Galen De rebus boni malique suci
EN Lat Orig
De rebus boni malique suci
§1–3
§1 Οἱ συνεχῶς ἐτῶν οὐκ ὀλίγων ἐφεξῆς γενόμενοι λιμοὶ κατὰ πολλὰ τῶν Ῥωμαίοις ὑπακουόντων ἐθνῶν ἐναργῶς ἐπεδείξαντο τοῖς γε μὴ παντάπασιν ἀνοήτοις, ἡλίκην ἔχει κακοχυμία δύναμιν εἰς νόσων γένεσιν. οἱ μὲν γὰρ τὰς πόλεις οἰκοῦντες, ὥσπερ ἦν ἔθος αὐτοῖς παρασκευάζεσθαι κατὰ τὸ θέρος εὐθέως σῖτον αὐτάρκη πρὸς ὅλον τὸν ἐφεξῆς ἐνιαυτὸν, ἐκ τῶν ἀγρῶν πάντα τὸν πυρὸν αἴροντες ἅμα ταῖς κριθαῖς τε καὶ τοῖς κυάμοις καὶ φακοῖς, ἀπέλιπον τοῖς ἀγροίκοις τοὺς ἄλλους Δημητρίους καρποὺς, οὕς ὀνομάζουσιν ὄσπριά τε καὶ χέδροπα, μετὰ τοῦ καὶ τούτων αὐτῶν οὐκ ὀλίγα κομίζειν εἰς ἄστυ. τὰ γοῦν ὑπολειφθέντα διὰ τοῦ χειμῶνος ἐκδαπανῶντες οἱ κατὰ τὴν χώραν ἄνθρωποι τροφαῖς κακοχύμοις ἠναγκάζοντο χρῆσθαι διὅλου τοῦ ἦρος, ἐσθίοντες ἀκρέμονάς τε καὶ βλάστας δένδρων καὶ θάμνων, καὶ βολβοὺς, καὶ ῥίζας κακοχύμων φυτῶν, ἐμφορούμενοι δὲ καὶ τῶν ἀγρίων ὀνομαζομένων λαχάνων, ὅτου τις ἔτυχεν εὐπορήσας, ἀφειδῶς ἄχρι κόρου, καθάπερ καὶ πόας χλωρὰς ὅλας ἕψοντες ἤσθιον, ὧν πρότερον οὐδἄχρι πείρας ἐγεύσαντο πώποτε. παρῆν οὖν ὁρᾷν ἐνίους μὲν αὐτῶν ἐν τοῖς ἐσχάτοις τοῦ ἦρος, ἅπαντας δὀλίγου δεῖν ἐν ἀρχῇ τοῦ θέρους ἁλισκομένους ἕλκεσι παμπόλλοις κατὰ τὸ δέρμα συνισταμένοις, οὐ τὴν αὐτὴν ἰδέαν ἅπασιν ἴσχουσι· τὰ μὲν γὰρ αὐτῶν ἦν ἐρυσιπελατώδη, τὰ δὲ φλεγμονώδη, τὰ δἑρπυστικὰ, τὰ δὲ λειχηνώδη, καὶ ψωρώδη, καὶ λεπρώδη. τούτων μὲν ὅσα πρᾳότατα, διὰ τοῦ δέρματος ἐξανθήσαντα τὴν κακοχυμίαν ἐκ τῶν σπλάγχνων τε καὶ τοῦ βάθους ἐκένωσεν· ἐνίοις δέ τισιν ἀνθρακώδη τε καὶ φαγεδαινικὰ γενόμενα μετὰ τῶν πυρετῶν, ἀπέκτεινε πολλοὺς ἐν χρόνῳ μακρῷ μόγις ὀλιγίστων σωθέντων. ἄνευ δὲ τῶν κατὰ τὸ δέρμα παθημάτων πυρετοὶ πάμπολλοι ἐγένοντο, διαχωρήσεις γαστρὸς ἐπιφέροντες δυσώδεις καὶ δακνώδεις, εἰς τεινεσμοὺς καὶ δυσεντερίας τελευτώσας, οὖρά τε δριμέα, καὶ αὐτὰ δυσώδη, τὴν κύστιν ἐνίων ἑλκώσαντα. τινὲς δαὐτῶν ἐκρίθησαν ἱδρῶσι, καὶ τούτοις δυσώδεσιν, ἀποστήμασι σηπεδονώδεσιν. οἷς δοὐδὲν τούτων ἐγένετο, πάντες ἀπέθανον μετὰ φανερᾶς φλεγμονῆς ἑνός γέ τινος τῶν σπλάγχνων, διὰ τὸ μέγεθός τε καὶ τὴν κακοήθειαν τῶν πυρετῶν. ὀλιγίστων δὲ φλέβα τεμεῖν ἐν ἀρχῇ τῆς νόσου τολμησάντων ἐνίων ἰατρῶν, (ἐδεδίεσαν γὰρ εἰκότως χρῆσθαι τῷ βοηθήματι διὰ τὸ προκαταλελῦσθαι τὴν δύναμιν,) οὐδενὸς εἶδον αἷμα χρηστὸν ἐκκριθὲν, ὁποῖον ἐκ τῶν ὑγιεινῶν σωμάτων ὁρᾶται κενούμενον, ἀλλἤτοι πυῤῥότερον, μελάντερον, ὀῤῥωδέστερον, δριμὺ καὶ δάκνον αὐτὴν τὴν διαιρεθεῖσαν φλέβα κατὰ τὴν ἐκροὴν, ὡς δυσεπούλωτον γενέσθαι τὸ ἕλκος. ἐνίοις δὲ καὶ συμπτώματα μετὰ τῶν πυρετῶν, καὶ μάλιστα τοῖς ἀποθανοῦσιν, ἐγένοντο βλάβην τῆς διανοίας ἐπιφέροντα σὺν ἀγρυπνίαις καὶ καταφοραῖς. οὐδὲν δὲ θαυμαστὸν, ἐναντίοις ἁλῶναι νοσήμασί τε καὶ συμπτώμασι τοὺς τότε νοσήσαντας, αὐτούς τε διαφέροντας ἀλλήλοις οὐ ταῖς φύσεσι μόνον ταῖς ἡλικίαις, ἀλλὰ καὶ ταῖς ἔμπροσθεν διαίταις, ἐναντίαν τε δύναμιν ἐχούσας ἐδηδοκότας ἐν τῷ λιμῷ τροφάς. ἤσθιον μὲν γὰρ ἅπαντες ὧν ηὐπόρουν· ἀνομοίου δὲ τῆς εὐπορίας οὔσης, ἔνιοι μὲν ὀξεῖς, δριμεῖς, ἁλυκοὺς, πικροὺς ἔχοντα χυμοὺς ἐδέσματα προσηνέγκαντο, τινὲς δαὐστηροὺς, στρυφνοὺς, ψύχοντας σαφῶς, ὑγροὺς ἱκανῶς, γλίσχρους, φαρμακώδεις. οἶδα γοῦν ἐνίους μὲν αὐτίκα διὰ μυκήτων ἐδωδὴν ἀποθανόντας, ἐνίους δὲ διὰ κωνείων, ναρθήκων, οὐκ ὀλίγους δἐξ αὐτῶν μόλις διασωθέντας. ἅπασι μὲν οὖν τοῖς ἄλλοις ἀνθρώποις ἐναργῶς ἐφαίνετο τῷ λογισμῷ σκοπουμένοις, ὥσπερ ἐκτὸς πολυειδεῖς μὲν ἑλκώσεις ἐγένοντο, ποικίλα δὲ ὄγκων εἴδη φλεγμονωδῶν τε καὶ οἰδηματωδῶν, ἐρυσιπελατωδῶν τε καὶ σκιῤῥωδῶν, οὕτω καὶ κατά τινα τῶν ἐν βάθει μορίων, ὅσα κυριώτερα, τοσαύτας διαθέσεις ἐγχωρεῖν γεγονέναι. μόνοις δὲ τοῖς ἀποστᾶσι τῆς κατὰ τοὺς χυμοὺς Ἱπποκράτους διδασκαλίας λογισμὸς ἐπεπήρωτο, πάντα μᾶλλον τοὺς χυμοὺς αἰτιᾶσθαι τολμῶσιν. ἔνιοι δαὐτῶν ὡμολόγησάν μοι λαθραίως, ὁρᾷν μὲν ἐναργῶς τὴν πρὸς Ἱπποκράτην φιλονεικίαν τῶν οὐδὲν οὐδεἰς νόσον ἡγουμένων ἀγαθὸν κακὸν ἐκ χυμῶν γίνεσθαι, μεταστῆναι δαἰδεῖσθαι πρὸς Ἱπποκράτην μετὰ πεντήκοντα τῆς ἡλικίας ἔτη· δόξειν μὲν γὰρ οὕτως ἔφασαν οὐ τοὺς μαθητὰς μόνους, ἀλλὰ καὶ τοὺς χρωμένους ἡμῖν ἐν ἅπαντι τῷ πρόσθεν χρόνῳ βεβλαφέναι. καὶ μέντοι καὶ τιμᾶσθαι μὲν ἔλεγον ἤδη πρὸς πολλῶν ἀνθρώπων, ὡς ἐπἀληθέσιν οἶς ἐπρέσβευον δόγμασιν· ἐὰν δὲ καὶ ταῦθὁμολογήσωσιν εἶναι μοχθηρὰ, καὶ τῶν ἄλλων ἀμαθέστεροι φανεῖσθαι, καὶ μηδένα τῶν ἔμπροσθεν αὐτοῖς χρωμένων αὖθις ἔτι χρήσεσθαι. τούτοις μὲν οὖν πολλὴν συγγνώμην νέμειν εὔλογον ἡμᾶς, οὐ  τὴν προαίρεσιν μεμφομένους, ἀλλὰ τῇ δυστυχίᾳ συναλγοῦντας αὐτοῖς, οἳ πρὸ τοῦ κρῖναι δύνασθαι τὰ διδασκόμενα περιέπεσον οὐκ ἀγαθοῖς διδασκάλοις. ἄξιοι δὲ μίσους εἰσὶν οἱ πρῶτοι διὰ φιλοτιμίαν αἱρέσεις δογμάτων συστησάμενοι· φαίνονται γὰρ ἑκόντες ἐξαπατᾷν ἐπιχειρῆσαι τοὺς πέλας, οὐκ ἄκοντες σφαλῆναι, μηδενὸς ἀνθρώπου εἰς τοσαύτην ἄνοιαν ἥκοντος, ὡς ἀγνοῆσαι, πηλίκον ἐστὶ κακὸν ἐκτραπῆναι τοὺς ἐν τῷ σώματι χυμοὺς εἰς φαρμακώδεις ποιότητας. αὐτοὶ γοῦν οὗτοι, πρὸς οὓς λόγος ἐστὶ, δύσκολον καὶ τελέως ἀδύνατον εἶναί φασι διακρῖναι τοὺς ἐκ φαρμάκων ὀλεθρίων προσφορᾶς ἀπολλυμένους τῶν ἐξ αὐτοῦ τοῦ σώματος τῆς νοσώδους διαθέσεως. οὐ μὴν οὔθ’, ὅτι τοὺς τῶν ἰοβόλων ὀνομαζομένων θηρίων χυμοὺς, οὓς ἐνιᾶσι διὰ τοῦ δήγματος, ἐνίους μὲν νεκροῦντας ἐν τάχει τὸ δηχθὲν μόριον, ἐνίους δὲ καὶ σήποντας, φλεγμονὰς ὀδύνας μεγίστας ἐπιφέροντας ἐναργῶς ὁρῶμεν, ἔνεστιν ἀρνήσασθαι οὐδενὶ, καθάπερ οὐδὅτι σκορπίῳ τις ἐπιπτύσας δὶς τρὶς νήστης εὐθέως ἀναιρεῖ τὸ ζῶον. ὥσπερ γὰρ οἰκεῖαι φύσεις φύσεσίν εἰσιν, οὕτως ἕτεραι πολέμιαί τε ἑτέραις καὶ φθαρτικαί. τρέφεσθαι μὲν οὖν ἡμῖν ὑπὸ τῶν οἰκείων, ἀπόλλυσθαι δὲ ὑπὸ τῶν ἐναντίων συμβαίνει. καὶ λέλεκται περὶ τούτων ἐπὶ πλεῖστον ἔν τε τοῖς περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι, καὶ τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων· εἰς δὲ τὸν ἐνεστῶτα λόγον ἱκανὴ καὶ τῶν ἐν τοῖς λιμοῖς ὀφθέντων διήγησις. εἰ δέ μοι πιστεύειν ἐθέλοις, οὐδεμίαν μὲν αἰτίαν ἔχοντι ψεύδεσθαι, δυσχεραίνοντι δὲ ἐπὶ τῷ πολλοὺς ἐν βιβλίοις ἄνδρας ἐψεῦσθαι μεγάλως, διηγήσομαί σοι τὰ διὰ μακρᾶς πείρας ἐν ὅλῳ μου τῷ βίῳ γνωσθέντα μετὰ τοῦ καὶ τοὺς θεοὺς ἐπικαλέσασθαι μάρτυρας. ἐμοὶ γὰρ πατὴρ ἐγένετο, γεωμετρίας μὲν καὶ ἀρχιτεκτονίας καὶ λογιστικῆς ἀριθμητικῆς τε καὶ ἀστρονομίας εἰς ἄκρον ἥκων, ὑπὸ πάντων δὲ τῶν γνόντων αὐτὸν ἐπὶ δικαιοσύνῃ καὶ χρηστότητι καὶ σωφροσύνῃ θαυμασθεὶς, ὡς οὐδεὶς τῶν φιλοσόφων. οὗτος οὖν παῖδα μὲν ὄντα με διαιτῶν αὐτὸς ἄνοσον ἐφύλαξεν. ἐπεὶ δὲ μειράκιον ἐγενόμην, τε πατὴρ ὑπεχώρησεν εἰς ἀγρὸν, ὢν φιλογέωργος, εἰχόμην μὲν ὧν ἐμάνθανον ὑπὲρ ἅπαντας τοὺς συμφοιτῶντας, οὐ διἡμέρας μόνον, ἀλλὰ καὶ νύκτωρ· ἐμπλησθεὶς δὲ μετὰ τῶν ἡλικιωτῶν ἐν παντὶ τῷ χρόνῳ τῆς ὀπώρας ἁπάντων τῶν ὡραίων, ἐνόσησα τοῦ φθινοπώρου νόσον ὀξεῖαν, ὡς φλεβοτομίας δεηθῆναι. παραγενόμενος οὖν εἰς τὴν πόλιν πατὴρ ἐπετίμησέ τέ μοι καὶ τῆς ἔμπροσθεν διαίτης ἀνέμνησεν, ἣν ὑπαὐτῷ διῃτώμην, ἐκέλευσέ τε τὸ λοιπὸν φυλάττειν αὐτὴν, ἀποστάντα τῆς τῶν ἡλικιωτῶν ἀκρασίας. καὶ μέντοι καὶ κατὰ τὸν ἑξῆς ἐνιαυτὸν ἔργον ἐποιήσατο παραφυλάξαι μου τὴν δίαιταν, ὡς μετρίως ἅψασθαι τῶν ὡραίων· ἦγον δὲ τηνικαῦτα τῆς ἡλικίας ἔτη ιθ΄. ἄνοσος οὖν ἐν αὐτῷ μείνας, εἶτἐν τῷ μεταὐτὸν ἐνιαυτῷ τοῦ πατρὸς ἀποθανόντος, ἅμα τοῖς ἡλικιώταις διαιτηθεὶς ἐπὶ δαψιλέσι τοῖς κατὰ τὴν ὀπώραν, ἐνόσησα νόσον παραπλησίαν τῇ πρόσθεν, ὡς καὶ τότε φλεβοτομίας δεηθῆναι. τοὐντεῦθεν ποτὲ μὲν ἐφεξῆς καθἕκαστον ἐνιαυτὸν, ἐνίοτε δὲ διαλιπὼν ἓν ἔτος, ἐνόσουν μέχρι τῶν ὀκτὼ καὶ εἴκοσιν ἐτῶν. ἐν τούτῳ δὲ κινδυνεύσας ἀπόστημα σχεῖν, καθ μέρος συνάπτει τὸ ἧπαρ τῷ διαφράγματι, τῶν ὡραίων ἁπάντων ἀπέχεσθαι ἐμαυτὸν ὥρισα πλὴν τῶν πεπείρων ἀκριβῶς σύκων τε καὶ σταφυλῶν, οὐδὲ τούτων ἀμέτρως, ὡς ἔμπροσθεν, ἀλλὰ συμμέτρως προσφερόμενος. ἔσχον δὲ καὶ ἄλλον τινὰ τῶν ἐμαυτοῦ πρεσβύτερον ἔτεσι δυοῖν, τὴν αὐτὴν γνώμην ἔχοντα ἐμοί. φροντίζοντες οὖν τῶν γυμνασίων καὶ τοῦ μηδέποτἀπεπτῆσαι ἄνοσοι διεμείναμεν ἄχρι δεῦρο πολλῶν ἐτῶν· καὶ τῶν ἄλλων δὲ φίλων ὅσους ἔπεισα γυμνάζεσθαί τε καὶ τεταγμένως διαιτᾶσθαι, τέως πάντας ὁρῶ διαπαντὸς ὑγιαίνοντας, ἐνίους μὲν ἐξ ἐτῶν πέντε καὶ εἴκοσι, τοὺς δἐξ ἐλαττόνων μὲν, ἤδη δἱκανῶν, ὡς ἕκαστοι πεισθέντες ἔτυχον ἀπέχεσθαί τε τῶν ὡραίων καὶ τῶν ἄλλων κακοχύμων ἐδεσμάτων, πρόκειται διελθεῖν ἐν τῷδε τῷ γράμματι.
