Galen De Victu Attenuante
EN Lat Orig
De Victu Attenuante
§1–27
§1 Ἐπειδὴ τὰ πλεῖστα τῶν χρονίων ἀρρωστημάτων λεπτυνούσης χρήζει διαίτης, ὧς πολλάκις ἐπὶ μόνη ταύτῃ καταστῆναι καὶ μηδενὸς ἔτι φαρμάκου δεηθῆναι, καλῶς ἂν ἔχοι διορίσασθαι περὶ αὐτῆς ἀκριβέστερον· ἄμεινον γὰρ ἐν οἷς ἐγχωρεῖ διαίτῃ μόνον χρησάμενον ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν φαρμάκων.
§2 ὧς ἔγωγε καὶ νεφρίτιδας οἶδα καὶ ἀρθρίτιδας οὐκ ὀλίγας, ὅσαι γε μὴ πώρων ἀπέφηναν τὰ ἄρθρα μεστά, τὰς μὲν <πατντελῶς> παυσαμένας ἐπὶ <τῇ> τοιαύτῃ διαίτῃ, τὰς δὲ μετριωτέρας ἀποδειχθείσας· οἶδα δὲ καὶ τῶν δυσπνοίᾳ συνεχῶς ἁλισκομένων οὐκ ὀλίγους εἰς τοσοῦτον ὠφεληθέντας ὧς ἤτοι καταστῆναι τελέως διὰ μακρῶν χρόνων ἐνοχλεῖσθαι μικρά· τήκει δὲ καὶ σπλῆνας μεγάλους λεπτύνουσα δίαιτα καὶ ἧπαρ σκιρρούμενον, καὶ ἐπιληψίας τὰς μὲν μικρὰς ἔτι καὶ ἀρχομένας ἰᾶται τελέως, ὅσαι ἤδη χρόνιαί τε καὶ ὕπουλοι, καὶ ταύτας ὀνίνησιν οὐ μικρά.
§3 κέκληται μὲν οὖν ὑπὸ τῶν ἰατρῶν τοιαύτη δίαιτα λεπτύνουσα, καθότι καὶ παχύνουσαν ἑτέραν ὠνόμασαν ἐναντίαν τῆςδε, κατὰ τὸν γεννώμενον ἐφἑκατέρας ἐν τοῖς σώμασιν ἡμῶν χυμόν· ἔγνωσται δὲ μακρῷ χρόνῳ πείρᾳ θἅμα καὶ λόγῳ κριθεῖσα· καὶ γὰρ ὀσμὴ καὶ γεῦσις ἱκανά γνωρίσματα προσβάλλουσι τῷ λογισμῷ πρὸ τῆς πείρας τῶν τοιούτων ἐδεσμάτων ἁπάντων.
§4 ὅσα γὰρ ἐρεθίζει καὶ δάκνει τὰς αἰσθήσεις, εὔδηλον ὧς δριμέα τἐστὶ ταῦτα καὶ πάχος χυμῶν τέμνειν ἱκανά, καὶ μὲν δὴ καὶ πλείω τοῦ δέοντος ληφθέντα δῆξιν ἐργάζεται τῇ γαστρὶ καὶ ἄσην οὐ σμικράν, ἐμούμενά τε καὶ διαχωρούμενα δριμείας ὀσμὰς ἀποπέμπει· τὰ πλεῖστα δαὐτῶν καὶ οὖρα καὶ ἱδρῶτας ἐκβάλλει δυσώδεις τε καὶ δριμεῖς· καὶ μέν γε καὶ φύμασιν ἐπιτιθέμενα καὶ δοθιῆσιν ἕνια μὲν αὐτῶν ῥήγνυσι καὶ διαβιβρώσκει ῥᾳδίως, ἔνια δὲ κατατίτρησι τὸ δέρμα, πολλὰ δ· οἷον λέπος ἀφίστησιν αὐτοῦ καί τινα ἕλκη καὶ μάλιστα τὰς καλουμένας ἐσχάρας ἐργάζεται.
§5 ταῦτα πάντα γνωρίσματἐστὶ μέγιστα τοῦ καὶ τοὺς ἐν τῷ σώματι χυμούς ὑπαὐτῶν λεπτύνεσθαι δριμεῖαν τινἐχόντων καὶ τμητικὴν δύνασμικρά μιν, ἀλλὰ καὶ πεῖρα μαρτυρεῖ τῷ λόγῳ· φαίνεται γὰρ ἱκανῶς ὑπὸ τῶν τοιούτων ἐδεσμάτων ὀνινάμενα πάνθὅσα παχέων καὶ γλίσχρων καὶ ψυχρῶν χυμῶν ἀναπέπλησται σώματα.
§6 χρὴ δὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ἐπιστάτην εἷναι τὸν ἰατρόν, τόν τε καιρὸν ἐξευρίσκοντα καὶ τὸ μέτρον τῆς χρήσεως, οὕτω κἀν τοῖσδε· κίνδυνος γὰρ εἰς κακοχυμίαν ἐμπεσεῖν τὸν οὐκ ὀρθῶς αὐτοῖς χρώμενον· ἀλλοὐ τοῦτο νῦν πρόκειται διδάσκειν, ἀλλὑπὲρ αὐτῶν μόνον τῶν ἐδεσμάτων διελθεῖν.
§7 Ὅτι μὲν οὖν σκόροδα καὶ κρόμμυα καὶ κάρδαμα καὶ πράσα καὶ νᾶπυ τῶν λεπτυνόντων ἐστίν, οὐδἂν οὐδ᾿ ἰδιώτην λάθοι διὰ τὸ σφοδρὸν τῆς ἐν αὐτοῖς δυνάμεως, ἐφεξῆς δὲ τούτων σμύρνιόν τε καὶ πύρεθρον ὀρίγανόν τε καὶ καλαμίνθη καὶ σισύμβρια καὶ γλήχων καὶ θύμβρα καὶ θύμα, χλωρὰ πάντα προσφερόμενα πρὶν ξηρανθῆναι· ἀποξηρανθέντα γὰρ ἤδη φάρμακα τε] καὶ οὐκέτι τροφαί.
§8 καθόλου δὲ πᾶν τὸ ξηρὸν ἰσχυρότερον τοῦ τεθηλότος ἐστί, καθότι καὶ αὐτῶν τῶν μὴ ξηρῶν τὰ τελεώτερα τῶν ἀτελῶν ἐστιν ἰσχυρότερα, καὶ ὅσα κατὰ λόφους ἐν χωρίοις ἀνύδροις ηὐξήθη, τῶν ἐν πεδίοις κήποις τέλμασιν ἰσχυρότερα.
§9 ταυτὶ μὲν <οὗν> ὑπὲρ ἀπάντων χρὴ γινώσκειν κοινῇ· δεἰρημένοις ἐφεξῆς ἐστιν τε τῆς καππάρεως καὶ τῆς τερμίνθου καρπός καὶ τούτων ἐφεξῆς εὔζωμά τε καὶ σία καὶ σέλινα καὶ πετροσέλινα καὶ ὤκιμα καὶ ῥαφανῖδες καὶ κράμβη καὶ τεῦτλα.
§10 μαλάχη δὲ καὶ βλίτα καὶ ἀτράφαξις, εἰ καὶ ταῖς ἰδέαις ἐγγυτάτω τῶν τεύτλων εἰσίν, ἀλλὰ τήν γε δύναμιν οὐκ ἐγγύς· ὑδατώδη τε γάρ ἐστι καὶ ἀμβλέα καὶ δριμείας δυνάμεως ἤκιστα μετέχοντα παραπλησίως κολοκύνθαις τε καὶ σικύοις πέποσί τε καὶ μηλοπέποσι καὶ κοκκυμήλοις.
§11 ἅπαντα γὰρ τὰ τοιαῦθὑγρὰ καὶ ψυχρὰ καὶ φλεγματώδη, καὶ μᾶλλον ὅσα χωρὶς ἑψήσεως ἐσθίεται, μῆλα καὶ ἄπιοι καὶ σίκυοι· διὸ καί τινες ἑψοῦσι τῶν σικύων τοὺς σκληροτέρους ὁμοίως ταῖς κολοκύνθαις· καὶ τῶν μήλων δὲ καὶ τῶν ἀπίων ἧττον βλάπτουσιν αἶ ἑφθαί. καὶ τῶν ὠμῶν ἐσθιομένων αἶ εἰς ἀπόθεσιν ἐπιτηδειόταται τῶν εἰρημένων ἧττόν εἰσι μοχθηραί. ἀλλὰ γὰρ οὐ περὶ τούτων λόγος μοι νῦν.
§12 Αὖθις οὖν ἐπὶ τὰ λεπτύνντα τούς ἐν τῷ σώματι χυμοὺς ἐδέσματα μέτειμι, τὴν ἀρχὴν ἀκριβέστερον ποιησάμενος ἀφὧν ἀπέλιπον, ἐπειδὴ διορισμοῦ δεῖταί τινος ἀκριβεστέρου.
§13 τὰ τοίνυν ἁπαλὰ καὶ νέα πάντα διὰ τὸ πλῆθος ἔτι τῆς ὑγρότητος ἢν ἔταύξανόμενα κέκτηται, μέτρια ταῖς δυνάμεσίν ἐστιν, ὧς καὶ μικρῷ πρόσθεν εἴρηται, καὶ διὰ τὴν αἰτίαν τήνδε πολλὰ τῶν φαρμακωδῶν, ἔστἂν ἔτι φύηται καὶ αὔξηται, παραπλησίως τοῖς ἐδέσμασιν ἐσθίεται, καθάπερ οἵ τε τοῦ σιλφίου καὶ οἶ τοῦ νάπυος κα·υλοὶ καὶ προσέτι τούτοις πυρέθρου τε καὶ σκολύμου καὶ ἠρυγγίου καὶ ἄλλων μυρίων, δὴ καλεῖν ἔθος ἡμῖν ἐστιν λάχανα τῷ μικρὸν ὕστερον αὐτῶν ἕκαστον ἀκανθῶδές τε γίνεσθαι καὶ μηδὲ τοῖς βοσκήμασιν ἐδώδιμον ὑπάρχειν.
§14 εἰδέναι δὲ δεῖ πάντα τὰ τοιαῦτα τελειωθέντα μὲν ἱκανῶς τμητικά, φυόμενα δὲ καὶ αὐξανόμενα μετρίως λεπτύνειν· οὕτω γέ τοι καὶ ἀκαλήφη πρὶν ξηρανθῆναι παραπλησίως γε μαλάχαις καὶ τοῖς τεύτλοις ἐδώδιμος ὑπάρχει, μάραθρον δὲ καὶ πήγανον καὶ κορίανον καὶ ἄνηθον ἐκ τῆς αὐτῆς ἐστι τούτοις ἰδέας πρὸς τῷ καὶ θερμαίνειν ἐπιφανῶς.
