγησιν ὀνομάτων μοι προβέβληκας, οὐδὲ τοῦτἀναδύομαι. φημὶ δή σοι καθόλου περὶ τῶν ὀνομάτων οὐ μόνον τούτων ἀλλὰ καὶ τῶν ἄλλων ἀπάντων οὐδὲν ἔχειν εἰπεῖν σοφόν, ἀλλεἴτἐκ τῆς τῶν Ἀσσυρίων εἴη φωνῆς τοὔνομα, παρὰ τῶν Ἀσσυρίων αὐτῶν μανθάνειν χρῆναι τὸ πρᾶγμα, καθοὗ τὸ ὄνομα λέγουσιν, εἴτἐκ τῆς τῶν Περσῶν Ἰνδῶν Ἀράβων Αἰθιόπων ὅλως ὡντινωνοῦν, ἐκείνων πυνθάνεσθαι. τὸ γὰρ ὄνομα ῥηθὲν αὐτὸ καθαὑτὸ μόνον οὐδὲν ἐνδείκνυται. τὸ μὲν οὖν ἐμὸν ἀκήκοας. εἰσὶ δοἳ λέγουσιν ἐνδείκνυσθαι σφίσι τοὔνομα καὶ τούτους ἐγὼ || πάμπολλα συναθροίσας ὀνόματα Κελτῶν καὶ Θρᾳκῶν καὶ Μυσῶν καὶ Φρυγῶν ἐκέλευον ἐφἑκάστου λέγειν τὸ δηλούμενον πρᾶγμα· τῶν δἐν τῇ τῶν Ἑλλήνων φωνῇ μόνῃ δύνασθαι τοῦτο ποιεῖν εἰπόντων, ἑξῆς προὔτεινα λιμένα· τῶν δεἰπόντων, ἵναπερ αἱ νῆες ὁρμοῦσιν, ἀλλὰ Θετταλούς γἔφην τὴν ὑφἡμῶν προσαγορευομένην ἀγορὰν οὕτως ὀνομάζειν. οἱ δἠρνοῦντο τὴν τῶν Θετταλῶν ἐπίστασθαι διάλεκτον, ὥσπερ οὐκ αὐτὸ δὴ τοῦθὁμολογοῦντες, ὅπερ ἐξ ἀρχῆς ἐλέγετο, μηδὲν τῶν ὀνομάτων, ἐφοὗ κεῖται πράγματος, ἄλλως δύνασθαι μαθεῖν παραὐτῶν τῶν θεμένων διδαχθέντα. πρὸς μὲν δὴ τοὺς οὕτως ἐμπλήκτους ἕτερός μοι γέγραπται λόγος ἰδίᾳ, τῷ δὲ τὰ πράγματαὐτὰ μαθεῖν ἐθέλοντι μάλιστά τε καὶ πρῶτα καὶ τοῦθὡς ἔργον χρηστὸν σπουδάζοντι, τὰ δἐπαὐτοῖς ὀνόματα τῆς πρὸς ἀλλήλους ἕνεκα διαλέκτου μαθεῖν ἐπιποθοῦντι τὴν τῶν Ἑλλήνων ἐξηγήσομαι χρῆσιν οὐδοὖν τούτων ἁπάντων ἐπὶ πᾶσιν ὀνόμασιντουτὶ μὲν γὰρ ἑρμηνευτικῆς τινός ἐστιν || γραμματικῆς ἐμπειρίαςἀλλὰ τῶν Ἀττικῶν μὲν μάλιστα, δεύτερον δἤδη καὶ τῶν Ἰωνικῶν ἔχειν ἐμπειρίαν ὁμολογήσω τινὰ καὶ τῶν Δωρικῶν ὀνομάτων ὥσπερ γε καὶ τῶν Αἰολικῶν. ἀλλἐν ταύταις μὲν ταῖς διαλέκτοις ἀγνοεῖν μᾶλλον γιγνώσκειν τὰ πλεῖστα, τῆς Ἀτθίδος δαὗ γιγνώσκειν τὰ πλείω ἀγνοεῖν ὁμολογήσαιμἄν. εἰ δὲ βούλει σὺ καὶ περὶ τῶν ὀνομάτων εἰπεῖν, Ὅμηρος μὲν οὕτω φησίν· ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων ἰούς τἐκτάμνειν ἐπί τἤπια φάρμακα πάσσειν. ἑτέρωθι δέ φησι· φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά· ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων ὡς τῆς ἰατρικῆς τέχνης ἰωμένης τὰ κάμνοντα σώματα διά τε φαρμάκων καὶ χειρουργίας.
§33 Cap. XXXIII. Εἰ δἔτι καὶ τρίτον ἄλλο μόριον ἰάσεως ὑπῆρχε τὸ διαιτητικὸν ἐν τοῖς καθὍμηρον χρόνοις, ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν, δἐμοῦ πρεσβύτερος θἄμα καὶ τὰ τῶν Ἑλλήνων πράγματα πι θανώτερος ἐπίστασθαι Πλάτων φιλόσοφος οὐ πάνυ τι χρῆσθαί φησι τοὺς παλαιοὺς || Ἀσκληπιάδας τούτῳ τῷ μέρει τῆς τέχνης. ἀλλὅτι γε τῆς ἰατρικῆς ἐστι μέρη ταῦτα τὰ τρία καὶ ὡς τὰ παρὰ φύσιν ἔχοντα σώματα θεραπεύουσα τέχνη πρὸς ἁπάντων Ἑλλήνων ἰατρικὴ καλεῖται, σχεδὸν οὐδεὶς ἀντιλέγει. γυμναστικῆς δὲ τέχνης οὔπω μὲν ἦν τοὔνομα καθὍμηρον οὐδὲ καλεῖταί τις ὅλως γυμναστής, ὥσπερ ἰατρός, ὅπου γε καὶ παρὰ Πλάτωνι τὸ μὲν τῆς γυμναστικῆς ὄνομα οὐ πολλάκις εὑρεῖν ἔστι, παιδοτρίβην μέντοι καλεῖ μᾶλλον γυμναστὴν τὸν τεχνίτην αὐτῆς. ἤρξατο γὰρ ὀλίγον ἔμπροσθεν τῶν Πλάτωνος χρόνων τέχνη τῶν γυμναστῶν, ὅτε περ καὶ τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα συνέστη. πάλαι μὲν γὰρ εἷς ἀνὴρ ἐργάτης τῶν κατὰ φύσιν ἔργων ἀληθῶς εὐεκτικὸς εἰς ἀγῶνα καταβαίνων οὐ πάλην μόνον ἀλλὰ καὶ δρόμον ἠγωνίζετο καί τις ἐνίκα πολλάκις εἷς ἄμφω τε ταῦτα καὶ ἀκοντίζων καὶ τοξεύων καὶ δισκοβολῶν καὶ ἅρματος ἐπιστατῶν, ὕστερον δὲ διεκρίθη καὶ οἷόνπερ ἕνα πεποίηκεν Ὅμηρος Ἐπειὸν εἰς μὲν πάντα τὰ κατὰ φύσιν ἔργα πάντων ὕστατον, ἀγαθὸν δὲ πυγμήν, ἧς || ἐν ἄθλοις μόνοις χρεία, τοιοῦτοι πάντες ἐγένοντο, μήτἀρόσαι μήτε σκάψαι μήθὁδὸν ἀνύσαι μηδἄλλο μηδὲν εἰρηναῖον ἔργον, ἔτι δὲ μᾶλλον πολέμιον ἐργάσασθαι καλῶς δυνάμενοι.