§2 Τοῖς μὲν οὖν δυναμένοις γυμνάζεσθαι πρὸ τῶν σιτίων οὐδὲ τῆς ἀκριβοῦς πάνυ διαίτης ἐδέησε· τοῖς δὲ διὰ περιστάσεις πραγμάτων κωλυομένοις οὐ μόνον ἀβλαβεστέρας διαίτης, ἀλλὰ καὶ φαρμάκων ὑγιεινῶν ἐστι χρεία. πολλοὶ μέντοι τῶν ἀνθρώπων ἐν τοιαύτῃ καταστάσει διατρίβουσιν, ὥστε μὴ δυνατὸν αὐτοῖς εἶναι, μήτε γυμνάζεσθαι καλῶς πρὸ τῶν σιτίων, μήτἐσθίειν ἱκανῶς ἐν καιρῷ, μήτε πέττειν καλῶς τὰς τροφάς. τοὺς μὲν δὴ τοιούτους ἀδύνατον ἀνόσους διαμένειν ἄνευ τοῦ προνοεῖσθαι τῆς γαστρὸς ὑπαγωγῆς ἐκ διαλειμμάτων, ἐνίοτε δὲ καὶ καθάρσεως ἰσχυροτέρας, ὡραίας τε κενώσεως αἵματος, ὑγιεινῶν τέ τινων φαρμάκων, ἐν τοῖς προσήκουσι καιροῖς πινομένων. ὅσοι δὲ βίον ἡσύχιον εἵλοντο, μήτε πρὸ ἡμέρας ἀνάγκην ἔχοντες ἐπὶ τὰς τῶν πολὺ δυναμένων ἐπιέναι θύρας, μήτε πολλάκις ἱδροῦντες ἐν ἀναγκαίαις πράξεσι καταψύχεσθαι, μήτε λουομένοις τισὶ παρεστάναι, μήτεἰς οἶκον ἐπανερχομένους αὐτοὺς παραπέμπειν, εἶτα μετὰ πολλῆς σπουδῆς αὐτοὶ λουσάμενοι πρὸς τὸ δεῖπνον ἐπείγεσθαι, τούτοις πρώτοις ὑποθήσομεν δίαιταν, ἐξ ἧς ἂν μάλιστα χρηστότατον ἔχωσιν αἷμα· μετὰ δὲ τούτους πειράσομαί τινας ὑποθήκας δοῦναι καὶ τοῖς ἐν ἀσχολίᾳ ζῶσι.  δεήσεται δ λόγος ἀναμνῆσαι τῶν γεγραμμένων ἐν τοῖς τρισὶν ὑπομνήμασιν, ἐν οἷς λόγος μοι γέγονε περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. εὔχυμα τοίνυν ἐδέσματα τῶν μὲν σιτηρῶν ἄρτοι τεἰσὶν οἱ καθαροὶ, κατειργασμένοι καλῶς ὀπτήσει τε τῇ διὰ κλιβάνου καὶ τῇ πρὸ αὐτοῦ φυράσει καὶ ζύμῃ συμμέτρῳ καὶ ἁλῶν μίξει, πρὸς τούτοις δὲ δεύτεροι κατἀρετὴν οἱ ἰπνῖται. καὶ χόνδρος δὲ τῶν εὐχυμοτάτων ἐστὶν, ὥσπερ καὶ τὸ χοίρειον κρέας, ἐὰν ἀκριβῶς τε γαστὴρ αὐτὰ πέψῃ καὶ τὸ ἧπαρ αἱματώσῃ. γλίσχρον δἔχει τι καὶ διὰ τοῦτἐμφρακτικὸν ἥπατός τε καὶ νεφρῶν, οἷς στενόπορα φύσει ταῦτα. πλεοναζόντων γοῦν ταῖς ἐδωδαῖς αὐτῶν, βάρους τέ τις αἴσθησις ἐν τοῖς εἰρημένοις μορίοις γίνεται καί ποτε καὶ πόνος. ἕπεται δὲ ταῖς καθἧπαρ ἐμφράξεσι, κωλύεσθαι μὲν τὴν ἀνάδοσιν, ἀθροίζεσθαι δὲ πλῆθος ἐν ταῖς κατὰ τὸ μεσάραιόν τε καὶ τὰ σιμὰ τοῦ σπλάγχνου φλεψὶν, πάλιν φλεγμονὰς ἀκολουθῆσαι τῶν μορίων, ἐν οἷς ἤθροισται, κίνδυνος, αὐτῶν τῶν πλεοναζόντων χυμῶν σηπεδόνα. δυοῖν γάρ τοι θάτερον ἀναγκαῖόν ἐστι τοῖς ὠμοῖς καὶ παχέσι χυμοῖς ἀκολουθεῖν, μεταβάλλεσθαι εἰς αἷμα πεττομένοις, σήπεσθαι, καθάπερ καὶ τἄλλα πάντα τὰ ἐν τοῖς θερμοῖς χωρίοις χρόνῳ πλείονι μένοντα. καὶ διὰ τοῦτο τοῖς ἰατροῖς εὑρέθη τὰ κληθέντα πρὸς αὐτῶν ὑγιεινὰ φάρμακα, τῆς λεπτυνούσης ἅπαντα δυνάμεως ὄντα. τούτοις γὰρ ἔργον ἐστὶν, ἐκφράττειν μὲν τὰς στενὰς διεξόδους, ἀποῤῥύπτειν δὲ τὸ προσπλαττόμενον γλίσχρον ἐκ τῶν χυμῶν τοῖς ἀγγείοις, τέμνειν δὲ καὶ λεπτύνειν τὰ παχέα τῶν ὑγρῶν. ἀλλἐὰν πλεονάσῃ τις ἐν αὐτοῖς, ὀῤῥῶδες πικρόχολον ἐν τῷ χρόνῳ μελαγχολικὸν ἐργάζεται τὸ αἷμα. πέφυκε γὰρ ὀλίγον δεῖν ἅπαντα τὰ τοιαῦτα φάρμακα σὺν τῷ λεπτύνειν τε καὶ τέμνειν ἔτι καὶ θερμαίνειν ἀμετρότερον. ὑπὸ δὲ τῶν οὕτως θερμαινόντων ξηραίνεται μὲν τὰ στερεὰ, παχύνονται δὲ οἱ χυμοὶ, καὶ διὰ τοῦτο κατὰ τοὺς νεφροὺς οἱ πωρώδεις λίθοι συνίστανται. καλλίστης οὖν κατασκευῆς σώματος ὑπαρχούσης, ἥτις ἂν εὐκρατοτάτη μὲν , τὰς δὲ τῶν χυμῶν διεξόδους εὐρείας ἔχῃ, δυνατόν ἐστιν ὑγιαίνειν ἀεὶ τὸν οὕτω πεφυκότα, γυμναζόμενον αὐτάρκη πρὸ τῶν σιτίων, ἐὰν καὶ πλεονάζῃ ποτὲ κατὰ τὰ παχύχυμα τῶν ἐδεσμάτων, ὁποῖόν ἐστιν, ὡς ἔφην, τε χόνδρος καὶ τὸ χοίρειον κρέας, οἵ τἰπνῖται τῶν ἄρτων, κριβανῖται, οὐ πάνυ δἀκριβῶς οὔτε προπαρεσκευασμένοι τῇ λελεγμένῃ μικρὸν ἔμπροσθεν κατασκευῇ, κατά τε τὸν κλίβανον ἐνδεῶς ὠπτημένοι. τὴν δαὐτὴν ἔχει τῷ χόνδρῳ φύσιν καλούμενος τράγος, ἐκ τῶν σιτηρῶν τροφῶν καὶ αὐτὸς ὑπάρχων, δυσκατεργαστότερός γε μὴν ἐν τῇ κατὰ τὴν γαστέρα πέψει ἐστὶ τοῦ χόνδρου. παραπλησίαν δὲ τούτοις δύναμιν ἔχει καὶ τῶν ὠῶν φύσις, ἀλλὰ διορισμῶν πολλῶν δεομένη, καθάπερ καὶ τὸ γάλα. προϊόντος δὲ τοῦ λόγου διδαχθήσεται μετὀλίγον ἀκριβῶς πᾶσα. πρότερον γὰρ, ὥσπερ τούτων ἐμνημόνευσα, τὸν οἷον τύπον ὑπογράφων τῶν εὐχύμων τε καὶ κακοχύμων ἅμα γλισχρότητι τροφῶν, οὕτως καὶ τῶν συμμέτρως ἐχουσῶν βούλομαι μνημονεῦσαι, μέσον οὐσῶν τῇ φύσει τῶν παχυνόντων ἐδεσμάτων καὶ τῶν λεπτυνόντων, ὑπὲρ ὧν ἑτέρωθι διῆλθον ἐν ἑνὶ γράμματι τῷ περὶ τῆς λεπτυνούσης διαίτης. ἀλλὰ τῶν μὲν τοιούτων τὰ πλεῖστα φάρμακα μᾶλλον ἄν τις τροφὴν εἴποι. τὰ δὲ τοὺς παχεῖς καὶ γλίσχρους γεννῶντα χυμοὺς ἐδέσματα τροφιμώτατά τε πάντἐστὶ, κᾂν πεφθῇ καλῶς ἔν τε τῇ γαστρὶ καὶ τῷ ἥπατι, χρηστὸν αἷμα γεννᾷν πέφυκεν.
§3 Ἀμεμπτότατα δὲ τῶν ἐδεσμάτων ὑπάρχει τὰ μεταξὺ τῶν λεπτυνόντων τε καὶ παχυνόντων, ὡς ἂν ἐν συμμετρίᾳ καὶ μεσότητι τῶν ὑπερβολῶν καθεστῶτα. τοιαῦτα δεἰσὶν οἵ τε κάλλιστοι τῶν ἄρτων, ὑπὲρ ὧν τῆς κατασκευῆς ἐπὶ πλέον ἐν τῷ πρώτῳ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων εἴρηται, καὶ πρὸς τούτοις αἱ σάρκες ἀλεκτορίδων τε καὶ ἀλεκτρυόνων, ὀρνίθων τε καὶ φασιανῶν καὶ περδίκων καὶ περιστερῶν, ἀτταγήνων τε καὶ τρυγόνων καὶ κιχλῶν καὶ κοσσύφων καὶ τῶν μικρῶν στρουθῶν ἁπάντων, ἔτι τε πετραίων ἰχθύων, αἰγιαλείων τε καὶ πελαγίων, κωβιῶν τε καὶ σμυραινῶν καὶ βουγλώσσων, ὀνίσκων τε καὶ πάντων ἁπλῶς ἰχθύων, ὅσοι μήτε γλισχρότητά τινα, μήτε δυσωδίαν ἀηδίαν ἔχουσι κατὰ τὴν ἐδωδήν. οὐκ ὀλίγων δὲ χρεία διορισμῶν ἐστι καὶ περὶ τῆς τούτων ἁπάντων φύσεως, ἣν ἐφεξῆς ἐρῶ ἐν τῷ περὶ τῶν κακοχύμων ἐδεσμάτων λόγῳ, προσθεὶς δὲ τὰ λείποντα πρότερον. ὅσοις μὲν γὰρ ἀνθρώποις οἷόν τἐστὶ γυμνασίοις τε πλείοσι χρῆσθαι καὶ κοιμᾶσθαι, μέχρις περ ἂν ἐθέλωσι, καὶ βίον ἔξω τῶν πολιτικῶν ἀσχολιῶν ᾕρηνται, τούτοις ἐγχωρεῖ καὶ τὰ παχύχυμα καὶ γλίσχρα τῶν ἐδεσμάτων ἐσθίειν, καὶ μάλισθὅταν ἐπὶ τῷ πλήθει τῆς ἐδωδῆς αὐτῶν μηδέποτε μηδεμίαν αἴσθησιν ἐν ὑποχονδρίῳ δεξιῷ ἴσχωσιν βάρους, τάσεως. ὅσοις δἤτοι διὰ τὴν ἡλικίαν, διά τινα συνήθειαν οὐχ οἷόν τε γυμνάζεσθαι πρὸ τῶν σιτίων, οὗτοι πάντων ἀπεχέσθωσαν ἐδεσμάτων, ὅσα τοιαῦτα. τελέως δἀργοὶ μηδαὐτοὶ παραγενέσθωσαν ἐπὶ τὰς τοιαύτας τροφὰς, ἀλλαἰωρήσεσιν περιπάτοις ἀντὶ τῶν ἰσχυροτέρων γυμνασίων χρήσθωσαν. μέγιστον γὰρ κακὸν εἰς ὑγείας φυλακήν ἐστιν ἡσυχία παντελὴς τοῦ σώματος, ὥσπερ καὶ μέγιστον ἀγαθὸν σύμμετρος κίνησις. οὐδὲ γὰρ οὐδὲ νοσήσει  τις ὅλως, ἢν ἐπίτηδες προνοῆται τοῦ μηδέποτἀπεπτῆσαι μετὰ τοῦ μηδὲ κινεῖσθαί τινα ἰσχυρὰν ἐπὶ σιτίοις κίνησιν. ὥσπερ γὰρ ἀγαθὸν μέγιστόν ἐστιν εἰς ὑγείαν τὸ πρὸ τῶν σιτίων προγυμνάσιον, οὕτω βλαβερώτατον ἅπασα κίνησις ἐπὶ σιτίοις. ἀναδίδοται γὰρ ἐκ τῆς κοιλίας τροφὴ, πρὶν πεφθῆναι, κᾀκ τοῦδε πλῆθος ὠμῶν χυμῶν ἀθροίζεται κατὰ τὰς φλέβας, ἐξ ὧν εἴωθε νοσήματα παντοῖα γίγνεσθαι, μὴ φθασάντων αὐτῶν ἤτοι διαφορηθῆναι πόνοις πλείοσιν, πεφθῆναι καὶ μεταβαλεῖν εἰς αἷμα ὑπὸ τῆς καθἧπάρ τε καὶ φλέβας δυνάμεως. ἀσφαλέστατον οὖν φείδεσθαι τῶν κακοχύμων τε καὶ γλίσχρων ἐδεσμάτων, ὅσοις γε μόνης ὑγείας ἐστὶν φροντὶς, οὐκ εὐεξίας σώματος, ὁποίαν οἱ γυμναστικοὶ σπουδάζουσιν.
