Descriptiones
§1–4
§1 α. ἄντρον ἦν περὶ Θήβας τὰς Αἰγυπτίας προσεικασμένον σύριγγι εἰς ἕλικας αὐτοφυῶς ἐν κύκλῳ περὶ τοὺς τῆς γῆς ἑλιττόμενον πυθμένας. οὐ γὰρ ἐπʼ εὐθείας ἀνοιγόμενον εἰς εὐθυπόρους αὐλῶνας ἐσχίζετο, ἀλλὰ τὴν ὑπώρειον περιτρέχον καμπὴν ὑπογείους ἕλικας ἐξέτεινεν εἰς δυσεύρετον πλάνην ἐκπῖπτον. ἵδρυτο δὲ ἐν αὐτῷ Σατύρου τι σχῆμα τεχνηθὲν ἐκ λίθου. εἱστήκει μὲν ἐπί τινος κρηπῖδος εἰς χορείαν εὐτρεπίζων τὸ σχῆμα καὶ τῆς δεξιᾶς βάσεως τὸν ταρσὸν ὄπισθεν ἐξαίρων, μετεχειρίζετο δὲ καὶ αὐλὸν καὶ πρὸς τὴν ἠχὴν πρῶτος ἐξανίστατο· τῇ μὲν γὰρ ἀκοῇ μέλος οὐ προσῆπτεν αὐλοῦντος, οὐδὲ ἦν αὐλὸς ἔμφωνος, τὸ δὲ τῶν αὐλούντων πάθος διὰ τῆς τέχνης εἰς τὴν πέτραν εἰσῆκτο. εἶδες ἂν ὑπανισταμένας καὶ φλέβας ὡς ἂν ἔκ τινος γεμιζομένας πνεύματος καὶ εἰς τὴν ἐπήχησιν τοῦ αὐλοῦ τὴν πνοὴν ἐκ στέρνων τὸν Σάτυρον ἀνασπῶντα καὶ ἐνεργεῖν ἐθέλον τὸ εἴδωλον καὶ εἰς ἀγωνίαν τὸν λίθον πίπτοντα. εἶναι γὰρ ἔπειθε καὶ πνοῆς ἐξουσίαν ἐν ἑαυτῷ ἔμφυτον καὶ ἄσθματος ἔνδειξιν ἐξευρομένην οἴκοθεν ἐκ τῶν ἀμηχάνων πόρον. οὐκ ἦν δὲ ἁβρότητος μετέχον τὸ σῶμα, ἀλλʼ τῶν μελῶν στερρότης τὴν ὥραν ἔκλεπτεν εἰς ἄρθρων συμμετρίαν ἀνδρικῶν τὴν ἰδέαν τραχύνουσα. καλῆς μὲν γὰρ κόρης χρῶτες μαλθακοὶ καὶ πρόσφοροι καὶ μέλη θρυπτόμενα, Σατύρου δὲ αὐχμηρὸν τὸ εἶδος ὡς ἂν ὀρείου δαίμονος καὶ Διονύσῳ σκιρτῶντος. κισσὸς δὲ αὐτὸν ἐστεφάνου οὐκ ἐκ λειμῶνος δρεψαμένης τὸν καρπὸν τῆς τέχνης, ἀλλʼ λίθος ἀπὸ στερρότητος εἰς κλῶνας χυθεὶς περιέθει τὴν κόμην εἰς συμβολὴν ἐπὶ τοὺς αὐχενίους τένοντας ἐκ μετώπων προσέρπων. παρειστήκει δὲ Πὰν γανύμενος τῇ αὐλητικῇ καὶ ἐνηγκαλισμένος τὴν Ἠχώ, ὥσπερ, οἶμαι, δεδιώς, μή τινα φθόγγον ἔμμουσον αὐλὸς κινήσας ἀντηχεῖν ἀναπείσῃ τῷ Σατύρῳ τὴν Νύμφην. τοῦτο θεασάμενοι τὸ εἴδωλον καὶ τὸν Αἰθιόπων λίθον ἔμφωνον Μέμνονος ἐπιστεύομεν γενέσθαι, ὃς προσιούσης μὲν τῆς Ἡμέρας ἐπὶ ταῖς παρουσίαις ἐφαιδρύνετο, ἀπιούσης δὲ ἀνίᾳ βαλλόμενος πένθιμον ἐπέστενε καὶ μόνος ἐκ λίθων ἡδονῆς καὶ λύπης παρουσίᾳ διοικούμενος τῆς οἰκείας ἀπέστη κωφότητος εἰς ἐξουσίαν φωνῆς τὴν ἀναισθησίαν ἐκνικήσας.
§2 β. οὐ ποιητῶν καὶ λογοποιῶν μόνον ἐπιπνέονται τέχναι ἐπὶ τὰς γλώττας ἐκ θεῶν θειασμοῦ πεσόντος, ἀλλὰ καὶ τῶν δημιουργῶν αἱ χεῖρες θειοτέρων πνευμάτων ἐράνοις ληφθεῖσαι κάτοχα καὶ μεστὰ μανίας προφητεύουσι τὰ ποιήματα. γὰρ δὴ Σκόπας, ὥσπερ ἔκ τινος ἐπιπνοίας κινηθεὶς εἰς τὴν τοῦ ἀγάλματος δημιουργίαν τὴν θεοφορίαν ἐφῆκε. τί δὲ ὑμῖν οὐκ ἄνωθεν τὸν ἐνθουσιασμὸν τῆς τέχνης διηγοῦμαι; ἦν βάκχης ἄγαλμα ἐκ λίθου Παρίου πεποιημένον ἀλλαττόμενον πρὸς τὴν ὄντως βάκχην. ἐν γὰρ τῇ οἰκείᾳ τάξει μένων λίθος τὸν ἐν τοῖς λίθοις νόμον ἐκβαίνειν ἐδόκει, τὸ μὲν γὰρ φαινόμενον ὄντως ἦν εἴδωλον, τέχνη δʼ εἰς τὸ ὄντως ὄν ἀπήγαγε τὴν μίμησιν. εἶδες ἄν, ὅτι καὶ στερεὸς ὢν εἰς τὴν τοῦ θήλεος εἰκασίαν ἐμαλάττετο, γοργότητος διορθουμένης τὸ θῆλυ, καὶ εἰς κινήσεως ἐξουσίαν ἀμοιρῶν κινήσεως ᾔδει βακχεύεσθαι, καὶ τῷ θεῷ εἰσιόντι τὰ ἔνδον ὑπήχει. πρόσωπόν γε μὴν ἰδόντες ὑπὸ ἀφασίας ἔστημεν, οὕτω δὴ καὶ αἰσθήσεως συνείπετο δήλωμα μὴ παρούσης αἰσθήσεως, καὶ βάκχης ἐκβακχεύων θειασμὸς ἐμηνύετο θειασμοῦ μὴ πλήττοντος, καὶ ὅσα φέρει μανίᾳ οἰστρῶσα ψυχή, τοσαῦτα πάθους διέλαμπε τὰ τεκμήρια ὑπὸ τῆς τέχνης ἀρρήτῳ λόγῳ κραθέντα. ἀνεῖτο δὲ κόμη ζεφύρῳ σοβεῖν καὶ εἰς τριχὸς ἄνθην ὑπεσχίζετο, δὴ καὶ μάλιστα τὸν λογισμὸν ὑπεξίστη, ὅτι καὶ τριχὸς λεπτότητι λίθος ὢν ἐπείθετο καὶ πλοκάμων ὑπήκουε τοῖς μιμήμασι καὶ τῆς ζωτικῆς ἕξεως γεγυμνωμένος τὸ ζωτικὸν εἶχεν. ἔφης ἄν, ὅτι καὶ αὐξήσεως ἀφορμὰς τέχνη συνεισήγαγεν, οὕτω καὶ τὸ ὁρώμενον ἄπιστον καὶ τὸ μὴ πιστὸν ὁρώμενον· οὐ μὴν ἀλλὰ καὶ χεῖρας ἐνεργοὺς ἐπεδείκνυτο, οὐ γὰρ τὸν βακχικὸν ἐτίνασσε θύρσον, ἀλλά τι σφάγιον ἔφερεν ὥσπερ εὐάζουσα, πικροτέρας μανίας σύμβολοντὸ δὲ ἦν χιμαίρας τι πλάσμα πελιδνὸν τὴν χρόαν, καὶ γὰρ (καὶ) τὸ τεθνηκὸς λίθος ὑπεδύετοκαὶ μίαν οὖσαν τὴν ὕλην εἰς θανάτου καὶ ζωῆς διῄρει τὴν μίμησιν, τὴν μὲν ἔμπνουν στήσασα καὶ οἷον ὀρεγομένην Κιθαιρῶνος, τὴν δὲ ἐκ τοῦ βακχικοῦ θανατωθεῖσαν οἴστρου καὶ τῶν αἰσθήσεων ἀπομαραίνουσαν τὴν ἀκμήν. μὲν οὖν Σκόπας καὶ τὰς ἀψύχους εἰδωλοποιῶν γενέσεις δημιουργὸς ἀληθείας ἦν, καὶ (ἐν) τοῖς σώμασι τῆς ψυχῆς ἀνετυποῦτο τὰ θαύματα, δὲ τὰ ἐν λόγοις διαπλάττων Δημοσθένης ἀγάλματα μικροῦ καὶ λόγων ἔδειξεν εἶδος αἰσθητὸν τοῖς νοῦ καὶ φρονήσεως γεννήμασι συγκεραννὺς τὰ τῆς τέχνης φάρμακα. καὶ γνώσεσθε δὲ αὐτίκα, ὡς οὐδὲ τῆς οἴκοθεν κινήσεως ἐστέρηται τὸ εἰς θεωρίαν προκείμενον ἄγαλμα, ἀλλὰ καὶ ὁμοῦ δεσπόζει καὶ ἐν τῷ χαρακτῆρι σώζει τὸν οἰκεῖον γεννήτορα.
§3 γ. καὶ ἕτερα ἱερὰ τέχνης οἱ λόγοι προφητεῦσαι βούλονται. οὐ γάρ μοι θεμιτὸν μὴ καλεῖν ἱερὰ τὰ τῆς τέχνης γεννήματα· Ἔρως ἦν, Πραξιτέλους τέχνημα, Ἔρως αὐτός, παῖς ἀνθηρὸς καὶ νέος πτέρυγας ἔχων καὶ τόξα. χαλκὸς δὲ αὐτὸν ἐτύπου, καὶ ὡς ἂν Ἔρωτα τυπῶν τύραννον θεὸν καὶ μέγαν καὶ αὐτὸς ἐδυναστεύετο, οὐ γὰρ ἠνείχετο χαλκὸς εἶναι τὰ πάντα, ἀλλʼ ὅσος ἦν, Ἔρως ἐγίνετο· εἶδες ἂν τὸν χαλκὸν θρυπτόμενον καὶ εἰς εὐσαρκίαν ἀμηχάνως χλιδῶντα καί, ὡς βραχέως εἰπεῖν, τὰ ἀναγκαῖα πληροῦν ἑαυτῇ τὴν τέχνην ἀρκοῦσαν. ὑγρὸς μὲν ἦν ἀμοιρῶν μαλακότητος, χαλκῷ δὲ ἔχων συνῳδὸν τὴν χρόαν εὐανθὴς ἑωρᾶτο, τῶν δὲ κινήσεως ἔργων ἐστερημένος ἕτοιμος ἦν δεῖξαι κίνησιν, εἰς μὲν γὰρ ἕδραν στάσιμον ἵδρυτο, ἠπάτα δὲ ὡς καὶ τῆς μετεώρου κυριεύων φορᾶς. ἐγαυροῦτο δὲ εἰς γέλωτα, ἔμπυρόν τι καὶ μείλιχον ἐξ ὀμμάτων διαυγάζων, καὶ ἦν ἰδεῖν ὑπακούοντα τῷ πάθει τὸν χαλκὸν καὶ δεχόμενον εὐκόλως τὴν γέλωτος μίμησιν. ἵδρυτο δὲ εἰς μὲν τὴν κορυφὴν τὸν δεξιὸν ἐπικάμπτων καρπόν, τῇ δὲ ἑτέρᾳ μετεωρίζων τὸ τόξον καὶ τὴν τῆς βάσεως ἰσορροπίαν ἐπικλίνων ἐπὶ τὰ λαιά, τὴν γὰρ τῆς ἀριστερᾶς λαγόνος ἔκστασιν ἀνίστη πρὸς τὴν εὐμαρότητα τοῦ χαλκοῦ τὸ στεγανὸν ἐκκλάσας. πλόκαμοι δὲ αὐτοῦ τὴν κεφαλὴν ἐσκίαζον ἀνθηροὶ καὶ ἔνουλοι νεοτήσιον ὑπολάμποντες ἄνθος. καὶ ἦν θαυμαστὸς οἷος χαλκός· ἰδόντι μὲν γὰρ ἔρευθος ἀπέστιλβεν ἐξ ἄκρων βοστρύχων αἰρόμενον, ἁψαμένῳ δὲ θρὶξ ὑπεξανίστατο μαλθακιζομένη πρὸς τὴν αἴσθησιν. ἐμοὶ μὲν δὴ θεασαμένῳ τὴν τέχνην ἐπῄει πιστεύειν, ὅτι καὶ χορὸν ἤσκησε κινούμενον Δαίδαλος καὶ χρυσῷ παρεῖχεν αἰσθήσεις, ὅπου καὶ Πραξιτέλης εἰς τὴν εἰκόνα τοῦ Ἔρωτος ἐνέθηκε μικροῦ καὶ νοήματα καὶ πτέρυγι τὸν ἀέρα τέμνειν ἐμηχανήσατο.
§4 δ. παρὰ κρήνην Ἰνδὸς εἱστήκει ἀνάθημα ταῖς Νύμφαις ἱδρυθείς, ἦν δὲ Ἰνδὸς λίθος μελαινόμενος καὶ πρὸς τὴν ἐκ φύσεως τοῦ γένους αὐτομολῶν χρόαν, εἶχε δὲ εὐθαλῆ μὲν καὶ οὔλην τὴν χαίτην οὐκ ἀκράτῳ τῷ μέλανι λάμπουσαν, ἀλλʼ ἐκ τῶν ἄκρων πρὸς κόχλου Τυρίας ἄνθος ἐρίζουσαν. οἷον γὰρ εὐπαθοῦσα καὶ νοτιζομένη ταῖς προσοίκοις Νύμφαις θρὶξ ἐκ ῥιζῶν ἀνιοῦσα μελαντέρα πρὸς τοῖς ἄκροις ἐπόρφυρεν. ὀφθαλμοί γε μὴν οὐ συνῇδον τῷ λίθῳ, κατὰ γὰρ τὰς τῶν ὀμμάτων κόρας περιέθει λευκότης κατʼ ἐκεῖνο τὸ μέρος τῆς πέτρας μεταπιπτούσης εἰς τὸ λευκότερον, καθʼ καὶ τῆς τοῦ Ἰνδοῦ φύσεως χρόα λευκαίνεται. μέθη δὲ αὐτὸν ἐξίστη καὶ τὸ μεμεθυσμένον οὐ κατεμήνυεν τοῦ λίθου χρόα, οὐ γὰρ ἦν αὐτῷ μηχάνημα τὰς παρειὰς φοινῖξαι σκέποντος τοῦ μέλανος τὴν μέθην, ἐκ δὲ τοῦ σχήματος κατηγόρει τὸ πάθος, παράφορός τε γὰρ καὶ κωμάζων εἱστήκει οὐ δυνάμενος ἐρείδειν τὼ πόδε, ἀλλʼ ὑπότρομός τε καὶ εἰς τὴν ἰγνὺν ὀκλάζων. δὲ λίθος ὑπὸ τοῦ πάθους ἐῴκει πληγέντι καὶ οἱονεὶ σπαίρειν τὸν ἀπὸ τῆς μέθης ἐμφανίζων σεισμόν. εἶχε δὲ ἁβρὸν οὐδὲν τοῦ Ἰνδοῦ τὸ εἴδωλον, οὐδʼ εἰς τὴν κατὰ χρόαν ἐξήσκητο χάριν, ἀλλʼ εἰς μόνην τῶν μελῶν συμβολὴν διήρθρωτο. ἀσκεπὴς δὲ ἦν καὶ γυμνὸς ὡς ἂν τῶν Ἰνδικῶν σωμάτων πρὸς τὸ τῆς ἀκμῆς φλογῶδες εἰωθότων ἀπανδρίζεσθαι.
§5–7
§5 ε. ἄλσος ἦν καὶ ἐν αὐτῷ κρήνη πάγκαλος ἐκ μάλα καθαροῦ τε καὶ διαυγοῦς ὕδατος, εἱστήκει δὲ ἐπʼ αὐτῇ Νάρκισσος ἐκ λίθου πεποιημένος. παῖς ἦν, μᾶλλον δὲ ἠίθεος, ἡλικιώτης Ἐρώτων, ἀστραπῆς οἷον ἀπʼ αὐτοῦ τοῦ σώματος ἀπολάμπων κάλλος. ἦν δὲ τοιόνδε τὸ σχῆμα· κόμαις ἐπιχρύσοις ἤστραπτε κατὰ μὲν τὸ μέτωπον τῆς τριχὸς ἑλισσομένης εἰς κύκλον, κατὰ δὲ τὸν αὐχένα κεχυμένης εἰς νῶτα, ἔβλεπε δὲ οὐκ ἀκράτως γαῦρον, οὐδὲ ἱλαρὸν καθαρῶς, ἐπεφύκει γὰρ ἐν τοῖς ὄμμασιν ἐκ τῆς τέχνης καὶ λύπη, ἵνα μετὰ τοῦ Ναρκίσσου καὶ τὴν τύχην εἰκὼν μιμῆται. ἔσταλτο δὲ ὥσπερ οἱ Ἔρωτες, οἷς καὶ τῆς ὥρας τὴν ἀκμὴν προσείκαστο. σχῆμα δὲ ἦν τὸ κοσμοῦν τοιόνδε· πέπλος λευκανθὴς ὁμόχρους τῷ σώματι τοῦ λίθου περιθέων εἰς κύκλον, κατὰ δὲ τὸν δεξιὸν ὦμον περονηθεὶς ὑπὲρ γόνυ καταβαίνων ἐπαύετο, μόνην ἀπὸ τοῦ πορπήματος ἐλευθερῶν τὴν χεῖρα. οὕτω δὲ ἦν ἁπαλὸς καὶ πρὸς πέπλου γεγονὼς μίμησιν, ὡς καὶ τὴν τοῦ σώματος διαλάμπειν χρόαν τῆς ἐν τῇ περιβολῇ λευκότητος τὴν ἐν τοῖς μέλεσιν αὐγὴν ἐξιέναι συγχωρούσης. ἔστη δὲ καθάπερ κατόπτρῳ τῇ πηγῇ χρώμενος καὶ εἰς αὐτὴν περιχέων τοῦ προσώπου τὸ εἶδος, δὲ τοὺς ἀπʼ αὐτοῦ δεχομένη χαρακτῆρας τὴν αὐτὴν εἰδωλοποιίαν ἤνυεν, ὡς δοκεῖν ἀλλήλαις ἀντιφιλοτιμεῖσθαι τὰς φύσεις. μὲν γὰρ λίθος ὅλη πρὸς ἐκεῖνον μετηλλάττετο τὸν ὄντως παῖδα, δὲ πηγὴ πρὸς τὰ ἐν τῇ λίθῳ μηχανήματα τῆς τέχνης ἀντηγωνίζετο ἐν ἀσωμάτῳ σχήματι τὴν ἐκ σώματος ἀπεργαζομένη τοῦ παραδείγματος ὁμοιότητα καὶ τῷ ἐκ τῆς εἰκόνος κατερχομένῳ σκιάσματι οἷον τινὰ σάρκα τὴν τοῦ ὕδατος φύσιν περιθεῖσα. οὕτω δὲ ἦν ζωτικὸν καὶ ἔμπνουν τὸ καθʼ ὑδάτων σχῆμα, ὡς αὐτὸν εἶναι δοξάσαι τὸν Νάρκισσον, ὃν ἐπὶ πηγὴν ἐλθόντα τῆς μορφῆς αὐτῷ καθʼ ὑδάτων ὀφθείσης παρὰ Νύμφαις τελευτῆσαι λέγουσιν ἐρασθέντα τῷ εἰδώλῳ συμμῖξαι, καὶ νῦν ἐν λειμῶσι φαντάζεσθαι ἐν ἠριναῖς ὥραις ἀνθοῦντα. εἶδες δʼ ἄν, ὡς εἷς ὢν λίθος τὴν χρόαν καὶ ὀμμάτων κατασκευὴν ἥρμοζε καὶ ἠθῶν ἱστορίαν ἔσωζε καὶ αἰσθήσεις ἐνεδείκνυτο καὶ πάθη ἐμήνυε καὶ πρὸς τριχώματος ἐξουσίαν ἠκολούθει εἰς τὴν τριχὸς καμπὴν λυόμενος. τὸ δὲ οὐ λόγῳ ῥητὸν λίθος εἰς ὑγρότητα κεχαλασμένος καὶ ἐναντίον σῶμα τῇ οὐσίᾳ παρεχόμενος· στερεωτέρας γὰρ τετυχηκὼς φύσεως τρυφερότητος ἀπέστελλεν αἴσθησιν εἰς ἀραιόν τινα σώματος ὄγκον διαχεόμενος. μετεχειρίζετο δὲ καὶ σύριγγα, ἧς νομίοις θεοῖς ἐκεῖνος ἀπήρχετο καὶ τὴν ἐρημίαν κατήχει τοῖς μέλεσιν, εἴποτε μουσικοῖς ψαλτηρίοις προσομιλῆσαι ποθήσειε. τοῦτον θαυμάσας, νέοι, τὸν Νάρκισσον καὶ εἰς ὑμᾶς παρήγαγον εἰς Μουσῶν αὐλὴν ἀποτυπωσάμενος. ἔχει δὲ λόγος, ὡς καὶ εἰκὼν εἶχεν.
