Galen Adhortatio ad artes addiscendas
EN Lat Orig
Adhortatio ad artes addiscendas
§1–6
§1 Εἰ μὲν μηδὅλως λόγου μέτεστι τοῖς ἀλόγοις ὀνομαζομένοις ζῴοις ἄδηλόν ἐστιν. ἴσως γὰρ εἰ καὶ μὴ τοῦ κατὰ τὴν φωνήν, ὃν καὶ προφορικὸν ὀνομάζουσιν, ἀλλὰ τοῦ γεκατὰτὴν ψυχήν, ὃν ἐνδιάθετον καλοῦσι, μετέχει πάντα, τὰ μὲν μᾶλλον τὰ δἧττον. ὅτι μέντοι πλεῖστον ὅσον αὐτῶν διενηνόχασιν οἱ ἄνθρωποι, πρόδηλον ἡμῖν ἐστιν ὁρῶσι τό τε πλῆθος τῶν τεχνῶν ὧν μεταχειρίζεται τὸ ζῷον τοῦτο καὶ ὅτι μόνος ἅνθρωπος ἐπιστήμης ἐπιδεκτικὸς ἣν ἂν ἐθελήσῃ τέχνην μανθάνει. τὰ μὲν γὰρ ἄλλα ζῷα σχεδὸν ἄτεχνα πάντἐστι πλὴν ὀλίγων δή τινων ἐν ὀλίγοις· ἀλλὰ καὶ ταῦτα φύσει μᾶλλον προαιρέσει τεχνῶν εὐτύχηκεν· δἄνθρωπος οὔτε τινὸς τῶν παρἐκείνοις ἀμελέτητος, 〈ὃς〉 [ἀλλὰ] καὶ τὴν ὑφαντικὴν ἐμιμήσατο τὰς ἀράχνας καὶ πλάττει καθάπερ αἱ μέλισσαι καὶ τοῦ νεῖν οὐκ ἀνάσκητός ἐστι καίτοι πεζὸς ὤν, ἀλλὰ καὶ τῶν θείων τεχνῶν οὐκ ἀπολείπεται, ζηλῶν μὲν τὴν Ἀσκληπιοῦ τέχνην ἰατρικήν, ζηλῶν δἈπόλλωνος αὐτήν τε ταύτην καὶ τὰς ἄλλας ἁπάσας ἃς ἔχει, τοξικὴν μουσικὴν μαντικήν, ἔτι τε τῶν Μουσῶν τὴν ἑκάστης ἰδίαν. οὐδὲ γὰρ γεωμετρίας οὐδἀστρονομίας ἀφίσταται, ἀλλὰ καὶ τὰ τῆς γῆς νέρθεν καὶ τὰ ὕπερθε τοῦ οὐρανοῦ κατὰ Πίνδαρον ἐπισκοπεῖ. ἐξεπορίσατο δὑπὸ φιλοπονίας καὶ τὸ μέγιστον τῶν θείων ἀγαθῶν φιλοσοφίαν. διὰ ταῦτα τοίνυν κἂνεἰλόγου μέτεστι τοῖς ἄλλοις ζῴοις, κατἐξοχὴν αὐτῶν [καὶ] ἄνθρωπος μόνος ὀνομάζεται λογικός.
§2 πῶς οὖν οὐκ αἰσχρόν, μόνῳ τῶν ἐν ἡμῖν κοινωνοῦμεν θεοῖς, τούτου μὲν ἀμελεῖν, ἐσπουδακέναι δὲ περί τι τῶν ἄλλων, τέχνης μὲν ἀναλήψεως καταφρονοῦντα, Τύχῃ δἑαυτὸν ἐπιτρέποντα· ἧς τὴν μοχθηρίαν ἐμφανίσαι βουληθέντες οἱ παλαιοὶ γράφοντες καὶ πλάττοντες αὐτὴν οὐ μόνον ἐν εἴδει γυναικὸς ἠρκέσθησαν (καίτοικαὶτοῦθἱκανὸν ἦν ἀνοίας σύμβολον) ἀλλὰ καὶ πηδάλιον ἔδοσαν ἐν χεροῖν ἔχειν αὐτῇ καὶ τοῖν ποδοῖν ὑπέθεσαν βάσιν σφαιρικήν, ἐστέρησαν δὲ καὶ τοῖν ὀφθαλμοῖν, ἐνδεικνύμενοι διὰ τούτων ἁπάντων τὸ τῆς τύχης ἄστατον. ὥσπερ οὗν ἐν νηὶ χειμαζομένῃ σφοδρῶς, ὡς ἐπικλύζεσθαί τε τοῖς κύμασι καὶ κινδυνεύειν βυθισθῆναι, μοχθηρῶς ἄν τις πράξειεν ἐπιτρέψας τὰ πηδάλια κυβερνήτῃ τυφλῷ, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον κἀν τῷ βίῳ, μειζόνων ναυαγιῶν περὶ πολλοὺς οἴκους γιγνομένων περὶ τὰ σκάφη κατὰ θάλατταν, οὐκ ὀρθῶς γιγνώσκοντός ἐστιν ἐπιτρέπειν ἑαυτὸν ἐν τοιαύταις περιστάσεσι πραγμάτων τυφλῇ δαίμονι μηδαὐτῇ βεβαίως ἐστηριγμένῃ. ἔμπληκτός τε γάρ ἐστι καὶ ἄνους εἰς τοσοῦτον ὡς πολλάκις τοὺς ἀξιολόγους ἄνδρας παρερχομένη πλουτίζειν τοὺς ἀναξίους, οὐδὲ τούτους βεβαίως ἀλλὡς ἂν ἔδωκεν οὕτως πάλιν ἀφαιρεῖσθαι τὰ δοθέντα. ταύτῃ τῇ δαίμονι πλῆθος ἀνδρῶν ἀμαθῶν οὐκ ὀλίγον ἕπεται μηδέποτἐν ταὐτῷ μενούσῃ διὰ τὸ τῆς βάσεως εὐμετακύλιστον, ἥτις αὐτὴν ἄγει καὶ φέρει καὶ κατὰ κρημνῶν ἐνίοτε καὶ θαλάττης· ἔνθα συναπόλλυνται μὲν ἀλλήλοις ἑπόμενοι πάντες αὐτῇ, μόνη δἀβλαβὴς ἐκείνη διεξέρχεται καταγελῶσα τῶν ὀλοφυρομένων τε καὶ ἐγκαλούντων αὐτῇ ὅτοὐδὲν ὄφελος.
§3 τὰ μὲν δὴ τῆς Τύχης ἔργα τοιαῦτα· τὸν δἙρμῆν ἅτε λόγου μὲν ὄντα δεσπότην εὑρετὴν δὲ τέχνης ἁπάσης θέασαι πάλιν ὅπως ἐξ ὑπεναντίου τῇ Τύχῃ κεκοσμήκασινοἱπαλαιοὶ γράφοντές τε καὶ πλάττοντες. νεανίσκος ἐστὶν ὡραῖος, οὐκ ἐπίκτητον οὐδὲ κομμωτικὸν ἔχων κάλλος, ἀλλεὐθὺς ὥστε συνεμφαίνεσθαι τὴν τῆς ψυχῆς ἀρετὴν διαὐτοῦ. ἐστὶ δὲ φαιδρὸς μὲν τὰς ὄψεις, δέδορκε δὲ δριμύ, καὶ βάσις τὸ πάντων σχημάτων ἑδραιότατόν τε καὶ ἀμεταπτωτότατον ἔχει τὸν κύβον. ἔσθὅτε δὲ καὶ αὐτὸν τὸν θεὸν τούτῳ τῷ σχήματι κοσμοῦσιν. ἴδοις δἂν τοὺς θιασώτας αὐτοῦ φαιδροὺς μὲν ὁμοίως τῷ καθηγουμένῳ θεῷ, μεμφομένους δοὐδέποταὐτὸν ὥσπερ οἱ τὴν Τύχην, οὐδἀπολειπομένους ποτοὐδὲ χωριζομένους, ἀλλἑπομένους τε καὶ διὰ παντὸς ἀπολαύοντας τῆς προνοίας αὐτοῦ.