§4
§4 Ἐφεξῆς γοῦν ἐγὼ καταλέξω καὶ τὰ μὴ λελεγμένα κατὰ τὸν ἄχρι δεῦρο λόγον ἐδέσματα παχύχυμα, πάλιν ἀπὸ τῶν ἄρτων ἀρξόμενος. ὅσοι τοίνυν τούτων οὔτε ζύμης, οὔθἁλῶν ἱκανῶς ἔσχον, οὔτε πλεῖστον ἐφυράθησαν, οὔτἐν κλιβάνῳ καλῶς ὠπτήθησυν, οὗτοι παχυχυμότεροι πάντων εἰσὶ μετὰ τοῦ καὶ γλισχρότητος ὀλίγον μετέχειν, ὅντινα χυμὸν οἱ περὶ Πραξαγόραν τε καὶ Φιλότιμον ὀνομάζειν εἰώθασι κολλώδη. παχύχυμοι δὲ οἱ τυροὶ πάντες, ἀλλοἱ μὲν νέοι χωρὶς κακοχυμίας, οἱ παλαιοὶ δὲ καὶ σὺν ταύτῃ. γλισχρότης δὲ πρὸς πάχει τισὶν αὐτῶν, οὐχ ἅπασιν, ὑπάρχει διὰ τὴν τοῦ γάλακτος φύσιν, ἐξ οὗ γεγόνασιν, οὐ σμικρὰς ἔχοντος διαφορὰς ἔν τε τοῖς γένεσι τῶν ζώων καὶ ταῖς τροφαῖς, ἃς ἐσθίουσιν ἄλλας ἐν ἄλλοις τόποις. αἰγείῳ μὲν οὖν γάλακτι πλείστῳ χρῶνται παρἡμῖν, ὥσπερ ἐν ἄλλοις ἔθνεσι βοείῳ· χρῶνται δὲ καὶ τῷ προβατείῳ πολλάκις. ἀλλὰ τοῦτο μέν ἐστι παχὺ, τῷ τῶν ὄνων ὑπεναντίως ἔχον ἐν τῷδε· λιπαρὸν δὲ τὸ τῶν βοῶν. ἁπάντων δἔχει συμμέτρως τὸ τῶν αἰγῶν. οὔτε γὰρ ἱκανῶς ἐστιν οὔτε λιπαρὸν, οὔτε παχὺ, καὶ διὰ τοῦτο μέσον τι τῶν ἄλλων ὑπάρχει κατὰ τὰς ἐνεργείας, ἃς ἐνεργεῖ κατὰ τὸ τῶν ἀνθρώπων σῶμα, τοῦ μὲν ὀῤῥώδους καὶ λεπτοῦ γάλακτος ὑπάγοντος μὲν τὴν γαστέρα μᾶλλον, ἧττον δὲ τρέφοντος τὸ σῶμα, τοῦ δὲ παχέος ἔμπαλιν ἧττον μὲν ὑπάγοντος, τρέφοντος δὲ μᾶλλον. σύγκειται γὰρ ἐκ τριῶν οὐσιῶν ἀνομοιομερῶν ἅπαν γάλα, μιᾶς μὲν τῆς ὀῤῥώδους τε καὶ λεπτῆς, ἑτέρας δὲ τῆς παχείας τε καὶ τυρώδους, καὶ τρίτης τῆς ἐλαιώδους τε καὶ λιπαρᾶς. οὐ μὴν ἐν ἅπασί γε τοῖς ζώοις τὸ μέτρον αὐτῶν ἴσον, ἀλλἐν μὲν τῷ καμήλων τε καὶ ὄνων γάλακτι ὀῤῥώδης ὑγρότης πλείστη, τὸ τυρῶδες δἐν τοῖς προβάτοις, ὥσπερ τὸ λιπαρὸν ἐν τῷ τῶν βοῶν γάλακτι. μεσότητα δἔχει τῶν ὑπερβολῶν αἲξ πρὸς τἄλλα γένη τῶν ζώων· ἐπείτοι πάλιν αὗται πρὸς ἀλλήλας παραβαλλόμεναι ταῖς εἰρημέναις ὑποπεπτώκασι διαφοραῖς, οὔσης οὐ σμικρᾶς οὐδὲ τῆς κατὰ τὴν ἡλικίαν, ὥσπερ γε καὶ τῆς κατὰ τὰς νομὰς καὶ τὰς ὥρας τοῦ ἔτους, ἔτι τε τὸν χρόνον, ὃν ἀφεστήκασι τῆς ἀποκυήσεως· ὑπὲρ ὧν καὶ αὐτῶν ἐπὶ πλέον ἐν τῷ τρίτῳ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων εἴρηται. νυνὶ δἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς οὐκ ἀσφαλὲς ἄνευ μέλιτος προσφέρεσθαι τὸ τῶν αἰγῶν γάλα. πολλοῖς γὰρ τῶν μόνον αὐτὸ πιόντων ἐτυρώθη κατὰ τὴν γαστέρα, καὶ θαυμαστὸν ὅπως βαρύνει τε καὶ πνίγει τὸν ἄνθρωπον, ἐπειδὰν τοῦτο συμβῇ. θαυμαστότερον δἔτι τὸ περὶ τοῦ θρομβωθέντος ἐστὶν αἵματος, ἐάν τεἰς τραῦμά τι, ἐάν τεἰς κοιλίαν τι τῶν ἐντέρων συῤῥυῇ. καὶ γὰρ ἐκλύονται καὶ καταψύχονται καὶ μικρόσφυκτοι καὶ κακόσφυκτοι γίνονται. καὶ μέντοι καὶ σηπεδόνος ἐπιγενομένης ἐν τάχει κατὰ τὰ πλησιάζοντα τῶν ὑγιεινῶν μορίων αἴτιον γίνεται τὸ θρομβωθὲν ἐν τραύμασιν αἷμα. διὰ τίνα μὲν οὖν αἰτίαν πάντων ἡμῖν τῶν χυμῶν οἰκειότατος, ὅταν ψυχθῇ, τηλικούτων ἡμῖν παθημάτων αἴτιον γίνεται, ζητήσεως οὐ σμικρᾶς ἄξιον· ἐναργῶς γε μὴν ἔστι κᾀκ τούτου γνῶναι, πηλίκην ἔχουσι δύναμιν αἱ τῶν μοχθηρῶν χυμῶν ποιότητες, ὧν ὥσπερ τινὸς μικροῦ καταφρονοῦσιν ἔνιοι τῶν νῦν ἰατρῶν, ἑπόμενοι τοῖς πρώτοις πλασαμένοις οὕτω γινώσκειν. τὸ γοῦν γάλα πίνουσί τινες ἐπεμβάλλοντες, ἕνεκα τοῦ μὴ τυρωθῆναι κατὰ τὴν γαστέρα, μέλιτός τε καὶ ὕδατος καὶ τρίτου τῶν ἁλῶν. ἄριστον δεἰς εὐχυμίαν γάλα τὸ τῶν εὐεκτικῶν ζώων ἐστὶν, ὅταν ἀμελχθῇ, πινόμενον εὐθέως. τὸ δὲ ἑψηθὲν ἐπὶ πλέον παχύχυμον ἱκανῶς γίγνεται, καὶ μᾶλλον ὅταν ἄλευρον πύρινον κέγχρον ἄμυλον ἑψήσῃς μεταὐτοῦ. τυροὶ δὲ παχύχυμοι ἅπαντές εἰσιν, οἱ παλαιοὶ δὲ καὶ κακόχυμοι. τοὺς νεοπαγεῖς δἐγχωρεῖ μετὰ μέλιτος ἐσθίειν πρὸ τῶν σιτίων ὑπαγωγῆς ἕνεκα γαστρὸς, ἧττόν τε γάρ εἰσι παχύχυμοι τῶν παλαιῶν, οὐδὅλως δὲ κακόχυμοι. δἐξ αὐτῶν πηγνυμένων ἀποῤῥέων ὀῤῥὸς ἱκανῶς ὑπάγει γαστέρα. παχύχυμον δἐστὶν ἔδεσμα καὶ διὰ τοῦτο καὶ τὰς καθἧπαρ παρεμφράττει διεξόδους διὰ γάλακτος τυροῦ σκευαζόμενος πλακοῦς, ὁμοίως δαὐτῷ καὶ διὰ σεμιδάλεως καὶ γάλακτος, καὶ λαγάνων τι καὶ ῥυημάτων προσλαμβάνων. οὐδὲν δἧττον, ὅσα σκευάζουσι διὰ γλεύκους καὶ σεμιδάλεως ὅλως ἀλεύρου πυρίνου, κακόχυμα πάντἐστί. καὶ αὐτὰ δὲ καθαὑτὰ λάγανά τε καὶ ῥυήματα, καὶ πᾶν ἄζυμον ἐκ πυροῦ πέμμα, καὶ μᾶλλον ὅταν καὶ τοῦ τυροῦ τι προσλάβῃ, παχύχυμον ἱκανῶς ἐστιν· ὀνομάζειν δέ μοι δοκοῦσι ταυτὶ τὰ νῦν ὑφἡμῶν καλούμενα λάγανά τε καὶ ῥυήματα κοινῇ προσηγορίᾳ τῇ τῶν ἰτρίων οἱ παλαιοί. παχύχυμοι δέ εἰσι καὶ οἱ κοχλίαι καὶ τῶν ὠῶν ὅσα μέχρι τελείας πήξεως ἕψουσί τε καὶ ὀπτῶσι. τὰ μὲν γὰρ ταγηνιζόμενα καὶ κακόχυμα γίνεται, καὶ τὴν ἐν τῇ γαστρὶ πέψιν ἔχει κνισσώδη, συνδιαφθείρουσαν ἑαυτῇ καὶ  τἄλλα σιτία, καὶ διὰ τοῦτο τῶν ἀπεπτουμένων ἐν τοῖς χείριστα πέφυκεν εἶναι. τὰ δὲ μετρίως ἑψημένα καὶ διὰ τοῦτο καλούμενα τρομητὰ βελτίω καὶ πρὸς πέψιν εἰσὶ καὶ πρὸς ἀνάδοσιν καὶ πρὸς θρέψιν καὶ πρὸς εὐχυμίαν, ὥσπερ γε καὶ τὸ ῥοφητὰ καλούμενα, μετρίως ἑψημένα καὶ διὰ τοῦτο καὶ τὰς τῆς φάρυγγος ἐκλεαίνοντα τραχύτητας, ὅτε μήπω πεπάχυνταί τε καὶ συνῆκται τὸ ἐν αὐτοῖς ὑγρόν. ἀλλὰ καὶ τῶν ἐνύδρων ζώων τά τε μαλάκια καλούμενα, τευθίδες καὶ σηπίαι καὶ πολύποδες, ὅσα τἄλλα τὰ τοιαῦτα, παχὺν καὶ γλίσχρον ἔχουσι τὸν χυμὸν, ὥσπερ καὶ οἱ κητώδεις τῶν ἰχθύων, ἐξ ὧν εἰσιν καὶ οἱ θύννοι. μετριώτεραι δαὐτῶν αἱ πηλαμίδες. ἱκανῶς δὲ παχύχυμα τὰ ὄστρεα, ὧν οἱ κήρυκες, αἵ τε πορφύραι καὶ πάνθἁπλῶς τὰ καλούμενα πρὸς Ἀριστοτέλους ὀστρακόδερμα, χῆμαι, λοπάδες, κτένες, πίνναι καὶ τὰ παραπλήσια. πορφύραι μὲν οὖν καὶ κήρυκες σκληροτέραν ἔχουσι τῶν ἄλλων τὴν σάρκα καὶ παχυχυμοτέραν, ὑγροτέραν δὲ καὶ γλισχροτέραν τἄλλα, καὶ μάλιστα πάντων τὰ ὄστρεα. χρὴ δὲ γινώσκειν ἁπάντων αὐτῶν τὸν μὲν χυλὸν ὑπακτικὸν τῆς γαστρὸς, ὥσπερ ἐν τῷ γάλακτι τὸν ὀῤῥὸν, αὐτὸ δὲ τὸ στερεὸν σῶμα βραδυπεπτότερόν τε καὶ παχύχυμον, ὠμοῦ χυμοῦ καὶ παχέος καὶ ψυχροῦ γεννητικόν. ὑπάρχει δὲ τοῦτο καὶ τῇ κράμβῃ καὶ τοῖς φακοῖς ἐναργῶς, ὥσπερ ἑτέροις πολλοῖς ἀμυδρῶς, ὑπὲρ ὧν ἐπὶ πλέον ἐν τοῖς τρισὶν ὑπομνήμασι διῆλθον, περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐπιγέγραπται. τὰ μὲν οὖν ἄλλα τῶν εἰρημένων παχυχύμων πάντων ἐστὶ κολλώδη τε καὶ γλίσχρα πλὴν ὧν εἶπον ὀστρακοδέρμων. κράμβη δὲ καὶ φακῆ τῆς αὐτῆς τοῦ χυμοῦ φύσεως οὐ μετειλήφασιν, ἀλλὰ τὸν νιτρώδη τε καὶ ὑπακτικὸν ἔχουσι, καθάπερ τὸ δρακόντιον μὲν τὸν δριμύν τε καὶ πικρὸν ἰσχυρῶς, ἄρον δἀμφότερον μὲν, ἀλλἀμυδρῶς, οἱ βολβοὶ δὲ τὸν αὐστηρόν τε καὶ πικρὸν, οὓς ἐὰν ἐκνίψῃς ἑψήσεσι πλείοσι, τὸ στερεὸν αὐτῶν ἀπολειφθήσεται παχύχυμον ὑπάρχον. ἁπάντων δὲ τῶν τοιούτων ἐδεσμάτων οἱ μύκητες ἔχουσι ψυχρότατόν τε καὶ γλισχρότατον ἅμα καὶ παχὺν χυμὸν, ἐν οἷς ὑπὸ τῶν βωλιτῶν μόνων οὐδεὶς ἱστόρηται τεθνεώς· χολέραν μέντοι καὶ οὗτοί τισιν ἤνεγκαν ἀπεπτηθέντες. ὑπὸ δὲ τῆς τῶν ἄλλων μυκήτων ἐδωδῆς ἔνιοι μὲν ἀπέθανον, ἔνιοι δὲ ἐγγὺς ἧκον θανάτου, διαῤῥοίαις χολέραις ἁλόντες, πνιγῆναι κινδυνεύσαντες. ἠρέμα δὲ παχύχυμόν ἐστι τὸ καλούμενον ὕδνον, οὐ μὴν κακόχυμόν γε. τῆς δαὐτῆς ἰδέας ἐστὶ καὶ τὸ ἄμυλον. ἐπὶ πλέον δαὐτῶν ἐστι παχύχυμον, οὐδαὐτὸ κακόχυμον, κῶνος καλούμενος· ὀνομάζουσι δοἱ παλαιοὶ καὶ στροβίλους αὐτόν. ἐκ δὲ τῶν παχυχύμων ἐστὶ καὶ ἧπαρ καὶ νεφροὶ καὶ ὄρχεις. ἀλλὰ τὸ μὲν ἧπαρ οὐκ ἔστι κακόχυμον, οἱ νεφροὶ δὲ καὶ ὄρχεις οὐκ εὔχυμοι πλὴν τῶν ἐν τοῖς ἀλεκτρυόσι, καὶ μᾶλλον ὅταν σιτισθῶσιν, ὥσπερ γε καὶ τὸ ἧπαρ τῶν ὑῶν, ὅταν ἰσχάδα ἐσθίωσιν, καλοῦσι συκωτόν. δὲ σπλὴν ἐπὶ μὲν τῶν ἄλλων ζώων ἱκανῶς κακόχυμός τε καὶ μελαγχολικὸς, ἐπὶ δὲ τῶν ὑῶν ἧττόν ἐστι τοιοῦτος. γε μὴν καρδία σκληροτέραν τε καὶ ἰνωδεστέραν ἔχει τὴν οὐσίαν τῶν ἄλλων σπλάγχνων. φαίνεται γὰρ ἐπἐκείνων μὲν ἐν τῷ μεταξὺ τῶν ἀγγείων οὐσία τις αἵματος πεπηγότος, ἐπὶ δὲ τῆς καρδίας ἶνες φαίνονται στερεαὶ πολλαὶ μακραὶ, καθάπερ ἐν τοῖς μυσὶν, αἷς περιπέπηγεν σαρκώδης οὐσία. διό τινες αὐτὴν ἐν τῷ γένει τῶν μυῶν τάττουσιν, ὧν οὐσία τὸν ὄγκον ἐργάζεται τοῦ σώματος ἡμῶν ἅπαντα καὶ τὴν ὀνομαζομένην κυρίως σάρκα, τὴν ἐπὶ τῶν ἱερείων ἐσθιομένην. ἀλλαἱ μὲν ἀρχαὶ τῶν μυῶν, ἃς δὴ καὶ κεφαλὰς αὐτῶν ὀνομάζουσι, νευρωδέστεραί πώς εἰσιν, ἐκ τῶν ὀστῶν, ὅθεν ἄρχονται, συνδέσμους ἐκπεφυκότας ἐνδιασπειρομένους αὐταῖς ἔχουσαι· κατὰ δὲ τὰς τελευτὰς οἱ καλούμενοι τένοντες ἀποφύονται. καὶ κατὰ τοῦτο νευρωδέστερα τὰ πέρατα τῶν μυῶν εἰσιν ἑκάτερα, καθάπερ τὸ μέσον ἅπαν σαρκῶδες, δὴ καὶ τροφιμώτατόν ἐστι καὶ καλεῖται σὰρξ ὑπὸ τῶν ἀνθρώπων, οὐχ ὁρώντων αὐτῶν τὰς ἶνας ὑπὸ λεπτότητος, αἳ ἐκ τῶν συνδέσμων καὶ τῶν νεύρων εἰς αὐτὴν διασπειρομένων ἐγένοντο. κᾀπειδὴ τοῦτο σάρκα καλεῖν ἔφθασαν, εἰκότως ὀνομάζουσι μῦν τήν τἀρχὴν καὶ τὴν τελευτὴν αὐτοῦ μόνας. ἔχει δὲ οὐχ οὕτως, ἀλλὅλως μὲν μῦς κατὰ μίαν ἰδίαν περιγραφὴν ὁρᾶται χωριζόμενος ἀπὸ τῶν ἄλλων, ἐνεργεῖ δέ τινα μίαν ἐνέργειαν ἐκ τῶν προαιρετικῶν κινήσεων· οὕτως γὰρ ὀνομάζουσιν αὐτὰς, ἀπὸ τῶν ἀπροαιρέτων τε καὶ φυσικῶν διοριζόμενοι· τὰ μέρη δαὐτοῦ τὰς εἰρημένας ἔχει διαφοράς. ἐν δὲ τοῖς ἄκροις τῶν ζώων ὀλιγίστη μέν ἐστι σὰρξ, τὸ πλεῖστον δὀστῶδές τε καὶ νευρῶδες, οὐχ ἕνεκα τοῦ προαιρετικοῦ καλουμένου νεύρου, (μικρὸν γὰρ τοῦταὐτοῦ,) ἀλλὰ τοῦ συνδετικοῦ, καὶ μεταὐτὸ τοῦ τένοντος μὲν ὑπὸ τῶν παλαιῶν Ἑλλήνων, ἀπονευρώσεως δὲ ὑπὸ τῶν νεωτέρων ἰατρῶν ὀνομαζομένου. γλίσχρα καὶ ἱκανῶς εἰσι καὶ κολλώδη ταῦθἑψηθέντα, καὶ διὰ τοῦτο καὶ ἐξ αὐτῶν τροφή. τῆς δὲ αὐτῆς φύσεως καὶ τὰ περὶ τὰ χείλη μόρια τῶν πεζῶν ζώων· γλίσχρον μὲν γὰρ, οὐ μὴν παχύν γε τὸν χυμὸν ἐργάζεται. δηλοῖ δὲ καὶ ἕψησις, ἐπὶ πλεῖστον ἐξοιδίσκουσά τε καὶ διαλύουσα τὰ τοιαῦτα σώματα. πεφθῆναί γε μὴν ἐπιτήδεια καὶ ταῦτα, καὶ τὰ πτερὰ τῶν πτηνῶν ζώων τῷ κοινῷ λόγῳ τῶν γυμναζομένων σωμάτων· ἀπέριττα γὰρ πάντα ταῦτα, καθάπερ τῶν ἀργούντων περιττωματικά. τό γε μὴν δέρμα τῶν λιπαρῶν ὑῶν, ὅταν ἑψηθῇ καλῶς, κολλώδη μὲν ἔχει καὶ λιπαρὸν χυμὸν, οὐ μὴν ἱκανῶς γε παχὺν, οὐδὲ πεττόμενον ὡσαύτως  τοῖς ἄκροις, ὥσπερ οὐδεὔχυμον ὁμοίως ἐκείνοις, ἀλλὰ περιττωματικώτερον. παχύχυμον δὲ μόριόν ἐστι τοῦ ζώου καὶ ἐγκέφαλός τε καὶ νωτιαῖος μυελός· οἱ δἀδένες μετρίως τοιοῦτοι, καὶ διὰ τοῦτο καὶ οἱ τῶν νέων ἱερείων ὄρχεις. κοινὸν γὰρ δὴ καὶ τοῦτο περὶ πάντων τῶν ἐν τοῖς ζώοις μορίων μεμνῆσθαί σε χρὴ, σκληρὰ μὲν καὶ ξηρὰ καὶ δύσπεπτα γίνεσθαι τὰ τῶν πρεσβυτέρων, ὑγρὰ δὲ καὶ μαλακὰ καὶ διὰ τοῦτεὐπεπτότερα τὰ τῶν νεωτέρων, πλὴν εἰ μὴ μετὰ τὴν ἀποκύησιν εὐθὺς ἐσθίοιτο· βλεννώδη γὰρ ἅπαντα ταῦτα, καὶ μάλιστα τῶν ὑγροτέραν ἐχόντων φύσει τὴν σάρκα, καθάπερ ἀρνῶν τε καὶ χοίρων. τὰ δὲ τῶν ἐρίφων τε καὶ μόσχων, ἐπειδὴ ξηρότερα φύσει τὰ ζῶα, πολὺ βελτίω καὶ πρὸς πέψιν ἐστὶ καὶ πρὸς τροφήν. οὕτως οὖν ἔχει καὶ κατὰ τοὺς ὄρχεις τε καὶ τοὺς ἀδένας, οὐχ ἥκιστα δὲ καὶ τὴν γλῶτταν· ἔστι γάρ πως καὶ ταύτης φύσις ἀδενώδης. οἱ δἐν τοῖς τιτθοῖς ἀδένες, ὅταν ἐν αὑτοῖς ἔχωσι τὸ γάλα, καλοῦνται μὲν οὔθατα, παχύχυμον δεἰσὶν ἔδεσμα· καὶ εἰ τὸ ζῶον εὐεκτοῦν εἴη, καὶ ἐξ αὐτῶν τροφὴ πολλή τε ἅμα καὶ εὔχυμος γίνεται. καὶ γάρ τοι καὶ τοῦτο τῶν κοινῶν ὂν ἄμεινον ἅπαξ ἀκούσαντά σε πρόχειρον ἔχειν τῇ μνήμῃ. γέγραπται γοῦν ὑπὸ πάντων ἰατρῶν περὶ γάλακτος, ὡς εὐχυμότατον εἴη. καὶ διὰ τοῦτό τινες ἡγοῦνται τοὺς ἐν πνεύμονι ἴσχοντας ἕλκος ὑπὸ μόνου τούτου θεραπεύεσθαι, πρὸ τοῦ μέγα δηλονότι καὶ τυλῶδες αὐτὸ γενέσθαι. τὸ δὲ τῆς γυναικὸς, ὡς ἂν οἰκεῖόν τε καὶ ἐκ τῆς αὐτῆς φύσεως ἡμῖν ὑπάρχον, ἐπαινοῦσι πρὸ τῶν ἄλλων εἰς τὰ φθινώδη πάθη. καὶ ἄλλοι μέν τινες ἰατροὶ, καὶ μάλιστα Εὐρυφῶν τε καὶ Ἡρόδοτος, ἀξιοῦσί γε θηλάζειν, ὥσπερ τὰ παιδία τὴν γυναῖκα, τοὺς οὕτως ἔχοντας· ἐκπεσὸν γὰρ τῶν τιτθῶν εὐθέως ἀποβάλλει τι τῆς οἰκείας ἀρετῆς. εὔδηλον οὖν, ὅτι πάντων ἐδεσμάτων ὡς εὐχυμότατον προκέκριται, μάλιστα μὲν ὑπὸ τούτων, οὐχ ἥκιστα δὲ καὶ τῶν ἄλλων ἰατρῶν. δὲ κοινὸν ἔφην, οὐκ ἐπὶ τῷδε μόνον, ἀλλὰ καὶ πολλοῖς ἄλλοις ἐδέσμασι γινώσκειν χρῆναι, τοῦτο δὴ καὶ λέξω. τῶν μὲν εὐεκτικῶν ζώων εὔχυμόν ἐστι τὸ γάλα, τὸ δὲ τῶν καχεκτικῶν ὡσαύτως τῷ κατὰ τὸ ζῶον αἵματι κακόχυμον· οὐ γὰρ ἐνδέχεται, κακοχύμου τοῦ παντὸς σώματος ὄντος, εὔχυμον εἶναι τὸ γάλα. διὰ τοῦτἔφην, ἐπὶ τῶν εὐεκτούντων ζώων ἄριστον μὲν εἶναι τὸ γάλα πρὸς εὐχυμίαν· οὕτως δὲ καὶ τοὺς ἀδένας, αὐτούς τε τούτους, ἐν οἷς τὸ γάλα περιέχεται, καὶ τοὺς ἄλλους ἐν τοῖς ὑγιεινοῖς ζώοις εὐχύμους εἶναι· κατὰ δὲ τὸν αὐτὸν λόγον ἧπάρ τε καὶ ὄρχεις. οὐδὲ γὰρ ταῦτα τοῖς κακοχύμοις ἐστὶ ζώοις εὔχυμα· διὰ τοῦτο δὲ οὐδὲ τοῖς γεγηρακόσιν· οὐδὲν γὰρ τούτων εὔχυμον. ὅσα δἔτι θηλάζει ζῶα, τῆς μητρὸς αὐτῶν ἐχούσης εὔχυμον γάλα, ταῦτα καὶ τοῖς ἄλλοις μὲν ἅπασι μορίοις ἄριστα διάκειται σφῶν αὐτῶν, εὔχυμον δἔχει καὶ τὸ ἧπαρ. ὁποῖον δέ τινα χυμὸν γεννᾷ τἄλλα μόρια τῶν ζώων, ὀλίγον ὕστερον εἰρήσεται· νυνὶ γὰρ, ἐπειδὴ περὶ τῶν παχυχύμων ἠρξάμην διέρχεσθαι, πρότερον εὔλογόν ἐστιν, ἐπὶ τὴν τελευτὴν αὐτῶν ἀγαγόντα τὸν λόγον, οὕτως ἐπὶ τἄλλα μεταβαίνειν. ὀλίγων οὖν ἔτὄντων τοιούτων, ἐπαὐτὰ βαδιοῦμαι, διορίζων ἐν αὐτοῖς τὰ κακόχυμα τῶν εὐχύμων· αὕτη γὰρ χρεία τοῦ νῦν ἡμῖν ἀνυομένου λόγου, σκοπὸν ἔχοντος, εὐχυμίαν μὲν ἐργάζεσθαι, φεύγειν δὲ κακοχυμίαν. ἐπεὶ δὲ, ὡς κατἀρχὰς εἶπον, τῶν παχυχύμων ἐδεσμάτων οὐσία δυσδιάπνευστόν τε τὸ σῶμα κατασκευάζει καί τινας ἐμφράξεις ἐργάζεται, καὶ μάλιστα καθἧπάρ τε καὶ νεφροὺς, διὰ τοῦτο συνεβούλευον ἀφίστασθαι τῆς διηνεκοῦς χρήσεως αὐτῶν, εἰ καὶ τῶν εὐχύμων εἴη. τὰ μὲν γὰρ κακόχυμα παντὶ τρόπῳ φευκτέον, ἐάν τε παχεῖς, ἐάν τε λεπτοὺς ἐργάζηται τοὺς ἐν ἡμῖν χυμούς. εἴρηται δὲ καὶ ὅτι μόνοις τοῖς σφοδρῶς γυμναζομένοις, ἐὰν καὶ τὰ σπλάγχνα μὴ κακῶς φύσει κατεσκευασμένα, δυνατόν ἐστιν ἐν τοῖς παχυχύμοις τε καὶ γλίσχροις ἐδέσμασι διατρίβουσι μὴ βλάπτεσθαι, τῶν δἄλλων οὐδενί. τῶν τοίνυν παχυχύμων ἐδεσμάτων ἐστὶ καὶ τὸ τῶν βαλάνων γένος ἑκατέρων, ὅσαι τἐπὶ ταῖς δρυσὶ γίνονται καὶ ὅσαι τῶν φοινίκων εἰσὶν καρπός. ὀνομάζουσιν δοἱ ἄνθρωποι τὰ μὲν τῶν φοινίκων ὁμωνύμως αὐτῷ τῷ φυτῷ φοίνικας, ὅσαι δἐπὶ ταῖς δρυσὶ, τὰς μὲν καὶ τοῖς ἀνθρώποις ἡδέως ἐσθιομένας καστανέας, ἔνιοι δὲ καστάνια κατὰ τὸ καλούμενον οὐδέτερον γένος· οἵ γε μὴν ἐμοὶ πολῖται, καθάπερ οὖν καὶ ἄλλοι τῶν ἐν Ἀσίᾳ, Σαρδιανάς τε καὶ Λευκήνας ὀνομάζουσιν αὐτὰς ἀπὸ τῶν χωρίων, ἐν οἷς πλεῖσται γεννῶνται. τὸ μὲν οὖν ἕτερον τῶν ὀνομάτων τούτων εὔδηλόν ἐστιν ἀπὸ τίνος γέγονε· Λευκῆναι δὲ ἀπὸ χωρίου τινὸς ἐν τῷ ὄρει τῇ Ἴδῃ τὴν προσωνυμίαν ἐσχήκασιν, πληθυντικῶς ὀνομάζουσιν παραπλησίως τῷ Θῆβαι. ταύτας μὲν οὖν τὰς βαλάνους, ὡς ἔφην, ἐσθίουσιν οἱ ἄνθρωποι ποτὲ ὠμὰς, ἐνίοτε δὲ ὀπτῶντες ἕψοντες. αἱ δἄλλαι προμήκεις μέν εἰσι κατὰ τὸ σχῆμα παραπλησίως ταῖς τῶν φοινίκων, ἔδεσμα δὑσὶ μᾶλλον ἀνθρώποις οἰκεῖον, ἄχρις ἂν μή τις ἀνάγκη μεγάλη καταλάβῃ τῆς ἐδωδῆς αὐτῶν· ἐν γὰρ τοῖς μεγάλοις λιμοῖς καὶ τοῦτο συμβαίνει, τὰς δὲ τῶν πρίνων βαλάνους, ἃς ἀκύλους ὀνομάζουσιν Ἕλληνες, εἰσὶ δὲ στρυφναὶ καὶ σκληραὶ καὶ διὰ τοῦτἀηδεῖς, κᾂν ἑφθάς τις προσφέρηται, δυσπέπτους καὶ παχυχύμους οὔσας φυλάττεσθαι χρή. πρόδηλον δ’, ὅτι τοῦ στύφοντος χυμοῦ διαφοραί τινές εἰσι κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον αὐστηρός τε καὶ στρυφνὸς, ἐκλελυμένης μὲν ἐν τοῖς αὐστηροῖς, ἐπιτεταμένης δἐν τοῖς στρυφνοῖς τῆς στυφούσης  ποιότητος. ἀλλὅσον γε τῶν βαλάνων αἱ ἄκυλοι στρυφνότεραι, τοσοῦτον τῶν καστανίων αἱ βάλανοι. πάνυ γὰρ ἀσθενῆ ταῦτα τὴν στύφουσαν ἔχει ποιότητα, τῶν παχυχύμων ἐδεσμάτων ὄντα ταῖς ἄλλαις βαλάνοις ὡσαύτως, ἀλλἧττόν τε στεγνοῖ τὴν γαστέρα καὶ μᾶλλον ἐκείνων πέττεται καὶ οὐδὅλως ἐστὶ κακόχυμα. φυλάττεσθαι δὲ δηλονότι χρὴ καὶ τούτων τὸ πλῆθος, οὐ μόνον ὅτι παχύχυμόν ἐστι πολλοῖς τῶν εἰρημένων ὡσαύτως, ἀλλὅτι καὶ στεγνωτικὰ τῆς κοιλίας καὶ δύσπεπτα καὶ φυσώδη. τῶν δὲ φοινίκων καρπὸς, ὃν ἔφην ἅπαντας Ἕλληνας ὀνομάζειν φοίνικας ὁμωνύμως τῷ δένδρῳ, στύφοντός τε ἅμα καὶ γλυκέος χυμοῦ μετέχει. τινὲς δὲ τῶν νεωτέρων ἰατρῶν ἐν συνθέτῳ προσηγορίᾳ φοινικοβαλάνους ὀνομάζουσιν αὐτοὺς, οὐ μὴν παρά γε τοῖς παλαιοῖς Ἕλλησιν εὗρον τοὔνομα· φοινίκων γὰρ ἐκεῖνοι βαλάνους τὸν καρπὸν τοῦτον, οὐ φοίνικας, οὐδὲ φοινικοβαλάνους ὀνομάζουσιν. ἀλλοὐ πρόκειται νῦν ἡμῖν ὀνόματα διαστέλλεσθαι, σχολὴν ἀγόντων ἀνθρώπων σπούδασμα, καὶ τούτων οὐ πάντων, ἀλλὅσοι τῇ παλαιᾷ τῶν Ἀττικῶν ἐγνώκασι χρῆσθαι φωνῇ. τοῦ δὑγιαίνειν ἅπαντες μὲν ἄνθρωποι δέονται, δύνανται δοὐ πάντες, ὡς χρὴ, διαιτᾶσθαι διἀκρασίαν, ἀσχολίαν, ἄγνοιαν ὧν χρὴ ποιεῖν. ἀλλὅσοι καὶ γνῶναι δύνανται δίαιταν ὑγιεινὴν, καὶ ζῇν καταὐτὴν προῄρηνται, τούτοις τόδε τὸ γράμμα σύγκειται. κατὰ μὲν τὰς ἀκύλους τε καὶ τὰς τῶν δρυῶν βαλάνους καὶ τὰ καστάνια τοῖς κατὰ μέρος δένδροις οὐ μεγάλη τις διαφορὰ τοῦ καρποῦ, κατὰ δὲ τοὺς φοίνικας ἀξιόλογος. εἰ γὰρ παραβάλλοις τὸν Αἰγύπτιον φοίνικα, σκληρὸν καὶ αὐστηρὸν καὶ ξηρὸν ὄντα, τῷ καλουμένῳ πατητῷ, γλυκεῖ μὲν ἱκανῶς ὄντι, βραχείας δὲ μετέχοντι στύψεως, ἐναντίαν ἔχειν σοι δόξουσι τὴν φύσιν. οἱ δἄλλοι μεταξὺ τούτων εἰσὶν, οἱ μὲν μᾶλλον, οἱ δἧττον αὐστηρότητός τε καὶ γλυκύτητος μετέχοντες. δἐξ αὐτῶν χυμὸς παχύς τέ ἐστι καὶ ῥᾳδίως ἐμφραττόμενος ἥπατι. καὶ γάρ τοι καὶ τοῦτο περὶ τῶν παχυχύμων τε καὶ γλυκέων ἐδεσμάτων ἐπίστασθαί τε καὶ μεμνῆσθαι καλὸν, ὡς ἥπατός τε καὶ σπληνὸς ἐμφρακτικὸς ἐξ αὐτῶν ἐστι χυμός. εἰ δὲ καὶ βραχεῖά τις ἀρχὴ φλεγμονῆς εἴη κατὰ τὰ σπλάγχνα, ταύτην αὐξάνουσιν ἱκανῶς, ὥσπερ γε καὶ τὰς πνευματώσεις καὶ τὰς σκιῤῥώδεις διαθέσεις παροξύνουσι καὶ δηλονότι καὶ τὰς τῶν ἀποστημάτων γενέσεις. ἀλλἴσως ταῦτα ποῤῥώτερον καὶ τῆς ὑγιεινῆς διαίτης ἐστὶν, ἧς μόριον προκείμενος ἐκδιδάσκει λόγος. ἐπαὐτὰ οὖν αὖθις ἴωμεν, ὅσα τῶν παχυχύμων ἐστὶ καὶ γλυκέων ἐδεσμάτων προστιθέντες· ἔνια μὲν γὰρ αὐτῶν παχύχυμα μόνον ἐστὶν, ὥσπερ φακῆ, γλίσχρα δἄλλα, καθάπερ μαλάχη, τινὰ δἄμφω πέπονθεν, ὥσπερ τά θὑπἈριστοτέλους ὀστρακόδερμα καλούμενα καὶ τὰ μαλάκια.
§5–8
§5 Καλλίστη δὲ τροφὴ τοῖς σώμασιν ἡμῶν ἀπὸ τῶν μήτε παχυχύμων, μήτε γλίσχρων, ἐξ ὧν αἷμα σύμμετρον τῇ συστάσει γεννᾶται. μοχθηρὸν γοῦν ἐστι καὶ τὸ λίαν λεπτόν· βραχείας γὰρ οὔσης τῆς ἐξ αὐτοῦ τροφῆς, ἀσθενῆ καὶ ἰσχνὰ γίνεται τὰ οὕτω διαιτώμενα σώματα. κάλλιστα τοίνυν εἰς ὑγείαν ἐστὶν ἐδέσματα τὰ μέσην ἔχοντα τῶν εἰρημένων τὴν φύσιν, ὡς μηδὲν ἐπικρατεῖν ἐν αὐτοῖς ἰσχυρῶς γλίσχρον, μήταὖ τὸ κολλῶδες. ἀλλὰ καὶ τὸ τελέως ψαθυρὸν, ὡς μηδὲ τοὐλάχιστον ἔχειν χυμοῦ κολλώδους, μοχθηρόν. οἱ γοῦν ἐξ ἐλύμου τε καὶ κέγχρου σκευαζόμενοι τῶν ἄρτων ἐγγὺς ἥκουσι τοῦ δόξαι τινὰ ψάμμον τέφραν ἐσθίειν. διὸ καὶ δεῖται τὸ γιγνόμενον ἐξ αὐτῶν ἔτνος, ὥσπερ γε καὶ λέκιθος, ἅπασι τοῖς λιπαροῖς τε καὶ γλίσχροις μεμίχθαι. λίπος τε οὖν συῶν καὶ στέαρ αἰγῶν, ἔλαιον καὶ γάλα προβάτων βοῶν ἐπιβάλλοντες αὐτοῖς οἱ κατὰ τοὺς ἀγροὺς ἐσθίουσιν. ἔτνος οὖν ὀνομάζω τὸ ἐκ τῶν ἐρειχθέντων ὀσπρίων τε καὶ χεδρόπων σκευαζόμενον, λέκιθον δὲ τὸ ἐκ τῶν ἀλεσθέντων ἄλευρον ἑψόμενον ἐν ὕδατι, προσεμβαλλομένου τινὸς λίπους. ἔνια δὲ τῶν ἐδεσμάτων αὐτὰ μὲν ἐφἑαυτῶν ὁρώμενα πρὸ τοῦ τῆς οἰκείας τυχεῖν παρασκευῆς, εἴτοὖν διἑψήσεως εἴτε καὶ διὀπτήσεως τηγανίσεως, καὶ διὰ μόνης βρέξεως, σκληρὰ καὶ γεώδη φαίνεται, βρεχόμενα δὲ ἑψόμενα μαλακὰ, καθάπερ ἐν μὲν τοῖς σιτηροῖς σπέρμασι κριθαὶ καὶ πυροὶ, τῶν δἐπὶ δένδροις γεννωμένων καρπῶν οἱ κῶνοι. προσέχειν οὖν σε χρὴ κᾀν τούτῳ τὸν νοῦν, οὐ μόνον ὅταν εἰς ξένην ἀφικόμενος χώραν ἐσθίειν τι μέλλῃς ἄηθες, ἀλλὰ καὶ παρἡμῖν αὐτοῖς, προπειρώμενον ἑκάστου τῆς φύσεως ἐν τῷ διαβρέχειν ὕδατι μόνῳ χωρὶς ἑψήσεως, σὺν ἑψήσει τε καὶ ὀπτήσει. τὰ μὲν γὰρ εἰς ὄγκον ἐξαιρόμενα τῶν σπερμάτων ὅλως τῶν καρπῶν, ἀποβάλλοντα ταχέως τὴν ἀρχαίαν σκληρότητα καὶ ξηρότητα, μεθιστάμενά τε πρὸς τὸ μαλακώτερον καὶ ὑγρότερον ἀμείνω πάντἐστὶ, τὰ δὲ φυλάττοντα τὸν ἔμπροσθεν ὄγκον ἅμα τῇ σκληρότητι χείρω. καὶ γὰρ δύσπεπτα τὰ τοιαῦτα καὶ γεώδη ταῖς οὐσίαις ἐστὶν, ὡς μόγις αἱματοῦσθαι, δεόμενα ῥωμαλέας δυνάμεως εἰς τὴν ἐν τῷ σώματι κατεργασίαν ἐν τῷ πέττεσθαι κατὰ γαστέρα καὶ καθἧπάρ τε καὶ φλέβας αἱματοῦσθαι. ἀποτυγχάνει μὲν οὖν ἑκατέρων τῶν ἐνεργειῶν ἐν τοῖς ἀσθενέσι σώμασι· καὶ γὰρ χυμὸς ἐκ τῶν τοιούτων ἐδεσμάτων καλούμενος ὠμὸς γίγνεται, ἐφ νόσοι παντοῖαι συνίστανται. ἐπεὶ δὲ καθἕκαστον εἶδος καρποῦ πολλή τίς ἐστιν . διαφορὰ, προβρέχειν ἀξιῶ σε καὶ προέψειν ἐνίοτε τῶν μελλόντων ἐσθίεσθαί τινα, πεῖραν ἀσφαλῆ λαμβάνοντα τῆς φύσεως αὐτῶν. γοῦν ἐμὸς πατὴρ, ἐπιμελὴς ὢν  περὶ τὰ τοιαῦτα, καὶ ἀμύγδαλα οὕτως ἐδοκίμασε καὶ κάρυα τὰ μεγάλα καὶ τὰ σμικρὰ Ποντικά τε καὶ λεπτοκάρυα. τὴν αὐτὴν δὲ βάσανον ἐποιεῖτο καὶ τῶν λαχάνων, ὡσαύτως δὲ καὶ τῶν κυάμων καὶ πισσῶν καὶ λαθύρων καὶ θέρμων, ὠχρῶν τε καὶ δολίχων, ἁπάντων τε τῶν τοιούτων, βρέχων, προέψων, εἶθὁρῶν, εἰς ὅσον ἐξοιδίσκετο. περὶ δὲ τῆς πτισάνης τί δεῖ καὶ λέγειν; ἤδη γὰρ τοῦτο καὶ οἱ παῖδες ἴσασιν, ὡς μὲν ὀγκουμένη ταχέως ἀρίστη, μοχθηρὰ δ χρόνῳ πολλῷ βραχὺν ὄγκον ἴσχουσα. τήκεται γὰρ προτέρα ῥηθεῖσα καὶ γίνεται χυλὸς, δἑτέρα δύστηκτός τἐστὶ καὶ σκληρὰ διαμένει, βραχύτατον ἀνιεῖσα χυλόν. ἔνια δὲ τῶν Δημητρίων σπερμάτων οὐδὅλως ὀγκοῦσθαι πέφυκεν ἑψόμενα· κεκλήκασι δἀτέραμνα τὰ τοιαῦτα τῶν παλαιῶν Ἑλλήνων ἔνιοι. οὕτως οὖν καὶ τοὺς πυροὺς ἐμὸς πατὴρ ἐδοκίμαζε καὶ προσέτι τῷ πλήθει τῶν ἀλεύρων· οἱ μὲν γὰρ ἀγαθοὶ πλεῖστον ἄλευρον ἐργάζονται, οἱ μοχθηροὶ δὀλίγον. μὴ τοίνυν μηδὲ σὺ κατὰ τὸ πάρεργον ἀκούσῃς ὧν λέγω. κοινός τε γὰρ λόγος ἐστὶν ἁπάντων μὲν σπερμάτων, ἁπάντων δὲ καρπῶν, ὅσους ἀποθέσθαι δυνατόν ἐστιν, ἐξητασμένος τε καὶ κεκριμένος ὑπἐμοῦ τε καὶ τοῦ πατρὸς ἐν χρόνῳ πολλῷ καὶ πείρᾳ μακρᾷ. δῆλον δ’, ὅτι καὶ τοὺς καρποὺς εἰς ἀπόθεσιν ἐπιτηδείους λέγω τοὺς πρὶν σαπῆναι ξηραινομένους. ἔνιοι μὲν γὰρ οὐχ ὑπομένουσι τοῦτο, καθάπερ τὰ μόρα καὶ οἱ καλούμενοι πέπονές τε καὶ μηλοπέπονες, ἔτι τε Περσικὰ, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια· φθάνει γὰρ σήπεσθαι, πρὶν ξηρανθῆναι. κολοκύνθας μὴν εἰς λεπτὰ μόρια τέμνοντες ξηραίνουσιν ἔνιοι, καθάπερ γε καὶ τὰς κοιλίας ἄλλοι. καὶ γνώρισμα δὲ τοῦ μοχθηρὸν εἶναι τὸν μυκήτην μέγιστον νομίζουσι τὸ ξηρανθῆναι μὴ δύνασθαι. περὶ δὲ τῶν κοκκυμήλων τί δεῖ καὶ λέγειν; οὐδεὶς γὰρ ἀγνοεῖ τὴν ἀπόθεσιν αὐτῶν οὐκ ἐν Δαμασκῷ μόνον, κατὰ τὴν Ἱσπανίαν, ἀλλὰ καὶ παρἡμῖν γιγνομένην. ὥστὀλίγιστοι τῶν καρπῶν εἶσιν οἱ μὴ δυνάμενοι ξηρανθῆναι, πλὴν πέπονες, ὡς ἔφην, καὶ μηλοπέπονες, τά τἈρμενιακὰ καὶ τὰ Περσικὰ, καὶ πρεκόκια παρὰ Ῥωμαίοις ὀνομαζόμενα. καὶ γὰρ τὰ σῦκα ξηρανθέντα διαμένει, καὶ οἱ σικυοὶ ταῖς κολοκύνθαις ὡσαύτως. ἀλλὰ καὶ ταῦτα τοῦ χειμῶνος εἰς χρείαν ἀγόμενα τὴν αὐτὴν ἐξέτασιν δέχεται. τὰ μὲν γὰρ ταχέως ἐν ὕδατι τεγγόμενα, καὶ χωρὶς ἑψήσεως καὶ σὺν ἐκείνῃ, κάλλιστα τῶν ὁμοειδῶν ἐστι, τὰ δἐν πολλῷ χρόνῳ τοῦτο πάσχοντα καὶ μικρὸν ἐπιδιδόντα τοῖς ὄγκοις μοχθηρά. γίγνωσκε τοίνυν οὐ μόνον εἰς πέψιν ἀμείνω τὰ ταχέως οἰδισκόμενα τῶν ἐδεσμάτων, ἀλλὰ καὶ πρὸς εὐχυμίαν, ἧς ἕνεκα τὰ κατὰ τουτὶ τὸ γράμμα λέγεται πάντα, καὶ τὰ βελτίω φύσει τὰ ταχέως ἐξογκούμενα, διότι πέττεται μᾶλλον καὶ ἀμείνους γεννᾷ χυμούς. οὐδὲν γὰρ οὕτως εἰς εὐχυμίαν συντελεῖ πᾶσιν ἐδέσμασιν, ὡς τὸ πεφθῆναι καλῶς ἐν τῇ γαστρί. καὶ γὰρ τὴν δευτέραν καὶ τρίτην πέψιν ἐπιδέχεται μᾶλλον ταῦτα. ἔμαθες δὲ, ὅτι δευτέρα μὲν πέψις ἐν ἥπατί τε καὶ φλεψὶ γίνεται, τρίτη δὲ καθἕκαστον τῶν τρεφομένων μορίων, ἧς ἕνεκα τῶν προτέρων δυοῖν δεόμεθα. τρέφεται μὲν γὰρ, ὅσα τρέφεται, τῶν τρεφόντων αὐτὰ μεταβαλλομένων κατὰ ποιότητα, κᾀξομοιουμένων τοῖς τρεφομένοις· μεταβάλλεται δὲ τὰ παρασκευασθέντα καὶ προπεφθέντα τῶν ἀπέπτων μᾶλλον. ἀλλήλας γὰρ αἱ πέψεις διαδέχονται, τὴν μὲν τῆς γαστρὸς τὸ ἧπαρ, τὴν δὲ τούτου τὰ τρεφόμενα μόρια. καὶ τοίνυν καὶ προπαρασκευάζει τοῖς μὲν ἐν τῷ σώματι μορίοις ἅπασι τὴν τροφὴν τὸ ἧπαρ, ἐκείνῳ δ γαστὴρ, ἐκείνῃ δὲ τὸ στόμα, καὶ τούτῳ τινὰ μὲν ὄπτησις, τινὰ δὲ ἕψησις, ταγήνισις, τις ἁπλῆ βρέξις. ἅπασι δὲ τούτοις διοικοῦσα φύσις τὰ τοὺς καρποὺς φέροντα φυτὰ παρασκευάζει, καί τινά γε τῶν ἐξ αὐτῆς γεγονότων οὔθἑψήσεως, οὔτὀπτήσεως, οὔτε βρέξεως, οὔτἄλλης δεῖται παρασκευῆς. ταῦτα μὲν ἐν τῷ καθόλου χρὴ μεμνῆσθαι, κοινὰ γὰρ ἁπάντων ἐστὶ τῶν ἐσθιομένων.
§6 Ἐπὶ δὲ τὰ κατὰ μέρος ἴωμεν, ὅσα λέγοντες ἀπελίπομεν, ἐν μὲν τοῖς τῶν ζώων μορίοις ἔντερά τε καὶ γαστέρα καὶ μήτραν καὶ ὦτα καὶ ὀφθαλμοὺς καὶ οὐρὰς, ἐν δὲ τοῖς Δημητρίοις σπέρμασι τὰ πλεῖστα, καθάπερ γε καὶ λαχάνων καὶ φυτῶν τῶν καλουμένων ὡραίων. ἔντερα μὲν οὖν καὶ γαστὴρ καὶ μήτρα σκληροτέραν τῶν σαρκῶν ἔχει τὴν οὐσίαν, ἀπεπτοτέραν τε τοσοῦτον, ὅσον καὶ σκληροτέραν, ἧττόν τε τῶν σαρκῶν τρέφει καὶ ἧττον εὔχυμά εἰσιν. αἱ δοὐραὶ καὶ τούτων ἔτι σκληρότεραι, καὶ τἄλλα ἀνάλογον τῇ σκληρότητι καταὐτάς ἐστι περί τε πέψιν καὶ θρέψιν, πλὴν οὐ περιττωματικαὶ διὰ τὴν κίνησιν. ὅμοιοι δαὐταῖς εἰσιν ἐπὶ τῶν πτηνῶν ζώων οἱ τράχηλοι. κοιλίαι δοὐδὲν ὅμοιαι τοῖς πτηνοῖς τε καὶ πεζοῖς ζώοις εἰσί. καὶ γὰρ παχεῖαι καὶ σκληραὶ, καὶ διὰ τοῦτο δύσπεπτοι καὶ πολύτροφοι πεφθεῖσαι τοῖς πτηνοῖς εἰσιν αἱ κοιλίαι. κάλλισται δἀλεκτορίδων καὶ χηνῶν, καίτοι τἄλλα τοῦ χηνὸς μόρια σκληρά τἐστὶ καὶ δύσπεπτα καὶ περιττωματικὰ, πλὴν τῶν πτερῶν. ἐν δὲ τοῖς μεγάλοις στρουθοῖς, ἃς νῦν ὀνομάζουσι στρουθοκαμήλους, ἅπαντα τὰ μέρη σκληρὰ καὶ δύσπεπτα καὶ περιττωματικά. τῶν δὤτων μὲν χόνδρος ἄτροφόν τἐστὶ καὶ ξηρὸν σῶμα, τὸ δὲ ἔξωθεν δέρμα λεπτὸν καὶ ξηρὸν, ὀλιγότροφόν τε καὶ δύσπεπτον. ὀφθαλμοὺς δὀλίγοι μὲν ἐσθίουσι, σύγκεινται δἐξ ἀνομοίων οὐσιῶν· ἑτέρας μὲν γὰρ φύσεως οἱ  χιτῶνες αὐτῶν, ἑτέρας δὲ οἱ μύες, ἄλλης δὲ τὸ κρυσταλλοειδὲς καὶ τὸ ὑαλοειδές. ἐξ αὐτῶν δὲ οἱ μύες εὐπεπτότατοι μόνοι τῶν ἐπιτήδειον εἰς εὐχυμίαν τὴν φύσιν ἐχόντων ζώων, οἷοί περ οἱ σύμμετροι κατὰ τὴν ἡλικίαν ὕες. εἶεν δἂν οὗτοι τοῖς μὲν ἀκμάζουσιν ἀνθρώποις καὶ γυμναζομένοις οἱ τέλειοι, τοῖς δὲ παρακμάζουσιν οἱ ἔταὐξανόμενοι τῶν δὲ πάνυ σμικρῶν χοίρων σὰρξ περιττωματική. ἀρίστης δὲ τῆς τῶν ὑῶν οὔσης ἐδωδῆς ἐν τοῖς πεζοῖς ζώοις, ἐφεξῆς ἐστιν τῶν ἐρίφων, καὶ μετὰ ταύτην τῶν μόσχων. δὲ τῶν ἀρνῶν σὰρξ ὑγρὰ καὶ γλίσχρα καὶ βλεννώδης ἐστί. τῶν δἄλλων πεζῶν ζώων τῆς ἐδωδῆς ἀπέχεσθαι κελεύω τὸν εὐχυμίας προνοούμενον. δὲ κατεἶδος ἐν αὐτοῖς διαφορὰ κατὰ τὸ τρίτον εἴρηται περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων.
