Galen De parvae pilae exercitio
EN Lat Orig
De parvae pilae exercitio
§1 Πηλίκον ἀγαθόν ἐστιν εἰς ὑγείαν, Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτὰ, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον δὑπὲρ τὰ ἄλλα τὰ διὰ τῆς μικρᾶς σφαίρας ἐστὶν, τοῦτο οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο. δίκαιον οὖν ἡμᾶς, γινώσκομεν, εἰπεῖν. ὑπὸ σοῦ δὲ κριθησόμεθα, τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν ἐν αὐτοῖς τέχνην. χρήσιμα δἱκανῶς εἰρῆσθαι ἂν δόξειε καὶ τοῖς ἄλλοις, οἷς ἃν μεταδῷς τοῦ λόγου, γενησόμενα. φημὶ γὰρ, ἄριστα μὲν ἁπάντων γυμνάσια εἶναι τὰ μὴ μόνον τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα. καὶ ὅσοι κυνηγεσίαν καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχὴν κινῆσαι, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων, ἡσθέντες μόνον, πολλοὶ δἑάλωσαν ἀνιαθέντες. οὐκ ἔστι δοὕτως ἰσχυρόν τι τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν τῶν περὶ τὴν ψυχήν· οὐκοῦν οὐδἀμελεῖν χρὴ τῶν ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον τῶν τοῦ σώματος ἐπιμελεῖσθαι, τά τἄλλα καὶ ὅσῳ κυριώτερον σώματος ψυχή. τοῦτο μὲν δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δἐξαίρετα τῶν διὰ τῆς μικρᾶς σφαίρας, ἐγὼ νῦν ἐξηγήσομαι.
§2 Πρῶτον μὲν εὐπορία. εἰ γοῦν ἐννοήσαις, ὅσης δεῖται παρασκευῆς τε ἅμα καὶ σχολῆς τά τἄλλα πάντα τὰ περὶ θήραν ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια, σαφῶς ἂν μάθοις, ὡς οὔτε τῶν τὰ πολιτικὰ πραττόντων οὐδενὶ, οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δυνατὸν μεταχειρίζεσθαι τὰ τοιαῦτα γυμνάσια. καὶ γὰρ πολλῶν ταῦτα δεῖται καὶ σχολὴν ἄγοντος οὐκ ὀλίγην ἀνθρώπου· τοῦτο δὲ μόνον οὕτω φιλάνθρωπον, ὡς μηδὲ τὸν πενέστατον ἀπορεῖν τῆς ἑαυτοῦ παρασκευῆς· οὐ γὰρ δικτύων, οὐδὅπλων, οὐδἵππων, οὐδὲ κυνῶν θηρευτικῶν, ἀλλὰ σφαίρας μόνης δεῖται, καὶ ταύτης μικρᾶς· οὕτω δεὔγνωμον εἰς τὰς ἄλλας πράξεις, ὥστοὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν ἀναγκάζει διαὑτό. καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην ἀνθρωπίνην ἅπασαν καὶ πρᾶξιν προσιεμένου; τῶν μὲν γὰρ ἀμφὶ τὰς θήρας γυμνασίων τῆς χρήσεως οὐκ ἐφἡμῖν εὐπορία· πλούτου τε γὰρ δεῖται τὴν παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος καὶ ἀργίας σχολῆς τὸν καιρὸν ἐπιτηρούσης. τούτων δὲ τῶν ὀργάνων παρασκευὴ καὶ τοῖς πενεστάτοις, ὡς εἴρηται, εὔπορος, τε καιρὸς τῆς χρήσεως καὶ τοὺς ἱκανῶς ἀσχόλους ἀναμένει. τὸ μὲν δὴ τῆς εὐπορίας αὐτοῦ τηλικοῦτον ἀγαθόν. ὅτι δὲ καὶ πολυαρκέστατον τῶν ἄλλων γυμνασίων, ᾧδἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθἕκαστον αὐτῶν, τι τε δύναται καὶ οἷόν τι τὴν φύσιν ἐστίν. εὑρήσεις γὰρ σφοδρὸν, μαλακὸν, τὰ κάτω μᾶλλον, τὰ ἄνω κινοῦν, μέρος τι πρὸ τῶν ἄλλων, οἷον ὀσφὺν, κεφαλὴν, χεῖρας, θώρακα, πάντα δἐξ ἴσου τὰ μέρη τοῦ σώματος κινοῦν καὶ δυνάμενον ἐπί τε τὸ σφοδρότατον ἀνάγεσθαι καὶ ἐπὶ τὸ μαλακώτατον ὑφίεσθαι, τῶν μὲν ἄλλων οὐδὲν, τοῦτο δὲ μόνον, τὸ διὰ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὀξύτατον ἐν μέρει καὶ βραδύτατον γενόμενον, σφοδρότατόν τε καὶ πρᾳότατον, ὡς ἂν αὐτός τε βουληθῇς καὶ τὸ σῶμα φαίνηται ἐμμένον. οὕτω δὲ καὶ τὰ μέρη κινεῖν μὲν ἔστιν αὐτοῦ πάνθὁμοῦ, εἰ τοῦτο συμφέρειν δόξειεν, ἔτι δὲ πρὸ ἄλλων ἄλλα, εἰ καὶ τοῦτό ποτε δόξειεν. ὅταν γὰρ συνιστάμενοι πρὸς ἀλλήλους καὶ ἀποκωλύοντες ὑφαρπάσαι τὸν μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ σφοδρότατον καθίσταται, πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δἀντιλήψεσι παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν καὶ αὐχένα πονεῖσθαι τοῖς τραχηλισμοῖς, πλευρὰς δὲ καὶ θώρακα, καὶ γαστέρα, ταῖς τε τῶν ὀμμάτων μετάρσεσι, καὶ θέσεσι, καὶ ἀπώσεσι, καὶ ἀποστηρίξεσι, καὶ ταῖς ἄλλαις παλαιστικαῖς λαβαῖς. τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς, καὶ σκέλη ἑδραῖα τῆς βάσεως ἐν τῷ τοιούτῳ πόνῳ· τὸ δὲ καὶ προβαίνειν καὶ εἰς τὰ πλάγια μεταπηδᾷν οὐ μικρὸν σκελῶν γυμνάσιον.
§3 Ἀλλεἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον ἐστὶ δικαιότατον κινοῦν πάνταὐτῶν τὰ μόρια. τοῖς μὲν γὰρ προσιοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δὑποβαίνουσιν ἕτερα διαπονεῖται πλέον, οὕτω δὲ καὶ τοῖς εἰς πλάγιον μεθισταμένοις ἄλλα. καὶ ὅστις καθἓν εἶδος κινήσεως κινεῖ τὰ σκέλη, καθάπερ οἱ θέοντες ἀνωμάλως, καὶ οὕτως ἀνίσως τὰ μέρη γυμνάζει τοῖς εἰς τὸ πλάγιον μεθισταμένοις. ἀλλὰ καὶ ὡς τοῖς σκέλεσιν, οὕτω καὶ χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον, ἐν παντὶ σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν. ἀνάγκη γὰρ ἐνταῦθα τὴν ποικιλίαν τῶν σχημάτων ἄλλοτἄλλους τῶν μυῶν τείνειν σφοδρότερον, ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν τοῖς ἡσυχάζουσιν τὸν χρόνον τῶν ἐνεργούντων, καὶ αὕτως ἐν μέρει πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους οὔτἀργοὺς μένειν τὸ πάμπαν, οὔτε κόποις ἁλίσκεσθαι μόνους πονοῦντας. ὄψιν δὲ ὅτι γυμνάζειν δεῖ, μαθεῖν ἔνεστιν ὑπομνησθέντας, ὡς, εἰ μή τις ἀκριβῶς τὴν ῥοπὴν τῆς σφαίρας, ὅποι φέροιτο, προαισθάνοιτο, διαμαρτάνειν τῆς λαβῆς ἀναγκαῖον αὐτῷ. ἐν τούτῳ δὲ καὶ τὴν γνώμην ἴσην τῇ φροντίδι τοῦ τε μὴ καταβαλεῖν καὶ τοῦ διακωλῦσαι τὸν μέσον, αὐτὸν ὑφαρπάσαι ἐν τούτῳ κατασταίη. φροντὶς δὲ μόνη καταλεπτύνει, μιχθεῖσα δέ τινι γυμνασίῳ καὶ φιλοτιμίᾳ εἰς ἡδονὴν τελευτήσασα τὰ μέγιστα τὸ σῶμα πρὸς ὑγίειαν καὶ τὴν ψυχὴν εἰς σύνεσιν ὀνίνησιν. οὐ σμικρὸν δὲ καὶ τοῦτο ἀγαθὸν, ὅταν ἄμφω τὸ γυμνάσιον ὠφελεῖν δύνηται, καὶ σῶμα, καὶ ψυχὴν, εἰς τὴν ἰδίαν ἑκατέρου ἀρετήν. ὅτι δἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς στρατηγικοῖς οἱ πόλεως βασιλεῖς νόμοι κελεύουσιν, οὐ χαλεπὸν κατιδεῖν. ἐπιθέσθαι γὰρ ἐν καιρῷ, καὶ λαθεῖν ἐπιθέμενον, καὶ ὀξυλαβῆσαι τὴν πρᾶξιν, καὶ σφετερίσασθαι τὰ τῶν ἐναντίων, βιασάμενον, ἐξ ἀδοκήτου ἐπιθέμενον, καὶ φυλάξαι τὰ κτηθέντα, τῶν ἀγαθῶν στρατηγῶν ἔργα· καὶ τὸ σύμπαν φάναι, φύλακά τε καὶ φῶρα δεινὸν εἶναι χρὴ τὸν στρατηγὸν, καὶ ταῦτα τῆς τέχνης αὐτῆς ὅλης τὸ κεφάλαιον. ἆροὖν ἄλλό τι γυμνάσιον οὕτω προεθίζειν ἱκανὸν, φυλάττειν τὸ κτηθὲν, ἀνασώζειν τὸ μεθιστάμενον, τῶν ἐναντίων τὴν γνώμην προαισθάνεσθαι; θαυμάζοιμἂν, εἴ τις εἰπεῖν ἔχοι. τὰ πολλὰ γὰρ αὐτῶν αὐτὸ τοὐναντίον· ἀργοὺς γὰρ, καὶ ὑπνηλοὺς, καὶ βραδεῖς τὴν γνώμην ἐργάζεται. καὶ γὰρ καὶ ὅσοι κατὰ παλαίστραν πονοῦσιν, εἰς πολυσαρκίαν μᾶλλον ἀρετῆς ἄσκησιν φέρονται· πολλοὶ γοῦν οὕτως ἐπαχύνθησαν, ὡς δυσχερῶς ἀναπνεῖν. ἀγαθοὶ δἂν οὐδοἱ τοιοῦτοι πολέμου γενέσθαι στρατηγοὶ, βασιλικῶν, πολιτικῶν πραγμάτων ἐπίτροποι· θᾶττον ἂν τοῖς γε συσὶν τούτοις τὶς ὁτιοῦν ἐπιτρέψειεν. ἴσως δὲ οἰήσει με δρόμον ἐπαινεῖν, καὶ τἄλλα ὅσα λεπτύνει τὸ σῶμα γυμνάσια τὸ δοὐχ οὕτως ἔχει· τὴν γὰρ ἀμετρίαν ἐγὼ πανταχοῦ ψέγω, καὶ πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, καὶ εἴ τι μέτρου στερεῖται, τοῦτοὐκ εἶναι καλόν. οὐκοῦν οὐδὲ δρόμους ἐπαινῶ τῷ καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν ἄσκησιν ἀνδρείας ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ νικᾷν, ἀλλὰ καὶ τῶν συστάδην κρατεῖν δυναμένων· οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἐδύναντο, τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένοντας ἀναιρεῖν. εἰ δὲ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ σώματος, ἐπὶ τοσοῦτον οὐδὑγιεινόν. ἀνάγκη γὰρ οὕτω τὰ μὲν ὑπερπονεῖν, τὰ δἀργεῖν παντελῶς. οὐδέτερον δαὐτῶν ἀγαθὸν, ἀλλἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα, καὶ δύναμιν ἄῤῥωστον ἐργάζεται.
§4 Μάλιστα οὖν ἐπαινῶ γυμνάσιον, καὶ σώματος ὑγίειαν ἐκπορίζει, καὶ μερῶν εὐαρμοστίαν, καὶ ψυχῆς ἀρετὴν παρὰ τούτοις· τοῦτο δὲ τὸ διὰ τῆς μικρᾶς σφαίρας ὑπάρχει. καὶ γὰρ εἰς πάντα ψυχὴν δυνατὸν ὠφελεῖν, καὶ τοῦ σώματος τὰ μέρη διἴσου μάλιστα γυμνάζει πάντα, καὶ μάλιστα εἰς ὑγείαν συμφέρει, καὶ συμμετρίαν ἕξεως ἐργάζεται, μήτἄμετρον πολυσαρκίαν, μήθὑπερβάλλουσαν ἰσχνότητα φέρον, ἀλλεἴς τε τὰς ἰσχύος δεομένας πράξεις ἱκανὸν, καὶ ὅσαι τάχους χρῄζουσιν, ἐπιτήδειον. οὕτω μὲν οὖν, ὅσον ἐν αὐτῷ, σφοδρότητος οὐδενὶ τῶν πάντων κατοὐδὲν ἐλλείπεται. τὸ δὲ πρᾳότατον ἴδωμεν αὖθις· ἔστι γὰρ ὅτε καὶ τούτου δεόμεθα, διά τε ἡλικίαν, μηδέπω φέρειν ἰσχυροὺς πόνους, μηκέτι δυναμένην, καὶ κάματον ἐπανεῖναι βουληθέντες, ἐκ νόσων ἀνακομιζόμενοι. δοκεῖ δέ μοι κᾀν τούτῳ πλέον ἔχειν ἑτέρου παντός· οὐδὲν γὰρ οὕτω πρᾷον, εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο. δεῖ δὲ μέσως μένοντα τηνικαῦτα χρῆσθαι, μηδενὶ συμμέτρου ἀποστάντα, τὰ μὲν ἠρέμα προβαίνοντα, τὰ δὲ καὶ κατὰ χώραν μένοντα, μὴ πολλὰ διαγυμνασάμενον· ἐπὶ τῷδε τρίψεσι μαλακαῖς διἐλαίου καὶ λουτροῖς θερμοῖς χρῆσθαι. τοῦτο μὲν ἁπάντων ἐστὶ πρᾳότατον, ὥστε καὶ ἀναπαύεσθαι δεομένοις συμφορώτατον εἶναι καὶ ἄῤῥωστον δύναμιν ἀναλαβέσθαι δυνατώτατον, καὶ γέροντι καὶ παιδὶ συμφορώτατον. ὅσα δὲ τούτου μὲν ἰσχυρότερα, τοῦ δἄκρως σφοδροῦ πρᾳότερα, διὰ τῆς μικρᾶς σφαίρας ἐνεργεῖται, χρὴ καὶ ταῦτα γινώσκειν, ὅςτις γε ὀρθῶς βούλεται διὰ παντὸς αὐτὰ μεταχειρίζεσθαι. καὶ γὰρ εἴποτε διἀναγκαίων ἔργων, οἷα τὰ πολλὰ πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας ἀμέτρως τοῖς ἄνω μέρεσιν τοῖς κάτω πᾶσιν, χερσὶ μόναις, ποσὶν, ἔνεστί σοι ἐκ τοῦδε τοῦ γυμνασίου τὰ μὲν ἀναπαῦσαι, τὰ πρότερον κεκμηκότα, τὰ δὲ εἰς τὴν ἴσην ἐκείνοις κίνησιν καταστῆσαι, τὰ πρότερον ἀργὰ παντελῶς μεμενηκότα. τὸ μὲν γὰρ ἐκ διαστήματος ἱκανοῦ βάλλειν εὐτόνως, οὐδὲν τοῖς σκέλεσιν, παντάπασιν ὀλίγον χρώμενον, ἀναπαύει μὲν τὰ κάτω, τὰ δἄνω κινεῖ σφοδρότερον· τὸ δἐπιπλέον διαθέοντα καὶ ὠκέως ἐκ πολλοῦ διαστήματος ὀλιγάκις τε προχρῆσθαι τῇ βολῇ τὰ κάτω μᾶλλον διαπονεῖ· καὶ τὸ μὲν ἠπειγμένον ἐν αὐτῷ καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον γυμνάζει, τὸ δἕτερον, τὸ ἐν ταῖς ἀντιλήψεσι, καὶ βολαῖς, καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε καὶ ῥώννυσιν. εἰ δεὔτονόν τε ἅμα καὶ ἠπειγμένον εἴη, διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα, καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον. ἐφὅσον δὲ δεῖ καθἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν οὐχ οἷόν τε, (τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄῤῥητον,) ἐπαὐτῶν δὲ τῶν ἔργων εὑρεῖν τε καὶ δεῖξαι δυνατὸν, ἐν δὴ καὶ μάλιστα τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ποιότης ἐστὶ χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο. τούτου μὲν δὴ τῷ παιδοτρίβῃ μετέστω, τῷ μέλλοντι τῶν γυμνασίων ὑφηγεῖσθαι.
§5.1 Τὸ δὑπόλοιπον τοῦ λόγου περαινέσθω. βούλομαι γὰρ ἐφοἷς εἶπον ἀγαθοῖς προσιέναι τῷδε τῷ γυμνασίῳ, μηδὡς ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἷς τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει. δρόμοι μὲν γὰρ ὠκεῖς πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες· οὕτω δὲ καὶ φωναὶ μεγάλαι τε ἅμα καὶ σφοδραὶ, καθἕνα χρόνον ἀθρόως ἐκφωνηθεῖσαι, μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτια, καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔῤῥηξάν τι καὶ κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δὅτε καὶ τοὺς σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω, διὧν πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς παραχρῆμα διεφθάρησαν. οὕτω δὲ καὶ τὸ ἅλμα, καὶ δίσκος, καὶ τὰ διὰ τοῦ κάμπτειν γυμνάσια. τοὺς δἐκ τῆς παλαίστρας τί δεῖ καὶ λέγειν; ὡς ἅπαντες λελώβηνται τῶν Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον. ὡς γὰρ ἐκεῖνός φησι ποιητὴς
§5.2 οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν χωλοὺς, διεστραμμένους, τεθλασμένους, πάντως γέ τι μέρος πεπηρωμένους. εἰ δὴ πρὸς οἷς εἶπον ἀγαθοῖς ἔτι καὶ τοῦθὑπάρχει τοῖς διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν, ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up