νύμφαι Τρωιάδες, ποταμοῦ Ξάνθοιο γενέθλη,
αἳ πλοκάμων κρήδεμνα καὶ ἱερὰ παίγνια χειρῶν
πολλάκι πατρῴῃσιν ἐπὶ ψαμάθοισι λιποῦσαι
ἐς χορὸν Ἰδαίῃσιν ἐπεντύνασθε χορείαις,
5
δεῦτε, θεμιστοπόλοιο νοήματα μηλοβοτῆρος
εἴπατέ μοι, κελάδοντος ἀπορνύμεναι ποταμοῖο,
ἐξ ὀρέων πόθεν ἦλθεν ἀήθεα πόντον ἐλαύνων
ἀγνώσσων ἁλὸς ἔργα; τί δὲ χρέος ἔπλετο νηῶν
ἀρχεκάκων, ἵνα πόντον ὁμοῦ καὶ γαῖαν ὀρίνῃ
10
βουκόλος; ὠγυγίη δὲ τίς ἔπλετο νείκεος ἀρχή,
ὄφρα καὶ ἀθανάτοισι θεμιστεύσωσι νομῆες;
τίς δὲ δικασπολίη; πόθεν ἔκλυεν οὔνομα νύμφης
Ἀργείης; αὐταὶ γὰρ ἐθηήσασθε μολοῦσαι
Ἰδαίης τρικάρηνον ὑπὸ πρηῶνα Φαλάκρης
15
καὶ Πάριν οἰοπόλοισιν ἐφεδριόωντα θοώκοις
καὶ Χαρίτων βασίλειαν ἀγαλλομένην Ἀφροδίτην.
ὣς ὁ μὲν ὑψιλόφοισιν ἐν οὔρεσιν Αἱμονιήων
νυμφιδίων Πηλῆος ἀειδομένων ὑμεναίων
Ζηνὸς ἐφημοσύνῃσιν ἐῳνοχόει Γανυμήδης·
20
πᾶσα δὲ κυδαίνουσα θεῶν ἔσπευδε γενέθλη
αὐτοκασιγνήτην λευκώλενον Ἀμφιτρίτης,
Ζεὺς μὲν ἀπʼ Οὐλύμποιο, Ποσειδάων δὲ θαλάσσης·
ἐκ δὲ Μελισσήεντος ἀπʼ εὐόδμου Ἑλικῶνος
Μουσάων λιγύφωνον ἄγων χορὸν ἦλθεν Ἀπόλλων·
25
39 χρυσείοις δʼ ἑκάτερθε τινασσόμενος πλοκάμοισι
40 βότρυς ἀκερσεκόμης ζεφύρῳ στυφελίζετο χαίτης.
τὸν δὲ μεθʼ ὡμάρτησε κασιγνήτη Διὸς Ἥρη.
οὐδʼ αὐτὴ βασίλεια καὶ ἁρμονίης Ἀφροδίτη
ἐρχομένη δήθυνεν ἐς ἄλσεα Κενταύροιο.
30
καὶ στέφος ἀσκήσασα γαμήλιον ἤλυθε Πειθώ,
τοξευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην.
καὶ βριαρὴν τρυφάλειαν ἀπὸ κροτάφοιο μεθεῖσα
ἐς γάμον ὡμάρτησε γάμων ἀδίδακτος Ἀθήνη.
οὐδὲ κασιγνήτη Λητωιὰς Ἀπόλλωνος
35
Ἄρτεμις ἠτίμησε καὶ ἀγροτέρη περ ἐοῦσα.
οἷος δʼ οὐ κυνέην, οὐ δήιον ἔγχος ἀείρων
ἐς δόμον Ἡφαίστοιο σιδήρεος ἔρχεται Ἄρης,
τοῖος ἄτερ θώρηκος, ἄτερ θηκτοῖο σιδήρου
μειδιόων ἐχόρευεν. ἔριν δʼ ἀγέραστον ἐάσας
40
οὐ Χείρων ἀλέγιζε καὶ οὐκ ἐμπάζετο Πηλεύς.
ἡ δʼ ἅτε βησσήεντος ἀποπλαγχθεῖσα νομοῖο
πόρτις ἐρημαίῃσιν ἐνὶ ξυλόχοισιν ἀλᾶται
φοινήεντι μύωπι, βοῶν ἐλατῆρι, τυπεῖσα·
τοῖα βαρυζήλοισιν Ἔρις πληγῇσι δαμεῖσα
45
πλάζετο μαστεύουσα, θεῶν πῶς δαῖτας ὀρίνοι.
πολλάκι δʼ εὐλάιγγος ἀπὸ κλισμοῖο θοροῦσα
ἵστατο καὶ παλίνορσος ἐφέζετο· χειρὶ δὲ γαίης
οὔδεϊ κόλπον ἄραξε καὶ οὐκ ἐφράσσατο πέρην·
ἤθελεν ὀρφναίων γυάλων κληῖδας ἀνεῖσα,
50
ἐκ χθονίων Τιτῆνας ἀναστήσασα βερέθρων
οὐρανὸν ὑψιμέδοντος ἀιστῶσαι Διὸς ἕδρην.