§7 Ἐν δὲ τοῖς Δημητρίοις σπέρμασιν ἄριστον εἰς εὐχυμίαν ἔδεσμα καλῶς ἑψημένη πτισάνη. συνενδείκνυται δ λόγος οὗτος, ὅτι ἀρίστην εἶναι χρὴ καὶ τὴν κριθήν. οὐ γὰρ ἕψεται καλῶς πτισάνη, μὴ τοιαύτης οὔσης αὐτῆς, διὰ τὸ μήτε πλεῖον ἐξοιδίσκεσθαι διαβρεχομένην, μήτε χυλοῦσθαι τηκομένην. ἀλλὰ περὶ πτισάνης ἔν τε τῷ περὶ τῶν ἐν τροφαῖς δυνάμεων καὶ τοῖς τῆς θεραπευτικῆς μεθόδου καὶ τοῖς εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήμασιν ἐπὶ πλέον εἴρηται. νυνὶ δἀρκεῖ δεδηλῶσθαι τὸ κεφάλαιον, οὗ χρῄζομεν εἰς τὸν ἐνεστῶτα λόγον, ὡς ἀμεμπτότατον εἴη ἂν πάντων ἐδεσμάτων εἰς εὐχυμίαν τε καὶ φυλακὴν ὑγείας πτισάνη καλῶς ἐσκευασμένη. τρέφει γε μὴν ἄρτου ἧττον καλλίστη· περὶ οὗ καὶ αὐτοῦ λέλεκται κατὰ τὸ β΄ γράμμα περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. τῆλις μὲν οὐκ εὔχυμος, ἂν πλεονάζῃ τις ἐν αὐτῇ, πτισάνην δὲ κᾂν καθἑκάστην ἡμέραν εἰς κόρον ἐσθίῃς, οὐδὲν εἰς εὐχυμίαν βλαβήσῃ. περὶ κυάμου δἂν ἔλεγον ταὐτὸν, εἰ μὴ φυσώδης ἦν· οὔτε γὰρ κακόχυμος, οὔτε ἐμφρακτικὸς, ἅπερ ἐστὶ κεφάλαια τῶν ὑγιεινῶν ἐδεσμάτων· ὑπάρχει δαὐτῷ ταῦτα διὰ τὸ ῥυπτικὴν ἔχειν ποιότητα καὶ δύναμιν ἐν αὑτῷ, καθάπερ κριθή. τῷ πισῷ δὲ τὸ μὲν ἄφυσον ὑπάρχει, τὸ ῥυπτικὸν δοὐκ ἴσον τῷ κυάμῳ. περὶ δὲ τῆς φακῆς, ὅτι κακόχυμός ἐστι καὶ μελαγχολικὴ, σχεδὸν οὐδεὶς ἀγνοεῖ· ὡς φαρμάκῳ δαὐτῇ χρώμεθα πολλάκις ἐπὶ πολλῶν παθημάτων, ἀλλοὐ νῶν ἐκείνων καιρός. ὦχροι δὲ καὶ δόλιχοι τῶν μὲν εἰρημένων χείρους, ἀμείνους δὲ λαθύρων. ὀλύραν δὲ μετὰ τὴν κριθὴν τίθει, καὶ μετἐκείνην τίφην. ἔλυμος δέ σοι φευκτέος ἀεί· καλοῦσι δαὐτὸν ἔνιοι μελίνην τῶν παλαιῶν. δὲ κέγχρος ὁμογενὴς μέν ἐστι τῷ σπέρματι τούτῳ, μοχθηρὰ δἧττον. γε μὴν ἐρέβινθος, εἰ καὶ τρόφιμος, ἀλλοὐκ εὔχυμος, φυσώδης δὲ οὐδὲν ἧττόν ἐστι κυάμου, παροξύνει δὲ καὶ πρὸς συνουσίαν ἅμα τῷ πολὺ σπέρμα γεννᾷν. δὲ θέρμος ἱκανῶν παχύχυμος· εὔδηλον δ’, ὅτι καὶ τρόφιμος, εἴπερ παχύχυμος, οὐ μὴν κακόχυμος. τῶν δἄλλων ὀσπρίων οὐδὲ μεμνῆσθαι καλὸν εἰς εὐχυμίας λόγον, ὧν γε μηδἐσθίουσιν ἄνθρωποι, πρὶν ὑπὸ λιμοῦ βιασθῆναι. περὶ μὲν οὖν ὀσπρίων αὐτάρκως εἴρηται, περὶ δὲ καρπῶν ἐφεξῆς ἂν εἴη ῥητέον.
§8 Εἰσὶ δοἱ μὲν ἀπὸ δρυῶν ὀλίγου δεῖν ἅπαντες κακόχυμοι πλὴν τῶν καστανειῶν ὀνομαζομένων βαλάνων. αὗται δὲ πεφθεῖσαι καλῶς ἐν τῇ γαστρὶ τρόφιμοι μέν εἰσι καὶ παχύχυμοι, κακόχυμοι δοὐδαμῶς. τῶν δἄλλων οἱ μὲν ὡραῖοι καλούμενοι καρποὶ κακόχυμοι πάντες· ἐὰν δὲ δια φθαρῶσιν ἐν τῇ γαστρὶ, φαρμάκου δηλητηρίου πλησίον ἥκουσιν, ὥσπερ καὶ τὰ μόρα, καίτοι μετριώτερα τῶν Περσικῶν ὀνομαζομένων ὄντα καὶ τῶν κοκκυμήλων, ὅμως τὴν διαφθορὰν οὐδὲν ἧττον ἐκείνων ἔχει μοχθηράν. ἣν δὀνομάζουσιν ἰδίως οἱ Ἕλληνες ὀπώραν ἐν σύκοις καὶ σταφυλαῖς οὖσαν, ἀμείνων μέν ἐστι τῶν εἰρημένων, οὐ σμικρὰν δἔχει τὴν διαφορὰν, πέπειρον ἀκριβῶς εἶναι τὸν καρπὸν, μηδέπω τοιοῦτον. ἐγγὺς γὰρ τῶν ἀβλαβῶν τὰ πέπειρα σῦκα, καὶ μετὰ ταῦτα πέπειρος σταφυλή. κρεμασθεῖσα δὲ καὶ ἥδε τὸ φυσῶδες ἀποτίθεται καὶ γίνεται τελέως ἄμεμπτον. περὶ ἰσχάδων δὲ δόξειεν ἄν τις ἐναντία λέγων ἀληθεύειν, εἰ κακοχύμους γε ἅμα καὶ εὐχύμους αὐτὰς εἴποι, νοσῶδές τε καὶ ὑγιεινὸν ἐχούσας. ἐὰν γὰρ αὗται διεξέρχωνται κατὰ τὴν γαστέρα, καὶ ἀπαὐτῶν ἀναδοθεῖσα τροφὴ διά τε τοῦ δέρματος καὶ τῶν νεφρῶν, ὑγιειναί τέ εἰσι καὶ εὔχυμοι· βραδύνουσαι δύνουσαι δὲ κακοχυμότεροί πως γίνονται καὶ φθειρῶν πολλῶν γεννητικαί· μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλιστόν εἰσιν ἔδεσμα, καθάπερ γε καὶ ἀμυγδάλων, ἀλλὰ μετὰ τούτων μὲν, ὡς ἐκφρακτικῶν καὶ ῥυπτικῶν, οὐ μὴν εὐχύμων γε τοῖς καρύοις ὡσαύτως οὐδὲ τροφίμων, ἅμα δὲ τοῖς καρύοις βελτίους εἰς ἅπαντα. καί τινες τῶν γραψάντων συνθέσεις φαρμάκων θανασίμων ἀλεξητήριον αὐτῶν ἁπάντων εἶναί· φασι προλαμβανομένας ἰσχάδας ἅμα καρύοις τε καὶ πηγάνῳ. τὰ δἄλλα τῶν ἀκροδρύων εἴδη κακόχυμά ἐστι, καὶ μάλισθὅσα τῶν ἀγρίων αὐτῶν καὶ θάμνων εἰσὶ καρποὶ, περὶ ὧν ἐπὶ πλέον εἴρηται κατὰ τὸ β΄ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. μήλων δὲ καὶ ῥοῶν, ἀπίων τε καὶ μεσπίλων, οὐχ ὡς τροφῆς, ἀλλὡς φαρμάκων χρῄζομεν εἰς τόνον στομάχου τε καὶ γαστρός. καρποὶ δεἰσὶ καὶ σικυοὶ καὶ πέπονες καὶ μηλοπέπονες, ἀλλοὐδὲν οὐδὲ τούτων εὔχυμον· εἰ δὲ μὴ ταχέως ὑπέλθοι, διαφθείρεται κατὰ τὴν γαστέρα καὶ τὸν ἐκ τῆς διαφθορᾶς γινόμενον  χυμὸν ἐγγὺς τοῖς θανασίμοις γενόμενον φαρμάκοις ἐργάζεται. κολοκύνθη δἄμεμπτος μόνη τῶν τοιούτων καρπῶν, ἀλλὰ καὶ αὕτη διαφθαρεῖσα κατὰ τὴν γαστέρα κακόχυμος ἱκανῶς γίνεται, καθάπερ καὶ τὰ συκάμινα· καὶ γὰρ καὶ ταῦτα, πρὶν διαφθαρῆναι, φθάσαντα ταχέως ὑπελθεῖν, οὐδὲν ἐργάζεται φαῦλον, εἴ γε μή τις ἐν αὐτοῖς πλεονάζοι· κοινὸν γὰρ τοῦτο περὶ ἁπάντων ὡραίων ἐπίστασθαί τε χρὴ καὶ μεμνῆσθαι. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμον, ἐν μέσῳ δεὐχύμου τε καὶ κακοχύμου θρίδαξ ἐστὶν, εἶτα μαλάχη, καὶ μεταὐτὴν ἀτράφαξύς τε καὶ ἀνδράχνη, καὶ βλίτον καὶ λάπαθον. ἐσχάτως δὲ κακόχυμα πάντἐστὶν, καλοῦσιν ἄγρια λάχανα, θριδακίνη, χονδρίλη, σκάνδιξ, γιγγίδιον, σέρις, κιχώριον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μὲν, ὅσαι δριμεῖαι, καθάπερ αἱ τῶν κρομμύων καὶ πράσων καὶ σκορόδων καὶ ῥαφανίδων καὶ δαύκου, μέσαι δεὐχύμων τε καὶ κακοχύμων αἵ τε τῶν ἄρων εἰσι καὶ τῶν γογγυλίδων, ἃς καὶ βουνιάδας ὀνομάζουσι, καὶ τοῦ καλουμένου κάρους.
§9–11
§9 Ὄρνιθες δὲ καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἰλυώδεσι καὶ θολεροῖς διαιτωμένων. ἀέρι γὰρ χείρονι χρῶνται καὶ νήξεσιν ἐλάττοσι καὶ τροφαῖς μοχθηροτέραις, καὶ μάλισθὅταν ἐκ πόλεως μεγάλης ῥέῃ τὸ ὕδωρ, ἐκκαθαῖρον ἀποπάτους τε καὶ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὰ τῶν πλυνόντων τὴν ἐσθῆτα καὶ τὴν ὀθόνην ῥύμματα. χειρίστη γὰρ σὰρξ γίνεται τῶν ἐν ὕδατι τοιούτῳ διαιτωμένων ζώων, μάλιστα μὲν, ὅταν ἐν αὐτῷ μόνῳ διατρίβωσι, κᾂν ἐπιμίγνυται δὲ βελτίονι, μοχθηρότεροι πολλῷ καὶ οὗτοι τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων εἰσίν. ἄμεμπτοι γὰρ ὀλίγου δεῖν ἅπαντες ὑπάρχουσιν, ὅσοι κατὰ τὴν ἄμικτον ὕδατι γλυκεῖ διατρίβουσιν, ὥσπερ οἵ τε πελάγιοι καλούμενοι καὶ οἱ πετραῖοι· καὶ γὰρ εἰς εὐχυμίαν καὶ ἐν αὐτῇ τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ προὔχουσι πολὺ τῶν ἄλλων. ἀσφαλέστατον μὲν οὖν ἀεὶ προσφέρεσθαι τῶν τοιούτων· εἰ δέ τι ζῶον εἴη τῶν ἐν ἑκατέροις τοῖς ὕδασι διαιτωμένων, ὥσπερ κέφαλος καὶ λάβραξ, τε κωβιὸς καὶ σμύραινα, καρκῖνοί τε καὶ ἐγχέλυες, ἀναπυνθάνεσθαι μὲν πρότερον, ὅθεν εἴη τεθηρευμένον, μετὰ δὲ ταῦτα τῇ ὀσμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν αὐτῶν ποιεῖσθαι. καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλεννώδεις, ὅσοι τὴν δίαιταν ἔσχον ἐν ὕδατι μοχθηρῷ· καὶ μέντοι καὶ λίπος αὐτοῖς ὑπάρχει πολὺ πλέον ἤπερ τοῖς ἄλλοις, καὶ σήπονται ταχέως. οἱ δἐν θαλάττῃ καθαρᾷ διαιτώμενοι τήν τε ὀδμὴν ἄμεμπτον ἔχουσι καὶ τὴν γεῦσιν ἡδεῖαν, τό τε λίπος ὀλίγιστον, οὐδὅλως, ἐξαρκοῦσί τε πλέονι χρόνῳ μὴ σηπόμενοι, καὶ μάλισθὅταν αὐτοῖς τις περιβάλλῃ χιόνος. κατὰ ταῦτα μὲν οὖν καὶ κρείττους οἱ σκληρότεροι γίνονται ψαθυρωτέραν ἴσχοντες τὴν σάρκα τοῖς πετραίοις τε καὶ τοῖς ὀνίσκοις ὁμοίως· γὰρ τούτοις ὑπάρχει φύσει, τοῦτο τοῖς σκληροσάρκοις ἐκ τῆς χιόνος προσγίνεται. διὰ τοῦτοὖν ἐναντιωτάτην ἔχουσιν οὐσίαν τῆς σαρκὸς οἵ τἐκ θαλάττης καθαρᾶς κέφαλοι καὶ οἱ κατὰ τὸ μοχθηρὸν ὕδωρ διαιτώμενοι· παραπλησίως δαὐτοῖς καὶ οἱ κωβιοὶ καὶ οἱ λάβρακες, ἔτι τε τούτων μᾶλλον οἱ ἄλλοι. καὶ σμύραιναι δὲ φαυλόταται γίνονται κατὰ τὰ τοιαῦτα τῶν ὑδάτων. δἔγχελυς οὐδὅλως εὔχυμον ἔδεσμα, κᾂν ἐξ ὕδατος καθαροῦ, μήτοι γε δὴ τοῦ πόλιν ἐκκαθαίροντος, ὡς εἴρηται. καὶ παρὰ τὰς ἐπιχωρίους δὲ τροφὰς ἀμείνους τε καὶ χείρους ἑαυτῶν ἰχθύες γίνονται, διαγινωσκόμενοι ῥᾳδίως ὀσμῇ τε καὶ γεύσει, καθάπερ αἱ τρίγλαι. μοχθηρότεραι γὰρ αὐτῶν αἱ τὴν καρκινάδα σιτούμεναι, τῶν δἄλλων σὰρξ σκληροτέρας ἐστὶν ὕλης, οὐ μόνον τῆς τῶν πετραίων τε καὶ ὀνίσκων, ἀλλὰ καὶ κεφάλων καὶ λαβράκων, καὶ τῶν ἄλλων πελαγίων, καὶ κατὰ τοῦτο δυσπεπτοτέρα τε καὶ τροφιμωτέρα, κακόχυμον οὐδὲν ἔχουσα. λέλεκται δὲ τελεώτερον ὑπὲρ ἁπάσης τροφῆς ἐν τρισὶν ὑπομνήμασιν, περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐπιγέγραπται, καὶ χρὴ τὸν ὑγιεινῆς τροφῆς φροντίζοντα μήτε τῆς ἐκείνων ἀναμνήσεως ἀμελῆσαι, μήθὅλως τῆς ὑγιεινῆς πραγματείας, ἧς μέρος ἐστὶ καὶ τὸ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. ἀλλὰ καὶ περὶ τῆς λεπτυνούσης διαίτης, ἐναντίας οὔσης τῇ παχυνούσῃ διαίτῃ, γέγραπται βιβλίον ἕτερον ἱκανῶς χρήσιμον οἷς ὑγεία σπουδάζεται.