§4 τοὺς δέ γε τῇ Τύχῃ συνεπομένους ἅπαντας μὲν ἀργοὺς θεάσῃ καὶ τεχνῶν ἀμαθεῖς, ὀχουμένους δἐπἐλπίδων ἀεὶ καὶ θεούσῃ τῇ δαίμονι συνθέοντας, ἐνίους μὲν ἐγγὺς ἐνίους δὲ πορρωτέρω, τινὰς δὲ καὶ τῆς χειρὸς αὐτῆς ἐξημμένους. ἐν τούτοις ἅπασι καὶ τὸν Κροῖσον ἐκεῖνον τὸν Λυδὸν ὄψει καὶ τὸν Πολυκράτην τὸν Σάμιον, καὶ ἴσως θαυμάσεις τῷ μὲν τὸν Πακτωλὸν ἰδὼν ῥέοντα χρυσόν, τῷ δὲ καὶ τοὺς θαλαττίους ὑπηρετοῦντας ἰχθῦς. μετὰ τούτων δὲ καὶ Κῦρον θεάσῃ καὶ Πρίαμον καὶ Διονύσιον. ἀλλὰ τούτων αὐτῶν ὀλίγον ὕστερον ὄψει Πολυκράτην μὲν ἀνεσταυρωμένον, ὑπὸ Κύρῳ δὲ Κροῖσον, αὐτὸν δὲ τὸν Κῦρον ὑπἄλλοις. ὄψει δὲ καὶ Πρίαμον καθῃρημένον καὶ Διονύσιον ἐν Κορίνθῳ. εἰ δὲ καὶ τοὺς ἄλλους ἐπισκέψαιο τοὺς ἀπωτέρω μὲν αὐτὴν θέουσαν διώκοντας, οὐ μὴν τυχόντας γε, μισήσεις ὅλον τὸν χορόν· εἰσὶμὲνγὰρ ἐνταῦθα καὶ δημαγωγοὶ πολλοὶ καὶ ἑταῖραι καὶ πόρνοι καὶ προδόται φίλων, εἰσὶ δὲ καὶ φονεῖς καὶ τυμβωρύχοι καὶ ἅρπαγες πολλοί, 〈οἳδὲ μηδὲ τῶν θεῶν αὐτῶν πεφεισμένοι, ἀλλὰ καὶ τούτωντὰἱερὰ συλήσαντες.
§5 δἕτερος τῶν χορῶν πάντες μὲν κόσμιοι καὶ τεχνῶν ἐργάται, οὐ θέουσι δὲ οὐδὲ βοῶσιν οὐδἀλλήλοις μάχονται· ἀλλἐν μέσοις μὲν αὐτοῖς θεός, ἀμφαὐτὸν δἅπαντες ἐν τάξει κεκόσμηνται, χώραν ἕκαστος ἣν ἐκεῖνος ἔδωκεν οὐκ ἀπολείποντες· οἱ μὲν ἔγγιστα τῷ θεῷ καὶ περὶ αὐτὸν ἐν κύκλῳ κεκοσμημένοι γεωμέτραι καὶ ἀριθμητικοὶ καὶ φιλόσοφοι καὶ ἰατροὶ καὶ ἀστρονόμοι καὶ γραμματικοί, τούτων δἐφεξῆς [ δεύτερος χορὸς] ζωγράφοι πλάσται γραμματισταί, τέκτονές τε καὶ ἀρχιτέκτονες καὶ λιθογλύφοι, καὶ μεταὐτοὺς δ τρίτη τάξις, αἱ λοιπαὶ τέχναι πᾶσαι. κατὰ μέρη μὲν οὕτω κεκόσμηνται· πάντες δὲ πρὸς τὸν θεὸν ἀποβλέπουσι κοινῷ τῷ παραὐτοῦ προστάγματι πειθόμενοι. θεάσῃ δὲ κἀνταῦθα πολλοὺς μεταὐτοῦ τοῦ θεοῦ, τετάρτην δή τινα τάξιν ἀπὸ τῶν ἄλλων ἔκκριτον, οὐχ οἷοί τινες ἦσαν οἱ μετὰ τῆς Τύχης· οὐ γὰρ ἀξιώμασι πολιτικοῖς οὐδὲ γένους ὑπεροχαῖς οὐδὲ πλούτῳ τοὺς ἀρίστους θεὸς οὗτος εἴθισται κρίνειν, ἀλλὰ τοὺς καλῶς μὲν βιοῦντας, ἐν δὲ ταῖς ἑαυτῶν τέχναις πρωτεύοντας, ἑπομένους δὲ τοῖς προστάγμασιν αὐτοῦ καὶ νομίμως τὰς τέχνας ἐργαζομένους τιμᾷ τε καὶ πρὸ τῶν ἄλλων ἄγει, περὶ αὑτὸν ἔχων ἀεί. τοῦτον οἶμαι τὸν χορὸν νοήσας ὁποῖός ἐστιν οὐ μόνον ζηλώσεις ἀλλὰ καὶ προσκυνήσεις. Σωκράτης ἔστιν ἐν αὐτῷ καὶ Ὅμηρος καὶ Ἱπποκράτης καὶ Πλάτων καὶ οἱ τούτων ἐρασταί, οὓς ἴσα καὶ τοῖς θεοῖς σέβομεν, οἷον ὕπαρχοί τινες καὶ ὑπηρέται τοῦ θεοῦ. 〈καὶτῶν δἄλλων ἁπάντων οὐκ ἔστιν ὅστις ἠμελήθη ποτὲ πρὸς αὐτοῦ· οὐ μόνον γὰρ [τῶν] παρόντων πεφρόντικεν ἀλλὰ καὶ πλέουσι σύμπλους ἐστὶ καὶ ναυαγούντων οὐκ ἀπολείπεται. Ἀρίστιππος γοῦν ἐπειδή ποτε πλέων τοῦ σκάφους ἀπολομένου ἐπὶ τὰς Συρακοσίων ᾐόνας ἐξεβράσθη, πρῶτον μὲν ἐθάρρησε θεασάμενος ἐπὶ τῆς ψάμμου διάγραμμα γεωμετρικόν· ἐλογίσατο γὰρ εἰς Ἕλληνάς τε καὶ σοφοὺς ἄνδρας, οὐκ εἰς βαρβάρους ἥκειν. ἔπειτα παραγενόμενος εἰς τὸ Συρακοσίων γυμνάσιον καὶ ταυτὶ τὰ ἔπη φθεγξάμενοςτίς τὸν πλανήτην Οἰδίπουν καθἡμέραν τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιπροσιόντας τέ τινας ἔσχεν αὑτῷ καὶ γνωρίζοντας ὅστις εἴη καὶ πάντων ὧν ἐδεῖτο μεταδιδόντας εὐθέως. ὡς δεἰς Κυρήνην αὐτοῦ τὴν πατρίδα μέλλοντές τινες πλεῖν ἐπυνθάνοντο, μή τι τοῖς οἰκείοις ἐπιστέλλει, κελεύειν αὐτοὺς ἔφη ταῦτα κτᾶσθαι τὰ κτήματα καὶ ναυαγήσαντι συνεκκολυμβήσει.