§34 Cap. XXXIV. Τὴν τούτων τῶν ἀνθρώπων εὐεξίαν ἔμπροσθεν ἐμεμψάμεθα καὶ τὴν ἐπιστατοῦσαν αὐτοῖς ὁμοίως γυμναστικήν, ἄλλην δεὐεξίαν ἐπῃνέσαμεν ἀσφαλῆ θἅμα καὶ πρὸς τὰς κατὰ φύσιν ἁπάσας ἐνεργείας χρηστήν, ἧς ὗλαι ποιητικαί θἅμα καὶ φυλακτικαὶ δύο ἐστόν, θὑγιεινὴ προσαγορευομένη δίαιτα καὶ γυμνάσια. τεττάρων γὰρ οὐσῶν τῶν πασῶν ὑλῶν κατὰ γένος, ὑφὧν ἀλλοιοῦται τὸ σῶμα, χειρουργίας καὶ φαρμακείας καὶ διαίτης καὶ γυμνασίων, μία μὲν ἄχρηστος τοῖς νοσοῦσιν, αἱ δύο δὲ τοῖς κατὰ φύσιν ἔχουσιν. μὲν γὰρ νοσῶν εἰς πολλὰ καὶ φαρμάκων καὶ χειρουργίας καὶ διαίτης δεόμενος εἰς οὐδὲν δεῖται γυμνασίων, δὑγιαίνων ἀκριβῶς γυμνασίων μὲν χρῄζει καὶ διαίτης τινός, οὔτε δὲ φαρμάκων οὔτε χειρουργίας προσδεῖται. ||
§35 Cap. XXXV. Τῆς οὖν ὑγιεινῆς τέχνης μέρος ἐστὶν γυμναστικὴ καὶ αὐτάρκως ὑπὲρ ἀμφοῖν ἡμᾶς ἐδίδαξεν Ἱπποκράτης, ὅσα τε χρὴ γιγνώσκειν ἀέρων τε πέρι καὶ χωρίων καὶ ὑδάτων καὶ ἀνέμων καὶ ὡρῶν, ὡσαύτως ἐδεσμάτων τε πέρι καὶ πομάτων καὶ ἐπιτηδευμάτων ἀκριβέστατα γράψας ἅπαντα· συμπληροῦται γὰρ ἐκ τούτων δίαιτα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ὑπέρ τε καιροῦ καὶ ποσότητος καὶ ποιότητος οὐ γυμνασίων μόνον ἀλλὰ καὶ τρίψεως αὐταρκῶς διεξῆλθεν. ἔοικε δὲ Πλάτων ἀπὸ μέρους ὀνομάζειν τὸ σύμπαν [μόριον] οὐχ ὑγιεινὴν τέχνην ἀλλὰ γυμναστικὴν προσαγορεύων, ὅτι τἐξαίρετον ἴδιον ὑπάρχει τοῖς ὑγιαίνουσιν, ὡς ἂν μηδὅλως αὐτῷ χρωμένων τῶν νοσούντων, ὅτι τε τοῦτο μόνον ἐνόμιζεν ἐπιστάτου δεῖσθαι. τὸ γὰρ ὑγιαῖνον ἀκριβῶς σῶμα ταῖς κατὰ φύσιν ὀρέξεσι χρώμενον οὔτἐν ταῖς ποιότησιν οὔτἐν τῷ καιρῷ τῆς χρήσεως ἐξαμάρτοι ἄν τι περὶ τὰ σιτία. περὶ μὲν δὴ τούτου λόγος ἕτερος. ἀλλὅτι γε καὶ Πλάτων ἑτέραν μὲν οἶδε τὴν ὡς μέρος τῆς περὶ τὸ σῶμα τέχνης γυμναστικήν, ἑτέραν δὲ τὴν νῦν εὐδοκιμοῦσαν, || ἐκ τῶνδἂν μάλιστα μάθοις· ὑπογράψω γάρ σοι τὰς ῥήσεις αὐτοῦ, πρώτην μὲν τὴν ἐκ Γοργίου τόνδε τὸν τρόπον ἔχουσαν· δυοῖν ὄντοιντοῖνπραγμάτοιν δύο λέγω τέχνας· τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δοὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δἰατρικήν. ἐνταῦθα μὲν οὖν ὅτι τε μία τοῦ σώματός ἐστιν θεραπευτικὴ τέχνη δύο ἔχουσα τὰ πρῶτα μόρια, σαφῶς ἐδήλωσεν Πλάτων· ὅτι δὲ τῶν μὲν μορίων αὐτῆς ἐστιν ὀνόματα, τῆς δὅλης οὐκ ἔστιν ὅτι τε καὶ πρὸς τὸ βέλτιστον ἀποβλέπει καὶ ὡς εὐεξία τοῦτἔστιν, ἐκ τῶν τοιῶνδε φανερόν, ὧν ἕκαστα ἐν ταὐτῷ βιβλίῳ διῆλθε· Σῶμά που καλεῖς τι καὶ ψυχήν; Πῶς γὰρ οὔ; Οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν; Ἔγωγε. Τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δοὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις, ὅτι οὐκ εὖ ἔχουσιν, ἄλλος ἰατρός τε καὶ || τῶν γυμναστικῶν τις. ἔν τε τοῖς ἑξῆς ὅτι τε πρὸς τὸ βέλτιστον μὲν ἀποβλέπουσιν οἵδε, πρὸς δαὖ τὸ ἥδιστον ὀψοποιός τε καὶ κομμωτής, αὐτός γε διεξέρχεται.
§36 Cap. XXXVI. Τὴν μὲν τῶν τοὺς ἀθλητὰς γυμναζόντων γυμναστικήν, ὑποδυομένην μὲν ὀνόματι σεμνῷ, κακοτεχνίαν δοὖσαν, οὔπω μὲν εἰς τοσοῦτον ἀποκεχωρηκυῖαν τοῦ κατὰ φύσιν, εἰς ὅσον αὐτὴν νῦν προήχασιν, ἤδη δἀρχομένην οὐ πρὸς τὸ βέλτιον ἀποβλέπειν, [ἀλλἁπλῶς] ὡς ἰσχὺν τῶν ἀντιπάλων καταβλητικὴν ἐν τῷ τρίτῳ τῆς Πολιτείας ἐμέμψατο λέγων ὡδί· ναὶ μὰ τὸν Δία, δὅς, σχεδόν γέ τι πάντων μάλιστα γε περαιτέρω γυμναστικῆς περιττὴ αὕτη ἐπιμέλεια τοῦ σώματος· καὶ γὰρ πρὸς οἰκονομίας καὶ πρὸς στρατείας καὶ πρὸς ἑδραίους ἐν πόλει ἀρχὰς δύσκολος. τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ πρὸς μαθήσεις ἁστινασοῦν καὶ ἐννοήσεις τε καὶ μελέτας πρὸς ἑαυτὸν χαλεπή, κεφαλῆς τινας ἀεὶ διατάσεις καὶ ἰλίγγους || ὑποπτεύουσα καὶ αἰτιωμένη ἐκ φιλοσοφίας ἐγγίγνεσθαι, ὥστε, ὅπῃ ταύτῃ ἀρετὴ ἀσκεῖται καὶ δοκιμάζεται, πάντη ἐμπόδιος· κάμνειν γὰρ οἴεσθαι ποιεῖ ἀεὶ καὶ ὠδίνοντα μήποτε λήγειν περὶ τοῦ σώματος. ἔτι δὲ σαφέστερον ἐν τοῖς ἑξῆς, ὡς οὐκ ἰσχὺν καταβλητικὴν οἴεται τέλος εἶναι τῆς γυμναστικῆς, ἀλλὰ τὴν πρὸς τὰς κατὰ φύσιν ἐνεργείας χρείαν, ἐνεδείξατο λέγων ὡδί. αὐτὰ μὴν τὰ γυμνάσια καὶ τοὺς πόνους πρὸς τὸ θυμοειδὲς τῆς φύσεως βλέπων κἀκεῖνἐπεγείρων πονήσει μᾶλλον πρὸς ἰσχύν, οὐχ ὥσπερ οἱ ἄλλοι ἀθληταὶ ῥώμης ἕνεκα σιτία καὶ πόνους μεταχειρίζονται. δῆλος οὖν ἐξ ἀπάντων Πλάτων ἐστὶ τὴν Ἱπποκράτους ἀκριβῶς φυλάττων γνώμην ὑπὲρ τῆς γυμναστικῆς τέχνης ταύτης, ἧς τὸ τέλος ἐστὶν τῶν ἀθλητῶν εὐεξία· μέμφεται γὰρ αὐτὴν ὡς ἄχρηστον εἰς τὰς πολιτικὰς πράξεις ἁπάσας, ὅπερ ἑνὶ λόγῳ περιλαβὼν ἐκεῖνος ὡδί πως ἀπεφήνατο· διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων. ὅτι δὲ καὶ σφαλερὰ πρὸς ὑγίειαν μάλιστα || κατωρθωμένη διάθεσις αὐτῶν ἐστιν, ἐφἣν σπεύδουσι, καὶ ὡς καὶ τοῦτἐνίγνωσκον Ἱπποκράτης τε καὶ Πλάτων, εἴρηται μὲν καὶ διἄλλων.