§15 ἕτερον δέ τι γένος ἐστὶ λαχάνων ἀγρίων ἧττον τῶν εἰρημένων τμητικόν, ὧς δοκεῖν ἐκ τῆς μέσης τε καὶ οὐδετέρας εἷναι φύσεως ὧς μήτε τέμνειν σαφῶς μήτε παχύνειν· καλεῖται δὲ τὰ τοιαῦτα λάχανα κοινὴ μὲν ἅπαντα σέρις, ἰδία δὲ κατεἶδος ἕκαστον αὐτῶν ἴδιον ὄνομα κέκτηται παρὰ τοῖς ἀγροίκοις οἷον αἴ τε θριδακίναι καὶ αἶ χονδρίλαι καὶ τὰ παρὰ τοῖς Σοροῖς γιγγίδια καὶ ἄλλα μυρία τοιαῦτα καθἕκαστον ἔθνος· Ἀθηναῖοι μέντοι κοινὴ πάντα σέρεις ὀνομάζουσιν· οἶ γὰρ παλαιοὶ τοῖς εἴδεσιν f. 134r G αὐτῶν ἅπασιν | οὐκ ἔθεντο προσηγορίαν οὐδεμίαν.
§16 ἐπεὶ τοίνυν οὐδὲν εἶδος αὐτῶν ἐστιν ἅπασι γνώ- ριμον, ὅτι μηδὲ φύεται πανταχόθι πάντα, καθόλου χρὴ τῆς δυνάμεως αὐτῶν ἐκμαθόντα γνωρίσματα μήτ᾿ ὀνομάτων δεῖσθαι κατεἴδη μήτε τῆς κατὰ μέρος αὐτῶν ἐξηγήσεως.
§17 εἰ μὲν δὴ κατὰ τὴν γεῦσιν τὴν ὀσμὴν καὶ ἀμφοτέρας τὰς αἰσθήσεις δριμύ <τι> καὶ δάκνον καὶ θερμὸν φαίνοιτο, τμητικὴν καὶ λεπτύνουσαν ἔλπιζε τὴν δύναμιν ὑπάρχειν αὐτῷ· κατὰ ταὐτὰ δὲ κἂν εὐωδίαν τινὰ κατὰ τὴν ὀσμὴν ἔχον ἀρώματος ἐμποιῇ τῇ γεύσει φαντασίαν, ἀνάγκη καὶ τοῦτο θερμὸν μὲν εἷναι τὴν δύναμιν, ἀλλἧττον τῶν δακνόντων τε καὶ διαβιβρωσκόντων καὶ θερμαινόντων ἐπιφανῶς.
§18 ἔχει δέ τι τμητικὸν καὶ ὅσα νιτρῶδες ἁλμυρῶδες ἐν τῇ γεύσει προσφέρει, πρὸς τῷ καὶ τὴν γαστέρα τὰ πλεῖστα τῶν τοιούτων ὑπάγειν· οὐχ ἧττον δὲ τὰ πικρὰ λεπτυνούσης ἐστὶ δυνάμεως, ὅθεν καὶ τὰ πλεῖστα τῶν τοιούτων ἕψοντες ἐσθίουσιν.
§19 οὐ μικρὸν δὲ δήπου διαφέρει καὶ τὸ διὀξυμέλιτος ὄξους ἀλῶν ἐλαίου προσενέγκασθαί τι τῶν τοιούτων· ἐπιτείνεται μὲν γὰρ δύναμις αὐτῶν ὄξει τε καὶ ὀξυμέλιτι, καθαιρεῖται δ᾿ ἐλαίῳ· πρὸς γὰρ τῷ μηδὲν ὑπάρχειν ἐλαίῳ παχέων χυμῶν λεπτυντικὸν ἔτι καὶ τὴν ἰσχὺν ὅσα τοῦτο δρᾶν πέφυκε καθαιρεῖ.
§20 ταῦτἄρα καὶ τῶν τῶν ἐδεσμάτων ὑδατώδη τε καὶ ἀμβλέα γευομένοις ἐστίνὑπάρχει δὲ τοῦτο διὰ περιττὴν ὑγρότητα τοῖς πλείστοις τῶν λαχανωδῶν καὶ μάλιστα τοῖς κηπευομένοιςἅπαντα ταῦτα διὄξους ἐσθίουσιν, ὅσα μὲν ἥδιον ὦμά προσφέρεσθαι, γάρου μιγνύντες, ὅσα δἑφθά, τοὔλαιον ἐπιχέοντες· ἔνια δὲ καὶ διὑποτριμμάτων ἐσθίουσιν ὄξος μὲν ἐχόντων ἀπάντων, ἀλλἤτοι μετὰ μέλιτος νάπυος, ἄνηθον Λιβυστικὸν κύμινον σέλινον τὸ τοῦ κάρου σπέρμα μιγνύντες τι τοιοῦτον ἕτερον.
§21 αὐτὴ γὰρ φύσις ἡγεῖται καὶ διδάσκει τὸ ποιητέον οὐ μόνον τούς τι σοφώτερον ἐπισταμένους ἀλλὰ καὶ τοὺς ἰδιώτας· καὶ ἔγωγε πολλάκις συνεχῶς χρῆσθαι τοῖς τοιούτοις ὑποτρίμμασιν ἐκέλευον <ἂν> οἷς μέλει διαίτης, εἰ μὴ τῆς σαρκὸς τῶν φοινίκων ἐμίγνυον αὐτοῖς ἔνιοι τῶν ὀψοποιῶν πάμπολυ.
§22 γινώσκειν οὖν χρὴ καὶ περὶ τῶν ὑποτριμμάτων ἐν βραχεῖ· τὰ μὲν δὴ <διὰ> τῶν δριμέων τε καὶ θερμῶν πλείστων οἷάπερ ἐστὶ τά τε νῦν εἰρημένα καὶ ὅσα διά κρομμύων τε καὶ σκορόδων κοριάνου σκευάζουσι, ταῦτα μὲν οὖν ἅπαντα τῆς λεπτυνούσης ἐστὶ δυνάμεως, ὅσα δἧττον τούτων μὲν μετέχει πλειόνων δὲ τῶν παχυνόντων, ἐπί μικτὰ ταῖς δυνάμεσιν ὑπάρχει.
§23 Ἐπεὶ δἐξ ἀρχῆς λόγος ἐγένετό μοι περὶ IV τῶν λαχανωδῶν ἐδεσμάτων ὡς τά πλεῖστα τοῦ γένους τούτου λεπτύνει, ἐφεξῆς ἂν εἴη ῥητέον καὶ περὶ τῶν ἀσπαράγων καλουμένων, ἑλείου τε καὶ μυακανθίνου καὶ τοῦ τῆς χαμαιδάφνης ἔτι τε καὶ βρυωνίας καὶ ἄγνου καὶ ἀκτῆς καὶ τῶν ὁμοίων· ἐν τούτῳ δὲ τῷ γένει καὶ οἶ τῶν ἀμπέλων ἕλικές εἰσι καὶ οἶ τῶν βάτων καὶ εἴ τινος ἄλλου δένδρου βλαστὸς ἄνθος ἐδώδιμον ὑπάρχει.
§24 μὲν οὖν μυακάνθινος ὀνομαζόμενος τῆς μέσης πως ὑπάρχει δυνάμεως· ἐφἑκάτερα δὲ τούτου μικρὸν ἀποδέοντες θἕλειός ἐστι καὶ τῆς χαμαιδάφνης, τοσούτῳ δὑγρότερος ἕλειος ὅσῳ ξηρότερος τῆς χαμαιδάφνης· εὐστόμαχος δοὐδὲν ἧττον τῶν εἰρημένων ἐστὶν τε τῆς βρυωνίας καὶ τοῦ ἄγνου καὶ < τῆς> ἀκτῆς | καὶ μᾶλλον ἔτι f. 134v G τούτων οἶ σαφῶς αὐστηροὶ καὶ στύφοντες οἷος καὶ τῆς βάτου καὶ· <> τῆς ἀμπέλου· καθαίρει δὲ διὰ κάτω γαστρὸς τῆς ἀκτῆς.
§25 ἀλλὰ τοὺς μὲν καθαίροντας οὐχ οἷόν τἐστὶ γνωρίσαι πρὶν πειραθῆναι, τῶν δἄλλων τῆς δυνάμεως ἔνεστι στοχάσασθαι τῇ γεύσει τεκμαιρόμενον. οἶ μὲν γὰρ στύφοντες ἄπαντες ἐύστόμαχοί τεἰσὶ τοὐπίπαν καὶ μέσοι πως μάλιστα δύναμιν, ἐξ οὗ γένους ἐστὶ καὶ τῆς φοίνικος ἐγκέφαλος· οὕτω γὰρ ὀνομάζουσι τὸ ἁπαλὸν ἐκβλάστημα <*****> τοῦ φυτοῦ, καθάπ·ερ ἐλάτας τὰς ἐκ τῶν πλαγίων· οἶ δὲ καὶ πικρότητος ἐμφαίνοντές τι τοσούτῳ ξηρότεροι καὶ τμητικώτεροι τούτων εἰσὶν ὅσῳ καὶ πικρότεροι· εἰ δὲ καὶ δάκνοιεν θερμαίνοιεν ἐπιἕλιος φανῶς τὴν γλῶτταν, ἐν τῇ λεπτυνούσῃ σαφῶς ἰδέᾳ τίθεσθαι τούσδε.
§26 Περὶ μὲν οὖν λαχανωδῶν ἐδεσμάτων ἀρκεῖ καὶ V ταῦτα, σπερμάτων δἐφεξῆς μνημονεύω. καθόλου μὲν οὖν εἰπεῖν καὶ περὶ τῶνδε, τοῖς φυτοῖς ἔοικε τὰς δυνάμεις ὧν ἐστι σπέρματα, ξηρότερά γε μὴν ὑπάρχει πάντων ἐκείνων καὶ διὰ τοῦτο λεπτυντικώτερα καὶ οὐκ ἐξ ἅπαντος ἐδώδιμα, καθάπερ οὐδαἶ βοτάναι τῶν ἐσθιομένων σπερμάτων ἐδώδιμοι πᾶσαι· πλὴν ὅσα γε τῶν σπερμάτων ἐσθίεται, κατὰ τὴν φύσιν ἀεὶ τῶν βοτανῶν ἐπὶ τὸ ξηρότερόν τε καὶ θερμότερον ὧς εἴρηται ῥέποντα.
§27 οὕτως γοῦν καὶ τὸ τῆς μήκωνος σπέρμα πολὺ τῆς μήκωνος αὐτῆς ἐστι μετριώτερον, ὥστε καὶ τοῖς ἄρτοις ἐπιπάττουσιν αὐτὸ καὶ πολλοῖς τῶν ἄλλων πεμμάτων μιγνύουσιν ὧς οὐδεμίαν ἔχον βλάβην· ἀλλὅτι μὲν καὶ τοῦτο ψύχει, δῆλον ἐκ τοῦ καρηβαρές τεἷναι καὶ ὑπνῶδες, οὐ μὴν ὁμοίως γε τῇ μήκωνι, ἁλλὅσον ὀπὸς αὐτῆς εἰς ψῦξίν ἐστιν ἰσχυρότερος, τοσοῦτον αὕτη τοῦ σπέρματος· ὑπνῶδες δὲ καὶ τὸ τῆς θριδακίνης σπέρμα· καὶ γὰρ καὶ τοῦτο τὸ λάχανον ὑγρόν τἐστὶ καὶ ψυχρόν· ὥστε χρὴ φυλάττεσθαι ταῦτα τὰ σπέρματα τὸν διαίτῃ λεπτυνούσῃ χρώμενον.