§6 πολλοὶ δὲ τῶν κακοδαιμόνων καὶ πάντα πρὸς τὸν πλοῦτον ἀποβλεπόντων ἐν τοιαύταις πραγμάτων περιστάσεσι γενόμενοι χρυσὸν ἄργυρον ἐξαψάμενοί τε καὶ περιθέμενοι τῷ σώματι προσαπώλεσαν αὐτοῖς καὶ τὴν ψυχήν, οὐδὲ τοῦτο δυνάμενοι συνιδεῖν ὅτι καὶ τῶν ἀλόγων ζῴων αὐτοὶ πρῶτοι τὰ ταῖς τέχναις κεκοσμημένα μᾶλλον ἀσπάζονται. καὶ γὰρ τοὺς πολεμικοὺς ἵππους καὶ τοὺς θηρατικοὺς κύνας πρὸ τῶν ἄλλων τιμῶσι καὶ τοὺς μὲν οἰκέτας ἐκδιδάσκονται τέχνας, πάμπολυ πολλάκις εἰς  αὐτοὺς ἀργύριον ἀναλίσκοντες, ἑαυτῶν δἀμελοῦσι. καίτοιγ’〉 οὐκ αἰσχρὸν τὸν οἰκέτην μὲν ἐνίοτε δραχμῶν εἶναι μυρίων ἄξιον, αὐτὸν δὲ τὸν δεσπότην αὐτοῦ μηδὲ μιᾶς; καὶ τί λέγω μιᾶς· οὐδἂν προῖκά τις τὸν τοιοῦτον λάβοι. μήποθἑαυτοὺς μόνους ἠτιμάκασιν ἐκ πάντων μηδεμίαν ἐκμαθόντες τέχνην; ὅταν γὰρ καὶ τὰ ἄλογα τῶν ζῴων ἐν τεχνικοῖς ἐπιτηδεύμασι παιδεύωσι καὶ οἰκέτην ἀργὸν καὶ ἄτεχνον οὐδενὸς ἄξιον νομίζωσι, ἐπιμελῶνται δὲ καὶ τῶν χωρίων καὶ τῶν ἄλλων κτημάτων ὅπως ἕκαστον εἰς δύναμιν ὅτι βέλτιστον , μόνων δἑαυτῶν ἀμελῶσι, μηδεἰ ψυχὴν ἔχουσι γιγνώσκοντες, εὔδηλον ὅτι τοῖς ἀποβλήτοις τῶν οἰκετῶν ἐοίκασιν. ὥστε τις ἐπιστὰς ἀνδρὶ τοιούτῳ προσηκόντως ἂν εἴποι πρὸς αὐτὸν ἄνθρωπε, οἰκία μέν σοι [εὖ ἔχει] καὶ τἀνδράποδα πάντα καὶ ἵπποι δὴ καὶ κύνες καὶ χωρία καὶ ὅσα κέκτησαι διάκειται καλῶς· αὐτὸν δὲ σὲ οὐκ ἀγαθὴ κομιδὴ ἔχει’. καλῶς οὖν καὶ Ἀντισθένης καὶ Διογένης, μὲν χρυσᾶ πρόβατα καλῶν τοὺς πλουσίους καὶ ἀπαιδεύτους, δὲ ταῖς ἐπὶ τῶν κρημνῶν συκαῖς ἀπεικάζων αὐτούς· ἐκείνων τε γὰρ τὸν καρπὸν οὐκ ἀνθρώπους ἀλλὰ κόρακας κολοιοὺς ἐσθίειν, τούτων τε τὰ χρήματα μηδὲν μὲν ὄφελος εἶναι τοῖς ἀστείοις, δαπανᾶσθαι δὑπὸ τῶν κολάκων, οἵτινες ἐὰν οὕτως τύχῃ πάντων αὐτοῖς ἀναλωθέντων ἀπαντῶντες παρέρχονται μὴ γνωρίζειν προσποιούμενοι. ὅθεν οὐδ ταῖς κρήναις τοὺς τοιούτους εἰκάσας ἄμουσός τις ἦν· καὶ γάρ τοι καὶ οἱ ἀπὸ τῶν κρηνῶν ὑδρευόμενοι πρόσθεν, ἐπειδὰν μηκέτἔχωσιν ὕδωρ ἀνασυράμενοι προσουροῦσι. καὶ ἐστὶν εὔλογον τοὺς διὰ μηδὲν ἄλλ τὰ χρήματα περιβλέπτους ἅμα τῷ στερηθῆναι τούτων εὐθὺς καὶ τῶν ἄλλων διὰ ταῦτεἶχον ἐστερῆσθαι. τί γὰρ ἂν καὶ πάθοιεν, ἴδιον μὲν οὐδὲν ἀγαθὸν κεκτημένοι, ἀεὶ δἐπἀλλοτρίοις [καὶ] τοῖς παρὰ τῆς Τύχης ἐπαιρόμενοι.
§7–9.1
§7 τοιοῦτοι δέ τινές εἰσι καὶ οἱ τὴν εὐγένειαν προβαλλόμενοι καὶ φρονοῦντες ἐπαὐτῇ μέγα· καὶ γὰρ καὶ οὗτοι σπάνει τῶν ἰδίων ἀγαθῶν ἐπὶ τὸ γένος ἥκουσιν, οὐδὲ τοσοῦτον γιγνώσκοντες ὅτι ἄρα εὐγένεια αὕτη ἐφ σεμνύνονται τοῖς κατὰ πόλιν νομίσμασιν ἔοικεν, παρὰ τοῖς θεμένοις ἰσχύοντα παρἄλλοις ἐστὶ κίβδηλα·οὐδηὑγένεια σἦρεν εἰς ὕψος μέγα; — κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με. καλὸς οὖν, [] φησὶν Πλάτων, θησαυρὸς αἱ τῶν πατέρων ἀρεταί· κάλλιον δἀντιθεῖναι δύνασθαι τὸν τοῦ Σθενέλου λόγονἡμεῖς τοι πατέρων μέγἀμείνονες εὐχόμεθεἶναι’. ταύτην γὰρ μόνην ἔχοιμεν ἄν, εἰ δή τίς ἐστιν εὐγενείας χρεία, πρὸς οἰκεῖον παράδειγμα τὸν ζῆλον ἡμῖν γίγνεσθαι· ὡς εἴ γε κατὰ πολὺ τῆς τῶν προγόνων ἀρετῆς ἀπολειπόμεθα, λύπη μὲν ἂν εἴη κἀκείνοις, εἴ τις αὐτοῖς ἐστιν αἴσθησις, αἰσχύνη δἡμῖν αὐτοῖς τοσῷδε μείζων ὅσῳ καὶ τὸ γένος περιφανέστερον. οἱ μὲν γὰρ [ἀμαθεῖς] παντάπασιν ἄσημοι τῷ γένει τοῦτο γοῦν αὐτὸ κερδαίνουσι τὸ μὴ γιγνώσκεσθαι τοῖς πολλοῖς ὁποῖοί τινές εἰσιν· ὅσοις δὲ τὸ λαμπρὸν καὶ διάσημον τοῦ γένους οὐδὲ τοῦ λαθεῖν ἐξουσίαν δίδωσι, τί ἄλλο περιφανέστερον οὗτοι δυστυχοῦσιν; καὶ μὲν δὴ καὶ καταγιγνώσκονται μᾶλλον οἱ ἀνάξιοι τοῦ γένους, ὥστεἰ καί τις ἠλίθιος ὢν ὑπομιμνῄσκοι τὸ λαμπρὸν τοῦ γένους, ἀσυγγνωστότερον ἑαυτῷ τὸ κακὸν ἀποφαίνει. οὐ γὰρ ὁμοίως ἐξετάζομέν τε καὶ βασανίζομεν τοὺς ἐπιτυχόντας ἀνθρώπους τοῖς ἐκ γένους λαμπροῦ, ἀλλὰ τοὺς μέν, κἂν μέτριοί τινες ὦσιν, ἀποδεχόμεθα τῇ δυσγενείᾳ τῆς ἐνδείας τὴν αἰτίαν ἀναφέροντες, τοὺς δεἰ μηδὲν τῶν προγόνων ἄξιον ἔχοιεν οὐδέπω θαυμάζομεν, ἂν καὶ τῶν ἄλλων ἁπάντων πολὺ διαφέρωσιν. ὥστεἴ τις εὗ φρονεῖ, τέχνης ἀσκήσει προσίτω, διἣν κἂν εὐγενὴς τοῦ γένους οὐκ ἀνάξιος φανεῖται, κἂν μὴ τοιοῦτος ὑπάρχῃ τὸ γένος αὐτὸς ἐπικοσμήσει, μιμησάμενος τὸν παλαιὸν ἐκεῖνον Θεμιστοκλέα, ὃς ὀνειδιζόμενος ἐπὶ τῷ γένειἀλλἐγὼ τοῖς ἀπἐμαυτοῦ, ἔφη, τοῦ γένους ἄρξω, καὶ τὸ μὲν ἐμὸν ἀπἐμοῦ γένος ἄρξεται, τὸ δὲ σὸν εἰς σὲ τελευτήσει’. ὁρᾷς ὡς οὐδὲν κωλύει τὸν Σκύθην Ἀνάχαρσιν καὶ θαυμάζεσθαί τε καὶ σοφὸν ὀνομάζεσθαι· καίτοι βάρβαρος ἦν τὸ γένος. οὗτός ποτε πρός τινος ὀνειδιζόμενος ὅτι βάρβαρος εἴη καὶ Σκύθηςἐμοὶ μέν, 〈εἶπεν〉, πατρὶς ὄνειδος, σὺ δὲ τῇ πατρίδι’, πάνυ καλῶς ἐπιπλήξας τῷ μηδενὸς ἀξίῳ λόγου, μόνον δἐπὶ τῇ πατρίδι σεμνυνομένῳ. εἰ γὰρ ἐπιστήσαις τοῖς πράγμασι τὸν νοῦν, οὐ διὰ τὰς πόλεις εὕροις ἂν ἐν δόξῃ τοὺς πολίτας γιγνομένους, ἀλλαὐτὸ δὴ τοὐναντίον διὰ τοὺς ἀγαθοὺς ἄνδρας [ἐν ταῖς τέχναις] καὶ τὰς πατρίδας αὐτῶν μνημονευομένας. τίς γὰρἂνἦν Σταγίρων λόγος, εἰ μὴ διἈριστοτέλην, τίς δἂν Σόλων, εἰ μὴ διἌρατόν τε καὶ Χρύσιππον· ὅπου καὶ τῶν Ἀθηνῶν αὐτῶν μέχρι πόρρω τοὔνομα πεφοίτηκεν οὐ διὰ τὴν τῆς γῆς ἀρετήνλεπτόγεως γάρἀλλὰ διὰ τοὺς ἐν αὐτῇ φύντας, οἳ πλεῖστοί τε καὶ ἄριστοι γενόμενοι μετέδοσάν τι καὶ τῇ πατρίδι τοῦ σφετέρου κλέους. μάθοις δἂν ἐναργέστατα τὸ τοιοῦτον ἀληθὲς ὄν, εἰ τὸν Ὑπέρβολον τὸν Κλέωνα λογίσαιο, τοσοῦτον ἀπὸ τῶν Ἀθηνῶν κερδήσαντας ὅσον ἄν τις εἰς περιφάνειαν κακὸς ὢν ἐπικτήσαιτο. ‘ἦν ὅτε σύας Βοιώτιον ἔθνος ἔνεπον Πίνδαρός φησι, καὶ πάλιν αὐτὸςεἰ φεύγομεν Βοιωτίαν ὗν’, ἀξιῶν ὅλου σχεδὸν ἔθνους τὸν ἐπἀμαθείᾳ ψόγον ἀπολύεσθαι διὰ τὴν ἑαυτοῦ μουσικήν.