§10 Μεμνῆσθαι δέ σε πρὸ πάντων βούλομαι κατὰ τὰς τοιαύτας πραγματείας, ὡς οὔτε βοηθήματος, οὔθὑγιεινῶν διαιτημάτων ἐπιστήμων ἐστὶ τελέως τὰς τῶν ὑλῶν δυνάμεις ἀκριβῶς ἐκμαθὼν, ἐὰν μὴ γινώσκῃ τὰς τῶν σωμάτων φύσεις, οἶς ταῦτα προσάγεται. τινὰ μὲν γὰρ αὐτῶν ἐστι πυκνὰ καὶ ἀδιάπνευστα, τινὰ δἀραιὰ καὶ ῥᾳδίως ἐκκενούμενα. καὶ δεῖται δηλονότι τροφῆς ὑγροτέρας τὰ πρότερα, ξηροτέρας δὲ τὰ δεύτερα, καὶ τὰ μὲν κολλωδεστέρας, τὰ δὲ λεπτοτέρας, καὶ τὰ μὲν ἐλάττονος, τὰ δὲ πλείονος. οὕτως δὲ καὶ ὅσοι μελαγχολικώτερον ἔχουσι τὸ αἷμα, τῶν ὑγρῶν καὶ θερμῶν τῇ κράσει δέονται τροφῶν, ὥσπερ γε καὶ ὅσοι χολωδέστερον, ὑγρῶν καὶ ψυχρῶν, ὡσαύτως δοἳ φλεγματῶδες, θερμαινουσῶν τε καὶ ξηραινουσῶν. ὅσοι δαἷμα χρηστὸν ἀθροίζουσι πλέον, ὀλιγωτέρων μὲν ἐδεσμάτων χρῄζουσιν, ἐπιφανῆ δοὐδεμίαν ἐχόντων δύναμιν, ἀλλἐν τῷ μέσῳ καθεστηκότων, ὡς μήτε θερμαίνειν ἀξιολόγως, μήτε ψύχειν, ὥσπερ γε καὶ μηδὑγραίνειν ξηραίνειν, οὕτω δὲ καὶ πάχους καὶ λεπτότητος ἐν τῷ μέσῳ καθεστηκότων,  ὡσαύτως δὲ γλισχρότητός τε καὶ τῶν ἐναντίων αὐτῇ· κραυρότητα δὲ λέγω καὶ ψαθυρότητα. ὑπάρχει δὲ κραυρότης μὲν τοῖς σκληροῖς τε καὶ ξηροῖς ἱκανῶς, ψαθυρότης δὲ τοῖς μαλακοῖς τε καὶ μέσοις καθὑγρότητά τε καὶ ξηρότητα· κοινὸν δἀμφοῖν τὸ μηδὲν ἔχειν γλίσχρον. διαγνωστικὸν οὖν εἶναι προσήκει τὸν ὀρθῶς χρησόμενον ταῖς τροφαῖς, πρῶτον μὲν τῆς κατἀραιότητά τε καὶ πυκνότητα τοῦ δέρματος ἐν τοῖς ἀνθρώποις διαφορᾶς, ἐφεξῆς δαὐτῇ τῆς ὅλης τοῦ σώματος κράσεως, εἶθἑξῆς εἰ σώζει πάντα τὰ μόρια τοῦ σώματος τὴν οἰκείαν κρᾶσιν. ἐνίοτε μὲν γὰρ κεφαλή ἐστι θερμοτέρα τοῦ προσήκοντος, γαστὴρ δὲ ψυχροτέρα, πολλάκις δὲ τοὐναντίον γαστὴρ μὲν θερμοτέρα, ψυχροτέρα δ κεφαλή· καὶ τἄλλα μόρια πάνθὡσαύτως. μὲν οὖν ἄλλη πᾶσα θεραπευτική τε καὶ ὑγιεινὴ μέθοδος ἁπάντων ὁμοτίμως ἐστόχασται, τὰ δὲ κατὰ τὰς τροφὰς ἐξαίρετον μὲν ἔχει καὶ πρῶτον σκοπὸν, ὅπως ἄριστα πεφθήσεται, δεύτερον δὲ ἐπὶ τῷδε, τὸν ἀναδοθησόμενον ἐκ τῆς πεφθείσης τροφῆς χυμὸν ἐπιτήδειον εἷναι τῇ κράσει τῶν ἄλλων μορίων. ἀναγκαία τοιγαροῦν ἐκ τῶνδε φαίνεται τοῖς ὀρθῶς μέλλουσι χρῆσθαι τροφαῖς περὶ κράσεως πραγματεία. καὶ τοίνυν ὡς γεγυμνασμένῳ σοι καταὐτὴν, ὅσον ἔθὑπόλοιπόν ἐστιν εἰς εὐχυμίαν τε καὶ κακοχυμίαν ἀναγκαῖον ἐγνῶσθαι, προσθήσω, τὴν ἀρχὴν ἀπὸ τῶν οἴνων ποιησόμενος.
§11 Ὅσοι μὲν οὖν αὐτῶν ὑδατώδεις εἰσὶ καὶ λεπτοὶ κατὰ σύστασιν, οὔρησίν τε κινοῦντες, ὀλιγίστην παρέχουσι τῷ σώματι τροφήν· ὅσοι δὲ παχεῖς, ὥσπερ Θηραῖός τε καὶ Σκυβελίτης, ἀξιολόγως τρέφουσι. διαφέρουσι δἀλλήλων τῷ μᾶλλόν τε καὶ ἧττον ἀνάλογον τῷ πάχει. τοιοῦτος δέ ἐστιν οἶνος παρἡμῖν ἐν Αἰγαῖς καὶ Περπερίνῃ, τῇ μὲν ὁμόρῳ Μυρίνῃ, τῇ δὲ Περγάμῳ. τελέως μὲν οὖν εἰσι γλυκεῖς τε Σκυβελίτης καὶ Θηραῖος, αὐστηρὸς δὲ ἅμα καὶ γλυκὺς Κιλίκιος Ἀβάτης, ἀπὸ χωρίου τὴν προσηγορίαν ἔχων, δἐν Αἰγαῖς καὶ Περπερίνῃ μέσοι τούτων εἰσὶν, οὔτε γλυκεῖς ἀκριβῶς ὄντες, οὔτε στύψιν ἔχοντες ἀξιόλογον ὁμοίως τῷ Κιλικίῳ. μέλανες δὲ πάντες οὗτοι τυγχάνουσιν ὄντες· οὐδὲ γὰρ ἂν εὕροις οὐδένα παχὺν ἅμα καὶ γλυκὺν οἶνον, ὃς οὐκ ἔστι μέλας. ἐὰν οὖν τῶν λευκοτάτων οἴνων ἑψήσῃς τὸ γλεῦκος, ὡς τὸ καλούμενον ἐργάσασθαι σίραιον, ὅπερ ἕψημα παρἡμῖν ὀνομάζεται, μέλαν ἴσχει τὸ χρῶμα παραπλησίως τῷ Θηραίῳ. μέλαν δὲ καὶ τὸ τοῦ Καρυΐνου χρῶμἐστὶ, γλυκέος ὄντος αὐτοῦ. τὸ δὲ τοῦ Θηρίνου μέλαν μὲν, ἀλλοὐκ ἴσον τῷ Καρυΐνῳ· ἀπολείπεται γάρ τι καὶ τῇ γλυκύτητι τοῦ Καρυΐνου. λευκὸς δὲ οἶνος οὐδεὶς γλυκύς ἐστιν, ἀλλὰ τινὲς μὲν αὐστηροί τε καὶ παχεῖς, τινὲς δὑδατώδεις τε καὶ λεπτοί. ξανθοὶ δὲ καὶ κιῤῥοὶ, τινὲς μὲν γλυκεῖς εἰσι μετρίως, ὥσπερ Ἱπποδαμάντειός τε καὶ Φαυστιανὸς Φαλερῖνος, ἔνιοι δὅλως γλυκεῖς. οἱ δἐρυθροὶ παχύτεροι τούτων, ὥσπερ γε τούτων ἕτεροι, πλησιάζοντες ἤδη κατὰ τὸ χρῶμα τοῖς μέλασιν. τροφὴ δἐξ ἁπάντων ἐστὶν αὐτῶν ἀνάλογος τῷ πάχει. καὶ διὰ τοῦτο τοῖς μὲν ἀναθρέψεως δεομένοις ἐπιτρεπτέον πίνειν τοὺς γλυκεῖς, καὶ μάλισθὅταν ἀμέμπτως ἔχωσι τὰ καθἧπάρ τε καὶ σπλῆνα καὶ νεφρούς· τοῖς δἤδη παχὺν ἠθροικόσι χυμὸν ἐν ταῖς φλεψὶν οἱ λεπτοὶ κατὰ τὴν σύστασιν χρήσιμοι, ψυχρῶν μὲν ἠθροισμένων ἐν ταῖς φλεψὶ χυμῶν, οἱ δριμεῖς καὶ παλαιοὶ, μὴ ψυχρῶν δὲ, ὅσοις τούτων οὐδέτερον ὑπάρχει. βελτίους μὲν οὖν εἰς εὐχυμίαν οἱ εὐώδεις, ἀλλὰ καὶ κεφαλὴν πλήττουσι· κρείττους δεἰς οὔρησιν οἱ λεπτοὶ, κεφαλῆς δοὐδὅλως ἅπτονται. φεύγειν δὲ τοὺς παχεῖς ἅμα καὶ δυσώδεις καὶ ἀηδεῖς καὶ αὐστηροὺς, οἷός ἐστιν φαῦλος Βικυὸς ἐν τοῖς μεγάλοις κεραμίοις, δἐν τοῖς μικροῖς οὔτἀηδὴς, οὔτε δυσώδης, οὔτε παχὺς ἄγαν ἐστὶν, ἀλλοὐδὲ τὴν στύψιν ἔχει στρυφνήν· εὔχυμος δοὐδοὗτος, ὥσπερ οὐδὲ κακόχυμος, ἀλλἐν τῷ μεταξὺ τῶν εὐχύμων τε καὶ κακοχύμων ἐστί. τῶν γε μὴν εὐχυμοτάτων οἴνων καὶ Φαλερῖνός ἐστι, καὶ μᾶλλον γλυκύτερος. ἐκ ταὐτοῦ δὲ γένους τῷδε καὶ κιῤῥὸς Τιμωλίτης γλυκύς. ἔστι γὰρ καὶ τούτου τὸ ἕτερον εἶδος αὐστηρὸν, οὐχ ὁμοίως εὔχυμον, ὥσπερ οὐδἄλλος οὐδεὶς αὐστηρὸς ἱκανῶς, εἰ καὶ ῥώμην ἐντίθησιν ἐκλύτῳ στομάχῳ καὶ γαστρὶ, καὶ μάλιστα κατὰ δυσκρασίαν θερμὴν πεπονθόσιν. ἕνεκα γὰρ τούτου καὶ τοῦ συστῆσαι ῥεομένην γαστέρα χρώμεθα τοῖς αὐστηροῖς, οἴνοις, ἄλλως οὐκ ἂν χρησάμενοι διὰ τὸ μήτἀναδόσει τροφῆς, μήθαἱματώσει, μήτεὐχυμίᾳ, μήτοὔρων εὐροίᾳ, μήθἱδρώτων ἐκκρίσει, μήτε γαστρὸς ὑπαγωγῇ συντελεῖν αὐτούς. ἀλλοὐ πρόκειται νῦν οὔτἀρετὰς οὔτε κακίας οἴνων πάσας διέρχεσθαι, καὶ μάλισθὅσοι διαφέρουσι νόσοις. ὅπερ οὖν πρόκειται, πάλιν ἀναληφθὲν ἐν κεφαλαίοις βραχέσιν εἰρήσεται. τοῖς χολωδεστέροις σώμασιν, εἴτε διὰ φυσικὴν δυσκρασίαν, εἴτε διἐπίκτητον ὁπωσοῦν γεγονυῖαν, οὔτε Φαλερῖνος, οὔτε Τμωλίτης κιῤῥὸς γλυκὺς, οὔτἈριούσιος, οὔθ Λέσβιος εὐώδης τε καὶ κιῤῥὸς, ὅμοιος τοῖς προειρημένοις ὢν, ἐπιτήδειος πίνεσθαι· θερμοὶ γὰρ ἅπαντες οἱ τοιοῦτοι. μήτοὖν χολώδεσι, μήτε τοῖς ἐξ ἐγκαύσεως, καμάτων πολλῶν, ἐνδείας, λύπης, ὥρᾳ, χώρᾳ καὶ καταστάσει θερμῇ, διδόναι τοιοῦτον οἶνον. ἐξ ὑπεναντίου μὲν οὖν ἀγαθὸς ἅπασι τοῖς θερμαίνεσθαι δεομένοις, φλεγματώδεσί τε καὶ ψυχραῖς κράσεσι, καὶ χυμῶν πλῆθος ὠμῶν ἠθροικόσιν, ἀργῶς βιοῦσιν ἐν χωρίῳ ψυχρῷ καὶ χειμῶνι καὶ καταστάσει ψυχρᾷ καὶ ὑγρᾷ.  τούτοις μὲν ἅπασιν ἀγαθὸς κιῤῥὸς οἶνος καὶ γλυκύς· ἐναντίος δὲ τοῖς ἐναντίως ἔχουσιν, οὐχ ὡς κακοχυμίαν ἐργαζόμενος, ἀλλὡς θερμαίνων τοὺς ψύχεσθαι δεομένους. ἕτοιμον γὰρ αὐτοῖς ἐστι τοῦτον πίνουσιν καὶ κεφαλὴν ἀλγῆσαι καὶ πυρέξαι καί τι τοῖς νεύροις παθεῖν. οἱ δὲ τῶν κιῤῥῶν τε καὶ μετρίως γλυκέων, (οὐδεὶς γὰρ κιῤῥὸς ἄκρως ἐστὶ γλυκὺς,) ἐπὶ τὸ μελάντερον δὲ καὶ γλυκύτερον ῥέποντες, οὐχ ὁμοίως θερμοὶ τοῖς κιῤῥοῖς εἰσιν. εἰκότερον οὖν οὔτε κεφαλὴν, οὔτε νεῦρα βλάπτουσιν, οὔτε πυρετοὺς ἐξάπτουσιν ὡσαύτως ἐκείνοις. ὅτι δὲ γαστρὸς οἱ γλυκεῖς οἶνοι καὶ παχεῖς εἰσιν ὑπακτικοὶ, σχεδὸν οὐδεὶς ἀγνοεῖ, καθάπερ γε καὶ περὶ γλεύκους, ὅπως ἐστὶ φυσῶδες καὶ δύσπεπτον καὶ παχύχυμον καὶ μόνον ἀγαθὸν ἔχον ὑπάγειν γαστέρα, κᾂν ἀτυχήσῃ ποτὲ τούτου, βλαβερώτερον γίνεται. πάντων δοἴνων κοινόν ἐστιν, ὅσοι γε μὴ πάνυ παχεῖς εἰσι καὶ λίαν γλυκεῖς, ὥσπερ Θηραῖός τε καὶ Σκυβελίτης, ἐπειδὰν εἰς χρόνου μῆκος ἐκταθῶσι, ξανθὴν τὴν χρόαν γίνεσθαι καί τι καὶ στίλβον ἔχειν ὁμοίως πυρί. καὶ γὰρ οἱ μέλανες, οἷός πέρ ἐστιν παρἡμῖν ἐν Περπερίνῃ γιγνόμενος, εἰ χρονίσαιεν, εἰς ἐρυθρὰν μὲν κιῤῥὰν πρότερον ἀφικνοῦνται ποιότητα, μετὰ ταῦτα δεἰς ξανθότητα, καὶ λευκὸς, ὁποῖος Βιθυνὸς Ἀμιναῖος. ὀνομάζουσι δὲ Ῥωμαῖοι τὸν οὕτως παλαιωθέντα κέκουβον, ὃν οὐκ ἂν ἔτι γνωρίσαις ἐξ ὁποίου γένους ἦν. ἤδη δ τοιοῦτός ἐστι καὶ πικρὸς καὶ διὰ τοῦταὖ μὴ ἐπιτήδειος εἰς πόσιν. ἀλλοἵ γε καπηλεύοντες τοὺς οἴνους μιγνύντες τοῖς νέοις τοὺς τοιούτους, ὡς παλαιοὺς πιπράσκουσιν, ἐξαπατῶντες τῇ πικρότητι τοὺς ἀγνοοῦντας ἀκριβῶς οἴνων γεύεσθαι. φεύγειν οὖν χρὴ τῶν οὕτω παλαιῶν τὴν πόσιν, ὥσπερ καὶ τῶν πάνυ νέων. οἱ μὲν γὰρ ὑπερθερμαίνουσιν, οἱ δοὐδὅλως θερμαίνουσιν, ἔστἂν ὦσιν νέοι. τοσοῦτον γὰρ δέουσιν συντελεῖν τι ταῖς τῶν σιτίων πέψεσιν, ὥσταὐτοὶ μόλις πέπτονται. πρὸς τούτοις δοὐδὑπέρχονται κατὰ τὴν κοιλίαν, οὔτἀναδίδονται ῥᾳδίως, οὔτοὖρα προτρέπουσιν, οὔθαἱματώσει συντελοῦσιν, οὐδὲ θρέψει, διαμένουσι δἐπὶ πλεῖστον ἐν τῇ γαστρὶ μετέωροι παραπλησίως ὕδατι, κᾂν βραχύ τις αὐτῶν πίῃ, ῥᾳδίως ὀξύνονται. μόνους δἄν τις τοὺς νέους ἐπἀγαθῷ πίνοι τοὺς λεπτοὺς τῇ συστάσει, καθάπερ ἐν Ἰταλίᾳ τε Γαυρίας ὀνομαζόμενός ἐστι, καὶ Ἀλβανὸς, ἔνιοί τε τῶν ἐν τοῖς Σαβίνοις τε καὶ Θούσκοις γεννωμένων· οὐ γὰρ δὴ πάντες εἰσὶ τοιοῦτοι. καὶ περὶ Νέαν δὲ πόλιν κατὰ τὸν ὑπερκείμενον αὐτῇ λόφον Ἀμιναῖος ἐν τάχει πότιμος γίνεται. κατὰ δὲ τὴν Ἀσίαν παρἡμῖν τε Τιβηνός ἐστι τοιοῦτος, καὶ Ἀρσύϊνος, καὶ μεταὐτοὺς Τιτακαζηνός. ἀλλὰ τούτους μὲν ὡς ἐπὶ παραδείγματος προὐχειρισάμην, ἐθεασάμην δὲ τοιούτους οἴνους ἐν ἅπασι σχεδὸν τοῖς ἔθνεσιν· ἀλλἀγνοοῦσιν αὐτοὺς οἱ ξένοι κατὰ διττὴν αἰτίαν, ὅτι τε παντάπασιν ὀλίγοι γεννῶνται, καὶ διότι μακρὸν πλοῦν οὐ φέρουσιν, ὡς ὑπὸ τῶν ἐμπόρων μὴ δύνασθαι εἰς ἄλλην χώραν μετακομίζεσθαι. διορίσαις δἂν ῥᾳδίως τοὺς τοιούτους οἴνους, πρῶτον μὲν καὶ μάλιστα τῇ λεπτότητι, πλησίον ἥκοντας ὕδατος, εἶτα καὶ λευκότητι, καὶ γευομένῳ δἄν σοι φανεῖεν ὑδατώδεις, οὐδεμίαν ἔχοντες ἰσχυρὰν στύψιν, ἔν τε τῷ κεράννυσθαι μὴ φέροντες ὕδατος μίξιν πολλήν· διὸ καὶ πρὸς τῶν παλαιῶν ἰατρῶν ὀλιγοφόροι κέκληνται. καὶ μέντοι καὶ καθάπερ οἱ κιῤῥοὶ θερμοὶ τὴν δύναμιν ὄντες αὐτίκα πληροῦσι τὴν κεφαλὴν, οὕτως οἱ τοιοῦτοι πρὸς τῷ μηδέποτε βλάπτειν αὐτὴν ὠφελοῦσιν, ἐνίοτε παύοντες ὀδύνας μικράς τινας, ὅσαι διὰ τοὺς ἐν τῇ κοιλίᾳ χυμοὺς εἰώθασι γίγνεσθαι. τῆς γάρ τοι κεφαλῆς οὐ μόνον ὅταν αὕτη πάσχῃ τι πάθος ἴδιον ὀδυνωμένη, ἀλλὰ καὶ διὰ τὴν κοιλίαν ἀναπέμπουσαν ἀτμοὺς χυμῶν μοχθηρῶν, τοιαύτη κεφαλαλγία διοἴνου πόσεως ὀλιγοφόρου ἰᾶται βραχεῖαν ἔχοντος στύψιν. ὅσοι γὰρ ἔκλυτοι παντάπασίν εἰσιν, ὥσπερ παρἡμῖν Τιβηνὸς, ἐν Ἰταλίᾳ δὲ τῶν Σαβίνων ἔνιοι, τοσούτῳ χείρους ὑπάρχουσι τῶν ἀτρέμα στυφόντων, ὅσῳ βελτίους εἰσὶν ὕδατος. εὕροις γὰρ ἄν ποτε καὶ διὕδατος πόσιν ἀλγοῦντας ἐνίους τὴν κεφαλὴν, καὶ μάλισθὅταν μοχθηρὸν, ὡς αὐτοῦ τε διαφθειρομένου καὶ τὸν φυσικὸν τόνον ἐκλύοντος. τῆς δὲ γαστρὸς ἀτονησάσης ἰχῶρες χολώδεις εἰώθασιν συῤῥεῖν ἐκ τοῦ σώματος εἰς τὸ κύτος αὐτῆς, ὥσπερ τοῖς νηστεύσασιν, ὧν τῆς κακίας τε καὶ βλάβης προειρημένος οἶνος ἐλευθεροῖ τὸν ἄνθρωπον, ἐκ μὲν τοῦ παραχρῆμα τῷ τῆς ἐπικράσεως λόγῳ, μετὰ βραχὺ δὲ καὶ τῷ ῥωσθεῖσαν τὴν κοιλίαν ὠθεῖν ἀφἑαυτῆς κάτω τὰ λυποῦντα. ταῖς μέντοι θερμαῖς πάνυ κράσεσι τῶν ἀνθρώπων, διὰ φύσιν, διὰ ἡλικίαν, ὠφελιμώτερον οἴνου ποτὸν ὕδωρ ἐστίν· εἰ δέ ποτε καὶ δεήσειεν οἴνου, τό τε λεπτὸν καὶ μετρίως αὐστηρὸν αὐτοῖς διδόναι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ πάντων ἐδεσμάτων τε καὶ πομάτων οὐχ ἁπλῶς ἑκάστῳ χρῆσθαι βέλτιον, ἀλλὰ μετὰ τοῦ διορίσασθαι τὰς φύσεις τῶν χρησομένων. ἔστι δὲ μεγίστη μὲν ἐν τοῖς οἴνοις διαφορὰ, κατεἴδη σκοπουμένων ἡμῶν, ὡς διῄρηται, βραχεῖα δἐν τοῖς ἄλλοις· οὐ γὰρ ἂν εὕροις ποτε φακῆν κράμβην ὑγραίνουσαν, ἀλλἧττον μὲν ἑτέραν ξηραίνουσαν, ὑγραίνουσαν δοὐδεμίαν. ἔτι δὲ μᾶλλον οὐκ ἂν εὕροις τι γένος κρομμύων, πράσων, σκορόδων ψῦχον, ἀλλἧττόν τε καὶ μᾶλλον θερμαῖνον· οὐκ οὖν οὐδὲ θριδακίνην θερμαίνουσαν, οὐδἀτράφαξυν, βλίτον, ἀνδράχνην. οὐ μὴν οὐδὲ τὸ μᾶλλον καὶ ἧττον ἐν αὐτοῖς μεγάλην ἔχει διαφοράν, ἐπὶ δὲ τῶν οἴνων παλαιότατος, ὃν ἔφην ὑπὸ Ῥωμαίων ὀνομάζεσθαι κέκουβον, εἰς τοσοῦτον τοῦ λευκοῦ τε ἅμα καὶ αὐστηροῦ καὶ νέου διενήνοχε καὶ παχέος οἴνου, ὡς τὸν μὲν ἱκανώτατα θερμαίνειν, τὸν δὲ ψύχειν αἰσθητῶς.