ἤθελεν ἠχήεντα πυρὸς πρηστῆρα τινάσσειν,
Ἡφαίστῳ δʼ ὑπόεικεν ἀμαιμακέτη περ ἐοῦσα,
καὶ πυρὸς ἀσβέστοιο καὶ ὀπτευτῆρι σιδήρου.
55
καὶ σακέων βαρύδουπον ἐμήσατο κόμπον ἀράσσειν,
εἴ ποτε δειμαίνοντες ἀναθρῴσκοιεν ἰωήν·
ἀλλά καὶ ὁπλοτέρης δολίης ἀνεχάσσατο βουλῆς
Ἄρεα δειμαίνουσα, σιδήρεον ἀσπιδιώτην.
ἤδη δʼ Ἑσπερίδων χρυσέων ἐμνήσατο μήλων·
60
ἔνθεν Ἔρις, πολέμοιο προάγγελον ἔρνος ἑλοῦσα
μῆλον, ἀριζήλων ἐφράσσατο δήνεα μόχθων.
χειρὶ δὲ δινήσασα μόθου πρωτόσπορον ἀρχὴν
ἐς θαλίην ἔρριψε, χορὸν δʼ ὤρινε θεάων.
Ἥρη μὲν παράκοιτις ἀγαλλομένη Διὸς εὐνῇ
65
ἵστατο θαμβήσασα καὶ ἤθελε ληίζεσθαι·
πασάων δʼ ἅτε Κύπρις ἀρειοτέρη γεγαυῖα
μῆλον ἔχειν ἐπόθησεν, ὅτι κτέρας ἐστὶν Ἐρώτων·
Ἥρη δʼ οὐ μεθέηκε καὶ οὐχ ὑπόεικεν Ἀθήνη.
Ζεὺς δὲ θεῶν καὶ νεῖκος ἰδὼν καὶ παῖδα καλέσσας
70
τοῖον ὑφεδρήσσοντα προσέννεπεν Ἑρμάωνα·
εἴ τινά που Ξάνθοιο παρʼ Ἰδαίοιο ῥεέθροις
παῖδα Πάριν Πριάμοιο, τὸν ἀγλαὸν ἡβητῆρα,
Τροίης βουκολέοντα κατʼ οὔρεα, τέκνον, ἀκούεις,
κείνῳ μῆλον ὄπαζε· διακρίνειν δὲ θεάων
75
κέκλεο καὶ βλεφάρων ξυνοχὴν καὶ κύκλα προσώπων.
ἡ δὲ διακρινθεῖσα φέρειν περίπυστον ὀπώρην
κάρτος ἀρειοτέρης ἐχέτω καὶ κόσμον Ἐρώτων.
ὣς ὁ μὲν Ἑρμάωνι πατὴρ ἐπέτελλε Κρονίων·
αὐτὰρ ὁ πατρῴῃσιν ἐφημοσύνῃσι πιθήσας
80
εἰς ὁδὸν ἡγεμόνευε καὶ οὐκ ἀμέλησε θεάων.
πᾶσα δὲ λωιτέρην καὶ ἀμείνονα δίζετο μορφήν.
Κύπρις μὲν δολόμητις ἀναπτύξασα καλύπτρην
λαὶ περόνην θυόεντα διαστήσασα κομάων
χρυσῷ μὲν πλοκάμους, χρυσῷ δʼ ἐστέψατο χαίτην.
85
τοῖα δὲ παῖδας Ἔρωτας ἀνηΰτησεν ἰδοῦσα·
ἐγγὺς ἀγών, φίλα τέκνα· περιπτύξασθε τιθήνην.
σήμερον ἀγλαΐαι με διακρίνουσι προσώπων·
δειμαίνω, τίνι μῆλον ὁ βουκόλος οὗτος ὀπάσσει.
Ἥρην μὲν Χαρίτων ἱερὴν ἐνέπουσι τιθήνην,
90
φασὶ δὲ κοιρανίην μεθέπειν καὶ σκῆπτρα φυλάσσειν·
καὶ πολέμων βασίλειαν ἀεὶ καλέουσιν Ἀθήνην·
μούνη Κύπρις ἄναλκις ἔην θεός. οὐ βασιλήων
κοιρανίην, οὐκ ἔγχος ἀρήιον, οὐ βέλος ἕλκω.
ἀλλὰ τί δειμαίνω περιώσιον ἀντὶ μὲν αἰχμῆς
95
ὡς θοὸν ἔγχος ἔχουσα μελίφρονα δεσμὸν ἐρώτων;
κεστὸν ἔχω καἰ κέντρον ἄγω καὶ τόξον ἀείρω,
κεστόν, ὅθεν φιλότητος ἐμῆς ἐμὸν οἶστρον ἑλοῦσαι
πολλάκις ὠδίνουσι καὶ οὐ θνῄσκουσι γυναῖκες.
τοῖον ἐφεσπομένη ῥοδοδάκτυλος ἔννεπε Κύπρις.
100
οἱ δʼ ἄρα μητρῴης ἐρατῆς ἀίοντες ἐφετμῆς
φοιτητῆρες Ἔρωτες ἐπερρώοντο τιθήνῃ.
ἄρτι μὲν Ἰδαίην ὑπερέδραμον οὔρεος ἄκρην,
ἔνθα λιθοκρήδεμνον ὑπὸ πρηῶνος ἐρίπνην
κουρίζων ἐνόμευε Πάρις πατρώια μῆλα.
105
ποιμαίνων δʼ ἑκάτερθεν ἐπὶ προχοῇσιν ἀναύρου
νόσφι μέν ἀγρομένων ἀγέλην πεμπάζετο ταύρων,
νόσφι δὲ βοσκομένων διεμέτρεε πώεα μήλων·
καί τις ὀρεσσαύλοιο δορὴ μετόπισθε χιμαίρης
ἐκκρεμὲς ᾐώρητο καὶ αὐτῶν ἥπτετο μηρῶν,
110
ποιμενίη δʼ ἀπέκειτο, βοῶν ἐλάτειρα, καλαῦροψ,
τοῖος ἐπεὶ σύριγγος, ἐς ἤθεα βαιὸν ὁδεύων,
ἀγροτέρων καλάμων λιγυρὴν ἐδίωκεν ἀοιδήν·
πολλάκι δʼ οἰοπόλοισιν ἐνὶ σταθμοῖσιν ἀείδων
καὶ ταύρων ἀμέλησε καὶ οὐκ ἐμπάζετο μήλων·
115
ἔνθεν ἔχων σύριγγα κατʼ ἤθεα καλὰ νομήων
Πανὶ καὶ Ἑρμάωνι φίλην ἀνεβάλλετο μολπήν·
οὐ κύνες ὠρύοντο καὶ οὐ μυκήσατο ταῦρος,
μούνη δʼ ἠνεμόεσσα, βοῆς ἀδίδακτος ἐοῦσα,
Ἰδαίων ὀρέων ἀντίθροος ἴαχεν Ἠχώ.
120
ταῦροι δὲ χλοερῆς κεκορηότες ὑψόθι ποίης,
κεκλιμένοι βαρύγουνον ἐπʼ ἰσχίον εὐνάζοντο.
ὣς ὁ μὲν ὑψορόφοιο φυτῶν ὑπένερθε καλύπτρης
τηλόθεν Ἑρμάωνα διάκτορον εἶδε λιγαίνων.
δειμαίνων δʼ ἀνόρουσε, θεῶν δʼ ἀλέεινεν ὀπωπήν·
125
καὶ χορὸν εὐκελάδων δονάκων ἐπὶ φηγὸν ἐρείσας
μήπω πολλὰ καμοῦσαν ἑὴν ἀνέκοπτεν ἀοιδήν.
τοῖα δὲ δειμαίνοντα θέσκελος Ἑρμῆς·
γαῦλον ἀπορρίψας καὶ πώεα καλὰ μεθήσας
δεῦρο θεμιστεύσειας ἐπουρανίῃσι δικάζων·
130
δεῦρο διακρίνων προφερέστερον εἶδος ὀπωπῆς
φαιδροτέρῃ τόδε μῆλον, ἐπήρατον ἔρνος, ὀπάσσαις.
τοῖον ἀνηΰτησεν· ὁ δʼ ἤπιον ὄμμα τανύσσας
ἦκα διακρίνειν πειρήσατο κάλλος ἑκάστης.
δέρκετο μὲν γλαυκῶν βλεφάρων σέλας, ἔδρακε δειρὴν
135
χρυσῷ δαιδαλέην, ἐφράσσατο κόσμον ἑκάστης
καὶ πιέρνης μετόπισθε καὶ αὐτῶν ἴχνια ταρσῶν.
χειρῶν μειδιόωντα δίκης προπάροιθεν ἑλοῦσα
τοῖον Ἀλεξάνδρῳ μυθήσατο μῦθον Ἀθήνη·
δεῦρο, τέκος Πριάμοιο, Διὸς παράκοιτιν ἐάσας
140
καὶ θαλάμων βασίλειαν ἀτιμήσας Ἀφροδίτην
ἠνορέης ἐπίκουρον ἐπαινήσειας Ἀθήνην.
φασί σε κοιρανέειν καὶ Τρώιον ἄστυ φυλάσσειν·
δεῦρό σε τειρομένοισι σαόπτολιν ἀνδράσι θήσω,
μή ποτέ σοι βαρύμηνις ἐπιβρίσειεν Ἐνυώ.
145
πείθεο, καὶ πολέμους τε καὶ ἠνορέην σε διδάξω.
ὣς ἡ μὲν πολύμητις ἀνηΰτησεν Ἀθήνη.
τοῖα δʼ ὑποβλήδην λευκώλενος ἔννεπεν Ἥρη·
εἴ με διακρίνων προφερέστερον ἔρνος ὀπάσσῃς,
πάσης ἡμετέρης Ἀσίης ἡγήτορα θήσω.