§37 Cap. XXXVII. Οὐ μὴν ἀλλἐπειδήπερ ἅπαξ κατέστην εἰπεῖν τι περὶ τῆς μοχθηρᾶς εὐεξίας τε καὶ γυμναστικῆς, ὑπομνησθήσομαι καὶ τούτων ὡς ἔνι μά λιστα διὰ βραχυτάτων. τῆς ὑγιείας ἐν συμμετρίᾳ τινὶ τεταγμένης ἀμετρίας ἐστὶ δημιουργὸς τοιαύτη γυμναστικὴ πολλὴν καὶ πυκνὴν αὔξουσα σάρκα καὶ πλῆθος αἵματος ὡς ἔνι μάλιστα γλισχροτάτου παρασκευάζουσα. βούλεται γὰρ οὐ τὴν ἰσχὺν αὐξῆσαι μόνον ἀλλὰ καὶ τὸν ὄγκον τε καὶ τὸ βάρος τοῦ σώματος, ὥστε καὶ ταύτῃ χειροῦσθαι τὸν ἀνταγωνιστήν. οὔκουν ἔτι χαλεπὸν οὐδὲν ἐξευρεῖν, ὡς διὰ τοῦτἄχρηστός τε πρὸς τὰς κατὰ φύσιν ἐνεργείας ἐστὶ καὶ ἄλλως σφαλερά. ὅπερ γὰρ ἐν ἀπάσαις ταῖς ὄντως τέχναις ἀγώνισμά ἐστι μέγιστον εἰς ἄκρον ἀφικέσθαι τοῦ σκοποῦ, τοῦτἐν ταύτῃ μοχθηρότατόν ἐστιν, ὡς οὐ φυσικήν τινα διάθεσιν, ἀλλ’, || ὡς Ἱπποκράτης ἔλεγεν, οὐ φύσει κατασκευαζούσῃ. τὰ μὲν γὰρ τῆς φύσεως ἀγαθὰ προϊόντα τε καὶ ἐπιδιδόντα καὶ αὐξανόμενα γίγνεται βελτίω, τὰ δοὐ φύσει πάντα τοσούτῳ χαλεπώτερα ὅσῳ καὶ μείζω. ὅθεν ἄφωνοί τινες αὐτῶν ἐξαίφνης, ἕτεροι δἀναίσθητοι καὶ ἀκίνητοι καὶ τελέως ἀπόπληκτοι γίγνονται τοῦ παρὰ φύσιν ὄγκου τοῦδε καὶ τοῦ πλήθους ἀποσβέσαντός τε τὴν ἔμφυτον θερμασίαν ἐμφράξαντός τε τὰς διεξόδους τοῦ πνεύματος. ὅσοι δἂν αὐτῶν τὰ πρᾳότατα πάθωσιν, ἀγγεῖον ῥήξαντες ἐμοῦσιν πτύουσιν αἷμα. τοὺς μὲν δὴ τῆς τοιαύτης εὐεξίας δημιουργούς, ὧν ἐστι τὰ θαυμαστὰ ταυτὶ συγγράμματα νῦν ὑπὸ τῶν τὰ ὦτα κατεαγότων περιφερόμενα, τελέως ἤδη τοῦδε τοῦ γράμματος ἀποδιοπομπησόμεθα. γιγνώσκεις γὰρ δήπου καὶ σύ, Θρασύβουλε φίλτατε, μηδἀποκρίσεως αὐτοὺς ἀξιουμένους ὑπἐμοῦ. τί γὰρ ἂν καὶ πλέον εἴη τοῖς χθὲς μὲν καὶ πρώην πεπαυμένοις τοῦ παρὰ φύσιν ἐμπίπλασθαί τε καὶ κοιμᾶσθαι, τόλμης δεἰς τοσοῦτον ἥκουσιν, ὥσθὑπὲρ ὧν οὐδοἱ ἱκανῶς ἠσκηκότεςτὴνἀκολούθων || τε καὶ μαχομένων διάγνωσιν ἔχουσιν εὐπετῶς ἀποφήνασθαι, περὶ τούτων ἀναισχύντως διατείνεσθαι; τί μάθοιεν ἂν οὗτοι βαθὺ καὶ σοφὸν καὶ ἀκριβὲς ἀκούσαντες θεώρημα; θαυμαστὸν μέντἂν ἦν, εἰ τοῖς μὲν ἐκ παίδων ἀσκουμένοις ἐν τοῖς ἀρίστοις μαθήμασιν οὐχ ἅπασιν ὑπάρχει κριταῖς ἀγαθοῖς εἶναι τῆς τοιαύτης θεωρίας, ὅσοι δἀσκοῦνται μέν, ὥστἐν ἄθλοις νικᾶν, ἀφυεῖς δὄντες κἀκεῖ στεφάνων μὲν ἠτύχησαν, ἐξαίφνης δἀνεφάνησαν γυμνασταί, τούτοις ἄρα μόνοις ὑπάρξει νοῦς περιττός. καὶ μὴν ἐγρήγορσις μᾶλλον καὶ φροντὶς οὐκ ἀμαθὴς ὕπνος ὀξὺν τὸν νοῦν ἀπεργάζονται καὶ τοῦτο πρὸς ἀπάντων σχεδὸν ἀνθρώπων ᾄδεται, διότι πάντων ἐστὶν ἀληθέστατον, ὡς γαστὴρ παχεῖα τὸν νοῦν οὐ τίκτει τὸν λεπτόν. ἴσως οὖν κόνις ἔτι μόνη σοφίαν αὐτοῖς ἐδωρήσατο. τὸν μὲν γὰρ πηλόν, ἐν πολλάκις ἐκυλινδοῦντο, τίς ὑπολαμβάνει σοφίας εἶναι δημιουργὸν ὁρῶν γε καὶ τοὺς σῦς ἐν αὐτῷ διατρίβοντας; ἀλλοὐδἐν τοῖς ἀποπάτοις εἰκός, ἐν || οἷς διημέρευον, ἀγχίνοιαν φύεσθαι. καὶ μὴν παρὰ ταῦτοὐδὲν ἄλλο πρότερον ἔπραττον· ὅλον γὰρ ἑωρῶμεν αὐτῶν τὸν βίον ἐν ταύτῃ τῇ περιόδῳ συστρεφόμενον ἐσθιόντων πινόντων κοιμωμένων ἀποπατούντων κυλινδουμένων ἐν κόνει τε καὶ πηλῷ.