§28–58
§28 καὶ τὸ τοῦ σησάμου σπέρμα παχὺν καὶ γλίσχρον ἐν τῷ σώματι γεννᾷ χυμόν· σελίνου μέντοι καὶ πετροσελίνου καὶ κυμίνου καὶ κάρου καὶ ἀνήθου σπέρμα καὶ προσέτι Λιβυστικοῦ καὶ σίνωνος καὶ ἄμμεώς τε καὶ σεσέλεως καὶ δαύκου καὶ τορδύλου καὶ πάντων τῶν εὐωδῶν καὶ δριμέων καὶ θερμῶν ἐπιφανῶς ἁρμόζει τοῖς λεπτυνούσῃ διαίτη χρωμένοις.
§29 ἔνια δὲ τῶν τοιούτων οὕτως ἐστὶν ἰσχυρὰ ταῖς δυνάμεσιν ὥστοὐδὲν ἀπολείπεται τῶν γενναιοτάτων φαρμάκων, ὁποῖόν τι καὶ τὸ τοῦ πηγάνου σπέρμα τετύχηκεν ὄν, ἰσχυρὸν ἐν τοῖς μάλιστα καὶ λεπτυντικὸν ἱκανῶς· οὕτω δὲ καὶ <τὸ> τῆς λύγου σπέρμα καὶ τὸ τῆς καννάβεως φαρμακῶδες μόνον ἀλλὰ καὶ κεφαλαλγές· καὶ χρήσαιτἄν τις αὐτοῖς εἰς ἒν μόνον ἐπιτηδείως, ἐπειδὰν διοὔρων καθαρᾶι τὸ αἷμα προαιρῆται. ἀλλὰ γὰρ οὐ περὶ φαρμάκων πρόκειται λέγειν ὅτι μὴ πάρεργον, ὥστ· οὐ χρὴ μηκύνειν ἐν τούτοις.
§30 Ἀλλαὖθις ἐπὶ τὸ τῶν ἄλλων σπερμάτων ἐπάνειμι γένος, δὴ καὶ Δημήτριά τινες ὀνομάζουσι· συνηθεστέρα μέντοι κλῆσίς ἐστι τοῖς Ἕλλησιν ἐπὶ τοῦ γένους αὐτῶν ἅπαντος τῶν ὀσπρίων· ἔνιοι μέντοι χέδροπά ταῦτα καλοῦσιν· εἰσὶ δοἳ τὸ μὲν σύμπαν γένος ὄσπρια, μόνα δἐξ αὖ | τῶν ὅσα τῇ χειρὶ δρέπονται, χέδροπά προσαγορεύουσι, τὰ δἄλλα πάντα τὰ διὰ τῶν δρεπάνων θεριζόμενα σῖτον· ἔνιοι δὲ τὸν πυρὸν μόνον σῖτον· οἶ δὲ καὶ τὰς κριθὰς αὐτῷ προστιθέασιν. ὀνομαζέτω μὲν οὖν ἕκαστος ὧς ἂν ἐθέλῃ, περὶ δὲ τῆς τῶν ὀσπρίων δυνάμεως ἐφεξῆς ἐγὼ διηἄμεώς γήσομαι.
§31 πυροὶ μὲν οὖν ἔδεσμα τροφιμώτατόν εἰσι <καὶ> γλίσχρου καὶ παχέος ἐν τοῖς σώμασι γεννητικοί, ὥστε εἰ μή τις σκευάσας αὐτοὺς ὡς σκευάζονται προσφέροιτο, παχύν καὶ γλίσχρον ἱκανῶς ὑποθρέψει χυμόν.
§32 οὔκουν οὔθἁπλῶς ἐψημένον ἐσθίειν χρὴ πυρόν, ὧς εἶδον ἐσθίοντας ἐπὶ τῆς Ἀσίας τῶν ἀγροίκων παμπόλλουςἡδύνουσι δὀλίγοις ἁλσὶν αὐτόνοὔτἄλευρον ποιήσαντας ἑψεῖν ὧς ἔτνος ὕδατι δεύσαντας γάλακτι· πᾶσαι γὰρ αἶ τοιαῦται σκευασίαι καὶ δύσπεπτοι καὶ κακόχυμοι, μόνη δἐπιτήδειος ἤπερ καὶ μόνη νῦν εὐδοκιμεῖ δεόντως, διὰ τῆς ζύμης τε καὶ τῶν ἀλῶν καὶ τοῦ κλιβάνου, χείρων δὲ βραχὺ ταύτης διὰ τῶν ἴπνων.
§33 τῶν μὲν γὰρ ἄλλων οὐδὲ μεμνῆσθαι προσήκει· ἔστι δὲ καὶ πυρῶν αὐτῶν οὐκ ὀλίγη διαφορὰ κατεἶδος· ὅσοι μὲν γὰρ βαρεῖς καὶ πυκνοὶ καὶ διὰ βάθους ξανθοί, τροφιμώτατοί τεἰσὶ καὶ παχύχυμοι καὶ γλίσχρου χυμοῦ γεννητικοί· ὄσοι δὲ κοῦφοι καὶ ἀραιοὶ καὶ λευκοὶ τὰ ἔνδον, οὗτοι καὶ ἧττον τρέφουσι καὶ ἧττον παχὺν καὶ γλίσχρον ἀπογεννῶσι χυμόν.
§34 ἔστι δὲ καὶ σεμίδαλις καὶ χόνδρος ἱκανῶς τρόφιμα καὶ παχύχυμα καὶ γλίσχρα· ἀλλά σεμιδάλεως μὲν οὐδἀναγκαῖον ἅπτεσθαι τοῖς λεπτυνούσῃ διαίτῃ χρωμένοις· χόνδρου δἔξεστιν ἀπολαύειν τὰ μέτρια <καὶ> καθἑαυτὸν ὕδατος ἑφθοῦ <καὶ> μετοἰνομέλιτος οἴνου μὲν ἀλλά ξανθοῦ τε καὶ λεπτοῦ κατὰ τὴν τοῦ Φαλε- ρίνου μάλιστα δύναμιν, καὶ πολλοῖς δὲ τῶν ἄλλων ἐδεσμάτων ἐπιμιγνύντας καὶ μάλιστα τῷ τριπτῷ τεύτλῳ καὶ τοῖς ὀρνιθείοις ζωμοῖς.
§35 εἰ δέ τις ἔτνος ῥόφημα σκευάζειν ἐκ χόνδρου βούλοιτο, μὴ μόνον ἀνήθου μιγνύειν, ἀλλὰ καὶ πράσου τι προσεπεμβάλλειν γηήχωνος καλαμίνθης ὑσσώπου· καὶ μὲν δὴ καὶ τῆς πεπέρεως μῖξις οὐκ ἐπὶ τοῖς τοιούτοις ἐδέσμασι μόνον ἀλλά καὶ τοῖς ἄλλοις σχεδὸν ἅπασιν οὐ σμικρὰ τῇ λεπτυνούσῃ διαίτῃ συντελεῖ.
§36 πτισάνη δὲ καὶ αὐτὴ καθἑαυτὴν ἔχει τι ῥυπτικόν, ὧς μηδὑσσώπου δεῖσθαι· καὶ εἴ ποτε δὲ βουληθείης αὐτῆς ἐπιτεῖναι τὴν δύναμιν, ἀρκεῖ πεπέρεως μιγνύναι αὐτῇ· μέλιτος δοὐδὲν δεῖται πτισάνη πλὴν εἰ μὴ τά κατὰ θώρακά τε καὶ πνεύμονά τις ἐκκαθαίρειν ἐθέλοι, τοῖς μέντοι καθἧπαρ σπλῆνα πάθεσιν οὐκ ἐπιτήδειος μῖξις μᾶλλον γὰρ ἐξαίρεται ταῦτα τὰ σπλάγχνα πρὸς τῶν ἐκ τοῦ χόνδρου ῥοφημάτων καὶ αὐτῶν καθἑαυτὰ καὶ πολὺ μᾶλλον εἰ σὺν μέλιτι σκευάσαις. ἀλλὰ περὶ μὲν τῆς τοῦ μέλιτος χρήσεως ἀπάσης ὀλίγον ὕστερον εἰρήσεται.
§37 Νυνὶ ἐπὶ τὰς κριθὰς αὖθις ἐπανίωμεν· οὐ γὰρ ἔν γε πτισάνη μόνῃ χρῆσις αὐτῶν ἐδώδιμος, ἀλλὰ καὶ ἄρτοι πολλαχόθι κρίθινοι γίνονται καὶ μετὰ γάλακτος ἕψεται τὸ αὐτῶν ἄλευρον καὶ φρυγεισῶν ἄλφιτα γίνεται καὶ διὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσαι καὶ μετοἴνου γλυκέος σιραίου προσφέρονται.
§38 περὶ μὲν δὴ τῶν ἄρτων ὧδε γινώσκειν χρή· ὀλιγότροφοι πάντες εἰσὶ καὶ παχύχυμοι καὶ φυσώδεις ἤκιστα, ὅπως ἂν σκευασθῶσι· περὶ δὲ τῶν ἀλφίτων· ἅπαντα ὀλιγότροφα τοῖς ἄρτοις ὁμοίως, ξηραίνει δὲ μᾶλλον τῷ πεφρῦχθαι· τὸ δἄλευρον ὑγρότερόν τἐστὶν ἀμφοῖν καὶ περιττωματικώτερον καὶ φυσωδέδτερον καὶ μάλιστἂν μετὰ γάλακτος σκευασθῇ ὁμοίως τῴ χόνδρῳ.
§39 αἶ δὲ διά τινος τῶν γλυκέων λαμβανόμεναι κριθαὶ πολὺ μὲν εἰς τὴν προκειμένην δίαιτάν εἰσι χόνδρου λυσιτελέστεραι· καὶ γὰρ παχύν τε καὶ γλίσχρον χυμὸν χόνδρος γεννᾷ· πειρᾶσθαι δὅμως καὶ ταύτας μήτε διὰ σιραίου μήτε διά τινος τῶν πάχος ἐχόντων ἱκανὸν προσλαμβάνειν, ἀλλἤτοι διοἰνομέλιτος διά τινος οἴνου παραπλησίου τῷ φαλερίνῳ.