§6 ς. ἐθέλω σοι καὶ τὸ Λυσίππου δημιούργημα τῷ λόγῳ παραστῆσαι, ὅπερ ἀγαλμάτων κάλλιστον δημιουργὸς τεχνησάμενος Σικυωνίοις εἰς θέαν προὔθηκε· καιρὸς ἦν εἰς ἄγαλμα τετυπωμένος ἐκ χαλκοῦ πρὸς τὴν φύσιν ἁμιλλωμένης τῆς τέχνης. παῖς δὲ ἦν Καιρὸς ἡβῶν ἐκ κεφαλῆς ἐς πόδας ἐπανορθῶν τὸ τῆς ἥβης ἄνθος. ἦν δὲ τὴν μὲν ὄψιν ὡραῖος σείων ἴουλον καὶ ζεφύρῳ τινάσσειν, πρὸς βούλοιτο, καταλείπων τὴν κόμην ἄνετον, τὴν δὲ χρόαν εἶχεν ἀνθηρὰν τῇ λαμπηδόνι τοῦ σώματος τὰ ἄνθη δηλῶν. ἦν δὲ Διονύσῳ κατὰ τὸ πλεῖστον ἐμφερής· τὰ μὲν γὰρ μέτωπα χάρισιν ἔστιλβεν, αἱ παρειαὶ δὲ αὐτῷ εἰς ἄνθος ἐρευθόμεναι νεοτήσιον ὡραίζοντο ἐπιβάλλουσαι τοῖς ὄμμασιν ἁπαλὸν ἐρύθημα, εἱστήκει δὲ ἐπί τινος σφαίρας ἐπʼ ἄκρων τῶν ταρσῶν βεβηκὼς ἐπτερωμένος τὼ πόδε. ἐπεφύκει δὲ οὐ νενομισμένως θρίξ, ἀλλʼ μὲν κόμη κατὰ τῶν ὀφρύων ἐφέρπουσα ταῖς παρειαῖς ἐπέσειε τὸν βόστρυχον, τὰ δὲ ὄπισθεν ἦν τοῦ Καιροῦ πλοκάμων ἐλεύθερα μόνην τὴν ἐκ γενέσεως βλάστην ἐπιφαίνοντα τῆς τριχός. ἡμεῖς μὲν οὖν ἀφασίᾳ πληγέντες πρὸς τὴν θέαν εἱστήκειμεν τὸν χαλκὸν ὁρῶντες ἔργα φύσεως μηχανώμενον καὶ τῆς οἰκείας ἐκβαίνοντα τάξεως· χαλκὸς μὲν γὰρ ὢν ἠρυθραίνετο, σκληρὸς δὲ ὢν τὴν φύσιν διεχεῖτο μαλακῶς, εἴκων τῇ τέχνῃ πρὸς βούλοιτο, σπανίζων δὲ αἰσθήσεως ζωτικῆς ἔνοικον ἔχειν ἐπιστοῦτο τὴν αἴσθησιν καὶ ὄντως ἐστήρικτο πάγιον τὸν ταρσὸν ἐρείσας, ἑστὼς δὲ ὁρμῆς ἐξουσίαν ἔχειν ἐδείκνυτο καί σου τὸν ὀφθαλμὸν ἠπάτα, ὡς καὶ τῆς εἰς τὸ πρόσω κυριεύων φορᾶς, καὶ παρὰ τοῦ δημιουργοῦ λαβὼν καὶ τὴν ἀέριον λῆξιν τέμνειν, εἰ βούλοιτο, ταῖς πτέρυξι. καὶ τὸ μὲν ἡμῖν θαῦμα τοιοῦτον ἦν, εἷς δέ τις τῶν περὶ τὰς τέχνας σοφῶν καὶ εἰδότων σὺν αἰσθήσει τεχνικωτέρᾳ τὰ τῶν δημιουργῶν ἀνιχνεύειν θαύματα καὶ λογισμὸν ἐπῆγε τῷ τεχνήματι, τὴν τοῦ καιροῦ δύναμιν ἐν τῇ τέχνῃ σωζομένην ἐξηγούμενος· τὸ μὲν γὰρ πτέρωμα τῶν ταρσῶν αἰνίττεσθαι τὴν ὀξύτητα, καὶ ὡς τὸν πολὺν ἀνελίττων αἰῶνα φέρεται ταῖς ὥραις ἐποχούμενος, τὴν δὲ ἐπανθοῦσαν ὥραν, ὅτι πᾶν εὔκαιρον τὸ ὡραῖον καὶ μόνος κάλλους δημιουργὸς καιρός, τὸ δὲ ἀπηνθηκὸς ἅπαν ἔξω τῆς καιροῦ φύσεως, τὴν δὲ κατὰ τοῦ μετώπου κόμην, ὅτι προσιόντος μὲν αὐτοῦ λαβέσθαι ῥᾴδιον, παρελθόντος δὲ τῶν πραγμάτων ἀκμὴ συνεξέρχεται καὶ οὐκ ἔστιν ὀλιγωρηθέντα λαβεῖν τὸν καιρόν.
