Galen De experientia medica
EN Lat Orig
De experientia medica
§1 ... τὸν ζ΄ ἔτι θεάσασθαι περιμενεῖς καὶ τὸν η΄ καὶ ὅλως πάνυ πολλὰ ἐφεξῆς. τί ποτοὖν ἔτι συκοφαντήσεις καὶ ἀσύστατον ἐρεῖς τὴν ἐμπειρίαν καὶ τὸ πλειστάκις ἀπεριόριστον καὶ ὕποπτον ἀποφανεῖς; πῶς συστήσεται λέγων οὐχ εὑρίσκειν οἴει σὲ μᾶλλον ἡμᾶς σαυτὸν καταβάλλειν; ἐμοὶ μὲν γὰρ δοκεῖ, σαυτὸν μᾶλλον. ὄντοιν γὰρ δυοῖν, ἑνὸς μὲν τοῦ διὰ μόνης εὑρίσκεσθαί τι τηρήσεως, ὅπερ ἐγώ τε βούλομαι καὶ ὑμεῖς ἄκοντες μὲν [καὶ] ὁμολογεῖτε, ἀλλὅμως· δευτέρου δὲ τοῦ πῶς, ἐγὼ μὲν οὔτε δυνατὸν οὔτε χρήσιμον εἶναί φημι, σὸν δὲ λοιπὸν εἴη ἂν ἔργον τοῦτοεὑρεῖν, ἄπορον αὐτὸ ἀποφαίνων τῷ σοφίσματι σαυτὸν καταβαλεῖς, ἡμᾶς δοὐδὲν ἀδικήσεις. οὐ γὰρ περὶ τοῦ πῶς ἕκαστον γίνεται τεχνικὸν ἀγὼν ἡμῖν ἐστιν, ἀλλὅτι γίνεται μόνον, ὅπερ ἐναργῶς ἔχομεν ὁμολογούμενον. σὺ δὲ τὰς αἰτίας πολυπραγμονῶν δίκαιος εἶ καὶ τὸ πῶς ἐκδιδάσκειν. ἀλλἔοικας ἔμπαλιν τοῦ δέοντος ἰέναι καὶ ὅμοιόν τι ποιεῖν τοῖς ἐπεὶ μὴ γινώσκουσιν, ὅπερ ὁρῶσιν, μηδὁρᾶν ὁμολογοῦσιν ἐπειδὴ τίνα τρόπον γίνεται τὰ γινόμενα καὶ φθείρεται τὰ φθειρόμενα καὶ τὰ κινούμενα [μὴ] κινεῖται μὴ γινώσκουσιν, οὔτε γένεσιν οὔτε φθορὰν οὔτε κίνησιν ἀπολείπουσιν. ἀλλὅτι μεγίστη παντὸς λόγου διαβολὴ πρὸς τὸ ἐναργές ἐστι μάχη, τίς οὐκ οἶδεν; ὃς γὰρ οὐδἄρξασθαι δύναται τῆς ἐναργείας χωρίς, πῶς ἂν οὗτος πιστὸς εἴη, παρἧς ἔλαβε τὰς ἀρχάς, κατὰ ταύτης θρασυνόμενος; τοῦτο καὶ Δημόκριτος εἰδὼς ὁπότε τὰ φαινόμενα διέβαλενόμῳ χροιή, νόμῳ γλυκύ, νόμῳ πικρόν”, εἰπὼνἐτεῆ δἄτομα καὶ κενόν”. ἐποίησε τὰς αἰσθήσεις λεγούσας πρὸς τὴν διάνοιαν οὕτως·τάλαινα φρήν, παρἡμέων λαβοῦσα τὰς πίστεις ἡμέας καταβάλλεις; πτῶμά τοι τὸ κατάβλημα”. δέον οὖν καταγνῶναι τοῦ λόγου τῆς ἀπιστίας, ὃς οὕτως ἐστὶν μοχθηρός, ὥσθ πιθανώτατος αὐτοῦ μάχεται τοῖς φαινομένοις, ἀφὧν ἤρξατο, τὸ ἐναντίον ἐργάζεσθε· τῶν ὡς γίγνεται μὲν οὐκ ἐχόντων λόγον, ὡς λόγος. δὲ βούλεται μὴ γιγνομένων κατεγνώκατε· ἐμοὶ δαὖ τὸ τοιοῦτο ἔλεγχος εἶναι δοκεῖ μέγιστος τοῦ λόγου·τίς γὰρ ἂν ἔτι νοῦν ἔχων πιστεύσειεν αὐτῷ περὶ τῶν ἀδήλων, ὃς οὕτως ἐστὶ μοχθηρός, ὥστε τοῖς ἐναργέσιν ἐναντία τίθεσθαι”. 