§40 κατά δὲ τὸν αὐτὸν τρόπον καὶ ταῖς τίφαις ἔνεστι χρήσασθαι καὶ τῷ βρόμῳ πλὴν ὅσα καὶ δυσπεπτότερα καὶ περιττωματικώτερα πτισάνης ἐστὶ καὶ χόνδρου· πάμπολλα δὲ ταῦτα τὰ σπέρματα κατὰ τὴν ἐν Ἀσίᾳ γεννᾶται Μυσίαν, ὥστε καὶ ἄρτους ἐξ αὐτῶν σκευάζουσιν· εἰσὶ δὲ δήπου καὶ αὐτοὶ οἶ ἄρτοι δύσπεπτοί τε καὶ οὐκ εὔχυμοι.
§41 καὶ ὄλυρα δὲ καλουμένη πλείστη κατά τὴν Ἀσίαν ἐστίν, ἐν τῷ μέσῳ τούτων τε καὶ πυρῶν καθεστηκυῖα· τοσούτῳ γάρ ἐστι πυροῦ χείρων ὅσῳ τούτων βελτίων· χρῶνται δὲ καὶ ταύτῃ κατὰ τοὺς αὐτοὺς τρόπους.
§42 ζειᾶς δὲ μὴ ζητεῖν ἕτερον παρὰ τὰς ὀλύρας καὶ τίφας ἐδώδιμον Ἕλλησιν· ἀκριβῶς μὲν γὰρ οὐκ οἶδα καθὁποτέρου τούτων οἱ παλαιοὶ τὸ τῆς ζειᾶς ἔφερον ὄνομα, τρίτον δοὐδέν ἐστι τούτοις ὅμοιον γένος; ἀλλἤτοι τὰς τίφας τὰς ὀλύρας οὕτως ὠνόμαζον· Μνησίθεος δὲ κατὰ μὲν ταὐτοῦ σπέρματος ἄμφω τὰ ὀνόματα φέρει τίφας καὶ ὀλύρας ὀνομάζων, τὰς ζειὰς δὧς ἕτερόν τι τούτου μοχθηρότερον ὑπείληφεν ἔδεσμα, καί μοι δοκεῖ τὰς νῦν ὑφἡμῶν ὀνομαζομένας τίφας αὐτὸς ζειὰς προσαγορείειν τι καὶ τῶνδε μοχθηρότερον.
§43 ἔστι δὲ τὸ σπέρμα πτισθῆναι μὲν δεόμενον ὥσπερ κριθὴ καὶ ὄλυρα καὶ βρόμος, ἐπειδὰν δὲ γυμνωθῇ, πολὺ καὶ πυροῦ καὶ κριθῆς καὶ ὀλύρας ἰσχνότερόν τε καὶ μικρότερον γίνεται· ἔστι δὲ καὶ ξανθὸν ὁμοίως τοῖς πυροῖς, οὐχ ὥσπερ κριθὴ λευκόν.
§44 γίνεται δἔν τισιν ἔθνεσι κριθὴ γυμνή, καθάπερ ἐν Καππαδοκίᾳ, καὶ καλεῖται οὕτως πρὸς αὐτῶν ἐκείνων ὧς ἐμοὶ νῦν εἴρηται καὶ ἔστι τά τἄλλα καλλίστη καὶ ἐξ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσα σύν τινι τῶν γλυκέων οἴνων ἐπιτηδειοτάτη ληφθῆναι.
§45 Κύαμοι δὲ ῥυπτικὸν μὲν ἔχουσί τι καὶ αὐτοὶ κριθῶν δὲ] οὐδὲν ἧττον, ἀλλοὔτε πέττονται ῥᾳδίως καὶ φυσώδεις ἱκανῶς εἰσιν, ὥστε πολύ βέλτιον τοὺς πισσοὺς ἐσθίειν· ἀμείνους γὰρ εἰς ἅπαντα κυάμων. ὦχροι δὲ καὶ δόλιχοι καὶ φάσηλοι πολὺ καὶ τῶν κυάμων μοχθηρότεροι.
§46 οὐ μὴν οἴ γε φακοὶ φαῦλοι τὰ πάντα καίτοι παχὺν ὑποτρέφοντες Χυμόν, ἀλλὥστε χρῆσθαί τινα μὴ παρόντος τῶν ἐπιτηδείων ἐδεσμάτων τινός· ὅμοιοι δὲ καὶ οἶ θέρμοι ταῖς φακοῖς, πλὴν ἧττον ξηραίνουσιν.
§47 ἐρέβινθοι δὲ φυσῶδες μέν ἐστι καὶ δύσπεπτον καὶ περιττωματικὸν ἔδες μὰ, πρὸς μέντοι τὴν οὔρησιν ἐπιτήσειοι, καί τι καὶ ῥυπτικὸν ἔχουσιν.
§48 ὄροβοι δὲ βοῶν μᾶλλον ἀνθρώπων ἔδεσμα, τημτικὴν μέντοι δύναμιν ἔχουσιν, ὥστε καὶ σκευάζεται διαὐτῶν φάρμακον οὐδενὸς ἧττον ἐκκαθαῖρον τὰ κατὰ θώρακα.
§49 βούκερας δὲ καὶ τῆλιςἑκατέρως γάρ ὀνομάζεταιλαμβάνεται μὲν οὐ κακῶς καὶ πρὸ τῶν σιτίων ὑπαγωγῆς ἕνεκα γαστρὸς ἅμα τῷ γάρῳ, προσφέρονται δὲ καί τινες καὶ τὸν χυλὸν αὐτῆς μετὰ μέλιτος ὧς καὶ θερμαίνειν καὶ ῥύπτειν δυνάμενον· καὶ ἔστι μὲν ἐς ἄμφω ταῦτα ἀγαθή, φυλάττεσθαι δἐπὶ πλέον ταύτῃ χρῆσθαι· κεφαλαλγὴς γάρ ἐστι.
§50 καὶ τοῖς ἄλλοις δὲ τοῖς οὕτω προσλαμβανομένοις ὑπαγωγῆς ἕνεκα γαστρὸς ὀλιγίστοις χρῆσθαι προσῆκε· φυσώδη γὰρ αὐτῶν ἐστι τὰ πλεῖστα καὶ δύσπεπτα, καθάπερ καὶ οἶ θέρμοι καὶ οἶ ὦχροι καὶ οἶ φάσηλοι.
§51 τὰ δὲ Δαμασκηνὰ κοκκύμηλα διὑδρομέλιτος ἕψοντα προεσθίειν ἄμεινον, ὅτῳ λεπτυνούσης ἐστὶ χρεία διαίτης· τούτων δ᾿ ἔτι μᾶλλον ὑπάγει γαστέρα τὰ ἀπὸ τῆς Ἰβηρίας· καὶ μὲν δὴ καὶ οἶ θαλάττιοι τῶν ἐχίνων καὶ οἱ τῶν κογχαρίων ἁπάντων ζωμοὶ καὶ οἶ τῶν παλαιῶν βλάπτουσι τὸν λεπτυνούσῃ διαίτῃ χρῆσθαι προῃρημένον.
§52 μελίνη δὲ καὶ κέγχρος ἔλυμός τε καὶ εἴ τι τοιοῦτον ἕψον οὔτεὔχυμα καὶ δυσώδη καὶ δύσπεπτα, ξηραίνει δἱκανῶς καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ σύμπαν οὐχ ἤκιστα τὸ σῶμα.
§53 σκευάζεται δὲ κἀκ τῶν καλουμένων λοβῶν ἔτνος, οἵπερ δὴ καὶ κηπεύονται, παραπλησίως τῷ κυαμίνῳ· καὶ χρὴ καὶ τοῦτο γινώσκειν παχύχυμόν τε καὶ φλεγματικὸν ὑπάρχον, ἧττον μέντοι κυάμων εἰσὶ φυσώδεις οἶ λοβοὶ καὶ τὸ ῥυπτικὸν ὅπερ τούτοις ὑπάρχει τοῖς λοβοῖς οὐ πρόσεστι.
§54 τί δ᾿ ἂν ἔτι περὶ τῶν ἄλλων σπερμάτων λέγοιμι τῶν μοχθηρῶν, καὶ τῆς ἡμετέρας παραινέσεως ἄπαντες ἤδη φεύγουσιν; ἀρκεῖ γὰρ κατὰ πάντων εἰπεῖν ὡς κριθαὶ μὲν εἰς λεπτύνουσαν δίαιταν ἄλυποι παρὰ πάντα τὰ σιτηρὰ ἐδέσματα, δεύτεροι δοἶ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ μὴ διὰ μακροῦ πισσῶν φακῆς γεύεσθαι δή τις ἐθέλοι χόνδρου.
§55 Πλείστην δἂν ἔχοις εἰ βούλοιο καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπὸ τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· οἶ μὲν γὰρ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὑγρότεροί τεἰσὶ καὶ περιττωματικώ- τεροι, τὰ δἐν τοῖς ὄρεσι διαιτώμενα ζῷα πάντα ξηρότερά τε καὶ θερμότερα ταῖς κράσεσιν ὑπάρχει καὶ σὰρξ αὐτῶν ἤκιστα φλεγματώδης ἐστὶ καὶ γλίσχρα.
§56 ἔστι δὲ καὶ τά ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι φυόμενα μακρῷ βελτίω τῶν ἐν τοῖς πεδίοις, καί μοι δοκοῦσι καὶ οἶ ἄρειοι στρουθοὶ μὴ μόνον τῇ λεπτότητι τοῦ ἀέρος ἀλλὰ καὶ ταῖς τροφαῖς οὐχ ἤκιστα πλεονεκτεῖν τῶν ἐν ἕλεσί τε καὶ πεδίοις διαιτωμένων.
§57 ψᾶρας οὖν καὶ κίχλας καὶ κοττύφους καὶ πέρδικας ἅμα τοῖς ἄλλοις στρουθοῖς τοῖς ὀρείοις ἐσθίειν, δὲ καὶ νηττῶν καὶ τῶν ἄλλων ὀρείων ὀρνίθων· ἄρτω δὲ καὶ ὠτίδων καὶ χηνῶν καὶ τῶν ἄλλων μεγάλων στρουθῶν ἃς καὶ στρουθοκαμήλους ὀνομάζουσι καὶ πά.πων τῶν ὁμοίων ἀφεκτέον, ὅτῳ φροντίς ἐστι λεπτυνούσῃ χρῆσθαι διαίτῃ· σύμπαντα γὰρ τὰ τοιαῦτα περιττωματικὴν ἔχει τὴν σάρκα.
§58 καὶ οἶ πυργίται καλούμενοι στρουθοὶ καὶ ὅσοι κατὰ τὰς ἀμπέλους διαιτῶνται καὶ τῶν περιστερῶν αἶ ἐκ τῶν πύργων ἀμείνους τῶν κατοικιδίων εἰσίν· οὕτω δὲ καὶ οἶ σύες οἶ ὄρειοι τῶν ἡμέρων βελτίους εἰς ἐδωδὴν καὶ καθόλου πάντα τὰ γεγυμνασμένα τῶν ἀγυμνάστων καὶ τὰ ξηροτέραις τροφαῖς χρώμενα τῶν ὑγροτέραις καὶ τὰ καθαρὸν καὶ λεπτὸν ἀναπνέοντα τὸν ἀέρα βελτίω τῶν ἐναντίον· αἶ γὰρ τῶν ἡμέρων συῶν σάρκες ἀπάντων μὲν τῶν ἐδε- σμάτων εἰσὶ τροφιμώταται, πάμπολυ δἔχουσιν ἐν αὑταῖς τὸ γλίσχρον ἀργίᾳ θἄμα τῇ τοῦ ζῴου καὶ ἀφθονίᾳ τροφῆς ὑγροτέρας.
