Galen De venae sectione adversus Erasistratum
EN Lat Orig
De venae sectione adversus Erasistratum
§1–4
§1 Ἄξιον εἶναί μοι δοκεῖ ζητήσεως οὐ σμικρᾶς τί δή ποτε καὶ τἄλλα τῆς τέχνης ἱκανὸς ὢν Ἐρασίστρατος, κᾀν τοῖς σμικροτάτοις οὕτως ἐπιμελὴς ὥστε καὶ λαχάνων τινῶν καὶ καταπλασμάτων ἑψήσεις γράφειν, ἐφὧν ἤρκεσεν ἂν ἑτέρῳ πρὸς τι συμφέρει μόνον εἰπόντι τὸν τρόπον τῆς σκευασίας παραλιπεῖν, ὡς οὐδὲν μέγα καὶ αὐτόν τινι τῶν ἐντυγχανόντων ἐξευρεῖν, ἐν οὕτως ἰσχυρῷ καὶ μεγάλῳ βοηθήματι τῇ φλεβοτομίᾳ καὶ οὐδενὸς ἧττον τῶν δραστικωτάτων εὐδοκιμοῦντι παρὰ τοῖς πρεσβυτέροις αὐτοῦ λόγον οὐδένα πεποίηται. σχεδὸν γὰρ οὔτε τοὔνομα τῆς φλεβοτομίας ἐστὶν εὑρεῖν ἐν οὐδενὶ συγγράμματι, πλὴν ἅπαξ ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐπιμνησθέντος αὐτοῦ κατὰ τὸ πάρεργον μᾶλλον, ὡς ἄν τῳ δόξειεν, μετά τινος ἀξιολόγου σπουδῆς· μάθοις δἂν ἐξ αὐτῆς τῆς ῥήσεως ἐχούσης ὧδε· ἀποδέσεις δὲ ποιεῖσθαι παρά τε τὰς μασχάλας καὶ τοὺς βουβῶνας μὴ ὥσπερ ἔνιοι τῶν μιμουμένων τὰς θεραπείας οὐδὲν παρακολουθοῦντες αἵματος χάριν ταῦτα ποιοῦνται, ἀλλἀποπιέζονται ἱκανῶς τοῖς δεσμοῖς. ἐν γὰρ τοῖς ἀποδουμένοις μέρεσι τοῦ σώματος πλεῖον αἷμα ἀπολαμβάνεται· δηλοῖ δὲ τε διάτασις τῶν φλεβῶν καὶ φλεβοτομία· πολὺ γὰρ πλεῖον ῥεῖ, ὅτε ἀποδεθῇ τὸ φλεβοτομούμενον μέρος τοῦ σώματος. ἐπὶ δὲ τῆς ἀναγωγῆς τοῦ αἵματος πλεῖστον ἀπολαμβάνεται τοῦ αἵματος ἀπὸ τῆς ἀποδέσεως ἔν τε τοῖς σκέλεσι καὶ τοῖς βραχίοσιν. ἐλάσσονος γὰρ γινομένου τοῦ περὶ τὸν θώρακα καὶ ἐλαφροτέρα ἔσται ἀναγωγή. τὸ δαὐτὸ τοῦτο βούλονται ποιεῖν καὶ οἱ φλεβοτομοῦντες τοὺς ἀνάγοντας τὸ αἷμα. ἀλλὰ πολὺ βέλτιον Χρύσιππος, οὐ μόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν κατὰ τὴν φλεγμονὴν κίνδυνος, ἐν προσφέρειν μὲν οὐ ῥᾴδιον· φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι· δὲ τὴν ἐνυπάρχουσαν τροφὴν ἐν τῷ σώματι κατεργαζομένην εἰς τόπους ἀλύτους μεταστησάμενος, καθὃν καιρὸν τῆς ἐκλύσεως κίνδυνος· ὅταν δὲ οὕτως παραλλάξῃ, ἐξ ἑτοίμου ταῦτἤδη χρώμενος καὶ μὴ προσφέρειν ἀναγκαζόμενος, ἄκρως περιττὸς τῇ διανοίᾳ καὶ ἄξιος ἐπαίνου καὶ διὅλου ἀκολουθῶν αὐτὸς ἑαυτῷ. ὅτι μικρὰ ταῦτα καὶ τὰ τυχόντα, καὶ οὔτε τῆς Ἐρασιστράτου περὶ τὴν τέχνην ἀκριβείας οὔταὐτοῦ τοῦ βοηθήματος τῆς δυνάμεως ἄξια, παντὶ δῆλον. εἰ μὲν μήτε παρἹπποκράτει μήτε παρὰ Διοκλεῖ μήτε παρΕὐρυφῶντι μήθὅλως παρἄλλῳ μηδενὶ τῶν Ἐρισιστράτου πρεσβυτέρων ἦν εὑρεῖν τὸ βοήθημα γεγραμμένον, ἴσως ἄν τις ὑπενόησεν, εἰ μήπω τῆς χρήσεως εὑρημένης μὴ παρὰ τοῖς εὐδόξοις εὐδοκιμούσης, εὐλόγως αὐτὸν παραλιπεῖν. ἐπεὶ δὲ εὕροιντο ἄλλοι καὶ πολλή τις χρῆσις ἤδη τοῦ βοηθήματος ἦν, οὐκ ἐφἑνὸς μόνον οὐδὲ τοῦ τυχόντος πάθους, ἀλλἐπὶ τῶν πλείστων τε καὶ ὀξυτάτων, οὕτως γὰρ Ἱπποκράτης γε αὐτὸς, τῶν καλῶν τῆς τέχνης ἁπάντων ἡμῖν ἡγεμὼν, οἵ τἄλλοι παλαιοὶ φαίνονται χρώμενοι. τί δή ποτε παθὼν Ἐρασίστρατος ἠμέλησε τελέως τὸν ὑπὲρ αὐτῆς διεξελθεῖν λόγον; καὶ γὰρ ἀρεσκόμενον ἐχρῆν ἐπισημαίνεσθαι τοῖς πάθεσιν αὐτὸ προσαναγράψαντα, καθάπερ τἄλλα βοηθήματα, καὶ ἀρεσκομένου εἰπεῖν αἰτίαν διἣν ἀρέσκεται. δὲ τοσοῦτον ἀποδεῖ τὸν λόγον ὑποσχεῖν περὶ τῆς τοῦ βοηθήματος δυνάμεως, ὥστοὐδὅτι χρηστέον μὴ χρηστέον ἐμήνυσεν, οὐδὅλως ἐτόλμησεν ἀποφήνασθαι ἣν ἔχει γνώμην πλὴν ἅπαξ, ὡς εἶπον, ἐφἑνὸς πάθους, καίτοι κᾀξ αὐτῶν ὧν σιωπᾷ κατάφωρον αὐτοῦ τῆς γνώμης τὸ κεφάλαιον. οὐ γὰρ δὴ ἀρεσκόμενόν γἂν αὐτῷ παρέλιπεν, οὐδὲ τὰ μὲν σμικρὰ τῶν τοῖς πάθεσιν συμφερόντων γραφῆς ᾤετο δεῖσθαι, τὰ δοὕτω μεγάλα δύνασθαί τινα καὶ χωρὶς τοῦ παρἐκείνου μαθεῖν αὐτὸν ἐξευρεῖν.
§2 δαἰτία διἣν οὐκ ἐχρῆτο φλεβοτομίᾳ, τὸ μὲν ἀληθέστατον φάναι, τάχἄν τῳ δόξειε μαντείας δεῖσθαι. τί γὰρ ἄν τις εἰδείη πῶς Ἐρασίστρατος ἐγίνωσκεν ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐμνημόνευσε διεξοδικῶς; ὅμως δοὖν ἐτόλμησάν τινες ἀπομαντεύσασθαι τῆς γνώμης αὐτοῦ. κατάφωροι δεἰσὶν ἁμαρτάνοντες οὐχ ἥκιστα ἐξ ὧν πρὸς ἀλλήλους διαφέρονται. δοκεῖ γὰρ αὐτῶν οὐδενὶ τὰ αὐτὰ, καὶ τὸ πάντων δεινότατον, ὅτι μηδαὐτοῖς τοῖς συμφοιτηταῖς μὲν τοῦ Ἐρασιστράτου, μαθηταῖς δὲ Χρυσίππου τοῦ Κνιδίου, οὗπερ δὴ πρώτου τὸ δόγμα τοῦτἦν, μὴ χρῆσθαι φλεβοτομίᾳ· οὐδὲ γὰρ ἐκείνοις ὁμολογεῖται περὶ τῆς Χρυσίππου γνώμης οὐδέν. ἀλλὰ τὰ μὲν ὑπό τε Ἀποιμάντου καὶ Στράτωνος εἰρημένα καταγέλαστα. καὶ γὰρ τὸ σχάσαι τὴν φλέβα δύσκολον εἶναί φασιν καὶ τὸ διαγνῶναι καὶ τὸ διαιρῆσαι τὴν ἀρτηρίαν αὐτὴν, μετὰ δἐν τούτῳ κακὸν ἀποβαίνει, εἰ ἀντὶ φλεβὸς ἀρτηρίαν διαιρεῖσθαι συμβαίνει· καὶ ὅτι δείσας τις ἔθανεν, μὲν καὶ πρὸ τοῦ τμηθῆναι τὸ ἀγγεῖον, δὲ καὶ τμηθεὶς οὐκ ἀνεκομίσθη· καὶ ὅτι ἡμοῤῥάγησέ τις ἀνεπισχέτως· τὰ δὑφἑτέρων λεγόμενα, τῶν μὲν, ὅτι τοῦ μέτρου τῆς  κενώσεως ἐστοχάσθαι χαλεπὸν, ὥστε ἀναγκαῖον ἐνδεῶς κενώσαντι μηδὲν εἶναι πλέον τὸ σύμμετρον ὑπερβαλόντι μεγίστην ἀκολουθῆσαι βλάβην. τί γὰρ ἂν ἀποδέοι, φασὶ, σφαγῆς ἄμετρος φλεβοτομία; τῶν δὲ, ὅτι παρέμπτωσις τοῦ πνεύματος ἐκ τῶν ἀρτηριῶν εἰς τὰς φλέβας γένοιτἂν, ἀκολουθήσει γὰρ ἐξ ἀνάγκης κατὰ τὰς συναναστομώσεις τοῦ αἵματος κενουμένου τὸ πνεῦμα· τῶν δ’, ὅτι τοῦ πάθους τῆς φλεγμονῆς ἐν ἀρτηρίαις συνισταμένου, περιττὸν ἐκκενοῦν τὰς φλέβας. τὰ δὲ τοιαῦτα κᾂν εἴ τινι ἔδοξεν εἶναι πιθανὰ, κατά γε τὴν ἀλήθειαν αὐτὴν οὔτε πιθανὸν οὐδὲν ἔχει καὶ ψευδῆ φανερῶς ἐστι· πολλῷ γὰρ ἂν ἦσαν πιθανώτεροι ταῦτα λέγοντες ἅπερ ἑτέροις τισὶν ἐκ τῆς τῶν χυμῶν φύσεως ὁρμωμένοις εἴρηται. καὶ τάχἂν ἴσως καὶ δέοιτό τις πρὸς ἐκείνους λόγου πλείονος, ἀλλοὐ νῦν καιρός· εἰς μακρόν τε γὰρ οὕτω λόγον μῆκος ἐκπεσεῖν ἀνάγκη, καὶ ἄλλως οὐδὲν κατεπείγει τὰ μήθὑπἘρασιστράτου μήθὑπἄλλου τινὸς τῶν Χρυσίππου μαθητῶν εἰρημένα νῦν ἐπιχειρεῖν ἐξελέγχειν.