150
ἔργα μόθων ἀθέριζε· τί γὰρ πολέμων βασιλῆι;
κοίρανος ἰφθίμοισι καὶ ἀπτολέμοισι κελεύει.
οὐκ αἰεὶ θεράποντες ἀριστεύουσιν Ἀθήνης·
ὠκύμοροι θνῄσκουσιν ὑποδρηστῆρες Ἐνυοῦς.
τοίην κοιρανίην πρωτόθρονος ὤπασεν Ἥρη.
155
ἡ δʼ ἑανὸν βαθύκολπον, ἐς ἠέρα γυμνώσασα
κόλπον, ἀνῃώρησε καὶ οὐκ ᾐδέσσατο Κύπρις.
χειρὶ δʼ ἐλαφρίζουσα μελίφρονα δεσμὸν ἐρώτων
στῆθος ἅπαν γύμνωσε καὶ οὐκ ἐμνήσατο μαζῶν.
τοῖα δὲ μειδιόωσα προσέννεπε μηλοβοτῆρα·
160
δέξό με καὶ πολέμων ἐπιλήθεο, δέχνυσο μορφὴν
ἡμετέρην καὶ σκῆπτρα καὶ Ἀσίδα κάλλιπε γαῖαν.
ἔργα μόθων οὐκ οἶδα· τί γὰρ σακέων Ἀφροδίτῃ;
ἀγλαΐῃ πολὺ μᾶλλον ἀριστεύουσι γυναῖκες.
ἀντὶ μὲν ἠνορέης ἐρατὴν παράκοιτιν ὀπάσσω,
165
ἀντὶ δὲ κοιρανίης Ἑλένης ἐπιβήσεο λέκτρων·
νυμφίον ἀθρήσει σε μετὰ Τροίην Λακεδαίμων
οὔπω μῦθος ἔληγεν, ὁ δʼ ἀγλαὸν ὤπασε μῆλον,
ἀγλαΐης ἀνάθημα, μέγα κτέρας Ἀφρογενείῃ,
φυταλιὴν πολέμοιο, κακὴν πολέμοιο γενέθλην.
170
χειρὶ δὲ μῆλον ἔχουσα τόσην ἀνενείκατο φωνὴν
Ἥρην κερτομέουσα καὶ ἀντιάνειραν Ἀθήνην·
εἴξατέ μοι πολέμοιο συνήθεες, εἴξατε νίκης.
ἀγλαΐην ἐφίλησα, καὶ ἀγλαΐη με διώκει.
φασί σε, μῆτερ Ἄρηος, ὑπʼ ὠδίνεσσιν ἀέξειν
175
ἠυκόμων Χαρίτων ἱερὸν χορόν· ἀλλά σε πᾶσαι
σήμερον ἠρνήσαντο, καὶ οὐ μίαν εὗρες ἀρωγόν.
οὐ σακέων βασίλεια καὶ οὐ πυρός ἐσσι τιθήνη·
οὔ σοι Ἄρης ἐπάρηξε, καὶ εἰ δορὶ μαίνεται Ἄρης,
οὐ φλόγες Ἡφαίστοιο, καὶ εἰ φλογὸς ἆσθμα λοχεύει.
180
οἶα δὲ κυδιάεις ἀνεμώλιος, Ἀτρυτώνη,
ἣν γάμος οὐκ ἔσπειρε καὶ οὐ μαιώσατο μήτηρ,
ἀλλὰ σιδηρείη σε τομὴ καὶ ῥίζα σιδήρου
πατρῴων ἀλόχευτον ἀνεβλάστησε καρήνων.
οἶα δὲ χαλκείοισι καλυψαμένη χρόα πέπλοις
185
καὶ φεύγεις φιλότητα καὶ Ἄρεος ἔργα διώκεις,
ἁρμονίης ἀδίδακτος, ὁμοφροσύνης ἀδαήμων.
ἀγνώσσεις, ὅτι μᾶλλον ἀνάλκιδές εἰσιν Ἀθῆναι
τοῖαι, κυδαλίμοισιν ἀγαλλόμεναι πολέμοισι,
κεκριμένων μελέων οὔτʼ ἄρσενες οὔτε γυναῖκες;
190
τοῖον ἐφυβρίζουσα προσέννεπε Κύπρις Ἀθήνην,
ὣς ἡ μὲν πτολίπορθον ἀέθλιον ἔλλαχε μορφῆς
Ἥρην ἐξελάσασα καὶ ἀσχαλόωσαν Ἀθήνην·
ἱμείρων δʼ ὑπʼ ἔρωτι καὶ ἣν οὐκ εἶδε διώκων,
Δύσπαρις ἀθροίσας ἐπὶ δάσκιον ἤγαγεν ὕλην
195
ἀνέρας ἐργοπόνοιο δαήμονας Ἀτρυτώνης.