§8.1 ἐπαινέσειε δἄν τις καὶ τὸν Ἀθήνησι νομοθέτην, ὃς τὸν μὴ διδάξαντα τέχνην ἐκώλυε πρὸς τοῦ παιδὸς τρέφεσθαι. τέχνηςγὰρἁπάσης κατἐκεῖνον μάλιστα τὸν χρόνον ἀσκουμένης ἡνίχὡραιότατα φαίνεται τὰ σώματα, πολλοῖς συνέβη περιβλέπτοις διὰ κάλλος γεγενημένοις ἀμελῆσαι τῆς ἑαυτῶν ψυχῆς, εἶθὕστερον ὅτοὐδὲν ὄφελος λέγεινεἴθὤφελεν τὸ κάλλος, με διώλεσε, κακῶς ὀλέσθαι’. τηνικαῦτα δαὐτοὺς καὶ τὸ τοῦ Σόλωνος εἰσέρχεται σκοπεῖσθαι κελεύοντος ἐν τοῖς μάλιστα τὸ τέλος τοῦ βίου. εἶτα καὶ τῷ γήρᾳ λοιδοροῦνται, δέον ἑαυτοῖς, καὶ τὸν Εὐριπίδην ἐπαινοῦσι λέγοντα οὐκ ἀσφαλὲς εἶναι περαιτέρω τὸ κάλλος μέσον λαβεῖν. ἄμεινον οὖν ἐστιν ἐγνωκότας τὴν μὲν τῶν μειρακίων ὥραν τοῖς ἠρινοῖς ἄνθεσιν ἐοικυῖαν ὀλιγοχρόνιόν τε τὴν τέρψιν ἔχουσαν ἐπαινεῖνἐκεῖνόντε καὶ τὴν Λεσβίαν λέγουσαν μὲν γὰρ καλὸς ὅσσον ἰδεῖν πέλεταικαλός〉, δὲ κἀγαθὸς αὐτίκα καὶ καλὸς ἔσται’, πείθεσθαι δὲ καὶ Σόλωνι τὴν αὐτὴν γνώμην ἐνδεικνυμένῳ, τὸ δὲ γῆρας καθάπερ χαλεπὸν ἐφεδρεύοντα χειμῶνα, δεόμενον οὐχ ὑποδημάτων μόνον καὶ ἐσθῆτος ἀλλὰ καὶ οἰκήσεως ἐπιτηδείας καὶ μυρίων ἄλλων, παρασκευάζεσθαι πρὸς αὐτὸ καθάπερ ἀγαθὸν κυβερνήτην ἐκ πολλοῦ πρὸς χειμῶνα· μοχθηρὸν γὰρ τὸῥεχθέν δέ τε νήπιος ἔγνω’. πρὸς τί γὰρ ἂν καὶ φαίη τις εἶναι χρήσιμον ἀνάσκητον νέου κάλλος; ἆρά γεἰς πόλεμον; καὶ μὴν οὐκἂνἀστόχως τις ἐπιφωνήσειε τοῖς τοιούτοιςἀλλὰ σύγἱμερόεντα μετέρχεο ἔργα γάμοιο’ 〈〉 ‘ἀλλεἰς οἶκον ἰοῦσα τὰ σαὐτῆς ἔργα κόμιζε’. καὶ γὰρ Νιρεὺςκάλλιστος μὲν ἀνὴρ ὑπὸ Ἴλιον ἦλθεν, ἀλλἀλαπαδνὸς ἔην’, καὶ διὰ τοῦθἅπαξ αὐτοῦ μόνον ἐμνημόνευσεν Ὅμηρος ἐν νεῶν καταλόγῳ πρὸς ἐπίδειξιν, ἐμοὶ δοκεῖ, τῆς τῶν καλλίστων ἀνδρῶν ἀχρηστίας, ὅταν αὐτοῖς ὑπάρχῃ μηδὲν ἄλλο τῶν εἰς τὸν βίον χρησίμων. οὐδὲ μὴν εἰς πόρον χρημάτων, εἴ τινες τῶν κακοδαιμόνων λέγειν τολμῶσι, τὸ κάλλος ἐστὶ χρήσιμον. μὲν γὰρ ἐλευθέριός τε καὶ ἔνδοξος καὶ βέβαιος χρηματισμὸς ἀπὸ τέχνης γίγνεσθαι πέφυκεν, δἀπὸ σώματος καὶ κάλλους αἰσχρός ἐστι καὶ διὰ παντὸς ἐπονείδιστος. χρὴ τοίνυν τὸν νέον πειθόμενον τῷ παλαιῷ παραγγέλματι τὴν ἑαυτοῦ μορφὴν ἐν κατόπτρῳ θεασάμενον, εἰ μὲν καλὸς εἴη τὴν ὄψιν, ἀσκῆσαι τοιαύτην εἶναι καὶ τὴν ψυχήν, ἄτοπον ἡγησάμενον ἐν καλῷ σώματι ψυχὴν αἰσχρὰν οἰκεῖν, εἰ δαἰσχρὸς αὑτῷ φαίνοιτο τὴν τοῦ σώματος ἰδέαν εἶναι, τοσῷδε μᾶλλον ἐπιμεληθῆναι τῆς ψυχῆς, ἵνἔχῃ λέγειν τὸ Ὁμηρικόνἄλλος δαὖτεἶδος ἀκιδνότερος πέλει ἀνήρ· ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἳ δέ τἐς αὐτὸν τερπόμενοι λεύσσουσιν· δἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· ἐρχόμενον δἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν’.
§8.2 ἐξ ἁπάντων τοίνυν τῶν εἰρημένων τοῖς γε μὴ παντάπασιν ἀνοήτοις ἐναργῶς φαίνεται μήτἐπὶ γένους λαμπρότητι μήτἐπὶ πλούτῳ τε καὶ κάλλει θαρρήσαντας καταφρονῆσαι τέχνης ἀσκήσεως. αὐτάρκη μὲν οὖν καὶ ταῦτα· κάλλιον δἴσως προσθεῖναι καὶ τὸ τοῦ Διογένους  οἷον ἀγαθόν τινα ἐπῳδόν. ὃς ἑστιώμενος παρά τινι τῶν μὲν ἑαυτοῦ πάντων ἀκριβῶς προνενοημένῳ, μόνου δἑαυτοῦ παντάπασιν ἠμεληκότι, χρεμψάμενος ὡς πτύσων εἶτἐν κύκλῳ περισκοπήσας εἰς οὐδὲν μὲν τῶν πέριξ ἔπτυσεν, αὐτῷ δὲ μόνῳ προσέπτυσε τῷ δεσπότῃ τῆς οἰκίας. ἀγανακτοῦντος δαὐτοῦ καὶ τὴν αἰτίαν ἐρωτῶντος οὐδὲν ἔφησεν ὁρᾶν οὕτως ἠμελημένον τῶν κατὰ τὴν οἰκίαν ὡς ἐκεῖνον. τοὺς γὰρ τοίχους ἅπαντας ἀξιολόγοις γραφαῖς κεκοσμῆσθαι, τὸ δἔδαφος ἐκ ψήφων πολυτελῶν συγκεῖσθαι θεῶν εἰκόνας ἔχον [ἐξ αὐτῶν] διατετυπωμένας, ἅπαντάτετὰ σκεύη λαμπρὰ καὶ καθαρὰ καὶ τὴν στρωμνὴν καὶ τὰς κλίνας εἰς κάλλος ἐξησκῆσθαι, μόνον δἐκεῖνον ὁρᾶν ἠμελημένον. εἴθισται δἅπασιν ἀνθρώποις εἰς τοὺς ἀτιμοτάτους τῶν παρόντων τόπων ἀποπτύειν. μὴ τοίνυν ἐάσῃς, μειράκιον, ἄξιον τοῦ προσπτύεσθαι γενέσθαι σεαυτόν, μηδἂν ἅπαντά σοι τἄλλα κάλλιστα διακεῖσθαι δοκῇ. σπάνιον μὲν γάρ ἐστι καὶ τὸ τυχεῖν αὐτῶν ὁμοῦ πάντων, ὡς εὐγενῆ τε καὶ πλούσιον εἶναι καὶ καλὸν ἅμα τὸν αὐτόν. εἰ δἄρα καὶ συνέλοι ποτέ, δεινὸν ἂν εἴη μόνον ἐν ἅπασι τοῖς ὑπάρχουσιν αὐτὸν κατάπτυστον εἶναι.