§3 Ἄριστα οὖν μοι δοκῶ διαθέσθαι τὸν λόγον, εἰ τἄλλα παραλιπὼν ἀπαὐτῶν ἀρξαίμην τῶν Ἐρασιστράτῳ δοκούντων· εἰρήσεται δὡς ἔνι μάλιστα διὰ βραχυτάτων. ἀρέσκει δὲ αὐτῷ πνεύματος μὲν ἀγγεῖον εἶναι τὴν ἀρτηρίαν, αἵματος δὲ τὴν φλέβα· σχιζόμενα δἀεὶ τὰ μείζω τῶν ἀγγείων εἰς ἐλάττονα μὲν τὸ μέγεθος, ἀριθμὸν δὲ πλείω καὶ πάντῃ τοῦ σώματος ἐνεχθέντα, μηδένα γὰρ εἶναι τόπον ἔνθα μὴ πέρας ἀγγείου κείμενον ὑπάρχει, εἰς οὕτω σμικρὰ πέρατα τελευτᾷν, ὥστε τῇ μύσει τῶν ἐσχάτων στομάτων κρατούμενον ἐντὸς αὐτῶν ἴσχεσθαι τὸ αἷμα· καὶ διὰ τοῦτο καίτοι παρακειμένων ἀλλήλοις τοῦ στόματος τοῦ τε τῆς φλεβὸς καὶ τῆς ἀρτηρίας, ἐν τοῖς ἰδίοις ὅροις μένειν τὸ αἷμα μηδαμόθι τοῖς τοῦ πνεύματος ἐπεμβαῖνον ἀγγείοις. μέχρι μὲν δὴ τοῦδε νόμῳ φύσεως διοικεῖσθαι τὸ ζῶον· ἐπεὶ δέ τις αἰτία βίαιος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τὸ αἷμα μεταχθῆναι, αὐτὸ νοσεῖν ἀναγκαῖον ἤδη. αἰτίας δὲ καὶ ἄλλας τινὰς καὶ οὐδεμιᾶς ἐλάττω τὸ πλῆθος εἶναι τοῦ αἵματος, ὑφοὗ διατείνεσθαι μὲν τὸν χιτῶνα τῆς φλεβὸς, ἀναστομοῦσθαι δὲ τὰ πρότερον μεμυκότα πέρατα, μεταχεῖσθαι δὲ εἰς τὰς ἀρτηρίας τὸ αἷμα, κᾀντεῦθεν τῷ παρὰ καρδίας φερομένῳ πνεύματι προσκόπτον καὶ ἐνιστάμενον, ἀλλοιοῦντι τὴν ἐκείνου κίνησιν, ἡνίκἂν ἐγγὺς καὶ κατεὐθὺ τῆς ἀρχῆς καὶ τοῦτεἶναι τὸν πυρετόν· ὠθούμενόν τε ὑπαὐτοῦ πρόσω σφηνοῦσθαι κατὰ τὰ πέρατα τῶν ἀρτηριῶν καὶ τοῦτεἶναι τὴν φλεγμονήν. οὕτω μὲν ἐπὶ πλήθει φλεγμονὴν ἐργάζεται τῷ λόγῳ τῷδε, ἐπὶ τραύμασι δὲ φλεγμονὴν αἰτιᾶται μὲν, κᾀνταῦθα τὴν παρέμπτωσιν ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας τοῦ αἵματος, αὐτῆς δὲ τῆς παρεμπτώσεως αἰτίαν εἶναί φησι τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν. ὅταν γὰρ τῶν ἐν τῷ τετρωμένῳ μέρει διαιρεθεισῶν ἀρτηριῶν ἐκχυθῇ, κατὰ τὴν τρῶσιν ἅπαν τὸ πνεῦμα καὶ κίνδυνος κενὸν γενέσθαι τόπον, ἕπεσθαι κατὰ τὰς συναναστομώσεις τὸ αἷμα, τοῦ κενουμένου πνεύματος τὴν βάσιν ἀναπληροῦντος· ἀνεωγότος μὲν οὖν τοῦ πνεύματος ἐκχεῖσθαι, κλεισθέντος δὲ καὶ μύσαντος ἔνδον ὠθούμενον ὑπὸ τοῦ παρὰ καρδίαν ἐπιπεμπομένου πνεύματος ἀθροίζεσθαι πάλιν ἅπαν ἐν τοῖς περὶ τὸ τραῦμα τόποις, καὶ τὴν φλεγμονὴν οὕτως ἐργάζεσθαι. ἄγε δὴ, συγχωρήσομεν γὰρ αὐτὸν κατά γε τὸ παρὸν ἀληθεύειν ἅπαντα περί τε πυρετοὺς καὶ φλεγμονὰς, καίτοι γὅτι μηδὲν αὐτῶν ἀληθές ἐστιν ἐν ἑτέροις ἀπεδείξαμεν, ἐφεξῆς ἡμᾶς διδαξάτω τὰ ἰάματα. φησὶ γοῦν αὐτὸς ἔν τε ἄλλοις πολλοῖς, κᾀν τῷ τρίτῳ περὶ πυρετῶν κατὰ λέξιν οὕτω· περὶ μὲν οὖν τὰς ἀρχὰς τῶν ἀῤῥωστιῶν καὶ τὰς τῶν φλεγμονῶν γενέσεις ἀφαιρετέον ἂν εἴη πᾶσαν προσφορὰν ῥοφημάτων· καὶ γίνονται ὡς τὸ πολὺ αἱ τοὺς πυρετοὺς ποιοῦσαι τῶν φλεγμονῶν διὰ πληθώραν. διδομένων οὖν ἐν τοῖς τοιούτοις καιροῖς προσφορῶν καὶ τῆς πέψεως καὶ ἀναδόσεως τὰς καθαὑτὰς ἐνεργείας ἀποδιδουσῶν, πληρουμένων τῶν ἀγγείων τῆς τροφῆς, ἐπὶ πλέον τε ἰσχυροτέρας συμβήσεται τὰς φλεγμονὰς γίνεσθαι. ταῦτα μὲν ὑπὲρ τῶν περὶ πλήθει χωρὶς τραύματος γιγνομένων φλεγμονῶν· ὑπὲρ δὲ τῶν ἐπὶ τραύμασιν ἐν πρώτῳ πάλιν περὶ πυρετῶν ὧδέ πώς φησιν. ἀκόλουθοι δὲ καὶ θεραπεῖαι τούτοις εἰς τὸ ἀφλέγμαντα πάντα γίνεσθαι τὰ τραύματα· καὶ τῶν φαρμάκων τὰ μὲν περιχριόμενα ἐπὶ τοὺς ὑγιεῖς τόπους ἀποστύφοντα καὶ μύοντα κωλύει τὴν συνίωσιν τοῦ ἄνωθεν κεχυμένου αἵματος ἐπὶ τοὺς διῃρημένους τόπους γίνεσθαι. ἐν δὲ τοῖς ἀπαθέσι τόποις πολλῶν ἀνεστομωμένων ἀρτηριῶν τε καὶ φλεβῶν εἰς τοὺς αὐτοὺς τόπους μετάληψις γίνεται εἰς τὰς φλέβας τοῦ παρεμπεπτωκότος αἵματος εἰς τὰς ἀρτηρίας. εἶτα ἐφεξῆς πάλιν ἀκόλουθον τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέξονται τὸ παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. τούτου δὲ συμβαίνοντος ἧττον αἱ φλεγμοναὶ ἔσονται. οὐκοῦν ὅτι μὲν χρὴ κενῶσαι τὸ πλῆθος καὶ ὅτι δέξασθαι πάλιν εἰς ἑαυτὰς αἱ φλέβες οὐκ ἂν δύναιντο τὸ αἷμα μεσταὶ τυγχάνουσαι καὶ διατεταμέναι, συμφωνεῖται τοῦτό γε καὶ αὐτῷ τῷ Ἐρασιστράτῳ. τὸ δὲ ὅτῳ χρὴ τρόπῳ κενῶσαι αὐτὰς τὸ ἀμφισβητούμενόν ἐστιν.