ἔνθα πολυπ0ρέμνοιο δαϊζόμεναι δρύες Ἴδης
ἤριπον ἀρχεκάκοιο περιφροσύνῃσι Φερέκλου,
ὅς τότε μαργαίνοντι χαριζόμενος βασιλῆι
νῆας Ἀλεξάνδρῳ δρυτόμῳ τεκτήνατο χαλκῷ.
200
αὐτῆμαρ προβέβουλε καὶ αὐτῆμαρ κάμε νῆας,
νῆας δʼ οὐκ ἐνόησε καὶ οὐκ ἤσκησεν Ἀθήνη.
ἄρτι μὲν Ἰδαίων ὀρέων ἠλλάξατο πόντον
καὶ λεχέων ἐπίκουρον ἐφεσπομένην Ἀφροδίτην
πολλάκις ἀκταίοισιν ἱλασσάμενος θυέεσσιν
205
ἔπλεεν Ἑλλήσποντον ἐπʼ εὐρέα νῶτα θαλάσσης,
τῷ δὲ πολυτλήτων σημήια φαίνετο μόχθων.
κυανέη μὲν ὕπερθεν ἀναθρώσκουσα θάλασσα
οὐρανὸν ὀρφναίων ἑλίκων ἐζώσατο δεσμῷ
εἶθαρ ἀμιχθαλόεντος ἀπʼ ἠέρος ὄμβρον ἱεῖσα,
210
ἐκλύσθη δέ τε πόντος ἐρεσσομένων ἐρετάων.
τόφρα δὲ Δαρδανίην καὶ Τρώιον οὖδας ἀμείψας
Ἰσμαρίδος μεθέηκε παραπλώων στόμα λίμνης,
αἶψα δὲ Θρηικίοιο μετʼ οὔρεα Παγγαίοιο
Φυλλίδος ἀντέλλοντα φιλήνορος ἔδρακε τύμβον
215
καὶ δρόμον ἐννεάκυκλον ἀλήμονος εἶδε κελεύθου,
ἔνθα διαστείχουσα κινύρεο, Φυλλίς, ἀκοίτην
δεχνυμένη παλίνορσον ἀπήμονα Δημοφόωντα,
ὁππότε νοστήσειεν Ἀθηναίης ἀπὸ δήμων.
τῷ δὲ βαθυκλήροιο διὰ χθονὸς Αἱμονιήων
220
ἐξαπίνης ἀνέτελλεν Ἀχαιίδος ἄνθεα γαίης,
Φθίη βωτιάνειρα καὶ εὐρυάγυια Μυκήνη.
ἔνθεν ἀνερχομένοιο παρʼ εἰαμενὰς Ἐρυμάνθου
Σπάρτην καλλιγύναικα, φίλην πόλιν Ἀτρείωνος,
κεκλιμένην ἐνόησεν ἐπʼ Εὐρώταο ῥεέθροις.
225
ἄγχι δὲ ναιομένην ὑπὸ δάσκιον οὔρεος ὕλην
γείτονα παπταίνων ἐρατὴν θηεῖτο Θεράπνην.
οὔπω κεῖθεν ἔην δολιχὸς πλόος, οὐδέ γαλήνης
δηρὸν ἐρεσσομένων ἠκούετο δοῦπος ἐρετμῶν,
καὶ χθονὸς εὐκόλποισιν ἐπʼ ἠιόνεσσι βαλόντες
230
πείσματα νηὸς ἔδησαν, ὅσοις ἁλὸς ἔργα μεμήλει.
αὐτὰρ ὁ χιονέοιο λοεσσάμενος ποταμοῖο
ᾤχετο φειδομένοισιν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
μὴ πόδες ἱμερόεντες ὑποχραίνοιντο κονίης,
μὴ πλοκάμων κυνέῃσιν ἐπιβρίσαντες ἐθείρας
235
ὀξύτερον σπεύδοντος ἀναστέλλοιεν ἀῆται.
ἄρτι μὲν αἰπύδμητα φιλοξείνων ναετήρων
δώματα παπταίνων καὶ γείτονας ἐγγύθι νηοὺς
ἄστεος ἀγλαΐην διεμέτρεεν, ἔνθα μὲν αὐτῆς
χρύσεον ἐνδαπίης θηεύμενος εἶδος Ἀθήνης,
240
ἔνθα δὲ Καρνείοιο φίλον κτέρας Ἀπόλλωνος
οἶκον Ἀμυκλαίοιο παραγνάμψας Ὑακίνθου,
ὅν ποτε κουρίζοντα σὺν Ἀπόλλωνι νοήσας
δῆμος Ἀμυκλαίων ἠγάσσατο, μὴ Διὶ Λητὼ
κυσαμένη καὶ τοῦτον ἀνήγαγεν· αὐτὰρ Ἀπόλλων
245
οὐκ ἐκάη Ζεφύρῳ ζηλήμονι παῖδα φυλάσσων.
γαῖα δὲ δακρύσαντι χαριζομένη βασιλῆι
ἄνθος ἀνηέξησε, παραίφασιν Ἀπόλλωνος,
ἄνθος ἀριζήλοιο φερώνυμον ἡβητῆρος.