§59–88
§59 ἀλλὰ τούτων μὲν ἀπέχεσθαι παντάπασιν οἷς μέλει λεπτυνούσης διαίτης πλὴν ὅσα τῶν ἀκραίων ἅπτεσθαί ποτε μηδὲ τούτων ἀπλῶς, ἀλλεἰ γυμνάζοιτό τις ἀξιολόγως· ἔξεστι γὰρ τούτῳ καὶ ὧτα καὶ ῥύγχη καὶ πόδας συῶν ἐσθίειν καὶ γαστρὸς γεύεσθαι καὶ μήτρας καλῶς καθεψημένων· ὅσοι δἀργότερον καὶ ῥᾳθυμότερον διαιτῶνται, τούτους εἴργεσθαι προσήκει οὐ τούτων μόνον τῶν συῶν τῆς ἐδωδῆς ἀλλὰ καὶ τῶν ὀρείων, ἀρκέσει δαὐτοῖς ὑπό τε στρουθῶν διαιτᾶσθαι τῶν ὀρείων καὶ ἰχθύων τῶν πετραίων, ἰουλίδος καὶ φυκίδος καὶ κοττύφου καὶ κίχλης καὶ σκάρου καὶ ἀπλῶς εἰπεῖν ἀπάντων ὅσοι μαλακήν τε καὶ ψαθυρὰν ἔχουσι τὴν σάρκα, τῶν δ᾿ ἤτοι σκληρὰν γλίσχραν ἐχόντων ἀπέχεσθαι παντάπασιν.
§60 μαλακὴ μὲν οὖν τῶν ὀνίσκων σὰρξ ἀλλἧττον ψαθυρὰ τῆς τῶν πετραίων, τῶν μέντοι τριγλῶν ψαθυρὰ μὲν οὐ μὴν <καὶ> μαλακή.
§61 ταῦτοὖν ἄμφω γνωρίσματα περὶ παντὸς ζῴου σαρκός, μαλακόν τε καὶ ψαθυρὸν εἷναι, καὶ τούτοις προσέχων τὸν νοῦν μὲν γὰρ] ὑπάρχει συναμφότερον, εἰς κόρον ἐσθίειν, τῶν δἄλλων μὲν μηδέτερον, ἀπέχεσθαι παντάπασιν, δὲ θάτερον, ἐσθίειν μέν ποτε καὶ τόδε τῶν ἄλλων ἀπορήσαντα, φυλάττεσθαι δὲ τὸν κόρον.
§62 ὥστε καὶ ὀνίσκων καὶ τριγλῶν καὶ τῶν ἄλλων ἰχθύων τῶν πελαγίων ἐξέστω προσφέρεσθαι μὴ παρόντων πετραίων καὶ μᾶλλον ὅσοι διὰ νάπυος ἐσθίονται, καθάπερ σκορπίος· ἔστι δὲ δή τινα γένη ζῴων οἷς ὑπάρχει μὲν τὸ ἕτερον ὧν εἷπον γνωρισμάτων, ἀλλά διὰ τὴν ἀμετρίαν θατέρου φυλάττεσθαι χρὴ καὶ τὴν [τοιαύτην] τούτων ἐδωδήν.
§63 αἶ μὲν γάρ ἐγχέλυες καὶ τὰ πλεῖστα τῶν μαλακίων τε καὶ σελαχίων καίτοι μαλακὴν ἔχοντα τὴν σάρκα διὰ τὸ γλίσχρον καὶ φλεγματῶδες αὐτῶν ἱκανῶς ἐστι βλαβερὰ τοῖς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένοις, οὕτω δὲ καὶ τὰ πλεῖστα τῶν ὀστρέων· οἶ δὲ τράγοι καὶ οἶ βόες ἤκιστα μὲν ὑγρὰν καὶ φλεγμα- τώδη καὶ γλίσχραν ἔχουσι τὴν σάρκα, βλάπτουσι δἱκανῶς καὶ αὐτοὶ τῷ πάνυ σκληρῷ καὶ δυσμεταβλήτῳ.
§64 καὶ τὰ πλεῖστα δὲ τῶν ὀστρακοδέρμων τε καὶ μαλακοστράκων ζῴων διὰ τὸ συναμφότερον διὰ τὴν σκληρότητα τῆς σαρκὸς φευκτέα, μόνα δἐκ τῶν σελαχίων νάρκη τε καὶ τρυγὼν ἐπιτήδεια· καὶ χρῆσθαί ποτε καὶ τούτοις ἐγχω- ρεῖ μὴ παρόντων πετραίων, σκευάζειν δ᾿ ἄμεινον ἅμα τεύτλοις τριπτοῖς τοῖς λευκοῖς ζωμοῖς ἀφθονώτερον ἐπεμβάλλοντα πράσου καί τι καὶ πεκέρεως προσεπιπάττοντα· κλησίον δὲ τῆς τούτων δυνάμεώς εἰσι τά τε βούγλωττα καὶ αἱ ψῆτται.
§65 Τῶν δ᾿ ἄλλων ζῴων τῶν πεζῶν κριοὶ μὲν καὶ τράγοι καὶ σύμπαν δὲ τὸ τῶν προβάτων καὶ τῶν αἰγῶν γένος οὐ χρηστὴ τροφή· μόνοις δὲ τοῖς ἐρίφοις εἰκότως ἄν τις χρῷρο· τὴν δὲ τῶν ἀρνῶν ἐδωδὴν φυλακτέον δι᾿ ὑπερβάλλουσαν ὑγρότητα.
§66 τοὺς δ᾿ ἵππους καὶ τοὺς ὄνους ὀνώδεσιν ἀνθρώποις ἐπιτρεπτέον ἐσθίειν, ὥσπερ δὴ καὶ παρδάλεις καὶ ἄρκτους καὶ λέοντας τοῖς θηριώδεσιν· ἐγγὺς δὲ τῆς τῶν ὄνων ἐδωδῆς εἰσι καὶ οἱ ἔλαφοι, ὥστε καὶ τούτων ἀφεκτέον.
§67 δὲ τοῦ λαγωοῦ σὰρξ εἰς μὲν τὴν ἄλλην τὴν ξηραίνουσαν δίαιταν ἐπιτήδειος, εἰς δὲ τὴν νῦν προκειμένην οὐ πάνυ χρηστή ἐστι· παχὺ γὰρ ἱκανῶς αἷμα γεννᾷ· καὶ μὲν δὴ καὶ τοῦ αἵματος ἐδωδὴ ἀπάντων τῶν ζῴων φευκτέα καὶ πολὺ μᾶλλον εἰς τὴν λεπτύνουσαν δίαιταν τοῦ τῶν λαγωῶν, οὕτω δὲ καὶ τὰ σπλάγχνα πάντα· καὶ γὰρ καὶ περιττωματικὰ καὶ δύσπεπτα καὶ κακόχυμα.
§68 κυνῶν δὲ καὶ ἀλωπέκων σαρκὸς ἐγὼ μὲν οὐδ᾿ ἐγευσάμην ποτὲ διὰ τὸ μὴ εἰθίσθαι τὴν ἐδωδὴν αὐτῶν μήτ᾿ ἐπὶ τῆς <Ἀσίας μήτ᾿ ἐπὶ τῆς> Ἑλλάδος, ἀλλά μηδὲ κατὰ τὴν Ἰταλίαν· ἀκούω δὲ καὶ ταῦτα πολλαχόθι ἐσθίεσθαι καὶ τεκμαίρομαι παραπλησίαν εἷναί τὴν δύναμιν αὐτῶν τῇ τῶν λαγωῶν· ἔστι γὰρ ὁμοίως ξηρὰ καὶ λαγὼς καὶ κύων καὶ ἀλώπηξ.
§69 ὥσπερ δὲ τώ ὑῶν τοῖς ἀκραίοις χρῆσθαι συνεχωρήσαμεν, οὕτω καὶ τῶν ἀλεκιρυόνων τοῖς πτεροῖς· οὐ μὴν οἴ γὄρχεις καὶ τά σπλάγχνα λεπτυνούσῃ διαίτῃ χρηστά· καὶ αὐτοῖς δὲ τοῖς σώμασι τῶν ἀλεκτρυόνων οὐ κωλύω χρῆσθαι εἰ γυμνάζοιτό τις καὶ μάλιστα τῶν ἐν ὄρεσι τεθραμμένων, ἀγυμνάστῳ δὲ μετρίως ἅπτεσθαι προσήκει καὶ ἀλεκτρυόνων ἐδωδῆς καὶ περιστερῶν καὶ τρυγόνων.
§70 καίτοι ξηροτέρα τὴν κρασὶν τρυγών ἐστι καὶ μάλισθ ὀρεία, ὥστε τὴν τοιαύτην κἂν ἀλύπως ἐσθίοι τις· χρὴ δὲ μὴ πρόσφατον ἀλλἕωλον ἐργασάμενον ἡμέρᾳμῷ <τούλάχιστον> οὕτως ἐσθίειν οὐ τρυγόνα μόνον ἀλλὰ καὶ πέρδικα τἄλλα πάντα τὰ μετρίως σκληράν ἔχοντα τὴν σάρκα.
§71 φάττα μὲν οὑν πρὸς τῷ σκληροτέραν ἔχειν καὶ περιστερῶν καὶ τρυγόνων καὶ περδίκων τὴν σάρκα καὶ δύσπεπτός ἐστι καὶ περιττωματική, πέρδικες δὲ καὶ τρυγόνες οὔτἐσχάτως σκληρὰς ἔχουσι τὰς σάρκας οὔτε δυσπέπτους οὔτε κακοχύμους, ἀλλὰ καὶ τὸ σκληρὸν αὐτῶν ἡμέρᾳ μιᾷ φυλαχθεισῶν νεκρῶν μεταπίπτει ῥᾳ- δίως καὶ γίνονται ψαθυραὶ καὶ εὔπεπτοι πάντῃ· καὶ γὰρ χρηστὴν τροφὴν διδόασι τῷ σώματι καὶ γλίσχρον ἤκιστα γεννῶσιν αἷμα καὶ πάχους καὶ λεπτότητος ἐν τῷ μέσῳ καθεστηκός, ὅπερ οἶμαι τοῖς ὑγιεινοῖς ἐδέσμασι προσήκειν μάλιστα.