§4 Ἐγὼ μὲν οὖν ᾤμην, ἐπειδὴ ἅπαξ τὸ κενούμενον ὡμολόγηται, ῥᾷστόν τε ἤδη καὶ ἑτοιμότατόν ἐστιν τεμεῖν τὴν φλέβα· καὶ γὰρ ἂν τάχιστα οὕτω καὶ αὐτὰς μόνας τὰς φλεγμονὰς ἐξεκενώσαμεν, ὡς αἵ γε ἀσιτίαι πρὸς τῷ χρόνου δεῖσθαι μακροῦ καὶ ὅλην τὴν ἕξιν κενοῦσιν ὁμοίως· τὸ δὲ οὐ χρή. τί γὰρ ἄν τις κενοίη τὸ μὴ δεόμενον κενώσεως τί τὰς σάρκας ἐκτήκοι, παρὸν ἀποχεῖν τοῦ αἵματος; ἵνα τἄλλα ὅσα ταῖς μακραῖς ἀσιτίαις ἐξ ἀνάγκης ἕπεται κακὰ παραλείπω,  τήν τε δύναμιν κάμνουσαν καὶ τοὺς χυμοὺς ἐπὶ τὸ χολῶδες καὶ πικρὸν τρεπομένους καὶ καρδιωγμοὺς πολλοὺς καὶ ἄσην καὶ διαχώρημα ἰσχόμενον, καὶ πάνθἁπλῶς τὰ περιττώματα δριμύτερα γιγνόμενα, ὧν οὐδὲν Ἐρασίστρατος ἰδὼν, ὥσπερ οἱ τυφλοὶ, λείας ὁδοῦ καὶ πλατείας καὶ εὐθείας ἐγγὺς οὔσης πολλάκις στενὴν καὶ τραχεῖαν καὶ μακρὰν ἑλόμενοι περιέρχονται· καὶ αὐτὸς οὕτω παρακειμένην ὁδὸν σύντομον ἱκανῶς καὶ ἄλυπον παριδὼν ἐπὶ μοχθηρὰν καὶ μακρὰν ἐλήλυθεν, τοῦτο μόνον θεασάμενος, εἰ ἐφ βούλεται ἄγει αὐτὸν ὁδὸς, οὐκ ἔτι δὲ εἰ ταχέως καὶ ἀλύπως. ἄγει μὲν γὰρ ἐπὶ τὴν τοῦ πλήθους κένωσιν καὶ ἀσιτία, σύμφημι τοῦτο, ἀλλἐν χρόνῳ τε μακρῷ σὺν τῷ λυπῆσαι πολλά. καὶ ὅμως τηλικοῦτον βοήθημα παραλιπὼν σοφὸς Ἐρασίστρατος, ὃν ἀξιοῦσί τινες Ἱπποκράτει παραβάλλειν, οὐκ αἰδεῖται μηδὲν πιθανόν τι καὶ εὔλογον, ἀλλἀπομνημονεύσας ὥσπερ τινὸς τῶν φαυλοτάτων τε καὶ οὐδενὸς ἀξίων. ἀλλοὐχ Ἱπποκράτης, Ἐρασίστρατε, μηδέν τι χείρων ἰατρός σου περὶ φλεβοτομίας οὕτως ἐπεγίνωσκεν· ἀλλ σὺ θαυμάζεις λόγῳ, ταῦτἔργῳ ποιῶν εὑρίσκεται. θαυμάζεις μὲν γὰρ τὴν φύσιν, ὡς τεχνικήν τε ἅμα καὶ προνοητικὴν τοῦ ζώου, μιμῇ δαὐτὴν οὐδαμοῦ· διὰ τί πολλάκις ἰδὼν αἵματος κενώσει τὴν φύσιν ἰασαμένην πολλὰ νοσήματα, τοῦτο οὐδἐφἑνὸς ἔπραξας οὐδὲ πώποτε; τί δὲ σιγᾷς τὰ τῆς φύσεως ἔργα, ἣν ἐπαινεῖς; διὰ τί παρὰ μὲν Ἱπποκράτει πολλὰ τοιαῦτα εὑρίσκων γεγραμμένα, Γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις· ἀπὸ χολῆς μελαίνης εἰς ὅμοιον αἱμοῤῥοΐδες· αἱμοῤῥαγίαι λαῦροι τὰ πολλὰ ῥύονται ἐκ ῥινῶν· παρὰ σοὶ δὲ οὐδὲν τοιοῦτον, ἀλλἄχρι λόγου μόνου ἐπαινουμένη φύσις, ἔργον δοὐδὲν οὐδαμοῖ φύσεως γεγραμμένον; ἤρκει μοι τὰ τῆς φύσεως μόνης ἔργα μαθεῖν· ἱκανὸς ἂν ἦν ἐκ τούτου ὁρμώμενος εὑρίσκειν τὸ δέον. ἆρά μοι συγχωρήσουσιν οἱ θαυμάζοντές σε τὸ παριστάμενον εἰπεῖν, παντάπασιν ἀνόητός μοι δοκεῖς εἶναι μικρὰ τοῖς τῆς φύσεως ἔργοις ὡμιληκέναι. τὸ γὰρ μηδὅλως γινώσκειν αὐτὰ μὴ ζηλοῦν γινώσκοντα θατέρῳ τοῖν δυοῖν ἔνοχόν ἐστιν· γὰρ ἐν οἴκῳ τινὶ καθειργμένος ἔγραφες ταῦτα, μηδένα μηδεπώποτε θεασάμενος ἄῤῥωστον· ὅθεν εἰκότως ἀγνοεῖς τὰ τῆς φύσεως ἔργα, ἐθαύμασας μὲν ἀεὶ οὐκέτἐμιμήσω δεύτερον ἐσχάτως ἀνόητος. εἶτεἰ τοίνυν γράφειν ἐπιχειρεῖς, τὸν νόμον τοῦ γράφειν ὑπερβάς· ἐχρῆς σε πρῶτον γράψαι μοι τὰ τῆς φύσεως ἔργα, δεύτερον δἐξηγήσασθαι, τίνα μὲν ὁλοκλήρως καὶ ἀπηρτισμένως τοῖς οἰκείοις λόγοις κινουμένη δρᾷ, τίνα δἐλλιπῶς ὑπὸ τῶν κατὰ τὰς νόσους αἰτιῶν κωλυομένη. ὁδὸς γὰρ αὕτη πρὸς εὕρεσιν ἰαμάτων, ἵνα ἐκμαθὼν τὰ καλῶς ὑπαὐτῆς ἀποτελούμενα τούτοις ἐπικουρεῖν δύνωμαι, τὸ λεῖπον προστιθείς· μηδὅλως κινουμένης, καὶ γὰρ καὶ τοῦτό ποτε πάσχει τῇ ῥώμῃ τῶν νοσωδῶν αἰτιῶν νικηθεῖσα, τὸ πᾶν αὐτὸς ἐκπορίζωμαι· τούτων οὐδὲν ἐπέδειξας. ἴσως γὰρ, ὅπερ φασὶν, ὀλιγωρεῖς μὲν τοὺς ἀῤῥώστους. θεᾶσθαι, μένων δοἴκοι τὸ δόξαν ἔγραφες. ἀλλεἰ καὶ μὴ αὐτὸς ἐθεάσω, τὰ γοῦν ὑφἹπποκράτους ἐνῆν ἀναγινώσκοντί σοι μανθάνειν ὅσα μὲν ὁλοκλήρως καὶ ἀνελλιπῶς καὶ ὡς αὐτὸς ἐκεῖνος εἴωθεν λέγειν, ἀρτίως φύσις κινουμένη κρίνονται· πῶς δἂν αὐτὴν κάλλιστά τις μιμήσαιτο, μηδὲ ἐγχειροῦσαν κρίσει· καὶ πῶς ἐπιχειρούσῃ μὲν, ἀλλἐνδεῶς κινουμένῃ βοηθητέον. εἰ γὰρ ἐν τούτοις ἐγυμνάσω, τοιαῦτα ἂν ἤκουόν σου συμβουλεύοντος, οἷα καὶ Ἱπποκράτους ἀκούω, τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινέειν, μηδὲ νεωτεροποιεῖν μήτε φαρμακίῃσι μήτε ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλἐᾷν. τοῦτο μέν σοι φύσεως ὁλοκλήρως κινουμένης παράγγελμα· τὸ δὲ ἐφεξῆς τούτῳ κινουμένης μὲν ἐπὶ κρίσιν, ἀλλἐνδεῶς· διὰ τοῦτο αὐτῇ συνεργεῖν παρακελευόμενος ἐρεῖ· δεῖ ἄγειν, ταῦτα ἄγειν ὅπῃ ἂν μάλιστα ῥέπει διὰ τῶν ξυμφερόντων χωρίων. βούλεται μὲν γὰρ φύσις τηνικαῦτα τὸ λυποῦν ἀπώσασθαι, μὴ δυναμένη δἐπιθεῖναι τῷ ἔργῳ τὸ τέλος ὑπἀῤῥωστίας, ἡμῶν βοηθῶν δεῖται. διὰ τοῦτο καὶ πλευριτικοὺς θεραπεύων κατὰ τὴν ῥοπὴν τῶν χυμῶν κενοῖ. τί γὰρ φησίν; ἀλλεἰ μὲν ὀδύνη ἐς κληϊδα, ἐν βραχίονι βάρος, περὶ μαζὸν, ὑπὲρ τῶν φρενῶν, τέμνειν χρὴ τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔσω καὶ μὴ ὀκνεῖν συχνὸν ἀφαιρεῖν, ἔστἂν ἐρυθρότερον πολλῷ ῥυῇ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀμφότερον γὰρ γίνεται. ἢν δὲ ὑπὸ φρένας τὸ ἄλημα, ἐς δὲ τὴν κληϊδα μὴ σημήνῃ, μαλθάσσειν χρὴ τὴν κοιλίην μέλανι ἑλλεβόρῳ πεπλίῳ. πάλιν δἔν τινι τῶν νεφριτικῶν παθημάτων συνδρομῇ προειπὼν καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ἀρχὴ μηροῦ κατἰξὺν ἐπιφέρει, ἰγνὺν τέμνειν, τοῦτἐστὶ τὴν ἐν ἰγνύῃ τέμνειν φλέβα.