ἤδη δʼ ἀγχιδόμοισιν ἐπʼ Ἀτρείδαο μελάθροις
250
ἵστατο θεσπεσίῃσιν ἀγαλλόμενος χαρίτεσσιν.
οὐ Διὶ τοῖον ἔτικτεν ἐπήρατον υἷα Θυώνη·
ἱλήκοις, Διόνυσε· καὶ εἰ Διός ἐσσι γενέθλης,
καλὸς ἔην καὶ καὶ κεῖνος ἐπʼ ἀγλαΐῃσι προσώπων.
ἡ δὲ φιλοξείνων θαλάμων κληῖδας ἀνεῖσα
255
ἐξαπίνης Ἑλένη μετεκίαθε δώματος αὐλὴν
καὶ θαλερῶν προπάροιθεν ὀπιπεύουσα θυράων
ὡς ἴδεν, ὣς ἐκάλεσσε καὶ ἐς μυχὸν ἤγαγεν οἴκου
καί μιν ἐφεδρήσσειν νεοπηγέος ὑψόθεν ἕδρης
ἀργυρέης ἐπέτελλε· κόρον δʼ οὐκ εἶχεν ὀπωπῆς
260
ἄλλοτε δὴ χρύσειον ὀισαμένη Κυθερείης
κοῦρον ὀπιπεύειν θαλαμηπόλον—ὀψὲ δʼ ἀνέγνω,
ὡς οὐκ ἔστιν Ἔρως· βελέων δʼ οὐκ εἶδε φαρέτρην—
πολλάκι δʼ ἀγλαΐῃσιν ἐυγλήνοισι προσώπων
παπταίνειν ἐδόκευε τὸν ἡμερίδων βασιλῆα·
265
ἀλλʼ οὐχ ἡμερίδων θαλερὴν ἐδόκευεν ὀπώρην
πεπταμένην χαρίεντος ἐπὶ ξυνοχῇσι καρήνου.
ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
ξεῖνε, πόθεν τελέθεις; ἐρατὸν γένος εἰπὲ καὶ ἡμῖν.
ἀγλαΐην μὲν ἔοικας ἀριζήλῳ βασιλῆι,
270
ἀλλὰ τεὴν οὐκ οἶδα παρʼ Ἀργείοισι γενέθλην.
πᾶσαν Δευκαλίωνος ἀμύμονος οἶδα γενέθλην·
οὐ Πύλον ἠμαθόεσσαν ἔχεις, Νηλήιον οὖδας,
—Ἀντίλοχον δεδάηκα, τεὴν δʼ οὐκ εἶδον ὀπωπὴν
οὐ Φθίην χαρίεσσαν, ἀριστήων τροφὸν ἀνδρῶν·
275
οἶδα περικλήιστον ὅλον γένος Αἰακιδάων,
ἀγλαΐην Πηλῆος, ἐυκλείην Τελαμῶνος,
ἤθεα Πατρόκλοιο καὶ ἠνορέην Ἀχιλῆος.
τοῖα Πάριν ποθέουσα λιγύθροος ἔννεπε νύμφη·
αὐτὰρ ὁ μειλιχίην ἠμείβετο γῆρυν ἀνοίξας·
280
εἴ τινά που Φρυγίης ἐνὶ πείρασι γαῖαν ἀκούεις,
Ἴλιον, ἣν πύργωσε Ποσειδάων καὶ Ἀπόλλων·
εἴ τινά που πολύολβον ἐνὶ Τροίῃ βασιλῆα
ἔκλυες εὐώδινος ἀπὸ Κρονίδαο γενέθλης·
ἔνθεν ἀριστεύων ἐμφύλια πάντα διώκω.
285
εἰμί, γύναι, Πριάμοιο πολυχρύσου φίλος υἱός,
εἰμὶ δὲ Δαρδανίδης· ὁ δὲ Δάρδανος ἐκ Διὸς ἦεν,
ᾧ καὶ ἀπʼ Οὐλύμποιο θεοὶ ξυνήονες ἀνδρῶν
πολλάκι θητεύουσι καὶ ἀθάνατοί περ ἐόντες·
ὧν ὁ μὲν ἡμετέρης δωμήσατο τείχεα πάτρης,
290
τείχεα μαρμαίροντα, Ποσειδάων καὶ Ἀπόλλων.
αὐτὰρ ἐγώ, βασίλεια, δικασπόλος εἰμὶ θεάων·
καὶ γὰρ ἀκηχεμένῃσιν ἐπουρανίῃσι δικάζων
Κύπριδος ἀγλαΐην καὶ ἐπήρατον ᾔνεσα μορφήν,
ἡ δὲ περικλήιστον, ἐμῶν ἀντάξιον ἔργων,
295
νύμφην ἱμερόεσσαν ἐμοὶ κατένευσεν ὀπάσσαι,
ἣν Ἑλένην ἐνέπουσι, κασιγνήτην Ἀφροδίτης,
ἧς ἕνεκεν τέτληκα καὶ οἴδματα τόσσα περῆσαι.