§38–45
§38 Cap. XXXVIII. Τούτους οὖν ἀποπέμψαντες γὰρ οὐ κακοτεχνίας ἀλλὰ τέχνας ἥκομεν ἐπισκεψόμενοιτοὺς τῆς ὄντως γυμναστικῆς ἐπιστήμονας ἤδη καλῶμεν, Ἱπποκράτην τε καὶ Διοκλέα καὶ Πραξαγόραν καὶ Φιλότιμον Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ὅσοι τἄλλοι τὴν ὅλην περὶ τὸ σῶμα τέχνην ἐξέμαθον. ἤκουσας δήπου ἀρτίως Πλάτωνος λέγοντος, ὡς οὐδέν ἐστιν ἴδιον ὄνομα. μὴ τοίνυν ζήτει ἕν ὄνομα κατὰ πάσης τῆς περὶ τὸ σῶμα τέχνης, οὐ γὰρ εὑρήσεις· ἀλλεἴπερ ποτὲ κατασταίης ὑπὲρ αὐτῆς εἰπεῖν, ἀρκείτω σοι Πλάτωνα μιμησαμένῳ διελθεῖν, ὡς μιᾶς οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δἰατρικήν, ὑγιαινόντων μὲν δηλονότι τὴν γυμναστικήν, || νοσούντων δὲ τὴν ἰατρικήν. ἀλλἐκεῖνο μᾶλλον ἐπισκέψεως ἄξιον, ὅτι μὴ τὴν ὑγιεινὴν τέχνην Πλάτων ἀντιδιεῖλε τῇ ἰατρικῇ, καθάπερ ἐποίησαν οἱ προειρημένοι πάντες ἄνδρες, ὧν, εἰ βούλει, μνημονεύσωμεν ἑνός, ἐπειδὴ καὶ πρόχειρα πᾶσίν ἐστιν αὐτοῦ τὰ συγγράμματα. λέγει τοίνυν Ἐρασίστρατος ἐν τῷ προτέρῳ τῶν Ὑγιεινῶν· οὐδὲ γὰρ ἰατρὸν εὑρεῖν ἔστιν, ὅστις δέδωκεν αὑτὸν εἰς τὴν [περὶ] τῶν ὑγιεινῶν πραγματείαν. εἶτἐφεξῆς· αἱ μὲν γὰρ παρά τι πάθος γιγνόμεναι ἀπεψίαι καὶ αἱ τούτων θεραπεῖαι εἰς ἰατρικὴν καὶ οὐκ εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν πίπτουσιν. εἶταὖθις ἔτι προελθών· εἰ δέ τις εἴη φαυλότης περὶ τὸ σῶμα, διἣν τὰ προσφερόμενα αἰεὶ διαφθαρήσεται, καὶ οὕτως εἰς τὴν αὐτὴν κακοχυμίαν τοῖς προϋπάρχουσιν ἥξει, τὴν τοιαύτην διάθεσιν ἰατροῦ καὶ οὐχ ὑγιεινοῦ λύειν. εἶτἐφεξῆς· τὸ λέγειν περὶ τούτων λύειν ταύτας ἰατροῖς καὶ οὐχ ὑγιεινοῖς ἐπιβάλλει. φαίνεται γὰρ οὗτος οὐ μόνον ὑγιεινήν τινὀνομάζων τέχνην ὁμοίως τοῖς ἄλλοις ἅπασιν, ἀλλὰ || καὶ τὸν τεχνίτην αὐτῆς ὑγιεινόν, ὥσπερ οἶμαι καὶ τὸν τῆς ἰατρικῆς ἰατρόν, ἵνα τῆς περὶ τὸ σῶμα θεραπευτικῆς τέχνης, ἧς οὐδὲν ἦν ὄνομα τοῖς Ἕλλησιν ἴδιον, εἰς δύο τὰ πρῶτα τμηθείσης, ὥσπερ αὐτὰς τὰς τέχνας ἰατρικήν τε καὶ ὑγιεινήν, οὕτω καὶ τοὺς τεχνίτας αὐτῶν ὀνομάζωμεν ὑγιεινόν τε καὶ ἰατρόν· ὡσαύτως δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν ἐχρήσαντο τοῖς ὀνόμασιν.
§39 Cap. XXXIX. Ἀλλ’, ὡς ἔοικεν, οὔπω κατὰ Πλάτωνα σύνηθες ἦν τοῖς Ἕλλησιν οὔθὑγιεινὴν τὴν τέχνην οὔτε τὸν ἐπιστήμονα καλεῖν ὑγιεινόν· οὐδὲ γὰρ οὐδὲ τὸ τοῦ Ἱπποκράτους ὑγιεινὸν ὑγιεινόν, ἀλλὰ τὸ μεν τι περὶ διαίτης ἐπιγέγραπται, τὸ δέ τι περὶ ὑδάτων τε καὶ ἀέρων καὶ τόπων. τάχα δ’, ὡς ἔφην, οὐδὲ χρείαν εἶναι διαίτης Πλάτων ἐνόμιζε τοῖς ὑγιαίνουσιν, ἀλλἀρκεῖν μόνην γυμναστικήν. οὐδὲ γὰρ τὸ ἀναληπτικὸν μόριον τὸ προφυλακτικὸν ἴσως ἡγεῖται προσήκειν τῇ γυμναστικῇ· μέσα γάρ, ὡς ἔφην, αὐτὰ τεταγμένα δυνατόν ἐστιν, ὁποτέρῳ τις βούλεται, προσνέμειν. ἀλλεἰ καὶ ταῦτά τις τοῖς ἰατροῖς ἐπιτρέψειεν, || ὀλίγον ἐστὶ τὸ ὑγιεινὸν ἀέρων τε πέρι καὶ ὑδάτων καὶ χωρίων καὶ γυμνασίων καὶ σιτίων ἐπισκοπούμενον· καίτοι γοὐδὲ περὶ σιτίων ἁπάντων, ἀλλὅσα τοῖς ὑγιαίνουσιν ἁρμόττει μόνον. τάχα δ’, ἐπειδὴ καὶ τὰ τῶν ἀέρων τε καὶ χωρίων καὶ ὑδάτων ἔφθανεν ἤδη γιγνώσκεσθαι τοῖς ἰατροῖς, ὡς ἂν καὶ πρώτου τοῦ θεραπευτικοῦ μορίου συστάντος, οὐδὲν ἔτι προσεπιμαθεῖν αὐτῶν ἐνέλιπεν εἰς τὸ μὴ μόνον ἰατροῖς ἀλλὰ καὶ ὑγιεινοῖς γενέσθαι πλὴν τῆς περὶ τὰ γυμνάσια τέχνης. οὔκουν οὐδἀπεικὸς οὐδἀπὸ μοριου τοῦ προσαγορευθέντος ὀνομασθῆναι τὸ σύμπαν. ἀλλὰ τοῦτο μὲν ὑπὲρ ὀνόματός ἐστιν, οὐ περὶ πράγματος σκοπεῖσθαι.