§72 Περὶ μὲν δὴ τούτων αὐταρκῶς εἴρηται· περὶ δὲ τῶν ὑπολοίπων αὖθις ῥητέον. αἶ ῥίζαι τῶν λαχάνων ἅπασαι μὲν ὧς οὕτω φάναι περιττωματικαί τεἰσὶ καὶ δύσπεπτοι, πρὸς μέντοι τὰ παρόντα καὶ αἶ τοῦ δαύκου καὶ αἶ τῆς καροῦς οὐδὲν ἔχουσι βλαβερὸν ὥσπερ οὐδἐπιτήδειον· ἐναντιώταται δαἶ γογγυλίδες ὁμοίως ὀλίγου δεῖν τοῖς βολβοῖς, ἀπάντων δὲ χείριστοι μύκητες.
§73 οὕτω δὲ καὶ τὰς ῥίζας ὑποπτεύειν ἁπάντων δεῖ, ὅσαι γε τὸ δακνῶδες οὐκ ἔχουσι καὶ δριμύ καὶ θερμὸν ἐν τῇ γεύσει, ὥστε καὶ τὰς τῶν τεύτλων φυλάττεσθαι προσήκει· καὶ τοῦτο δὲ τὸ λάχανον ἥκιστα φλεγματῶδες, ἀλλὅμως καὶ τὰς τούτων ῥίζας φευκτέον. τί δεῖ λέγειν περὶ μαλαχῶν;
§74 ὧν οὐχ αἶ ῥίζαι μόνον οὐδ καυλὸς ἀλλὰ καὶ τὰ φύλλα φλεγματώδη γεννᾷ χυμόν, ἧττον δεἰσὶ βλαβεραί· πρὸς γοῦν τὴν λεπτύνουσαν δίαιταν αἶ ἄγριαι τῶν κηπευομένων εἰσὶ καλλίους. ἔστι δἐκ ταὐτοῦ γένους καὶ τά ὕδνα τούτοις, πλὴν ὅσον ἐν ψαμμώδει τε καὶ ἧττον ὑγρᾷ συνίσταται γῇ καὶ ταύτῃ τῶν μυκήτων ἀπολείπεται τῆς κακίας.
§75 ἑνὶ δὲ λόγῳ συμπάσας μὲν τἀς ῥίζας δυσπέπτους ὑποπτεύειν, γεύεσθαι δὲ μόνων τῶν θερμῶν τε καὶ δριμέων, ὥσπερ σκορόδου τε καὶ κρομμύου καὶ ῥαφανῖδος, καὶ τούτων ὧς φαρμάκου μᾶλλον ὧς ἐδέσματος.
§76 Ἀλλὰ γάρ καὶ περὶ τῶν ῥιζῶν ἀρκεῖ τοσαῦτα· μετιέναι δἤδη καιρὸς ἐπὶ τοὺς τῶν δένδρων καρπούς· εἰσὶ δοὐκ ὀλίγοι τούτων ὑγροὶ καὶ ψυχροὶ καὶ μάλισθὅσους οὐδεἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν· ἥκιστα δλυποῖτό τις ὑπὸ τῶν λαπαττόντων τὴν κοιλίαν, ὧσπερ τά μόρα λαπάττει καὶ τούτων ἐφεξῆς τὰ κοκκύμηλα καὶ τὰ κεράσια καὶ τὰ σῦκα· τὰ δὲ βραδυπόρα χείρω πάντων καὶ μᾶλλον εἰ καὶ σκληρὰ τοῖς σώμασιν ὑπάρχει.
§77 ἀλλὰ τούτων μὲν μὴ γεύεσθαι μηδενὸς πλὴν τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων, οἷάπερ ἐστὶν ἀπίων τε καὶ μήλων καὶ σταφυλῶν οὐκ ὀλίγα γένη, τὰ δὲ μαλακώτερα μᾶλλον ἐσθίειν τῶν σκληροτέρων, οὐ μὴν εἰς κόρον γοὐδενὸς τούτων, οὔτε τῶν μήλων τῶν Περσικῶν οὔτε τῶν Ἀρμενίων δὴ πρεκόκια καλοῦσι ἔτι δὲ μᾶλλον καὶ τῶν ὀνομαζομένων Σηρικῶν.
§78 καὶ μὴν καὶ τά μύρτα καὶ τὰ διόσπυρα καὶ τἆλλὅσα τούτοις ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖς οὔοις δὲ καὶ τοῖς μεσπίλοις εἰς ἄλλα μὲν ὀρθῶς ἄν τις χρῷτο, πρὸς δὲ τὴν λεπτύνουσαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιστα τὰ μέσπιλα· τὸ καθόλου δεἰπεῖν ὅσα σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ διαίτῃ ταύτῃ, συμφέρει δὲ μόνοις τοῖς κατὰ κοιλίαν ῥεύμασιν ἐκλύτῳ στομάχῳ καὶ γαστρί.
§79 τῶν δεἰς τὸν χειμῶνα φυλαχθῆναι δυναμένων ἐπιτηδειότατα πάντων ἐστὶν ἰσχάδες τε καὶ κάρυα < * * * * * * * * * * *> καὶ τὰ πιστάκια· πρὸς γοῦν ταύτην οὐ φαῦλαι καὶ τῶν ἀμυγδαλῶν αἶ ὑπόπικροι.
§80 τὰ δὲ Ποντικά καλούμενα κάρυα σκληρότερά τε τούτων ἐστὶ καὶ οὐδὲν ἔχει τῶν ἐν τοῖς σπλάγχνοις περιττωμάτων ῥυπτικόν· αἶ δὲ καστανέαι καὶ αἰ βάλανοι χείρισται μὲν αἶ ὠμαί, μοχθηραὶ δὲ κἂν ἑψηθῶσιν ὀπτηθῶσιν φρυγῶσιν.
§81 ἐλαῖαι δὲ μέσον πῶς εἰσιν ἔδεσμα πρός γε τὰ παρόντα, ὥστοὔτἐπαινεῖν ἔχομεν οὔτε ψέγειν οὐδὲν ἀξιόλογον, ὡσπερ οὐδὲ τἀς κρεμασθείσας σταφυλάς· αἶ δἐν τοῖς στεμφύλοις βοτρύοις ὅπως ἂν ὀνομαζειν ἐθέλῃς ἀποτιθέμεναι ταῖς μὲν τῆς γαστρὸς ἀρρωστίαις οὐκ ἀνεπιτήδειοι, χείρους δεἰς τὰ παρόντα, καὶ τούτων ἔτι μᾶλλον αἶ εἰς οἶνον ἐμβαλλόμεναι.
§82 αἶ δἀσταφίδες, ὅσαι μήπω σπληνὶ καὶ ἥπατι μεγάλοις οὐκ ἀγαθαί, βελτίους δ· εῖς τά κατά θώρακα καὶ πνεύμονα πάθη· καὶ μὲν δὴ καὶ τῶν ῥοιῶν αἶ στρυφναὶ μοχθηραὶ μὲν εἰς ταῦτα, βελτίους δεἰς τὰς τῆς γαστρὸς ἀρρωστίας.
§83 τοὺς δἄλλους τῶν δένδρων καρπούς ἀπὸ τούτων ὁρμώμενος κρῖνε· οἶ μὲν γὰρ σκληροὶ καὶ στρυφνοὶ πάντες εἰσὶ μοχθηροί, τῶν δἄλλων γεύεσθαι τὰ μέτρια, ὥστε κἂν εἰ διαφερούσας τι ποιότητας ἔχῃ κατὰ τά μόρια, τὰ μὶν ὄξεα τε καὶ δριμέα τῶν μερῶν αὐτοῦ προσφέρεσθαι χρή, τὰ δἄλλα φυλάττεσθαι· πολλὰ δἂν εὕροις τοιαῦτα, καθάπερ καὶ τὸ Μηδικὸν μῆλον, κίτρον ὀνομάζομεν· ἔστι γάρ αὐτοῦ δριμύς μὲν φλοιός, ὀξύ δὲ τὸ ἔνδον, παχύχυμος δὲ καὶ φλεγματώδης σάρξ.
§84 Τῶν δἐν ὄξει καὶ ἅλμῃ δυναμένων ἀποτίθεσθαι τοσοῦτον ὑπηλλάχθαι χρὴ νομίζειν τὴν ἀρχαίαν δύναμιν ὅσον ἐκ τῆς σκευασίας ἠλλοιώθησαν· ὅτι δὄξος καὶ ἅλμη τῶν τεμνόντων καὶ λεπτυνόντων, οὐδεὶς ἀγνοεῖ.
§85 ταῦτἄρα καὶ τῶν ἰχθύων οἶ ταριχευθέντες ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσι τούς παχεῖς χυμοὺς καὶ γλίσχρους· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι καὶ πολὺ δὴ τούτων ἔτι μαλλὸν αὐτά δὴ τὰ κήτη· γεύεσθαι δεἰ βούλοιτό τις καὶ τούτων ἀπορίᾳ τῶν βελτιόνων καὶ ἄλλως ὀρεχθείς, ἤτοι διὑποτρίμματος δριμέος οἷον καὶ τὸ τοθνάπυός ἐστι>ν καὶ> διἐλαίου καὶ ὄξους μόνον ἁρμόττει.
§86 καθόλου δὲ περὶ πάντων ἐδεσμάτων τοῦτἐπίστασθαι χρὴ κοινόν, ὧς εἶτἀποτεθείη διά τινος τῶν εἰρημένων εἴτε σκευασθείη, μέγιστον αὐτοῖς τοῦθὑπάρχει πρὸς τὸ λεπτύνειν· ὥστε καὶ αὐτὸν ἕκαστον ὅτῳ πρόκειται τοιαύτης διαίτης σκοπὸς ἐπιτεχνᾶσθαι <δεῖ> διὄξους καὶ ἐσκευασμένα προσφέρεσθαι τῶν ἐδεσμάτων τὰ πλεῖστα καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν· ταριχευθέντων δή τοι καὶ τῶν χοιρείων <κρεῶν> γεύοιτἄν τις ἄλλως δὲ φυλάττεσθαι χρὴ καὶ ταῦτα παχὺν καὶ γλίσχρον γεννῶντα χυμόν.
§87 Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐταρκῶς δέῃρηται, λείποιτἄν ἔτι καὶ περὶ μέλιτος καὶ οἴνου καὶ γάλακτος διελθεῖν, καὶ πρῶτόν γε περὶ μέλιτος, ἐπειδὴ μόνον ὧς ἔπος εἰπεῖν τῶν γλυκέων [καὶ] οὐκ ἐδεσμάτων μόνον ἀλλά καὶ πομάτων ἀκριβῶς λεπτοῦ τὴν σύστασιν χυμοῦ γεννητικὸν ὑπάρχει.
§88 τῶν γὰρ οἴνων οἳ ἂν ὧσι γλυκεῖς ἱκανῶς ἅπαντες παχέος αἵματός εἰσι γεννητικοί· καὶ γὰρ μέλανές εἰσιν οὗτοι καὶ παχεῖς τὴν σύστασιν· ἔτι δὲ μᾶλλον τῶν οἴνων τὸ σίραιον ὀνομαζόμενον· ἔστι δὲ τοῦτο γλεῦκος ἐπὶ πλεῖστον ἑψημένον.