〈.........〉 πολλῶν γὰρ ἔτι δέονται οἱ ἐμπειρικοὶ πρὸς βούλονται, κἂν τοῦταὐτοῖς συγχωρήσωμεν. εἰ γὰρ μὴ ἴσα δείξαιμι τὰ λειπόμενα τοῖς προειρημένοις ἀτόποις, οὐδὲν οὐδἐκείνων ὄφελος εἶναί μοι βούλομαι. σὺ μὲν οὖν εὖ οἶδὅτι τεθαύμακας οὐ μὰ Δία ἡμῶν, ἀλλὰ τῆς τῶν ἐμπειρικῶν εὐηθείας, εἰ τοσάδε καὶ ἐπὶ τοσοῖσδε συγχωρηθέντα λαβόντες οὐδὲν δή τι πλέον ἔχουσιν, ἀλλἕτερα τῶν προτέρων αὐτοὺς οὐκ ἐλάττω διαδέχεται σφάλματα. παντελὴς γὰρ ἄγνοια καὶ ὑπερβάλλουσά τις ἀναίδεια καὶ σχεδὸν ὑπὲρ τὰ βοσκήματα ἀναισθησία, εἰ μήτε ἀπὸ τίνος ἄρξονται ἔχοντες μήτ’, εἰ τοῦταὐτοῖς τις δοίη, πλειστάκις ὡσαύτως ἰδεῖν τι δυνάμενοι μηδὲ τοσαύτας μυριάδας τὰς ἐν τοῖς νοσοῦσιν ἑτερότητας ἰδεῖν μνημονεῦσαι ἀπογράψασθαι [δυνατὸν] — τίς ἂν ἔτι βιβλιοθήκη τὴν τοσαύτην ἱστορίαν χωρήσειε, τίς δἂν ψυχὴ τὴν τοσούτων καταδέξαιτο μνήμην; — ὅμως οὐδοὕτως αὶσθάνονται. ὅτι διαπαίζοντες αὐτοὺς ταῦτα συγχωροῦμεν, ἀλλὡς ἐπὶ βεβαίοις ὑπάρχουσιν ἔτι φιλοτιμοῦνται περὶ τῶν ἑξῆς. ἐγὼ τοίνυν οὐ διἐκείνουςπεριττὸν γὰρ λίθοις διαλέγεσθαιἀλλἕνεκα τοῦ τελειῶσαι τὸν λόγον ἐναργῶς ἐπιδείξω ὅτι, κἂν πλειστάκις ὡσαύτως ὁρᾶσθαί τι συγχωρηθῇ, οὐδὲν ἐκ τούτου θεώρημα τεχνικὸν συστήσονται. καὶ μή τις δόξῃ με τῷ Πλάτωνος χρήσεσθαι λόγῳ, ὡς εἴ τις μὲν τῶν ἐπιτηδεύσεων τὴν φύσιν γιγνώσκει τῆς ὕλης, περὶ ἣν καταγίνεται, αὕτη μὲν τέχνη ἐστίν, εἰ δὲ μή, ‘τριβὴ μέν τις καὶ ἐμπειρία, τέχνη δοὔ’ — ‘ἐγὼ μὲν γάρ’, φησίν, ‘οὐ καλῶ τέχνην ἂν ἄλογον πρᾶγμα’ —, οὐ χρῶμαι δαὐτῷ οὐχ ὅτι οὐκ ἔστιν ἀληθής, μαινοίμην γὰρ ἂν εἰ τοῦτο λέγοιμι, ἀλλὅτι ἀναισχυντία τῶν ἐμπειρικῶν καὶ τοῦτο προσίεται, καὶ οὐδὲν αὑτοῖς μέλειν ἐροῦσιν, εἰ τούτου γε ἕνεκα μὴ τέχνην αὐτῶν τὸ ἐπιτήδευμα καλοῖμεν, ἀλλἄλλο τι. τίνες οὖν εἰσιν οἱ ἐμοὶ λόγοι; πρῶτον μὲν οὖν καὶ παραὐτῶν ἐκείνων συγκεχώρηται τὰ λήμματα. γὰρ τῶν πλειστάκις ὡσαύτως ἑωραμένων τήρησις καλεῖται μὲν οἶμαι παραὐτῶν ἐμπειρία· σύγκειται δἐκ πολλῶν τῶν καθάπαξ· ἄτεχνον δὲ τὸ καθάπαξ αὐτοί φασιν· εἴη ἂν τὸ πλειστάκις ἐκ πολλῶν ἀτέχνων συγκείμενον. καὶ ὧδἂν λόγος ἐρωτηθείη· εἰ τὸ καθάπαξ ἄτεχνον, τὸ δὲ πλειστάκις ἐκ πολλῶν τῶν καθάπαξ σύγκειται, ἄτεχνον τὸ πλειστάκις. ἀλλὰ μὴν τὸ καθάπαξ ἄτεχνον· καὶ τὸ πλειστάκιςἄρα〉. ἀλλἴσως οὐδ λέγομεν εἰδέναι φήσουσι· φεύγειν γὰρ ὁμολογήσουσι τά τἄλλα μαθήματα καὶ διαλεκτικήν. εἰ βούλει τοίνυν, τοῦτον μὲν ἡμῖν αὐτοῖς εἰρημένον τὸν λόγον ἐῶμεν, ἐκείνους δἐρωτήσωμεν ἕτερόν τινα τοιοῦτον· ἆρα γε, ἐμπειρικοί, τὸ πλειστάκις ὁποσάκις ἐστὶν εἰπεῖν ἔχετε ἡμῖν; βουλόμεθα γὰρ δὴ καὶ αὐτοὶ γνῶναι παραπλησίως ὑμῖν διὰ τηρήσεως. ἵνοὖν μὴ ἀμετρίᾳ τοῦ δέοντος ἀφαμαρτάνωμεν πρὸ τῆς ἱκανῆς αὐτοῦ θέας ἥκειν ἐπὶ τὸ τέλος ἤδη νομίζοντες, περαιτέρω τοῦ προσήκοντος ἐκτείνεσθαι ἀγνωσίᾳ τοῦ μέτρου. δεόμεθα ὑμῶν καὶ ἡμῖν δεῖξαι τὸ μέτρον, ἵνα καὶ αὐτοί τι μάθωμεν ἐκ τηρήσεως. μωρέ, φησὶ γελάσας, τὸ ἐν αὐτοῖς ἓν οὐκ ἔστιν ἁπάντων μέτρον, ἀλλὰ καθἕκαστον ἄλλο. σύ δὅμοιον ἐπύθου ὡς εἰ καὶ σκυτοτόμον τις ἀξιοῖ διδάξαι αὐτὸν τὸν καλάποδα τίς ποτέ ἐστιν πάντας ὑποδεῖ· οὔτε γὰρ ἐκεῖ[νων] τῶν ποδῶν ἓν μέτρον· ἄνισοι γάρ· οὔτἐνθάδε τῶν πραγμάτων· διάφορα γάρ. ἐγὼ δἀσμενίζω καὶ δέχομαι τὴν ἀπόκρισιν καὶ ἀγαπῶ πολὺ μᾶλλον εἰ ἓν ὑπέσχετό μοι πάντων ἐρεῖν. τότε μὲν γὰρ κἂν ὑπώπτευον, εἰ παρὰ πολὺ τῶν πραγμάτων διαφερόντων ἓν αὐτοῖς ἐπάξειν ἐπηγγέλλετο μέτρον. νυνὶ δεἰ καθἕκαστον ἴδιόν τι δείξειέ μοι, πάνυ τεύξεσθαι τοῦ ἀληθοῦς ἤλπικα. καὶ δὴ οὖν ἀπὸ τῶν ἁπλουστέρων ἀρξάμενος πυνθάνομαι· ὁποσάκις ἂν εἴη μοι θεασαμένῳ τὸν μηνιγγότρωτον ἀκριβῶς εἰδέναι, πότερον διὰ παντὸς ὡς τὸ πολὺ σπανίως ἀμφιδόξως τεθνήξεται; ἀλλοὐδεὶς αὐτῶν τὸ μέτρον οὔτε νῦν ἡμῖν ἀπεκρίνατο οὔτε ἐν τοῖς βιβλίοις ἔγραψε. μήποτοὖν οὐδἔχουσί τι καθἕκαστον ὡρισμένον; ὅτι μὲν οὖν καὶ ἤδη αὐτῶν ἔρρει τὰ πράγματα, παντὶ δῆλον. ἀλλἐφεξῆς ἂν εἴη, καθάπερ ἀρχῆθεν αὐτοῖςοἷςδιελέχθημεν προσεπ[τ]αίσαμεν, εὐγνωμόνως ἔτι καὶ νῦν ἡμᾶς ἐπισκέψασθαι κατὰ μόνας, πότερον ἐκείνοις μὲν ἀγνοεῖται τὸτοῦπλειστάκις μέτρον, ἔστι δἐν τῇ φύσει τῶν πραγμάτων, οὐδὅλως συστῆναι δυνατὸν ὑπάρχειν τι μέτρον ἐπὶ τοῦ πλειστάκις, αὐτὸ ποιήσει πρότερον οὐκ ὂν τεχνικὸν νυνὶ τεχνικὸν εἶναι. ἐγὼ μὲν οὖν ἐπεσκεψάμην αὐτὸ πολλάκις· οὐκ ἂν αὐτοσχεδίως ...
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up