§12–14
§12 Οὐκ ὀλίγη δἐστὶ καὶ κατὰ τὸ μέλι διαφορά. τό γε μὴν μοχθηρὸν, ὡς ἤτοι δυσῶδες ὑπάρχειν, γευόμενον ἄλλην τινὰ ἐμφαίνειν ποιότητα μεμιγμένην, οὐδὲ μέλι τὸ τοιοῦτο. τοῦ δἀμέμπτου μέλιτος αἱ διαφοραὶ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν γλυκύτητι καὶ δριμύτητι τυγχάνουσιν οὖσαι, τοῦ γλυκυτάτου τε καὶ δριμυτάτου εἰς ἄκρον ἥκοντος ἀρετῆς. ἀλλὰ τῷ γε θερμὸν εἶναι τῇ δυνάμει πᾶν, εἰς χολὴν μεταβάλλειν ἑτοίμως ἐν τοῖς θερμοῖς σώμασι κοινὸν αὐτῷ ἐστι· καὶ διὰ τοῦτο χρήσιμον ἔδεσμα φύσεσι μὲν φλεγματικωτέραις, ἡλικίαις δὲ πρεσβυτικαῖς, ὥσπερ γε καὶ νοσήμασι ψυχροῖς. ὀξύμελί γε μὴν χρησιμώτατον ἁπάσαις ταῖς ἡλικίαις τε καὶ φύσεσιν εἰς ὑγιεινὴν ἀσφάλειαν, ἐκφράττον ἁπάσας τὰς στενὰς διεξόδους, ὡς μηδαμόθι  παχὺν κολλώδη χυμὸν ἴσχεσθαι. διὰ τοῦτό γἔτι καὶ τὰ καλούμενα πρὸς τῶν ἰατρῶν ὑγιεινὰ φάρμακα τῆς λεπτυνούσης ἅπαντά ἐστι δυνάμεως· καὶ ἀσφαλέστερα μὲν εἰς ὑγείας φυλακὴν τοιαύτη τῆς παχυνούσης, εὐεξίαν δὲ καὶ ῥώμην ἀδύνατος ἐργάζεσθαι. βούλονται δἔνιοι σφαλερῶς ὑγιαίνειν μᾶλλον εὐεκτοῦντες, βεβαίαν ὑγείαν κεκτῆσθαι διαπαντὸς ἰσχνοὶ καὶ ἀσθενεῖς ὄντες. ἀλλὰ τούτων αὐτῶν ὅσοι σὺν εὐεξίᾳ καὶ ῥώμῃ τὴν ὑγίειαν ἔχειν ἐθέλουσιν, ἔνιοι μὲν ἑαυτοῖς σχολάζουσιν, ἔνιοι δὲ στρατιωτικὸν ἐπανῄρηνται βίον, ἀναγκαζόμενοι καὶ νυκτὸς ἀναστῆναι, καὶ διὅλης ἡμέρας ἀναγκαίαις πράξεσι κάμνειν δουλεύοντες· ὧν τὸ πρὸ τοῦ βαλανείου γυμνάσιον, οἷς γε δὴ δυνατὸν, ἴσχειν, κᾀν τούτῳ τὸ καλούμενον ὑπὸ τῶν γυμναστικῶν ἀποθεραπευτικὸν, οἱ πολλοὶ δὲ διἀσχολίαν οὐδὲ τούτῳ χρῆσθαι δύνανται. τούτοις οὖν ὑγιαίνειν ἀδύνατον διαπαντὸς, κᾂν σωφρόνως διαιτῶνται. οἱ δὲ, ἐφὅσον ἐγχωρεῖ, τὰ δέοντα πράττοντες ὀλιγάκις νοσήσουσιν. ἅπτεσθαι μὲν οὖν αὐτοῖς ἀναγκαῖόν ἐστι τῶν πολυτρόφων ἐδεσμάτων, παχεῖς γεννᾷ χυμούς. ἀλλὰ μετρίως τε τοῦτο πρακτέον, ἐν ἐκείνοις τε τοῖς καιροῖς, ὁπότε σαφῶς ἐνδείας αἰσθάνονται· τὸν δὲ ἄλλον χρόνον ἅπαντα τοῖς μέσοις ἐδέσμασι τῶν ὀλιγοτρόφων καὶ πολυτρόφων χρηστέον.
§13 Ἀφεκτέον μὲν ἀεὶ τῶν κακοχύμων, πλὴν εἴποτε δέοι κάμνοντας ὥρᾳ θέρους θεραπεύεσθαι τήν τε ξηρότητα καὶ τὴν θερμασίαν ὅλου τοῦ σώματος. ἐπιτήδεια γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ καὶ μῆλα, καὶ κοκκύμηλα, καὶ μόρα, καὶ κεράσια προσληφθέντα. καὶ σικύου δὲ καὶ πέπονος οὐ πολὺ προσενέγκασθαι τηνικαῦτα, καὶ μηλοπέπονος, ἔτι τε τῶν πραικοκίων ὀνομαζομένων Περσικῶν ἐγχωρεῖ, καθάπερ γε καὶ τῆς καλουμένης παρὰ Ῥωμαίοις μέλκης ἐψυχρισμένης, ἀφρογάλακτός τε καὶ τῶν διὰ γάλακτος ἐδεσμάτων, ὁποῖόν ἐστι καὶ τὸ καλούμενον ἀργιτρόφημα· καὶ σῦκα δὲ ὁμοίως ψυχρὰ καὶ κολόκυνθαι τοῖς οὕτω διακειμένοις ἐπιτήδειοι. σωφροσύνην δἀσκῶν ἄνθρωπος ἑτέρῳ τρόπῳ τὸν ἐπὶ τοῖς εἰρημένοις καμάτοις αὐχμὸν τοῦ σώματος ὑγραίνειν τε καὶ ψύχειν δύναται. παραγενόμενος γὰρ ἀπὸ τοῦ βαλανείου, καὶ προπιὼν ὕδατος μὲν πρῶτον, εἶτοἴνου μετρίως ὑδαροῦς, ἐμέσας τε πᾶν ἔπιε, θριδακίνης μὲν πρῶτον, ἀβλαβοῦς τε ἅμα καὶ ψύχοντος λαχάνου, προσενέγκασθαι δύναται, μετὰ ταῦτα δὲ διὄξους τε καὶ γάρου ποδὸς ὑείου καλῶς ἑψημένου, καὶ πτερῶν ἀλεκτορίδος, χηνὸς, καὶ τῆς γαστρὸς αὐτοῦ, καί τινος ἰχθύος τηγανιστοῦ τῶν ἁπαλοσάρκων, εἰ δὲ βούλοιτο, καὶ λαχανώδους τινὸς ἅψασθαι τῶν μὴ κακοχύμων, ὁποῖόν ἐστι μαλάχη τε καὶ κολόκυνθα, μετὰ ταῦτα δὲ πιεῖν οἶνον ὕδατι ψυχρῷ πάνυ κεκραμένον. ἅπτεσθαι δὲ καὶ ταρίχου πρὸ τούτου, καὶ τῶν ὀνομαζομένων τρομητῶν ὠῶν, ἰχθύων δὲ διἐλαίου καὶ γάρου λαμβανομένων ἐγχωρεῖ. βέλτιον γὰρ, ὡς ἔφην, ὕδατι ψυχρῷ τὴν ξηρὰν θερμότητα τοῦ σώματος ἰάσασθαι, φεύγοντας ἀεὶ τὰ κακόχυμα τῶν ἐδεσμάτων. καὶ χόνδρος δὲ ψυχρὸς ἐξ οἰνομέλιτος καὶ οἴνου ψυχροῦ τὴν αὐτὴν τοῦ σώματος ἰᾶται διάθεσιν ἄνευ κακοχυμίας. ἐμοὶ δἤρκεσε πολλάκις ἐν τοιαύτῃ διαθέσει γενομένῳ πτισάνης χυλῷ χρήσασθαι καλῶς ἐψυχρισμένῳ κατἐκεῖνον τὸν καιρὸν, ἐν μικρὸν ἔμπροσθεν ἔφην ἐπιτηδείως ἄν τινα πιεῖν ψυχρόν. ἄλλο δἄλλῳ τὸ μέτρον ἔστω τοῦ ψύχοντος ἐδέσματός τε καὶ πόματος, οἷς μὲν χρῆσθαι χιόνι σύνηθες, ἐκείνῃ προψύχουσιν, οἷς δἀπὸ πηγῆς ὕδατι προσφάτῳ, μηδὲν χιόνος δεομένοις. ἔστω δὲ κεραννύμενος οἶνος ὡσαύτως προεψυχρισμένος· οὕτως γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς τοὺς ἐν ὕδατι ψυχροτάτῳ προεψυγμένους, ἀγγείου δηλονότι τὸν οἶνον ἔχοντος ἐνισταμένου τῷ ὕδατι. ταῦτα μὲν οὖν ὑποτίθεμαι τοῖς ᾑρημένοις βίον ἐν ἀσχολίᾳ, καθάπερ οἱ διοικοῦντες ἔθνη καὶ πόλεις, ἔτι τε μᾶλλον οἱ τούτων ὑπηρέται, καὶ τούτων οὐδὲν ἧττον ὅσοι κατὰ πόλεμον ἐν ὁδοιπορίαις μακραῖς διατρίβουσιν. ὅσοι δὲ ἐλεύθεροι τῆς τοιαύτης ἀσχολίας, εἰ μὲν ἔθος ἔχοιεν γυμνάζεσθαι, σπανιώτατα δεήσονται πόσεως ψυχροῦ· μὴ γυμναζόμενοι δὲ, θέρους ὥρᾳ ἀκμαίου, θερμότητος αἰσθανόμενοι πολλῆς, ἀβλαβῶς ἂν ἀπὸ πηγῆς πίνοιεν ἀπεχόμενοι χιόνος. εἰ γὰρ καὶ παραχρῆμα τὰ νέα τῶν σωμάτων οὐδὲν αἰσθητὸν χιὼν φαίνοιτο βλάπτουσα, λεληθότως γοῦν κατὰ βραχὺ τῆς βλάβης αὐξανομένης ἐπὶ προήκοντι τῷ χρόνῳ, παρακμαζούσης τε τῆς ἡλικίας, ἀνίατά τε καὶ δυσίατα αὐτοῖς νοσήματα γίνεται κατἄρθρα καὶ νεῦρα καὶ σπλάγχνα. πάσχειν δὲ εἰκὸς ἑκάστῳ τῶν βλαπτόντων ἐκεῖνο τὸ μέρος τοῦ σώματος, ὅπερ ἀσθενέστατον ἦν φύσει.
§14 Μέγιστον δεἴς τε κακοχυμίαν καὶ νόσον ἐστὶν ἀπεψία συνεχὴς, ἐάν τἐπεὐχύμοις, ἐάν τἐπὶ κακοχύμοις ἐδέσμασι γίγνηται· πρόδηλον δ’, ὅτι πολὺ χείρων ἐπὶ τοῖς κακοχύμοις. διττῶν δὄντων αὐτῶν, ἐπὶ μὲν τοῖς τὸν λεπτὸν γεννῶσι χυμὸν ὀξέα νοσήματα γίνεται μετὰ κακοήθων πυρετῶν, εἰ δεἰς ἓν μόριον ἀποσκήψειεν κακοχυμία, τά τἐρυσιπέλατα καὶ οἱ ἕρπητες, εἴ τέ τι θερμὸν οὕτω πάθος ἄλλο· ἐπὶ δὲ τοῖς τὸν παχὺν ἀρθρίτιδες, καὶ ποδάγραι, καὶ νεφρίτιδες, ἄσθματά τε καὶ σπληνὸς καὶ ἥπατος σκιῤῥώδεις διαθέσεις. οἷς δ κακοχυμία μελαγχολικὴ, καρκῖνοι, καὶ λέπραι, καὶ ψῶραι, καὶ πυρετοὶ τεταρταῖοι, καὶ μελαγχολίαι, κακόχροιαί τε μέλαιναι μετὰ σπληνὸς ὄγκου παραπλησίου συμπίπτουσι, καὶ κιρσοὶ μέλανες αἱμοῤῥοΐδες τε πολλοῖς ἐγένοντο διὰ τοιοῦτον χυμόν. αἱ δἐπίμικτοι διὰ πλεόνων χυμῶν διαθέσεις ἕρπητάς τε καὶ τὰ καλούμενα φαγεδαινικὰ τῶν ἑλκῶν, εἴτε τὰ κακοήθη πάντα, καὶ πυρετοὺς ὀξεῖς ὑποστροφὰς ἐπιφέροντας, ὡς εἰς χρόνον αὖθις ἐμπίπτειν, ἀπεργάζονται.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up