§89–118
§89 οἶδα δέ τινας οὕτως ὀνομάζοντας καὶ τὸ τῶν ἰσχάδων ἀφέψημα· ἔστι δὲ καὶ τοῦτο παραπλήσιον μοχθηρῷ μέλιτι καὶ αὐτό τινα δύναμιν ἔχει τμητικήν, ἀλλἀπολείπεται μέλιτος οὐκ ὀλίγον, καὶ πολύ δὴ μᾶλλον αἶ ἰσχάδες αὐταί, τὰ δὲ σῦκα πολὺ καὶ τούτων ἔτι μᾶλλον, ὥστἐκπεπτωκέναι τῆς λεπτυνούσης ἰδέας.
§90 ὅσα μὲν οὖν πέπονα σῦκα, τῆς μέσης ὕλης τῶν ἐδεσμάτων ἐστίν, ἢν οὔτε λεπτύνειν οὔτε παχύνειν ἱκανῶς τοὺς χυμοὺς εἰπεῖν ἐγχωρεῖ· τὰ δἄλλα πάντα τῆς μέσης ἐστὶ κατωτέρω· παχύχυμά τε γάρ ἐστι καὶ ψυχρὰ καὶ δύσπεπτα καὶ φυσώδη τὰ μηδέπω καλῶς πέπειρα, καθάπερ γλεύκινος οἶνος· ἔν δαὐτοῖς ἀγαθὸν ὑπάρχει τὸ ταχέως διεξιέναι καὶ ταύτῃ σμικρά βλάπτειν.
§91 καὶ μὲν δὴ καὶ σταφυλαὶ γλυκεῖαι τῆς αὐτῆς εἰσι φύσεως, καὶ μᾶλλον ἔτι τούτων αὐτῶν φοινίκων βάλανοι· αἶ μὲν γάρ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κύπρον καὶ Φοινίκην καὶ Λυκίαν καὶ Κιλικίαν οὐδὲ τὴν ἀπόθεσιν ὑπομένουσιν, ἀλλὡς ὀπῶραι μᾶλλον ἐσθίονται διὰ περιττὴν ὑγρότητα σηπόμεναι ῥᾳδίως· τῶν δἄλλων τῶν εἰς ἀπόθεσιν ἐσκευασμένων ἐλάττων μὲν βλάβη, παχὺς δοὐδὲν ἧττον καὶ τούτων χυμός, ὥστε φυλάττεσθαι χρὴ τὴν ἐδωδὴν αὐτῶν ἐν τοῖς εἰρημένοις πάθεσιν.
§92 Ἥκιστα δἂν ὑπίδοιτό τις οἴνους παχεῖς ὅσοι καθαροὶ καὶ διαυγεῖς εἰσι καὶ τὴν χροιὰν ὦχροί καὶ ξανθοί· λευκὸν δοὐδἂν εὕροις οἶνον ἅμα καὶ γλυκύν, ὥσπερ οὐδὲ τῶν ξανθῶν αὐτῶν σφόδρα γλυκύν. εἰσὶ δὲ σύμπαντες οἶ τοιοῦτοι οἶνοι μέσου τὴν σύστασιν χυμοῦ γεννητικοί.
§93 οἶ μὲν γὰρ παχεῖς θἅμα καὶ μέλανες καὶ γλυκεῖς παχέος αἵματος πληροῦσι τὰς φλέβας, οἶ δὲ λευκοὶ καὶ λεπτοὶ τέμνουσί τε τοὺς <παχεῖς> χυμοὺς καὶ καθαίρουσι διοὔρων τὸ μέσοι δαὐτῶν ὄντες τὴν ἰδέαν οἶ ξανθοί θἄμα καὶ γλυκεῖς καὶ διαυγεῖς μέσοι πώς εἰσι καὶ τὴν δύναμιν, οὔτε παχύνοντες τοὺς χυμοὺς τοῖς μέλασιν ὁμοίως οὔτεἰς οὔρησιν ὁρμῶντες ὧς οἶ λευκοί.
§94 εἰσὶ δὲοὐ πολλοὶ καθἕκαστον ἔθνος, ἀλλἐπῖφανεῖς ἐξ αὐτῶν δτἈρούσιος καὶ Λέσβιος καὶ Θαλερῖνος καὶ Τμωλίτης καὶ Θηραῖος, οἷς τεκμαιρόμενος καὶ τοὺς ὁμοίους ἐκλέγεσθαι· χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ σύμμετρον τῷ πάχει γεννῶσι χυμόν.
§95 ὄντες δαὐτῶν οἶ πλεῖστοι εὐώδεις καὶ θερμότεροι τῶν ἄλλων οἴνων εὐλόγως ἅπτονται τῆς κεφαλῆς, καὶ ταύτῃ φυλακτέον τοῖς τε κεφαλαίᾳ κάμνουσι καὶ ἡμικρανίᾳ καὶ τοῖς ἄλλως κεφαλαλγοῦσιν ἐπιλήπτοις τε καὶ μανιώδεσι καὶ συλλήβδην εἰπεῖν οἷς πέπονθεν κεφαλή.
§96 τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρὶς πυρετοῦ πάθη πάντα τὰ χρόνια μεγάλως ὑπὸ τῶνδε τῶν οἴνων ὀνίναται μάλισθὅσα διὰ πτυσμάτων ἐκκαθαίρεται [δέονται]· δεῖται γάρ οὐ τέμνεσθαι μόνον καὶ θερμαίνεσθαι τὰ μέλλοντα καλῶς ἀποπτυσθῆναι, ἀλλὰ καὶ μετρί·ως· ὑγραίνεσθαι· ὧς τά γε περαιτέρω τοῦ καιροῦ ξηρά καὶ γλίσχρα πτύσματα καὶ βῆχας ἐγείρει σφοδρὰς τῷ βιαίῳ τῆς διεξόδου καὶ κίνδυνον ἐπάγει ῥήξεως ἀγγείου.
§97 ταῦτἄρα καὶ οἶ παχεῖς τῶν οἴνων καὶ γλυκεῖς τῷ μόνιμον ἔχειν τὴν ὑγρότητα διὰ τὸ πάχος, ὅταν ἄμα λεπτύνουσι φαρμάκοις προσφέρωνται, χρηστοὶ τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσιν ὑπάρχουσιν· ἀλλοὔταὐστηρᾶς οὔτε στρυφνῆς οὔθὅλως στυφούσης αὐτοῖς χρὴ μετεῖναι δυνάμεως, ἀλλἐπὶ τὸ μελιτῶδες ἐν ὀσμὴ καὶ γεύσει καὶ τῇ συμπάσῃ δυνάμει προσεληλυθέναι.
§98 τοιοῦτός ἐστιν ἀπὸ τῆς Παμφυλίας οἶνος καὶ Σκυβελίτης ὀνομαζόμενος· ἀρκεῖ γὰρ οἷον κανόνα καὶ σκοπὸν τοῦτον ἔχειν εἰς τοὺς ὁμοίους ἅπαντας· ἄριστος μὲν γάρ οὗτος τῶν ὁμογενῶν, μὴ παρόντος αὐτοῦ καὶ Θηραίῳ χρήσαιτἄν τις καὶ προτρόπῳ καὶ σιραίῳ καὶ καρυίνῳ.
§99 μέλανος δοἴνου γλυκέος ἅμα καὶ αὐστηροῦ παράδειγμα τὸν ἐκ τῆς Κιλικίας οἶνον ἔχοις ἄνιὂνὀνοβάστην ὀνομάζουσιν· ἄχρηστος δοὗτος ἅπασίν ἐστι τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσιν ὑπὲρ ὦν λόγος ἐνέστηκε καὶ ἔτι μᾶλλον ὅσοι στρυφνοὶ μὲν ἐπιφανῶς εἰσι, γλυκύτητος δ οὐδόλως παντάπασιν ἀμυδρῶς μετέχουσιν.
§100 ἄδοξοι δοἶ τοιοῦτοι πάντες εἰσὶ καὶ διά τοῦτο λανθάνουσι τοὺς πολλοὺς καίτοι πολλαχόθι γεννώμενοι τῷ μήτε τοῖς ἐμπόροις λυσιτελεῖν [ἐξ] αὐτοὺς ὠνεῖσθαι μήθὑπὸ τῶν κεκτημένων σπουδάζεσθαι [πιπράσκεσθαι]· φνὸν γὰρ ἅμα καὶ παχὺν οἶνον μέλανα τίς ἂν εἰς συμπόσιον παρασκευάσειεν εἰς γάμους εἰς θεῶν θυσίαν εἰς ἄλλην τινεὐφροσύνην;
§101 καὶ γὰρ πλήσμιοι καὶ βραδυπόροι καὶ τὰς δία χωρήσεις ἐπέχουσιν ἀμφοτέρας, τάς τε κατὰ γαστέρα καὶ οὐχ ἧττον αὐτῶν τὰς ἐπὶ κύστιν [καὶ μεσάραιον], κἀπὶ πλεῖστον ἐν τοῖς ὑποχονδρίοις μένουσι καὶ ῥᾳδίως ἀποξύνονται καὶ εἰς ἔμετον χωροῦσι, μόνοις δεἰσὶν ἐπιτήδειοι τοῖς κατὰ γαστέρα ῥεύμασιν οὐδὲ τούτοις εἰς κόρον πινόμενοι.
§102 τοιοῦτος οἶνος <οὐκ ὀλίρος> ἐν Αἰγαῖς ταῖς Αἰολίσι γεννᾶται ἐν τῷ πεδίῳ καί τις ὅμοιος ἕτερος αὐτῷ κατὰ τὴν ἀστυγείτονα πόλιν Περγάμου Περπερίναν, καὶ πίνουσιν οἶ μὲν ἐπιχώριοι πάντες αὐτοὺς ὑπὸ συνηθείας ἀλύπως· καὶ γὰρ καὶ καταπαύουσιν ἐν τῷ προσήκοντι μέτρῳ τὴν πόσιν· οὐκ ἀλύπως δοἵ τἀήθεις ἄπαντες καὶ ὅσοι περαιτέρω τοῦ μέτρου προσφέρονται.
§103 τρέφουσι δοὗτοι φανερῶς τὰ σώματα τῶν πινόντων, καὶ οἶδά τινας τῶν ἐπιχωρίων νεανίσκων τῶν ἀμφὶ παλαίστραν ἐχόντων εἰς εὐεξίαν αὐτοῖς προσχρωμένους οὐδὲν ἧττον χοιρείων κρεῶν ἐδωδῆς.
§104 Ἀλλὰ γὰρ οὗτοι ἐναντιώτατοι τῇδε τῇ διαίτῃ, καὶ οὐ χρὴ μέμφεσθαι τὸν λόγον ὧς ἄλλα μὲν ἐπαγγειλάμενον, ἄλλα δὲ διδάσκειν ἐπιχειροῦντα· χρὴ γὰρ οὐ τὰ λεπτύνοντα μεταδιώκειν μόνον ἀλλὰ καὶ φεύγειν τὰ παχύνοντα τὸν λεπτυνούσῃ διαίτη καλῶς χρήσασθαι προαιρούμενον.