δεῦρο γάμον κεράσωμεν, ἐπεὶ Κυθέρεια κελεύει·
μή με καταισχύνειας, ἐμὴν μὴ Κύπριν ἐλέγξῃς.
300
οὐκ ἐρέω· τί δὲ τόσσον ἐπισταμένην σε διδάξω;
οἶσθα γάρ, ὡς Μενέλαος ἀνάλκιδός ἐστι γενέθλης·
οὐ τοῖαι γεγάασιν ἐν Ἀργείοισι γυναῖκες,
καὶ γὰρ ἀκιδνοτέροισιν ἀεξόμεναι μελέεσσιν
ἀνδρῶν εἶδος ἔχουσι, νόθοι δʼ ἐγένοντο γυναῖκες.
305
ἔννεπεν· ἡ δʼ ἐρόεσσαν ἐπὶ χθονὶ πῆξεν ὀπωπὴν
δηρὸν ἀμηχανέουσα καὶ οὐκ ἠμείβετο νύμφη.
ὀψὲ δὲ θαμβήσασα τόσην ἀνενείκατο φωνήν·
ἀτρεκέως, ὦ ξεῖνε, τεῆς ποτε πυθμένα πάτρης
τὸ πρὶν ἐδωμήσαντο Ποσειδάων καὶ Ἀπόλλων;
310
ἤθελον ἀθανάτων δαιδάλματα κεῖνα νοῆσαι
καὶ νομὸν οἰοπόλοιο λιγύπνοον Ἀπόλλωνος,
ἔνθα θεοδμήτοισι παρὰ προθύροισι πυλάων
πολλάκις εἰλιπόδεσσιν ἐφέσπετο βουσὶν Ἀπόλλων.
ἀγρέο νῆν Σπάρτηθεν ἐπὶ Τροίην με κομίζων.
315
ἕψομαι, ὡς Κυθέρεια γάμων βασίλεια κελεύει.
οὐ τρομέω Μενέλαον, ὅταν Τροίη με νοήσῃ·
τοίην συνθεσίην καλλίσφυρος ἔννεπε νύμφη.
νὺξ δέ, πόνων ἄμπαυμα μετʼ ἠελίοιο κελεύθους,
ὕπνον ἐλαφρίζουσα, παρήορον ὤπασεν ἠῶ
320
ἀρχομένην· δοιὰς δὲ πύλας ὤιξεν ὀνείρων,
τὴν μὲν ἀληθείης—κεράων ἀπελάμπετο κόσμος—
ἔνθεν ἀναθρῴσκουσι θεῶν νημερτέες ὀμφαί,
τὴν δὲ δολοφροσύνης, κενεῶν θρέπτειραν ὀνείρων.
αὐτὰρ ὁ ποντοπόρων Ἑλένην ἐπὶ σέλματα νηῶν
325
ἐκ θαλάμων ἐκόμισσε φιλοξείνου Μενελάου,
κυδιόων δʼ ὑπέροπλον ὑποσχεσίῃ Κυθερείης
φόρτον ἄγων ἔσπευδεν ἐς Ἴλιον ἰωχμοῖο.
Ἑρμιόνη δʼ ἀνέμοισιν ἀπορρίψασα καλύπτρην
ἱσταμένης πολύδακρυς ἀνέστενεν ἠριγενείης,
330
πολλάκι δʼ ἀμφιπόλους θαλάμων ἔκτοσθε λαβοῦσα,
ὀξύτατον βοόωσα τόσην ἀνενείκατο φωνήν·
παῖδες, πῆ με λιποῦσα πολύστονον ᾤχετο μήτηρ,
ἣ χθιζόν σὺν ἐμοὶ θαλάμων κληῖδας ἑλοῦσα
ἔδραθεν ὑπνώουσα καὶ ἐς μίαν ἤλυθεν εὐνήν;
335
ἔννεπε δακρυχέουσα, συνωδύροντο δὲ παῖδες.
ἀγρόμεναι δʼ ἑκάτερθεν ἐπὶ προθύροισιν ἐρύκειν
Ἑρμιόνην στενάχουσαν ἐπειρήσαντο γυναῖκες·
τέκνον ὀδυρομένη, γόον εὔνασον. Ὤιετο μήτηρ,
νοστήσει παλίνορσος· ἔτι κλαίουσα νοήσεις.
340
οὐχ ὁράᾳς; γοεραί μὲν ἐπιμύουσιν ὀπωπαί,
πυκνὰ δὲ μυρομένης θαλεραὶ μινύθουσι παρειαί.
ἦ τάχα νυμφάων ἐς ὁμήγυριν ἀγρομενάων
ἤλυθεν, ἰθείης δὲ παραπλάζουσα κελεύθου
ἵσταται ἀσχαλόωσα, καὶ ἐς λειμῶνα μολοῦσα
345
ὡράων δροσόεντος ὑπὲρ πεδίοιο θαάσσει,
ἢ χρόα πατρῴοιο λοεσσομένη ποταμοῖο
ᾤχετο καὶ δήθυνεν ἐπʼ Εὐρώταο ῥεέθροις.