§7 ζ. ἐν τῷ Ἑλικῶνι, τέμενος δὲ τῶν Μουσῶν σκιερὸν χῶρος, παρὰ τοὺς Ὀλμειοῦ τοῦ ποταμοῦ ῥύακας καὶ τὴν ἰοειδέα Πηγάσου κρήνην Ὀρφέως ἄγαλμα τοῦ τῆς Καλλιόπης παρὰ τὰς Μούσας εἱστήκει ἰδεῖν μὲν κάλλιστον, γὰρ χαλκὸς τῇ τέχνῃ συναπέτικτε τὸ κάλλος τῇ τοῦ σώματος ἀγλαίᾳ τὸ μουσικὸν συνεπισημαίνων τῆς ψυχῆς, ἐκόσμει δὲ αὐτὸν τιάρα Περσικὴ χρυσῷ κατάστικτος ἀπὸ κορυφῆς εἰς ὕψος ἀνέχουσα, χιτὼν δὲ ἐξ ὤμων ἀπαγόμενος εἰς πόδας τελαμῶνι χρυσέῳ κατὰ τῶν στέρνων ἐσφίγγετο, κόμη δὲ οὕτως ἦν εὐανθὴς καὶ ζωτικὸν ἐπισημαίνουσα καὶ ἔμπνουν, ὡς ἀπατᾶν τὴν αἴσθησιν, ὅτι καὶ πρὸς τὰς ζεφύρου πνοὰς σειομένη δονεῖται. μὲν γὰρ ἐπαυχένιος κατὰ νώτου χυθεῖσα, δὲ ταῖς ὀφρύσιν ἄνωθεν δισχιδὴς ἐπιβαίνουσα καθαρὰς τῶν ὀμμάτων ἔφαινε τὰς βολάς, τὸ πέδιλον δὲ αὐτῷ ξανθοτάτῳ χρυσῷ κατήνθιστο καὶ πέπλος κατὰ νώτου ἄνετος εἰς σφυρὸν κατῄει, μετεχειρίζετο δὲ τὴν λύραν, δὲ ἰσαρίθμους ταῖς Μούσαις ἐξῆπτο τοὺς φθόγγους· γὰρ χαλκὸς καὶ νευρὰς ὑπεκρίνετο καὶ πρὸς τὴν ἑκάστου μίμησιν ἀλλαττόμενος πειθηνίως ὑπήγετο μικροῦ καὶ πρὸς αὐτὴν τὴν ἠχὴν τῶν φθόγγων φωνήεις γινόμενος. ὑπὸ δὲ τῶν ποδῶν τὴν βάσιν οὐκ οὐρανὸς ἦν τυπωθείς, οὐδὲ Πλειάδες τὸν αἰθέρα τέμνουσαι, οὐδὲ ἄρκτου περιστροφαὶ τῶν Ὠκεανοῦ λουτρῶν ἄμοιροι, ἀλλʼ ἦν πᾶν μὲν τὸ ὀρνίθων γένος πρὸς τὴν ᾠδὴν ἐξιστάμενον, πάντες δὲ οἱ ὄρειοι θῆρες, καὶ ὅσον ἐν θαλάττης μυχοῖς νέμεται, καὶ ἵππος ἐθέλγετο ἀντὶ χαλινοῦ τῷ μέλει κρατούμενος καὶ βοῦς ἀφεὶς τὰς νομὰς τῆς λυρῳδίας ἤκουε καὶ λεόντων ἄτεγκτος φύσις πρὸς τὴν ἁρμονίαν κατηυνάζετο. εἶδες ἂν καὶ ποταμοὺς τυποῦντα τὸν χαλκὸν ἐκ πηγῶν ἐπὶ τὰ μέλη ῥέοντας καὶ κῦμα θαλάσσης ἔρωτι τῆς ᾠδῆς ὑψούμενον καὶ πέτρας αἰσθήσει πληττομένας μουσικῆς καὶ πᾶσαν βλάστην ὥριον ἐξ ἠθῶν ἐπὶ τὴν μοῦσαν τὴν Ὀρφικὴν σπεύδουσαν, καὶ οὐδὲν μὲν ἦν τὸ ἠχοῦν, οὐδὲ τὴν ἁρμονίαν τὴν λυρῳδὸν ἐγεῖρον, τέχνη δὲ ἐν τοῖς ζῴοις τοῦ περὶ τὴν μουσικὴν ἔρωτος τὰ πάθη κατεμήνυε καὶ ἐν τῷ χαλκῷ τὰς ἡδονὰς ἐποίει φαίνεσθαι καὶ τὰ ἐπανθοῦντα τῇ αἰσθήσει τῶν ζῴων θελκτήρια ἀρρήτως ἐξέφαινεν.
§8–11
§8 η. Δαιδάλῳ μὲν ἐξῆν, εἰ δεῖ τῷ περὶ Κρήτην πιστεύειν θαύματι, κινούμενα μηχανᾶσθαι (τὰ) ποιήματα καὶ πρὸς ἀνθρωπίνην αἴσθησιν ἐκβιάζεσθαι τὸν χρυσόν, αἱ δὲ δὴ Πραξιτέλειοι χεῖρες ζωτικὰ διόλου κατεσκεύαζον τὰ τεχνήματα. ἄλσος ἦν καὶ Διόνυσος εἱστήκει ἠιθέου σχῆμα μιμούμενος οὕτω μὲν ἁπαλός, ὡς πρὸς σάρκα μεταρρυθμίζεσθαι τὸν χαλκόν, οὕτω δὲ ὑγρὸν καὶ κεχαλασμένον ἔχων τὸ σῶμα, ὡς ἐξ ἑτέρας ὕλης, ἀλλὰ μὴ χαλκοῦ πεφυκώς, ὃς χαλκὸς μὲν ὢν ἠρυθραίνετο, ζωῆς δὲ μετουσίαν οὐκ ἔχων ἐβούλετο (ζωῆς) τὴν ἰδέαν δεικνύναι, ἁψαμένῳ δέ σοι πρὸς τὴν ἀκμὴν ὑπεξανίστατο, καὶ ὄντως μὲν ἦν χαλκὸς στεγανός, ὑπὸ δὲ τῆς τέχνης μαλαττόμενος εἰς σάρκα ἀπεδίδρασκε τῆς χειρὸς τὴν αἴσθησιν. ἦν δὲ ἀνθηρός, ἁβρότητος γέμων, ἱμέρῳ ῥεόμενος, οἷον αὐτὸν Εὐριπίδης ἐν Βάκχαις εἰδοποιήσας ἐξέφηνε, κισσὸς δʼ αὐτὸν ἔστεφε περιθέων ἐν κύκλῳ. ὡς κισσὸς ἦν χαλκὸς εἰς κλῶνας καμπτόμενος καὶ τῶν βοστρύχων τοὺς ἑλικτῆρας ἐκ μετώπου κεχυμένους ἀναστέλλων, γέλωτος δὲ ἔμπλεως, δὴ καὶ παντὸς ἦν ἐπέκεινα θαύματος, ἡδονῆς ἀφιέναι τὴν ὕλην τεκμήρια καὶ τὴν παθῶν δήλωσιν ὑποκρίνεσθαι τὸν χαλκόν. νεβρὶς δὲ αὐτὸν ἔσκεπεν οὐχ οἵαν εἴωθεν Διόνυσος ἐξάπτεσθαι, ἀλλʼ εἰς τὴν τῆς δορᾶς μίμησιν χαλκὸς μετεβάλλετο, εἱστήκει δὲ τὴν λαιὰν ἐπερείδων τῷ θύρσῳ, δὲ θύρσος ἠπάτα τὴν αἴσθησιν καὶ ἐκ χαλκοῦ πεποιημένος χλοερόν τι καὶ τεθηλὸς ἀποστίλβειν ἐδοξάζετο πρὸς ταύτην ἀμειβόμενος τὴν ὕλην. ὄμμα δὲ ἦν πυρὶ διαυγές, μανικὸν ἰδεῖν, καὶ γὰρ τὸ βακχεύσιμον χαλκὸς ἐνεδείκνυτο καὶ ἐπιθειάζειν ἐδόκει, ὥσπερ, οἶμαι, τοῦ Πραξιτέλους καὶ τὸν βακχεῖον οἶστρον ἐγκαταμῖξαι δυνηθέντος.