§9.1 ἄγετοὖν, παῖδες, ὁπόσοι τῶν ἐμῶν ἀκηκοότες λόγων ἐπὶ τέχνης μάθησιν ὥρμησθε· μή τις ὑμᾶς ἀπατεὼν καὶ γόης ἀνὴρ παρακρουσάμενός ποτε ματαιοτεχνίαν κακοτεχνίαν ἐκδιδάξηται, γιγνώσκοντας ὡς ὁπόσοις τῶν ἐπιτηδευμάτων οὔκ ἐστι τὸ τέλος βιωφελές, ταῦτοὐκ εἰσὶ τέχναι. καὶ περὶ μὲν τῶν ἄλλων ὑμᾶς καὶ πάνυ πέποιθα γιγνώσκειν ὅτι μηδὲν τούτων ἐστὶ τέχνη, οἷον τό τε πετευρίζειν καὶ βαδίζειν ἐπὶ σχοινίων λεπτῶν ἐν κύκλῳ τε περιδινεῖσθαι μὴ σκοτούμενον... οἷα τὰ Μυρμηκίδου τοῦ Ἀθηναίου καὶ Καλλικράτους τοῦ Λακεδαιμονίου. τὸ δὲ τῶν ἀθλητῶν ἐπιτήδευμα μόνον ὑποπτεύω, μή ποτἄρα τοῦτο καὶ ῥώμην σώματος ἐπαγγελλόμενον καὶ τὴν παρὰ τοῖς πολλοῖς δόξαν ἐπαγόμενον, δημοσίᾳ παρὰ τοῖς πατράσι [τετιμημένον] ἡμερησίαις ἀργυρίου δόσεσιν καὶ ὅλως ἴσα τοῖς ἀριστεῦσι τετιμημένον, ἐξαπατήσῃ τινὰ τῶν νέων ὡς προκριθῆναί τινος τέχνης. ὅθεν ἄμεινον προδιασκέψασθαι περὶ αὐτοῦ· εὐεξαπάτητος γὰρ ἕκαστος ἐν οἷς ἐστιν ἀπρόσκεπτος.
§9.2–11
§9.2 τὸ δὴ τῶν ἀνθρώπων γένος, παῖδες, ἐπικοινωνεῖ θεοῖς τε καὶ τοῖς ἀλόγοις ζῴοις, τοῖς μὲν καθὅσον λογικόν ἐστι, τοῖς δὲ καθὅσον θνητόν. βέλτιον οὖν ἐστι τῆς πρὸς τὰ κρείττονα κοινωνίας αἰσθανόμενον ἐπιμελήσασθαι παιδείας, ἧς τυχόντες μὲν τὸ μέγιστον τῶν ἀγαθῶν ἕξομεν, ἀποτυχόντες δοὐκ αἰσχυνούμεθα τῶν χειρίστων ζῴων ἐλαττούμενοι. σώματος δἄσκησις ἀθλητικὴ ἀποτυγχανομένη μὲν αἰσχίστη, ἐπιτυγχανομένη δὲ τῶν ἀλόγων ζῴων οὐδέπω κρείττων. τίς γὰρ λεόντων ἐλεφάντων ἀλκιμώτερος, τίς δὠκύτερος λαγωοῦ; τίς δοὐκ οἶδεν, ὡς καὶ τοὺς θεοὺς διοὐδὲν ἄλλ διὰ τὰς τέχνας ἐπαινοῦμεν, οὕτως καὶ τῶν ἀνθρώπων τοὺς ἀρίστους θείας ἀξιωθῆναι τιμῆς, οὐχ ὅτι καλῶς ἔδραμον ἐν τοῖς ἀγῶσιν δίσκον ἔρριψαν διεπάλαισαν, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν τεχνῶν εὐεργεσίαν. Ἀσκληπιός γέ τοι καὶ Διόνυσος, εἴτἄνθρωποι πρότερον ἤστην εἴτἀρχῆθεν θεοί, τιμῶν ἀξιοῦνται μεγίστων, μὲν διὰ τὴν ἰατρικήν, δὅτι τὴν περὶ τὰς ἀμπέλους ἠμᾶς τέχνην ἐδίδαξεν. εἰ δοὐκ ἐθέλεις ἐμοὶ πείθεσθαι, τόν γε θεὸν αἰδέσθητι τὸν Πύθιον· οὗτός ἐστιν καὶ τὸν Σωκράτην εἰπὼν ἀνδρῶν ἁπάντων σοφώτατον εἶναι, καὶ τῷ Λυκούργῳ προσφωνήσας ὧδεἶπεν·
§9.3 δαὐτὸς οὗτος θεὸς καὶ τὸν Ἀρχίλοχον τεθνεῶτα φαίνεται τιμῶν οὐ τὰ μέτρια· τὸν γοῦν φονέα βουλόμενον εἰσελθεῖν εἰς τὸν νεὼν αὐτοῦ διεκώλυσεν εἰπώνΜουσάων θεράποντα κατέκτανες· ἔξιθι νηοῦ’.
§10.1 λέγε δή μοι καὶ σὺ τὰς τῶν ἀθλητῶν προσαγορεύσεις. ἀλλοὐκ ἐρεῖς ὅτι μηδἔχεις εἰπεῖν, εἰ μή τι τοῦ μάρτυρος ὡς οὐκ ἀξιόχρεω κατέγνωκας· ἐμφαίνειν γὰρ ἔοικάς τι τοιοῦτον, ὅταν ἐπὶ τοὺς πολλοὺς τὸν λόγον ἄγῃς μάρτυρας καὶ τὸν παρὰ τούτων ἔπαινον προχειρίζῃ. καίτοιγ’〉 οὔτε νοσῶν εὖ οἶδὅτι τοῖς πολλοῖς ἂν ἐπιτρέψαις αὑτὸν ἀλλὀλίγοις δή τισιν ἐξ ἁπάντων καὶ τούτων τοῖς ἰατρικωτάτοις, οὔτἂν πλέων ἅπασι τοῖς συμπλέουσιν ἀλλἑνὶ τῷ κυβερνήτῃ, ἤδη δὲ ἐπὶ τῶν σμικροτάτων τέκτονι μὲν τεκταινόμενος, ὑποδημάτων δὲ χρῄζων τῷ σκυτοτόμῳ. πῶς ἂν οὖν ἔνθα περὶ πρωτείων ἀγών ἐστι, σαυτῷ διδοίης τῆς κρίσεως τὴν ἐξουσίαν, ἀφελόμενος αὐτὴν τῶν σοφωτέρων κατὰ σαυτόν; παρίημι γὰρ τό γε νῦν εἶναι μεμνῆσθαι τῶν θεῶν. ἄκουσον οὖν ὅπως Εὐριπίδης φρονεῖ περὶ τῶν ἀθλητῶν·
§10.2 ὅτι δὲ καὶ τῶν ἐπιτηδευομένων αὐτοῖς ἕκαστον ἄχρηστόν ἐστιν, ἄκουε πάλιν εἴπερ ἐθέλεις φησιν·
§10.3 εἰ δὲ καὶ τούτων ἔτι λεπτομερέστερον ἀκούειν ἐθέλεις, ἄκουε πάλιν φησι·
§10.4 πότερον οὖν Εὐριπίδου μὲν καὶ τῶν τοιούτων καταγνῶμεν, τοῖς δὲ φιλοσόφοις ἐπιτρέψωμεν τὴν κρίσιν; ἀλλὰ καὶ πρὸς τούτων ἁπάντων ὥσπερ ἐξ ἑνὸς στόματος ὡμολόγηται φαῦλον εἶναι τὸ ἐπιτήδευμα. οὐδὲ μὴν οὐδὲ τῶν ἰατρῶν τις ἐπῄνεσεν αὐτό· πρῶτον μὲν γὰρ Ἱπποκράτους ἀκούσῃ λέγοντοςδιάθεσις ἀθλητικὴ οὐ φύσεις, ἕξις ὑγιεινὴ κρείσσων’, ἔπειτα δὲ καὶ τῶν ἄλλων ἁπάντων τῶν μεταὐτὸν ἀρίστων ἰατρῶν. ὅλως μὲν οὖν ἐπὶ μάρτυρος οὐκ ἐβουλόμην κρίνεσθαι· ῥητορικὸν γὰρ τὸ τοιοῦτον μᾶλλον τιμῶντος ἀλήθειαν ἀνδρός· ὅμως δἐπειδή τινες ἐπὶ τὸν τῶν πολλῶν ἔπαινον καταφεύγουσι καὶ τὴν παρὰ τούτων κενὴν δόξαν, ἀφέντες αὐτὸτὸἐπιτήδευμα γυμνὸν τῶν ἔξωθεν σκοπεῖν, ἠναγκάσθην κἀγὼ τούτους προχειρίσασθαι τοὺς μάρτυρας, ἵνὅτι μηδἐνταῦθα πλέον ἔχουσί τι γιγνώσκωσιν. ὅθεν οὐδὲ τὸ τῆς Φρύνης ἄκαιρον ἤδη μοι διηγήσασθαι. αὕτη ποτἐν συμποσίῳ, παιδιᾶς τοιαύτης γενομένης ὡς ἕκαστον ἐν μέρει προστάξαι τοῖς συμπόταις βούλοιτο, θεασαμένη παρούσας γυναῖκας ἀγχούσῃ τε καὶ ψιμυθίῳ καὶ φύκει κεκαλλωπισμένας ἐκέλευσεν ὕδατος κομισθέντος ἀρυσαμένας ταῖς χερσὶ προσενεγκεῖν ἁπάσας τῷ προσώπῳ καὶ μετὰ τοῦτο εὐθέως ἀπομάξασθαι σινδονίῳ, καὶ αὐτὴ πρώτη τοῦτἔπραξε. ταῖς μὲν οὖν ἄλλαις ἁπάσαις σπίλου τὸ πρόσωπον ἐπληρώθη, καὶ ἦν ὁμοιότατα ἰδεῖν τοῖς μορμολυκείοις, αὐτὴ δὲκαὶκαλλίων ἐφάνη· μόνη γὰρ ἦν ἀκαλλώπιστός τε καὶ αὐτοφυῶς καλή, μηδεμιᾶς πανουργίας κομμωτικῆς δεομένη. ὥσπερ οὖν τὸ ἀληθινὸν κάλλος ἀκριβῶς ἐξετάζεται μόνον αὐτὸ καθἑαυτὸ τῶν ἔξωθεν αὐτῷ προσόντων ἁπάντων γυμνωθέν, οὕτω καὶ τὴν ἀθλητικὴν ἐπιτήδευσιν ἐξετάζεσθαι προσήκει μόνην, εἴ τι φαίνοιτἔχειν χρήσιμον κοινῇ ταῖς πόλεσιν ἰδίᾳ τοῖς μεταχειριζομένοις αὐτήν.