§40 Cap. XL. Καὶ εἴ τις, ὅπερ καὶ πρόσθεν εἶπον, αὐτὸ δὴ τοῦτο γιγνώσκων, ὅτι μὴ [καὶ] περὶ πράγματος λόγος ἀλλὀνόματός ἐστιν, ἐμὲ κελεύσειεν ἀποφαίνεσθαί τι καὶ περὶ τοῦδε, βέλτιον ὀνομάζειν ἐρῶ τοὺς δύο τὰ πρῶτα μόρια φάσκοντας τῆς ὅλης τέχνης ὑγιεινόν τε καὶ θεραπευτικόν, εἴ γἐν ταῖς μεθόδοις ταῖς διαιρετικαῖς ἐμάθομεν || ἀντιδιαιρεῖν ἀλλήλοις ὁμογενῆ πράγματα. τῷ γάρ, εἰ τύχοι, τῶν ζῴων εἰπόντι τὰ μὲν ἐναέρια, τὰ δἔνυδρα προσθεῖναι τούτοις τὰ λογικὰ προφανῶς ἄτοπον. μὲν γὰρ προτέρα διαίρεσις ἔμπυρά τε καὶ ἔγγεια προσκεῖσθαι ποθεῖ· ταῦτα γὰρ ἀνάλογόν ἐστι τοῖς ἐναερίοις τε καὶ ἐνύδροις· δαὖ δευτέρα τοῖς λογικοῖς ἀντιδιαιρεῖσθαι βούλεται τὰ ἄλογα, κατὰ ταὐτὰ δὲ καὶ τῷ μὲν θνητῷ τὸ ἀθάνατον, ἀγρίῳ δὲ τὸ ἥμερον καὶ πεζῷ τὸ πτηνὸν καὶ τὸ νηκτόν· ἐσχάτη γὰρ ἀτοπία τῶν ζῴων, εἰ τύχοι, τὰ μὲν ἀθάνατα λέγειν εἶναι, τὰ δὲ πεζά, τὰ δὲ δίποδα. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς περὶ τὸ σῶμα τέχνης εἴ τις ἐθέλοι τέμνων ἐξευρίσκειν τὰ μόρια, τὸ μὲν τοὺς νοσοῦντας ἰώμενον ἰατρικῆς τέχνης λεχθήσεται, τὸ δὲ τῶν ὑγιαινόντων προνοούμενον ὑγιεινῆς. καὶ τούτου γἔτι κάλλιον, ὡς ἡμεῖς ἔμπροσθεν ἐλέγομεν, τῆς περὶ τὸ σῶμα τέχνης ἐπανορθωτικῆς τινος οὔσης τὸ μὲν κατὰ μεγάλα τὴν ἐπανόρθωσιν ποιούμενον ἰατικόν τε καὶ ἰατρικὸν ὀνομασθήσεται, τὸ δὲ κατὰ σμικρὰ καὶ διὰ τοῦτο λανθάνον, εἰ || τὴν ἀρχὴν ἐπανορθοῦται, φυλακτικόν. ἔτι δὲ κάλλιον ὀνομάσεις ἀπὸ τῶν ὑλῶν αὐτά, νοσερὸν μὲν τὸ ἕτερον, ὑγιεινὸν δὲ θάτερον. εἰ δαὖ πάλιν ἐθέλοις τέμνειν τὸ ὑγιεινὸν φυλακτικόνεἴρηται γάρ, ὡς ἑκατέρως ἐγχωρεῖ προσαγορεύεινἀπὸ μὲν τῆς ὑποκειμένης ὕλης εἰς τρία τεμεῖς, ὡς ἔμπροσθεν εἴρηται, τό τἀναληπτικὸν ὀνομαζόμενον καὶ τὸ κατεἶδος ὑγιεινὸν καὶ πρὸς τούτοις τὸ εὐεκτικόν. ὑποβέβληται γὰρ ἴδιος ἑκάστῳ τῶν εἰρημένων ὕλη, τῷ μὲν τὸ κατὰ σχέσιν ὑγιαῖνον σῶμα, τῷ δὲ τὸ καθἕξιν, τῷ τρίτῳ δὲ τὸ καλούμενον εὐεκτικόν· συμβέβηκε γὰρ ὁμωνύμως λέγεσθαι τοῖς μορίοις τῆς τέχνης αὐτὰ τὰ σώματα. κατὰ δὲ τὰς ὕλας τῶν βοηθημάτων εἴπερ τομή σοι γίγνοιτο, τετραχῇ διαιρήσεις τὴν φυλακτικήν τε καὶ ὑγιεινὴν ταύτην τέχνην. ἔσται γὰρ αὐτῆς μὲν ἐν προσφερομένοις, δἐν ποιουμένοις, δἐν κενουμένοις, δἐν τοῖς ἔξωθεν προσπίπτουσιν ἀναστρεφομένη· διὰ τούτων γὰρ ὑγίεια φυλάττεται. τὸ μὲν οὖν ἐν τοῖς προσφερομένοις τῆς ὑγιεινῆς τέχνης μέρος ἐδεσμάτων τἐστὶ καὶ πομάτων || ἐπιστήμη τῶν εἰς ὑγιείας φυλακὴν ἀνηκόντων, τὸ δἐν τοῖς κενουμένοις ἱδρώτων τε καὶ διαχωρημάτων οὔρων τε καὶ ὅλως ἁπάντων τῶν ἐκ τοῦ σώματος ἡμῶν ἐκκενοῦσθαι δεομένων, τὸ δὲ τῶν ἔξωθεν προσπιπτόντων, ἀέρος ὕδατος, ἅλμης θαλάττης, ἐλαίου τῶν τἄλλων ἁπάντων τῶν τοιούτων. ἔτι δὲ τὸ τέταρτόν τε καὶ λοιπὸν ὅπερ ἐν τοῖς ποιουμένοις ἐτέτακτο μέρος τῆς τέχνης ἐν γυμνασίοις ἐστὶ καὶ τοῖς καλουμένοις ἐπιτηδεύμασι. καὶ γὰρ ἐγρήγορσις καὶ ἀγρυπνία καὶ ὕπνος καὶ ἀφροδίσιά τε καὶ θυμὸς καὶ φροντὶς καὶ λουτρὸν ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ χρὴ διαγιγνώσκειν τὸν ὑγιεινὸν ἑκάστου τῶν εἰρημένων ποσότητά τε καὶ ποιότητα καὶ καιρόν.
§41 Cap. XLI. Πολλοστὸν οὖν μέρος γίγνεται τῆς ὑγιεινῆς τέχνης περὶ τῶν γυμνασίων ἐπιστήμη· δικαιότερον γὰρ οἶμαι καλεῖν ἐστι γυμναστικὴν τέχνην, ἥτις ἂν ἐπιστήμη τῆς ἐν ἅπασι τοῖς γυμνασίοις δυνάμεως, ὡς τό γε περὶ τῶν κατὰ παλαίστραν ἐπίστασθαι μόνον ἐσχάτως τε μικρόν ἐστι καὶ πᾶσιν ἥκιστα χρήσιμον. ἐρέσσειν γοῦν ἄμεινόν || ἐστι καὶ σκάπτειν καὶ θερίζειν καὶ ἀκοντίζειν καὶ τρέχειν καὶ πηδᾶν καὶ ἱππάζεσθαι καὶ κυνηγετεῖν ὁπλομαχεῖν τε καὶ σχίζειν ξύλα καὶ βαστάζειν καὶ γεωργεῖν ἅπαντά τε τἆλλα κατὰ φύσιν ἐργάζεσθαι κρεῖττον κατὰ παλαίστραν γυμνάζεσθαι. καί σοι πάρεστιν ἤδη σκοπεῖν, οὐ μόνον ὅτι πολλοστόν ἐστι μόριοντῆςὑγιεινῆς τέχνης γυμναστική, ἐλάχιστον δαὖ πάλιν ἐστὶ τῆς γυμναστικῆς τὸ περὶ τῶν κατὰ παλαίστραν μόριον ὅτι τε τούτῳ παράκειται τὸ τῶν ἀθλητῶν ἐπιτήδευμα, [καὶ] διαθέσεως τινος ἀπεργαστικὸν οὐ φύσει καὶ κακοτεχνίαν ἐπιστατοῦσαν ἔχον, ὑποδυόμενον μὲν τέλει χρηστῷ τῆς εὐεξίας, ἄλλο δέ τι μᾶλλον εὐεξίαν ἐργαζόμενον. ἀλλὰ τῆς μὲν τοιαύτης κακοτεχνίας οἱ δυστυχῶς ἀθλήσαντες ἐξαίφνης ἐπιστήμονες ἀναφαίνονται, τῆς δὄντως γυμναστικῆς Ἱπποκράτης καὶ προειρημένος ἅμαὐτῷ χορὸς ἐπιστήμων ἐστίν. ὥσπερ δἐν τοῖς κατἰατρικὴν οὐχ ἅπασιν ὀρθῶς [ἅμα] εἴρηται πάντα, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ περὶ γυμνασίων. ἀλλὰ νῦν οὐ πρόκειται διελέγχειν τοὺς κακῶς ὑπὲρ αὐτῶν || ἐγνωκότας, ἀλλἐξηγεῖσθαι τοὔνομα τῆς γυμναστικῆς, ὡς ἔστιν ἐπιστήμη τις ἥδε τῶν ἐν γυμνασίοις δυνάμεων, ὥσπερ φαρμακευτικὴ τῶν ἐν φαρμάκοις· ἄμφω γὰρ ταῦτα τὰ μόρια τὴν κλῆσιν ἀπὸ τῶν ὑλῶν ἔσχηκεν ὁμοίως τοῖς ἄλλοις, οἷς ὀλίγον ἔμπροσθεν εἶπον.