τοῖα δὲ δακρύσασα πολύστονος ἔννεπε κούρη·
οἶδεν ὄρος, ποταμῶν ἐδάη ῥόον, οἶδε κελεύθους
350
ἐς ῥόδον, ἐς λειμῶνα· τί μοι φθέγγεσθε, γυναῖκες;
ἀστέρες ὑπνώουσι, καὶ ἐν σκοπέλοισιν ἰαύει·
ἀστέρες ἀντέλλουσι, καὶ οὐ παλίνορσος ἱκάνει.
μῆτερ ἐμή, τίνα χῶρον ἔχεις; τίνα δʼ οὔρεα ναίεις;
πλαζομένην θῆρές σε κατέκτανον; ἀλλὰ καὶ αὐτοὶ
355
θῆρες ἀριζήλοιο Διὸς τρομέουσι γενέθλην
ἤριπες ἐξ ὀχέων χθαμαλῆς ἐπὶ νῶτα κονίης
σὸν δέμας οἰοπόλοισιν ἐνὶ δρυμοῖσι λιποῦσα;
ἀλλὰ πολυπρέμνων ξυλόχων ὑπὸ δάσκιον ὕλην
δένδρεα παπτήνασα καὶ αὐτῶν μέχρι πετήλων
360
σὸν δέμας οὐκ ἐνόησα· καὶ οὐ νεμεσίζομαι ὕλῃ.
μὴ διεροῖς στονόεντος ἐπʼ Εὐρώταο ῥεέθροις
νηχομένην ἐκάλυψεν ὑποβρυχίην σε γαλήνη;
ἀλλὰ καὶ ἐν ποταμοῖσι καὶ ἐν πελάγεσσι θαλάσσης
νηιάδες ζώουσι καὶ οὐ κτείνουσι γυναῖκας.
365
ὣς ἡ μὲν στενάχιζεν· ἀνακλίνουσα δὲ δειρὴν
ὕπνον ἔπνει, θανάτοιο συνέμπορον· ἦ γὰρ ἐτύχθη
ἄμφω ἀναγκαίη ξυνήια πάντα λαχόντε
ἔργα παλαιοτέροιο κασιγνήτοιο διώκειν.
ἔνθεν ἀκηχεμένοισι βαρυνόμεναι βλεφάροισι
370
πολλάκις ὑπνώουσιν, ὅτε κλαίουσι, γυναῖκες.
ἡ μὲν ἀλητεύουσα δολοφροσύνῃσιν ὀνείρων
μητέρα παπταίνειν ὠίσατο, τοῖα δὲ κούρη
ἴαχε θαμβήσασα καὶ ἀχνυμένη περ ἐοῦσα·
χθιζὸν ὀδυρομένην με δόμων ἔκτοσθε φυγοῦσα
375
κάλλιπες ὑπνώουσαν ὑπὲρ λεχέων γενετῆρος.
ποῖον ὄρος μεθέηκα; τίνας προλέλοιπα κολώνας;
οὕτω καλλικόμοιο μεθʼ ἁρμονίην Ἀφροδίτην Ἀφροδίτης;
τοῖα δὲ φωνήσασα προσέννεπε Τυνδαρεώνη·
τέκνον ἀκηχεμένη, μὴ μέμφεο δεινὰ παθούσῃ·
380
ὁ χθιζός με μολών ἀπατήλιος ἥρπασεν ἀνήρ.
ἔννεπεν. ἡ δʼ ἀνόρουσε καὶ οὐχ ὁρόωσα τιθήνην
ὀξυτέρῃ πολὺ μᾶλλον ἀνεβρυχήσατο φωνῇ·
ἠερίης, ὄρνιθες, ἐύπτερα τέκνα γενέθλης,
εἴπατε νοστήσαντες ἐπὶ Κρήτην Μενελάῳ·
385
χθιζὸν ἐπὶ Σπάρτην τις ἀνὴρ ἀθεμίστιος ἐλθὼν
ἀγλαΐην ξύμπασαν ἑῶν ἀλάπαξε μελάθρων.
ὣς ἡ μὲν πολύδακρυς ἐς ἠέρα φωνήσασα,
μητέρα μαστεύουσα, μάτην ἐπλάζετο κούρη.
καὶ Κικόνων πτολίεθρα καὶ Αἰολίδος πόρον Ἕλλης
390
Δαρδανίης λιμένεσσιν ὁ νυμφίος ἤγαγε νύμφην.
πυκνὰ δὲ τίλλε κόμην, χρυσέην δʼ ἔρριψε καλύπτρην
Κασσάνδρη νεόφοιτον ἀπʼ ἀκροπόληος ἰδοῦσα.
Τροίη δʼ ὑψιδόμων πυλέων κληῖδας ἀνεῖσα
δέξατο νοστήσαντα τὸν ἀρχέκακον πολιήτην.
Tap any Greek word to look it up