§11 ἀγαθῶν οὖν τῶν ἐν τῇ φύσει τῶν μὲν περὶ ψυχὴν ὄντων τῶν δὲ περὶ σῶμα τῶν δἐκτός, καὶ παρὰ ταῦτοὐδενὸς ἄλλου γένους ἀγαθῶν ἐπινοουμένου, ὅτι μὲν τῶν ψυχικῶν ἀγαθῶν οὐδὄναρ ποτὲ μετειλήφασιν οἱ ἀθλοῦντες εὔδηλον παντί. τὴν ἀρχὴν γὰρ οὐδεἰ ψυχὴν ἔχουσι γιγνώσκουσι· τοσοῦτον ἀποδέουσι τοῦ λογικὴν αὐτὴν ἐπίστασθαι. σαρκῶν γὰρ ἀεὶ καὶ αἵματος ἀθροίζοντες πλῆθος ὡς ἐν βορβόρῳ πολλῷ τὴν ψυχὴν ἑαυτῶν ἔχουσι κατεσβεσμένην, οὐδὲν ἀκριβὲς νοῆσαι δυναμένην ἀλλἄνουν ὁμοίως τοῖς ἀλόγοις ζῴοις. ἴσως δ’ 〈ἂνἀμφισβητήσειαν ὡς τῶν περὶ τὸ σῶμά τινος ἀγαθῶν ἐπήβολοι. πότερον οὖν τῆς τιμιωτάτης ὑγιείας ἀμφισβητήσουσιν; ἀλλοὐδένας ἄλλους ἂν εὕροις ἐν σφαλερωτέρᾳ διαθέσει σώματος, εἴπερ Ἱπποκράτει δεῖ πιστεύειν εἰπόντι τὴν καὶ ἐπ’  ἄκρον εὐεξίαν σφαλερὰν ὑπάρχειν, ἣν μεταδιώκουσιν οὗτοι. καὶ δὴ καὶ τὸἄσκησις [μὲν] ὑγιείης, ἀκορίη τροφῆς, ἀοκνίη πόνωνἹπποκράτει καλῶς εἰρημένον ἐπαινεῖται πρὸς ἁπάντων. οἳ δὲ τοὐναντίον ἐπιτηδεύουσιν, ὑπερπονοῦντές τε καὶ ὑπερπιπλάμενοι καὶ ὅλως τὸν τοῦ παλαιοῦ λόγον ὡς κορυβαντιῶντος κατεγνωκότες. μὲν γὰρ ὑγιεινὴν δίαιταν ὑποτιθέμενος ἔλεγεπόνοι σιτία ποτὰ ὕπνοι ἀφροδίσια, πάντα μέτρια’, οἳ δὲ τὰ γυμνάσια πέρα τοῦ προσήκοντος ἑκάστης ἡμέρας διαπονοῦσι τροφάς τε προσφέρονται σὺν ἀνάγκῃ, πολλάκις ἄχρι μέσων νυκτῶν ἐκτείνοντες τὴν ἐδωδήν, ὡς προσηκόντως ἄν τινἐπαὐτῶν εἰπεῖνἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· ἀλλοὐκ ἀθλητὰς κακοδαίμονας ὕπνος ἔμαρπτεν.’ ἀνὰ λόγον τοίνυν τούτοις καὶ τῶν ὕπνων αὐτοῖς ἔχει συμμετρία. ἡνίκα γὰρ οἱ κατὰ φύσιν βιοῦντες ἀπὸ τῶν ἔργων ἥκουσιν ἐδεσμάτων δεόμενοι, τηνικαῦθοὗτοι διανίστανται τῶν ὕπνων, ὥστἐοικέναι τὸν βίον αὐτῶν ὑῶν διαγωγῇ· πλήν γὅσον οἱ μὲν ὕες οὐχ ὑπερπονοῦσιν οὐδὲ πρὸς ἀνάγκην ἐσθίουσιν, οἳ δὲ καὶ ταῦτα πάσχουσι καὶ ῥοδοδάφναις ἐνίοτε τὰ νῶτα διακναίονται. μὲν οὖν παλαιὸς Ἱπποκράτης πρὸς οἷς εἶπον ἔμπροσθεν ἔτι καὶ ταῦτά φησιτὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν κενοῦν θερμαίνειν ψύχειν ἄλλως ὁπωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν’. ‘πᾶν γάρ, φησί, τὸ πολὺ τῇ φύσει πολέμιον.’ οἳ δοὔτε τούτων ἐπαίουσιν οὔτε τῶν ἄλλων ὅσα καλῶς εἰπόντος ἐκείνου παραβαίνουσιν, ἀλλὰ πάντἐξ ὑπεναντίου τοῖς ὑγιεινοῖς παραγγέλμασιν ἐπιτηδεύουσιν. καὶ διὰ τοῦτἂν ἔγωγε φαίην ἄσκησιν οὐχ ὑγιείας ἀλλὰ νόσου μᾶλλον εἶναι τὸ ἐπιτήδευμα. τοῦτο δοἶμαι καὶ αὐτὸν τὸν Ἱπποκράτην φρονεῖν ἐπειδὰν λέγῃδιάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων’. οὐ γὰρ μόνον τοῦ κατὰ φύσιν ἐστερῆσθαι τὸ ἐπιτήδευμα διὧν εἶπεν ἐδήλωσεν, ἀλλοὐδἕξιν ὠνόμασε τὴν διάθεσιν αὐτῶν, ἀφαιρούμενος καὶ τῆς προσηγορίας αὐτοὺς προσαγορεύουσιν ἅπαντες οἱ παλαιοὶ τοὺς ὄντως ὑγιαίνοντας. μὲν γὰρ ἕξις ἔμμονός τίς ἐστι καὶ δυσαλλοίωτος διάθεσις, δὲ τῶν ἀθλητῶν ἐπἄκρον εὐεξία σφαλερά τε καὶ εὐμετάπτωτος. οὔτε γὰρ πρόσθεσιν ἔτι διὰ τὴν ἀκρότητα χωρεῖ καὶ τῷ μὴ δύνασθαι μένειν ἐπὶ ταὐτοῦ μηδἀτρεμεῖν λοιπὴν ἔχει τὴν ἐπὶ τὸ χεῖρον ὁδόν. οὕτως μὲν ἀθλοῦσιν αὐτοῖς διάκειται τὸ σῶμα, καταλύσασι δὲ πολὺ δή τι χεῖρον. ἔνιοι μὲν γὰρ μετὀλίγον ἀποθνῄσκουσιν, ἔνιοι δἐπὶ πλέονμὲνἥκουσιν ἡλικίας, ἀλλοὐδαὐτοὶ γηρῶσιν οὐδὲ κἂν ἀφίκωνταί ποτεἰς τοῦτο, τῶν Ὁμηρικῶν οὐδὲν ἀπολείπονται Λιτῶν, ‘χωλοί τε ῥυσοί τε παραβλῶπές τὀφθαλμώἀποτελούμενοι. ὡς γὰρ τὰ διασεισθέντα τῶν τειχῶν ἀπὸ μηχανημάτων ἑτοίμως ὑπὸ τῆς τυχούσης διαλύεται βλάβης, οὔτε σεισμὸν οὔτἄλλην τινὰ βραχυτέραν δυνάμενα φέρειν περίστασιν, οὕτω καὶ τὰ τῶν ἀθλητῶν σώματα σαθρὰ καὶ ἀσθενῆ ταῖς κατὰ τὴν ἐπιτήδευσιν γεγονότα πληγαῖς ἕτοιμα πρὸς τὸ πάσχειν ἐστὶν ἐπὶ ταῖς τυχούσαις προφάσεσιν. οἱ μὲν γὰρ ὀφθαλμοὶ περιορωρυγμένοι πολλάκις ὅθ δύναμις οὐκέτἀντέχει πληροῦνται ῥευμάτων, οἱ δὀδόντες ἅτε διασεσεισμένοι πολλάκις ἐπιλειπούσης ἐν τῷ χρόνῳ τῆς δυνάμεως αὐτοὺς ἑτοίμως ἐκπίπτουσι, τὰ δὲ λυγισθέντα τῶν ἄρθρων ἀσθενῆ πρὸς πᾶσαν τὴν ἔξωθεν βίαν γίγνεται, καὶ πᾶν ῥῆγμα καὶ σπάσμα ῥᾳδίως κινεῖται. σωματικῆς μὲν οὖν ὑγιείας ἕνεκα φανερὸν ὡς οὐδὲν ἄλλο γένος ἀθλιώτερόν ἐστι τῶν ἀθλητῶν. ὥστεἰκότως ἄν τις εἴποι συγγενῶς ὀνομάζεσθαι, 〈 ἀπὸ τοῦ ἀθλίουτῶν ἀθλητῶν προσαγορευθέντων ἀπὸ τοῦ ἀθλητοῦ τὴν προσηγορίαν τῶν ἀθλίων ἐσχηκότων κοινῶς ἀμφοτέρων καθάπερ ἀπὸ πηγῆς μιᾶς τῆς ἀθλιότητος ὠνομασμένων.