§9 θ. ἐθέλω σοι καὶ τὸ Μέμνονος ἀφηγήσασθαι θαῦμα, καὶ γὰρ ὄντως παράδοξος τέχνη καὶ κρείττων ἀνθρωπίνης χειρός. τοῦ Τιθωνοῦ Μέμνονος εἰκὼν ἦν ἐν Αἰθιοπίᾳ ἐκ λίθου πεποιημένη, οὐ μὴν ἐν τοῖς οἰκείοις ὅροις ἔμενε λίθος ὤν, οὐδὲ τὸ τῆς φύσεως σιγηλὸν ἠνείχετο, ἀλλὰ καὶ λίθος ὢν εἶχεν ἐξουσίαν φωνῆς· νῦν μὲν γὰρ ἀνίσχουσαν τὴν Ἡμέραν προσεφθέγγετο ἐπισημαίνων τῇ φωνῇ τὴν χαρὰν καὶ ἐπὶ ταῖς τῆς μητρὸς παρουσίαις φαιδρυνόμενος, νῦν δὲ ἀποκλινομένης εἰς νύκτα ἐλεεινόν τι καὶ ἀλγεινὸν ἔστενε πρὸς τὴν ἀπουσίαν ἀνιώμενος. ἠπόρει δὲ οὐδὲ δακρύων λίθος, ἀλλʼ εἶχεν ὑπηρετούμενα τῇ βουλήσει καὶ ταῦτα καὶ ἦν Μεμνόνειος εἰκὼν μόνῳ μὲν τοῦ ἀνθρωπίνου διαλλάττειν μοι ἐδόκει σώματι, ὑπὸ δὲ ψυχῆς τινὸς καὶ ὁμοίας προαιρέσεως ἀγομένη κατηυθύνετο. εἶχε γοῦν καὶ τὰ λυποῦντα ἐγκεκραμένα καὶ πάλιν ἡδονῆς αἴσθησις αὐτὸν κατελάμβανεν ὑπʼ ἀμφοτέρων τῶν παθῶν πληττόμενον, καὶ μὲν φύσις τὴν λίθων γένεσιν ἄφθογγον προήγαγε καὶ κωφὴν καὶ μήτε ὑπὸ λύπης ἐθέλουσαν διοικεῖσθαι μήτε εἰδυῖαν ἡσθῆναι, ἀλλὰ καὶ πάσαις τύχαις ἄτρωτον, ἐκείνῳ δὲ τῷ Μέμνονος λίθῳ καὶ ἡδονὴν παρέδωκεν τέχνη καὶ πέτραν ἀνέμιξεν ἄλγει καὶ μόνην ταύτην ἐπιστάμεθα τὴν τέχνην νοήματα τῷ λίθῳ καὶ φωνὴν ἐνθεῖσαν. μὲν γὰρ Δαίδαλος μέχρι μὲν κινήσεως ἐνεανιεύετο καὶ δύναμιν εἶχεν ἐκείνου τέχνη ἐξιστάναι τὰς ὕλας καὶ εἰς χορείαν κινεῖν, ἀμήχανον δὲ ἦν καὶ παντελῶς ἄπορον καὶ φωνῆς μέτοχα πραγματεύεσθαι τὰ ποιήματα, αἱ δὲ Αἰθιόπων χεῖρες πόρους τῶν ἀμηχάνων ἐξευροῦσαι καὶ τὴν ἀφθογγίαν ἐξενίκησαν τοῦ λίθου. ἐκείνῳ τῷ Μέμνονι καὶ τὴν Ἠχὼ λόγος ἀντηχεῖν, ὁπότε φθέγγοιτο, καὶ γοερὸν μὲν στενάζοντι γοερὸν ἀντιπέμπειν μέλος, εὐπαθοῦντι δὲ ἀνταποδιδόναι τὴν ἠχὴν ἀντίμιμον. ἐκεῖνο τὸ δημιούργημα καὶ τῇ Ἡμέρᾳ τὰς ἀνίας ἐκοίμιζε καὶ οὐκ εἴα μαστεύειν τὸν παῖδα, ὡς ἂν ἀντιτιθείσης αὐτῇ τῆς Αἰθιόπων τέχνης τὸν ἐκ τῆς εἱμαρμένης ἀφανισθέντα Μέμνονα.
§10 ι. εἶτα τὸ μὲν Ἀργῷον σκάφος ἔμφωνον γενέσθαι πειθόμεθα τὸ ὑπὸ τῶν τῆς Ἀθηνᾶς τεχνηθὲν χειρῶν, καὶ τὴν ἐν ἄστροις ἐκληρούχει τύχην, ἄγαλμα δὲ οὐ πιστεύσομεν, εἰς τὰς δυνάμεις Ἀσκληπιὸς ἀνίησι τὸν προνοητικὸν ἐπεισάγων νοῦν, ἐπὶ τὴν ἑαυτοῦ κοινωνίαν τοῦ ἐνοικοῦντος τὴν δύναμιν τρέπειν, ἀλλʼ εἰς μὲν ἀνθρώπινα σώματα κατάγεσθαι τὸ θεῖον δώσομεν, ἔνθα καὶ μιανθείη ἂν παθήμασιν, οὐ πιστεύσομεν δέ, εἰ, μηδὲν ἔγγονον κακίας, παραπέφυκεν; ἐμοὶ μὲν οὖν οὐ τύπος εἶναι δοκεῖ τὸ ὁρώμενον, ἀλλὰ τῆς ἀληθείας πλάσμα. ἰδοὺ γάρ, ὡς οὐκ ἀνηθοποίητος τέχνη, ἀλλʼ ἐνεικονισμένη τὸν θεὸν εἰς αὐτὸν ἐξίσταται. ὕλη μὲν οὖσα θεοειδὲς ἀναπέμπει νόημα, δημιούργημα δὲ χειρὸς τυγχάνουσα, μὴ δημιουργίαις ἔξεστι, πράττει τεκμήρια ψυχῆς ἀρρήτως ἀποτίκτουσα. πρόσωπον δέ σοι θεασαμένῳ δουλοῦται τὴν αἴσθησιν, οὐ γὰρ εἰς κάλλος ἐπίθετον ἐσχημάτισται, ἀλλὰ πάναγνον καὶ ἵλεων ἀνακινῶν ὄμμα βάθος ἄφατον ὑπαστράπτει σεμνότητος αἰδοῖ μιγείσης. πλοκάμων δὲ ἕλικες ῥεόμενοι χάρισιν οἱ μὲν εἰς νῶτα τεθηλότες ἄφετοι κέχυνται, οἱ δὲ ὑπὲρ μετώπου πρὸς τὰς ὀφρῦς ἐπιβαίνοντες τοῖς ὄμμασιν εἱλοῦνται. οἷον δὲ ἐκ ζωτικῆς αἰτίας καὶ αὐτοὶ καταρδόμενοι εἰς τὴν τῶν βοστρύχων καμπὴν συνελίττονται τῷ νόμῳ τῆς τέχνης μὴ πειθομένης τῆς ὕλης, ἀλλὰ νοούσης, ὅτι σχηματίζει θεὸν καὶ δεῖ δυναστεύειν. τῶν δὲ γινομένων εἰωθότων φθείρεσθαι τοῦ ἀγάλματος ἰδέα ἅτε δὴ τῆς ὑγείας τὴν οὐσίαν ἐν ἑαυτῇ φέρουσα ἀκμὴν ἀνώλεθρον ἐπικτωμένη θάλλει. ἡμεῖς μὲν δή σοι καὶ λόγων, Παιάν, νεαρῶν καὶ μνήμης ἐγγόνων ἀπηρξάμεθα· κελεύεις γάρ, οἶμαι· πρόθυμοι δέ σοι καὶ τὸν νόμον ᾅδειν, εἰ νέμοις ὑγείαν.