§5–7
§5 Ἐκεῖνο δὲ πῶς εἴρηται; ἐκ Στυμαργέω οἰκέτιδος οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο τὸ στόμα πρὸς ἰσχίον καὶ σκέλος, ὀδύνη παρὰ σφυρὸν τμηθεῖσα ἐράϊσε, καίτοι τρόμοι τὸ σῶμα περικατεῖχον. ἀλλἐπὶ τὴν πρόφασιν χρὴ ἐλθεῖν καὶ τῆς προφάσιος τὴν τροφήν. Ἱπποκράτης μὲν οὖν σοι τὴν πρόφασιν τοῦ νοσήματος ἐξετάζειν κελεύει καὶ τῆς προφάσεως τὴν γένεσιν. ὅπερ εἴποις οὐκ ἂν οἶμαί γε πλήθους αἵματος ἐνοχλοῦντος ἄλλο τι πρὸς τῆς φλεβοτομίας εἰρήσεσθαι. ἐπὶ γοῦν τῆς προειρημένης γυναικὸς, καίτοι τρομώδους οὔσης, οὐκ ἐμέλησε τέμνειν τὴν φλέβα,  μηδενὸς ἂν ἄλλου τολμήσαντος αἵματος ἀφελεῖν ἐν τρόμοις, ὥσπερ οὐδὲ ἐν ὑδέροις οὐδἄλλῳ ψυχρῷ πάθει οὐδενί. δέον γὰρ ἐν τοῖς τοιούτοις ψυγῆναι μὲν ἔτι καὶ μᾶλλον τὸ σῶμα τῇ τοῦ θερμοῦ χυμοῦ κενώσει, καὶ πρότερον ἤδη τῷ πάθει κατεψυγμένον σβεσθῆναι τὸ ἔμφυτον θερμόν. ἀλλἹπποκράτης σκεψάμενος, ὡς αὐτὸς λέγει, τὴν πρὸ τοῦ πάθους ὅτι τὸ πλῆθος ἦν τοῦ αἵματος. οὐ γὰρ ἐκαθάρθη τὸ γύναιον τὴν λοχείαν καλουμένην κάθαρσιν. τροφὴ τῆς προφάσεως, τοῦτἔστι γένεσις καὶ πρώτη αἰτία τοῦ μὴ καθαρθῆναι καλῶς διαστροφὴ τῆς μήτρας· ἀπέστραπτο γὰρ πρὸς τὸ ἰσχίον. ἐνδειξαμένης οὖν αὐτῷ τῆς μὲν ἐπισχέσεως τὴν κένωσιν, τῆς δὲ ἐπὶ μήτραν ῥοπῆς τὸν τόπον διοὗ χρὴ κενῶσαι, τὴν παρὰ σφυρὸν ἔταμε φλέβα. τοιοῦτος ἐν ἅπασιν Ἱπποκράτης. ἀλλἵνα μὴ λυπῶ τοὺς Ἐρασιστρατείους ἐπιπλέον αὐτὸν ἐπαινῶν, καὶ γάρ μοι δοκοῦσιν αὐτοί τε οὗτοι καὶ πρὸ αὐτῶν Ἐρασίστρατος ἐριστικῶς ἔχειν πρὸς τὸν ἄνδρα, καταλείψωμεν ἤδη τὰ Ἱπποκράτους. ἐν ἑτέρῳ γάρ μοι καιρῷ πᾶσαν αὐτοῦ τὴν περὶ τὰς κενώσεις τέχνην ἔξεστι δηλῶσαι. μεταβήσωμεν δὲ ἐπὶ τοὺς ἄλλους ἄνδρας ἑκατέρας αἱρέσεως, ἐμπειρικῆς τε καὶ λογικῆς. οὐδὲ γὰρ τούτων οὐδένα εὑρίσκω τῆς φλεβοτομίας ἀποστάντα. δογματικὸν μὲν γὰρ οἶδα καὶ Διοκλέα καὶ Πλειστόνικον καὶ Διευχῆ καὶ Μνησίθεον, Πραξαγόραν τε καὶ Φιλότιμον καὶ Ἡρόφιλον καὶ Ἀσκληπιάδην φλεβοτομοῦντας. καίτοι φιλόνεικος οὕτως ἦν Ἀσκληπιάδης ὥστε ὀλίγου δεῖν ἅπαντα κινῆσαι τὰ πρόσθεν δόγματα καὶ μήτἄλλου τινὸς τῶν πρὸ αὐτοῦ φείσασθαι μήθἹπποκράτους, ὥστε καὶ θανάτου μελέτην τὴν τῶν παλαιῶν ἰατρικὴν οὐκ ὤκνησεν εἰπεῖν. ἀλλοὐδοὗτος ἐπὶ τοσοῦτον ἀναίσχυντος ὥστε τολμῆσαι παντάπασιν ἐξελάσαι φλεβοτομίαν τῶν ἰατρικῶν βοηθημάτων· ἀλλοὐδέ τις οὔτε τῶν νεωτέρων οὔτε τῶν παλαιῶν, οὐ Μαντίας, οὐκ Ἀθήναιος, οὐκ Ἀγαθῖνος, οὐκ Ἀρχιγένης, οὐχ τῶν ἐμπειρικῶν χορός. καὶ τούτων μὲν οὐδὲν τῷ λόγῳ προσεχόντων ἑπομένων καὶ ἀεὶ τῇ πείρᾳ καταγνοὺς, ἀλλοὐκ ἂν ἔχοις εἰπεῖν οὐδένα. τί ποτοὖν οἱ διαφωνοῦντες ἐν ἅπασι σχεδὸν τοῖς ἄλλοις ἐν τούτῳ συμπεφωνήκασιν; ἐμοὶ μὲν γὰρ οὐδὲν εἶναι δοκεῖ πιστότερον ἀνυπόπτου συμφωνίας. παραλείπωμεν δ’, εἰ βούλει, τούτους, ἵνα μηδὲ τῷ πλήθει τῶν μαρτύρων δυσωπητὰ τὰ τῆς φύσεως, ἣν ἐπαινεῖς ἔργα ποιήσωμεν. οὐχ αὕτη γυναῖκας μὲν ἁπάσας ἐφἑκάστῳ μηνὶ κενοῖ τὸ περιττὸν ἀποχέουσα τοῦ αἵματος; ἔδει γὰρ, οἶμαι, οἴκοι τὸ θῆλυ γένος οὔτἐν ἰσχυροῖς πόνοις διαιτώμενον οὔθὁμιλοῦν ἡλίῳ καθαρῷ, καὶ διἄμφω ταῦτα πλῆθος ὑποτρέφον ἴαμα φυσικὸν ἔχειν τοῦ πλήθους τὴν κένωσιν. ἓν μὲν τούτοις ἦν τῆς φύσεως ἔργον· ἕτερον δὲ μετὰ τόκον κάθαρσις, καίτοι καὶ κύησις αὐτὴ κένωσις ἦν. ἐκ τοῦ τῆς μήτρας αἵματος τὸ κυούμενον τρέφεται. καὶ μετὰ τὴν κύησιν δὲ τοῦ γάλακτος ἐν μαστοῖς γένεσις οὐ σμικρὰ κένωσις οὐδαὐτὴ τῷ πλήθει. μία γὰρ ἀμφοτέρων οὐσία καταμηνίου τε καὶ γάλακτος καὶ κοιναὶ, καθάπερ ἄν τις εἴποι, πηγαὶ τῶν ὀχετῶν ἑκατέρων αἱ φλέβες εἰσί. διὰ τοῦθὅσαις διἡλικίαν ἤδη τὸ καταμήνιον μηκέτἔρχεται, ταύταις οὐδἐν μαστοῖς ἀθροίζεται γάλα. καὶ ὅσαι καθαίρεσθαι μὲν ὥρας ἔχουσι, ἀλλὰ θηλάζουσιν, οὐ καθαίρονται. καὶ ἢν θηλαζούσῃ γυναικὶ διὑστερῶν ὁρμήσῃ τὸ αἷμα, σβέννυται τὸ γάλα. καὶ τῶν ζώων ὅσα μὴ κυΐσκεται, τούτοις οὐδὲ γάλα ἐστὶν, καὶ ὅσοις γάλα ἐστὶ, ταῦτα κυΐσκεσθαι φύσιν ἔχει. εἰ δὲ καὶ μάθοις ἡλίκων ἐκ ταύτης τῆς κενώσεως ἀπολαύει τὸ θῆλυ γένος ἀγαθῶν καὶ ὅσα βλάπτεται μὴ κενούμενον, οὐκ οἶδα πῶς ὑπομενεῖς ἔτι μὴ παντὶ τρόπῳ σπεύδων κενῶσαι πλεονάζον αἷμα. γυνὴ οὐ ποδαγριᾷ, εἰ μὴ τὰ καταμηνία αὐτῆς ἐκλείπῃ, φησὶν Ἱπποκράτης. καίτοι τί δέομαι τῶν Ἱπποκράτους φωνῶν πρὸς ἄνθρωπον ἐχθρὸν Ἱπποκράτει; νομίζω τοίνυν αὐτὴν λέγειν σοι τὴν ἀλήθειαν διἐμοῦ κήρυκος, οὔτε ποδάγραις οὔτε ἀρθρίτισιν οὔτε πλευρίτισιν οὔτε περιπνευμονίαις ἁλίσκεται γυνὴ καλῶς καθαιρομένη. ἀλλοὐδὲ ἐπίληπτος οὐδὲ ἀπόπληκτος οὐδὲ ἄπνους οὐδὲ ἄφωνος οὐδενὶ ἐν καιρῷ ποτε γίνεται καθαιρομένη καλῶς. ἑάλω δέ ποτε φρενίτισιν ληθάργοις σπασμοῖς τρόμοις τετάνοις ἐπιμηνίων ἰόντων. εἶδες δέ ποτε μελαγχολῶσαν μαινομένην πτύουσαν ἐκ θώρακος ἐμοῦσαν ἐκ γαστρὸς αἷμα, κεφαλαίᾳ κάμνουσαν, συνάγχῃ πνιγομένην, τι τῶν μεγάλων καὶ ἰσχυρῶν παθημάτων ὑπομένουσαν, εἰ καλῶς ἐκκρίνεται τὰ καταμηνία· ἰσχομένων δαὖ πάλιν ἕτοιμον ἐν παντὶ κακῷ γενέσθαι. καὶ αἱ κενώσεις ἰάματα. καταλιπὼν δὲ ἤδη τὰς γυναῖκας ἐπὶ τοὺς ἄνδρας ἐλθὲ, καὶ μάθε, πόσοι μὲν αἱμοῤῥοΐδι τὸ περιττὸν εἰθισμένοι κενοῦσθαι, πάντες ἀπαθεῖς νοσημάτων διατελοῦσι, πόσοι δἐπισχεθείσης τῆς κενώσεως ἐν χαλεπωτάτοις ἐγένοντο. πότερον οὐδὲ τούτων ἀποκενώσεις τοῦ αἵματος, οὐδἂν συναγχικοὶ γενόμενοι τύχωσιν, οὐδἂν περιπνευμονικοί. ἀλλὑπὸ τοῦ μὴ ἀναθέσθαι τὰ κακῶς ἐγνωσμένα περιόψει τοσούτους ἀπολλυμένους; σὺ μὲν ἴσως τοῦτο δράσεις, ἐγὼ δοὐ ταῦτα μόνον, ἀλλὰ καὶ σπασμὸν καὶ ὕδερον αἵματος κενώσει πολλάκις ἰασάμην. οὕτως γὰρ ἥτε μακρὰ πεῖρα διδάσκει με, τε λόγος οὕτως ἐπὶ τὴν πρόφασιν κελεύει ἔρχεσθαι καὶ τῆς προφάσεως τὴν ῥοπήν. ὅτι δὲ καὶ πεῖρα, τὰ τῶν ἐμπειρικῶν ἀναγνοὺς εἴσῃ γράμματα.