§105 οὕτω τοι καὶ αὐτὴν ὅλην τὴν ἰατρικὴν οὐχ ὑγιεινῶν μόνον ἀλλά καὶ νοσωδῶν ἐπιστήμην εἷναί φαμεν, καὶ οὐχ ἧττόν γε νοσ.ωδῶν ὑγιεινῶν· καὶ γὰρ οὐδ’ <ἂν> βλάπτοιτό τις ἧττον ἐκ τοῦ τοῖς νοσώδεσιν ἀπέχεσθαι τῶν ὑγιεινῶν.
§106 ἁπάντων οὖν ἐπιστήμην ἔχειν προσήκει τὸν καλῶς θατέρῳ γένει προσχρησόμενον, ἀλλὰ τῶν μὲν πρώτων τε καὶ δι’ †αὐτὴν <* * * * *> αἱρετὴν· ἔστι δὲ καὶ τρίτον τι γυιὸς <μέσον> ἀμφοῖν, μήτὠφελεῖ βλάπτει, καὶ χρὴ τοῦτο γινὠσκειν οὐτεῖς αἵρεσιν ὑγιεινὸν οὔτεἰς βλάβην νοσῶδες· ἀλλεἰ μὲν παρείη ποτέ, [καὶ] <μὴ> μάτην αὐτοί φύγωμεν ὧς βλάπτον, εἰ δἀπείη, μὴ μάτην αὐτὸ ζητῶμεν ὧς ὠφελοῦν.
§107 ἐν τούτω τῷ γένει καὶ πρὸς τούς κάμνοντάς εἰσι χάριτες τοῖς ἰατροῖς· τὸ μὲν γάρ βλαβερὸν αἰτοῦσιν αὐτοῖς οὐκ ἂν τις συγχωρήσειεν, ὥσπερ οὐδεἰ φύγοιεν τὸ συμφέρον, τὰ δοὐδέτερα καὶ φεύγουσι καὶ διώκουσι τοῖς κάμνουσι συγχωρητέον σκοπὸν ἐν αὐτοῖς οὐ τὴν ὠφέλειαν τὴν βλάβην ὥσπερ ἐν τοῖς ὑγιεινοῖς τε καὶ νοσώδεσιν, ἀλλὰ τὴν ἐπιθυμίαν τοῦ κάμνοντος ποιούμενον.
§108 ἔστι δοὐχ ἀπλῶς μία φύσις ἐδεσμάτων πομάτων ὅλως διαιτημάτων ὑγιεινὴ καὶ νοσώδης καὶ οὐδετέρα, ἀλλἐν τῷ πρός τι πάντα τὰ τοιαῦτα λέγεται· ὧν οὑν ἐμνημόνευσα κατἀρχὰς τοῦδε τοῦ λόγου νοσημάτων, ὑγιεινὴ μὲν λεπτύνουσα δίαιτα, νοσώδης δ παχύνουσα, μέση δἀμφοῖν μηδέτερον ὑπάρχει σαφῶς, ἀλλὧς ἂν διακείμενα παραλάβῃ τὰ ἐν τῷ σώματι, τοιαῦτα φυλάττει.
§109 Καὶ δὴ τούτων οὕτως ἐχόντων αὖθις ἐπὶ τὸ προκείμενον ἰτέον. ἐν δὲ τῷ καθόλου γνωστέον, ὥσπερ ἐπὶ θώρακός τε καὶ πνεύμονος οἶ γλυκεῖς τῶν οἴνων ἄμα τινὶ τῶν λεπτυνόντων φαρμάκων ἐκκαθαίρουσι τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ φλεγματώδεις, οὕτως ἐν οἷς ἧπαρ σπλὴν μέγας ὑπάρχει, μείζονα τὴν ἀπαὐτῶν βλάβην τῆς ὡφελείας γίνεσθαι· ἀθρόα γὰρ ἐπὶ τῶν σπλάγχνων τούτων ὁλκὴ τῶν εἰς τὴν κοιλίαν καταποθέντων γίνεται, καὶ ταύτῃ σφηνοῦται ταχέως ἐν τοῖς πέρασι τῶν ἀγγείων καὶ μᾶλλον καθἧπαρ, ἔνθα συνάπτουσιν αἶ ἀπὸ τῶν πυλῶν φλέβες ταῖς ἀπὸ τῆς κοίλης.
§110 οὔτοὖν φλεγμαίνουσιν οὔτε σκιρρουμένοις οὔτἐμπεφραγμένοις τὰ στενὰ στόματα τῶν ἀγγείων τοῖς σπλάγχνοις οὐδὲν τῶν γλυκέων ἐπιτήδειον, οὐδοὖν οὐδαὐτὸ τὸ μέλι καίτοι τμητικῆς ὑπάρχον δυνάμεως, ἀλλὰ καὶ τούτου τὸ σφοδρὸν τῆς γλυκύτητος ὄξους ἐπιμιξίᾳ κολάζουσι.
§111 καὶ οὕτως ἂν εἴη σοι καὶ λόγῳ καὶ πείρᾳ βασανίζοντι τῶν εἰς λεπτύνουσαν δίαιταν ἐπιτηδειότατον τὸ ὀξύμελι· τό τε γοῦν φαρμακῶδες τισιν ὑπάρχει τῶν λυσιτελούντων τούτῳ οὐ πρόσεστιν οὔτε κακόχυμόν ἐστιν οὔτε κακοστόμαχον οὔτἄλλην ἀτοπίαν ἔχον οὐδεμίαν.
§112 εἰ δὲ καὶ σκιλλητικὸν εἴη τὸ ὄξος, οὕτω μὲν ἂν οὐ διαιτημάτων μόνον ἀλλὰ καὶ φαρμάκων ἁπάντων ὑπάρχοι τμητικώτερον, καὶ προσήκει τοιούτῳ οἴνῳ χρῆσθαι καὶ ὄξει τοὺς ἄκρως τέμνειν καὶ λεπτύνειν βουλομένους ὅσον ἐν τῷ σώματι παχὺ καὶ γλίσχρον καὶ φλεγματῶδες ὑποτρέφεται περίττωμα, ὧς ἔγωγε μυρίους οἶδα τἆλλα μὴ πάνυ καλῶς διαιτωμένους ὑγιεῖς εἰς τέλος γενομένους ἐπὶ τῷ διὰ τῆς σκίλλης ὄξει τε καὶ οἴνῳ.
§113 οὐ μὴν τούτου γἕνεκα καὶ αὐτὸν χρὴ τῶν ἄλλων ἀπάντων ἀμελεῖν, ἀλλὰ γυμνασίοις τε χρῆσθαι τοῖς προσήκουσι καὶ τὰς τῶν εἰρημένων ἐδεσμάτων ποιότητάς τε καὶ ποσότητας ἀκριβῶς παραφυλάττειν· ἄμεινον γὰρ οἶμαι διὰ πάντων τῶν ὠφελούντων ἰόντα θᾶττον ἐπιτυχεῖν τοῦ τέλους τοῖς χρηστοῖς τά πονηρὰ μιγνύντα μέχρι τέλους νοσηλεύεσθαι.
§114 Καὶ μὲν δὴ καὶ τοῦ γάλακτος ὄρρος ἐκ τῶν λεπτυνόντων ἐστὶ πρὸς τῷ ὑπάγειν τὴν γαστέρα· χρῆσθαι τοίνυν αὐτῷ πολλάκις ἔκ τινων διαστημάτων ἁρμόττει· τὸ μέντοι γάλα παχύνει πως ἤδη καὶ τούτου γὰρ τῶν ἐσχάτως παχυνόντων ὥσπερ βολβοὶ καὶ κοχλίαι καὶ τὸ ὄσπρια πανία καὶ ἐγκέφαλοι καὶ τῶν σπλάγχνων ἧπάρ τε καὶ σπλ·ὴν καὶ νεφροὶ ταῦτοὔ
§115 δὴ φυλάττεσθαι παραινῶ καὶ πρὸ τούτων τοὺς μύκητας καὶ τωι ᾠῶν τά ἑφθά· τά γὰρ ῥοφητὰ καλούμενα μετρίως καχύνει, καθάπερ καὶ τὸ διὰ χόνδρου ῥόφημα προσλαβὸν οὐκ ἀνήθου μόνον πράσου ἀλλὰ καὶ τινος τῶν ἀξιολόγως τεμνόντων οἷον ὑσσώπου καὶ γλήχωνος καὶ θύμβρας καὶ πεπέρεως καὶ θύμου· ἀλλὰ πεπέρεως μὲν λεπτὸν ἐπιπάττειν ὠτῶ, τὰ δἄλλα συνεψεῖν.
§116 καὶ μὶν δὴ καὶ εἴ κοτε δεήσειε γάλακτι χρῆσθαι, καὶ τοῦτο διά τινος τῶν τοιούτων ἑψείσθω· μέλιτι δὲ μιγνύμενον γάλα τοῖς μὲν κατά θώρακα πάθεσιν ὀά ἀνεπιτήδειον, εἰς δὲ τά καθἧπάρ τε κα·ὶ σπλῆνα βλαβερώτατον ὅσα γε λεπτυνούσης χρῄζει διαίτης· ἀεὶ γὰρ τούτου χρὴ μεμνῆσθαι τοῦ κατἀρχὰς εὐθὺς εἰρημένου καὶ μὴ νομίζειν ἁπλῶς γεγράφθαι τὰ μόρια χωρὶς τοῦ πάσχειν κὧς εἴρηται.
§117 παχυχυμότατον <μὲν οὖν> γάλα τὸ τυρωδέστατον, οἷονπερ ἑαὶ τὸ βόειον καὶ τὸ τῆς ὑός, λεπτότατον δὲ [καὶ] <τὸ> ὀρρωδέστατον, οἷονπερ ἐστὶ τὸ ὄνειον, ἐν τῷ μέσῳ δἀμφοῖν τὸ τῆς αἰγός· ἀλλά τὸ μὲν ἑφθὸν παχυχυμότατόν ἐστιν· ἀναλίσκει γάρ ἕψησις ἐξ αὐτοῦ τὸ λεπτότερόν τε καὶ ὀρρωδέστερον· εἰ δὲ καὶ μέλιτος ἀλῶν ἀμφοτέρων προσλάβοι, πολὺ δὴ μᾶλλον ἔτι λεπτότερον ἔσται.
§118 ἐξ οὑν τῶν εἰρη- μένων εὔδηλον ὧς ὄνειον μὲν ὦμόν γάλα προσλαβὸν ἁλῶν μέλιτος ἥκιστα ἂν εἴη παχύχυμον, ὥστε οὐδὲ βλάψει τι τοὺς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένους· τὰ δἄλλα πάντα φυλάττεσθαι προσήκει.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up