§11 ια. τεθέασαι τὸν ἠίθεον ἐπʼ ἀκροπόλει, ὃν Πραξιτέλης ἵδρυσεν, δεῖ σοι τῆς τέχνης παραστῆσαι τὸ πρᾶγμα; παῖς ἦν ἁπαλός τις καὶ νέος πρὸς τὸ μαλθακόν τε καὶ νεοτήσιον τῆς τέχνης τὸν χαλκὸν μαλαττούσης, χλιδῆς δὲ ἦν καὶ ἱμέρου μεστὸς καὶ τὸ τῆς ἥβης ἔφαινεν ἄνθος, πάντα δὲ ἦν ἰδεῖν πρὸς τὴν τῆς τέχνης βούλησιν ἀμειβόμενα· καὶ γὰρ ἁπαλὸς ἦν μαχομένην τῇ ἁπαλότητι τὴν οὐσίαν ἔχων καὶ πρὸς τὸ ὑγρὸν ἤγετο ἐστερημένος ὑγρότητος καὶ ὅλος ἐξέβαινε τῆς αὑτοῦ φύσεως χαλκὸς τοὺς ὅρους εἰς τὸν ἀληθῆ τύπον μεθιστάμενος. ἄμοιρος δὲ ὢν πνεύματος καὶ τὸ ἔμπνουν ὑπεδύετο, γὰρ μὴ παρέλαβεν ὕλη, μηδὲ εἶχεν ἔμφυτα, τούτων τέχνη τὴν ἐξουσίαν ἐπορίζετο. ἐκοινοῦτο δὲ τὰς παρειὰς ἐρυθήματι, δὴ καὶ παράδοξον ἦν, χαλκοῦ τικτόμενον ἔρευθος, καὶ παιδικῆς ἦν ἡλικίας ἄνθος ἐκλάμπον, κόμη δὲ εἶχεν ἕλικας ταῖς ὀφρύσιν ἐπιβαίνοντας. δὲ τῷ τελαμῶνι καταστέφων τὴν κόμην καὶ ἐκ τῶν ὀφρύων ἀπωθούμενος τῷ διαδήματι τὰς τρίχας, γυμνὸν πλοκάμων ἐτήρει τὸ μέτωπον. ὡς δὲ καὶ κατὰ μέρος ἐξητάζομεν τὴν τέχνην καὶ τὰ ἐν αὐτῇ δαιδάλματα, ἀφασίᾳ πληγέντες εἱστήκειμεν, τε γὰρ χαλκὸς εὐτραφῆ καὶ λιπῶσαν ἐπεδείκνυτο τὴν σάρκα καὶ πρὸς τὴν τῆς τριχὸς κίνησιν μεθηρμόζετο, ὁτὲ μὲν βοστρύχων οὔλων πλοκαῖς συνεξελιττόμενος, ὁτὲ δʼ ἐθελούσῃ τῇ τριχὶ ἐκτάδην κατὰ νώτου χυθῆναι συναπλούμενος, καὶ ὅτε μὲν ἐθέλοι τὸ πλάσμα καμφθῆναι, καὶ πρὸς τὴν καμπὴν ἀνιέμενος, ὁτὲ δὲ ἐπιτεῖναι τὰ μέλη πρὸς τὸ σύντονον μεθιστάμενος. ὄμμα δὲ ἱμερῶδες ἦν αἰδοῖ συμμιγὲς ἀφροδισίας γέμον χάριτος, καὶ γὰρ ᾔδει ζηλοῦν χαλκὸς τὸ ἐράσμιον καὶ ὑπήκουεν ἐθέλοντι τῷ εἰδώλῳ γαυροῦσθαι. ἀκίνητος δὲ ὢν οὗτος ἔφηβος ἔδοξεν ἄν σοι κινήσεως μετέχειν καὶ εἰς χορείαν εὐτρεπίζεσθαι.
§12–14
§12 ιβ. εῖς ἱερὸν εἰσιὼν σεμνόν τι καὶ μέγα, τὴν καλλίστην εἰκασίαν εἰς ἑαυτὸ μεθίστη, ἐν τοῖς προπυλαίοις τοῦ νεὼ ἱδρυμένον θεῶμαι κένταυρον οὐκ ἀνδρὶ κατὰ τὴν Ὁμήρειον εἰκόνα, ἀλλὰ ῥίῳ παραπλήσιον ὑλήεντι. ἄνθρωπος ἦν ἄχρι λαγόνος κατιὼν κένταυρος ἐς ἵππου βάσιν τετρασκελῆ λήγων, τὸν γὰρ ἵππον καὶ τὸν ἄνθρωπον φύσις ἐξ ἡμισείας τεμοῦσα εἰς ἓν σῶμα συνήρμοσε τὰ μὲν ἀποκρίνασα τῶν μελῶν, τὰ δὲ ἀλλήλοις τεχνησαμένη σύμφωνα· τῆς μὲν γὰρ ἀνθρωπίνης ὅσον ἀπʼ ἰξύος εἰς ἄκραν ὑποφέρεται τὴν βάσιν, ἀφεῖλε, τοῦ δὲ ἱππείου σώματος, ὅσον εἰς ὀμφαλὸν καταβαίνει, τεμοῦσα τῷ ἀνθρωπείῳ συνῆγε τύπῳ, ὡς τὸν μὲν ἵππον τὴν κεφαλὴν ποθεῖν καὶ τοὺς αὐχενίους τένοντας, καὶ ὅσον εἰς τὸ νῶτον καταβαῖνον εὐρύνεται, τὸν δὲ ἄνθρωπον τὸν ἀπὸ ὀμφαλοῦ μέχρι τῆς βάσεως στηριγμὸν ζητεῖν. τοιούτου δὲ ὄντος τοῦ σώματος εἶδες ἂν καὶ θυμὸν ἐπιπολεύοντα τῷ τεχνήματι καὶ ἠγριωμένον τὸ σῶμα καὶ τῷ προσώπῳ τὸ θηριῶδες ἐπανθοῦν καὶ τὸ τῆς τριχὸς κάλλιστα ὑποκρινομένην τὴν πέτραν καὶ πάντα πρὸς τὸν ἀληθῆ τύπον σπεύδοντα.
§13 ιγ. εἶδον καὶ τὴν πολυθρύλλητον ἐν ὅροις Μακεδόνων Μήδειαν. λίθος ἦν μηνύων τὸ τῆς ψυχῆς εἶδος ἀπομαξαμένης εἰς αὐτὴν τῆς τέχνης τὰ συμπληροῦντα τὴν ψυχήν, καὶ γὰρ λογισμοῦ κατηγόρει τὸ δήλωμα καὶ θυμὸς ὑπανίστατο καὶ πρὸς λύπης διάθεσιν μετέβαινεν εἰκὼν καὶ ὡς βραχέως εἰπεῖν, ἐξήγησις τοῦ περὶ αὐτὴν δράματος ἦν τὸ ὁρώμενον· μὲν γὰρ λογισμὸς ὑπὲρ τὴν πρᾶξιν ἐδήλου τῆς γυναικὸς τὰ βουλεύματα, δὲ θυμὸς τῇ ῥύμῃ τῆς ὀργῆς παραγραφόμενος τὴν φύσιν πρὸς τὸ ἔργον ἤγειρε τὴν ἐπὶ τὸν ψόγον ὁρμὴν εἰσηγούμενος, λύπη δὲ τὸν ἐπὶ τοῖς παισὶν ἐπεσήμαινεν οἶκτον εἰς τὴν μητρῴαν σύνεσιν ἀρρώστως ἐκ τοῦ θυμοῦ τὴν λίθον ἕλκουσα. οὐ γὰρ ἄτεγκτος, οὐδὲ θηριώδης εἰκών, ἀλλʼ εἰς θυμοῦ καὶ ἀνίας ἔνδειξιν διῃρεῖτο ὑπηρετουμένη τοῖς τῆς γυναικείας φύσεως βουλεύμασιν. εἰκὸς γὰρ ἦν μετὰ τὸν χόλον καθαρεύουσαν τοῦ θυμοῦ ἐπιστρέφεσθαι πρὸς οἶκτον καὶ εἰς ἔννοιαν ἐρχομένην τοῦ κακοῦ τὴν ψυχὴν οἰκτίζεσθαι. ταῦτα μετὰ τοῦ σώματος τὰ πάθη εἰκὼν ἐμιμεῖτο καὶ ἦν ἰδεῖν τὴν λίθον ὁτὲ μὲν φέρουσαν τὸν θυμὸν ἐν ὄμμασιν, ὁτὲ δὲ σκυθρωπὸν ὁρῶσαν καὶ μαλαττομένην εἰς στυγνότητα, ὥσπερ ἄντικρυς τοῦ τεχνησαμένου τὴν ἀφορμὴν εἰς τῆς Εὐριπίδου δραματοποιίας πλήσαντος τὴν μίμησιν, ἐν καὶ βουλεύεται συνανακινοῦσα καὶ σύνεσιν ἔμφρονα καὶ εἰς θυμὸν ἀγριαίνει τὸ ἦθος τοὺς πεπηγότας τῇ φύσει πρὸς τὰ ἔκγονα τῆς φιλογονίας ὅρους ἐκβάλλουσα καὶ παιδικῶν λόγων μετὰ τὴν ἄνομον σφαγὴν ἅπτεται. ἦν δὲ αὐτῇ καὶ ξιφηφόρος χεὶρ διακονεῖν ἑτοίμη τῷ θυμῷ ἐπὶ τὸ μίασμα σπευδούσῃ καὶ ἠμελημένη θρὶξ τὸ αὐχμηρὸν ἐπισημαίνουσα καὶ στολή τις πένθιμος ἀκόλουθος τῇ ψυχῇ.
§14 ιδ. εἰκὼν ἦν ἐπὶ ταῖς Σκυθικαῖς ἠιόσιν οὐκ εἰς ἐπίδειξιν (μόνον), ἀλλὰ καὶ ἀγωνίαν τῶν τῆς γραφικῆς καλῶν οὐκ ἀμούσως ἐξησκημένη. ἐκτετύπωτο δὲ κατʼ αὐτὴν Ἀθάμας μανίαις οἰστρούμενος. ἦν δʼ ἰδεῖν γυμνός, αἵματι φοινίσσων τὴν κόμην, ἠνεμωμένος τὴν τρίχα, παράφορος τὸ ὄμμα, ἐκπληξίας γέμων καὶ ὥπλιστο δὲ οὐ μανίαις μόνον εἰς τόλμαν, οὐδὲ τοῖς ἐξ Ἐρινύων δείμασι θυμοφθόροις ἠγρίωτο, ἀλλὰ καὶ σίδηρος τῆς χειρὸς προεβέβλητο ἐκθέοντι παραπλήσιος. μὲν γὰρ εἰκὼν ὄντως ἦν ἀκίνητος, ἐδόκει δὲ οὐ τηρεῖν τὸ στάσιμον, ἀλλὰ δόξῃ τῆς κινήσεως τοὺς θεατὰς ἐξίστη ὑπὸ τοῦ φόβου χλωρόν τι καὶ τεθνηκὸς ὁρῶσα, παρῆν δὲ Ἰνὼ περιδεής, ὑπότρομος, ἐνηγκάλιστο δὲ καὶ παῖδα νήπιον καὶ τὴν θηλὴν τοῖς χείλεσιν αὐτοῦ προσῆγε τὰς τροφίμους ἐπιστάζουσα πηγὰς τοῖς τροφίμοις. ἠπείγετο δὲ εἰκὼν ἐπὶ τὴν ἄκραν τοῦ Σκείρωνος καὶ τὴν θάλασσαν τὴν ὑπόρειον, τὸ δὲ ῥόθιον πρὸς ὑποδοχὴν ἐκολποῦτο κυμαίνειν εἰωθός, καὶ Ζεφύρου τι κατεῖχε τὸ σῶμα λιγυρῷ πνεύματι τὴν θάλασσαν κατευνάζοντος, γὰρ δὴ κηρὸς ἐφάνταζε τὴν αἴσθησιν, ὡς καὶ πνοὴν δημιουργεῖν ἐπιστάμενος καὶ ἀνακοντίζειν θαλασσίους αὔρας καὶ εἰς ἔργα φύσεως ἐπάγειν τὴν μίμησιν. παρεσκίρτων δὲ καὶ ἐνάλιοι δελφῖνες τὸ ῥόθιον ἐν τῇ γραφῇ τέμνοντες καὶ κηρὸς ἐδόκει διαπνέεσθαι καὶ πρὸς τὸ τῆς θαλάσσης νοτίζεσθαι μίμημα πρὸς αὐτὴν τὴν οὐσίαν ἐξαλλαττόμενος. ἔν γε μὴν τοῖς τοῦ πίνακος τέρμασιν Ἀμφιτρίτη τις ἐκ βυθῶν ἀνέβη ἄγριόν τι καὶ φρικῶδες ὁρῶσα καὶ γλαυκόν τι σέλας ἐκ τῶν ὀμμάτων μαρμαίρουσα, Νηρηίδες δὲ περὶ αὐτὴν εἱστήκεσαν, ἁπαλαὶ δὲ ἦσαν αὗται καὶ ἀνθηραὶ προσιδεῖν καὶ ἀφροδίσιον ἵμερον ἐξ ὀμμάτων στάζουσαι, ὑπὲρ δὲ ἄκρων τῶν θαλασσίων κυμάτων ἑλίσσουσαι τὴν χορείαν ἔπληττον. περὶ δὲ αὐτὰς Ὠκεανὸς βἁθυδίνησʼ ἐκέχυτο μικροῦ τῆς τοῦ ποταμοῦ κινήσεως καὶ κυμαίνειν διδαχθείσης.
Tap any Greek word to look it up
An open-access project
Kayser 1871
Teubner
Kayser, Teubner, 1871 · 1871
The Editor

Karl Ludwig Kayser (1808–1872) was a German classical scholar, Professor at Heidelberg, who produced the standard Teubner edition of Philostratus and editions of other Greek rhetorical and philosophical texts. Kayser was a careful and methodical editor whose work on the Second Sophistic authors remains important.

About This Edition

Kayser's Teubner editions, produced in the mid-19th century, provide critical texts of Greek authors from the imperial period. His editions follow standard Teubner practice: a clean text with apparatus criticus recording manuscript variants and scholarly conjectures. For some of the texts Kayser edited, more recent editions now exist, but his work remains frequently cited.

Tap any Greek word to look it up