§6 Μὴ τοίνυν ἔτι φιλονεικεῖν Ἱπποκράτει μόνῳ δόκει κενοῦν αἷμα παραινοῦντι, κᾂν εἰς τρόμον, κᾂν εἰς ὕδερον,  κᾂν εἰς ἄλλο τι ψυχρὸν πάθος ἀνὴρ διἐπίσχεσιν αἱμοῤῥοΐδος γυνὴ διἐμμηνίων ἐμπέσοι, ἀλλὰ καὶ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἅπασιν ἰατροῖς καὶ τῷ βίῳ τῶν ἀνθρώπων· ἀνατρέπειν γοῦν μοι δοκεῖς τὸν κοινὸν ἁπάντων λογισμόν. οὐκ ἂν φαίης κατὰ φύσιν εἶναι παντὶ τῷ λογίσασθαι κενοῦν αἵματος διὰ πλῆθος. τίς οὐκ οἶδεν ὅτι τἀναντία τῶν ἐναντίων ἰάματα; μὴ γὰρ Ἱπποκράτους γνώμη μόνου, κοινὴ πάντων ἀνθρώπων ἐστίν. ἀλλά μοι δοκεῖς ὑπὸ τῆς πρὸς Ἱπποκράτη φιλονεικίας καὶ τῶν ἄλλων ἀνοητότερος εἶναι. ταῦτα γοῦν ὁσημέραι τῆς φύσεως ποδηγούσης αὐτὰ καὶ τὴν ἔνδειαν προσφοραῖς ἰᾶται καὶ τὰς πλησμονὰς κενώσεσι καὶ τὸ κρύος θάλψεσι καὶ τὰς θάλψεις ἐμψύξεσι. τί γάρ ἐστι τροφὴν προσενέγκασθαι ἄλλο γε τὸ πλῆθος ἐκπορίσασθαι; τί δἀποκρῖναι κόπρον ἔντερον πεπληρωμένον ἐκκενῶσαι; τί δοὐρῆσαι κύστεως πλησμονὴν ἰάσασθαι; ταῦτα μὲν ζῶα καὶ κρύει πονούμενα φωλεοὺς ἑαυτοῖς καί τινας ἀλεεινὰς εἰς τὴν γῆν καταδύσεις ἐκπορίζεται· καὶ τῷ θάλπει κάμνοντα θέρους ὥρᾳ νήχεται μὲν ἐν ὕδατι ψυχρῷ, διατρίβει δἐν τόποις συσκίοις τε καὶ προσηνέμοις. ἔγωγε κύνα πολλάκις εἶδον ἔμετον ἐπιτηδεύοντα καὶ τὴν Αἰγυπτίαν ὄρνιθα κλυστῆρα μιμησαμένην, ἀνθρώποις δὲ αὐτά τε ταῦτα, ὡς ἂν λόγῳ χρωμένοις, εὐμηχανώτερα ἅπαντα. κάλεσον οὖν ἰδιώτην ἰατρικῆς ἐπὶ ἄῤῥωστον εὐέκτην, νέον, πολύαιμον ὑπὸ συνάγχης περιπνευμονίας πνιγόμενον, εἶτἐροῦ τὸν ἄνθρωπον εἴ τι πρὸς τὸ πάθος ἐπινοεῖ, τίς οὕτως ἀνόητος ὡς μὴ κένωσιν αἵματος εἰπεῖν; ἀλλἘρασίστρατος ὑπὸ τῆς πρὸς Ἱπποκράτη φιλονεικίας οὐδὲ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας φαίνεται διασώζων, ἀλλἔτι καὶ τῶν γεράνων ἀνοητότερος εὑρίσκεται. μακρῷ τοιγαροῦν καὶ ταύτας, ὡς ἀετοὺς μέχρι περάτων γῆς πετομένους ἐστὶν ἰδεῖν, ὑποφευγούσας ἐν μέρει κρύος τε καὶ θάλπος, ἰωμένας τε διὰ παντὸς τοῖς ἐναντίοις τὰ ἐναντία. τοῦτο μὲν οὖν, ὅπερ ἔφην, οὔπω τῆς Ἱπποκράτους ἄξιον τέχνης, ὡς χρὴ κενοῦν αἵματος οἷς διὰ πλῆθος αἵματος κίνδυνος. ὅτῳ δὲ χρὴ τρόπῳ τὴν κένωσιν ποιεῖσθαι καὶ ἐν ὅτῳ καιρῷ καὶ μέχρι τοσοῦτον, μᾶλλον ἐβουλόμην ἄν μοι διαλέγεσθαι. τὸ γὰρ ἐπίστασθαι πηνίκα μὲν χρὴ τέμνειν τὴν ἐν τῷ μετώπῳ φλέβα, πηνίκα δὲ τὰς παρὰ τοὺς κανθοὺς τῶν ὀφθαλμῶν τὰς ὑπὸ τῇ γλώττῃ τὴν ὠμιαίαν ὀνομαζομένην, τὴν διὰ μασχάλων, τὰς κατἰγνύας παρὰ σφυρὸν, ὑπὲρ ὧν ἁπασῶν ἐδίδαξεν Ἱπποκράτης, τοῦτον ἐγὼ νομίζω τὸν λογισμὸν ἰατρῶν εἶναι. τὸ δὅτι χρὴ τὰ ἐναντία τοῖς ἐναντίοις ἰᾶσθαι καὶ ὡς τῷ πλήθει κένωσις ἐναντίον, τοσούτῳ δέω θαυμάζειν ὥστε καὶ τοῖς ἀλόγοις ζώοις μετεῖναι φημὶ τῆς ἐννοίας. εἰ δὲ βούλει μικρὸν ἀνοίξας τὰ ὦτα, μᾶλλον δὲ τὴν ψυχὴν, ἀληθῆ λόγον καταδέξασθαι τῆς πρὸς Ἱπποκράτη δυσμενείας· ἐπιλαθόμενος, εἴποιμἄν σοί τι τῆς ἐκείνου τέχνης ἄξιον. ἄχρι μὲν γὰρ τοῦδε καὶ Διοκλῆς ἠπίστατο καὶ Πλειστόνικος, Ἡρόφιλός τε καὶ Πραξαγόρας καὶ Φιλότιμος ἄλλοι τε πολλοὶ τῶν ἰατρῶν· οὐκ αὐτοὶ μὲν ἐξεῦρον, ἑπόμενοι δὲ Ἱπποκράτει, πηνίκα χρὴ τέμνειν ἑκάστην ὧν εἶπον φλέβα. ὅτι δἀπὸ χολῆς μελαίνης εἰς ὅμοιον αἱμοῤῥοϊδι, τοῦτο οὐκ ἔτι πάντες γιγνώσκουσι, καίτοι σαφῶς Ἱπποκράτους διδάξαντος, ἀλλὅσοι γνησίως ὡμίλησαν αὐτοῦ τοῖς γράμμασιν, οὗτοι μόνοι πῶς μὲν αἱμοῤῥοῒς γίγνεται μεμαθήκασι παραὐτοῦ, πῶς δὲ καὶ δυσεντερία, πῶς δὲ καὶ κιρσὸς, ὅτι τε οὐ διὰ παντὸς ἕκαστον τούτων συνιστάμενον κωλυτέον, ἀλλὅτι ὅτε συνεργητέον, τῆς φύσεως ἡσυχαζούσης, αὐτῇ τὸ πᾶν διατρεπτέον, ὅτε οὕτω συμφέρει τοσοῦτον ἀποδέουσιν οἱ ταῦτα μαθόντες τὴν δυσεντερίαν καὶ κιρσὸν καὶ αἱμοῤῥοΐδα πρὸ τοῦ καιροῦ σπεύδειν ἰᾶσθαι, ὥστε αὐτοὶ μηχανῶνται μηδὅλως ὄντα ποιῆσαι. καὶ ἔγωγε πολλοὺς οἶδα καὶ μελαγχολήσαντας καὶ ἄλλως ἐκμανέντας ἐπὶ τοιαύταις κενώσεσιν ἰατρῶν ἀμαθείᾳ κωλυθείσαις. οἱ δέ τινες αὐτῶν πλευρίτισι καὶ νεφρίτισιν ἑάλωσαν, ἄλλοι δὲ αἵματος ἤμεσαν ἐκ γαστρὸς, ἐκ θώρακος ἀνέβηξαν, παραπληγίαις ὑδέροις ἀπώλοντο. ταῦτἐγὼ χρῆναι γινώσκειν φημὶ τὸν ἰατρόν. αὕτη μεγάλη περὶ τὰς κενώσεις τέχνη.