§42 Cap. XLII. Ὧι καὶ δῆλον, ὡς ὅσοι τὴν γυμναστικὴν ἀντιδιαιροῦσι τῇ ἰατρικῇ, κακῶς γιγνώσκουσιν· μὲν γὰρ ἀπὸ τῆς ὕλης, δἀπὸ τῆς καθόλου τε καὶ γενικῆς ἐνεργείας ὠνόμασται. πρῶται μὲν γάρ εἰσιν αἱ κατὰ μέρος ἐνέργειαι, καθῆραι διἑλλεβόρου καὶ σκαμμωνίας, εἰ τύχοι, καὶ τεμεῖν φλέβα καὶ ὀστοῦν ἐκκόψαι καὶ ἀσιτῆσαι προστάξαι καὶ δοῦναι τροφήν· ἐπαὐταῖς δἕτεραι γενικώτεραί τε καὶ ἤδη καθόλου, φαρμακεῦσαι καὶ χειρουργῆσαι καὶ διαιτῆσαι καὶ τούτων ἁπασῶν κοινή, τὸ ἰάσασθαι, καθάπερ οἶμαι πάλιν ἐπὶ ταῖς περὶ τὰ ὑγιαίνοντα γιγνομέναις ἐνεργείαις ἀπάσαις κοινὴ φυλακή. καὶ ὅστις ἀντιδιαιρεῖται τῷ ἰατρικῷ τὸ φυλακτικόν, ὁμογενῶν ποιεῖται τὴν || ἀντίθεσιν. ἄμφω γὰρ ἀπὸ τῆς ἐνεργείας ὠνόμασται, καθάπερ αὖ πάλιν ἀπὸ τῆς ὑποκειμένης ὕλης τό τε νοσερὸν καὶ ὑγιεινόν, ἀπὸ δὲ τῆς τῶν βοηθημάτων ὕλης τό τε φαρμακευτικὸν [ὠνόμασται] καὶ τὸ γυμναστικόν· τὸ μὲν γὰρ τοῦ νοσεροῦ τε καὶ ἰατρικοῦ μέρος ὑπάρχει, τὸ δὲ τοῦ ὑγιεινοῦ τε καὶ φυλακτικοῦ.
§43 Cap. XLIII. Προσέχειν δἐνταῦθα τὸν νοῦν χρή, μή πῃ λάθωμεν τὸν αὐτὸν ἀποδείξαντες τῷ γυμναστικῷ τὸν ἐπιστάτην τῶν παλαισμάτων καὶ μόριόν τι ποιήσαντες ὅλης τῆς γυμναστικῆς τὴν ὡς ἂν εἶποι τις παλαιστρικήν· γὰρ ἐπιστάμενος τά τε παλαίσματα σύμπαντα καὶ τῶν τρίψεων ἁπάσας καλῶς ἐργάζεσθαι τὰς κατὰ μέρος ἐνεργείας ἀνάλογόν ἐστι σιτοποιῷ καὶ μαγείρῳ καὶ οἰκοδόμῳ, δημιουργεῖν μὲν ἐπισταμένοις ἄρτους τε καὶ ὄψα καὶ οἰκίας, οὐ μὴν ἐπαΐουσί γοὐδὲν οὐδὲ γιγνώσκουσιν, τί τε χρηστὸν ἐν αὐτοῖς καὶ μὴ χρηστὸν ἥντινά τε δύναμιν ἔχον ἕκαστον αὐτῶν ἐστι πρὸς ὑγίειαν. μὲν οὖν προνοουμένη τοῦ σώματος ἡμῶν τέχνη μία, καθάπερ εἴρηται πολλάκις, || αἱ δἄλλαι τὰς ὕλας ταύτῃ παρασκευάζουσιν. οὔτε γὰρ οἷς ἄμεινόν ἐστιν ὑποδεδέσθαι [μὲν] καὶ ἀνυποδέτοις εἶναι σκυτοτόμος οἶδεν οὔθοἷς ὑποδεδέσθαι μέν, ἀλλὰ τοῖον τοῖον ὑπόδημα. τοῦτο μὲν γὰρ Ἱπποκράτης γιγνώσκει καὶ κελεύει γε τῶδέ τινι φορεῖν ἀρβύλας τὰς πηλοπατίδας, οὐ μὴν αὐτός γε δημιουργήσει τὰς ἀρβύλας, οὐ μᾶλλον στρατηγὸς τὸ κράνος καὶ τὸν θώρακα καὶ τὸ δόρυ καὶ τὴν ἀσπίδα καὶ τὴν μάχαιραν καὶ τὰς κνημῖδας. οὐδὲ γὰρ οἰκοδόμος οἶδεν ὑψηλῆς πέρι καὶ ταπεινῆς οἰκήσεως οὐδὲ τῆς πρὸς ἀνατολὴν δύσιν ἐστραμμένης οὐδέ γε τῆς πρὸς βορρᾶν τε καὶ ψυχρᾶς νοτίου καὶ θερμῆς οὐδὲ σκοτεινῆς φωτεινῆς οὐδὲ καταγαίου τε καὶ ὑπερῴου καὶ νοτερᾶς καὶ ξηρᾶς, ἀλλὅλως ἀγνοεῖ, τίνα μὲν ὠφέλειαν ἕκαστον τούτων ἔχει, τίνα δὲ βλάβην, ὥσπερ γε καὶ σιτοποιὸς οὐκ οἶδεν, ὅτῳ χρὴ καθαρὸν ἄρτον διδόναι καὶ ὅτῳ συγκομιστὸν οὐδὅτῳ πολὺν ὀλίγον οὐδἐν ὅτῳ καιρῷ, κατασκευάζει μέντοι καλῶς αὐτούς. || ὡσαύτως δὲ καὶ μάγειρος φακῆν πτισάνην χόνδρον τεῦτλον τι τῶν ἄλλων ἐπίσταται σκευάζειν οὐκ εἰδὼς οὐδενὸς αὐτῶν τὴν δύναμιν. αἱ μὲν δὴ τοιαῦται τέχναι τὰς ἁπάσας ὕλας παρασκευάζουσι τῇ θεραπευτικῇ τοῦ σώματος, ὥσπερ αὐταῖς ταύταις ἕτεραι, τῷ μὲν σιτοποιῷ τοὺς πυροὺς γεωργὸς καὶ κρίβανον ἰπνοπλάστης καὶ ὑλοτόμος τὰ ξύλα καὶ τέκτων τὸν ἄβακα, τῷ τέκτονι δαὐτῷ πάλιν ἄλλος μὲν ἀξίνην, ἄλλος δὲ στάθμην, ἄλλος δαὗ τὰ ξύλα, καὶ σκυτοτόμῳ δὲ κατὰ ταὐτὰ τὴν μὲν σμίλην χαλκευτική, τὰ σκύτη δ βυρσοδεψική, τὸν καλόποδα δ τεκτονική· καὶ οἰκοδόμῳ δὲ λατύποι τε καὶ λιθοτόμοι καὶ πλινθουργοὶ καὶ τέκτονες, οἱ μὲν λίθους, οἱ δὲ πλίνθους, οἱ δἐπιτήδεια ξύλα προπαρασκευάζουσιν. αἱ μὲν οὖν τοιαῦται τέχναι σύμπασαι προσδέονταί τἀλλήλων καὶ παρασκευάζουσι ταῖς τελεωτέραις τάς θὕλας αὐτάς, ἐξ ὧν ἐργάζονται τὸ τέλος, ὄργανά τε χρηστά, διὧν ἐκείνας κοσμοῦσιν.