§12–14.3
§12 ἀλλἐπειδὴ καὶ περὶ τοῦ μεγίστου τῶν σωματικῶν ἀγαθῶν τῆς ὑγιείας ἐσκέμμεθα, μεταβῶμεν ἐπὶ τὰ λοιπά. τὰ μὲν δὴ περὶ κάλλους οὕτως αὐτοῖς ἔχει, ὡς μὴ μόνον ὠφελεῖσθαί τι πρὸς τῆς ἀθλήσεως τὴν φύσιν, ἀλλὰ καὶ πολλοὺς αὐτῶν πάνυ συμμέτρως ἔχοντας τῶν μελῶν οἱ γυμνασταὶ παραλαβόντες, ὑπερπιάναντές τε καὶ διασάξαντες αἵματί τε καὶ σαρξίν, εἰς τοὐναντίον ἤγαγον. ἐνίων δὲ καὶ τὰ πρόσωπα παντάπασιν ἄμορφα καὶ δυσειδῆ κατέστησαν καὶ μάλιστα τῶν παγκράτιον πυγμὴν ἀσκησάντων. ὅταν δὲ καὶ τῶν μελῶντιτελέως ἀποκλάσωσιν διαστρέψωσιν τοὺς ὀφθαλμοὺς ἐκκόψωσι, τότοἶμαι τότε καὶ μάλιστα τὸδιὰτῆς ἐπιτηδεύσεως αὐτῶν ἀποτελούμενον κάλλος ἐναργῶς ὁρᾶσθαι. ταῦτα μὲν οὖν αὐτοῖς ὑγιαίνουσιν εἰς κάλλος εὐτύχηται, καταλύσασι δὲ καὶ τὰ λοιπὰτῶντοῦ σώματος αἰσθητηρίων προσαπόλλυται καὶ πάνθὡς εἰπεῖν τὰ μέλη διαστρεφόμενα παντοίας ἀμορφίας αἴτια γίγνεται.
§13.1 ἀλλἴσως τῶνμὲνεἰρημένων οὐδενός, ἰσχύοςδ’〉 ἀντιποιήσονται· τοῦτο γὰρ εὖ οἶδὅτι φήσουσιν, ἰσχυρότατοι πάντων εἶναι. ποίας, πρὸς θεῶν, ἰσχύος καὶ ποῦ χρησίμης; πότερον τῆς εἰς τὰ γεωργικὰ τῶν ἔργων; πάνυ μὲν οὖν καλῶς σκάπτειν θερίζειν ἀροῦντι τῶν ἄλλων τῶν κατὰ γεωργίαν δύνανται. ἀλλἴσωςτῆςεἰς τὰ πολεμικά; τὸν Εὐριπίδην αὖθίς μοι κάλει, ὅστις αὐτοὺς ὑμνήσει λέγωνπότερα μαχοῦνται πολεμίοισιν, ἐν χεροῖν δίσκους ἔχοντες;’ τῷ γὰρ ὄντιοὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας’. ἀλλὰ πρὸς κρύος καὶ θάλπος ἰσχυροί; αὐτοῦ γε τοῦ Ἡρακλέους ζηλωταί, ὡς ἑνὶ καὶ χειμῶνι καὶ θέρει σκέπεσθαι δέρματι, ὡς ἀνυπόδετοι διατελεῖν, ὑπαίθριοι κοιμᾶσθαι, χαμευνεῖν· ἐν ἅπασι γὰρ τούτοις τῶν νεογνῶν παίδων εἰσὶν ἀσθενέστεροι. ἐν τίνι τοίνυν ἔτι τὴν ἰσχὺν ἐπιδείξονται ἐπὶ τίνι μέγα φρονήσουσιν; οὐ γὰρ δήπου [ὅτι ἐπὶ] τῷ τοὺς σκυτοτόμους τοὺςτέκτονας τοὺς οἰκοδόμους οἷοί τεἶναι καταβάλλειν ἐν παλαίστρᾳ τε καὶ σταδίῳ; τάχοὖν ἐπὶ τῷ διὅλης ἡμέρας κονίεσθαιθαυμάζεσθαιδικαιοῦσιν· ἀλλὰ τοῦτό γε καὶ τοῖς ὄρτυξι καὶ τοῖς πέρδιξιν ὑπάρχει, καὶ εἴπερ ἐπὶ τούτῳ, μέγα χρὴ φρονεῖνκαὶἐπὶ τῷ διὅλης ἡμέρας βορβόρῳ λούεσθαι. ἀλλὰ νὴ Δία τῶν ἱερουργημένων ἕνα ταύρων ἀναθέμενος τοῖς ὤμοις Μίλων ἐκεῖνος Κροτωνιάτης διεκόμισέ ποτε τὸ στάδιον. τῆς ὑπερβαλλούσης ἀνοίας, ὡς μηδὲ τοῦτο γιγνώσκειν ὅτι πρὸ βραχέος τὸ βαρύτατον τοῦτο σῶμα τοῦ ταύρου ζῶντος ἐβάσταζεν ψυχὴ τοῦ ζῴου, καὶ πολλῷ γἀκοπώτερον Μίλων, γε καὶ θεῖν ἠδύνατο βαστάζουσα· ἀλλὅμως οὐδενὸς ἦν ἀξία, παραπλησίως τῇ Μίλωνος. ἐδήλωσε δὲ καὶ τελευτὴ τἀνδρὸς ὅπως ἦν ἀνόητος· ὅς γε θεασάμενός ποτε νεανίσκον σχίζοντα κατὰ μῆκος ξύλον ἐνθέσει σφηνῶν, ἐκεῖνον μὲν ἀπέστησε καταγελάσας, αὐτὸς δὲ διὰ τῶν ἑαυτοῦ χειρῶν μόνων ἐτόλμησε διασπᾶν αὐτό. κἄπειθὅσον εἶχεν ἰσχύος εὐθὺς ἐν τῇ πρώτῃ προσβολῇ πληρώσας διέστησε μὲν ἑκατέρωσε τὰ μέρη τοῦ ξύλου, τῶν σφηνῶν δἐκπεσόντων ἐν τῷδε τὸ λοιπὸν τοῦ ξύλου μέρος ἀδυνατῶν διαστῆσαι μέχρι πολλοῦ μὲν ἀντεῖχεν, ὕστερον δὲ νικηθεὶς οὐκ ἔφθασε κομίσασθαι τὰς χεῖρας, ἀλλὑπὸ τῶν μερῶν τοῦ ξύλου συνελθόντων ἀλλήλοις καταληφθεῖσαι συνετρίβησαν μὲν αὗται πρῶται, θανάτου δοἰκτροῦ τῷ Μίλωνι κατέστησαν αἴτιαι. πάνυ μὲν οὖν ὤνησεν αὐτὸν εἰς τὸ μηδὲν παθεῖν νεκρὸς ταῦρος ἐν τῷ σταδίῳ βασταχθείς· τὸ κοινὸν τῶν Ἑλλήνων ἔσωσεν ἄν, ἡνίκα πρὸς τὸν βάρβαρον ἐπολέμουν, τοιαύτη τοῦ Μίλωνος ἐνέργεια [περὶ τὸν ταῦρον], ἀλλοὐχ Θεμιστοκλέους σοφία πρῶτον μὲν ὑποκριναμένου καλῶς τὸν χρησμόν, εἶτα στρατηγήσαντος ὡς ἐχρῆν; ‘σοφὸν γὰρ ἓν βούλευματὰςπολλὰς χέρας νικᾷ, σὺν ὅπλοις δἀμαθία χεῖρον κακόν.
§13.2 ὅτι μὲν εἰς οὐδὲν τῶν κατὰ τὸν βίον ἔργων χρήσιμος τῶν ἀθλητῶν ἄσκησις, εὖ οἶδὅτι σαφὲς ἤδη γέγονεν· ὅτι δὲ καὶ ἐν αὐτοῖς οἷς ἀσκοῦσιν οὐδενός εἰσιν ἄξιοι λόγου μάθοιτἄν, εἰ διηγησαίμην ὑμῖν τὸν μῦθον ἐκεῖνον, ὃν τῶν οὐκ ἀμούσων ἀνδρῶν τις ἐντείνας ἔπεσι διεσκεύασεν. ἐστὶ δὲ οὗτος. εἰ Λιὸς γνώμῃ πᾶσι τοῖς ζῴοις ὁμόνοια καὶ κοινωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπίᾳ κήρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν, ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζῴοις εἰς τὸ στάδιον ἥκειν [ἓν], οὐδένα ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. ‘ἐν μὲν γὰρ δολιχῷ ὑπέρτατος, φησίν, ἵππος ἔσται, τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται,  ἐν δὲ διαύλῳ δορκὰς ἀριστεύσει. μερόπων δἐναρίθμιος οὐδεὶς ἐν ποσίν, κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.’ ἀλλοὐδὲ τῶν ἀφἩρακλέους τις ἐλέφαντος λέοντος ἰσχυρότερος ἂν φανείη. οἶμαι δὅτι καὶ ταῦρος πυγμῇ στεφθήσεται. ‘καὶ ὄνος, φησί, λὰξ ὅτι εἰ βούλεται ἐρίσας αὐτὸς τὸν στέφανον οἴσεται. αὐτὰρ ἐν ἱστορίῃ πολυπείρῳ γράψεται ὄνος, ὅτι παγκράτιον νίκησέ ποτἄνδρα (εἰκοστὴ δὲ καὶ πρώτη ὀλυμπιὰς ἦν ὅτἐνίκα) Ὀγκηστής.’
§13.3 πάνυ χαριέντως οὗτος μῦθος ἐπιδείκνυσι τὴν ἀθλητικὴν ἰσχὺν οὐ τῶν ἀνθρωπίνων οὖσαν ἀσκημάτων· καίτοι γεἰ μηδἐν ἰσχύι πρωτεύουσι τῶν ζῴων οἱ ἀθληταί, τίνος ἂν ἔτι τῶν ἄλλων ἐπήβολοι γενηθεῖεν ἀγαθῶν;
§14.1 εἰ δὲ καὶ τὴν ἡδονὴν σώματός τις ἀγαθὸν εἶναι φαίη, οὐδαὐτῆς ταύτης αὐτοῖς μέτεστιν οὔτοὖν ἀθλοῦσιν οὔτε καταλύσασιν· εἴ γε παρὰ μὲν τὸν τῆς ἀθλήσεως χρόνον ἐν πόνοις τε καὶ ταλαιπωρίαις εἰσίν, οὐ γυμναζόμενοι μόνον ἀλλὰ καὶ πρὸς ἀνάγκην ἐσθίοντες, ἡνίκα δὲ καὶ καταλύσαντες τύχοιεν, ἀνάπηροι τὰ πλεῖστα μέρη τοῦ σώματος γίγνονται.
§14.2 τάχοὖν ἐπὶ τῷ χρήματα πάντων ἀθροίζειν πλεῖστα σεμνύνονται· καὶ μὴν ἔστιν ὑμῖν θεάσασθαι πάντας αὐτοὺς ὀφείλοντας οὐ μόνον ἐκεῖνον τὸν χρόνον καθὃν ἀθλοῦσιν ἀλλὰ καὶ καταλύσαντας τὴν ἄσκησιν, οὐδἂν εὕροις ἀθλητὴν οὐδένα πλουσιώτερον ἑνὸς τῶν ἐπιτυχόντων οἰκονόμων ἀνδρὸς πλουσίου. ἐστὶ δοὐδαὐτὸ τὸ πλουτεῖν ἐξ ἐπιτηδεύματος ἀξιόλογον ἁπλῶς, ἀλλὰ τὸ τοιαύτην ἐπίστασθαι τέχνην καὶ ναυαγήσασι συνεκκολυμβήσει· ὅπερ οὔτε τοῖς διοικοῦσι τὰ τῶν πλουσίων οὔτε τοῖς τελώναις τοῖς ἐμπόροις ὑπάρχει. καίτοι πλουτοῦσιν ἐξ ἐπιτηδευμάτων οὗτοι μάλιστα, ἀλλἐὰν ἀπολέσωσι τὰ χρήματα, συναπολλύουσιν αὐτοῖς καὶ τὰς πράξεις, ἀφορμῆς μέν τινος χρημάτων εἰς αὐτὰς δεόμενοι, τῷ δοὐκ ἔχειν ταύτην ἄρξασθαι τῆς ἀρχαίας πράξεως ἀδυνατοῦντες· οὐδὲ γὰρ δανείζει τις αὐτοῖς χωρὶς ἐνεχύρων ὑποθηκῶν.
§14.3 ὥστεἰ καὶ πρὸς χρηματισμὸν ἀσφαλῆ τε καὶ οὐκ ἄδοξον ἀξιοῖ τις ὑμᾶς παρεσκευάσθαι, τέχνην ἀσκητέον ἐστὶ διὰ παντὸς τοῦ βίου καὶ παραμενοῦσαν. ἀλλὰ διττῆς οὔσης διαφορᾶς τῆς πρώτης ἐν ταῖς τέχναις (ἔνιαι μὲν γὰρ αὐτῶν λογικαί τεἰσὶ καὶ σεμναί, τινὲς δεὐκαταφρόνητοι καὶ διὰ τῶν τοῦ σώματος πόνων, ἃς δὴ βαναύσους τε καὶ χειρωνακτικὰς ὀνομάζουσιν), ἄμεινον ἂν εἴη τοῦ προτέρου γένους τῶν τεχνῶν μετέρχεσθαί τινα. τὸ γάρ τοι δεύτερον γένος αὐτῶν ἐπιλείπειν εἴωθε γηρῶντας τοὺς τεχνίτας. εἰσὶ δἐκ τοῦ προτέρου γένους ἰατρική τε καὶ ῥητορικὴ καὶ μουσική, γεωμετρία τε καὶ ἀριθμητικὴ καὶ λογιστική, καὶ ἀστρονομία καὶ γραμματικὴ καὶ νομική· πρόσθες δεἰ βούλει ταύταις πλαστικήν τε καὶ γραφικήν· εἰ γὰρ καὶ διὰ τῶν χειρῶν ἐνεργοῦσιν, ἀλλοὐκ ἰσχύος νεανικῆς δεῖται τὸ ἔργον αὐτῶν. ἐκ τούτων οὗν τινα τῶν τεχνῶν ἀναλαμβάνειν τε καὶ ἀσκεῖν χρὴ τὸν νέον, ὅτῳ μὴ παντάπασιν ψυχὴ βοσκηματώδης ἐστί, καὶ μᾶλλόν γε τὴν ἀρίστην ἐν ταύταις, ἥτις ὡς ἡμεῖς φαμεν ἐστὶν ἰατρική. τοῦτο δαὐτὸ δεικτέον ἐφεξῆς.
Tap any Greek word to look it up
An open-access project

Tap any Greek word to look it up