§7 Τὸ δὅσον χρὴ κενοῦν αἵματος πλεονάζοντος οὐδὲν μέγα. τί δήποτοὖν παρεῖδεν Ἐρασίστρατος αὐτὸ καθάπερ τι τῶν μεγάλων; τί ληροῦσιν οἱ πρὸς ἅπαν ἐρίζειν ἑτοιμότατοι τῆς κενώσεως ἄγνωστον εἶναι φάσκοντες, ὥσπερ καὶ τῶν ἄλλων βοηθημάτων ταυτὸν κατηγοροῦντες; τίνος πρὸς θεῶν ἀκριβῶς οἴονται τὸ μέτρον λαβεῖν, ὡς μήθὑπερβάλλειν τὸ ποσὸν μήτἐλλείπειν; ἆρά γε κλυστῆρος, τῶν καθαιρόντων τινὸς φαρμάκων, τῶν οὔρησιν κινούντων, τροφῆς πόματος οὐδενὸς τῶν πάντων; ὥρα τοίνυν αὐτοῖς εἰς ἅπαντα τὴν ὑποψίαν ἐκτείνουσιν ἡσυχάζειν περὶ πᾶν. τί ποτοὖν αὐτὸς Ἐρασίστρατος καθαίρουσι χρῆται φαρμάκοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννὺς, ἄλλοις τέ τισι καὶ χολερικοῖς. ἐνταῦθα μέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθημα μηδενὶ τῶν ἔμπροσθεν ἐγνωσμένον, μόνον διαρκὲς εἰς ἴασιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτῷ καιρῷ, ἀλλεἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήματος. καὶ οὐ μέμφομαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο τοῦ καιροῦ. θαυμαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς μὲν  αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολμηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦταὐτὸν, οὐκ ὀξύτης καιροῦ κατέπληξεν, οὐ τοῦ μέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλοὕτως οἴεται σαφῶς τε ἅμα καὶ ἀκριβῶς αὐτό τε τὸ μέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστοὐ μόνον ἰατροῖς, ἀλλἤδη καὶ ἰδιώταις χρησίμους εἶναι τὰς ὑποθήκας νομίζει. οἷς δἄν τινα δέοι τῶν πρεσβυτέρων ἰατρῶν ἐπαινέσαι τῆς εὑρέσεως, ἐνταῦθα παντάπασιν ἀποδιδράσκει. φέρε δὴ καὶ τοῦτο αὐτοῖς ἐπιδείξομεν, ὡς παντὸς οὑτινοσοῦν βοηθήματος ἐν φλεβοτομίᾳ τὸ μέτρον εὐληπτότερον. εἰ καὶ γὰρ χρόας μεταβολὴν ἔνεστι πολλάκις τεκμήρασθαι καὶ διχῶς τοῦτο ποιῆσαι, ποτὲ μὲν τοῦ ῥέοντος αἵματος, ποτὲ δὲ καὶ τοῦ κάμνοντος αὐτοῦ. καὶ λειποθυμία ἐπὶ πολλῶν παθῶν ὅρος ἐστὶ κενώσεως, καὶ τόνος τῆς ῥύσεως τοῦ αἵματος ὀκλάζων, καὶ οἱ σφυγμοὶ τρεψάμενοι. καὶ μόνης ταύτης κενώσεως αὐτοκράτορα τὴν ἐξουσίαν ἔχει ἰατρὸς παύειν ὅτε βούλοιτο, τῶν δἄλλων οὐδεμιᾶς. ἀλλεἴθὑπήλατον φάρμακον δώσεις, εἴτε ἐμετήριον, εἴτε οὔρων κενωτικὸν, εἴτε θώρακος, εἴτε κεφαλῆς καθαρτικὸν, πρώτη δόσις ἐπὶ σοὶ, τὰ δἐφεξῆς τύχη βραβεύει καὶ μέγας κίνδυνος ἐπὶ φαρμάκων καθαιρόντων δόσεσιν μὴ κινηθῆναι τὴν κάθαρσιν μὴ ῥᾳδίως ἐκκριθῆναι τὸ συῤῥοῦν εἰς τὴν κοιλίαν, μετὰ πόνων καὶ δήξεων καὶ στρόφων καὶ καταψύξεως καὶ ἀσφυξίας καὶ λειποθυμίας ἐκκρίνεσθαι, ταραχθῆναι μὲν ὅλον τὸ σῶμα σφοδρῶς, ὀλίγον δὲ κενωθῆναι ὑπερκενωθῆναι. καὶ γὰρ αὖ καὶ τοῦτο γίνεται πολλάκις ἐν τῷδε, κακῶν ἔσχατον. οὐ γὰρ ὥσπερ ἐπὶ τῆς φλεβὸς τῆς διῃρημένης ἐπιθεὶς τὸν δάκτυλον εὐθὺς ἔπαυσας, τὸ ῥέον εἰς τὴν γαστέρα παύειν. ἀλλὅμως οὐδεὶς ἰατρῶν ἀφίσταται δόσεως φαρμάκων, εὐλαβείᾳ τῶν ἐπιγιγνομένων συμπτωμάτων, ἀλλὡς σφαλεὶς νῦν οὕτω μηκέτι χρῆσθαι προνοεῖται. τί λέγω καθαρτικὰ καὶ φαρμάκων ἰσχυρῶν μνημονεύων διατρίβω, σιτίου παντὸς διαμαρτία τοῦ μέτρου μέγιστα βλάπτει; θεάσασθαι δέ ἐστιν ἐναργῶς τῆς βλάβης τὸ μέγεθος ἐν τοῖς ὑπερίνοις μὲν καὶ ἀσθενέσι, ταχείας δὲ ἀναθρέψεως δεομένοις. ἐν οἷς τὸ μὲν ἔλαττον ἐνδεῶς τρέφον μαραίνει τὴν δύναμιν, τὸ δὑπερβάλλον, ἄχθος ὂν τῇ φύσει μᾶλλον τροφὴ, τελέως ἀπέπνιξέ τε κατέσβεσεν. ἆροὖν ἀποστήσει καὶ τοῦ σιτίου διδόναι, διότι τὸ μέτρον δύσληπτον; οὕτω μέν γε καὶ τοῦ ἰατρεύειν ἀποστήσῃ παντάπασιν. ὡς οὐδὲν γὰρ εὕροις τῶν κατἰατρικὴν μὴ σὺν μέτρῳ τινὶ τὴν χρείαν παρέχει. φλεβοτομίας δὲ καὶ μόνης οὐδὲ τοῦτἔχεις μέμψασθαι. ἄμφω τοῦ μέτρου αἱ διαμαρτίαι μεγάλα βλάπτουσιν· αἱ μὲν γὰρ ὑπερβολαὶ βλαβερώταται, τίς δοὐ φησίν; ἀλλοὐκ ἀναγκαῖον ὑπερβάλλειν ἐν τοὐλάττονα κίνδυνον. ἔστω γὰρ, εἰ τύχοι, τριῶν κοτυλῶν σύμμετρος ἀφαίρεσις, εἰ μὲν δ΄ ἀφέλοις, ἔβλαψε μέγιστα· δύο δεἰ ἐκκενώσαις, ὠφέλησε μὲν ἱκανῶς, ἔβλαψε δ΄ οὐδέν. ἔνεστι μὲν γάρ σοι τὴν μίαν κλυστῆρσιν ἀσιτίαις τρίψεσιν ἱδρῶσιν ἐκκενῶσαι. πρὸς τὸ μηδεἰ αὖθις αἵματος ἀφελεῖν ἐθέλοις κεκωλύσθαι. ἀλλὰ τί πολλὰ λέγω φιλοτιμούμενος ἀντιπαρεξάγειν ἀνθρώποις ἀμαθέσιν, οἳ πρὸς τὸ μηδὲν ἐχόμενον λόγου φλυαρεῖν οὐδὲ τὰ πρὸς αὐτῶν ἐπαινούμενα γινώσκουσι. θαυμάζουσι μὲν γὰρ τοὺς Ἐρασιστράτου λόγους καὶ τοὔνομα ἐπἐκείνου ἀπἐκείνου τίθενται, προσαγορεύοντες Ἐρασιστρατείους, οὕτω δὲ αὐτῶν ἀμαθεῖς εἰσὶν ὥστε πάντα μᾶλλον τὴν ἐκείνου γνώμην ἐξηγοῦνται. περὶ γοῦν φλεβοτομίας οὕτω μακρὰ καὶ ἀλλόκοτα ληροῦσιν, ὡς ἄν τινα μὴ τὴν ἀμάθειαν αὐτῶν μόνον, ἀλλἤδη καὶ τὴν ἀναισχυντίαν θαυμάσαι. σαφῶς γὰρ αὐτοῦ λέγοντος Ἐρασιστράτου ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ἐν καὶ μόνῳ φλεβοτομίας ἐμνημόνευσε, ὅτι Χρύσιππος ὑπὲρ τοῦ διαρκέσαι τὸν κάμνοντα ταῖς ἀσιτίαις ἀναγκαίως παραληφθησόμενον διὰ τὰς φλεγμονὰς οὐκ ἀφῄρει τοῦ αἵματος, αὐτοὶ πάντα μᾶλλον ταῦτα λέγουσιν. εἶτοὖν ἐμὲ βούλει προσέχειν ἀνθρώποις Ἐρασιστράτου φλυαροῦσιν, αὐτὰς ἔχοντα Ἐρασιστράτου φωνάς; οὐδενὶ τὸν τρόπον ἡγοῦμαι προσήκειν. ἀκούσωμεν οὖν αὐτοῦ τῶν φωνῶν. πολὺ, φησὶ, βέλτιον Χρύσιππος ἐποίει, οὐ μόνον τὸ παρὸν ἐπιβλέπων, ἀλλὰ καὶ τοῦ ἐπιφερομένου κινδύνου φροντίζων. ἐχόμενος γὰρ τοῦ περὶ τὴν ἀναγωγὴν κατὰ φλεγμονὴν κίνδυνος, ἐν προσφέρειν μὲν οὐ ῥᾴδιον, φλεβοτομηθέντι δὲ καὶ πολὺν χρόνον ἀσιτήσαντι κίνδυνος ἐκλυθῆναι. σαφῶς γὰρ ἐνταῦθα τὸν κατἔνδειαν κίνδυνον εὐλαβεῖσθαί φησιν αὐτὸν, ὃν ἐξ ἀνάγκης ἀκολουθήσειν οἴεται πλείονι χρόνῳ, διὰ τὴν φλεγμονὴν λιμαγχονουμένου τἀνθρώπον.