§44 Cap. LXIV. Ἁπάσαις δαὐταῖς ἐφέστηκεν οἷον ἀρχιτεκτονική τις θεραπευτικὴ τοῦ σώματος καὶ κελεύει τῇ || μὲν οἰκοδομικῇ τοιάνδε τινὰ τὴν οἰκίαν ποιῆσαι, τῇ δὲ σκυτοτομικῇ τὸ ὑπόδημα καὶ τῇ μὲν σιτοποιητικῇ τὸν ἄρτον, τῇ δαὗ μαγειρικῇ τοὖψον ἑκάστῃ τε τῶν ἄλλων, ὡς ἑκάστη πέφυκεν. ἀλλὰ ταύτης τῆς περὶ τὸ σῶμα θεραπευτικῆς ὑγιεινὴ μόριον ἦν καὶ ταύτης τετραχῇ τεμνομένης ἑνὸς τῶν μορίων γυμναστικὴ μόριον. αὕτη τοίνυν οἷον ἀρχιτεκτονική τίς ἐστι τοσῶνδε τεχνῶν, ἱππευτικῆς μέν, ὅταν ἱππάζεσθαι δέῃ, διδάσκουσα μέτρον καὶ καιρὸν καὶ ποιότητα, κυνηγετικῆς δὲ καὶ συμπάσης θηρευτικῆς, ὅταν αὖ τούτων χρεία καλῇ, κατὰ ταὐτὰ δὲ καὶ σκαπτόντων καὶ θεριζόντων καὶ ὑλοτομούντων καὶ ἐρεσσόντων καὶ ὀρχουμένων καὶ πᾶν ὁτιοῦν ἐνεργούντων ἐπιστατεῖ τε καὶ ἄρχει καὶ προστάττει.
§45 Cap. XLV. Μία τῶν τοιούτων ἐστὶ τεχνῶν καὶ περὶ τὰ παλαίσματακαλῶμεν δαὐτήν, εἰ βούλει, παιδοτριβικήναὕτη μὲν οὐδἐπαΐουσα τῶν πρὸς ὠφέλειάν τε καὶ βλάβην τοῦ σώματος, εὐσχήμονας δὲ καὶ πολυειδεῖς καὶ καταβλητικὰς καὶ ἀπόνους ἐξευρίσκουσα λαβάς θἅμα καὶ || κινήσεις οὐδὲν ἧττον τῆς ὀρχηστικῆς. ἀλλἐκείνη μὲν οὐκ ἀντιποιεῖται τῆς περὶ τὸ σῶμα θεραπείας· παιδοτριβικὴ δοὐκ οἶδὅπως ὑπἀναισθησίας ἐσχάτης οἷον ἔμπληκτός τις οἰκέτης ἐπανίσταται δεσπότῃ χρηστῷ, τῇ γυμναστικῇ, καθάπερ εἰ καί τις ὁπλίτης ἱππεὺς τοξότης σφενδονήτης ἀκοντιστὴς ἀντιλέγοι τῷ στρατηγῷ παρατάττοντί τε καὶ ὁπλίζοντι καὶ πρὸς τὸν πόλεμον ἐξάγοντι καὶ αὖθις ἡσυχάζειν κελεύοντι· μαίνοιτο γὰρ ἄν που κἀκεῖνος, εἰ τὸν στρατηγὸν εἰς τὰς κατὰ μέρος ἐνεργείας προκαλούμενος, εἶτα βελτίων εὑρισκόμενος κοινωνεῖν ἀξιοῖ τῆς ἀρχῆς μέρος ἀποφαίνοι τὴν αὑτοῦ τέχνην τῆς στρατηγικῆς. μαίνοιτο δἂν οὐδὲν ἧττον, οἶμαι, καὶ παιδοτρίβης κοινωνεῖν γυμναστικῆς μέρος ἔχειν αὐτῆς οἰόμενος· ὑπηρέτης γάρ ἐστι μόνον, ὥσπερ γ στρατιώτης τῆς στρατηγικῆς, οὕτω καὶ παιδοτρίβης [αὐτὸς γάρ], μὲν γυμνάζει, τῆς γυμναστικῆς, δἀσκεῖ τέχνην παλαισμάτων, ἑτέρας αὗ τινός ἐστιν ἐπιτηδεύσεως ὑπηρέτης, ἣν ἐγὼ μὲν ὀνομάζω || καταβλητικήν, οὐ μήν γαὑτοὺς οὕτω καλοῦσιν οἱ τοὺς ἀθλητὰς ἀσκοῦντες, ἀλλὰ γυμναστὰς ὀνομάζουσι. καί τοι κατά γε τὴν ἀλήθειαν ἕτερον μέν ἐστι παιδοτριβικὴ καθάπερ τοξευτική, καταβλητικὴ δοἷόνπερ στρατηγική, γυμναστικὴ δοἷον ἰατρική, καὶ διτταῖς ὑπηρετεῖ τέχναις ἐφεστώσαις ἑκάστη τῶν τοιούτων. οὕτω γὰρ καὶ σκυτοτομικὴ τὸ μὲν ὡς στρατιώτῃ τῷδέ τινι χρηστὸν ὑπόδημα παρὰ τῆς στρατηγικῆς ἐκδιδάσκεται, τὸ δὡς εἰς ὑγίειαν ἐπιτήδειον ὑπὸ τῆς περὶ τὸ σῶμα τέχνης ἐργάζεσθαι κελεύεται. ὡσαύτως δὲ καὶ μαγειρικὴ τὸ μὲν εἰς ὑγίειαν ὄψον ἰατρῷ τε καὶ ὑγιεινῷ παρασκευάζει, τὸ δεἰς ἡδονὴν τέχνῃ μὲν οὐκέτι τοῦτό γοὐδεμιᾷ, κολακείᾳ δέ τινι τὸ τέλος οὐ τὴν ὑγίειαν, ἀλλὰ τὴν ἡδονὴν πεποιημένῃ. καὶ δὴ οὖν καὶπαλαιστικὴ τὸ μὲν εἰς ὑγίειαν χρηστὸν ὑγιεινοῖς τε καὶ γυμνασταῖς παρασκευάζει, τὸ δεἰς διάθεσιν ἀθλητικὴν ἐκείνῃ τῇ κακοτεχνίᾳ τῇ πολλάκις εἰρημένῃ, τῇ καλούσῃ μὲν ἑαυτὴν γυμναστικήν, κάλλιον δἂν ὀνομασθείη καταβλητική. καὶ γὰρ οὖν καὶ ὀνομάζουσιν αὐτὴν οἱ Λάκωνες καββαλικὴν καὶ καββαλικώτερον ἑαυτῶν || γέ φασιν εἶναι τὸν ἐν ταύτῃ τεθραμμένον, οὐκ ἰσχυρότερον.
§46–47
§46 Cap. XLVI. Ὅπου γε καὶ ὑγιαίνουσα πολιτεία μισεῖ τοῦτο τὸ ἐπιτήδευμα καὶ βδελύττεται, πάσης μὲν τῆς εἰς τὸν βίον ἰσχύος ἀνατρεπτικὸν ὑπάρχον, εἰς οὐκ ἀγαθὴν δὲ τοῦ σώματος ἄγον διάθεσιν. ἐγὼ γοῦν ἐπειράθην ἐμαυτοῦ πολλάκις ἰσχυροτέρου τῶν ἀρίστων εἶναι δοκούντων καὶ πολλοὺς στεφανίτας ἀγῶνας ἀνῃρημένων ἀθλητῶν. ἔν τε γὰρ ὁδοιπορίαις ἁπάσαις ἄχρηστοι τελέως ἦσαν ἔν τε [ταῖς] πολεμικαῖς πράξεσιν, ἔτι δὲ μᾶλλον ἐν πολιτικαῖς τε καὶ γεωργικαῖς, εἰ δέ που καὶ φίλῳ νοσοῦντι παραμεῖναι δέοι, πάντων ἀχρηστότατοι συμβουλεῦσαί τε καὶ συσκέψασθαι καὶ συμπρᾶξαι, ταύτῃ μέν, ᾗπέρ γε καὶ οἱ σύες. ἀλλὅμως οἱ τούτων ἀτυχέστατοι καὶ μηδεπώποτε νικήσαντες ἐξαίφνης ἑαυτοὺς ὀνομάζουσι γυμναστάς, εἶτοἶμαι καὶ κεκράγασιν οὐδὲν ἦττον τῶν συῶν ἐκμελεῖ καὶ βαρβάρῳ φωνῇ. τινὲς δαὐτῶν καὶ γράφειν ἐπιχειροῦσιν || περὶ τρίψεως εὐεξίας ὑγιείας γυμνασίων, εἶτα προσάπτεσθαι τολμῶσι καὶ ἀντιλέγειν οἷς οὐδὅλως ἔμαθον, οἷος καὶ πρώην μὲν Ἱπποκράτει ἐγκαλῶν ὡς οὐκ ὀρθῶς ἀποφηναμένῳ περὶ τρίψεως. ἐπεὶ δἡμᾶς ἀφικομένους ἠξίωσάν τινες τῶν παρόντων ἰατρῶν τε καὶ φιλοσόφων ἅπαντα διελθεῖν αὐτοῖς τὸν λόγον, εἶτἐφαίνετο ἁπάντων πρῶτος ὑπὲρ αὐτῆς Ἱπποκράτης ἀποφηνάμενος ἄριστα, παρελθὼν εἰς τὸ μέσον ἐξαίφνης αὐτοδίδακτος ἐκεῖνος γυμναστὴς ἐκδύσας παιδάριον ἐκέλευσεν ἡμᾶς τρίβειν τε τοῦτο καὶ γυμνάζειν σιωπᾶν περὶ τρίψεως καὶ γυμνασίων, εἶτἐφεξῆς ἐβόα· ποῦ γὰρ Ἱπποκράτης εἰσῆλθεν εἰς σκάμμα; ποῦ δεἰς παλαίστραν; ἴσως οὐδἀναχέασθαι καλῶς ἠπίστατο. οὗτος μὲν οὖν ἐκεκράγει τε καὶ ἄλλως οὐδὲ σιωπῶν ἀκούειν ἐδύνατο καὶ μανθάνειν τὰ λεγόμενα, ἡμεῖς δὲ κατὰ σχολὴν τοῖς παροῦσι διελέχθημεν, ὡς ὅμοιον κακοδαίμων ἐκεῖνος ἐργάζοιτο μαγείρῳ τε καὶ σιτοποιῷ περὶ πτισάνης ἄρτου διαλέγεσθαι τολμῶντι κἄπειτα || φάσκοντι· ποῦ γὰρ Ἱπποκράτης ἐν μαγειρείῳ διέτριψεν ἐν μυλῶνι; σκευασάτω γοῦν μοι πλακοῦντα καὶ ἄρτον καὶ ζωμὸν καὶ λοπάδα, ἔπειθοὕτως ὑπὲρ αὐτῶν διαλεγέσθω.