§8–9
§8 Καὶ οὐ δέομαι πάλιν ἐνταῦθα ληρούντων Ἐρασιστρατείων διὰ τί προσφέρειν τροφὰς τοῖς φλεγμαίνουσιν ἀνθρώποις εἶπεν, ἀλλαὐτὸν Ἐρασίστρατον ἐξηγούμενον ἑαυτὸν ἔχω διὧν ἔμπροσθεν ἐμνημόνευσα ῥήσεων. ἐκ μὲν τοῦ τρίτου περὶ πυρετῶν ὑπὲρ τῶν ἐπὶ πλήθει γινομένων φλεγμονῶν· ἐκ δὲ τοῦ πρώτου περὶ τραύματος. ἐν ἀμφοτέροις γὰρ βιβλίοις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις ὑπὸ τῶν ἀσιτιῶν κενουμένας τὰς φλέβας ἐπιτηδειοτέρας ἔσεσθαι φησὶ πρὸς τὸ πάλιν εἰς αὐτὰς δέξασθαι τὸ παρεγχυθὲν αἷμα. τί γὰρ φησίν; ἀκόλουθον δὲ τούτοις καὶ τὸ μηδὲν προσφέρειν τοῖς τετραυματισμένοις ὑπὸ τοὺς τῆς φλεγμονῆς καιρούς. κενούμεναι γὰρ αἱ φλέβες τῆς τροφῆς ῥᾷον παραδέχονται τὸ  παρεμπεπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. ὡς κενωτικὸν οὖν βοήθημα ἀσιτία φλεγμονὰς λύεται. οὐ γὰρ διἄλλο τι φησὶν αὐτὴν ἐπὶ τῶν φλεγμαινόντων παραλαμβάνειν ὅτι κενούμεναι αἱ φλέβες ῥᾷον παραδέξονται τὸ παρεμπεμπτωκὸς αἷμα εἰς τὰς ἀρτηρίας. εἶτα, πρὸς θεῶν, κενῶσαί τις τὰς φλέβας βουλόμενος, ἐνὸν ἀλύπως καὶ ταχέως τοῦτο ποιῆσαι, μακρὰ κάμνει. οὐκ οἶδα πῶς ἄν τις μᾶλλον ἑαυτῷ περιπίπτων εὑρεθείη. οὐ φλεβοτομῶ, φησὶν, ἵν κάμνων ἐξαρκέσῃ τὰς διὰ τὰς φλεγμονὰς ἀσιτίας. τίνος δὲ χάριν τὰ φλεγμαίνοντα λιμαγχονεῖς; ἵνα κενώσω, φησὶ, τὰς φλέβας. τί οὖν οὐκ ἀπἀρχῆς ἐκένους; ἐγὼ μὲν οὖν ἐλεῶ τῶν ἁμαρτημάτων τὸν ἄνδρα. πρὸς γὰρ οἷς ἐναντίοις ἐστὶν, οὐ τοῖς φαινομένοις μόνον κατὰ τὴν τέχνην ἔργοις, ἀλλὰ καὶ τοῖς ἑαυτοῦ λόγοις, ἔτι καὶ τοῦτο ἀγνοῶν εὑρίσκεται, τίνος ἕνεκεν ἀσιτίαι παραλαμβάνονται, καίτοι τὴν χρείαν αὐτῶν ἱκανῶς τε ἅμα καὶ σαφῶς Πραξαγόρας ἔφθανεν γεγραφέναι, πρὸς τὸ μηδὲ Ἱπποκράτην παραλιπεῖν, μηδὲ Διοκλέα, οὐδὲ οὕτω χρηστὸς ὥσθὑπὲρ τοῦ κενῶσαι τὰς φλέβας οἴεται τὰς ἀσιτίας παραλαμβάνεσθαι καὶ ταύτῃ μόνον βοηθεῖν. εἶτα, πρὸς Διὸς, κενωτικοῦ δεόμενος βοηθήματος ἐπὶ τὸ πάντων ἀσθενέστατον ἀφῖξαι, παρελθὼν τὰ δραστικὰ καὶ ταχέως ἄγειν ἐφ βούλει δυνάμενα. ἀλλἔστω, συγχωρείσθω σοι καὶ τοῦτο τὰς ἐπὶ τραύμασι φλεγμονὰς οὕτω θεραπεύειν ὡς τὰς ἐπὶ πλήθει, τί ποιήσομεν αὐτὸ τὸ πλῆθος ἐν ταῖς φλεψὶν ἔτι μένον καὶ διατεῖνον αὐτὰς, εἰς δὲ τὰς ἀρτηρίας οὕτω παρὸν ὅπως ἰατέον; ἐγὼ μὲν γὰρ ᾤμην ἐπὶ τῶν τοιούτων ἁπάντων ἑτοιμοτάτην εἶναι τὴν διὰ φλεβὸς κένωσιν. ἐπὶ θώρακα φερέσθω τὸ πλῆθος, κινδυνευέτω τι τῶν ἐν τούτῳ ῥαγῆναι ἀγγείων, οὐδοὕτως φλεβοτομήσομεν, ἀλλἐρίοις δηλαδὴ διαδήσομεν τὰ κῶλα; καὶ τοῦθἱκανόν. εἰ τῷ πρὸς θεῶν ἀντισπαστικῷ βοηθήματι χρώμενοι οὐκ ἴστε ὅτι πολὺ τούτου δραστικώτερον ἀντισπάσεως φλεβοτομία. πολλῶν γοῦν ἀνεπισχέτως αἱμοῤῥαγούντων τεμόντες φλέβα τὴν αἱμοῤῥαγίαν ἐστήσαμεν. Ἐρασίστρατον δοἶμαι καὶ τοῦτἀγνοεῖν. οὐδὲ γὰρ τὸ τυχόν ἐστιν εἰδέναι ποίας ἐπὶ ποίοις μέρεσιν αἱμοῤῥαγοῦσι τμητέον φλέβας. ὅταν οὖν αὕτη τὰ μέγιστα δρᾷ ὧν νῦν δεόμεθα, παρῆκε τὸ κενοῦν καὶ τὸ ἀντισπᾷν. τί μέλλεις ἔτι καὶ τρίβεις τὸν χρόνον καὶ τὸν ἄνθρωπον ἐπιτρίβεις, ἐνὸν κερδῆσαι καὶ τὴν ῥῆξιν αὐτὴν τῶν ἀγγείων καὶ τὴν ἐπὶ ταύτῃ φλεγμονὴν καὶ τὰς ὑπὲρ τοῦ τὴν φλεγμονὴν ἰάσασθαι παραλαμβανομένας λιμαγχονίας; εἰ γὰρ τὸ πλῆθος ἐργάζεται τὴν ῥῆξιν, ἐκκενώσας τὸ ἐργαζόμενον κωλύσεις τὸ ἐσόμενον· εἰ δὲ τοῦτο, καὶ τὴν ἐπὶ τῇ ῥήξει φλεγμονήν· εἰ δὲ τοῦτο, οὐδὲ τῶν ἀσιτιῶν ἔτι χρεία. σὺ δέ μοι δοκεῖς ὥσπερ ἐπιθυμῶν ἀσιτίαν συμβουλεύειν αὐτὸς ἐργάζεσθαι πάθη χρῄζοντα λιμαγχονίας. τί δεινὸν ἦν τὸ λυπῆσον κενώσαντα μηδὲ ἔχειν πρᾶγμα;
§9 Καίτοι μάτην πολλὰ κάμνω παρὸν ὑπομνῆσαί σε τὸν λόγον. εἰ γὰρ οὐκ αὐτὸς ἡμᾶς ἐδίδαξας ἐν τῷ προτέρῳ τῶν ὑγιεινῶν, ἔνθα γένεσιν τοῦ κατὰ τὰς φλέβας πλήθους προειπὼν ἐφεξῆς γράφεις ἰάματα, σκοπὸν μὲν αὐτῶν ἁπάντων κένωσιν θέμενος, ἄλλην δἄλλῳ συμφέρειν φάσκων· πλὴν ἀλλά γε κενοῦντα τὴν πληθώραν, οὕτως γὰρ ἀξιοῖς καλεῖν τὸ ἐν ταῖς φλεψὶ τροφῆς πλῆθος καὶ γυμνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν διαίταν εἶναι κελεύεις. οὐ ταυτὸν δὲ πᾶσι συμφέρειν φῂς βοήθημα κενωτικὸν, ὅτι μήτε πάντες εἰθισμένοι χρῆσθαι πᾶσιν, ἀλλοἱ μὲν λουτροῖς μᾶλλον, οἱ δὲ γυμνασίοις, οἱ δὲ τοῖς μετὰ δεῖπνον ἐμέτοις, καὶ ὅτι μὴ τοῖς αὐτοῖς ἅπαντες εὐάλωτοι νοσήμασιν, ἀλλ μέν τις ἐπιληψίαις, δαἵματος πτύσεσι, δὲ τοῖς καθἧπαρ σπλῆνα πάθεσιν. οὐκ οὖν οὔτε τὸν ἐπίληπτον ἐπιχειρήσομεν βαλανείοις κενοῦν, ὡς σὺ φῂς, ὀρθῶς τοῦτο κελεύων, οὔθ τι φόβος ἀγγεῖον ἐν θώρακι ῥαγῆναι γυμνάσομεν. κίνδυνος γὰρ δηλαδὴ ταῖς τῶν γυμνασίων συντονίαις, εἰ καὶ μὴ πλῆθος ἦν, ἀλλὡς διὰ ἀσθένειαν κατὰ θώρακα ῥαγῆναι γυμνασομένῳ. ὅπως οὖν αὐτὸν ἰασόμεθα δίδαξον ἡμᾶς. ὅτι μὲν γὰρ κενωτέον ἐστὶν ὁμολογεῖς καὶ σύ. κενωτικὰ δεἴχομεν βοηθήματα γυμνάσια καὶ λουτρὰ πλείω καὶ λεπτὴν δίαιταν. ἀλλὰ γυμνασίοις μὲν οὐδαὐτὸς ἀξιοῖς χρῆσθαι. περὶ δὲ λουτρῶν σὺ μὲν ὅλως οὐδὲν εἶπας, οὔτεἰ χρηστέον οὔτεἰ μὴ χρηστέον ἐπὶ τῶν οὕτως ἐχόντων. ἐγὼ δἐρῶ τὸ φαινόμενον αὐτὸ καὶ τῇ πείρᾳ κεκριμένον, εἰ δέ τι χρὴ καὶ περὶ σοῦ μαντεύσασθαι, καὶ σοὶ τάχα ἂν δόξαν. σὺ γοῦν αὐτὸς ἐν τῷ περὶ αἵματος ἀναγωγῆς συγγράμματι διαδέσμοις τε ἅμα καὶ ἀσιτίαις χρώμενος ὑπὸ τούτων μὲν ἀντισπόσαι τοῦ πλήθους, τοῦ δὲ κενῶσαι βαλανείοις οὐ χρή. λογίζομαι γάρ σε φθέγγοντα τὸ λουτρὸν ἐπὶ τῆς ἐῤῥωγυίας ἤδη φλεβὸς, οὐδἔφης, εἰ ἐπίδοξος ῥῆξις, ἐθελῆσαι ἂν χρήσασθαι. εἰ δὲ καὶ μὴ σὺ οὕτως ἐγίνωσκες, ἀλλἐμοὶ τὸ φαινόμενον ἤρκει. μεγίστη γὰρ αἱμοῤῥαγίαις ἁπάσαις ἐκ βαλανείου βλάβη καὶ αἰτία πρόδηλος, εἴ γε δὴ χεῖται μὲν τὸ αἷμα καὶ εἰς ἀτμοὺς λύεται καὶ πνεύματα τοῦ τε θερμαινομένου, ὥστε καὶ εἰς κίνησιν προτρέπεσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. μαλακὰ δὲ καὶ ἀσθενῆ ταῖς θερμολουσίαις ἀποτελεῖται τὰ σώματα. πῶς δὴ οὖν οὐκ ἂν ῥᾷστα πάθοι αὐτά γε μαλακώτερα γενόμενα καὶ τοῦ ῥηγνύντος αὐτὰ κίνησίν τε ἅμα καὶ ὄγκον προσλαβόντος; οὐκ οὖν οὐδὲ ἐν βαλανείοις ἐπιχειρήσομεν κενοῦν οἷς φόβος διαἵματος πλῆθος  ῥαγῆναι τὰς φλέβας. εἰς λοιπὸν τὸ τρίτον συγκλειόμεθα τῶν κενωτικῶν βοηθημάτων τὴν λεπτὴν δίαιταν. ἄγε δὴ, ἐπειδὴ ταύτην αὐτὸς σὺν τρισὶ τρόποις ἐργάζῃ, λεπτὰ μικρὰ καὶ ἄτροφα σιτία προσφέρων οὐδὅλως προσφέρων ἐμεῖν ἀπὸ δείπνου κελεύων. ἴδωμεν οὖν ὅπως λεπτῶς διαιτήσομεν. ἆρά γε μετὰ δεῖπνον ἐμεῖν κελεύσαντες; ἀλλεἰς τὴν ἐν τοῖς γυμνασίοις συντονίαν εὐλαβηθείημεν, εἴ πού γέ τι κατὰ τοὺς ἐμέτους ἀδεῶς χρησόμεθα. τοῦτο μὲν οὐδἂν ἰδιώτην λάθοι. λοιπὸν οὖν ἀσιτίαν προστάξομεν μικρὰ καὶ ἄτροφα σιτία δώσομεν. ἀλλεἰ καὶ μὴ ἰσχυρῶς τὰ τοιαῦτα, τρέφει γοῦν. ἡμεῖς δοὐ προσθεῖναι νῦν, ἀλλἀφελεῖν βουλόμεθα. λοιπὸν ἄρα τὴν ἐπίπονον καὶ μοχθηρὰν ὄντως ὥσπερ τινὰ ἱερὰν ἀγκύραν εἰς ἅπαντα πάθη διαρκῆ παραληψόμεθα λιμοκτονίαν. εἶτα δηλαδὴ σκώψομεν Ἀπολλώνιον καὶ Δέξιππον ἐπὶ λιμαγχονίᾳ; καίτοι καὶ τοῦταὐτὸς αὐτὸς ἐδίδαξε, βούλομαι μᾶλλον ὑπομνῆσαι. καὶ γὰρ αὐτός μοι δοκεῖς αἰσθάνεσθαι περὶ τῆς ἀσιτίας ὡς οὐ κενωτικοῦ βοηθήματος. ἀποδείξας δὲ πρότερον βούλομαι, τηνικαῦτα δὴ καὶ τῆς παρὰ σοῦ μαρτυρίας μνημονεύσω. ἀσιτία οὐ δήπου τῶν ὄντων τι πραγμάτων ἐστὶν, οὐ μᾶλλον τυφλότης κωφότης, ἀλλὰ πάντα τὰ τοιαῦτα στερήσεις τῶν ὑπαρχόντων εἰσί. αὐτὸ μὲν γὰρ τὸ προσενέγκασθαι σιτία τῶν ὄντων ἐστὶν, ὅθεν αὐτὴν καὶ τοὔργον εὑρήσεις ὑπάρχειν θρέψιν τοῦ σώματος. τὸ μὴ προσενέγκασθαι οὐ ταὐτὸν τῶν ὑπαρχόντων ἐστὶν, οὔτἔργον αὐτοῦ δεῖξαι δυνήσῃ, καθάπερ ἱδρώτων μὲν καὶ φλεβοτομίας καὶ κλυστῆρος κένωσιν, ἐδεσμάτων δὲ θρέψιν. μέση τοίνυν ἀμφοῖν ἐστὶν ἀσιτία τοῦ τε κενοῦν καὶ τοῦ τρέφειν. οὔτε γὰρ τρέφει οὔτε κενοῖ. πῶς οὖν, φησὶν, ἀπέθανον πολλοὶ κατἔνδειαν ἀπορίᾳ σιτίων; οὐ τῇ τῶν σιτίων ἀπορίᾳ, φήσομεν, ἐπεὶ οὕτω γἂν οὐδὲ τὰ φωλεύοντα ζῶα τροφῆς ἀποροῦντα διαρκεῖν ἐδύνατο. διαρκεῖ δέ γε, καὶ τοῦταὐτὸς Ἐρασίστρατος λέγει καὶ τὴν αἰτίαν προσθίτησιν. ἅπαν γὰρ, φησὶ, τὸ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν, ἀλλ πλέον ἧττον, ὡς ἂν καὶ μανότητος ἔχει. τοῦ δἧττόν τε καὶ μᾶλλον γίνεσθαι μανὴν τὴν ἐπιφάνειαν ἄλλαι τέ τινες αἰτίαι καὶ οὐδεμιᾶς ἐλάττους αἱ κατὰ θερμασίαν καὶ ψύξιν καὶ ἡσυχίαν καὶ κίνησιν τροπαὶ τοῦ σώματος. θερμοῦ μὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ ζώου γυμναζομένου πλεῖστον ἀποῤῥεῖν· ἐπὶ δέ γε τοῖς ἐναντίοις κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζώου πυκνοῦσθαι μὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀποῤῥεῖν δὲ μηδὲν παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο μὴ δεῖσθαι τροφῆς τὰ φωλεύοντα. ἅτε γὰρ ψυχρῶν μὲν καὶ ἀργῶν καὶ παχέων τῶν καθὅλον τὸ σῶμα διὰ τὴν ἡσυχίαν γιγνομένων, πυκνουμένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειμερινῷ κρύει, καθἣν ὥραν φωλεύει τὰ ζῶα, μηδὲν ἐκτὸς ἀποῤῥεῖν. οὐκοῦν οὐδὲ τοῦ πληρώσοντος τὸ κενούμενον δεῖσθαι. χρεία δἦν αὐτῇ τροφῆς καὶ διὰ τοῦτἐπαὐτὴν ἔρχεται τὰ ζῶα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώμενα. σαφὲς οὖν ὅτι τῆς μὲν ἐνδείας καθὅλην τὴν ἐπιφάνειαν κένωσις αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούμενον ἀναπληρῶσαι. τῆς οὖν αἰτίας ἀπολλυμένης διἣν ὅλως ἐδεῖτο τὰ ζῶα σιτίων, ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυσθαι, καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι μηδὲ προσθέσεως. σαφῶς οὖν ἐμάθομεν ὡς οὐχ ἀσιτία κενοῦν πέφυκεν, ἀλλ τοῦ δέρματος μανότης. εἰ δὲ τοῦτο πυκνώσαις ἡσυχίᾳ καὶ κρύει, τί τῆς λιμαγχονίας ἔτὄφελος; καὶ μὴν ἀναγκαῖον ἄμφω φυλάξασθαι, καὶ τὰ γυμνάσια καὶ πᾶσαν ἀλέαν, κίνδυνος αἷμα πτύσαι. τὰ μὲν γὰρ τῇ συντονίᾳ ῥηγνύναι πέφυκε τὰς φλέβας· αἱ θερμασίαι δὲ καθὃν λόγον καὶ τὰ λουτρά. μὴ θερμαίνων μὲν ἄρα κενώσεις τὸ σῶμα, θερμαίνων δὲ γυμνασίοις λουτροῖς μέγιστα βλάψεις τὴν πρὸς τὸ ῥήγνυσθαι τῶν φλεβῶν αὐτῶν ἐπιτηδειότητα. τί δὴ λοιπὸν ἔτι συμβουλεύσομεν τοῖς ὧδε κάμνουσιν; αἱ μὲν γὰρ ἀσιτίαι χωρὶς τοῦ γυμνάζεσθαι τὸν ἄνθρωπον ἄλλως ὁπωσοῦν θερμαίνεσθαι κενοῦν οὐ δύνανται. φλεβοτομίαν δὲ, ὡς ἐοίκαμεν, ἐσχάτως φεύγομεν, ὥσπερ, οἶμαι, καὶ τὰς ἰσχυρὰς καθάρσεις. θαυμαστή γε εὐπορία τῶν κενωτικῶν βοηθημάτων εἰς ἀσιτίαν κατακλεισθέντων. εἰ μὲν μόνῃ χρησόμεθα, πλεῖον οὐδὲν ἕξομεν, οὐ γὰρ κενοῖ μόνη. σὺν κενοῦν πέφυκε, μείζονας ταῦτα τὰς ἄλλας βλάβας τῆς ἐκ τοῦ κενοῦν ὠφελείας ἔχει.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up