§47 Cap. XLVII. Τί ποτοὖν, φήσεις, ἰατροὺς ὀνομάζομεν Ἱπποκράτην τε καὶ τὸν ἀπαὐτοῦ χορόν, εἴπερ οὐ κατὰ πάσης τῆς περὶ τὸ σῶμα τέχνης τοὔνομα φέρομεν, ἀλλὰ κατὰ μόνου τοῦ μέρους αὐτῆς, τοὺς κάμνοντας ἰᾶται; φαίνονται μὲν γὰρ ὅλην μεταχειρισάμενοι τὴν τέχνην, ὡς μηδὲ τὸ περὶ τὰ γυμνάσια μέρος αὐτῆς ἀπολιπεῖν. ὅτι πρώτου συστάντος ὅλης τῆς τέχνης μέρους τοῦ θεραπευτικοῦ, διότι καὶ μάλιστα κατήπειγεν, ὕστερον δὲ κατὰ πολλὴν σχολὴν αὐτῷ προστεθέντος τοῦ φυλακτικοῦ τε καὶ ὑγιεινοῦ προσαγορευομένου, τὴν ὅλην τέχνην ἀπὸ τοῦ μέρους ὀνομασθῆναι συνέβη, καθάπερ ἐπἄλλων πολλῶν ἐγένετο· καὶ γὰρ γεωμέτρας ὀνομάζομεν οὐ τοὺς περὶ τῶν ἐπιπέδων σχημάτων μόνον, ἀλλὰ καὶ τοὺς περὶ τῶν στερεῶν ἐπισταμένους οὐδἔστιν οὐδεὶς νῦν ὥσπερ γεωμέτρης οὕτω καὶ στερεομέτρης ὀνομαζόμενος, ἀλλ’ || ἐκλέλοιπε τοὔνομα, κα θάπερ καὶ τὸ τῶν ὑγιεινῶν, οὐ τῶν σωμάτων οὐδὲ τῶν διαιτημάτων λέγω τῶν ὑγιεινῶν, ἀλλὰ τῶν ἐπισταμένων ἀνδρῶν ταῦτα, τῶν ὑπἘρασιστράτου τοῖς ἰατροῖς ἀντιδιῃρημένων. ὡσαύτως δὲ καὶ τριηράρχας μὲν ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄρχοντας τῶν τριήρων, νῦν δἤδη πάντας οὕτω καλοῦσι τοὺς ὁπωσοῦν ἡγουμένους στόλου ναυτικοῦ, κἂν μὴ τριήρεις ὦσιν αἱ νῆες. ὅμοιόν τι τούτῳ περὶ τὴν ἰατρικὴν ἐγένετο καὶ τοὺς ἰατρούς· ἀπὸ γὰρ τοῦ πρώτου συστάντος μέρους ὅλην τε τὴν περὶ τὸ σῶμα τέχνην ὀνομασθῆναι συνέβη τοῦ χρόνου προϊόντος ἰατρικὴν αὐτόν τε τὸν ἐπιστήμονα τῆς τέχνης ἰατρόν. οὔκουν οὐδἀπεικός ἐστιν ἐρωτηθέντα τινὰ νῦν, ἧστινός ἐστι τέχνης μέρος τὸ ὑγιεινόν, ἀποκρίνασθαι τῆς ἰατρικῆς· ἐκταθείσης γὰρ ἐπὶ πλέον τῆς προσηγορίας καὶ μηκέτι τὸ μέρος ἀλλὅλην τὴν περὶ τὸ σῶμα τέχνην σημαινούσης Ἱπποκράτης τε δικαίως καὶ οἱ νῦν ἅπαντες ἰατροὶ ὀνομάζονται· ἴσασι γὰρ μόρια τῆς τέχνης αὐτῆς δύο τὰ μέγιστα, θεραπευτικόν τε καὶ ὑγιεινόν. αὐτοῦ δαὗ πάλιν τοῦ ὑγιεινοῦ μέρους ἴσασι τὸ γυμναστικόν, || ὡς καὶ πρόσθεν ἐπιδέδεικται. καθάπερ οὖν Ἱπποκράτης καὶ Διοκλῆς καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ Ἡρόφιλος ὅλης τῆς περὶ τὸ σῶμα τέχνης ἐπιστήμονες ἦσαν, ὡς δηλοῖ τὰ συγγράμματα αὐτῶν, οὕτως αὖ πάλιν οἱ περὶ Θέωνα καὶ Τρύφωνα τὴν περὶ τοὺς ἀθλητὰς κακοτεχνίαν μετεχειρίσαντο, καθάπερ αὖ καὶ τὰ τούτων δηλοῖ συγγράμματα, παρασκευήν τέ τι γυμνάσιον ὀνομαζόντων καὶ αὖθις ἕτερόν τι μερισμόν, ἔπειτἄλλο τι τέλειον, ἀποθεραπείαν δἄλλο, καὶ ζητούντων, εἴτε κατὰ τὴν τοιαύτην περίοδον ἀσκητέον ἐστὶ καὶ γυμναστέον τὸν ἀθλητὴν εἴτε κατἄλλον τινὰ τρόπον. καὶ θαυμάζειν ἐπέρχεταί μοι τῶν νῦν τοὺς ἀθλητὰς γυμναζόντων, ὅταν ἀμφισβητούντων ἀκούσω μέρος εἶναι τῆς ἑαυτῶν τέχνης τὸ ὑγιεινόν. ὅπου γὰρ οὐδὲ τῆς ὄντως γυμναστικῆς μέρος ἐστὶν ἀλλἔμπαλιν ἐκείνη μέρος ὑγιεινοῦ, τί χρὴ περὶ τῆς τούτων κακοτεχνίας ἀμφιβάλλειν, μήτε μέρος ἐστὶν ὅλως τῆς περὶ τὸ σῶμα τέχνης ἐπιτηδεύματός τε προέστηκεν οὐχ ὑπὸ Πλάτωνος μόνον Ἱπποκράτους, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων ἀτιμαζομένου;
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up